TLG 2035 042 :: ATHANASIUS :: Orationes tres contra Arianos

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Orationes tres contra Arianos

Citation: Volume — page — (line)

26

.

12

(32t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
33tΑΘΑΝΑΣΙΟΥ
34tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
35tΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
39Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν,
40ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ12

26

.

13

τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ ἐξελθεῖν ἀφ’ ἡμῶν τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι μεθ’ ἡμῶν
5τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, Μὴ συν‐ άγοντες μεθ’ ἡμῶν, σκορπίζουσι μετὰ τοῦ διαβό‐ λου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, ἔχωσι τοὺς συναπο‐ θνήσκοντας ἑαυτοῖς. Ἐπειδὴ δὲ ἡ μία τῶν αἱρέ‐
10σεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ Ἀν‐ τιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὖσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν Γραφῶν λέξεις,
15ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς Ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· εὔλογον γὰρ οὐδὲν παρ’ αὐτῇ· καὶ ἐπλάνησέ γε
20τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθα‐ ρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν τὸ πικρὸν γλυκὺ, καὶ τὴν βδελυκτὴν αἵρεσιν λέγειν καλήν· ἀναγ‐ καῖον ἡγησάμην προτραπεὶς παρ’ ὑμῶν διελεῖν τὴν
25πτύξιν τοῦ θώρακος τῆς μιαρᾶς αἱρέσεως ταύτης, καὶ δεῖξαι τὴν δυσωδίαν τῆς ἀφροσύνης αὐτῆς· ἵνα οἱ μὲν πόῤῥωθεν ὄντες αὐτῆς ἔτι φύγωσιν αὐτὴν, οἱ δ’ ἀπατηθέντες ἀπ’ αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγ‐ μένοις τοῖς ὀφθαλμοῖς τῆς καρδίας νοήσωσιν, ὅτι,
30ὥσπερ τὸ σκότος οὐκ ἔστι φῶς, οὐδὲ τὸ ψεῦδος ἀλή‐ θεια, οὕτως οὐδὲ ἡ Ἀρειανὴ αἵρεσίς ἐστι καλή. Ἀλλὰ καὶ οἱ τούτους καλοῦντες Χριστιανοὺς πολὺ καὶ λίαν πλανῶνται, ὡς μήτε τὰς Γραφὰς ἀνεγνωκό‐ τες, μήτε ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ
35τὴν ἐν αὐτῷ πίστιν.
37 Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν
40αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαρα‐ βᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μη‐
δὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέ‐14

26

.

16

ξανδρον συνιστάνειν ὡς καλῶς φρονοῦντας, καὶ ψεύ‐ δεσθαι κατ’ αὐτῶν τὸν Ἀπόστολον. Ἀλλ’ οὔτε ταῦτ’ ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν τολ‐ μῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν
5ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παρ’ αὐτοῖς Ἄρειος, ὡς παρὰ Μανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἁγίων Σωτάδης τις ἐξεύρηται παρ’ αὐτοῖς ὁ καὶ παρ’ Ἕλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον
10καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς Θαλίας· τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορ‐ χούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆρος δυσ‐ φημίαις, ὥστε τοὺς ἐμπίπτοντας εἰς τὴν αἵρε‐ σιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσ‐
15σειν δὲ τὸ ὄνομα τοῦ Κυρίου τῆς δόξης ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἀντὶ Χριστιανῶν λοι‐ πὸν Ἀρειανοὺς ὀνομάζεσθαι, τοῦτό τε τῆς ἀσε‐ βείας ἔχειν τὸ γνώρισμα. Μὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ
20ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμε‐ νοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ
25τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ’ ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν· τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γε‐ νομένων, καὶ διακονησάντων τὸ τοῦ Σωτῆρος
30Εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ’ ἀπὸ τοῦ Χριστοῦ Χριστιανοὶ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα. Οἱ δὲ παρ’ ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι κτῆμα.
35 Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χρι‐ στιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ οἱ μὲν παραμείναν‐ τες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί·
οἱ δ’ ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χρι‐16

26

.

17

στιανοὶ, Μαρκιωνισταὶ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σί‐ μων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Οὐαλεντινιανοὶ, οἱ δὲ
5Βασιλιδιανοὶ, οἱ δὲ Μανιχαῖοι, κἀκεῖνοι Σιμωνιανοὶ, καὶ ἄλλοι κατὰ Φρύγας ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου Νοουατιανοὶ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ Μελιτιανοὺς
10ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν,
15Ἀρειανοὶ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε
20αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδα‐ σκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώ‐ μεθα· ἀλλά γε τὰ τοῦ Χριστοῦ παρ’ αὐτῶν διδασκό‐ μενοι, Χριστιανοὶ οὐδὲν ἧττον ἐσμὲν καὶ καλούμεθα.
25Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτή‐ σαντος Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν δια‐ δεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου
30γνωριζόμενοι Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ Ἑλλήνων καὶ νῦν εἰς τὴν Ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν τῶν εἰ‐ δώλων δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμ‐ βάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ Σωτῆρος,
35καὶ ἀντὶ Ἑλλήνων ἄρχονται Χριστιανοὶ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους ἀπιόντες, ἢ ὅσοι δ’ ἂν ἀπὸ τῆς Ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ Ἀρειανοὶ καλοῦνται, ὡς οὐκέτι τὴν Χριστοῦ πίστιν ἔχοντες, ἀλλὰ τῆς Ἀρείου γενόμενοι μανίας διάδο‐
40χοι.18

26

.

20

Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; Ἢ πῶς τῆς καθολικῆς Ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν κακῶν ἐφευρεταὶ γενόμενοι, οἱ τὰ μὲν τῶν
5θείων Γραφῶν λόγια καταλείψαντες, τὰς δὲ Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες; Εἰκότως τοῦτο λέγοντες καινὴν γὰρ αἵρεσιν ἀπαγγέλ‐ λουσι. Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν
10Παλαιὰν καὶ τὴν Καινὴν γραψάντων, καὶ παρὰ μη‐ δενὶ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παρ’ ἑτέρων, ὁ θαυ‐
15μαστὸς Ἄρειος οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα
20ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρει‐ μένοις μέλεσι σημαίνειν; ἵν’ ὥσπερ ἡ σοφία φησὶν, Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ, οὕτως ἀπ’ ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται.
25Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολ‐ λάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖ‐
30σθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπ‐ εκρίνοντο μὲν ὀνομάζειν τὸν Θεὸν, ἠλέγχοντο δὲ βλα‐ σφημοῦντες ἐν τῷ λέγειν, διὰ τί σὺ, ἄνθρωπος ὢν Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, Ἐγὼ καὶ ὁ Πα‐ τὴρ ἕν ἐσμεν, οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος
35Ἄρειος ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρ‐ εντιθεὶς τὰς τῶν Γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν.
40 Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· «Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων,
45ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων20

26

.

