TLG 2035 043 :: ATHANASIUS :: Epistulae quattuor ad Serapionem

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistulae quattuor ad Serapionem

Citation: Volume — page — (line)

26

.

529

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΑΘΑΝΑΣΙΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΕΠΙΣΤΟΛΗ
5tΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ
6tΚατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον.
11 Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ’ ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων ἡμᾶς ἀνελεῖν· ἀλλ’ «ὁ Πα‐
15τὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,» παρεκάλεσεν ἡμᾶς καὶ ἐν τοῖς γράμμασί σου. Ἀνα‐ μιμνησκόμενος γὰρ τῆς σῆς διαθέσεως καὶ πάντων τῶν γνησίων, ἔδοξα τούτους σὺν ἐμοὶ τότε παρεῖναι. Ἐπιπολὺ μὲν οὖν ἔχαιρον κατέχων τὰ γράμματα·
20ὡς δὲ τούτοις ἐνέτυχον, ἠρξάμην πάλιν ἀθυμεῖν διὰ τοὺς ἅπαξ μελετήσαντας μάχεσθαι πρὸς τὴν ἀλή‐ θειαν. Ἔγραφες γὰρ, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινό‐ τατε, λυπούμενος καὶ αὐτὸς, ὡς ἐξελθόντων μέν τι‐
νων ἀπὸ τῶν Ἀρειανῶν διὰ τὴν κατὰ τοῦ Υἱοῦ529

26

.

532

τοῦ Θεοῦ βλασφημίαν, φρονούντων δὲ κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ λεγόντων αὐτὸ μὴ μόνον κτίσμα, ἀλλὰ καὶ τῶν λειτουργικῶν πνευμάτων ἓν αὐτὸ εἶναι, καὶ βαθμῷ μόνον αὐτὸ διαφέρειν τῶν ἀγγέλων.
5Τοῦτο δέ ἐστι πρὸς μὲν τοὺς Ἀρειανοὺς προσποιη‐ τὸς μάχη· ἀληθὴς δὲ ἀντιλογία πρὸς τὴν εὐσεβῆ πίστιν. Ὥσπερ γὰρ ἐκεῖνοι, ἀρνούμενοι τὸν Υἱὸν, ἀρνοῦνται καὶ τὸν Πατέρα· οὕτω καὶ οὗτοι, δυσφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, δυσφημοῦσι καὶ εἰς τὸν Υἱόν.
10Καὶ ἀμφότερα τὰ μέρη διείλοντο τὴν πρὸς τὴν ἀλή‐ θειαν ἀντίστασιν, ἵν’ οἱ μὲν κατὰ τοῦ Λόγου, οἱ δὲ κατὰ τοῦ Πνεύματος φρονοῦντες, τὴν αὐτὴν ἔχωσιν εἰς τὴν ἁγίαν Τριάδα βλασφημίαν. Ταῦτ’ οὖν συνορῶν καὶ πολλὰ λογιζόμενος, ἐν ἀθυμίᾳ γέγονα, ὅτι πάλιν
15εὗρε παίζειν ὁ διάβολος ἐν τοῖς ὑποκρινομένοις τὴν μανίαν αὐτοῦ· καὶ κρίνας μὲν ἤμην σιωπᾷν ἐν τοιούτῳ καιρῷ· διὰ δὲ τὴν προτροπὴν τῆς σῆς ὁσιό‐ τητος, ἕνεκά τε τῆς ἐκείνων ἀλλοδοξίας καὶ σατανι‐ κῆς προπετείας, δι’ ὀλίγων ἔγραψα τὴν ἐπιστολὴν,
20μόγις καὶ ταῦτα δυνηθεὶς, ἵνα μόνον καὶ σὺ, πρόφα‐ σιν ἐκ τούτων λαβὼν, κατὰ τὴν προσοῦσάν σοι σύνε‐ σιν τὰ λείποντα προσθῇς, καὶ πλήρης ὁ κατὰ τῆς δυσσεβοῦς αἱρέσεως ἔλεγχος γένηται.
25 Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λό‐ γον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐ‐ τοῦ δυσφημοῦσι. Διὸ καὶ οὐ χρὴ πλέον τι πρὸς αὐ‐ τοὺς εἰπεῖν· ἀρκεῖ γὰρ τὰ πρὸ τούτων εἰρημένα κατ’
30αὐτῶν. Πρὸς δὲ τοὺς περὶ τοῦ Πνεύματος ἀπατηθέν‐ τας, τρόπῳ τινὶ, ὡς ἂν αὐτοὶ φαῖεν, προσήκει δι‐ ερευνῶντας εἰπεῖν. Τούτων γὰρ καὶ θαυμάσειεν ἄν τις τὴν ἄνοιαν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ μὴ θέλοντες κτίσμα εἶναι, καὶ καλῶς γε κατὰ τοῦτο φρονοῦν‐
35τες, πῶς τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα κἂν ἀκοῦ‐531

26

.

533

σαι ἠνέσχοντο; Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Λόγου ἑνότητα, οὐ θέλουσιν εἶναι τῶν γενητῶν αὐτὸν τὸν Υἱὸν, ἀλλ’, ὅπερ ἐστὶν ἀληθῶς, δημιουργὸν αὐτὸν εἶναι τῶν ποιημάτων φρονοῦσι· διὰ τί τὸ
5Πνεῦμα τὸ ἅγιον τὸ τὴν αὐτὴν ἔχον ἑνότητα πρὸς τὸν Υἱὸν, ἢν αὐτὸς ἔχει πρὸς τὸν Πατέρα, κτίσμα λέγουσι, καὶ ἠγνόησαν, ὅτι, ὥσπερ μὴ διαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, σώζουσι τὸ ἕνα Θεὸν εἶναι, οὕτω, διαιροῦντες ἀπὸ τοῦ Λόγου τὸ Πνεῦμα, οὐκέτι
10μίαν τὴν ἐν Τριάδι θεότητα σώζουσι, σχίζοντες αὐτὴν καὶ ἐπιμίσγοντες αὐτῇ ἀλλοτρίαν καὶ ἑτεροειδῆ φύσιν, καὶ τοῖς κτίσμασι συνεξισοῦντες αὐτήν; Τοῦτο δὲ πάλιν οὐκέτι ἓν εἶναι δείκνυσι τὴν Τριάδα, ἀλλὰ ἐκ δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ
15ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε‐ πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ‐ γοῦ καὶ κτίσματος συγκειμένη; Ἢ γὰρ οὐ Τριάς ἐστιν, ἀλλὰ δυὰς, καὶ λοιπὸν ἡ κτίσις, ἢ, εἰ Τριάς ἐστιν, ὥσπερ οὖν καί ἐστι, πῶς τοῖς μετὰ τὴν Τριάδα
20κτίσμασι συντάττουσι τὸ τῆς Τριάδος Πνεῦμα; Τοῦτο γάρ ἐστι πάλιν διαιρεῖν καὶ διαλύειν τὴν Τριάδα. Οὐκ‐ οῦν, κακῶς φρονοῦντες περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐδὲ περὶ τοῦ Υἱοῦ καλῶς φρονοῦσιν. Εἰ γὰρ ἐφρόνουν ὀρθῶς περὶ τοῦ Λόγου, ἐφρόνουν
25ὑγιῶς καὶ περὶ τοῦ Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὂν, παρ’ αὐτοῦ δίδοται τοῖς μαθηταῖς καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν. Οὕτω δὲ πλανώμενοι, οὐδὲ περὶ τοῦ Πατρὸς ὑγιῆ τὴν πίστιν ἔχουσιν. Οἱ γὰρ ἀντικείμενοι τῷ
30Πνεύματι, ὡς εἶπεν ὁ μέγας μάρτυς Στέφανος, οὗτοι καὶ τὸν Υἱὸν ἀρνοῦνται. Τὸν δὲ Υἱὸν ἀρνούμενοι, οὐδὲ
τὸν Πατέρα ἔχουσι.533

26

.

536

Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι
5τούτῳ, οὔτε ἐν τῷ μέλλοντι;» Οἱ μὲν γὰρ Ἀρειανοὶ, καίτοι τὴν ἔνσαρκον παρουσίαν τοῦ Λόγου καὶ τὰ δι’ αὐτὴν εἰρημένα μὴ νοήσαντες, ὅμως ἐξ αὐτῶν πρό‐ φασιν λαβόντες εἰς τὴν ἑαυτῶν αἵρεσιν, καὶ οὕτως ἠλέγχθησαν θεομάχοι καὶ ὡς ἀληθῶς ἀπὸ γῆς κενο‐
10λογοῦντες. Ὑμεῖς δὲ πόθεν ἠπατήθητε; παρὰ τίνων ἀκούσαντες, ἢ τίς ὁ τρόπος τῆς τοιαύτης ὑμῶν πλάνης; Ἀνέγνωμεν, φασὶν, ἐν τῷ προφήτῃ Ἀμὼς, λέγοντος τοῦ Θεοῦ, «Ὅτι Ἰδοὺ ἐγὼ στερεῶν βρον‐ τὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀν‐
15θρώπους τὸν Χριστὸν αὐτοῦ· ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Καὶ ἔν‐ θεν ἐπείσθημεν τοῖς Ἀρειανοῖς λέγουσι κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Εἶτα τὸ μὲν παρὰ τῷ Ἀμὼς
20ἀνέγνωτε· τὸ δὲ ἐν ταῖς Παροιμίαις λεγόμενον, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐ‐ τοῦ,» οὐκ ἀνέγνωτε, ἢ ἀνέγνωτε; Καὶ τοῦτο μὲν, ὡς ἔχει ἀληθείας, ἑρμηνεύετε, ἵνα μὴ εἴπητε κτίσμα τὸν Λόγον· τὸ δὲ ἐν τῷ προφήτῃ οὐχ ἑρμηνεύετε,
25ἀλλὰ ἁπλῶς ἀκούοντες «πνεῦμα,» ἐνομίσατε λέ‐ γεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Καίτοι ἐν μὲν ταῖς Παροιμίαις φανερῶς ἡ Σοφία λέγουσά ἐστι τὸ, «ἔκτισέ με·» καὶ ὅμως καλῶς γε ποιοῦντες, ἑρ‐ μηνεύετε τὸ ῥητὸν, ἵνα μὴ τὴν δημιουργὸν Σοφίαν
30ἐν τοῖς κτίσμασι συναριθμῆτε. Τὸ δὲ ἐν τῷ προ‐ φήτῃ ῥητὸν οὐκ ἔχει γνώρισμα περὶ τοῦ ἁγίου Πνεύ‐ ματος, ἀλλ’ ἁπλῶς εἴρηται περὶ πνεύματος. Πῶς οὖν, καίτοι πλείστης οὔσης διαφορᾶς ἐν ταῖς Γραφαῖς περὶ πνευμάτων, καὶ δυναμένου τοῦ ῥητοῦ τὴν
35ἰδίαν διάνοιαν ἔχειν ὀρθὴν, ὑμεῖς, ὡς φιλονεικοῦντες ἢ ὡς ὑπὸ δήγματος τοῦ Ἀρειανοῦ ὄφεως βλαβέντες, τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι παρὰ τοῦ Ἀμὼς νομίζετε, ἵνα μόνον τοῦ φρονεῖν κτίσμα μὴ ἐπι‐ λάθησθε;
40 Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε‐ τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα,
χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ535

26

.

537

Πατρὸς, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ Υἱοῦ, ἢ παρ’ ἐμοῦ, ὅ ἐστι παρὰ τοῦ Θεοῦ, ἢ μετὰ τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ Πνεῦμα· ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, ἢ
5Παράκλητον, ἢ ἀληθείας, ὅ ἐστι τοῦ Υἱοῦ, τοῦ λέ‐ γοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἵνα, ἀκούσαντες ἁπλῶς «πνεῦμα,» ὑπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Ἐξῃρήσθωσαν δὲ τοῦ Λόγου νῦν οἵτινες ἤδη λαβόντες, πάλιν ὀνομάζονται, καὶ ὅσοι, προμαθόντες
10περὶ τοῦ ἁγίου Πνεύματος, ὕστερον ὡς ἐν ἐπαναλή‐ ψει καὶ ὑπομνήσει, καὶ μόνον λεγομένου «τοῦ πνεύματος,» οὐκ ἀγνοοῦσι περὶ τίνος ἀκούουσι· καὶ μάλιστα, ὅτι καὶ οὕτω μετὰ τοῦ ἄρθρου λέγεται. Καὶ ὅλως ἄνευ τοῦ ἄρθρου, ἢ τῆς προειρημένης
15προσθήκης, οὐκ ἂν εἴη σημαινόμενον τὸ Πνεῦμα τὸ ἅγιον· οἷά ἐστιν ἃ γράφει Παῦλος τοῖς Γαλάταις· «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νό‐ μου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Ποῖον δὲ ἦσαν λαβόντες ἢ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διδόμενον
20τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα‐ λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ αὐτοῖς ὅπερ ἔλαβον ἔλεγεν, ἵνα μὴ σβέσωσιν ἐξ ἀμελείας τὴν ἐν αὐτοῖς ἀναφθεῖσαν τοῦ Πνεύματος χάριν. Ἐν δὲ τοῖς Εὐαγ‐
25γελίοις περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως διὰ τὴν σάρκα ἣν προσέλαβεν, ἐὰν λέγωσιν οἱ εὐαγγελισταὶ, «Ἰησοῦς δὲ, πλήρης Πνεύματος ὢν, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου·» καὶ τὸ, «Τότε ὁ Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον·» τὸν αὐτὸν ἔχει
30νοῦν. Προείρητο γὰρ ὑπὸ τοῦ Λουκᾶ· «Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέ‐ ντος, καὶ προσευχομένου, ἀνεωθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει, ὡσεὶ περιστερὰν, ἐπ’ αὐτόν.» Καὶ δῆλον ἦν, ὅτι,
35λεγομένου τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον ἦν σημαινόμενον. Οὕτω μὲν οὖν παρ’ οἷς ἐστι τὸ Πνεῦ‐ μα τὸ ἅγιον κἂν μόνον τὸ Πνεῦμα λέγηται χωρὶς τῆς ἐπ’ αὐτῷ προσθήκης, οὐκ ἀμφίβολον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον σημαίνεται, ἔχον μάλιστα τὸ ἄρθρον.
41Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ‐
ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον537

26

.

540

λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ’ αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως ἧς γε ἐμνημονεύσαμεν. Ἀλλ’ οὐκ ἂν εἴποιτε· οὐ γὰρ εὑρήσετε γεγραμμένον. Ἀλλ’ ἐν μὲν τῇ Γενέσει γέ‐
5γραπται, «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος·» καὶ μετ’ ὀλίγα· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας·» ἐν δὲ τοῖς Ἀριθμοῖς λέγει Μωϋσῆς πρὸς τὸν τοῦ Ναυῆ, «Μὴ ζηλοῖς σὺ ἐμέ·
10καὶ τίς ἂν δῷ τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς,» Καὶ ἐν τοῖς Κριταῖς ἐπὶ μὲν Γοθονιήλ· «Καὶ ἐγένετο ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ.» Καὶ πάλιν· «Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου.»
15Περὶ δὲ Σαμψών· «Ἡδρύνθη, φησὶ, τὸ παιδάριον καὶ ηὐλόγησεν αὐτὸ Κύριος·» Καὶ, «Ἤρξατο Πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ·» Καὶ, «Ἥλα‐ το ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου.» Καὶ ὁ μὲν Δαβὶδ ψάλλει· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ·»
20Καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τετταρακοστῷ δευτέρῳ ψαλ‐ μῷ· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.» Ἐν δὲ τῷ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ἐλέγετο δὲ πρὸ τού‐
25του· «Οὐαὶ, τέκνα ἀποστάται. Τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις·» καὶ πάλιν· «Ἀκούσατε ταῦτα· Οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ
30ἤμην· καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Μετ’ ὀλίγα δὲ οὕτω φησί· «Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, εἶπε Κύριος, τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» καὶ αὖθις ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων· «Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ’
35αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ
ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς539

26

.

541

ἡμέρας τοῦ αἰῶνος· αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρ‐ ώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἰεζεχιὴλ δὲ οὕτω λέγει· «Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων
5εἰς τὴν αἰχμαλωσίαν, ἐν ὁράσει, ἐν Πνεύματι Θεοῦ.» Ἐν δὲ τῷ Δανιήλ· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιὴλ, καὶ ἀν‐ εβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.» Καὶ ὁ μὲν Μιχαίας φησίν· «Οἶκος
10Ἰακὼβ παρώξυνε Πνεῦμα Κυρίου.» Καὶ διὰ τοῦ Ἰωὴλ ὁ Θεός φησι· «Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Καὶ διὰ τοῦ Ζαχαρίου δὲ πάλιν, Θεοῦ φωνή ἐστι λέγοντος· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε,
15ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου, τοῖς προφήταις.» Ὅτε καὶ αἰτιώμενος ὁ προ‐ φήτης τὸν λαὸν, μετ’ ὀλίγα ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος
20παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προ‐ φητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Πα‐ λαιῶν ἀναλέξαντες, εἰρήκαμεν ὀλίγα. Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγ‐ γελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκού‐
25σεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά‐ των, κατ’ ἐξαίρετον τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς Πνεῦμα, ἀλλὰ μετὰ προσθήκης, ἧς εἴπομεν, ὀνομά‐ ζεται. Ὁ μὲν οὖν Κύριος ἡνίκα, καθὰ προεῖπον, ἀν‐ θρωπίνως ἐβαπτίζετο, δι’ ἣν ἐφόρει σάρκα, λέγεται
30καταβεβηκέναι ἐπ’ αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο διδοὺς μὲν τοῖς μαθηταῖς, ἔλεγε· «Λάβετε Πνεῦ‐ μα ἅγιον·» ἐδίδασκε δὲ αὐτούς· «Ὁ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα.» Καὶ μετ’ ὀλίγα
35περὶ τοῦ αὐτοῦ ἔλεγεν· «Ὅταν ἔλθῃ ὁ Παράκλη‐ τος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύε‐ ται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» καὶ πάλιν·
«Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦ‐541

26

.

544

μα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ μετ’ ὀλίγα· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαι‐ μόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ τὴν μὲν πᾶσαν θεολογίαν καὶ τὴν ἡμῶν
5τελείωσιν, ἐν ᾗ συνῆπτεν ἡμᾶς ἑαυτῷ καὶ δι’ ἑαυτοῦ τῷ Πατρὶ, ἐν τούτῳ συμπληρῶν, παρήγγειλε τοῖς μαθηταῖς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» ἐπαγγει‐
10λάμενος δὲ αὐτοῖς αὐτὸ πέμψειν, «παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι·» καὶ μεθ’ ἡμέ‐ ρας ὀλίγας, «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερο‐
15μένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζό‐ μεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν· καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς
20τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Ἔνθεν οὖν καὶ διὰ μὲν τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων ἐδίδοτο τοῖς ἀναγεννωμένοις τὸ Πνεῦμα τὸ ἅγιον· Ἄγαβος δέ τις προεφήτευσεν ἐν τούτῳ λέγων· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» ὁ δὲ Παῦλος·
25«Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκό‐ πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος·» τοῦ τε εὐνού‐ χου βαπτισθέντος, «Ἥρπασε Πνεῦμα Κυρίου τὸν Φίλιππον.» Καὶ Πέτρος ἔγραψε· «Κομιζόμενοι τὸ
30τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτη‐ ρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶν‐ τες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦ‐ μα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν
35παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.» Καὶ ὁ μὲν Ἰωάννης ἐπέστειλεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύ‐ ματος αὐτοῦ ἔδωκεν ἡμῖν·» ὁ δὲ Παῦλος γράφει Ῥωμαίοις μέν· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκὶ, ἀλλ’
40ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν
αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν543

26

.

545

δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιή‐ σει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος
5αὐτοῦ Πνεύματος ἐν ὑμῖν·» Κορινθίοις δέ· «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ
10τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χα‐ ρισθέντα ἡμῖν·» καὶ μετ’ ὀλίγα· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ πάλιν· «Ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιά‐
15σθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι Θεοῦ ἡμῶν·» καὶ πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθ‐ ὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ
20Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευ‐ θερία.» Ὅρα δὲ πῶς καὶ Γαλάταις ἐπιστέλλει λέγων· «Ἵνα ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως·» καὶ πάλιν· «Ὅτι
25δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Τοῖς δὲ Ἐφε‐ σίοις οὕτως ἔλεγε· «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ
30ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπο‐ λυτρώσεως·» καὶ πάλιν· «Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρή‐ νης.» Πρὸς δὲ Φιλιππησίους ἐπαῤῥησιάζετο γράφων· «Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ εἴτε προφάσει,
35εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας· τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ
τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ545

26

.

548

αἰσχυνθήσομαι·» καὶ πάλιν· «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυ‐ χώμενοι ἐν Χριστῷ Ἰησοῦ.» Καὶ Θεσσαλονικεῦσι δὲ διαμαρτυρεῖται· «Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον
5ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ὑμᾶς·» καὶ πρὸς Ἑβραίους δὲ οὕτω· «Δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανε‐ ρῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·» καὶ πάλιν· «Πόσῳ δοκεῖτε χείρο‐
10νος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ κατα‐ πατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμε‐ νος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν‐ υβρίσας;» Καὶ πάλιν· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοι‐
15νωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύμα‐ τος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, κα‐ θαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων;» καὶ πρὸς Θεσσαλονικεῖς δέ· «Καὶ τότε ἀποκαλυφθή‐ σεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ
20ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.» Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γρα‐ φῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή‐ τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ παρὰ τοῦ προφήτου λεγόμενον νῦν «πνεῦμα,» ἵνα
25κἂν πρόφασιν ἔχητε. Ἀλλ’ ἁπλῶς ἐτολμήσατε τρόπους ἑαυτοῖς ἐπινοεῖν, καὶ εἰπεῖν τὸ λεγόμενον κτίζεσθαι πνεῦμα, αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι δυνάμενοι μαθεῖν καὶ παρὰ φιλολόγων ἀνδρῶν περὶ διαφορᾶς πνευμάτων. Λέγεται γὰρ καὶ ἀνθρώπου
30πνεῦμα, ὡς ψάλλει Δαβίδ· «Νυκτὸς μετὰ τῆς καρ‐ δίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου.» Ὁ δὲ Βαροὺχ ἐπευχόμενός φησι· «Ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ.» Καὶ ἐν μὲν τῇ ᾠδῇ τῶν τριῶν παίδων· «Εὐλογεῖτε, πνεύ‐
35ματα» καὶ «ψυχαὶ δικαίων, τὸν Κύριον.» Ὁ δὲ Ἀπό‐ στολος γράφει· «Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα,
καὶ κληρονόμοι·» καὶ πάλιν· «Οὐδεὶς οἶδε τὰ τοῦ547

26

.

549

ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.» Ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ ἐπευχόμενος λέγει «Ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου
5ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη» Λέγεται δὲ καὶ ἀνέμων πνεύματα οὕτως ἐν μὲν τῇ γενέσει· «Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ·» ἐπὶ δὲ τοῦ Ἰωνᾶ· «Καὶ Κύριος ἐξήγειρε πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας
10ἐν τῇ θαλάσσῃ· καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντρι‐ βῆναι.» Καὶ ἐν μὲν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ γέγραπται· «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς.» Ἐν δὲ τῷ ἑκατοστῷ τεσ‐ σαρακοστῷ ὀγδόῳ ψαλμῷ «Αἰνεῖτε τὸν Κύριον ἐκ
15τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή‐ νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολ‐ λῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου
20συνέτριψέ σε.» Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γρα‐ φαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐ‐ τοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Δια‐
25θήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ γὰρ γράμ‐ μα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Τὸ μὲν γὰρ ῥητὸν γράμματι κεχάρακται· ὁ δὲ νοῦς ὁ ἐν αὐτῷ πνεῦμα λέγεται. Οὕτως καὶ «ὁ νόμος πνευματικός ἐστιν,» ἵν’ ὡς πάλιν εἴρηκε, μὴ δουλεύωμεν ἐν
30παλαιότητι γράμματος, ἀλλ’ ἐν καινότητι πνεύματος. Καὶ αὐτὸς μὲν εὐχαριστῶν ἔλεγεν· «Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νό‐ μῳ ἁμαρτίας· οὐδὲν νῦν ἄρα κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς
35ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας·» ὁ δὲ Φίλιππος, τὸν εὐνοῦχον ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα θέλων ἐπιστρέφειν, ἔλε‐ γεν· «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;» τοιοῦ‐ τον ἐσχηκὼς μαρτυρεῖται καὶ ὁ Χάλεβ ἐν τοῖς
40Ἀριθμοῖς, τοῦ Θεοῦ λέγοντος· «Ὁ δὲ παῖς μου Χά‐ λεβ, ὅτι ἐγενήθη ἕτερον πνεῦμα ἐν αὐτῷ, καὶ ἐπηκο‐ λούθησέ μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλ‐ θεν ἐκεῖ» Ἄλλῃ γὰρ διανοίᾳ παρὰ τὴν ἐκείνων αὐτὸς λαλήσας, εὐάρεστος τῷ Θεῷ γέγονε. Τοιαύτην
45ἔχειν προέτρεψεν ὁ Θεὸς τὸν λαὸν καρδίαν διὰ Ἰεζε‐549

26

.