21

κατ’ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περι‐ κλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων.» Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παρ’ αὐτοῦ σκώμματα φευ‐
5κτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλ’ ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ οὔπω Πατὴρ ἦν ὕστερον δὲ ἐπιγέγονε Πατήρ. Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων
10γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλ’ ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐ‐ τός. Ἦν γὰρ, φησὶ, μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λό‐ γος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι,
15τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον, καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς δι’ αὐτοῦ δη‐ μιουργήσῃ. Δύο γοῦν σοφίας φησὶν εἶναι, μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετ‐
20έχοντα ὠνομάσθαι μόνον Σοφίαν καὶ Λόγον. Ἡ Σοφία γὰρ, φησὶ, τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει. Οὕτω καὶ Λόγον ἕτερον εἶναι λέγει παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν.» Ἔστι δὲ
25καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλού‐ μενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, «ὅτι πολλαὶ δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀλη‐ θινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυ‐
30νάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ ἡ ἀκρὶς καὶ ἡ κάμπη οὐ δύναμις μόνον, ἀλλὰ καὶ μεγάλη προσ‐ αγορεύεται· αἱ δ’ ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι τῷ Υἱῷ, περὶ ὧν καὶ Δαβὶδ ψάλλει λέγων· Κύριος τῶν δυνά‐ μεων· καὶ τῇ μὲν φύσει, ὥσπερ πάντες, οὕτω
35καὶ αὐτὸς ὁ Λόγος ἐστὶ τρεπτὸς, τῷ δὲ ἰδίῳ αὐτεξου‐ σίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ ἡμεῖς, τρε‐ πτῆς ὢν φύσεως. Διὰ τοῦτο γὰρ, φησὶ, καὶ προγινώ‐ σκων ὁ Θεὸς ἔσεσθαι καλὸν αὐτὸν, προλαβὼν αὐτῷ
40ταύτην τὴν δόξαν δέδωκεν, ἢν ἄνθρωπος καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι πε‐ ποίηκε.
45«Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν, ὅτι οὐδὲ Θεὸς ἀλη‐22

26

.

24

θινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλ’ οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μό‐ νον Θεός. Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων
5τοῦ Θεοῦ κατ’ οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι· τῶν δὲ γενητῶν καὶ κτι‐ σμάτων ἴδιος καὶ εἷς αὐτῶν τυγχάνει. Μετὰ τούτων δὲ ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου γε‐
10νόμενος, ἔθηκεν ἐν τῇ Θαλείᾳ, ὡς ἄρα καὶ τῷ Υἱῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾷν, οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέ‐ πει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέ‐
15πει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύ‐ ναμιν. Καὶ γὰρ καὶ ὁ Υἱὸς, φησὶν, οὐ μόνον τὸν Πα‐ τέρα ἀκριβῶς οὐ γινώσκει· λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ
20ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι, καὶ ἀλλότριοι, καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπ’ ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν
25εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παν‐ τελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύ‐ ματος· τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσε‐ βής· καὶ διῃρημένον δὲ εἶναι καθ’ ἑαυτὸν, καὶ ἀμέτ‐ οχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε.»
30Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμέ‐ νων μυθιδίων ἐστὶν Ἀρείου. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς Θαλείας ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων; Τίς οὐ
35θεωρεῖ τοῦτον διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί, Τίς δὲ, τοῖς ἑξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ, ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυ‐
40ναῖκα; Τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξ‐ ίσταται; Ὁ μὲν οὖν οὐρανὸς, ὡς ὁ προφήτης φη‐ σὶν, ἐξέστη, καὶ ἡ γῆ ἔφριξεν ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου γε‐
45νομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ24

26

.

25

ἡμῶν ὑπέμεινεν, ἀπεστράφη, καὶ τὰς ἀκτῖνας συ‐ στείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώ‐ πων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει
5μὲν τὰς ἀκοὰς, καμμύσει δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτ’ ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὠσηὲ
10προείρηκεν, Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελά‐ λησαν κατ’ ἐμοῦ ψευδῆ. Καὶ μετ’ ὀλίγα· Καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς
15οὐδέν. Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέν‐ τες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. Διὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα τὸν Ἄρειον ἐξέβαλε τῆς Ἐκκλησίας, καὶ ἀνεθεμάτισεν οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοι‐
20πὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας
25φεύγειν ἀπ’ αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομέ‐ νων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμε‐ νοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειαν ἡγοῦνται τὴν αἵρεσιν, καὶ τοὺς ταῦτα φρο‐ νοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν
30ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες ἐπιστομισθῶσι καὶ φύγωσιν ἀπ’ αὐτῆς ὡς ἀπὸ προσ‐ ώπου ὄφεως. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας
35Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλα‐ σφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Μα‐
40νιχαίων λεγόντων μέρη τινὰ τῶν Εὐαγγελίων ἀρνή‐ σονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττο‐ λογοῦσι, μαθέτωσαν ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν ἰδίαν τῆς
45κακίας δυσωδίαν κιχρᾶται τὰς λέξεις τῶν Γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπεί‐
ρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὔαν ἠπά‐26

26

.