552

κιὴλ λέγων· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν.» Τούτων τοίνυν οὕτως ὄντων, καὶ τοσαύτης διαφορᾶς περὶ τῶν πνευμάτων δεικνυμένης, βελτίους ἂν ἦτε, εἰ, περὶ κτιζομένου πνεύματος
5ἀκούοντες, περὶ ἑνὸς τῶν προειρημένων ἐφρονεῖτε, οἷον ἦν περὶ οὗ ἐν Ἡσαΐᾳ γέγραπται· «Συνεφώνη‐ σεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐ‐ τοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.» Τοιοῦτον δὲ
10ἦν καὶ, «Ὃ ἐξήγειρε Κύριος πνεῦμα ἐπὶ τὴν θάλασ‐ σαν» διὰ τὸν Ἰωνᾶν. Ἀκολουθεῖ γὰρ τῇ βροντῇ καὶ τὰ τῶν ἀνέμων πνεύματα, ὡς ἐπὶ τοῦ ὑετοῦ τοῦ κατὰ τὸν Ἀχαὰβ, ὡς γέγραπται· «Καὶ ἐγένετο ὧδε, καὶ ἕως ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι.»
15 Ἀλλ’ ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζεσθαι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον ἐθεωρήσατε· τὸ δὲ διαιρεῖν αὐτὸ τῇ φύσει, καὶ ἀπο‐
20ξενίζειν ἀπὸ τοῦ Υἱοῦ, ποῦ κατενοήσατε, ὅτι τὸν μὲν Χριστὸν λέγετε μὴ εἶναι κτίσμα, τὸ δὲ ἅγιον Πνεῦμα κτίσμα λέγετε; Καὶ ἄτοπόν ἐστι τὰ ἀνόμοια τῇ φύσει συνονομάζειν, καὶ συνδοξάζειν. Ποία γὰρ κοινωνία, ἢ ποία ὁμοιότης τῷ κτίσματι πρὸς τὸν κτί‐
25στην; Ἐπεὶ ὥρα ὑμᾶς καὶ τῷ Υἱῷ συναριθμεῖν καὶ συνάπτειν τὰ δι’ αὐτοῦ γενόμενα κτίσματα. Ἤρκει μὲν οὖν περὶ πνεύματος ἀνέμων νοεῖν τὸ γε‐ γραμμένον, ὥσπερ εἴρηται· ἐπειδὴ δὲ προφασίζεσθε τὴν ἐν τῷ ῥητῷ περὶ τοῦ Χριστοῦ μνήμην, ἀναγκαῖον
30ἰδεῖν ἀκριβῶς τὸ λεγόμενον, μὴ ἄρα καὶ περὶ τοῦ λε‐ γομένου κτίζεσθαι πνεύματος οἰκειοτέραν εὕρωμεν τὴν διάνοιαν. Τί τοίνυν ἐστὶ τὸ ἀπαγγέλλειν εἰς ἀν‐ θρώπους τὸν Χριστὸν αὐτοῦ, ἢ τὸ γίνεσθαι αὐτὸν ἄν‐ θρωπον, καὶ ἴσον εἶναι τοῦτο τῷ φάναι· «Ἰδοὺ
35ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» καὶ τὰ ἄλλα, ὅσα περὶ τῆς ἐπιδημίας αὐτοῦ γέγραπται; τῆς δὲ ἐνσάρκου παρουσίας ἀπαγγελλομένης περὶ τοῦ Λόγου, ποῖον χρὴ πνεῦμα κτιζόμενον νοεῖν, εἰ μὴ τὸ
40ἀνακτιζόμενον τῶν ἀνθρώπων καὶ ἀνακαινιζόμενον πνεῦμα; Τοῦτο γὰρ καὶ διὰ Ἰεζεκιὴλ ἐπεγγείλατο ὁ
Θεὸς λέγων· «Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ551

26

.

553

πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν· καὶ δώσω ὑμῖν καρ‐ δίαν σαρκίνην· καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν.» Πότε δὴ τοῦτο πεπλήρωται, εἰ μὴ ὅτε παραγενό‐
5μενος ὁ Κύριος ἀνεκαίνισε τὰ πάντα τῇ χάριτι; Ἰδοὺ γὰρ καὶ ἐν τῷ ῥητῷ τούτῳ ἡ διαφορὰ τῶν πνευμά‐ των δείκνυται· καὶ τὸ μὲν πνεῦμα τὸ ἡμῶν ἀνακαι‐ νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ’ ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν
10ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψάλλων ἐν τῷ ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς
15γῆς.» Εἰ δὲ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνακαινιζό‐ μεθα· οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ νῦν λεγό‐ μενον πνεῦμα κτίζεσθαι, ἀλλὰ τὸ ἡμέτερον. Καὶ εἴπερ, διὰ τὸ πάντα γενέσθαι διὰ τοῦ Λόγου, φρονεῖτε καλῶς μὴ εἶναι κτίσμα τὸν Υἱόν· πῶς οὐ βλάσφημόν
20ἐστι λέγειν ὑμᾶς κτίσμα τὸ Πνεῦμα, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ διὰ τοῦ Λόγου τελειοῖ καὶ ἀνακαινίζει; Καὶ εἰ, διὰ τὸ γεγράφθαι ἁπλῶς πνεῦμα κτίζεσθαι, ἀν‐ επλάσαντο ἑαυτοῖς εἶναι τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον· πεισθῆναι λοιπὸν ὀφείλουσιν, ὅτι μὴ τὸ Πνεῦμα τὸ
25ἅγιόν ἐστι τὸ κτιζόμενον, ἀλλὰ τὸ ἡμέτερόν ἐστι τὸ ἐν αὐτῷ ἀνακαινιζόμενον· περὶ οὗ καὶ ὁ Δα‐ βὶδ ηὔχετο ψάλλων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Ὧδε μὲν γὰρ λέγεται κτίζειν·
30πρότερον δὲ ἔπλασεν, ὁ Ζαχαρίας φησίν· «Ἐκτείνων τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ·» ὃ γὰρ πρότερον ἔπλασε, τοῦτο πεπτωκὸς ἀνέκτισε, γενόμενος αὐτὸς ἐν τῷ κτίσματι, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, «ἵνα,» ὡς ὁ
35Ἀπόστολος εἶπε, «τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Οὐ γὰρ ὡς ἑτέρου δη‐ μιουργηθέντος παρὰ τὸν ἐξ ἀρχῆς κατ’ εἰκόνα γενό‐ μενον ἄνθρωπον ἔλεγεν· ἀλλὰ τὸν ἐν Χριστῷ
40κτισθέντα καὶ ἀνακαινισθέντα νοῦν συνεβούλευεν ἀνα‐ λαβεῖν· ὅπερ καὶ διὰ Ἰεζεκιὴλ πάλιν δηλοῦται, λέ‐ γοντος αὐτοῦ· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκον‐
45τος, λέγει Ἀδωναῒ Κύριος.»
Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην553

26

.

556

ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματος ὁ νόμος. Τούτου γὰρ ὑπηρέτας εἶναι θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύ‐
5ριος Βοανεργὲς, ὅ ἐστιν, υἱοὶ βροντῆς· ὅ γ’ οὖν Ἰωάν‐ νης ἀληθῶς ἀπ’ οὐρανοῦ βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόν‐ των ἀγαθῶν· ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώ‐
10ποις καὶ παρεγένετο λέγων· «Αὐτὸς ὁ λαλῶν πάρ‐ ειμι· τότε,» ὡς εἶπεν ὁ Παῦλος, «ἡ τούτου φωνὴ τὴν γῆν ἐσάλευσεν, ἐπαγγειλαμένου πρότερον· Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν
15μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Διὸ βασι‐ λείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.» Ἣν δὲ λέ‐ γει βασιλείαν οὗτος ἀσάλευτον, ταύτην στερεωθεῖσαν ψάλλει Δαβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν
20ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώ‐ σατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σα‐ λευθήσεται.» Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀν‐ εκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος ἀσάλευ‐
25τος διαμένει. Ἀλλ’ οἱ τῷ ὄντι τροπικοὶ, συνθέ‐ μενοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ’ αὐτῶν τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν Υἱὸν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν· ἐτόλμη‐ σαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν
30καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὃ καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων· «Δια‐ μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χω‐ ρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.»
35Ἐκεῖνοι δὲ φάσκουσιν, ἐπειδὴ τὸν Θεὸν καὶ τὸν Χρι‐ στὸν ὠνόμασεν, εἶτα τοὺς ἀγγέλους, ἀνάγκῃ τοῖς ἀγ‐ γέλοις συναριθμεῖσθαι τὸ Πνεῦμα, τῆς τε αὐτῶν εἶναι συστοιχίας καὶ αὐτὸ, καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας
40ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον
οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖνος γὰρ ἔφη‐555

26

.

557

σεν, ὅτι, πεμφθέντος τοῦ Παρακλήτου, συναπεστάλη‐ σαν αὐτῷ οἱ ἡλικιῶται αὐτοῦ ἄγγελοι· ἔπειτα δὲ τὸ Πνεῦμα κατάγοντες εἰς τοὺς ἀγγέλους εἰς τὴν Τριάδα συντάσσοντες. Εἰ γὰρ μετὰ Πατέρα καὶ Υἱὸν
5κατ’ αὐτοὺς οἱ ἄγγελοι, δηλονότι τὴν Τριάδος εἰσὶν οἱ ἄγγελοι, καὶ οὐκ ἔτι «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενοι,» οὐδὲ ἁγιαζόμενοι, ἀλλ’ αὐτοὶ μᾶλλον ἁγιάζοντες ἄλλους ἂν εἶεν. Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε‐
10νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος ἐλέχθη καὶ πνεῦμα υἱοθεσίας, καὶ πνεῦμα ἁγιασμοῦ, καὶ πνεῦμα Θεοῦ, καὶ πνεῦμα Χριστοῦ ἐλέχθη· οὐδαμοῦ δὲ ἄγγελος, οὐδὲ ἀρχάγ‐ γελος, οὐδὲ πνεῦμα διακονίας, οἷοί εἰσιν οἱ ἄγ‐
15γελοι· ἀλλὰ μᾶλλον σὺν τῷ Υἱῷ καὶ αὐτὸ διακονεῖται παρὰ τοῦ Γαβριὴλ λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ· καὶ δύναμις Ὑψίστου ἐπι‐ σκιάσει σοι.» Τῶν δὲ Γραφῶν μὴ λεγουσῶν ἄγγελον τὸ Πνεῦμα, ποία τούτοις ἀπολογία γένοιτ’ ἂν τῆς
20τοσαύτης ἀλογίστου τόλμης ὅπου γε καὶ ὁ τὴν τοι‐ αύτην αὐτοῖς κακόνοιαν ἐπισπείρας Οὐαλεντῖνος τὸ μὲν Παράκλητον, τοὺς δὲ ἀγγέλους ὠνόμασεν· εἰ καὶ ἐν τῷ ἴσῳ χρόνῳ, ἡλικιώτην τοῖς ἀγγέλοις συν‐ τάσσει καὶ αὐτὸς τὸ Πνεῦμα ὁ ἀφρονέστατος. Ἀλλ’
25ἰδοὺ, φασὶν, ἐν τῷ προφήτῃ Ζαχαρίᾳ γέγραπται· «Τάδε λέγει ὁ ἄγγελος, ὁ λαλῶν ἐν ἐμοί.» Καὶ δῆλόν ἐστιν, ὅτι ἄγγελον εἶναι τὸ Πνεῦμα σημαίνει τὸν ἐν αὐτῷ λαλοῦντα. Τοῦτο δὲ οὐκ ἂν εἶπον, εἰ τῇ ἀνα‐ γνώσει προσέχοντες ἦσαν. Αὐτὸς γὰρ ὁ Ζαχαρίας,
30ἡνίκα τὴν ὀπτασίαν περὶ τῆς λυχνίας ἑώρακε, φησί· «Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν· Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπον· Οὐχὶ Κύριε. Καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς μὲ λέγων· Οὗ‐ τος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν
35δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.» Εὔδηλον οὖν, ὡς ὁ λαλῶν ἄγγελος τῷ προφήτῃ οὐκ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ αὐτὸς μὲν ἄγγελος, τὸ δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι τοῦ παντοκράτορος· καὶ
40διακονεῖται μὲν παρ’ ἀγγέλου, ἀδιαίρετον δὲ τῆς θεό‐ τητός ἐστι, καὶ ἴδιον τοῦ λόγου. Ἐπεὶ εἰ τὸ ἀπο‐
στολικὸν προφασίζονται ῥητὸν, διὰ τὸ εἰρῆσθαι μετὰ557

26

.

560

τὸν Χριστὸν τοὺς ἐκλεκτοὺς ἀγγέλους, εἰπάτωσαν τίς ἐκ πάντων τούτων ἐστὶν ὁ τῇ Τριάδι συντασσόμε‐ νος; Οὐ γὰρ δὴ πάντες εἷς εἰσι τῷ ἀριθμῷ· ἢ τίς αὐτῶν ἐστιν ὁ κατελθὼν εἰς τὸν Ἰορδάνην ἐν εἴδει
5περιστερᾶς; Χίλιαι γὰρ χιλιάδες εἰσὶ καὶ μύριαι μυ‐ ριάδες οἱ λειτουργοῦντες. Ἢ διὰ τί, ἀνοιγομένων τῶν οὐρανῶν, οὐκ εἴρηται, Καὶ κατῆλθεν ἐκ τῶν ἐκλε‐ κτῶν ἀγγέλων, ἀλλὰ, τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ διὰ τί αὐτὸς ὁ Κύριος περὶ μὲν τῆς συντελείας διαλεγόμενος
10τοῖς μαθηταῖς, διαστέλλων μὲν ἔλεγεν· «Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ;» Καὶ πρὸ τούτων εἴρητο· «Οἱ ἄγγελοι διηκόνουν αὐτῷ.» Καὶ πάλιν αὐτὸς λέγει· «Ἐξελεύσονται οἱ ἄγγελοι.» Τοῖς δὲ μαθηταῖς διδοὺς ἔλεγε «Λάβετε Πνεῦμα
15ἅγιον·» ἀποστέλλων τε αὐτοὺς ἔλεγε· «Πορευθέν‐ τες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐ γὰρ ἄγγελον συνέτασσε τῇ θεότητι, οὐδὲ ἐν κτίσματι συνῆπτεν ἡμᾶς ἑαυτῷ
20τε καὶ τῷ Πατρὶ, ἀλλ’ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ὅπερ αὐτὸς ἐπαγγελλόμενος οὐκ εἴρηκεν ἄγγελον ἀπο‐ στέλλειν, ἀλλὰ «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει καὶ δίδοται.
25 Καὶ Μωσῆς γ’ οὖν, γινώσκων τοὺς μὲν ἀγγέ‐ λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πο‐ ρεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ὤμοσα
30τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ λέγων· Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου, καὶ ἐκβαλεῖ τὸν Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ’ ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.»
35Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί‐ σαντα τὰ πάντα Θεόν. Ἀμέλει, τὸν ἄγγελον παραιτη‐ σάμενος, παρεκάλει αὐτὸν τὸν Θεὸν καθηγεῖσθαι αὐ‐ τῶν. Τοῦ δὲ Θεοῦ ἐπαγγειλαμένου καὶ εἰπόντος πρὸς
40αὐτόν· «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας·» γέγραπται ἐν τῷ Ἡσαΐᾳ· «Ὁ ἀνα‐
βιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ559

26

.

561

ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγα‐ γὼν τῇ δεξιᾷ Μωσῆν;» καὶ μετ’ ὀλίγα φησί· «Κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς. Οὕτως ἤγαγες τὸν λαόν σου ποιήσας σεαυτῷ
5ὄνομα δόξης·» τίς ἐκ τούτων οὐ συνορᾷ τὴν ἀλήθειαν; Τοῦ γὰρ Θεοῦ ἐπαγγειλαμένου καθηγεῖσθαι, ἰδοὺ οὐκ ἔτι ἄγγελον ἐπαγγέλλεται πέμπειν, ἀλλὰ τὸ Πνεῦμα αὐτοῦ, ὅ ἐστιν ὑπὲρ τοὺς ἀγγέλους, καὶ αὐτὸ καθ‐ ηγούμενόν ἐστι τοῦ λαοῦ. Καὶ δείκνυται, ὅτι οὐ τῶν
10κτισμάτων, οὐδὲ ἄγγελός ἐστι τὸ Πνεῦμα, ἀλλὰ ἄνω τῆς κτίσεώς ἐστιν, ἡνωμένον τῇ θεότητι τοῦ Πατρός. Αὐτὸς γὰρ ὁ Θεὸς διὰ τοῦ Λόγου ἐν Πνεύ‐ ματι καθηγεῖτο τοῦ λαοῦ· ὅθεν καὶ διὰ πάσης τῆς Γραφῆς φησιν· «Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς
15Αἰγύπτου· μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλό‐ τριος ἐν ὑμῖν πλὴν ἐμοῦ.» Καὶ οἱ ἅγιοι δὲ προσφω‐ νοῦσι τῷ Θεῷ· «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου·» καὶ, «Ὡδήγησεν αὐτοὺς Κύριος ἐπ’ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Τούτῳ καὶ τὸν ὕμνον ἀνατι‐
20θέασι λέγοντες· «Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ δὲ μέγας Μωσῆς συνεχῶς διηγεῖται· «Κύριος ὁ Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν.» Τὸ ἄρα τοῦ Θεοῦ Πνεῦμα οὐκ ἂν εἴη ἄγγελος, οὐδὲ κτί‐
25σμα, ἀλλ’ ἴδιον τῆς θεότητος αὐτοῦ. Τοῦ γὰρ Πνεύ‐ ματος ὄντος ἐν τῷ λαῷ, ὁ Θεὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἦν ἐν αὐτοῖς. Ἀλλ’ ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ
30Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ’ ἄν τις αὐτοὺς ἐρωτήσειε· Διὰ τί μὴ ἀρχαγγέ‐ λους, μηδὲ χερουβὶμ, μηδὲ σεραφὶμ, μηδὲ κυριό‐ τητας, μηδὲ θρόνους, μηδὲ ἕτερόν τι, ἀλλ’ ἐκλεκτοὺς μόνους ἀγγέλους ὠνόμασεν ὁ Παῦλος; Ἆρ’ οὖν, ἐπεὶ
35μὴ οὕτως ὠνόμασεν, οἱ ἄγγελοι ἀρχάγγελοί εἰσιν, ἢ μόνοι ἄγγελοί εἰσι, καὶ οὔτε σεραφὶμ, ἢ χερουβὶμ, οὐκ ἀρχάγγελοι, οὐδὲ κυριότητες, οὐ θρόνοι, οὐκ ἀρ‐ χαὶ, οὐχ ἕτερόν τι ἐστίν; Ἀλλὰ τοῦτό ἐστιν ἀνάγκην μὲν ἐπιβάλλειν τῷ Ἀποστόλῳ, διὰ τί μὴ οὕτως, ἀλλ’
40οὕτως ἔγραψεν, ἀγνοεῖν δὲ τὰς θείας Γραφὰς, καὶ διὰ τοῦτο πλανᾶσθαι περὶ τὴν ἀλήθειαν. Ἰδοὺ γὰρ παρὰ μὲν τῷ Ἡσαΐᾳ γέγραπται· «Προσαγάγετε πρὸς
μὲ, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ561

26

.

564

λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» παρὰ δὲ τῷ Ἀγγαίῳ· «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺς
5ὁ μέγας, λέγει Κύριος. Καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος· καὶ ποιεῖτε, διότι μεθ’ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Καὶ παρ’ ἀμφοτέ‐ ροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ
10Πνεύματος μνήμη γέγονε. Τί τοίνυν καὶ περὶ τού‐ του φήσουσιν; Εἰ γὰρ, ἐπειδὴ τοῦ Χριστοῦ μνη‐ μονεύσας ὁ Παῦλος περὶ μὲν τοῦ Πνεύματος ἐσιώπησε, τῶν δὲ ἐκλεκτῶν ἀγγέλων ἐμνημόνευσε, διὰ τοῦτο ἐν ἀγγέλοις τὸ Πνεῦμα συντάττουσιν· ὥρα, καὶ τοῖς
15προφητικοῖς τούτοις ἐντυγχάνοντας, τολμηρό‐ τερον αὐτοὺς διαλογίζεσθαι καὶ περὶ τοῦ σεσιωπημέ‐ νου. Ἄν τε γὰρ τὸν Κύριον εἶναι, φήσουσιν εἶναι τὸν Υἱὸν, τί ἂν εἴποιεν περὶ τοῦ Πατρός; ἄν τε τὸν Πα‐ τέρα εἴπωσι, τί ἂν εἴποιεν περὶ τοῦ Υἱοῦ; Τὴν γὰρ
20ἀκολουθοῦσαν κατ’ ἐκείνους δυσφημίαν μηδὲ λογίσα‐ σθαί τινα γένοιτο· ἀνάγκη γὰρ αὐτοὺς εἰπεῖν, ἢ ὅτι οὐκ ἔστιν, ἢ τοῖς ποιήμασι συναριθμεῖν τὸ σεσιωπη‐ μένον. Τί δ’ ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ
25Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμε‐ νος.» Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν‐ ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό‐
30μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ Υἱὸς μετὰ τὸν ἄνθρωπον, καὶ τέταρτον τὸ Πνεῦμα τὸ ἅγιον; Τί δὲ ἄρα, ἐὰν καὶ τοῦ Ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ πά‐ λιν λέγοντος ἀκούσωσι· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Κυρίου
35Ἰησοῦ Χριστοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πι‐ λάτου, τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον;» Ἆρα οὖν, ἐπειδὴ σεσιώ‐ πηκε νῦν περὶ ἀγγέλων καὶ Πνεύματος, ἀμφιβάλλουσι περὶ Πνεύματος, εἰ ἔστι, καὶ περὶ ἀγγέλων, εἴ
40εἰσι; Ναὶ ἀμφιβάλλουσιν ἕως τοιαῦτα δυσφημεῖν περὶ τοῦ Πνεύματος μεμελετήκασιν. Ἐὰν δὲ ἀκούσωσι
τῆς Γραφῆς λεγούσης ἐν τῇ Ἐξόδῳ, «Ἐφοβήθη563

26

.

565

δὲ ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωσῇ, τῷ θεραπόντι αὐτοῦ,» ἆρα συναριθμήσουσι τῷ Θεῷ τὸν Μωσῆν, καὶ μετὰ τὸν Θεὸν οὐ νοήσουσι τὸν Υἱὸν, ἀλλὰ μόνον τὸν Μωσῆν; Τί δὲ, ἐὰν ἀκού‐
5σωσι καὶ τοῦ πατριάρχου Ἰακὼβ εὐλογοῦντος τὸν Ἰωσὴφ καὶ λέγοντος· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεό‐ τητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυό‐ μενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα»; Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό‐
10μασεν ἄγγελον, πρῶτός ἐστιν ὁ ἄγγελος τοῦ Υἱοῦ, ἢ ἀγγέλοις συναριθμεῖται ὁ Υἱός; Ναὶ, πάλιν οὕτω νοήσουσι, διεφθαρμένην ἔχοντες τὴν καρδίαν. Ἀλλ’ οὐχ ἡ ἀποστολικὴ πίστις ἐστὶ τοιαύτη, οὐδ’ ὅλως Χριστιανὸς ἀνάσχοιτο ἂν τούτων. Ἡ γὰρ ἁγία
15καὶ μακαρία Τριὰς, ἀδιαίρετος καὶ ἡνωμένη πρὸς ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρὸς, πρόσεστι καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Υἱῷ Πνεῦμα. Ἐὰν δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς τοῦ Λόγου. Μία γάρ
20ἐστιν ἐκ τοῦ Πατρὸς χάρις δι’ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη· καὶ μία θεότης ἐστὶ, καὶ εἷς Θεός ἐστιν ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶ‐ σιν. Οὕτω γὰρ καὶ ὁ Παῦλος, εἰρηκὼς, «Διαμαρτύ‐ ρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ,» ἐγί‐
25νωσκεν, ὅτι οὐ διῃρεῖτο τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ’ ἐν Χριστῷ ἦν καὶ αὐτὸ, ὥσπερ ὁ Υἱὸς ἐν τῷ Πατρί· τοὺς δὲ ἐκλεκτοὺς ἀγγέλους συνεπήγαγεν εἰκότως, ἵνα, ἐπειδὴ διαμαρτυρία ἦν τῷ μαθητῇ λεγομένη, γινώσκων, ὡς τὰ μὲν λεγόμενα παρὰ Θεοῦ διὰ
30Χριστοῦ ἐν Πνεύματι λελάληται, οἱ δὲ ἄγγελοι δια‐ κονοῦσι τὰ παρ’ ἡμῶν, ἐπισκοποῦντες τὰς ἑκάστου πράξεις, φυλάξῃ τὰς τοῦ διδασκάλου παραινέσεις, ὡς ἔχων τοὺς ἐφορῶντας τῶν λεγομένων μάρτυρας. Ἣ τάχα καὶ διὰ τοὺς διὰ παντὸς θεωροῦντας τὸ
35πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, δια‐ μαρτύρεται νῦν ἀγγέλους, ἕνεκά γε τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ἵνα, γινώσκων ὁ μαθητὴς τοὺς κηδεμόνας τῶν λαῶν, μὴ ἀμελήσῃ τῶν παραινέσεων τοῦ Ἀποστόλου. Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύ‐
40ματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντες πρὸς τὴν ἀλήθειαν, ὡς γράφεις, οὐκέτι μὲν ἀπὸ τῶν Γραφῶν (οὐχ εὑρίσκουσι γὰρ), ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας τῆς ἰδίας ἐρευγόμενοι, πάλιν φάσκουσιν· Εἰ μὴ κτίσμα ἐστὶ, μηδὲ τῶν ἀγ‐
45γέλων εἷς ἐστιν, ἀλλ’ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται·565

26

.