28

τησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἄρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσα‐ σθαι δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ
5οὕτως ὁ πανοῦργος· εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσε‐ βήσας. πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν, ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκα‐
10λύπτοντα περὶ αὐτοῦ; Ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορη‐ γοῦντα λόγον; Τίς δὲ πιστεύσει λέγοντι τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ἐκ νεκρῶν δι’ ἡμᾶς πρω‐ τότοκον γενόμενον Χριστόν; Πῶς δὲ οὐκ, ἄντι‐
15κρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται καὶ περὶ τῆς ἐνσάρ‐ κου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ οἱ τότε Ἰου‐ δαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, πάντων ἀθρόως
20ἀφῃρέθησαν, καὶ γεγόνασιν ἔρημοι φωτὸς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας, καὶ νῦν οὐδὲν συνιέντες, ὡς ἐν σκότῳ περι‐ πατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; Ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱ‐
25ρέσεως ἤκουσαν τοιαῦτα; Τίς, ὅτε κατηχοῦντο, τοι‐ αῦτα λελάληκεν αὐτοῖς; Τίς αὐτοῖς εἴρηκεν, ὅτι, τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματι καὶ ποιήματι πάλιν προσέρχεσθε λατρεύειν; Εἰ δὲ καὶ αὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοι‐
30αῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πα‐ τέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ ἐκ πατέ‐ ρων, ἀλλὰ νῦν ἐφευρεθὲν, τί ἂν εἴη ἕτερον ἡ περὶ οὗ προείρηκεν ὁ μακάριος Παῦλος· Ἐν ὑστέ‐ ροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης
35πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολό‐ γων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, καὶ ἀποστρεφομένων τὴν ἀλήθειαν.
40 Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων Γραφῶν παῤ‐ ῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύ‐ χνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀλη‐
45θινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτί‐ σμα οὔτε ποίημα, ἀλλ’ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας
γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς28

26

.

29

ὁμοούσιος ὑπάρχων. Τὰ δ’ ἄλλα, οἷς εἶπεν, Ἐγὼ εἶπα· Θεοί ἐστε, μόνον μετοχῇ τοῦ Λόγου διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστά‐
5σεως, καὶ φῶς ἐκ φωτὸς, καὶ δύναμις καὶ εἰκὼν ἀλη‐ θινὴ τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος
10καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς παν‐ εγκλήτου Θαλίας προφέρουσιν; Ἢ πρῶτον ἀναγνώ‐ τωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παρ’ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖν‐ ται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δ’ ἂν
15εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι «Οὐκ ἀεὶ ὁ Θεὸς Πα‐ τὴρ ἦν, ἀλλ’ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ. Οὐκ ἔστιν ἐκ τοῦ Πατρός· ἀλλ’ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός. Οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα.
20Καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη. Οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ
25Πατρὸς Λόγος, ἀλλ’ ὀνόματι μόνον λέγεται Λό‐ γος καὶ Σοφία, καὶ χάριτι λέγεται Υἱὸς καὶ δύναμις. Οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάλη‐ ψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα.» Θαυμαστή γε
30ἡ αἵρεσις μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρ’ ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέ‐ ρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥή‐
35ματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (Θεὸς γὰρ ἦν ὁ Λόγος·) ἐρωτώμενον ἀποκρίνα‐ σθαι, ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν,
40ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, ἢ τὸ ἀφ’ οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατ’ ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ
τῷ Πατρὶ συνάπτειν αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι30

26

.

32

κατ’ οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πα‐ τρὸς εἶναι· κτίσμα εἶναι, ἢ δι’ αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ δι’ ἐκείνου τοῦτον γεγενῆ‐
5σθαι καὶ δι’ ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον Σοφίαν καὶ Λόγον κεκλῆσθαι, κἀκείνης τῆς σο‐ φίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι.
9Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει
10Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ταῦθ’ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν Γραφῶν εἰρήκαμεν καὶ λέγομεν; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σω‐ τὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἕλλησι καὶ τοῖς νῦν
15Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, ἃ βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Υἱὸς ἀληθινός ἐστι, καὶ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ἐπὶ πάντων εὐλογημένος εἰς τοὺς αἰῶ‐ νας, πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν Θαλείαν, ὡς εἰ‐
20κόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων οὐκ οἶδεν, ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλ’ ἕτερα φθεγγόμενοι παρὰ
25ταῦτα. Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν Γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς υἱοὶ τοῦ αἰῶνος τούτου ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ τῆς ἀγριελαίου, καὶ φοβού‐
30μενοι μὴ ταχέως ἀποσβεσθῇ, (Φῶς γὰρ, φησὶν, ἀσε‐ βῶν σβέννυται·) τοῦτον μὲν κρύπτουσιν ὑπὸ τὸν μόδιον τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλ‐ λονται, ἵν’ οἱ εἰσερχόμενοι πρὸς αὐτοὺς ὑπὸ τῆς ὑπο‐
35κρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱ‐ ρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παρ’ αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; Πόθεν γὰρ ἑαυτοῖς συνεφόρη‐
40σαν τὰ ῥημάτια ταῦτα; Ἢ παρὰ τίνος ἄρα λα‐ βόντες, τοιαῦτα τετολμήκασι λέγειν; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ Θεὸν, τοῦτον τολμᾷ λέγειν ἕνα εἶναι τῶν
45κτισμάτων, καὶ, Οὐκ ἦν πρὶν ποιηθῇ; ἢ τίς ἐστιν,
ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὗτός32

26

.

33

ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φάσκων, ὅτι οὐκ ἔστιν υἱὸς, ἀλλὰ ποίημα; Πλέον γὰρ ἀγανακτήσουσι πάντες κατ’ αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλ’ οὐδὲ ἐκ τῶν Γραφῶν ἔχουσι τὰς προφάσεις. Ἐδείχθη γὰρ
5πολλάκις, δειχθήσεται δὲ καὶ νῦν ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰ‐ πεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ἐστιν
10ἡμῖν διὰ τούτων ἡ πάλη· ἵνα, τοῦ Κυρίου βοηθοῦν‐ τος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπι‐ σπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέ‐ ποτε, ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.
16 Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ
20δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέ‐ γετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν, ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ποτὲ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ.
25Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε, ὅτε αὐτὸς οὐκ ἦν· μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις. Πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός; Οὐκοῦν ἐν τούτοις ἀπο‐ ροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, Ἦν ποτε χρό‐ νος, ὅτε οὐκ ἦν ὁ Λόγος· τοῦτο γὰρ φύσει ση‐
30μαίνει καὶ αὐτὸ τὸ ποτέ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, Οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ, ταυτόν ἐστι λέγειν ὑμᾶς, Ἦν ποτε ὅτε οὐκ ἦν· χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν ὑμῖν ἐξεύρηται
35ταῦτα; Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οὐδεμία γὰρ τῶν ἁγίων Γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ τὸ συνεῖναι ἀεὶ τῷ
40Πατρί. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ἐν τῇ Ἀποκαλύψει τάδε λέγει· Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἦν τίς ἂν ἀφέλοιτο τὸν ἀΐδιον; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς
45Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε γράφων· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· Ἕλληνας δὲ ἐντρέπων ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου
τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος34

26

.

36

αὐτοῦ δύναμις καὶ θειότης. Τίς δὲ ἡ τοῦ Θεοῦ δύνα‐ μις, αὐτὸς πάλιν διδάσκει λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Οὐ γὰρ δὴ τοῦτο λέ‐ γων τὸν Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλή‐
5λους ἐψιθυρίσατε λέγοντες· Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις. Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις· ἀλλ’ αὐτοῦ ἐστιν ἡ δύναμις. Εὔδηλον δὲ πᾶσίν ἐστιν, ὡς τὸ αὐ‐ τοῦ οὐκ ἔστιν αὐτὸς, ἀλλ’ οὐδὲ ξένον, ἴδιον δὲ
10μᾶλλον αὐτοῦ. Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ἐπιστρέψατε πρὸς Κύριον· (Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον.
16 Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ, δι’ οὗ καὶ τὰ πάντα γέγονεν. Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις
20ἀφ’ ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν κτίσιν γεγονέναι· εἰ δὲ δι’ Υἱοῦ γέγονε, καὶ ἐν αὑτῷ τὰ πάντα συνέστηκεν, ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λό‐
25γον, καὶ δι’ αὐτοῦ τὸν Πατέρα νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ· τῷ τε Φιλίππῳ λέγοντι, Δεῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἔλεγε, βλέπε τὴν κτίσιν, ἀλλ’ Ὁ ἐμὲ ἑωρακὼς
30ἑώρακε τὸν Πατέρα· εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα δι’ αὐτῶν καὶ τὸν
35ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ἥ τε ἀΐδιος αὐτοῦ δύ‐ ναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγον‐ τες δὲ οἱ ἅγιοι, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ δι’ οὗ ἐποίησε τοὺς αἰῶνας, οὐδὲν ἧττον πάλιν τὸ
40ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησί· Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· ἡ δὲ Σουσάννα ἔλεγεν· Ὁ Θεὸς ὁ αἰώνιος· ὁ δὲ Βαροὺχ ἔγραφε· Κεκράξομαι πρὸς τὸν αἰώ‐
45νιον ἐν ταῖς ἡμέραις μου· καὶ μετ’ ὀλίγα·36

26

.

37

Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου. Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ Ἀπόστολός φησιν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακ‐
5τὴρ τῆς ὑποστάσεως αὐτοῦ· ψάλλει δὲ καὶ ὁ Δα‐ βὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, Καὶ ἡ λαμ‐ πρότης Κυρίου ἔστω ἐφ’ ἡμᾶς, καὶ Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμ‐ φιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν; Πότε γάρ τις
10εἶδε φῶς χωρὶς τῆς τοῦ ἀπαυγάσματος λαμπρότη‐ τος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἢ, ὅτι Πρὶν γεννηθῆναι οὐκ ἦν, Καὶ τὸ λε‐ γόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, Ἡ βασιλεία σου βασιλεία
15πάντων τῶν αἰώνων, οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυ‐ χὸν διάστημα λογίσασθαι, ἐν ᾧ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος· ἀνάγκη, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστή‐
20ματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος, καὶ, Ἐξ οὐκ ὄντων ἐστιν ὁ Υἱός. Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, Ἐγώ εἰμι ἡ ἀλή‐ θεια, καὶ οὐ λέγοντος, Ἐγενόμην ἀλήθεια, ἀλλ’ ἀεὶ τὸ Εἰμὶ, λέγοντος, Ἐγώ εἰμι ὁ ποιμήν· Ἐγώ εἰμι
25τὸ φῶς· καὶ πάλιν, Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύ‐ ριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, Εἰμὶ γάρ· τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάξειε περὶ τῆς ἀληθείας, καὶ οὐκ εὐθὺς πι‐
30στεύσει, ὅτι ἐν τῷ, Εἰμὶ, τὸ ἀΐδιον καὶ τὸ πρὸ παν‐ τὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται; Ὅτι μὲν οὖν τὸ ἀΐδιον περὶ τοῦ Υἱοῦ αἱ Γρα‐ φαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ οὐκ
35ἦν, καὶ τὸ πρὶν, καὶ τὸ ὅτε, αἱ αὐταὶ Γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς καθ’ ἡμᾶς γενέσεως διηγούμενός φησι· Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα
40χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργά‐ ζεσθαι τὴν γῆν· καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ ἔλεγεν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν,
45ὅτι εἶπον· Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πα‐
τὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν,38

26

.

40

πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε· περὶ δὲ τῆς κτίσεως διὰ Σολομῶνός φησι· Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν
5ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάν‐ των τῶν βουνῶν γεννᾷ με· καὶ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Περὶ δὲ Ἱερεμίου λέγει· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Καὶ ὁ μὲν Δαβὶδ ψάλλει· Κύριε, καταφυγὴ ἐγενή‐
10θης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη γενη‐ θῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμέ‐ νην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ἐν δὲ τῷ Δανιήλ· Ἀνεβόησε φωνῇ μεγάλῃ Σου‐ σάννα, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυ‐
15πτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ ἄρα, Οὐκ ἦν ποτε, καὶ τὸ, πρὶν γενέ‐ σθαι, καὶ τὸ, ὅτε, καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄν‐ των γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ
20τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ, ἀεὶ, ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ Γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν,
25ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀΐδιον ἀπαύγα‐ σμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, δι’ οὗ καὶ οἱ αἰῶνες γεγόνασι; Πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθ’ ὑμᾶς τοῦ Λόγου,
30δι’ οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, χρόνον σημαίνοντες, οὐ λέ‐ γετε φανερῶς· Ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος; Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ χρόνου σκέπετε πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅλως ἑαυτῶν οὐ κρύ‐
35πτετε, ἀλλ’ οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες, «Ἦν ποτε ὅτε οὐκ ἦν,» καὶ «Οὐκ ἦν πρὶν γεννηθῇ.»
40 Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύ‐ ονται λέγοντες· Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ’ ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι
Υἱὸν, ἀλλ’ ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν.40

26

.