568

οὐκοῦν Υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοί εἰσιν αὐτό τε καὶ ὁ Λόγος. Καὶ εἰ ἀδελφός ἐστι, πῶς μονο‐ γενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ’ ὁ μὲν μετὰ τὸν Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς
5δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶ αὐτὸ γε‐ γεννῆσθαι, ἢ ὅτι Υἱός ἐστιν, ἀλλ’ ἁπλῶς Πνεῦμα ἅγιον; Εἰ δὲ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ τοῦ Πνεύματος. Τοιαῦτα παί‐ ζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευ‐
10νᾷν τὰ βάθη τοῦ Θεοῦ, ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπ’ αὐτῶν. Ἔδει μὲν οὖν μηκέτι τούτοις ἀποκρίνασθαι, κατὰ δὲ τὴν ἀποστολικὴν παραγγελίαν, μετὰ τὴν ἐκ τῶν προ‐ ειρημένων νουθεσίαν ὡς αἱρετικοὺς αὐτοὺς παραι‐
15τεῖσθαι, ἢ ἄξια ὧν ἐρωτῶσιν ἐρωτᾷν αὐτοὺς, καὶ ἀπαιτεῖν παρ’ αὐτῶν ἀπόκρισιν, οἵαν αὐτοὶ παρ’ ἡμῶν ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ
20τίς ὁ καὶ τούτων Πατὴρ καὶ πάππος, κἀκείνων οἱ πρόγονοι; Ἀλλ’ οὐκ εἶναι φήσουσι. Πῶς οὖν Πατὴρ, λεγέτωσαν, αὐτὸς μὴ γενόμενος ἐκ Πατρός; Ἢ πῶς ἠδυνήθη Υἱὸν ἔχειν, μὴ πρότερον αὐτὸς Υἱὸς γεννηθείς; Οἶδα, ὅτι ἀσεβὴς ἡ ἐρώτησις· ἀλλὰ τοιαῦτα
25παίζοντας αὐτοὺς παίζειν δίκαιον, ἵνα κἂν ἐκ τῆς τοιαύτης ἀτοπίας καὶ ἀσεβοῦς ἐρωτήσεως αἰσθάνεσθαι τῆς ἰδίας ἀφροσύνης δύνωνται. Οὐκ ἔστι γὰρ ταῦτα· μὴ γένοιτο! οὐδ’ οὕτως ἐρωτᾷν περὶ τῆς θεότητος πρέπει. Οὐκ ἔστι γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, ἵνα καὶ
30ἀνθρώπινα περὶ αὐτοῦ τις τολμήσῃ ἐρωτᾷν.
33 Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ
35μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκουέτωσαν· Ὥσπερ οὐκ ἔστιν ἐπὶ τοῦ Πατρὸς εἰπεῖν πατέρα, οὕτως οὐκ ἔστιν ἐπὶ τοῦ Υἱοῦ εἰπεῖν ἀδελφόν. Τοῦ μὲν γὰρ Πατρὸς, ὡς γέ‐ γραπται ἔμπροσθεν, ἄλλος Θεὸς οὐ γέγονεν· Υἱὸς δὲ
40οὐκ ἔστιν ἄλλος· μονογενὴς γάρ ἐστι· διὸ καὶ μό‐ νος καὶ εἷς ὁ Πατὴρ, μόνου καὶ ἑνὸς Υἱοῦ Πα‐ τήρ ἐστι· καὶ ἐπὶ μόνης τῆς θεότητος τὸ Πατὴρ καὶ τὸ Υἱὸς ἕστηκεν ἀεὶ καὶ ἔστι. Τῶν μὲν γὰρ ἀνθρώ‐
πων εἰ πατὴρ λέγεταί τις, ἀλλ’ ἑτέρου γέγονεν υἱός·567

26

.

569

καὶ εἰ υἱὸς λέγεται, ἀλλ’ ἑτέρου γέγονε πα‐ τήρ· ὥστε ἐπ’ ἀνθρώπων μὴ σώζεσθαι κυρίως τὸ πατρὸς καὶ υἱοῦ ὄνομα. Ἀβραὰμ γοῦν, υἱὸς ὢν τοῦ Θάῤῥου, πατὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ,
5υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ· καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ἀνθρώπων ἔχει· μέρη γάρ εἰσιν ἀλλήλων· καὶ ἕκαστος γεννώμενος ἔχει τοῦ πατρὸς μέρος, ἵνα καὶ αὐτὸς ἑτέρου γένη‐ ται πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως.
10Οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, οὐδὲ μεριζομένην ἔχει φύσιν· διὸ οὐδὲ γεννᾷ Υἱὸν μεριζόμενος, ἵνα καὶ αὐτὸς γένηται Πατὴρ ἑτέρου, ἐπεὶ μηδ’ αὐτός ἐστιν ἐκ Πατρός· οὔτε ὁ Υἱὸς δὲ μέρος ἐστὶ τοῦ Πα‐ τρός· διὸ καὶ οὐδὲ γεννᾷ, ὥσπερ γεγέννηται
15αὐτὸς, ἀλλὰ ὅλος ἐστὶν ὅλου εἰκὼν καὶ ἀπαύγασμα· καὶ ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως ἐστὶ Πατήρ· καὶ ὁ Υἱὸς, κυρίως Υἱός ἐστιν· καὶ ἐπὶ τού‐ των ἕστηκε τὸ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ Υἱὸς ἀεὶ Υἱός. Καὶ ὥσπερ οὐκ ἂν εἴη ποτὲ ὁ Πατὴρ Υἱὸς,
20οὕτως οὐκ ἄν ποτε γένοιτο ὁ Υἱὸς Πατήρ. Καὶ ὥσπερ οὐ παύσεταί ποτε ὁ Πατὴρ μόνος ὢν Πατὴρ, οὕτως οὐ παύσεταί ποτε ὁ Υἱὸς μόνος ὢν Υἱός. Μανία ἄρα κἂν ὅλως ἐνθυμεῖσθαι καὶ λέγειν ἐπὶ μὲν Υἱοῦ ἀδελ‐ φὸν, ἐπὶ δὲ Πατρὸς τὸ πάππου ὄνομα. Οὐδὲ γὰρ
25ὠνομάσθη ἐν ταῖς Γραφαῖς υἱὸς τὸ Πνεῦμα, ἵνα μὴ ἀδελφὸς νομισθῇ· οὐδὲ υἱὸς τοῦ Υἱοῦ, ἵνα μὴ πάπ‐ πος νοοῖτο ὁ Πατήρ· ἀλλ’ ὁ Υἱὸς, τοῦ Πατρὸς υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς πνεῦμα εἴρηται· καὶ οὕτως τῆς ἁγίας Τριάδος μία ἡ θεότης καὶ πί‐
30στις ἐστίν. Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα, μηδὲ τοῖς ποιήμασι συν‐
35αριθμεῖται· οὐ γὰρ ἀλλότριον ἐπιμίγνυται τῇ Τριάδι, ἀλλ’ ἀδιαίρετός ἐστι καὶ ὁμοία ἑαυτῇ. Ἀρκεῖ ταῦτα τοῖς πιστοῖς· μέχρι τούτων ἐν ἀνθρώ‐ ποις ἡ γνῶσις φθάνει· ἕως τούτων τὰ χερουβὶμ κα‐ λύπτει ταῖς πτέρυξιν. Ὁ δὲ περιττὰ τούτων ζητῶν
40καὶ θέλων ἐρευνᾷν παρακούει τοῦ λέγοντος· «Μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς.» Τὰ γὰρ πίστει παραδοθέντα, ταῦτα οὐκ ἐν ἀνθρωπίνῃ σοφίᾳ,
ἀλλ’ ἐν ἀκοῇ πίστεως διανοεῖσθαι πρέπει. Ποῖος γὰρ569

26

.

572

λόγος ἐπαξίως διερμηνεῦσαι δυνήσεται τὰ ὑπὲρ τὴν γενητὴν ὄντα φύσιν; Ἢ ποία τις ὅλως ἀκοὴ συνιέ‐ ναι δύναται, ἃ μὴ ἔξεστιν ἀνθρώποις μήτε ἀκούειν, μήτε λαλεῖν; Περὶ μὲν οὖν ὧν ἤκουσεν ὁ
5Παῦλος, οὕτως εἴρηκε· περὶ δὲ αὐτοῦ τοῦ Θεοῦ· «Ὡς ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὁ γοῦν Ἀβραὰμ οὔτε περιειργάσατο, οὐδὲ ἀνέκρινε τὸν λαλοῦντα, ἀλλ’ «ἐπίστευσε, καὶ ἐλογίσθη αὐτῷ
10εἰς δικαιοσύνην·» οὕτω Μωσῆς πιστὸς ἐκλήθη θερά‐ πων· Εἰ δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, ἐπεὶ εἰς τὴν κακότεχνον αὐτῶν ψυχὴν οὐκ εἰσελεύσεται σο‐ φία, οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι‐ ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή‐
15θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ‐ νανται νοεῖν, ταῦτα λεγέτωσαν μηδὲ εἶναι δύνασθαι. Πρᾶγμα γὰρ πάσχουσιν ἀτοπώτατον· ὅτι, μὴ δυνά‐ μενοι νοεῖν, πῶς ἀδιαίρετός ἐστιν ἡ ἁγία Τριὰς, ποιοῦσιν οἱ μὲν Ἀρειανοὶ ἓν τὸν Υἱὸν μετὰ τῆς
20κτίσεως· οἱ δὲ τροπικοὶ τὸ Πνεῦμα καὶ αὐτοὶ τοῖς κτίσμασι συναριθμοῦσιν. Ἔδει δὲ αὐτοὺς ἢ καθόλου μὴ νοοῦντας σιωπᾷν, καὶ μὴ συντάσσειν, μήτε ἐκεί‐ νους τὸν Υἱὸν, μήτε τούτους τὸ Πνεῦμα τοῖς κτίσμα‐ σιν· ἢ τὸ γεγραμμένον ἐπιγινώσκειν, καὶ τῷ Πατρὶ
25συνάπτειν τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα μὴ διαιρεῖν ἀπὸ τοῦ Υἱοῦ, ἵνα τὸ ἀδιαίρετον καὶ ὁμοφυὲς ἀληθῶς τῆς ἁγίας Τριάδος διαμείνῃ. Ταῦτα μαθόντας αὐτοὺς ἔδει μὴ τολμᾷν, μηδ’ ἀμφιβάλλοντας ἐρωτᾷν, πῶς ταῦτα γένοιτο, ἵνα, κἂν ὁ ἐρωτώμενος ἀπορῇ λέ‐
30γειν, μὴ ἐπινοῶσιν αὐτοὶ κακονοίας ἑαυτοῖς. Ἔστι μὲν γὰρ πᾶσι τοῖς γενητοῖς, μάλιστα δὲ ἡμῖν τοῖς ἀνθρώποις ἀδύνατον ἐπαξίως εἰπεῖν περὶ τῶν ἀποῤ‐ ῥήτων. Τολμηρότερον δὲ πάλιν, μὴ δυναμένους λέγειν, ἐπινοεῖν ἐπὶ τούτων καινοτέρας λέξεις παρὰ
35τὰς τῶν Γραφῶν. Ἄλλως τε καὶ μανιώδης ἡ τοιαύτη ἐπιχείρησις τοῦ τε ἐρωτῶντος καὶ τοῦ κἂν ὅλως ἐνθυμουμένου ἀποκρίνασθαι. Οὐδὲ γὰρ οὐδὲ περὶ τῶν γενητῶν οὕτω τις ἐρωτῶν νομισθείη νοῦν ἔχειν ὀρθόν.
41 Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ‐ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποί‐ ας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τῶν ἀστέρων; Τί δὲ θαυμαστὸν ἐκ τῶν
45ὑπερκειμένων, αὐτῶν ἐλέγχειν τὴν ἀφροσύνην, ὅπου γε οὐδὲ πῶς τῶν ὧδε κάτω ξύλων ἡ φύσις, καὶ τῶν
ὑδάτων τὰ συστήματα, πῶς τε τῶν ζώων ἡ πλάσις571

26

.

573

καὶ ἡ σύστασις, γινώσκεται, Ἀλλ’ οὐκ ἂν εἴ‐ ποιεν, ὅπου γε καὶ Σολομὼν, ὁ περισσότερον πάντων σοφίας μετασχὼν, ὁρῶν ἀδύνατον ἀνθρώποις περὶ τούτων εὑρεῖν, ἔλεγε· «Καί γε σύμπαντα τὸν αἰῶνα
5ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ Θεὸς ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους.» Ἆρ’ οὖν, ἐπεὶ μὴ δύνανται εὑρεῖν, οὐδὲ εἶναι αὐτὰ ὁμολογοῦσι; Ναὶ ὁμολογήσουσιν ἐφθαρμένην ἔχοντες τὴν διάνοιαν. Οὐκοῦν εἰκότως
10ἄν τις αὐτοῖς εἴποι· Ὦ ἀνόητοι καὶ πάντα τολμηροὶ, διὰ τί μὴ μᾶλλον ἐπὶ τῆς ἁγίας Τριάδος παύεσθε περιεργαζόμενοι, καὶ μόνον πιστεύετε, ὅτι ἔστιν· ἔχοντες εἰς τοῦτο διδάσκαλον τὸν Ἀπόστολον λέγοντα· «Πιστεῦσαι γὰρ δεῖ πρῶτον Θεῷ, ὅτι ἔστι, καὶ τοῖς
15ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται;» Οὐ γὰρ, πῶς ἐστιν, εἴρηκεν, ἀλλὰ μόνον, «ὅτι ἔστιν.» Εἰ δὲ μηδὲ οὕτω καταδύονται, εἰπάτωσαν πῶς ἐστιν ὁ Πα‐ τὴρ, ἵν’ οὕτω μάθωσι, πῶς ἐστι καὶ ὁ τούτου Λό‐ γος. Ἀλλ’ ἄτοπον, φήσουσι, περὶ τοῦ Πατρὸς οὕτως
20ἐρωτᾷν. Ἄτοπον οὖν ἀκουέτωσαν καὶ περὶ τοῦ Λόγου αὐτοῦ οὕτως ἐρωτᾷν.
24Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης
25τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω‐ τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ‐ άρκη γὰρ καὶ ἱκανὰ τὰ ἐν ταύταις κείμενα περὶ τούτου παραδείγματα. Πηγὴ τοίνυν καὶ φῶς λέγεται ὁ Πατήρ· «Ἐμὲ» γὰρ, φησὶν, «ἐγκατέλι‐
30πον πηγὴν ὕδατος ζῶντος.» Καὶ πάλιν ἐν τῷ Βα‐ ρούχ· «Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας·» καὶ κατὰ τὸν Ἰωάννην· «Ὁ Θεὸς ἡμῶν φῶς ἐστι.» Λέ‐ γεται δὲ καὶ ὁ Υἱὸς ὡς μὲν πρὸς τὴν πηγὴν ποτα‐
35μός· «Ὁ ποταμὸς» γὰρ «τοῦ Θεοῦ ἐπληρώθη ὑδά‐ των·» πρὸς δὲ τὸ φῶς ἀπαύγασμα, λέγοντος τοῦ Παύλου· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρα‐ κτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Τοῦ τοίνυν Πατρὸς φωτὸς ὄντος, τοῦ δὲ Υἱοῦ ἀπαυγάσματος αὐτοῦ
40(τὰ αὐτὰ γὰρ περὶ τούτων μάλιστα οὐκ ὀκνητέον λέγειν πολλάκις), ἔξεστιν ὁρᾷν καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα, ἐν ᾧ φωτιζόμεθα· «Ἵνα» γὰρ, φησὶ, «δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώ‐ σει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ‐
45δίας.» Τῷ δὲ Πνεύματι φωτιζομένων ἡμῶν, ὁ Χριστός ἐστιν ὁ ἐν αὐτῷ φωτίζων· «Ἦν» γὰρ, φησὶ, «τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄν‐ θρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Πάλιν τε τοῦ Πατρὸς ὄντος πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ‐

26

.

573

(50)

νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ,573

26

.

576

ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμενοι, τὸν Χριστὸν πίνομεν· «Ἔ‐ πινον» γὰρ «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Καὶ πάλιν τοῦ Χριστοῦ
5ὄντος ἀληθινοῦ Υἱοῦ, ἡμεῖς τὸ Πνεῦμα λαμβάνοντες, υἱοποιούμεθα· «Οὐ γὰρ ἐλάβετε,» φησὶ, «Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱο‐ θεσίας.» Υἱοποιούμενοι δὲ τῷ Πνεύματι, δῆλον, ὅτι ἐν τῷ Χριστῷ χρηματίζομεν τέκνα Θεοῦ·
10«Ὅσοι» γὰρ «ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Εἶτα τοῦ Πατρὸς, ὡς ὁ Παῦ‐ λος εἶπε, μόνου σοφοῦ ὄντος, ὁ Υἱός ἐστιν ἡ σο‐ φία αὐτοῦ. «Χριστὸς» γὰρ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τοῦ δὲ Υἱοῦ ὄντος τῆς σοφίας, ἡμεῖς
15Πνεῦμα σοφίας λαμβάνοντες, τὸν Υἱὸν ἔχομεν, καὶ ἐν αὐτῷ σοφοὶ γινόμεθα. Οὕτω γὰρ καὶ γέ‐ γραπται ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ· «Κύριος λύει πεπεδημένους· Κύριος σο‐ φοῖ τυφλούς.» Καὶ τοῦ Πνεύματος δὲ διδομένου
20εἰς ἡμᾶς («Λάβετε γὰρ Πνεῦμα ἅγιον,» ἔλεγεν ὁ Σωτὴρ), ὁ Θεὸς ἐν ἡμῖν ἐστιν· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μέ‐ νομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐ‐
25τοῦ ἔδωκεν ἡμῖν.» Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔστι καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ· «Ἐλευ‐ σόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, «Ἐγὼ» γὰρ, φησὶν, «εἰμὶ ἡ ζωὴ,» ζωοποιεῖσθαι λεγόμεθα
30ἐν τῷ Πνεύματι· «Ὁ» γὰρ «ἐγείρας,» φησὶ, «Χρι‐ στὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῇν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται. «Χριστῷ»
35γὰρ, φησὶ, «συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ πάλιν ὥσπερ ὁ Υἱὸς, ἅπερ ἐποίει ἔργα, ἔλεγε τὸν Πατέρα ἐργάζεσθαι· «Ὁ Πατὴρ» γὰρ, φησὶν, «ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ,
40καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐ‐ τὰ πιστεύετέ μοι.» Οὕτως, ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι τὰ ἔργα· «Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν
45ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε‐ ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν
τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν575

26

.

577

ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ‐ τοῦ τοῦ Πατρός; ἢ τίς οὕτω τολμηρὸς, ὡς εἰπεῖν ἀνόμοιον καὶ ἑτεροφυῆ τὴν Τριάδα πρὸς ἑαυτὴν, ἢ ἀλλοτριοούσιον τοῦ Πατρὸς τὸν Υἱὸν, ἢ ξένον τὸ
5Πνεῦμα τοῦ Υἱοῦ; Πῶς δὲ ταῦτά ἐστιν; ἄν τις πά‐ λιν ἐρωτήσειε ζητῶν· πῶς τοῦ Πνεύματος ὄντος ἐν ἡμῖν, λέγεται ὁ Υἱὸς εἶναι ἐν ἡμῖν, τοῦ τε Υἱοῦ ὄντος ἐν ἡμῖν, λέγεται ὁ Πατὴρ εἶναι ἐν ἡμῖν; ἢ πῶς ὅλως Τριάδος οὔσης, ἐν ἑνὶ σημαίνεται ἡ Τριάς;
10ἢ πῶς τοῦ ἑνὸς ὄντος ἐν ἡμῖν, ἡ Τριὰς ἐν ἡμῖν λέ‐ γεται; διελέτω πρῶτον αὐτὸς τὸ ἀπαύγασμα τοῦ φω‐ τὸς, ἢ τὴν σοφίαν τοῦ σοφοῦ· ἢ εἰπάτω, πῶς ἐστι ταῦτα. Εἰ δὲ μὴ τοῦτο δύναται, πολλῷ πλέον περὶ Θεοῦ τοιαῦτα ζητεῖν μαινομένων ἐστὶ τὸ τόλμημα·
15ἡ γὰρ θεότης οὐκ ἐν ἀποδείξει λόγων, ὥσπερ εἴρη‐ ται, παραδίδοται, ἀλλ’ ἐν πίστει καὶ εὐσεβεῖ λογισμῷ μετ’ εὐλαβείας. Εἰ γὰρ καὶ τὰ περὶ τοῦ σωτηριώ‐ δους σταυροῦ, «οὐκ ἐν σοφίᾳ λόγων, ἀλλ’ ἐν ἀποδεί‐ ξει πνεύματος καὶ δυνάμεως,» ἐκήρυττεν ὁ Παῦλος,
20«καὶ ἀῤῥήτων δὲ ῥημάτων ἤκουσεν» ἐν τῷ παρα‐ δείσῳ, «ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι·» περὶ αὐτῆς τῆς ἁγίας Τριάδος τίς ἐξειπεῖν δύναται; Ὅμως δ’ οὖν τὴν τοιαύτην ἀπορίαν δυνήσεταί τις θεραπεύειν προηγουμένως μὲν τῇ πίστει, ἔπειτα δὲ καὶ ἐκ τῶν
25προειρημένων, φημὶ δὴ, τῆς εἰκόνος καὶ τοῦ ἀπαυγάσματος, καὶ πηγῆς, καὶ ποταμοῦ, καὶ ὑπο‐ στάσεως, καὶ χαρακτῆρος. Ὥσπερ γὰρ ἐν ἰδίᾳ εἰ‐ κόνι ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πνεύματι, οὕτω καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Καὶ γὰρ τὸ ἀδύνατον τῆς διὰ λό‐
30γων ἑρμηνείας, καὶ τοῦ καταλαβεῖν τὰ τοιαῦτα πα‐ ραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παρα‐ δείγματα δέδωκεν ἡμῖν, ἵν’ οὕτω διὰ τὴν ἀπι‐ στίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον, καὶ λέγειν ἀκινδύνως, καὶ μετὰ συγγνώμης νοεῖν ἐξῇ, καὶ
35πιστεύειν ἕνα εἶναι τὸν ἁγιασμὸν, τὸν ἐκ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ γινόμενον. Καὶ γὰρ ὥσπερ
μονογενὴς ὁ Υἱός ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα παρὰ577

26

.

580

τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἕν ἐστι καὶ οὐ πολλὰ, οὐδὲ ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ, τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη
5τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζῶσαν ἐνέργειαν αὐ‐ τοῦ καὶ δωρεὰν, ἥτις ἐκ Πατρὸς λέγεται ἐκπορεύε‐ σθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολο‐ γουμένου ἐκλάμπει, καὶ ἀποστέλλεται, καὶ δίδοται. Ἀμέλει ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται·
10«Οὕτω» γὰρ, φησὶν, «ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέστειλεν.» Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα ἀποστέλλει· «Ἐὰν» γὰρ, φη‐ σὶν, «ἐγὼ ἀπέλθω, ἀποστελῶ τὸν Παράκλητον.» Καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει, λέγων· «Πάτερ, ἐγώ
15σε ἐδόξασα·» τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν· «Ἐκεῖ‐ νος» γὰρ, φησὶν, «ἐμὲ δοξάσει.» Καὶ ὁ μὲν Υἱός φησιν· «Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον·» τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει· «Ἐκ τοῦ ἐμοῦ» γὰρ «λήψεται καὶ
20ἀναγγελεῖ ὑμῖν,» φησί. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνό‐ ματι τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου.» Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύ‐
25ματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Εἰ γάρ ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα, ἀκόλουθον ἂν εἴη λέ‐ γειν αὐτοὺς καὶ τὸν Λόγον τοῦ Πατρὸς εἶναι κτίσμα.
30Τοιαῦτα γὰρ οἱ Ἀρειανοὶ φαντασθέντες, εἰς τὸν κατὰ Καϊάφαν Ἰουδαϊσμὸν πεπτώκασιν. Εἰ δὲ τὰ Ἀρείου μὴ προσποιοῦνται φρονεῖν οἱ περὶ τοῦ Πνεύματος τοιαῦτα λέγοντες, φευγέτωσαν καὶ τὰ ἐκείνου ῥή‐ ματα, καὶ μὴ ἀσεβείτωσαν εἰς τὸ Πνεῦμα. Ὥσπερ
35γὰρ ὁ Υἱὸς, ὁ ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ καὶ ὁ Πα‐ τήρ ἐστιν, οὐκ ἔστι κτίσμα, ἀλλ’ ἴδιος τῆς τοῦ Πα‐ τρὸς οὐσίας (τοῦτο γὰρ καὶ ὑμεῖς προσποιεῖσθε λέγειν)· οὕτως καὶ τὸ Πνεῦμα τὸ ἐν τῷ Υἱῷ, ἐν ᾧ καὶ ὁ Υἱός ἐστιν, οὐ θέμις τοῖς κτίσμασι συντάσσειν, οὐδὲ
40διαιρεῖν αὐτὸ ἀπὸ τοῦ Λόγου, καὶ ἀτελῆ τὴν Τριάδα κατασκευάζειν. Τῶν μὲν οὖν ῥητῶν τοῦ τε προφητι‐ κοῦ καὶ τοῦ ἀποστολικοῦ χάριν, ὧν τὴν διάνοιαν παραποιοῦντες, ἠπάτησαν ἑαυτοὺς, ἀρκεῖ διὰ τούτων
διελέγξαι τὴν ἐκ τῆς ἀμαθίας τῶν τροπικῶν δυσφη‐579

26

.

581

μίαν. Ἴδωμεν δὲ λοιπὸν καὶ αὐτὰ καθ’ αὑτὰ τὰ ἐν ταῖς θείαις Γραφαῖς περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λεγόμενα, καὶ ὡς δόκιμοι τραπεζῖται διακρίνωμεν, εἰ ἴδιόν τι πρὸς τὰ κτίσματα ἔχει τὸ Πνεῦμα, ἢ ἴδιον
5τοῦ Θεοῦ ἐστιν, ἵνα ἢ κτίσμα αὐτὸ εἴπωμεν, ἢ ἄλλο μὲν τῶν κτισμάτων, ἴδιον δὲ καὶ ἓν τῆς ἐν Τριάδι θεότητος. Τάχα κἂν οὕτως ἐντραπῶσι, μαθόν‐ τες, ὅσον ἀπᾴδει τῶν θείων λογίων τὰ ἐφευρεθέντα παρ’ αὐτῶν τῆς βλασφημίας ῥήματα.
10 Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ‐ χὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ‐ τοῖς. Ἐκ δὲ τοῦ Θεοῦ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον· «Οὐδεὶς» γὰρ, φησὶν, «οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ
15πνεῦμα τοῦ ἀνθρώπου τοῦ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ποία τοίνυν ἐκ τῶν προειρημένων συγγένεια τῷ Πνεύματι πρὸς τὰ
20κτίσματα; Τὰ μὲν γὰρ κτίσματα οὐκ ἦν· ὁ δὲ Θεὸς ὤν ἐστιν, ἐξ οὗ καὶ τὸ Πνεῦμα. Τὸ δὲ ἐκ τοῦ Θεοῦ οὐκ ἂν εἴη ἐκ τοῦ μὴ ὄντος, οὐδὲ κτίσμα, ἵνα μὴ κατ’ ἐκεί‐ νους καὶ ὁ ἐξ οὗ ἐστι τὸ Πνεῦμα, κτίσμα εἶναι νομισθῇ. Τίς οὖν τῶν τοιούτων ἀφρόνων ἀνέξεται,
25λεγόντων καὶ αὐτῶν ἐν καρδίᾳ μὴ εἶναι Θεόν; Καὶ γὰρ εἰ ὥσπερ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ, οὕτως καὶ τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ ἐν αὐτῷ Πνεῦμα· πῶς οὐ δύσφημον ἂν εἴη λέγειν κτίσμα τὸ ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη
30τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ‐ τοῦ τοῦ ἀνθρώπου εἶναι, τὸν δὲ ἐν τῷ Πατρὶ Λόγον εἶναι κτίσμα. Πάλιν τε Πνεῦμα ἁγιωσύνης καὶ ἀνακαινώσεώς ἐστί τε καὶ λέγεται τὸ Πνεῦμα·
35γράφει γὰρ ὁ Παῦλος· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Καὶ πά‐ λιν φησίν· «Ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν
40τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·» ὅτε καὶ πρὸς Τῖτον581

26

.

584

γράφων ἔλεγεν· «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλαν‐ θρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔρ‐ γων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ
5παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα, δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι κατ’ ἐλπίδα γενηθῶμεν ζωῆς αἰωνίου.» Τὰ δὲ κτίσματα ἁγιαζόμενά εἰσι καὶ ἀνακαινιζόμενα.
10«Ἐξαποστελεῖς» γὰρ «τὸ Πνεῦμά σου, καὶ κτισθή‐ σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Καὶ ὁ Παῦλος δέ φησιν· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος
15ἁγίου.» Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ’ ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ’ αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδιον τῶν μετεχόντων αὐτοῦ; Ἀνάγκη
20γὰρ τοῖς τοῦτο λέγουσιν εἰπεῖν καὶ τὸν Υἱὸν, δι’ οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι. Πνεῦμα ζωοποιὸν λέγεται· «Ὁ ἐγείρας» γὰρ, φησὶν, «Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύ‐
25ματος ἐν ὑμῖν.» Καὶ ὁ μὲν Κύριός ἐστιν ἡ αὐτοζωὴ, καὶ «ἀρχηγὸς τῆς ζωῆς,» ὡς εἶπεν ὁ Πέτρος· ἔλεγε δὲ αὐτὸς ὁ Κύριος· «Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐ‐ τῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος,
30οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Τὰ δὲ κτίσματα, ὡς εἴρηται, ζωοποιούμενά ἐστι δι’ αὐτοῦ. Τὸ δὲ μὴ μετέχον ζωῆς, ἀλλ’ αὐτὸ μετεχό‐ μενον καὶ ζωοποιοῦν τὰ κτίσματα, ποίαν ἔχει συγ‐ γένειαν πρὸς τὰ γενητά; Ἢ πῶς ὅλως ἂν εἴη τῶν
35κτισμάτων, ἅπερ ἐν ἐκείνῳ παρὰ τοῦ Λόγου ζωοποιεῖ‐ ται; Χρίσμα λέγεται τὸ Πνεῦμα, καὶ ἔστι σφραγίς. Ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ’ αὐτοῦ, μένει ἐν ὑμῖν. Καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ
40χρίσμα,» τὸ Πνεῦμα αὐτοῦ, «διδάσκει ὑμᾶς περὶ πάντων.» Ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ὁ δὲ Παῦλός φησιν· «Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ
45κτίσματα τούτῳ σφραγίζεται καὶ χρίεται, καὶ583

26

.

585

περὶ πάντων διδάσκεται. Εἰ δὲ τὸ Πνεῦμα χρίσμα καὶ σφραγίς ἐστιν, ἐν ᾧ χρίει καὶ σφραγίζει πάντα ὁ Λόγος· ποία ὁμοιότης ἢ ἰδιότης τοῦ χρίσματος καὶ τῆς σφραγῖδος πρὸς τὰ χριόμενα καὶ σφραγιζόμενα;
5Οὐκοῦν καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη τῶν πάντων αὐτό. Οὐ γὰρ ἂν εἴη ἡ σφραγὶς ἐκ τῶν σφραγιζο‐ μένων, οὐδὲ τὸ χρίσμα ἐκ τῶν χριομένων· ἀλλ’ ἴδιόν ἐστι τοῦτο τοῦ χρίοντος καὶ σφραγίζοντος Λόγου. Τὸ μὲν γὰρ χρίσμα τὴν εὐωδίαν καὶ πνοὴν τοῦ χρίοντος
10ἔχει, καὶ οἱ χριόμενοι τούτου μεταλαμβάνοντες λέ‐ γουσι· «Χριστοῦ εὐωδία ἐσμέν·» ἡ δὲ σφραγὶς τὴν μορφὴν Χριστοῦ τοῦ σφραγίζοντος ἔχει, καὶ ταύ‐ της οἱ σφραγιζόμενοι μετέχουσι, μορφούμενοι κατ’ αὐτὴν, λέγοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς
15πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὕτω δὲ σφραγιζόμενοι, εἰκότως καὶ κοινωνοὶ θείας φύσεως γινόμεθα, ὡς εἶπεν ὁ Πέτρος, καὶ οὕτω μετέχει πᾶσα ἡ κτίσις τοῦ Λόγου ἐν τῷ Πνεύματι.
22 Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτ‐ οχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ
25τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ’ ἢ ἄρα κτίσματι μὲν συνηπτόμεθα, ἀλλότριοι δὲ
30τῆς θείας φύσεως ἐγινόμεθα, ὡς κατὰ μηδὲν αὐ‐ τῆς μετέχοντες. Νῦν δὲ, ὅτε λεγόμεθα μέτοχοι Χριστοῦ καὶ μέτοχοι Θεοῦ, δείκνυται τὸ ἐν ἡμῖν χρίσμα καὶ ἡ σφραγὶς μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως, ἀλλὰ τῆς τοῦ Υἱοῦ, διὰ τοῦ ἐν αὐτῷ Πνεύ‐
35ματος συνάπτοντος ἡμᾶς τῷ Πατρί. Τοῦτο γὰρ ὁ Ἰωάννης, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, διδάσκων ἔγραψεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ αὐτὸς ἔδωκεν ἡμῖν.» Εἰ δὲ τῇ τοῦ Πνεύματος
40μετουσίᾳ γινόμεθα κοινωνοὶ θείας φύσεως, μαίνοιτ’
ἄν τις λέγων τὸ Πνεῦμα τῆς κτιστῆς φύσεως, καὶ μὴ585

26

.

588

τῆς τοῦ Θεοῦ. Διὰ τοῦτο γὰρ καὶ ἐν οἷς γίνεται, οὗτοι θεοποιοῦνται· εἰ δὲ θεοποιεῖ, οὐκ ἀμφίβολον, ὅτι ἡ τούτου φύσις Θεοῦ ἐστι. Καὶ ἔτι δὲ φανερώτε‐ ρον εἰς ἀναίρεσιν τῆς αἱρέσεως ταύτης ἐν τῷ ἑκα‐
5τοστῷ τρίτῳ ψαλμῷ ᾄδεται, ὡς ἔμπροσθεν εἴπομεν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὁ δὲ Παῦλος γράφει Τίτῳ·
10«Διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύ‐ ματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰη‐ σοῦ Χριστοῦ.» Εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν Πνεύ‐ ματι ἁγίῳ κτίζει τὰ πάντα, καὶ ἀνακαινίζει· ποία ὁμοιότης ἢ συγγένεια τῷ κτίζοντι πρὸς τὰ
15κτίσματα; Ἢ ὅλως πῶς ἂν εἴη, ἐν ᾧ κτίζεται τὰ πάντα, κτίσμα; Ἀκολουθεῖ γὰρ τῇ τοιαύτῃ δυσφη‐ μίᾳ καὶ ἡ εἰς τὸν Υἱὸν βλασφημία· ὥστε τοὺς λέγοντας τὸ Πνεῦμα κτίσμα εἰπεῖν, ὅτι καὶ ὁ Λόγος, δι’ οὗ τὰ πάντα κτίζεται, κτίσμα ἐστίν. Εἰκὼν τοῦ
20Υἱοῦ λέγεται καὶ ἔστι τὸ Πνεῦμα· «Οὓς» γὰρ «προ‐ έγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.» Οὐκοῦν τοῦ Υἱοῦ καὶ κατ’ ἐκείνους ὁμολογουμένου μὴ εἶναι κτίσματος, οὐκ ἂν εἴη οὐδὲ ἡ τούτου εἰκὼν κτίσμα. Ὁποία γὰρ ἂν εἴη ἡ εἰκὼν,
25τοιοῦτον ἀνάγκη καὶ τὸν, οὗ ἐστιν ἡ εἰκὼν, εἶναι. Ὅθεν εἰκότως καὶ πρεπόντως ὁ Λόγος ὁμολογεῖται μὴ ὢν κτίσμα, εἰκὼν τοῦ Πατρὸς ὑπάρχων· ὁ ἄρα τοῖς κτίσμασι συναριθμῶν τὸ Πνεῦμα πάντως που καὶ τὸν Υἱὸν ἐν τούτοις συναριθμήσει, δυσφημῶν
30ἐν τούτῳ καὶ τὸν Πατέρα διὰ τὴν εἰς τὴν εἰκόνα τού‐ του δυσφημίαν. Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώ‐
35τημα· Εἰ ἐκ τοῦ Θεοῦ ἐστι τὸ Πνεῦμα, διὰ τί μὴ λέγεται καὶ αὐτὸ Υἱός; Δέδεικται μὲν ἐν τοῖς ἔμπροσθεν ἤδη προπετὲς καὶ τολμηρὸν, δείκνυται δὲ καὶ νῦν οὐδὲν ἧττον. Εἰ γὰρ καὶ μὴ Υἱὸς ἐλέχθη ἐν ταῖς Γραφαῖς, ἀλλὰ Πνεῦμα τοῦ Θεοῦ, ἐν αὐτῷ
40τῷ Θεῷ καὶ ἐξ αὐτοῦ τοῦ Θεοῦ εἴρηται, ὡς ὁ Ἀπό‐ στολος ἔγραψεν. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐκ τοῦ Πατρός
ἐστιν, ἴδιος τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀνάγκη καὶ587

26

.

589

τὸ Πνεῦμα, ἐκ τοῦ Θεοῦ λεγόμενον, ἴδιον εἶναι κατ’ οὐσίαν τοῦ Υἱοῦ. Ἀμέλει τοῦ Κυρίου ὄντος Υἱοῦ, αὐτὸ τὸ Πνεῦμα εἴρηται Πνεῦμα υἱοθεσίας. Καὶ πά‐ λιν τοῦ Υἱοῦ ὄντος σοφίας καὶ ἀληθείας, γέγραπται
5τὸ Πνεῦμα εἶναι Πνεῦμα σοφίας καὶ ἀληθείας. Πάλιν τε ὁ μὲν Υἱός ἐστι δύναμις Θεοῦ, καὶ Κύριος τῆς δό‐ ξης· τὸ δὲ Πνεῦμα λέγεται Πνεῦμα δυνάμεως, καὶ Πνεῦμα τῆς δόξης, οὕτως ἐφ’ ἑκάστου τῆς Γρα‐ φῆς λεγούσης· τοῦ μὲν Παύλου γράφοντος Κορινθίοις·
10«Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν·» καὶ ἐν ἑτέροις· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας·» καὶ αὖθις· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας
15ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Ὁ δὲ Πέτρος ἔγραφεν· «Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μα‐ κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπέπαυται.» Ὁ δὲ Κύριος εἴρηκε Πνεῦμα τῆς ἀληθείας καὶ Παράκλητον εἶναι
20τὸ Πνεῦμα· ἐξ οὗ δείκνυται τελείαν εἶναι ἐν τούτῳ τὴν Τριάδα. Ἐν τούτῳ γ’ οὖν ὁ Λόγος τὴν κτί‐ σιν δοξάζει, θεοποιῶν δὲ καὶ υἱοποιῶν προσάγει τῷ Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν
25κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον ἀνάγκη Πνεῦμα, ἵνα καὶ τοῦτο ἐν ἐκείνῳ συναφθῇ τῷ Λόγῳ. Ἀλλ’ ἄτοπον τοῦτο. Οὐκ ἄρα τῶν γε‐ νητῶν ἐστι τὸ Πνεῦμα, ἀλλ’ ἴδιον τῆς τοῦ Πατρὸς θεό‐ τητος, ἐν ᾧ καὶ τὰ γενητὰ ὁ Λόγος θεοποιεῖ. Ἐν ᾧ
30δὲ θεοποιεῖται ἡ κτίσις, οὐκ ἂν εἴη ἐκτὸς αὐτὸ τῆς τοῦ Πατρὸς θεότητος.
34Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ
35ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον καὶ ἀναλλοίωτόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· «Ἅγιον, γάρ φησι, Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.»
40Καὶ ὁ μὲν Πέτρος φησίν· «Ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου Πνεύματος·» καὶ πάλιν ἐν τῇ Σοφίᾳ·
«Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι·» καὶ589

26

.

592

εἰ «οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ·» οὐκ ἔστι δὲ παρὰ τῷ Θεῷ, ὡς εἶπεν ὁ Ἰάκωβος, «παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα·» ἐν τῷ Θεῷ ὂν τὸ Πνεῦμα τὸ ἅγιον, εἰκότως ἂν εἴη
5ἄτρεπτον καὶ ἀπαράλλακτον καὶ ἄφθαρτον. Ἡ δὲ τῶν γενητῶν καὶ τῶν κτιστῶν φύσις ἐστὶ τρεπτὴ, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐσίας, καὶ ἐξ οὐκ ὄν‐ των ὑποστᾶσα· «πᾶς» μὲν γὰρ «ἄνθρωπος,» φησὶ, «ψεύστης.» Καὶ, «πάντες ἥμαρτον, καὶ ὑστεροῦν‐
10ται τῆς δόξης τοῦ Θεοῦ. Ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.» Ἐν δὲ τῷ Ἰώβ· «Εἰ κατὰ ἁγίων ἀγγέλων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ
15ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν· ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» ὁ δὲ Παῦλος γράφει· «Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;» Ἀλλὰ γὰρ καὶ ἠκούσαμεν, ὅτι ὁ διάβολος, ἐν μέ‐ σῳ τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως
20γενόμενος, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπή. Εἰ δὲ τὰ μὲν κτίσματα τοιαύτην ἔχει φύσιν, καὶ γέγραπται περὶ ἀγγέλων τοιαῦτα· τὸ δὲ Πνεῦμα τὸ αὐτό ἐστι καὶ ἀναλλοίωτον, καὶ τῆς τοῦ Υἱοῦ ἀτρε‐ ψίας, ἐστὶ, μένον ἀεὶ σὺν αὐτῷ ἄτρεπτον· ποία
25ὁμοιότης τῷ ἀτρέπτῳ πρὸς τὰ τρεπόμενα; Δῆλον γὰρ ἂν εἴη, ὡς οὔτε κτίσμα ἐστὶν, οὔτε ὅλως τῆς τῶν ἀγ‐ γέλων οὐσίας ἐστὶ, διὰ τὸ ἐκείνους εἶναι τρεπτούς· ἀλλ’ εἰκὼν τοῦ Λόγου, καὶ τοῦ Πατρὸς ἴδιόν ἐστι. Πάλιν τε τὸ μὲν Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰ‐
30κουμένην. Οὕτω γὰρ καὶ ὁ Δαβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Καὶ πάλιν ἐν τῇ Σοφίᾳ γέγραπται· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι.» Τὰ δὲ γενητὰ πάντα ἐν μεμερισμέ‐ νοις τόποις εἰσὶν, ἥλιος μὲν, καὶ σελήνη, καὶ ἀστέ‐
35ρες ἐν τῷ στερεώματι, νεφέλαι δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἵ τε ἄγγελοι ἀποστέλλονται εἰς διακονίας· «Καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ Κυρίου,» ὡς ἐν τῷ Ἰὼβ γέ‐ γραπται· καὶ, «ἐνυπνιάσθη δὲ Ἰακὼβ ὁ πατριάρχης·
40καὶ, ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κε‐ φαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς.» Εἰ δὲ τὸ μὲν Πνεῦμα πάντα πληροῖ, καὶ ἐν τῷ Λόγῳ πάρεστιν
ἐν μέσῳ πάντων, οἱ δὲ ἄγγελοι ἐλαττοῦνται591

26

.

593

τούτῳ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισιν· οὐκ ἀμφίβολον οὖν, ὅτι οὔτε τῶν γενητῶν, οὔτε ὅλως ἄγ‐ γελός ἐστιν, ὡς ὑμεῖς λέγετε, τὸ Πνεῦμα, ἀλλ’ ἄνω τῆς τῶν ἀγγέλων φύσεώς ἐστιν.
5 Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους Πνεύματος ἁγίου γενο‐
10μένους, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,» καὶ τὰ ἑξῆς. Οἱ δὲ ἄγγελοι, καὶ τὰ ἄλλα κτίσματα μετέχοντά ἐστιν αὐτοῦ τοῦ Πνεύματος· διὰ τοῦτο γὰρ ταῦτα μὲν καὶ ἐκπίπτειν οὗ μετέσχον δύναται· τὸ δὲ Πνεῦμα ἀεὶ τὸ αὐτό ἐστιν· οὐ γὰρ τῶν μετεχόντων ἐστὶν,
15ἀλλ’ αὐτοῦ τὰ πάντα μετέχει. Εἰ δὲ τοῦτο μὲν ἀεὶ τὸ αὐτό ἐστι καὶ μεθεκτὸν, τὰ δὲ κτίσματα μετέχοντά ἐστιν αὐτοῦ· οὐκ ἂν εἴη τὸ Πνεῦμα τὸ ἅγιον οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ’ ἴδιον τοῦ Λόγου, παρ’ οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων·
20ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ πάντες ἐν τῷ Πνεύματι μέτοχοι γεγόναμεν. Καὶ πά‐ λιν ἕν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· τὰ δὲ κτίσματα πολλά. Ἄγγελοι μὲν γὰρ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες· φωστῆρες δὲ πολλοὶ, καὶ θρόνοι, καὶ
25κυριότητες, καὶ οὐρανοὶ, καὶ χερουβὶμ, καὶ σεραφὶμ, καὶ ἀρχάγγελοι πολλοί· καὶ ἁπλῶς οὐκ ἔστι τὰ κτίσματα ἓν, ἀλλὰ πάντα πολλὰ καὶ διάφορα. Εἰ δὲ τὸ μὲν Πνεῦμα τὸ ἅγιον ἕν ἐστι, τὰ δὲ κτίσματα πολλὰ, καὶ ἄγγελοι πολλοί· ποία ὁμοιότης τῷ Πνεύ‐
30ματι πρὸς τὰ γενητά; Καὶ οὐκ ἄδηλον, ὅτι οὐκ ἔστι τῶν πολλῶν τὸ Πνεῦμα, ἀλλ’ οὐδὲ ἄγγελος, ἀλλ’ ἓν ὂν, μᾶλλον δὲ τοῦ Λόγου ἑνὸς ὄντος ἴδιον, καὶ τοῦ Θεοῦ ἑνὸς ὄντος ἴδιον καὶ ὁμοούσιόν ἐστι. Ταῦτα μὲν οὖν καὶ μόνα καθ’ ἑαυτὰ λεγόμενα περὶ τοῦ ἁγίου
35Πνεύματος δείκνυσιν αὐτὸ μηδὲν κοινὸν μηδὲ ἴδιον ἔχειν τι τῇ φύσει καὶ τῇ οὐσίᾳ πρὸς τὰ κτίσματα, ἀλλ’ ἄλλο μὲν εἶναι τῶν γενητῶν, ἴδιον δὲ καὶ οὐ ξέ‐ νον τῆς τοῦ Υἱοῦ οὐσίας καὶ θεότητος, δι’ ἣν καὶ τῆς ἁγίας Τριάδος ὂν, καταισχύνει τὴν ἐκείνων ἀναισθη‐
40σίαν.
43 Ἴδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐ‐ τὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ
45πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος
ἔδωκεν, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ πατέρες593

26

.