41

Ἀνόητοι καὶ φιλόνεικοι! εἰ μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ ἀΐδιον λέ‐ γοντες ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ
5γεννηθεὶς ἀδελφὸς τοῦ γεννήσαντος δύναται νομίζε‐ σθαι; Καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πί‐ στις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν; ἢ πῶς δύνα‐ ται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούν‐
10των γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας χωρίζεσθαι. Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν·
15ἀλλ’ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον
20αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ
25γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλ’ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δει‐ κνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φαντα‐ ζόμενοι κραζέτωσαν, ὅτι, Ἦν ποτε ὅτε οὐκ ἦν·
30οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι· τοῦτο γὰρ καὶ ὁ Πατὴρ λέγει, καὶ αἱ Γραφαὶ βοῶσι· τὸ δὲ Υἱὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γεννώμενον· τὸ δὲ γεννώμενον ἐκ τοῦ Πατρὸς Λόγος ἐστὶν αὐτοῦ καὶ Σοφία καὶ ἀπαύγασμα· τί δεῖ
35λέγειν ἢ ὅτι λέγοντες, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς, ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν Λόγον ἀπὸ τοῦ Θεοῦ, καὶ ἄντικρυς κατ’ αὐτοῦ φθέγγονται, ὅτι ἦν ποτε τοῦ ἰδίου Λόγου καὶ Σοφίας χωρὶς, καὶ τὸ φῶς ἦν ποτε χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ
40καὶ ξηρά; Κἂν γὰρ τὸ ὄνομα τοῦ χρόνου προσποιού‐ μενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς, λέγωσι πρὸ χρόνων αὐτὸν εἶναι· ἀλλ’ ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἷς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες, καὶ ἀλογίαν περὶ
45τὸν Θεὸν εἰσάγοντες, μεγάλως ἀσεβοῦσιν.42

26

.

44

Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ Υἱοῦ πάλιν συνομολο‐ γοῦσι, διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον γέννημα ἀρνοῦνται, ὡς μὴ δυνα‐
5μένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέ‐ σεων ὑπονοίας· οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν Υἱὸν, ὀνόματι δὲ μόνον λέγοντες Υἱόν. Πῶς δὲ οὐ σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι, καὶ διὰ τὴν ἀσθένειαν
10τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ Πατρός; Ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας καὶ πῶς ἐστιν ὁ Θεὸς, ἢ ποταπός ἐστιν ὁ Πατὴρ, ἀρνεῖσθαι καὶ αὐτὸν, ἐπεὶ καὶ τὸ γέννημα τοῦ Πατρὸς ἐξ ἑαυ‐ τῶν μετροῦσιν οἱ ἄφρονες. Ἀλλ’ οὕτως αὐτοὺς διακει‐
15μένους, καὶ νομίζοντας μὴ δύνασθαι εἶναι Υἱὸν τοῦ Θεοῦ, οἰκτείρειν μὲν ἄξιον· ἐρωτᾷν δὲ καὶ δι‐ ελέγχειν αὐτοὺς ἀκόλουθόν ἐστι, τάχα κἂν οὕτως εἰς αἴσθησιν ἔλθωσιν. Εἰ καθ’ ὑμᾶς ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, καὶ οὐκ ἦν πρὶν γεννηθῇ, πάντως που κατὰ
20μετουσίαν καὶ αὐτὸς Υἱὸς, καὶ Θεὸς, καὶ Σοφία ἐκλή‐ θη· οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα συνέστηκέ τε καὶ ἁγιαζόμενα δοξάζεται. Τίνος τοίνυν ἐστὶ μέτοχος, εἰπεῖν ὑμᾶς ἀνάγκη. Τὰ μὲν γὰρ ἄλλα πάντα τοῦ Πνεύματος μετέχει, αὐτὸς δὲ ἄρα καθ’ ὑμᾶς τίνος
25ἂν εἴη μέτοχος; Τοῦ Πνεύματος; Καὶ μὴν αὐτὸ τὸ Πνεῦμα μᾶλλον παρὰ τοῦ Υἱοῦ λαμβάνει, ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρ’ ἐκείνου. Οὐκοῦν τοῦ Πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται, καὶ ἀνάγκη λέγειν. Καὶ τί τοῦτο ἄρα ἢ πό‐
30θεν ἐστίν; εἰ μὲν οὖν ἔξωθέν ἐστιν ἐπινοηθὲν παρὰ τοῦ Πατρὸς, οὐκέτι πάλιν τοῦ Πατρὸς μετέχων ἂν εἴη, ἀλλὰ τοῦ ἔξωθεν γενομένου, καὶ οὐκέτι αὐτὸς οὐδὲ δεύτερος ἔσται μετὰ τὸν Πατέρα, ἔχων πρὸ ἑαυτοῦ ἐκεῖνο· οὐδὲ τοῦ Πατρὸς Υἱὸς ἂν λεχθείη, ἀλλ’
35ἐκείνου, οὗ καὶ μετέχων Υἱὸς καὶ Θεὸς ἐκλήθη· εἰ δὲ τοῦτο ἄτοπον καὶ ἀσεβὲς, λέγοντος μὲν τοῦ Πατρὸς, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, λέγοντος δὲ καὶ τοῦ Υἱοῦ, Πατέρα ἴδιον εἶναι τὸν Θεόν· δῆλον, ὅτι οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ Πατρός
40ἐστι τὸ μετεχόμενον. Τοῦτο δὲ πάλιν ἐὰν ἕτερον ᾖ παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ, τὸ ἴσον ἄτοπον ἀπαντήσει, μέσου πάλιν εὑρισκομένου τούτου ἐκ τοῦ Πατρὸς καὶ τῆς οὐσίας τοῦ Υἱοῦ, ἥτις ποτέ ἐστιν.
46 Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλή‐ θειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ἐκ
τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν44

26

.

45

Υἱόν· τὸ γὰρ ὅλως μετέχεσθαι τὸν Θεὸν, ἴσον ἐστὶ λέ‐ γειν, ὅτι καὶ γεννᾷ· τὸ δὲ γεννᾷν τί σημαίνει ἢ Υἱόν; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ’ αὐτοῦ χάριν·
5καὶ φανερὸν ἐκ τούτου γίνεται, ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχον‐ τες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν, ὁ ἔλεγεν ὁ Πέτρος, Ἵνα γένησθε θείας κοι‐
10νωνοὶ φύσεως, ὥς φησι καὶ ὁ Ἀπόστολος, Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε; καὶ, Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος. Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέπον‐ τες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ
15τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ με‐ ρισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶ‐ ναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πά‐
20θος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδ’ ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες Υἱὸν καὶ γέννημα· ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ ἀληθινὸν καὶ
25τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πι‐ στεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμέ‐ νου, ὅτι τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γέννημα τοῦτό ἐστιν ὁ Υἱὸς, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρό‐ δηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ Σοφία καὶ ὁ Λόγος
30τοῦ Πατρὸς, ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ· καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, ἐν ᾧ τὰ πάντα φωτίζει, καὶ ἀποκαλύπτεται οἷς ἐὰν θέλῃ· τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκὼν, ἐν ᾧ θεωρεῖ‐ ται καὶ γινώσκεται, διὸ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν
35εἰσι· καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν Πα‐ τέρα· τοῦτό ἐστιν ὁ Χριστὸς, ἐν ᾧ τὰ πάντα λελύτρω‐ ται, καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. Τοῦ δὲ Υἱοῦ πάλιν οὕτως ὄντος, οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον ἐξ οὐκ ὄντων
40ποίημα, ἢ, Οὐκ ἦν πρὶν γεννηθῇ. Ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς οὕτω λέγων καὶ εἰς αὐτὸν τὸν Πα‐ τέρα φθάνει βλασφημῶν, τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἷα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φαντα‐ ζόμενος καταψεύδεται.
47 Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέ‐ πειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου
ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτί‐46

26

.

48

στης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λό‐ γου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ
5τὴν Σοφίαν μὴ εἶναί ποτε; Ἴσον γάρ ἐστιν εἰπεῖν, ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὑτοῦ δημιουργικὸν Λόγον, ἀλλ’ ἔξωθεν ἐπεισαγόμε‐ νός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατ’ οὐσίαν τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν
10ἡμῖν, μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσ‐ σέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ. Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγο‐
15νεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατ’ αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ἦν ποτε ὅτε
20οὐκ ἦν Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱός; πλήρης δὲ, ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενη‐ τὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε μὴ ὂν τῷ ἀεὶ ὄντι συνθεολογεῖται καὶ συνδοξάζεται· καὶ
25τό γε μεῖζον, ἀνόμοιος ἑαυτῆς ἡ Τριὰς εὑρίσκεται, ξέναις καὶ ἀλλοτρίαις φύσεσί τε καὶ ταῖς οὐσίαις συν‐ ισταμένη. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ γε‐ νητὴν τὴν τῆς Τριάδος σύστασιν. Ποταπὴ οὖν αὕτη θεοσέβεια ἡ μηδὲ ἑαυτῇ ὁμοία τυγχάνουσα, ἀλλ’
30ἐκ προσθήκης χρόνων πληρουμένη, καὶ ποτὲ μὲν μὴ οὕτως, ποτὲ δὲ οὕτως οὖσα; Εἰκὸς γὰρ αὐτὴν καὶ πάλιν λήψεσθαι προσθήκην, καὶ τοῦτο εἰς ἄπει‐ ρον, ὡς ἅπαξ καὶ κατὰ τὴν ἀρχὴν ἐκ προσθήκης ἔσχε τὴν σύστασιν. Οὐκ ἀμφίβολον δὲ, ὅτι καὶ δυνα‐
35τὸν αὐτὴν μειοῦσθαι. Τὰ γὰρ προστιθέμενα, φανερὸν, ὅτι καὶ ἀφαιρεῖσθαι δύναται.
39Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! Οὐκ ἔστι γενητὴ
40ἡ Τριάς· ἀλλ’ ἀΐδιος καὶ μία θεότης ἐστὶν ἐν Τριάδι, καὶ μία δόξα τῆς ἁγίας Τριάδος· καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ Πατρὸς ἀϊδίου ὄντος, τὸν συγκαθήμενον αὐτῷ Λόγον λέγετε,
ὅτι, Ἦν ποτε ὅτε οὐκ ἦν· τοῦ δὲ Υἱοῦ συγκαθη‐48

26

.

49

μένου τῷ Πατρὶ, ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπ’ αὐτοῦ, Κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ Τριάς· καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων· οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ
5τῆς Τριάδος, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες. Παύσασθε συμφύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. Οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ Κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν
10ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ νῦν ἐν Τριάδι ἡ θεο‐ λογία τελεία ἐστὶ, καὶ αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι, καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλή‐ θεια· ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἵνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγένηται, καὶ ἐκ προσθήκης συν‐
15ίσταται τὸ τῆς θεολογίας πλήρωμα. Ἔδει οὖν τοῦτο ἀϊδίως εἶναι· εἰ δὲ μὴ ἀϊδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλ’ οὕτως εἶναι, ὥσπερ ἐξ ἀρ‐ χῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν Τριὰς ᾖ. Ἀλλ’ οὐκ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν
20τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν Τριάδα, καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν. Τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι· Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν
25μακαρίαν οἶδε Τριάδα, καὶ οὔτε πλέον τι τῇ Τριάδι προστίθησιν, οὔτε ἐνδεῆ ποτε ταύτην γεγενῆ‐ σθαι λογίζεται· ἑκάτερον γὰρ τούτων δυσσεβές· διὸ καὶ ἀμιγῆ μὲν αὐτὴν γινώσκει τῶν γενητῶν, ἀδιαίρετον δὲ τὴν ἑνότητα τῆς θεότητος αὐτῆς φυλάτ‐
30τουσα προσκυνεῖ· καὶ φεύγει μὲν τὰς τῶν Ἀρειανῶν βλασφημίας, ὁμολογεῖ δὲ καὶ οἶδεν ἀεὶ εἶναι τὸν Υἱόν· ἔστι γὰρ ἀΐδιος ὡς ὁ Πατὴρ, οὗ καὶ ἔστι Λόγος ἀΐδιος· καὶ γὰρ καὶ τοῦτο πάλιν ἴδωμεν.
36 Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς διὰ μὲν Ἱερεμίου, Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ πάλιν, Θρόνος δόξης ὑψωμέ‐ νος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε,
40πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατ‐ έλιπον πηγὴν ζωῆς τὸν Κύριον· ἐν δὲ τῷ Βαροὺχ
γέγραπται· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σο‐50

26

.