596

ἐφύλαξαν. Ἐν ταύτῃ γὰρ ἡ Ἐκκλησία τεθεμελίωται, καὶ ὁ ταύτης ἐκπίπτων οὔτ’ ἂν εἴη, οὔτ’ ἂν ἔτι λέγοιτο Χριστιανός. Τριὰς τοίνυν ἁγία καὶ τελεία ἐστὶν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεολογου‐
5μένη, οὐδὲν ἀλλότριον ἢ ἔξωθεν ἐπιμιγνύμενον ἔχουσα, οὐδὲ ἐκ δημιουργοῦ καὶ γενητοῦ συνισταμένη, ἀλλ’ ὅλη τοῦ κτίζειν καὶ δημιουργεῖν οὖσα· ὁμοία δὲ ἑαυτῇ καὶ ἀδιαίρετός ἐστι τῇ φύσει, καὶ μία ταύτης ἡ ἐνέργεια. Ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν Πνεύματι
10ἁγίῳ τὰ πάντα ποιεῖ· καὶ οὕτως ἡ ἑνότης τῆς ἁγίας Τριάδος σώζεται· καὶ οὕτως εἷς Θεὸς ἐν τῇ Ἐκκλη‐ σίᾳ κηρύττεται, «ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.» «Ἐπὶ πάντων» μὲν ὡς Πατὴρ, ὡς ἀρχὴ, καὶ πηγή· «διὰ πάντων» δὲ διὰ τοῦ Λόγου· «ἐν
15πᾶσι» δὲ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τριὰς δέ ἐστιν οὐχ ἕως ὀνόματος μόνον καὶ φαντασίας λέξεως, ἀλλὰ ἀληθείᾳ καὶ ὑπάρξει Τριάς. Ὥσπερ γὰρ ὁ ὤ ἐστιν ὁ Πατὴρ, οὕτως ὁ ὤν ἐστι καὶ ἐπὶ πάντων Θεὸς ὁ τούτου Λόγος. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ
20ἀνύπαρκτόν ἐστιν, ἀλλ’ ὑπάρχει καὶ ὑφέστηκεν ἀλη‐ θῶς. Καὶ οὔτε ἔλαττον τούτων φρονεῖ ἡ καθο‐ λικὴ Ἐκκλησία, ἵνα μὴ εἰς τοὺς νῦν κατὰ Καϊάφαν Ἰουδαίους καὶ εἰς Σαβέλλιον ἐμπέσῃ· οὔτε πλεῖον ἐπινοεῖ, ἵνα μὴ εἰς τὴν Ἑλλήνων πολυθεότητα κυ‐
25λισθῇ. Καὶ ὅτι αὕτη ἡ πίστις τῆς Ἐκκλησίας ἐστὶ, μαθέτωσαν πῶς ὁ μὲν Κύριος ἀποστέλλων τοὺς ἀπο‐ στόλους παρήγγειλε τοῦτον θεμέλιον τιθέναι τῇ Ἐκ‐ κλησίᾳ λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πα‐
30τρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Οἱ δὲ ἀπόστολοι, πορευθέντες, οὕτως ἐδίδαξαν· καὶ τοῦτό ἐστιν εἰς πᾶσαν τὴν ὑπ’ οὐρανὸν Ἐκκλησίαν τὸ κήρυγμα. Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν
35θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐστι, συναριθμείσθω παρ’ ὑμῶν τοῖς κτίσμασι τὸ Πνεῦμα. Οὐκ ἔστι μὲν τὸ τοιοῦτον ὑμῶν φρόνημα εἰς ἕνα Θεὸν, τὸν «ἐπὶ πάντων,» καὶ «διὰ
40πάντων,» καὶ «ἐν πᾶσι.» Τὸ γὰρ, «ἐν πᾶσιν,» οὐκ ἔχετε, διαιροῦντες καὶ ἀποξενοῦντες ἀπὸ τῆς θεότητος τὸ Πνεῦμα· καὶ ἡ τελείωσις δὲ ὑμῶν, ἣν νομίζετε ποιεῖν, οὕτω φρονοῦντες, οὐκ ἔστιν ὁλόκλη‐
ρος εἰς θεότητα γινομένη. Ἐπιμίγνυται γὰρ ταύ‐595

26

.

597

τῃ κτίσμα· καὶ θεολογεῖτε καὶ ὑμεῖς, ὡς οἱ Ἀρειανοὶ καὶ Ἕλληνες, τὴν κτίσιν μετὰ τοῦ κτί‐ σαντος αὐτὴν Θεοῦ διὰ τοῦ ἰδίου Λόγου. Οὕτω δὲ δια‐ κείμενοι, ποίας ἐλπίδος ἐστέ; Ἢ τίς ὑμᾶς συνάψει
5τῷ Θεῷ, μὴ ἔχοντας τὸ Πνεῦμα αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὸ τῆς κτίσεως; Ποία δὲ ὑμῶν τόλμα καὶ ἀπροσεξία, ὅτι τὸν Πατέρα καὶ τὸν τούτου Λόγον εἰς τὰ κτίσματα κατάγετε, καὶ πάλιν τὸ κτίσμα συνεξισοῦτε τῷ Θεῷ; Τοῦτο γὰρ ποιεῖτε φανταζόμε‐
10νοι περὶ τοῦ Πνεύματος ὡς κτίσματος, καὶ συντάσ‐ σοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάντα τὰ κτίσματα, ἀλλ’ εἷς ἐκ τούτων συναριθμεῖται τῷ Θεῷ καὶ τῷ Λόγῳ αὐτοῦ; Ἔδει γὰρ
15καθ’ ὑμᾶς, ἅπαξ ἀγγέλου καὶ κτίσματος ὄντος τοῦ Πνεύματος, καὶ συντασσομένου εἰς Τριάδα, μὴ ἕνα, ἀλλὰ καὶ πάντας τοὺς κτισθέντας ἀγγέλους συν‐ τάσσεσθαι ταύτῃ· καὶ μηκέτι Τριάδα, ἀλλὰ πληθύν τινα θεότητος ἀναρίθμητον εἶναι· ἵνα καὶ ἡ ἐν τούτῳ
20πάλιν δοκοῦσα τελείωσις ὑμῶν γίνεσθαι, διαιρουμένη ὧδε κἀκεῖσε, ἀβέβαιος τῇ ποικιλίᾳ γένηται. Τοιαῦτα γὰρ τὰ τέλη ὑμῶν τε καὶ τῶν Ἀρειανῶν λογι‐ ζομένων κατὰ τῆς θεότητος, καὶ τῇ κτίσει λατρευόν‐ των παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν.
26 Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μίαν ταύτης εἶναι τὴν ἁγιότητα, καὶ μίαν
30ταύτης τὴν ἀϊδιότητα, καὶ τὴν τῆς ἀτρεψίας φύσιν. Ὥσπερ γὰρ ἡ ὡς αὐτὴν παραδεδομένη πίστις μία ἐστὶ, καὶ αὕτη συνάπτει τῷ Θεῷ, ὁ δὲ ὑπεξαιρού‐ μενός τι τῆς Τριάδος, καὶ ἐν μόνῳ τῷ τοῦ Πατρὸς ὀνόματι βαπτιζόμενος, ἢ ἐν μόνῳ τῷ ὀνόματι τοῦ
35Υἱοῦ, ἢ χωρίς γε τοῦ Πνεύματος ἐν Πατρὶ καὶ Υἱῷ, οὐδὲν λαμβάνει, ἀλλὰ κενὸς καὶ ἀτελὴς αὐτός τε καὶ ὁ δοκῶν διδόναι διαμένει· ἐν τῇ Τριάδι γὰρ ἡ τελείωσίς ἐστιν· οὕτως ὁ διαιρῶν τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα κατάγων εἰς τὰ κτίσματα, οὔτε
40τὸν Υἱὸν ἔχει οὔτε τὸν Πατέρα, ἀλλ’ ἔστιν ἄθεος καὶ ἀπίστου χείρων, καὶ πάντα μᾶλλον ἢ Χριστιανός· καὶ δικαίως γε. Καθάπερ γὰρ ἕν ἐστι τὸ βάπτισμα ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι διδόμενον, καὶ
μία πίστις ἐστὶν εἰς αὐτὴν, ὡς εἶπεν ὁ Ἀπόστολος·597

26

.

600

οὕτως ἡ ἁγία Τριὰς, ἡ αὐτὴ οὖσα ἑαυτῇ, καὶ ἡνωμένη πρὸς ἑαυτὴν, οὐδὲν ἔχει ἐν ἑαυτῇ τῶν γενη‐ τῶν· καὶ αὕτη τῆς Τριάδος ἡ ἀδιαίρετος ἑνότης, καὶ μία ἡ εἰς ταύτην πίστις ἐστίν. Εἰ δὲ κατὰ τὴν
5ὑμῶν τῶν Τροπικῶν ἐπεξεύρεσιν οὐχ οὕτως ἐστὶν, ἀλλ’ ἐνυπνιάσθητε κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον· οὐκέτι μία πίστις ἐστὶν ὑμῶν, οὐδὲ ἓν βά‐ πτισμα, ἀλλὰ δύο· ἓν μὲν εἰς Πατέρα καὶ Υἱόν· ἕτε‐ ρον δὲ εἰς ἄγγελον κτίσμα ὄντα· καὶ οὐδὲν λοιπὸν
10ὑμῶν ἀσφαλὲς οὐδὲ ἀληθές. Ποία γὰρ κοινωνία γε‐ νητῷ καὶ δημιουργῷ; Ἢ ποία ἑνότης τοῖς κάτω κτίσμασι καὶ τῷ ταῦτα δημιουργήσαντι Λόγῳ; Τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα, ὥσπερ ὑμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης δι‐
15δάσκων ἔγραψε Κορινθίοις περὶ τῶν πνευματικῶν, καὶ τὰ πάντα εἰς ἕνα Θεὸν τὸν Πατέρα ἀνακεφαλαιοῖ λέγων· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ
20αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ἃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ διαιρεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου χορηγεῖται. Πάντα γὰρ τὰ τοῦ Πα‐ τρὸς, τοῦ Υἱοῦ ἐστι· διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα τοῦ Πατρός ἐστι χαρίσματα. Καὶ
25τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, καὶ ὁ Λόγος ὁ τοῦτο διδούς ἐστιν ἐν ἡμῖν, καὶ ἐν τῷ Λόγῳ ἐστὶν ὁ Πατήρ· καὶ οὕτως ἐστὶ τὸ, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν,» καθάπερ εἴρηται. Ἔνθα γὰρ τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύ‐
30γασμα· καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις. Καὶ τοῦτο πάλιν δι‐ δάσκων ὁ Παῦλος ἔγραφεν αὖθις Κορινθίοις καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ λέγων· «Ἡ χάρις τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ,
35καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Ἡ γὰρ διδομένη χάρις καὶ δωρεὰ ἐν Τριάδι δίδοται παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὥσπερ γὰρ ἐκ τοῦ Πατρός ἐστι δι’ Υἱοῦ ἡ δι‐ δομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς
40δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τούτου γὰρ μετέχοντες, ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ Πνεύματος τὴν κοινωνίαν. Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέρ‐
45γεια δείκνυται. Οὐ γὰρ ὡς παρ’ ἑκάστου διάφορα καὶ
διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ’599

26

.

601

ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ’ ἡνω‐ μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρὶ, τὸ συν‐ δοξαζόμενον Πατρὶ καὶ Υἱῷ, καὶ θεολογούμενον μετὰ
5τοῦ Λόγου, ἐνεργοῦν τε ἅπερ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ ἐργάζεται, πῶς ὁ λέγων κτίσμα οὐκ ἄντικρυς εἰς αὐ‐ τὸν τὸν Υἱὸν ἀσεβεῖ; Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι γίνεται καὶ ἐνεργεῖται. Τοῦτο καὶ ἐν Ψαλμοῖς ᾄδεται· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρα‐
10νοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» καὶ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ἑβδόμῳ ψαλμῷ· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Καὶ ἐδικαιώθημεν δὲ,
15ὡς εἶπεν ὁ Ἀπόστολος, «ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Ἀδιαίρετον γάρ ἐστι τοῦ Λόγου τὸ Πνεῦμα. Ἀμέλει λέγοντος τοῦ Κυρίου, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ,» συνεισέρχεται τὸ Πνεῦμα οὐκ
20ἄλλως ἢ ὡς ὁ Υἱὸς ἐν ἡμῖν οἰκήσων, γράφοντος Ἐφεσίοις τοῦ Παύλου· «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοι‐ κῆσαι τὸν Χριστόν.» Τοῦ δὲ Υἱοῦ ἐν ἡμῖν ὄντος, ἔτι
25καὶ ὁ Πατὴρ, λέγοντος τοῦ Υἱοῦ· «Ἐγὼ ἐν τῷ Πα‐ τρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Διὸ καὶ, γινομένου τοῦ Λόγου ἐν τοῖς προφήταις, ἐν αὐτῷ τῷ Πνεύματι τῷ ἁγίῳ προφητεύουσι. Τῆς γοῦν Γραφῆς λεγούσης, «Καὶ ἐγένετο Λόγος Κυρίου» πρὸς τόνδε τὸν
30προφήτην, δείκνυται προφητεύων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ἐν μὲν γὰρ τῷ Ζαχαρίᾳ γέγραπται· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις·» ὅτε καὶ μετ’ ὀλίγα αἰτιώμενος τὸν
35λαὸν ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ, τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου καὶ τοὺς λό‐ γους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύ‐ ματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν αὐτοῦ τῶν ἔμπροσθεν·» ὁ δὲ Πέτρος ἐν ταῖς Πράξεσιν ἔλεγεν·
40«Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ κοινῇ δὲ οἱ ἀπό‐ στολοι ἐβόων οὕτως· «Δέσποτα, ὁ ποιήσας τὸν οὐρα‐ νὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν
αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στό‐601

26

.

604

ματος Δαβὶδ τοῦ παιδός σου εἰπών.» Καὶ ὁ Παῦ‐ λος, ἐν μὲν τῇ Ῥώμῃ γενόμενος, ἐπαῤῥησιά‐ ζετο τοῖς ἐλθοῦσι πρὸς αὐτὸν Ἰουδαίοις· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου
5πρὸς τοὺς πατέρας ὑμῶν.» Τιμοθέῳ δὲ ἔγραφε· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσ‐ έχοντες πνεύμασι πλάνης.» Διὸ καὶ ὅταν λέγηται ἔν τισι τὸ Πνεῦμα γενέσθαι, νοεῖται ὁ Λόγος ἐν αὐτῷ
10διδοὺς τὸ Πνεῦμα. Τῆς γοῦν προφητείας πληρουμένης, «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» ὁ Παῦλος ἔλεγε· «Κατὰ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ εἰς ἐμέ·» καὶ πρὸς Κο‐ ρινθίους δὲ ἔγραφεν· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν
15ἐμοὶ λαλοῦντος Χριστοῦ;» Εἰ δὲ Χριστὸς ἦν ὁ λαλῶν ἐν αὐτῷ, δῆλον, ὅτι Χριστοῦ ἦν τὸ Πνεῦμα τὸ λαλοῦν ἐν αὐτῷ· καὶ γὰρ τοῦ Χριστοῦ λαλοῦντος ἐν αὐτῷ ἐν ταῖς Πράξεσιν ἔλεγε πάλιν· «Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ Πνεύματι, πορεύομαι εἰς Ἱε‐
20ρουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν δια‐ μαρτύρεταί μοι λέγον, ὅτι δεσμὰ καὶ θλίψεις μέ‐ νουσί με.» Ὅθεν, ἐὰν οἱ ἅγιοι λέγωσι· Τάδε λέγει Κύριος, οὐκ ἄλλως ἢ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ λα‐
25λοῦσι· καὶ ἐν τῷ Πνεύματι λαλοῦντες, ἐν Χριστῷ ταῦτα λέγουσιν· ἐὰν δὲ καὶ ὁ Ἄγαβος ἐν ταῖς Πράξεσι λέγῃ· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» οὐκ ἄλλως ἢ τοῦ Λόγου γενομένου πρὸς αὐτὸν, τὸ Πνεῦμα ἐχορήγει λαλεῖν ἐν αὐτῷ καὶ διαμαρτύ‐
30ρασθαι τὰ μένοντα τὸν Παῦλον εἰς Ἱερουσαλήμ. Ἀμέλει, τοῦ Πνεύματος πάλιν διαμαρτυρουμένου τῷ
Παύλῳ, ὁ αὐτὸς Χριστὸς ἐλάλει ἐν αὐτῷ, ὡς603

26

.

605

εἶναι τοῦ Λόγου τὴν ἐκ τοῦ Πνεύματος γινομένην διαμαρτυρίαν. Οὕτω καὶ ἐπὶ τὴν ἁγίαν Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρ‐
5μοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγκεῖν δι’ ἑαυτοῦ τὴν κτίσιν τῷ Πατρὶ, καὶ ἀποκαταλ‐ λάξαι τὰ πάντα ἐν αὐτῷ, «εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.» Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυ‐ ται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ
10τῶν μὲν ἁγίων ἡ διδασκαλία εἰς τὴν ἁγίαν καὶ ἀδιαί‐ ρετον Τριάδα συνάγεται, καὶ μία πίστις αὕτη τῆς καθολικῆς Ἐκκλησίας ἐστί· τῶν δὲ Τροπικῶν ἡ ἀλόγιστος μυθοπλαστία διαφωνεῖ μὲν πρὸς τὰς Γραφὰς, συμφωνεῖ δὲ τῇ τῶν Ἀρειομανιτῶν ἀλογίᾳ·
15καὶ εἰκὸς αὐτοὺς οὕτως ὑποκρίνασθαι ἀπάτης ἕνεκεν τῶν ἀκεραίων. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὅτι, ὡς γράφεις, οὐκ ἔλαθον σκέποντες ἑαυτοὺς τῇ πρὸς τοὺς Ἀρειανοὺς προσποιήτῳ ἀντιλογίᾳ· καὶ γὰρ καὶ παρ’ ἐκείνων ἐμισήθησαν, ὅτι μόνον τὸ Πνεῦμα
20καὶ οὐχὶ καὶ τὸν Λόγον κτίσμα λέγουσι· καὶ παρὰ πάντων δὲ κατεγνώσθησαν, ὡς τῷ ὄντι πνευματομα‐ χοῦντες, καὶ μετ’ ὀλίγον γινόμενοι νεκροὶ, ἔρη‐ μοι καὶ κενοὶ τοῦ Πνεύματος ὄντες. Κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ψυχικοὶ ἄνθρωποι ὄντες οὐκ
25ἠδυνήθησαν δέξασθαι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, ὅτι πνευματικῶς ἀνεκρίνοντο· οἱ δὲ τὰ τῆς ἀληθείας φρονοῦντες ἀνακρίνουσι μὲν τὰ πάντα, αὐτοὶ δὲ ὑπ’ οὐδενὸς ἀνακρίνονται, ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύριον ἀποκαλύπτοντα αὐτοῖς ἐν τῷ Πνεύματι ἑαυτόν τε καὶ
30δι’ ἑαυτοῦ τὸν Πατέρα.
32 Ἐγὼ μὲν οὖν καίπερ ἐν ἐρήμῳ διάγων, διὰ γοῦν τὴν ἀναίδειαν τῶν ἐκτραπέντων ἀπὸ τῆς ἀλη‐ θείας, οὐ φροντίσας τῶν γελᾷν ἐθελόντων διὰ τὸ ἀσθε‐
35νὲς καὶ ταπεινὸν τῆς διὰ τῶν λόγων ἀποδείξεως, δι’ ὀλίγων γράψας, ἀπέστειλα τῇ σῇ εὐλαβείᾳ, πολλὰ παρακαλῶν, ἵνα, ἐντυγχάνων τούτοις, τὰ μὲν διορθώσῃ, ἐπὶ δὲ τοῖς ἀσθενῶς εἰρημένοις συγγινώ‐ σκῃς. Κατὰ γὰρ τὴν παραδοθεῖσαν ἡμῖν παρὰ τῶν
40Πατέρων ἀποστολικὴν πίστιν παρέδωκα, μηδὲν ἔξω‐ θεν ἐπινοήσας, ἀλλ’ ὅπερ ἔμαθον ἐνεχάραξα συμφώνως ταῖς ἁγίαις Γραφαῖς. Σύμφωνον γὰρ καὶ τοῦτο τοῖς προαποπεφασμένοις πρὸς βεβαίωσιν ἐκ τῶν ἁγίων Γραφῶν. Καὶ οὐκ, ἔξωθεν ἐπινενόηται,
45ἀλλ’ αὐτὸς ὁ Κύριος Ἰησοῦς Χριστὸς δι’ αὐτοῦ ἐδίδα‐ σκε τὴν Σαμαρεῖτιν, καὶ δι’ αὐτῆς ἡμᾶς, τὴν τῆς ἁγίας Τριάδος τελειότητα, ἀδιαίρετον ὑπάρχουσαν καὶ μίαν Θεότητα. Αὐτὴ ἡ ἀλήθεια μαρτυρεῖ, ὥς
φησι τῇ Σαμαρείτιδι· «Πίστευέ μοι, γύναι, ὅτι ἔρ‐605

26

.

608

χεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνη‐ ταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν Πνεύματι καὶ ἀλη‐ θείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσ‐ κυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσ‐
5κυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ‐ κυνεῖν.» Δέδεικται τοίνυν ἐντεῦθεν, ὡς ἡ ἀλήθεια μὲν αὐτὸς ὁ Υἱός ἐστιν, ὡς αὐτός φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» περὶ οὗ καὶ ὁ προφήτης Δαβὶδ ἐπεκαλεῖτο λέγων· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή‐
10θειάν σου.» Οἱ ἀληθινοὶ τοίνυν προσκυνηταὶ προσ‐ κυνοῦσι μὲν τῷ Πατρῖ, ἀλλ’ ἐν Πνεύματι καὶ ἀληθείᾳ, ὁμολογοῦντες Υἱὸν καὶ ἐν αὐτῷ τὸ Πνεῦμα. Ἀχώρι‐ στον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ὡς ἀχώριστος ὁ Υἱὸς τοῦ Πατρός. Αὐτὴ ἡ Ἀλήθεια μαρτυ‐
15ρεῖ ἡ λέγουσα· «Πέμψω ὑμῖν τὸν Παράκλη‐ τον, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν,» τουτ‐ έστιν οἱ ἀρνούμενοι αὐτὸ ἐκ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ. Χρὴ τοίνυν κατὰ μίμησιν τῶν ἀληθινῶν ὁμολο‐
20γεῖν καὶ προσδραμεῖν τῇ ἀληθείᾳ. Ἂν δ’ ἄρα καὶ μετὰ ταῦτα μήτε μαθεῖν θέλωσι, μήτε νοεῖν δύνωνται· κἂν τῶν δυσφημιῶν παυέσθωσαν, καὶ μὴ διαιρείτω‐ σαν τὴν Τριάδα, ἵνα μὴ διαιρεθῶσιν ἀπὸ τῆς ζωῆς· μηδὲ τοῖς κτίσμασι συναριθμείτωσαν τὸ Πνεῦμα
25τὸ ἅγιον, ἵνα μὴ, ὡς οἱ τότε Φαρισαῖοι τῷ Βεελζεβοὺλ τὰ τοῦ Πνεύματος ἀνετίθεσαν, οὕτω καὶ οὗτοι, τὰ ἴσα τολμῶντες, ἀσύγγνωστον καὶ ὧδε καὶ μετὰ ταῦτα τὴν τιμωρίαν μετ’ ἐκείνων ὑπομείνωσιν.
30tΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ
31tΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ
32tΤΟΝ ΥΙΟΝ.
33 Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγρα‐ φέναι· καὶ κατηγόρουν ἐμαυτοῦ πολλῆς ἀσθενείας,
35ὡς μὴ δυνηθέντος τοσοῦτον γράψαι, ὅσον ἀνθρώποις ἔξεστι λέγειν κατὰ τῶν ἀσεβούντων εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ δὲ, ὡς γράφεις, τινὲς τῶν ἀδελφῶν ἠξίωσαν καὶ ταῦτα ἐπιτεμεῖν, ἵνα ἔχωσιν ἐξ ἑτοίμου καὶ δι’ ὀλίγων ἀπολογεῖσθαι μὲν τοῖς ἐρωτῶσι περὶ
40τῆς ἐν ἡμῖν πίστεως, διελέγχειν δὲ τοὺς ἀσεβοῦντας·607

26

.