52

φίας· ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς πηγῆς εἶναι, ἀλλ’ ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλ’ ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, καὶ, Ἐγὼ
5ἡ σοφία κατεσκήνωσα βουλήν. Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός; Ἴσον γάρ ἐστιν εἰπεῖν, Ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ ἦν χω‐ ρὶς τῆς ζωῆς καὶ τῆς σοφίας. Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι
10πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο! Ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλ‐ λεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν ὕδωρ, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου· Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου
15πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ· οὗτοι δὲ τὸν Θεὸν λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶ‐ σιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ
20Ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει Δαβίδ· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ Σολομών φησιν· Ὁ Θεὸς τῇ Σοφίᾳ
25ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ δι’ αὐτοῦ, ὡς Ἰωάννης φησὶν, ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ αὐτός ἐστιν ὁ Χρι‐ στός. Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα,
30καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χρι‐ στὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ. Εἰ δὲ τὰ πάντα δι’ αὐτοῦ, αὐτὸς οὐκ ἂν εἴη συναριθμούμε‐ νος τοῖς πᾶσιν. Ὁ γὰρ τολμῶν τὸν δι’ οὗ τὰ πάντα λέγειν ἕνα εἶναι τῶν πάντων, πάντως δή που καὶ
35περὶ Θεοῦ, ἐξ οὗ τὰ πάντα, τὸ αὐτὸ λογίσεται. Εἰ δὲ τοῦτο ὡς ἄτοπον φεύγει τις, καὶ διίστησιν ὡς ἄλλον ἀπὸ τῶν πάντων τὸν Θεὸν, ἀκόλουθον ἂν εἴη καὶ τὸν μονογενῆ Υἱὸν ἴδιον ὄντα τῆς τοῦ Πατρὸς οὐσίας ἄλλον λέγειν εἶναι τῶν πάντων· μὴ ὄντος δὲ αὐτοῦ
40τῶν πάντων, οὐ θέμις ἐπ’ αὐτοῦ λέγειν τὸ, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ. Αἱ τοιαῦ‐ ται γὰρ φωναὶ κατὰ τῶν ποιημάτων ἁρμόζουσι λέ‐ γεσθαι· αὐτὸς δὲ ὁ Υἱὸς τοιοῦτός ἐστιν, οἷός ἐστιν ὁ Πα‐ τὴρ, οὗ καὶ ἔστι τῆς οὐσίας ἴδιον γέννημα, Λόγος,
45καὶ Σοφία. Τοῦτο γὰρ ἴδιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ τοῦτο τὸν Πατέρα τοῦ Υἱοῦ δείκνυσιν ἴδιον, ὥστε μή‐
τε τὸν Θεὸν λέγειν ποτὲ ἄλογον, μήτε τὸν Υἱὸν ἀνύπ‐52

26

.

53

αρκτόν ποτε λέγειν. Ἐπεὶ διὰ τί Υἱὸς εἰ μὴ ἐξ αὐτοῦ; ἢ διὰ τί Λόγος καὶ Σοφία εἰ μὴ ἀεὶ καὶ ἴδιον αὐτοῦ;
6 Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ Θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοου‐ σίου δύναται λογίσασθαι; Τὰ μὲν γὰρ ἄλλα οἷά ἐστι τὰ γενητὰ, οὐδὲν ὅμοιον κατ’ οὐσίαν ἔχει πρὸς
10τὸν πεποιηκότα· ἀλλ’ ἔξωθεν αὐτοῦ ἐστι, χάριτι καὶ βουλήσει αὐτοῦ τῷ Λόγῳ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· ταύτης γάρ ἐστι φύσεως τὰ γενητά. Τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς (ὡμολόγηται
15γὰρ ἤδη τοῦτο εἶναι ὁ Υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν ἐξ οὐκ ὄντων, καὶ ὅτι οὐκ ἦν πρὶν γεννηθῇ, ἀλλ’ ἐπισυμβέβηκε, καὶ δύναται πάλιν μὴ εἶναί ποτε; Τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ
20Πατρὸς οὐσίας ἀφαιρεῖται καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμη‐ θῇ, ὅτι ὁ Υἱὸς εἰκών ἐστι καὶ ἀπαύγασμα τοῦ Πα‐ τρὸς, καὶ χαρακτὴρ, καὶ ἀλήθεια. Εἰ γὰρ ὑπάρχοντος φωτὸς, ἔστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα· καὶ
25οὔσης ὑποστάσεως, ἔστι ταύτης ὁ χαρακτὴρ ὁλόκλη‐ ρος· καὶ ὄντος Πατρὸς, ἔστιν ἡ ἀλήθεια· σκοπεί‐ τωσαν οἱ τὴν εἰκόνα καὶ τὸ εἶδος τῆς θεότητος χρόνῳ μετροῦντες, εἰς πόσον ἀσεβείας βάραθρον πίπτουσιν. Εἰ γὰρ οὐκ ἦν ὁ Υἱὸς, πρὶν γεννηθῇ, οὐκ ἦν ἀεὶ
30ἐν τῷ Θεῷ ἡ ἀλήθεια. Ἀλλὰ τοῦτο λέγειν οὐ θέμις· τοῦ γὰρ Πατρὸς ὄντος, ἦν ἀεὶ ἐν αὐτῷ ἡ ἀλήθεια, ἥτις ἐστὶν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ Ἀλήθεια· καὶ τῆς ὑποστάσεως ὑπαρχούσης, πάντως εὐθὺς εἶναι δεῖ τὸν χαρακτῆρα καὶ τὴν εἰκόνα ταύτης· οὐ γὰρ
35ἔξωθέν ἐστι γραφομένη ἡ τοῦ Θεοῦ εἰκών· ἀλλ’ αὐτὸς ὁ Θεὸς γεννητής ἐστι ταύτης, ἐν ᾗ ἑαυτὸν ὁρῶν προσχαίρει ταύτῃ, ὡς αὐτὸς ὁ Υἱὸς λέγει· Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Πότε γοῦν οὐχ ἑώρα ἑαυ‐ τὸν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ εἰκόνι; ἢ πότε οὐ προσ‐
40έχαιρεν, ἵνα τολμήσῃ τις εἰπεῖν, Ἐξ οὐκ ὄντων ἐστὶν ἡ εἰκὼν, καὶ, Οὐκ ἦν χαίρων ὁ Πατὴρ, πρὶν γένηται ἡ εἰκών; Πῶς δὲ καὶ ἑαυτὸν ἂν ἴδοι ὁ ποιητὴς καὶ κτίστης ἐν κτιστῇ καὶ γενητῇ οὐσίᾳ; Τοιαύ‐ την γὰρ εἶναι δεῖ τὴν εἰκόνα, οἷός ἐστιν ὁ ταύτης
45Πατήρ.54

26

.