609

ἐποίησα καὶ τοῦτο θαῤῥῶν, ὅτι συνείδησιν ἔχων ἀγα‐ θὴν, εἴ τι καὶ ἐν τούτοις παραλέλειπται, ἀναπληρώ‐ σεις. Οἱ Ἀρειανοὶ, εἰς ἑαυτοὺς στραφέντες, καὶ μη‐ δὲν πλέον ἢ ἔξωθεν ἑαυτῶν νοοῦντες κατὰ τοὺς Σαδ‐
5δουκαίους, ἀνθρωπίνοις λογισμοῖς ἐξεδέξαντο τὴν θεόπνευστον Γραφήν. Ἀκούοντες γοῦν σοφίαν, καὶ ἀπαύγασμα, καὶ Λόγον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, εἰώθασιν ἐπιλέγειν· Πῶς δύναται τοῦτο εἶναι; ὥσπερ οὐ δυναμένου εἶναι, ὃ μὴ δύνανται αὐτοὶ νοεῖν.
10Ὥρα γὰρ αὐτοὺς καὶ περὶ τοῦ παντὸς τοιαῦτα δια‐ νοεῖσθαι· Πῶς δύναται ἡ κτίσις, μὴ οὖσά ποτε, γε‐ νέσθαι; ἢ πῶς δύναται χοῦς γῆς πλασθῆναι λογικὸς ἄνθρωπος; ἢ πῶς τὸ φθαρτὸν ἄφθαρτον γενέσθαι; ἢ πῶς ἡ γῆ ἐπὶ θαλασσῶν τεθεμελίωται, καὶ ἐπὶ ποτα‐
15μῶν ἡτοίμασεν αὐτὴν ὁ Θεός; Καὶ λοιπὸν ἐπιλέγειν αὐτοὺς ἑαυτοῖς· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» ἵνα δηλονότι, φθειρομένων αὐ‐ τῶν, συμφθαρῇ καὶ ἡ τῆς αἱρέσεως αὐτῶν μανία.
21 Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, καὶ φῶς, καὶ Πατήρ ἐστιν ὁ Θεὸς, οὐ θέμις
25εἰπεῖν οὔτε τὴν πηγὴν ξηρὰν, οὔτε τὸ φῶς χωρὶς αὐγῆς, οὔτε τὸν Θεὸν χωρὶς Λόγου, ἵνα μὴ ἄσοφος, καὶ ἄλογος, καὶ ἀφεγγὴς ᾖ ὁ Θεός. Ἀϊδίου τοιγαρ‐ οῦν ὄντος τοῦ Πατρὸς, ἀνάγκη καὶ τὸν Υἱὸν ἀΐδιον εἶναι· ἃ γὰρ ἂν ἐν τῷ Πατρὶ νοήσωμεν, ταῦτα καὶ
30ἐν τῷ Υἱῷ εἶναι οὐκ ἀμφίβολον, λέγοντος αὐτοῦ τοῦ Κυρίου· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστιν. Αἰώνιος γοῦν ἐστιν ὁ Πατήρ· αἰώνιός ἐστι καὶ ὁ Υἱός· δι’ αὐτοῦ γὰρ οἱ αἰῶνες γεγόνασιν. Ὤν ἐστιν ὁ Πατήρ· ἀνάγ‐
35κη καὶ ὁ Υἱὸς, «ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμὴν,» ὡς εἶπεν ὁ Παῦλος. Οὐ θέ‐ μις εἰπεῖν ἐπὶ Πατρὸς, Ἦν ποτε, ὅτε οὐκ ἦν· ἀθέμι‐ τον εἰπεῖν ἐπὶ Υἱοῦ, Ἦν ποτε, ὅτε οὐκ ἦν. Παντοκρά‐ τωρ ἐστὶν ὁ Πατήρ· παντοκράτωρ ἐστὶ καὶ ὁ
40Υἱὸς, λέγοντος τοῦ Ἰωάννου· «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχό‐ μενος, ὁ παντοκράτωρ.» Φῶς ἐστιν ὁ Πατὴρ, ἀπαύ‐
γασμα ὁ Υἱὸς καὶ φῶς ἀληθινόν. Ἀληθινὸς Θεὸς ὁ609

26

.

612

Πατὴρ, ἀληθινὸς Θεὸς ὁ Υἱός· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος.» Καὶ ὅλως οὐδέν ἐστιν, ὧν ἔχει
5ὁ Πατὴρ, ὃ μὴ τοῦ Υἱοῦ ἐστι. Διὰ τοῦτο γὰρ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ τὰ τοῦ Πατρὸς, ταῦτα ἐν τῷ Υἱῷ ἐστι, καὶ πάλιν ταῦτα ἐν τῷ Πατρὶ νοεῖται. Οὕτω νοεῖται καὶ τὸ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ἐπειδὴ οὐκ ἄλλα ἐν τούτῳ,
10καὶ ἄλλα ἐν τῷ Υἱῷ· ἀλλὰ τὰ ἐν τῷ Πατρὶ, ταῦτα ἐν τῷ Υἱῷ ἐστι. Καὶ ἃ βλέπεις δὲ ἐν τῷ Πατρὶ, ἐπει‐ δὴ βλέπεις ἐν τῷ Υἱῷ, νοεῖται καλῶς τὸ, «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.» Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ
15λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸν Λόγον, ἐν ᾧ ἐστι πάντα τὰ τοῦ Πα‐ τρός. Ἄλλως τε καὶ ἀπὸ τούτων ἄν τις ἴδοι τὸ σαθρὸν τῆς αἱρέσεως τῶν Ἀρειομανιτῶν. Ὧν ἐσμεν
20ὅμοιοι, καὶ τὴν ταυτότητα ἔχομεν τούτων, καὶ ὁμοού‐ σιοί ἐσμεν· ἄνθρωποι γοῦν ὅμοιοι καὶ ταυτότητα ἔχοντες, ὁμοούσιοί ἐσμεν ἀλλήλων. Τὸ αὐτὸ γὰρ πᾶσι, τὸ θνητὸν, τὸ φθαρτὸν, τὸ τρεπτὸν, τὸ ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα,
25ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς τὸν Υἱὸν τοῖς κτίσμασιν· ἢ τὰ ἐν τῷ Υἱῷ δύνανται εὑρεῖν ἐν τοῖς γενητοῖς, ἵνα καὶ κτίσμα τολμήσωσιν εἰπεῖν τὸν τοῦ Θεοῦ Λόγον. Ἀλλ’ οὐκ ἂν εὕροιεν οἱ πάντα
30προπετεῖς καὶ πλανώμενοι περὶ τὴν εὐσέβειαν. Ἐν μὲν γὰρ τοῖς κτίσμασιν οὐδέν ἐστι παντοκράτωρ, καὶ οὐδὲν παρὰ τοῦ ἑτέρου κρατεῖται. Ἕκαστον γὰρ αὐ‐ τοῦ ἐστι τοῦ Θεοῦ. «Οἱ» μὲν γὰρ «οὐρανοὶ διηγοῦν‐ ται δόξαν Θεοῦ· ἡ δὲ γῆ τοῦ Κυρίου ἐστὶ καὶ τὸ πλή‐
35ρωμα αὐτῆς· ἡ θάλασσα εἶδε καὶ ἔφυγε.» Καὶ τὰ πάντα δοῦλα τοῦ πεποιηκότος ἐστὶ, ποιοῦντα τὸν λό‐ γον αὐτοῦ, καὶ ὑπακούοντα τῷ προστάγματι αὐτοῦ. Ὁ δὲ Υἱὸς παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· καὶ τοῦτο γέγραπται, καὶ δέδεικται. Πάλιν τε ἐν
40τοῖς κτίσμασιν οὐδέν ἐστιν ἄτρεπτον τῇ φύσει. Τῶν γὰρ ἀγγέλων τινὲς οὐκ ἐτήρησαν τὴν ἰδίαν τάξιν· καὶ «ἄστρα οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» καὶ ὁ μὲν διάβολος ἔπεσεν ἀπ’ οὐρανοῦ· ὁ δὲ Ἀδὰμ παρέβη· καὶ πάντα ἀλλοιούμενά ἐστιν. Ὁ δὲ Υἱὸς ἄτρεπτός
45ἐστι καὶ ἀναλλοίωτος, ὡς ὁ Πατήρ. Καὶ τοῦτο ὁ Παῦ‐
λος ὑπέμνησεν ἐκ τοῦ ἑκατοστοῦ καὶ πρώτου ψαλμοῦ611

26

.

613

λέγων· «Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας· καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐ‐ ρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον
5ἀλλάξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Καὶ πάλιν λέγει· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε.
10Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· διὰ τοῦτο γὰρ καὶ ἀρχὴν ἔχει τοῦ γενέ‐ σθαι. «Ἐν ἀρχῇ» γὰρ «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ πάλιν·
15«Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Ὁ δὲ Υἱὸς ὤν ἐστι καὶ ἐπὶ πάντων Θεὸς, ὡς ὁ Πατήρ· καὶ τοῦτο οὕτω δέδεικται· καὶ οὐ ποιούμενός ἐστιν, ἀλλὰ ποιῶν· καὶ οὐ κτιζόμενος, ἀλλὰ κτίζων καὶ ποιῶν τὰ ἔργα τοῦ Πατρός. Δι’ αὐτοῦ γὰρ οἱ αἰῶνες
20γεγόνασι· καὶ πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὡς δὲ Ἀπόστολος ἐδίδαξε τὸ ἐν τῷ ψαλμῷ, αὐτὸς κατ’ ἀρχὰς τὴν γῆν ἐθεμε‐ λίωσε, καὶ ἔργα τῶν χειρῶν αὐτοῦ εἰσιν οἱ οὐρανοί. Καὶ πάλιν τῶν κτισμάτων οὐδέν ἐστι τῇ φύσει Θεός·
25ἀλλ’ ἕκαστον τῶν γενομένων ὃ καὶ γέγονε, τοῦτο καὶ ἐκλήθη· τὸ μὲν οὐρανὸς, ἄλλο δὲ γῆ· καὶ οἱ μὲν φωστῆρες, τὰ δὲ ἄστρα· καὶ ἄλλα θάλασσα, καὶ ἄβυσσοι, καὶ τετράποδα· καὶ λοιπὸν, ἄνθρωπος· καὶ πρὸ τούτων ἄγγελοι, καὶ ἀρχάγγελοι, χερου‐
30βὶμ, σεραφὶμ, καὶ δυνάμεις, ἀρχαὶ, ἐξουσίαι, κυριό‐ τητες, παράδεισος· καὶ οὕτως ἕκαστον διαμένει. Εἰ δὲ καὶ θεοί τινες ἐκλήθησαν, ἀλλ’ οὐ τῇ φύσει, ἀλλὰ τῇ μετουσίᾳ τοῦ Υἱοῦ. Οὕτω γὰρ καὶ αὐτὸς εἶπεν· «Εἰ ἐκείνους εἶπεν θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ
35ἐγένετο.» Διὸ, μὴ ὄντες τῇ φύσει θεοὶ, ἔστιν ὅτε τινὲς τρέπονται, ἀκούοντες· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες Ὑμεῖς δὲ, ὡς ἄν‐ θρωποι, ἀποθνήσκετε.» Τοιοῦτος ἦν ὁ ἀκούσας· «Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» Ὁ δὲ Υἱὸς Θεὸς ἀλη‐
40θινός ἐστιν, ὡς ὁ Πατήρ. Ἐν αὐτῷ γάρ ἐστιν, καὶ ὁ613

26

.

616

Πατὴρ ἐν τῷ Υἱῷ· καὶ ὁ μὲν Ἰωάννης ἔγραψεν, ὡς δέδεικται· ὁ δὲ Δαβὶδ ψάλλει· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·» καὶ ὁ προφήτης δὲ
5Ἡσαΐας βοᾷ· «Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπο‐ ρία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἀκολουθήσουσιν οἱ ὀπίσω σου δεδε‐ μένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, ὅτι ἐν σοὶ ὁ Θεός. Σὺ γὰρ εἶ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ οὐκ ᾔδει‐
10μεν.» Τίς δή ἐστιν ὁ Θεὸς, ἐν ᾧ ὁ Θεὸς, εἰ μὴ ὁ Υἱὸς ὁ λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς
15ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν εἴη ὁ Υἱὸς τῷ Πατρί; Ὥσπερ γὰρ, εἰ τῶν κτισμάτων τινὰ εἶχεν ὁμοιότητα καὶ πρὸς αὐτά τινα εἶχε συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ’ οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ
20τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ αὐτοῦ ἐστιν ἴδια πάντα τὰ τοῦ Πατρὸς, ὁμοούσιος εἰκότως ἂν εἴη τῷ Πατρί. Οὕτω γὰρ καὶ οἱ Πατέρες νοήσαντες, ὡμολόγησαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὁμοούσιον καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν
25Υἱόν. Συνεῖδον γὰρ καλῶς, ὅτι κτιστὴ οὐσία οὐ δύνα‐ ται ἄν ποτε εἰπεῖν· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἀρχὴν γὰρ ἔχουσα τοῦ γίνεσθαι, οὐκ ἔχει τὸ ὢν, καὶ τὸ ἦν ἀϊδίως. Καὶ διὰ τοῦτο, ἐπει‐ δὴ ταῦτ’ ἔχει ὁ Υἱὸς, καὶ πάντα δὲ τὰ προειρη‐
30μένα τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀνάγκη μὴ κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ Υἱοῦ, ἀλλ’ ὁμοούσιον τῷ Πατρί. Ἄλλως τε καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη κτι‐ στὴ οὐσία, δεκτικὴ τῶν ἰδίων τοῦ Θεοῦ. Ἴδια δὲ αὐτοῦ ἐστιν, ἐξ ὧν γινώσκεται ὁ Θεὸς, οἷον τὸ παντο‐
35κράτωρ, τὸ ὢν, τὸ ἀναλλοίωτον, καὶ τὰ ἕτερα τὰ προειρημένα, ἵνα μὴ ὁμοούσιος τῶν κτισμάτων αὐτὸς ὁ Θεὸς φαίνηται κατὰ τοὺς ἄφρονας, ἔχων ἅπερ καὶ τὰ κτίσματα ἔχειν δύναται.
41Καὶ οὕτω δ’ ἄν τις διελέγξειε τὴν ἀσέβειαν
τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ615

26

.

617

πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἀποστόλοις· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
5καὶ τοῦ ἁγίου Πνεύματος.» Εἶπε δὲ οὕτως, ἵνα ἐξ ὧν οἴδαμεν, ἀπὸ τούτων νοῶμεν καὶ περὶ τῶν προει‐ ρημένων. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν τοὺς πατέ‐ ρας ποιητὰς, ἀλλὰ γεννήτορας, καὶ αὐτοὺς δὲ ἡμᾶς οὐκ ἂν εἴποι τις κτίσμα πατέρων, ἀλλὰ υἱοὺς φύσει,
10καὶ ὁμοουσίους τῶν πατέρων· οὕτως, εἰ Πατὴρ ὁ Θεὸς, πάντως Υἱοῦ φύσει καὶ ὁμοουσίου ἐστὶ Πατήρ. Ἀβραὰμ γοῦν οὐκ ἔκτισε τὸν Ἰσαὰκ, ἀλλ’ ἐγέν‐ νησε· Βεσελεὴλ δὲ καὶ Ἐλιὰβ οὐκ ἐγέννησαν, ἀλλ’ ἐποίησαν πάντα τὰ ἔργα τὰ ἐν τῇ σκηνῇ. Καὶ ναυ‐
15πηγὸς δὲ καὶ οἰκοδόμος οὐ γεννῶσιν ἃ ποιοῦσιν, ἀλλ’ ἕκαστος ἐργάζεται, ὁ μὲν τὸ σκάφος, ὁ δὲ τὴν οἰκίαν. Ὁ μέντοι Ἰσαὰκ οὐ ποιεῖ, ἀλλὰ γεννᾷ φύσει καὶ ὁμοούσιον τὸν Ἰακώβ· καὶ ὁ Ἰακὼβ δὲ οὕτως τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ὥσπερ οὖν
20μαίνοιτ’ ἄν τις λέγων τὴν οἰκίαν ὁμοούσιον τοῦ οἰκο‐ δόμου, καὶ τὸ σκάφος τοῦ ναυπηγοῦ, οὕτως πρεπόν‐ τως ἄν τις εἴποι πάντα Υἱὸν ὁμοούσιον εἶναι τοῦ ἑαυ‐ τοῦ Πατρός. Εἰ τοίνυν Πατήρ ἐστι καὶ Υἱὸς, ἀνάγκη τὸν Υἱὸν φύσει καὶ ἀληθείᾳ εἶναι Υἱόν. Τοῦτο δέ
25ἐστι τὸ ὁμοούσιον εἶναι τῷ Πατρὶ, ὡς ἐκ πολλῶν ἐδεί‐ χθη. Ἀμέλει περὶ μὲν τῶν ποιημάτων· «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ τοῦ Υἱοῦ· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Ὁ δὲ Δανιὴλ οἶδεν Υἱὸν τοῦ Θεοῦ, οἶδε καὶ
30τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὸν μὲν Υἱὸν εἶδε δροσί‐ ζοντα τὴν κάμινον· περὶ δὲ τῶν ἔργων εἰρηκὼς, «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον,» ἕκαστον μὲν τῶν κτισμάτων κατέλεξε· τὸν δὲ Υἱὸν οὐ συνηρίθμησε τούτοις, εἰδὼς, ὅτι οὐκ ἔστιν ἔρ‐
35γον, ἀλλὰ δι’ αὐτοῦ γέγονε μὲν τὰ ἔργα, ἐν Πατρὶ δὲ ὑμνούμενος καὶ ὑπερυψούμενός ἐστιν. Ὥσπερ οὖν δι’ αὐτοῦ ἀποκαλύπτεται ὁ Θεὸς τοῖς γινώσκουσιν, οὕτως δι’ αὐτοῦ ἡ εὐλογία, καὶ ὁ ὕμνος, καὶ ἡ δόξα, καὶ τὸ κράτος ὁμολογεῖται τῷ Πατρὶ δι’ αὐτοῦ καὶ
40ἐν αὐτῷ, ἵνα καὶ εὐπρόσδεκτος ἡ τοιαύτη ὁμολογία γένηται, ὡς αἱ Γραφαὶ λέγουσιν. Ἐκ πολλῶν μὲν οὖν καὶ ἐκ τούτων δέδεικται καὶ δείκνυται ἀσε‐
βὴς ὁ λέγων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον.617

26

.

620

Ἀλλ’ ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροι‐ μίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτισε, καὶ κτίσμα ἐστίν· ἀναγκαῖόν
5ἐστι καὶ ἐκ τούτου δεῖξαι ὅσον πλανῶνται, μὴ εἰδό‐ τες τὸν σκοπὸν τῆς θείας Γραφῆς. Εἰ μὲν οὖν Υἱός ἐστι, μὴ λεγέσθω κτίσμα· εἰ δὲ κτίσμα, μὴ λεγέσθω Υἱός. Δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅση διαφορά ἐστι κτίσματος καὶ Υἱοῦ. Καὶ ἐπειδὴ ἡ τελείωσις οὐκ
10εἰς κτίστην καὶ κτίσμα, ἀλλ’ εἰς Πατέρα καὶ Υἱὸν κρατεῖ, ἀνάγκη μὴ λέγεσθαι κτίσμα, ἀλλ’ Υἱὸν τὸν Κύριον. Οὐ γέγραπται οὖν; φησί. Ναὶ γέγραπται, καὶ ἀναγκαίως εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον
15τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔλεγον κτίσμα εἶναι, οὐδὲ προσέκοπτον τῷ γεγραμμένῳ καλῶς. Ἐκεῖνοι μὲν οὖν «οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν·» διὰ τοῦτο, ὡς γέγραπται, «ἐν σκότῳ διαπορεύονται·» ἡμᾶς δὲ ὅμως ἀναγκαῖον εἰπεῖν,
20ἵν’ ἐκεῖνοι μὲν καὶ ἐν τούτῳ δειχθῶσιν ἄφρονες, ἡμεῖς δὲ μὴ παραλίπωμεν τὸν κατὰ τῆς ἀσεβείας αὐτῶν ἔλεγχον, ἴσως καὶ αὐτοὶ μεταγνῶσιν. Ὁ χαρακτὴρ τοίνυν τῆς ἐν Χριστῷ πίστεώς ἐστιν οὗτος, τὸν Υἱὸν τοῦ Θεοῦ, Λόγον ὄντα Θεόν («Ἐν ἀρχῇ γὰρ ὁ Λό‐
25γος, καὶ Θεὸς ἦν ὁ Λόγος»), σοφίαν ὄντα καὶ δύνα‐ μιν τοῦ Πατρός (Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία), τοῦτον ἐπὶ συντελείᾳ τῶν αἰώνων ἄνθρωπον γεγενῆσθαι διὰ τὴν ἡμετέραν σωτηρίαν. Αὐτὸς γὰρ ὁ Ἰωάννης, εἰρηκὼς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,»
30μετ’ ὀλίγα εἶπε· «καὶ ὁ Λόγος σὰρξ ἐγένετο·» ἴσον τῷ εἰπεῖν, ἄνθρωπος γέγονε. Καὶ ὁ μὲν Κύριος περὶ ἑαυτοῦ ἔλεγε· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄν‐ θρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ὁ δὲ Παῦ‐ λος, παρ’ αὐτοῦ μαθὼν, ἔλεγεν· «Εἷς Θεὸς, εἷς
35καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» ἄνθρωπος δὲ γενόμενος καὶ οἰκονομήσας τὰ ἀνθρώπινα, τροπώσας τε καὶ καταργήσας τὸν καθ’ ἡμῶν θάνατον, κάθηται νῦν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐν αὐτῷ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ, ὥσπερ
40ἦν ἀεὶ, καὶ ἔστι διαπαντός.
43 Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ,
45δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος
τοῦ Λόγου λέγει, πότε δὲ περὶ τῶν ἀνθρωπίνων αὐτοῦ·619

26

.

621

ἵνα μὴ ἕτερα ἀνθ’ ἑτέρων νοοῦντες παραπαίωμεν, οἷα πεπόνθασιν οἱ Ἀρειανοί. Ὥσπερ τοίνυν, Λόγον αὐτὸν εἰδότες, οἴδαμεν, ὅτι «δι’ αὐτοῦ τὰ πάντα ἐγέ‐ νετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·» καὶ, «Τῷ
5Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·» καὶ, «Ἀπο‐ στέλλει τὸν Λόγον αὐτοῦ, καὶ ἰᾶται τὰ πάντα·» καὶ σοφίαν δὲ αὐτὸν εἰδότες, οἴδαμεν, ὅτι ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, καὶ πάντα ἐν σοφίᾳ ἐποί‐ ησεν ὁ Πατήρ· καὶ Θεὸν δὲ αὐτὸν εἰδότες, πεπι‐
10στεύκαμεν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· «Ὁ θρόνος σου» γὰρ, «ὁ Θεὸς,» ᾄδει Δαβὶδ, «εἰς αἰῶνα αἰῶ‐ νος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιά‐
15σεως παρὰ τοὺς μετόχους σου.» Καὶ ἐν μὲν τῷ Ἡσαΐᾳ αὐτὸς περὶ ἑαυτοῦ λέγει· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ὁ δὲ Πέτρος ὡμο‐ λόγησεν, ὅτι «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» οὕτως εἰδότες αὐτὸν ἄνθρωπον γενόμενον,
20οὐκ ἀρνούμεθα τὰ περὶ αὐτοῦ ἀνθρωπίνως λεγόμενα, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ ῥαπισθῆναι, τὸ δα‐ κρῦσαι, τὸ κοιμηθῆναι, καὶ τέλος τῷ σταυρῷ ἀναδέ‐ ξασθαι τὸν ὑπὲρ ἡμῶν θάνατον· ταῦτα γὰρ πάντα περὶ αὐτοῦ γέγραπται. Οὕτως καὶ τὸ, «ἔκτι‐
25σεν,» ἀνθρώποις ἁρμόζον οὐκ ἀπέκρυψεν ἡ Γραφὴ, ἀλλ’ εἴρηκεν. Ἐκτίσθημεν γὰρ καὶ πεποιήμεθα οἱ ἄνθρωποι. Ἀλλ’ ὥσπερ ἀκούοντες, ἐπείνασεν, ἐκοι‐ μήθη, ἐῤῥαπίσθη, οὐκ ἀρνούμεθα αὐτοῦ τὴν θεό‐ τητα· οὕτως ἀκούοντας τὸ, «ἔκτισεν,» ἀκόλουθον
30ἂν εἴη μνημονεύειν, ὅτι, Θεὸς ὢν, ἐκτίσθη ἄνθρωπος. Ἀνθρώπων γὰρ ἴδιον τὸ κτίζεσθαι, ὥσπερ καὶ τὰ προειρημένα, τὸ πεινᾷν, καὶ τὰ ὅμοια. Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ’ αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ
35τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,» καλὸν ἔχει τὸν νοῦν. Ἐκεῖ‐ νοι μὲν γὰρ νομίζουσιν ἐκ τοῦ λέγειν, «οὐδὲ ὁ Υἱὸς,» ὅτι ἀγνοῶν δηλοῖ, ὅτι κτίσμα ἐστίν. Οὐκ ἔστι δὲ οὕ‐
τως· μὴ γένοιτο! καὶ γὰρ ὥσπερ λέγων, «Ἔκτισέ621

26

.

624

με,» ἀνθρωπίνως εἴρηκεν· οὕτως λέγων, «οὐδὲ ὁ Υἱὸς,» ἀνθρωπίνως εἴρηκε. Καὶ τὸ αἴτιον τοῦ οὕτως εἰρηκέναι ἔχει τὸ εὔλογον. Ἐπειδὴ γὰρ ἄνθρωπος γέγονεν, ὡς γέγραπται, ἀνθρώπων δὲ ἴδιον τὸ ἀγνο‐
5εῖν, ὥσπερ καὶ τὸ πεινᾷν, καὶ τὰ ἄλλα (οὐ γὰρ γι‐ νώσκουσιν, ἐὰν μὴ ἀκούσωσι καὶ μάθωσι), διὰ τοῦτο καὶ τὴν ἄγνοιαν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος γεγο‐ νὼς, ἐπιδείκνυται· πρῶτον μὲν, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν
10ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν παραστήσῃ τῷ Πατρὶ τὴν ἀνθρωπότητα. Ποίαν ἔτι πρόφασιν εὑρήσουσιν οἱ Ἀρειανοί; Τί λοι‐ πὸν ἐπινοήσαντες γογγύσουσι; Κατεγνώσθησαν μὴ
15εἰδότες τὸ, «Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ.» Καὶ ἐδείχθησαν μὴ νοοῦντες τὸ, «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.» Καὶ γὰρ ὥσπερ λέγων μὲν τὸ, «ἔκτισε,» τὸ ἀνθρώ‐ πινον σημαίνει, ὅτι ἄνθρωπος γέγονε καὶ ἐκτίσθη·
20λέγων δὲ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» καὶ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί,» τὴν ἀϊδιότητα καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον σημαίνει· οὕτως λέ‐ γων, «Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,» ὡς ἄνθρωπος πά‐
25λιν λέγει· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Λέγων δὲ, «Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ,» οἶδε πολλῷ πλέον τὰ γενητά. Οἱ μὲν οὖν μαθηταὶ ἐν τῷ κατὰ Ἰωάννην ἔλεγον τῷ Κυρίῳ· «Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας.» Εὔδη‐
30λον οὖν, ὅτι οὐδέν ἐστιν ὃ ἀγνοεῖ, Λόγος ὢν, δι’ οὗ τὰ πάντα ἐγένετο. Τῶν δὲ πάντων οὖσα καὶ ἡ ἡμέρα ἐκείνη, πάντως δι’ αὐτοῦ γενήσεται, κἂν διαῤῥαγῶσι μυριάκις τῇ ἑαυτῶν ἀγνοίᾳ οἱ Ἀ‐ ρειανοί.
36tΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ
37tΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΠΕΡΙ ΤΟΥ
38tΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
39Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ
40τοῦ ἁγίου Πνεύματος γραφεῖσαν ἐπιστολὴν ἐπιτε‐623

26

.

625

μεῖν, καὶ δι’ ὀλίγων δηλῶσαι, ὁρᾷς ὥσπερ ἀφέντα με τὸν περὶ τούτου λόγον, καὶ γράφοντα κατὰ τῶν ἀσεβούντων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ λεγόντων αὐτὸν κτίσμα· ἀλλ’ οὐ μέμψῃ εὖ οἶδ’ ὅτι, εἰ μά‐
5θοις τὸ αἴτιον, ἀλλὰ καὶ ἀποδέξεταί σου ἡ εὐλά‐ βεια, ὁρῶσα τὸ εὔλογον. Ἐπειδὴ γὰρ, ὡς αὐτὸς ὁ Κύριος εἶπεν· «Οὐ λαλήσει παρ’ ἑαυτοῦ ὁ Παράκλη‐ τος· ἀλλ’ ὅσα ἀκούσει, λαλήσει· ὅτι ἐκ τοῦ ἐμοῦ λή‐ ψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἐμφυσήσας
10δέδωκεν ἐξ αὐτοῦ τοῦτο τοῖς μαθηταῖς, καὶ οὕτως ἐξέχεεν αὐτὸ ὁ Πατὴρ ἐπὶ πᾶσαν σάρκα κατὰ τὸ γε‐ γραμμένον· διά τοι τοῦτο εἰκότως περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ πρῶτον εἴρηταί τε καὶ γέγραπται· ἵν’ ἐκ τῆς περὶ τοῦ Υἱοῦ γνώσεως ἔχειν καὶ τὴν περὶ
15τοῦ Πνεύματος γνῶσιν καλῶς δυνηθῶμεν· οἵαν γὰρ ἔγνωμεν ἰδιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, ταύτην ἔχειν τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν εὑρήσομεν. Καὶ ὥσπερ ὁ Υἱὸς λέγει, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν,» οὕτως ταῦτα πάντα διὰ τοῦ Υἱοῦ εὑρήσομεν ὄντα καὶ
20ἐν τῷ Πνεύματι. Καὶ ὡς ὁ Πατὴρ ἔδειξε τὸν Υἱὸν λέγων, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα,» οὕτως τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα· «Ἐξ‐ απέστειλε γὰρ,» φησὶν ὁ Ἀπόστολος, «τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν κράζον· Ἀββᾶ, ὁ
25Πατήρ.» Καὶ τὸ παράδοξον, ὥσπερ ὁ Υἱὸς λέγει, Τὰ ἐμὰ τοῦ Πατρός ἐστιν, οὕτως τοῦ Πατρός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ τοῦ Υἱοῦ εἴρηται. Αὐτὸς μὲν γὰρ ὁ Υἱὸς λέγει· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς
30ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» ὁ δὲ Παῦλος γράφει· «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν
35αὐτῷ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβο‐ μεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵν’ εἴδω‐ μεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Καὶ ἐν πάσῃ δὲ τῇ θείᾳ Γραφῇ εὑρήσεις, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον τοῦ Υἱοῦ, τοῦτο λέγεται τοῦ Θεοῦ εἶναι·
40καὶ τοῦτο ἐν τοῖς ἔμπροσθεν ἐγράψαμεν. Οὐκ‐ οῦν εἰ ὁ Υἱὸς διὰ τὴν πρὸς τὸν Πατέρα ἰδιότητα,
καὶ διὰ τὸ εἶναι αὐτοῦ τῆς οὐσίας ἴδιον γέννημα,625

26

.

628

οὐκ ἔστι κτίσμα, ἀλλ’ ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅτι ἐξ αὐτοῦ δίδοται πᾶσι, καὶ ἃ
5ἔχει τοῦ Υἱοῦ ἐστιν. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ διδόμενον· ἵνα μὴ ἐκ τού‐
10των ἀναγκασθῇ καὶ τὸν Υἱὸν εἰπεῖν κτίσμα, τὸν Λό‐ γον, τὴν σοφίαν, τὸν χαρακτῆρα, τὸ ἀπαύγασμα, ὃν ὁρῶν τις ὁρᾷ τὸν Πατέρα, καὶ λοιπὸν ἀκούσῃ· «Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.» Λέξει γὰρ κατ’ ὀλίγον ὁ τοιοῦτος, ὡς ὁ ἄφρων· «Οὐκ
15ἔστι Θεός.» Ὅμως δὲ ὑπὲρ τοῦ ἐκ πλειόνων δειχθῆ‐ ναι τὸν κατὰ τῶν ἀσεβῶν ἔλεγχον καλὸν, ἐξ ὧν ὁ Υἱὸς δείκνυται μὴ ὢν κτίσμα, ἐκ τούτων δεῖξαι καὶ τὸ Πνεῦμα μὴ εἶναι κτίσμα. Ἐξ οὐκ ὄντων ἐστὶ τὰ κτίσματα, καὶ ἀρχὴν ἔχει τοῦ εἶναι· «Ἐν ἀρχῇ»
20γὰρ «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τὰ ἐν αὐτοῖς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ ἐστι, καὶ λέγεται, ὡς εἶπεν ὁ Ἀπόστολος. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐξ οὐκ ὄντων οὐκ ἔστιν, ἀλλ’ ἐκ τοῦ Θεοῦ, εἰκότως οὐκ ἂν εἴη κτίσμα, ἀνάγκη μηδὲ
25τὸ Πνεῦμα τὸ ἅγιον εἶναι κτίσμα· ἐπειδὴ ἐκ τοῦ Θεοῦ ὡμολόγηται. Τὰ γὰρ κτίσματα ἐξ οὐκ ὄντων ἐστίν. Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ
30ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ’ αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα, τὸ πνεῦμα αὐτοῦ διδάσκει ὑμᾶς περὶ πάντων·» ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέ‐ γραπται· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ
35με·» καὶ ὁ Παῦλος δὲ γράφει· «Ἐν ᾧ καὶ πιστεύ‐ σαντες ἐσφραγίσθητε·» καὶ πάλιν· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ κτίσματα ἐν τούτῳ χρίε‐ ται καὶ σφραγίζεται· εἰ δὲ τὰ κτίσματα ἐν τούτῳ
40χρίεται καὶ σφραγίζεται, οὐκ ἂν εἴη κτίσμα τὸ Πνεῦ‐ μα· οὐ γὰρ ὅμοιον τὸ χρίον τῶν χριομένων. Καὶ γὰρ τὸ χρίσμα τοῦτο πνοή ἐστι τοῦ Υἱοῦ· ὥστε τὸν
ἔχοντα τὸ Πνεῦμα λέγειν· «Χριστοῦ εὐωδία ἐσμέν.»627

26

.

629

Καὶ ἡ σφραγὶς δὲ τὸν Υἱὸν ἐκτυποῖ, ὡς τὸν σφραγιζόμενον ἔχειν τὴν τοῦ Χριστοῦ μορφὴν, λέ‐ γοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.»
5Εἰ δὲ τὸ Πνεῦμα εὐωδία καὶ μορφὴ τοῦ Υἱοῦ ἐστιν, εὔδηλον, ὡς οὐκ ἂν εἴη τὸ Πνεῦμα κτίσμα· ἐπειδὴ καὶ ὁ Υἱὸς, ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχων, οὐκ ἔστι κτίσμα. Καὶ γὰρ ὥσπερ ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ τὸ Πνεῦμα τὸ ἅγιον ἔχων ἔχει
10τὸν Υἱὸν, καὶ ἔχων αὐτὸν, ναὸς τοῦ Θεοῦ ἐστι, γράφοντος τοῦ μὲν Παύλου· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» ὁ δὲ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ
15τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Εἰ δὲ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ ἐστι καὶ ὁ Πατὴρ, ὡμολο‐ γήθη μὴ εἶναι κτίσμα, ἀνάγκη πᾶσα μηδὲ τὸ Πνεῦμα εἶναι κτίσμα· ἐν αὐτῷ γάρ ἐστιν ὁ Υἱὸς, καὶ αὐτὸς ἐν τῷ Υἱῷ. Διὸ καὶ ὁ τὸ Πνεῦμα λαμβάνων ναὸς τοῦ
20Θεοῦ χρηματίζει. Πάλιν δὲ κἀκ τούτου συνιδεῖν καλὸν, εἰ ἔστιν ὁ Υἱὸς τοῦ Θεοῦ Λόγος, ὡς Πατὴρ εἷς ἐστιν. «Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύ‐ ριος Ἰησοῦς Χριστός·» διὸ καὶ μονογενὴς Υἱὸς εἴρηται καὶ γέγραπται· τὰ δὲ κτίσματα πολλὰ καὶ
25διάφορα, ἄγγελοι, ἀρχάγγελοι, χερουβὶμ, ἀρχαὶ, ἐξουσίαι, καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται. Εἰ δὲ, ὅτι οὐκ ἔστι τῶν πολλῶν ὁ Υἱὸς, ἀλλ’ εἷς ἐστιν, ὡς Πατὴρ εἷς ἐστι, καὶ οὐκ ἔστι κτίσμα, πάντως καὶ τὸ Πνεῦμα (χρὴ γὰρ ἀπὸ τοῦ Υἱοῦ λαμβάνειν καὶ τὴν
30περὶ τοῦ Πνεύματος γνῶσιν) οὐκ ἂν εἴη κτίσμα. Οὐ γὰρ τῶν πολλῶν ἐστιν, ἀλλ’ ἕν ἐστι καὶ αὐτό. Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαι‐ ροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ’ ὀλίγα·
35«Ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν·» καὶ πάλιν, ἐπειδὴ ἐκ τοῦ Υἱοῦ δεῖ λαμβάνειν τὴν περὶ τοῦ Πνεύματος γνῶσιν, πρέπον ἂν εἴη ἐξ αὐτοῦ καὶ τὰς ἀποδείξεις προφέρειν. Πανταχοῦ τοίνυν ἐστὶν ὁ
40Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ εἴτε ἀόρατα, «καὶ αὐτός ἐστι πρὸ πάντων.» Τὰ δὲ κτίσματα ἐν μεμερισμένοις τόποις ἐστίν· ἥλιος
45μὲν καὶ σελήνη καὶ οἱ ἄλλοι φωστῆρες ἐν τῷ στερεώ‐
ματι, ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ ἄνθρωποι ἐπὶ τῆς629

26

.

632

γῆς. Εἰ δὲ ὁ Υἱὸς, οὐκ ὢν ἐν μεμερισμένοις τόποις, ἀλλ’ ἐν Πατρὶ ὢν, πανταχοῦ ἐστι, καὶ ἔξω τῶν πάντων ὢν, οὐκ ἔστι κτίσμα, ἀκολούθως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα κτίσμα, μὴ ὂν ἐν μεμερισμένοις
5τόποις, ἀλλὰ πάντα πληροῦν καὶ ἔξω τῶν πάντων ὄν. Οὕτω γὰρ καὶ γέγραπται· «Πνεῦμα Κυρίου πε‐ πλήρωκε τὴν οἰκουμένην.» Καὶ Δαβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου,» ὡς μὴ ὄντος αὐ‐ τοῦ ἐν τόπῳ, ἀλλ’ ἔξω μὲν τῶν πάντων, ἐν δὲ τῷ
10Υἱῷ ὄντος, ὥς ἐστι καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί. Διὰ τοῦτο γὰρ οὐδ’ αὐτὸ κτίσμα ἐστὶν, ὥσπερ δέδεικται. Πρὸς πᾶσι δὲ τούτοις ἔτι μᾶλλον ἐκ τούτου κατα‐ γνωσθήσεται μὲν ἡ Ἀρειανὴ αἵρεσις, ἐπιγνωσθήσε‐ ται δὲ πάλιν ἐκ τοῦ Υἱοῦ ἡ περὶ τοῦ Πνεύματος
15γνῶσις. Κτίστης τοίνυν ἐστὶν ὁ Υἱὸς ὡς ὁ Πατήρ· «Ἃ γὰρ βλέπω,» φησὶ, «τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. Πάντα» γοῦν «δι’ αὐτοῦ ἐγέ‐ νετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Εἰ δὲ, κτί‐ στης ὢν, ὡς ὁ Πατὴρ, ὁ Υἱὸς, οὐκ ἔστι κτίσμα·
20καὶ εἰ, ὅτι δι’ αὐτοῦ κτίζεται τὰ πάντα, οὐκ ἔστι τῶν κτιζομένων· δηλονότι οὐδὲ τὸ Πνεῦμα κτίσμα ἐστίν· ἐπειδὴ καὶ περὶ αὐτοῦ γέγραπται ἐν τῷ ἑκα‐ τοστῷ τρίτῳ ψαλμῷ· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέ‐ ψουσιν· ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.»
25 Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ’ ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ πάντα, ἐπεὶ ἔνθα ὁ Λόγος, ἐκεῖ καὶ τὸ Πνεῦμα· καὶ τὰ διὰ τοῦ Λόγου κτιζόμενα ἔχει ἐκ
30τοῦ Πνεύματος παρὰ τοῦ Λόγου τὴν τοῦ εἶναι ἰσχύν. Οὕτω γὰρ γέγραπται ἐν τῷ τριακοστῷ δευ‐ τέρῳ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε‐ ρεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀμέλει οὕτως ἐστὶ τὸ
35Πνεῦμα ἀδιαίρετον πρὸς τὸν Υἱὸν, ὡς μὴ ἀμφι‐ βάλλειν ἐκ τοῦ λεγομένου. Ὅτε γὰρ ὁ Λόγος ἐγίγνετο πρὸς τὸν προφήτην, τὰ παρὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι ἐλάλει ὁ προφήτης. Οὕτω καὶ γέγρα‐ πται ἐν μὲν ταῖς Πράξεσι τοῦ Πέτρου λέγοντος·
40«Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον·» ἐν δὲ τῷ Ζαχαρίᾳ, τοῦ Λόγου γενομένου πρὸς αὐτὸν, γέγραπται· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς προφή‐
45ταις.» Καὶ μετ’ ὀλίγα, αἰτιώμενος τὸν λαὸν,631

26

.

633

ἔλεγε· «Τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου, καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐ‐ τοῦ, ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ
5τοῦ Χριστοῦ δὲ λαλοῦντος ἐν τῷ Παύλῳ, ὡς αὐ‐ τὸς εἶπεν· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν‐ τος Χριστοῦ;» οὐδὲν ἧττον τὸ Πνεῦμα εἶχεν ἐπιχο‐ ρηγοῦν αὐτῷ τὸ λαλεῖν. Οὕτω γὰρ αὐτὸς γράφει· «Κατὰ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος Ἰησοῦ Χρι‐
10στοῦ εἰς ἐμέ.» Πάλιν τε τοῦ Χριστοῦ ἐν αὐτῷ λα‐ λοῦντος, ἔλεγε· «Πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτυρεῖταί μοι, λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.» Οὐ γὰρ ἐκτός ἐστι τοῦ Λόγου τὸ Πνεῦμα, ἀλλὰ, ἐν τῷ Λόγῳ ὂν, ἐν τῷ Θεῷ δι’ αὐ‐
15τοῦ ἐστιν· ὥστε τὰ χαρίσματα ἐν τῇ Τριάδι δίδοσθαι. Ἐν γὰρ τῇ τούτων διαιρέσει, ὡς Κορινθίοις γράφει, τὸ αὐτὸ Πνεῦμά ἐστι καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Αὐτὸς γὰρ ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι ἐνερ‐ γεῖ καὶ δίδωσι τὰ πάντα.
20 Ἀμέλει, ἐπευχόμενος Κορινθίοις, ἐν τῇ Τριά‐ δι ηὔχετο λέγων· «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Τοῦ γὰρ Πνεύμα‐ τος μετέχοντες, ἔχομεν τὴν τοῦ Λόγου χάριν, καὶ ἐν
25αὐτῷ τὴν τοῦ Πατρὸς ἀγάπην. Ὡς δὲ μία τῆς Τριά‐ δος ἡ χάρις, οὕτως ἀδιαίρετος ἡ Τριάς. Τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐπ’ αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ’ αὐ‐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,»
30εἴρηκεν, «ἐπελεύσεται ἐπὶ σέ,» εἰδὼς, ὅτι ἐν τῷ Λόγῳ ἦν τὸ Πνεῦμα· εὐθὺς γοῦν συνῆψε· «Καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τοῦ δὲ Πνεύματος ὄντος ἐν τῷ Λό‐ γῳ, δῆλον ἂν εἴη, ὡς καὶ ἐν τῷ Θεῷ ἦν διὰ τοῦ Λόγου
35τὸ Πνεῦμα. Οὕτω δὲ καὶ τοῦ Πνεύματος γενομένου ἐν ἡμῖν, ἐλεύσεται ὁ Υἱὸς, καὶ ὁ Πατὴρ, καὶ μονὴν ποιή‐ σουσιν ἐν ἡμῖν. Ἀδιαίρετος γὰρ ἡ Τριὰς, καὶ μία ταύτης ἡ θεότης· καὶ εἷς Θεὸς ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Αὕτη τῆς καθολικῆς Ἐκκλη‐
40σίας ἡ πίστις· ἐν Τριάδι γὰρ αὐτὴν ἐθεμελίωσε καὶ ἐῤῥίζωσεν ὁ Κύριος, εἰρηκὼς τοῖς μαθηταῖς· «Πο‐ ρευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Κτίσμα δὲ εἰ ἦν τὸ
45Πνεῦμα, οὐκ ἂν συνέταξεν αὐτὸ τῷ Πατρί· ἵνα μὴ ᾖ633

26

.

636

ἀνόμοιος ἑαυτῇ ἡ Τριὰς, ξένου τινὸς καὶ ἀλλοτρίου συντασσομένου αὐτῇ. Τί γὰρ ἔλειπε τῷ Θεῷ, ἵνα ἀλλοτριοούσιον προσλάβηται, καὶ σὺν αὐτῷ δοξάζηται; Μὴ γένοιτο! Οὐκ ἔστιν οὕτως. «Πλήρης,» αὐτὸς
5εἶπεν, «εἰμί.» Διὰ τοῦτο αὐτὸς ὁ Κύριος τῷ ὀνόματι τοῦ Πατρὸς αὐτὸ συνέταξεν· ἵνα δείξῃ, ὅτι οὐκ ἐκ διαφόρων, τουτέστιν ἐκ κτίστου καὶ κτίσματος, συν‐ έστηκεν ἡ ἁγία Τριάς· ἀλλὰ μία ταύτης ἡ θεότης ἐστί. Τοῦτο μαθὼν ὁ Παῦλος, ἐδίδασκε μίαν εἶναι τὴν ἐν
10αὐτῇ διδομένην χάριν, λέγων· «Εἶς Κύριος, μία πί‐ στις, ἓν βάπτισμα.» Ὥσπερ δὲ ἓν βάπτισμα, οὕτως καὶ μία πίστις· ὁ γὰρ πιστεύων εἰς τὸν Πατέρα οἶδεν ἐν τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα, οὐκ ἐκτὸς τοῦ Υἱοῦ· καὶ διὰ τοῦτο πιστεύει καὶ εἰς τὸν Υἱὸν
15καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ μία τῆς Τριά‐ δος ἡ θεότης, ἐξ ἑνὸς τοῦ Πατρὸς γινωσκομένη. Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγον‐ τες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγι‐
20νώσκουσι, κἂν ἐκ τῶν λεχθησομένων αἰσχυνόμενοι καταδυέτωσαν. Εἰ Τριάς ἐστι, καὶ ἐν Τριάδι ἐστὶν ἡ πίστις, εἰπάτωσαν, εἰ ἀεὶ Τριάς ἐστιν, ἢ ἦν, ὅτε οὐκ ἦν Τριάς. Εἰ μὲν οὖν ἀΐδιός ἐστιν ἡ Τριὰς, οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀϊδίως συνὸν τῷ Λόγῳ καὶ ἐν αὐ‐
25τῷ ὄν. Τὰ γὰρ κτίσματα ἦν, ὅτε οὐκ ἦν. Εἰ δὲ κτίσμα ἐστὶ, τὰ δὲ κτίσματα ἐξ οὐκ ὄντων ἐστὶ, δῆλον, ὅτι ἦν, ὅτε οὐκ ἦν Τριὰς, ἀλλὰ δυάς. Καὶ τί τούτου ἀσεβέστερον ἄν τις εἴποι; Ἐκ μεταβολῆς καὶ προκο‐ πῆς λέγουσι συνίστασθαι τὴν Τριάδα, καὶ δυάδα μὲν
30εἶναι, ἐκδέχεσθαι δὲ κτίσματος γένεσιν, ἵνα μετὰ Πατρὸς καὶ Υἱοῦ συνταχθῇ καὶ γένηται ἡ Τριάς. Μὴ γένοιτο κἂν εἰς νοῦν ποτε ἐλθεῖν Χριστιανῶν τὸ τοιοῦ‐ τον! Ὥσπερ γὰρ ἀεὶ ὢν ὁ Υἱὸς οὐκ ἔστι κτίσμα, οὕ‐ τως ἀεὶ οὔσης τῆς Τριάδος, οὐδέν ἐστιν ἐν αὐτῇ κτί‐
35σμα· διὸ οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα. Ὡς γὰρ ἀεὶ ἦν, οὕτως ἐστὶ καὶ νῦν· καὶ ὡς νῦν ἐστιν, οὕτως ἀεὶ ἦν, καὶ ἔστιν ἡ Τριὰς, καὶ ἐν αὐτῇ Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Καὶ εἷς Θεὸς ὁ Πατὴρ ὁ ἐπὶ πάν‐ των, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι, ὅς ἐστιν εὐλογη‐
40τὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐγὼ μὲν οὖν, ὡς ἐδή‐ λωσας, δι’ ὀλίγων καὶ ταῦτα καταγράψας ἀπ‐ έστειλα· σὺ δὲ ὡς συνετὸς, εἴ τι καὶ ἐν τούτοις λεί‐ πει, θέλησον πληρῶσαι· καὶ τοῖς μὲν οἰκείοις τῆς πίστεως ἀνάγνωθι, τοὺς δὲ φιλονεικοῦντας δυσφημεῖν
45ἔλεγχε· τάχα κἂν ὀψέ ποτε μεταγνόντες, ἀπονίψωσιν ἀπὸ τῆς ψυχῆς ἑαυτῶν τὴν προγενομένην ἐν αὐ‐ τοῖς κακόνοιαν. Καλὸν γὰρ αὐτοὺς, κατὰ τὸ γεγραμ‐ μένον, ἀποπηδῆσαι καὶ μὴ ἐγχρονίσαι· ἵνα μὴ ἐπι‐
μένοντες ἀκούσωσι τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου·635

26

.

637

«Ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.
4tΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ
5tΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ
6tΠΝΕΥΜΑΤΟΣ.
7 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλα‐ βείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ‐
10τῶν εἰπεῖν ἢ τὸ τοῦ Ἀποστόλου παράγγελμα· «Αἱρε‐ τικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παρ‐ αιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρ‐ τάνει ὢν αὐτοκατάκριτος.» Διεστραμμένην γὰρ ἔχων τὴν διάνοιαν, οὐχ ἵν’ ἀκούσας πεισθῇ, οὐδ’ ἵνα
15μαθὼν μεταγνῷ, πυνθάνεται, ἀλλ’ ἕνεκά γε τῶν ἀπα‐ τηθέντων παρ’ αὐτοῦ, μὴ ἄρα σιωπήσας καταγνωσθῇ καὶ παρ’ αὐτῶν. Ἤρκει οὖν τὰ προειρημένα· ἤρκει, τοσαύτας ἀποδείξεις λαβόντας αὐτοὺς, παύσασθαι τῆς κατὰ τοῦ ἁγίου Πνεύματος δυσφημίας. Ἀλλ’ οὐκ ἠρκέ‐
20σθησαν· πάλιν δὲ ἀναιδεύονται, ἵνα δείξωσιν, ὅτι λογομαχεῖν μελετήσαντες, καὶ λοιπὸν Πνευματομα‐ χοῦντες, ἔσονται μετ’ ὀλίγον νεκροὶ τῇ ἀλογίᾳ. Ἀμέ‐ λει κἂν ἀποκρίνηταί τις καὶ πρὸς τὰς νῦν αὐτῶν ἐρω‐ τήσεις, οὐδὲν ἧττον ἐφευρεταὶ κακῶν ἔσονται· μόνον
25ἵνα ζητοῦντες μὴ εὕρωσιν, ἢ ἀκούσαντες μὴ νοή‐ σωσιν. Οἷαι δὲ αὐτῶν αἱ σοφαὶ ἐρωτήσεις; Εἰ οὐκ ἔστι κτίσμα τὸ ἅγιον Πνεῦμα, οὐκοῦν, φασὶν, Υἱός ἐστι, καὶ ἀδελφοὶ δύο ὁ Λόγος καὶ αὐτός. Εἶτα ἐπιλέγουσιν, ὡς γράφεις· Εἰ ἐκ τοῦ Υἱοῦ λήψεται τὸ
30Πνεῦμα, καὶ παρ’ αὐτοῦ δίδοται (οὕτως γὰρ γέγρα‐ πται), εὐθὺς ἐπάγουσιν· Οὐκοῦν πάππος ὁ Πατὴρ, καὶ ἔκγονόν ἐστιν αὐτοῦ τὸ Πνεῦμα.
35 Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλλη‐ νες καθ’ ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει πρὸς τὴν τοιαύτην ἀφροσύνην αὐτῶν; Ἐγὼ γοῦν, πολλὰ λογισάμενος, καὶ ζητῶν ἁρμόζουσαν πρὸς
40αὐτοὺς ἀπόκρισιν, οὐδεμίαν εὗρον ἢ τὴν πρὸς τοὺς Φαρισαίους τότε γενομένην. Ὡς γὰρ ἐκείνους, κακο‐ ήθως ἐρωτήσαντας, ἀντηρώτησεν ὁ Σωτὴρ, ἵν’ αἴσθων‐ ται τῆς ἰδίας κακονοίας, οὕτως, ἐπειδὴ καὶ οὗτοι τοιαῦτα ἐρωτῶσιν, εἰπάτωσαν ἡμῖν αὐτοὶ, μᾶλλον δὲ
45ἀποκρινάσθωσαν ἐρωτώμενοι ὡς ἐρωτῶσιν. Ἐπει‐ δὴ γὰρ, λέγοντες, τὰς παρ’ αὐτῶν ἐφευρέσεις οὐ νοοῦσι
τάχα, κἂν ἀκούοντες, ἐπιγνῶσι τὴν ἑαυτῶν ἀφροσύ‐637

26

.

640

νην. Εἰ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται, ἀλλ’ ἐν τῷ Θεῷ ἐστι, καὶ ἐκ τοῦ Θεοῦ δίδοται· οὐκοῦν υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοὶ, αὐτό τε καὶ ὁ Υἱός· καὶ εἰ τοῦ Υἱοῦ ἐστι
5τὸ Πνεῦμα, καὶ παρὰ τοῦ Υἱοῦ πάντα δέχεται τὸ Πνεῦ‐ μα, ὡς αὐτὸς εἴρηκε, καὶ «ἐμφυσήσας δέδωκεν αὐ‐ τὸ τοῖς μαθηταῖς» (ὁμολογεῖτε γὰρ ταῦτα καὶ ὑμεῖς), οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ, καὶ ἔκγονον αὐτοῦ ἐστι τὸ Πνεῦμα. Ἅπερ γὰρ ἐρωτῶντες ἀπαι‐
10τεῖτε παρ’ ἡμῶν, τὰ αὐτὰ καὶ ὑμᾶς ἐκ τῶν αὐτῶν ἐρωτᾶσθαι δίκαιον. Εἰ μὲν οὖν ἀρνεῖσθε τὰ γεγραμ‐ μένα, οὐκ ἔτι μὲν ὑμεῖς Χριστιανοὶ λεχθείητε ἄν· δίκαιον δὲ ἡμᾶς τοὺς Χριστιανοὺς ἐρωτᾶσθαι παρ’ ὑμῶν· εἰ δὲ τὰ αὐτὰ ἡμῖν ἀναγινώσκετε, ἀνάγκη καὶ
15ὑμᾶς περὶ τῶν αὐτῶν οὕτως ἐρωτᾶσθαι παρ’ ἡμῶν. Εἴπατε τοίνυν, καὶ μὴ μέλλετε, εἰ Υἱός ἐστι τὸ Πνεῦμα, καὶ πάππος ὁ Πατήρ. Ἂν δὲ διαλογιζόμενοι, ὡς οἱ τότε Φαρισαῖοι πεποιήκασιν, εἴπητε καὶ ὑμεῖς πρὸς ἑαυτούς· Ἐὰν εἴπωμεν, ὅτι Υἱός ἐστιν, ἀκουσό‐
20μεθα· Ποῦ γέγραπται; ἐὰν δὲ εἴπωμεν· Οὐκ ἔστιν Υἱὸς, φοβούμεθα μὴ εἴπωσιν ἡμῖν· Πῶς οὖν γέγραπται «Ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ»; Τοιαῦτα δὲ διαμα‐ χόμενοι πρὸς ἑαυτοὺς, ἐὰν εἴπητε καὶ ὑμεῖς, Οὐκ οἴ‐
25δαμεν, ἀνάγκη καὶ τὸν ἐρωτώμενον τοιαῦτα παρ’ ὑμῶν σιωπᾷν, πειθόμενον τῷ λέγοντι· «Μὴ ἀποκρί‐ νου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ· ἀλλ’ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφρο‐ σύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ.»
30Ἀπόκρισις δὲ ὑμῖν ἁρμόζουσα μάλιστα ἡ σιωπή· ἵνα τὴν ἑαυτῶν ἄγνοιαν ἐπιγνῶτε. Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρω‐ τᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφη‐
35τεύει, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται, οὐκοῦν καὶ τὸ Πνεῦμα Λόγος ἐστὶ τοῦ Θεοῦ, καὶ δύο εἰσὶ Λόγοι, τό τε Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο‐ φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου
40ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ «ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν,» καὶ πάντα ἐν σοφίᾳ ἐποίησε (γέγραπται δὲ, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθή‐ σονται),» οὐκοῦν ἢ τὸ Πνεῦμα ὁ Λόγος ἐστὶν, ἢ ἐν
45δυσὶ πεποίηκεν ὁ Θεὸς τὰ πάντα, ἔν τε τῇ Σοφίᾳ καὶ τῷ Πνεύματι. Καὶ πῶς ὁ Παῦλός φησιν «Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι’ οὗ τὰ πάντα»; Καὶ
πάλιν· «Ἐπειδὴ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς τοῦ639

26

.

641

ἀοράτου,» ἔστι δὲ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ (γέγρα‐ πται γάρ· «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»), οὐκοῦν κατὰ τοῦτο πάπ‐ πος ὁ Πατήρ. Καὶ ἐπειδὴ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι
5τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου·» οὐκοῦν καὶ οὕτω πάππος ὁ Πατήρ. Τί πρὸς ταῦτα, καίτοι πάντα λέγοντες εὐχερῶς; Τί διαλογίζεσθε πρὸς ἑαυτούς; Ἢ ὁρῶντες ἑαυτοὺς ἀποροῦντας, μέμφε‐
10σθε τὰς τοιαύτας ἐρωτήσεις; Ἀλλὰ πρότερον ἑαυτῶν κατάγνωτε (ὑμεῖς γὰρ τοιαῦτα ἐρωτᾷν εἰώ‐ θατε), καὶ πείθεσθε ταῖς Γραφαῖς, καὶ ἀποροῦντες εἰπεῖν, μάθετε λοιπόν· Υἱὸς μὲν ἐν ταῖς Γραφαῖς τὸ Πνεῦμα οὐκ ὠνομάσθη, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Πνεῦμα
15τοῦ Θεοῦ. Ὥσπερ δὲ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὕτως οὐδὲ περὶ τοῦ Υἱοῦ γέγραπται, ὅτι αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Ἆρ’ οὖν, ἐπειδὴ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὐδ’ ὅτι Υἱός ἐστι τὸ Πνεῦμα, διαφωνεῖ τῆς ἀληθείας ἡ πίστις; Μὴ γένοιτο! Ἀλλὰ καὶ μᾶλλον
20ἕκαστον τῶν σημαινομένων ἔχει τὴν ἰδίαν γνῶσιν. Καὶ γὰρ ὁ Υἱὸς ἴδιον τῆς οὐσίας καὶ τῆς φύσεως τοῦ Πατρός ἐστι γέννημα, καὶ τοῦτο ἔχει τὸ σημαινόμενον. Καὶ τὸ Πνεῦμα δὲ λεγόμενον τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ ὂν, οὐ ξένον ἐστὶ τῆς τοῦ Υἱοῦ φύσεως, οὔτε τῆς τοῦ Πα‐
25τρὸς θεότητος. Διὰ τοῦτο γὰρ ἐν Τριάδι, ἐν Πατρὶ, καὶ ἐν Υἱῷ, καὶ ἐν αὐτῷ τῷ Πνεύματι, μία θεότης ἐστὶ, καὶ ἐν αὐτῇ τῇ Τριάδι ἕν ἐστι τὸ βάπτισμα, καὶ μία ἡ πίστις. Ἀμέλει τοῦ Πατρὸς πέμποντος τὸ Πνεῦμα, ὁ Υἱὸς ἐμφυσῶν δίδωσιν αὐτὸ τοῖς μαθηταῖς· ἐπειδὴ
30«πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι.» Καὶ τοῦ Λόγου γινομένου ἐν τοῖς προφήταις, αὐτοὶ τῷ Πνεύματι ἐπροφήτευον, ὡς γέγραπται καὶ δέδεικται· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.»
36 Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ’ ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐ‐ τῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνη‐ τέον. Εἰ καὶ Υἱὸς οὐκ ὠνομάσθη τὸ Πνεῦμα τὸ ἅγιον,
40ἀλλ’ οὐκ ἔστιν ἐκτὸς τοῦ Υἱοῦ· Πνεῦμα γὰρ υἱοθεσίας εἴρηται· καὶ ἐπειδὴ «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,» ἀκολούθως εἴρηται περὶ τοῦ Πνεύματος· «Πνεῦμα σοφίας, καὶ Πνεῦμα δυνάμεώς ἐστι.» Τοῦ γὰρ Πνεύματος μετέχοντες, ἔχομεν τὸν Υἱὸν, καὶ τὸν
45Υἱὸν ἔχοντες, ἔχομεν τὸ Πνεῦμα, κράζον ἐν ταῖς καρ‐ δίαις ἡμῶν, «Ἀββᾶ ὁ Πατὴρ,» ὡς ὁ Παῦλος εἴρηκεν. Εἰ δ’ ὅτι τὸ Πνεῦμά ἐστι τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ εἶναι γέγραπται· «Τὰ τοῦ Θεοῦ γὰρ οὐδεὶς οἶ‐ δεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ·» καὶ ὁ

26

.

641

(50)

Υἱὸς δὲ εἴρηκεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ
ἐν ἐμοί·» διὰ τί τὸ αὐτὸ ὄνομα οὐκ ἔστι τούτῳ641

26

.

644

καὶ τούτῳ, ἀλλ’ ὁ μὲν Υἱὸς, τὸ δὲ Πνεῦμα; Ἄν τις οὕ‐ τως ἐρωτᾷ, μαίνοιτο ἂν ὁ τοιοῦτος, ἐρευνῶν τὰ ἀν‐ ερεύνητα, καὶ παρακούων τοῦ Ἀποστόλου, λέγοντος· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος
5αὐτοῦ ἐγένετο;» Ἄλλως τε ἃ ὁ Θεὸς ὠνόμασε, τίς μετονομάσαι τολμήσει; ἐπεὶ εἰς τὰ τῆς κτίσεως ἐπι‐ χορηγείτω. Εἰπάτωσαν, ἐπειδὴ ἡ κτίσις τῷ αὐτῷ νεύ‐ ματι γέγονε, διὰ τί ὁ μὲν ἥλιος, ὁ δὲ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ ἀήρ; Εἰ δὲ ἀδύνατον τοῦ‐
10τό γε τοῖς ἄφροσι (μένει γὰρ ἕκαστον, ὡς γέγονε), πολλῷ μᾶλλον τὰ ἄνω τῆς κτίσεως ἀΐδιον ἔχει τὴν διαμονὴν, καὶ οὐκ ἔστιν ἄλλως, ἢ ὥς ἐστιν ὁ Πατὴρ Πατὴρ, καὶ οὐ πάππος, καὶ ὁ Υἱὸς Υἱός ἐστι τοῦ Θεοῦ, καὶ οὐ Πατὴρ τοῦ Πνεύματος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον
15Πνεῦμα ἅγιον, καὶ οὐκ ἔκγονον τοῦ Πατρὸς, οὐδὲ ἀδελφὸς τοῦ Υἱοῦ.
18 Τούτων οὕτω δεικνυμένων, μαίνοιτ’ ἄν τις ἐρω‐ τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ
20γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θεοῦ φύσεως καὶ ἰδιότητος· ἀλλ’ ὡς γέγραπται, πιστευέτω καὶ μὴ λεγέτω· Διὰ τί οὕτως καὶ μὴ οὕτως; ἵνα μὴ τοιαῦτα διαλογιζόμενος, ἄρξηται με‐ λετᾷν καὶ λέγειν· Ποῦ οὖν ἐστιν ὁ Θεὸς, καὶ πῶς
25ἐστι; καὶ λοιπὸν ἀκούσει· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.» Τὰ γὰρ τῇ πίστει παραδιδό‐ μενα ἀπεριέργαστον ἔχει τὴν γνῶσιν. Οἱ γοῦν μαθηταὶ, ἀκούσαντες, «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ‐
30ματος,» οὐ περιειργάσαντο, διὰ τί δεύτερον ὁ Υἱὸς, καὶ τρίτον τὸ Πνεῦμα, ἢ διὰ τί ὅλως Τριάς· ἀλλ’ ὡς ἤκουσαν, ἐπίστευσαν· καὶ οὐχ ὥσπερ ὑμεῖς ἠρώτη‐ σαν· Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; Οὐδὲ, εἰπόντος τοῦ Κυρίου μετὰ τὸν Υἱὸν τὸ Πνεῦμα, ἠρώτησαν· Πάπ‐
35πος οὖν ὁ Πατήρ; Οὐ γὰρ ἤκουσαν εἰς ὄνομα πάπ‐ που, ἀλλ’ εἰς ὄνομα Πατρὸς, καὶ ταύτην τὴν πίστιν ἐκήρυξαν πανταχοῦ, λογισάμενοι ὀρθῶς. Οὐ γὰρ ἦν ἄλλως εἰπεῖν, ἢ ὡς εἴρηκεν ὁ Σωτήρ· ἑαυτὸν μὲν Υἱὸν, τὸ δὲ Πνεῦμα ἅγιον· οὐδ’ ἐναλλάξαι
40θέμις ἢ ὡς συντέτακται, ὥσπερ καὶ ἐπὶ τοῦ Πατρός. Ὡς γὰρ οὐκ ἔξεστιν ἄλλως εἰπεῖν περὶ αὐτοῦ, ἢ ὅτι Πατὴρ, οὕτως ἀσεβὲς ἐρωτᾷν, εἰ Υἱός ἐστι τὸ Πνεῦμα, ἢ τὸ Πνεῦμα Υἱός. Διὰ τοῦτο Σαβέλλιος ἀλλότριος τῆς Ἐκκλησίας ἐκρίθη, τολμήσας εἰπεῖν ἐπὶ
45τοῦ Πατρὸς τὸ Υἱὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ τοῦ Πα‐ τρὸς ὄνομα. Ἆρ’ οὖν ἔτι μετὰ ταῦτα τολμήσει τις ἀκούων Υἱὸν καὶ Πνεῦμα εἰπεῖν· Πάππος οὖν ὁ
Πατὴρ, ἢ Υἱὸς οὖν τὸ Πνεῦμα; Ναὶ τολμήσουσιν643

26

.

645

Εὐνόμιοι, καὶ Εὐδόξιοι, καὶ Εὐσέβιοι. Ἅπαξ γὰρ ὑποκρινόμενοι τὴν Ἀρειανὴν αἵρεσιν, οὐ μὴ παύσουσι τὴν ἑαυτῶν γλῶσσαν ἀπὸ ἀσεβείας. Τίς γὰρ αὐτοῖς παρέδωκε ταῦτα; Τίς ὁ διδάξας; Ἀλλ’ οὐδεὶς ἐκ τῶν
5θείων Γραφῶν· ἐκ δὲ τοῦ περισσεύματος τῆς καρδίας αὐτῶν ἐξῆλθεν ἡ τοιαύτη παραφροσύνη. Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς
10(διὰ τούτου γὰρ τὰ γενητὰ ἐκτίσθη), ἐρωτᾷν, Πατὴρ οὖν ἐστιν ὁ Υἱός; Ἢ καὶ οὕτως· Τὸ Πνεῦμα οὖν ἐστιν ὁ Υἱὸς, καὶ ὁ Υἱὸς αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον; Τοιαῦτα δὲ λογιζόμενοι, ἔξω μὲν τῆς ἁγίας Τριάδος ἔσονται, ἄθεοι δὲ κριθήσονται, ἀλλάσ‐
15σοντες τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· μεταφέροντές τε αὐτὸ, ὡς θέλου‐ σιν, ἐν ὁμοιώματι γενέσεως ἀνθρωπίνης, ἔκγονα καὶ πάππους ὀνομάζοντες, καὶ τὴν Ἑλλήνων θεο‐ γονίαν ἑαυτοῖς ἀναπλασσόμενοι. Οὐκ ἔστι δὲ αὕτη
20τῆς Ἐκκλησίας ἡ πίστις, ἀλλ’ ὡς εἶπεν ὁ Σωτὴρ, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα μέντοι, οὐ δυνάμενον λέγεσθαι πάππον, καὶ Υἱὸν οὐ δυνά‐ μενον λέγεσθαι Πατέρα, καὶ Πνεῦμα ἅγιον οὐκ ἄλλως ἢ οὕτως ὀνομαζόμενον. Ἐπὶ ταύτης τῆς πίστεως
25οὐκ ἔστιν ἐναλλὰξ εἰπεῖν· ἀλλ’ ἀεὶ ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι καὶ λέγεται. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρωπίνων, οὐκ ἔστιν οὕτως, κἂν οἱ Ἀρεια‐ νοὶ τοιαῦτα φαντάζωνται. Ὡς γὰρ γέγραπται,
30«Οὐχ ὡς ἄνθρωπος ὁ Θεός,» οὕτως ἄν τις εἴποι, οὐχ ὡς Θεὸς οἱ ἄνθρωποι. Ἐπὶ γὰρ τῶν ἀνθρώπων, οὐκ ἔστιν ὁ πατὴρ ἀεὶ πατὴρ, οὐδὲ ὁ υἱὸς ἀεὶ υἱός. Ὁ γὰρ αὐτὸς πατὴρ μὲν υἱοῦ γίνεται, αὐτὸς δὲ ἑτέρου γέγο‐ νεν υἱὸς, καὶ ὁ υἱὸς πατρὸς ὢν υἱὸς, ἄλλου γίνεται
35πατήρ. Ἀβραὰμ γοῦν υἱὸς ὢν τοῦ Ναχὼρ, πα‐ τὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ δὲ υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ. Ἕκαστος γὰρ, μέρος ὢν τοῦ γονέως, γεννᾶται μὲν υἱὸς, γίνεται δὲ καὶ αὐτὸς ἑτέρου πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐχ
40οὕτως, ἐπεὶ μὴ ὡς ἄνθρωπος ὁ Θεός. Ὁ γοῦν Πατὴρ οὐκ ἐκ Πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γενησόμενον ἑτέρου Πατέρα· οὐδὲ ὁ Υἱὸς μέρος ἐστὶ τοῦ Πατρὸς, διὸ οὐδὲ γέννημά ἐστιν εἰς τὸ γεννᾷν Υἱόν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως καὶ μόνος
45Πατὴρ ὢν, ἔστι καὶ ἦν καὶ ἀεί ἐστι. Καὶ ὁ Υἱὸς κυ‐ ρίως, καὶ μόνος Υἱός ἐστι. Καὶ ἐπὶ τούτων ἕστηκε τὸ, ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ, Υἱὸς ἀεὶ Υἱὸς, εἶναί τε καὶ λέγεσθαι· καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι· καὶ τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ

26

.

645

(50)

παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν.645

26

.

648

Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομένη. Οὐκοῦν ὁ ἐρωτῶν, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὡς δυναμένου τοῦ ὀνόματος ἀλ‐ λάσσεσθαι, φαντάζεται, καὶ μανίαν ἑαυτῷ περιποιεῖ‐
5ται. Καὶ ὁ ἐρωτῶν δὲ, πάππος οὖν ἐστιν ὁ Πατὴρ, ἐπινοῶν ὄνομα τῷ Πατρὶ, πλανᾶται τῇ καρδίᾳ. Ἀπο‐ κρίνασθαι μὲν οὖν ἔτι πρὸς τὴν ἀναίδειαν τῶν αἱρε‐ τικῶν οὐκ ἀσφαλές· μάχεσθαι γάρ ἐστι τῇ ἀποστολικῇ παραινέσει· συμβουλεύειν δὲ μᾶλλον, ὡς παρήγ‐ γειλεν αὐτὸς, καλόν.
10 Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι τὸ Πνεῦμα καὶ πάππος ὁ Πατήρ; Οὕτω γελῶσιν ὁ ἐν Καισαρείᾳ καὶ ὁ ἐν τῇ Σκυθοπό‐
15λει. Ἀρκεῖ πιστεύειν ὑμᾶς, ὅτι οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλὰ Πνεῦμα τοῦ Θεοῦ ἐστι, καὶ ἐν αὐτῷ Τριὰς, Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Καὶ οὔτε τὸ Πατὴρ ὄνομα ἐπὶ Υἱοῦ ὀνομάζειν χρὴ, οὔτε τὸ Πνεῦμα λέγειν ἔξεστιν αὐτὸ εἶναι τὸν Υἱὸν,
20οὔτε τὸν Υἱὸν αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ’ οὕτως ἐστὶν, ὡς εἴρηται, καὶ μία ἡ ἐν ταύτῃ τῇ Τριάδι θεότης ἐστὶ, καὶ μία πίστις, καὶ ἓν βάπτισμά ἐστιν, ἐν αὐτῇ διδόμενον, καὶ ἡ τελείωσις μία, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’
25οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύ‐ ματι εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων.
Ἀμήν.647