56

Φέρε τοίνυν, ἴδωμεν τὰ τοῦ Πατρὸς, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν, εἰ αὐτοῦ ἐστιν. Ἀΐδιός ἐστιν ὁ Πατὴρ, ἀθάνατος, δυνατὸς, φῶς, βασιλεὺς, παντοκρά‐ τωρ, Θεὸς, Κύριος, κτίστης, καὶ ποιητής. Ταῦτα
5εἶναι δεῖ ἐν τῇ εἰκόνι, ἵνα ἀληθῶς ὁ τὸν Υἱὸν ἑωρα‐ κὼς ἴδῃ τὸν Πατέρα. Εἰ δὲ μὴ οὕτως ἐστὶν, ἀλλ’ ὡς οἱ Ἀρειανοὶ φρονοῦσιν, γενητός ἐστι, καὶ οὐκ ἀΐδιος ὁ Υἱὸς, οὐκ ἔστιν αὕτη τοῦ Πατρὸς ἀληθὴς εἰκὼν, εἰ μὴ ἄρα λοιπὸν ἀπερυθριάσαντες εἴπωσιν, ὅτι καὶ τὸ
10εἰκόνα λέγεσθαι τὸν Υἱὸν, οὐχ ὁμοίας οὐσίας ἐστὶ γνώρισμα, ὄνομα δὲ μόνον ἐστὶν αὐτοῦ. Ἀλλὰ τοῦτο πάλιν, ὦ Χριστομάχοι, οὐκ ἔστιν εἰκὼν, οὐδὲ χαρα‐ κτήρ. Ποία γὰρ ἐμφέρεια τῶν ἐξ οὐκ ὄντων πρὸς τὸν κτίσαντα τὰ οὐκ ὄντα εἰς τὸ εἶναι; ἢ πῶς τῷ ὄντι τὸ
15οὐκ ὂν ὅμοιον εἶναι δύναται, λειπόμενον τῷ ποτε μὴ εἶναι, καὶ τῷ πρὸς τὰ γενόμενα τὴν σύνταξιν ἔχειν; Τοιοῦτον γὰρ αὐτὸν εἶναι θέλοντες οἱ Ἀρειανοὶ, λο‐ γισμοὺς ἑαυτοῖς ἐπενόησαν, λέγοντες· Εἰ γέννημά ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς καὶ εἰκὼν, καὶ ὅμοιός ἐστι
20κατὰ πάντα τοῦ Πατρὸς, ὀφείλει πάντως, ὥσπερ γεγέν‐ νηται, γεννᾷν καὶ ὁ Υἱὸς, καὶ γίνεσθαι καὶ αὐτὸς πατὴρ υἱοῦ· πάλιν τε ὁ ἐξ αὐτοῦ γεννώμενος γεννᾷν καὶ αὐτὸς, καὶ καθεξῆς ἕως εἰς ἄπειρον· τοῦτο γὰρ ὅμοιον δείκνυσι τὸν γεννηθέντα τοῦ γεννήσαν‐
25τος. Ἐφευρεταὶ δυσφημιῶν ἀληθῶς οἱ θεομάχοι, οἵτινες, ἵνα μὴ τὸν Υἱὸν εἰκόνα τοῦ Πατρὸς ὁμολογή‐ σωσι, σωματικὰ καὶ γήϊνα περὶ αὐτοῦ τοῦ Πατρὸς φρονοῦσι, τομὰς, καὶ ἀποῤῥοίας καὶ ἐπιῤῥοίας κατ‐ ηγοροῦντες κατ’ αὐτοῦ. Εἰ μὲν οὖν ὡς ἄνθρωπός
30ἐστιν ὁ Θεὸς, γινέσθω καὶ γεννητὴς, ὡς ἄνθρω‐ πος, ἵνα καὶ ὁ Υἱὸς ἑτέρου γίνηται πατὴρ, καὶ οὕτω καθεξῆς ἐξ ἀλλήλων γινέσθωσαν, ἵνα καὶ εἰς πλῆθος θεῶν ἡ διαδοχὴ κατ’ αὐτοὺς αὐξάνῃ· εἰ δὲ οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐκ ἔστι γάρ· οὐ δεῖ τὰ ἀνθρώ‐
35πων ἐπ’ αὐτοῦ λογίζεσθαι. Τὰ μὲν γὰρ ἄλογα ζῶα καὶ ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς κατὰ δια‐ δοχῆς ἀλλήλων γεννῶνται καὶ ὁ γεννώμενος, ἐκ γεν‐ νωμένου πατρὸς γεννηθεὶς, εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατὴρ, ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ
40οὗ καὶ αὐτὸς γέγονε. Διὸ οὐδέ ἐστιν ἐν τοῖς τοιούτοις κυρίως πατὴρ καὶ κυρίως υἱὸς, οὐδὲ ἕστηκεν ἐπ’ αὐτῶν τὸ πατὴρ καὶ τὸ υἱός· ὁ γὰρ αὐτὸς υἱὸς μὲν τοῦ γεννήσαντος, πατὴρ δὲ τοῦ γεννωμένου ἐξ αὐτοῦ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως· οὐ γὰρ
45ὡς ἄνθρωπος ὁ Θεός· οὔτε γὰρ ὁ πατὴρ ἐκ πατρός
ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γεννησόμενον πατέρα·56

26

.

57

οὔτε ὁ Υἱὸς ἐξ ἀποῤῥοίας ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐκ γεννηθέντος Πατρὸς γεγέννηται· διὸ οὐδὲ γεγέννηται εἰς τὸ γεννᾷν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως πατήρ ἐστι, καὶ ὁ Υἱὸς κυρίως υἱός ἐστι, καὶ
5ἐπὶ τούτων καὶ μόνων ἕστηκε τὸ Πατὴρ ἀεὶ πα‐ τὴρ εἶναι, καὶ τὸ Υἱὸς ἀεὶ υἱὸς εἶναι. Οὐκοῦν ὁ ζητῶν διὰ τί μὴ γεννητικὸς υἱοῦ ὁ Υἱὸς, ζητείτω διὰ τί μὴ πατέρα ἔσχεν ὁ Πατήρ. Ἀλλὰ ἄτοπά γε ἀμφότερα καὶ πάσης μεστὰ ἀσεβείας. Ὡς
10γὰρ ὁ Πατὴρ ἀεὶ πατὴρ, καὶ οὐκ ἄν ποτε γένοιτο υἱὸς, οὕτως ὁ Υἱὸς ἀεὶ υἱός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο πατήρ· καὶ ἐν τούτῳ γὰρ μᾶλλον χαρακτὴρ ὢν καὶ εἰκὼν τοῦ Πατρὸς δείκνυται, μένων ὅ ἐστι καὶ οὐκ ἀλλασσόμενος, ἀλλ’ ἔχων ἐκ τοῦ Πατρὸς τὴν ταὐτό‐
15τητα. Εἰ μὲν οὖν ὁ Πατὴρ μεταβάλλεται, μεταβαλ‐ λέσθω καὶ ἡ εἰκών· πρὸς γὰρ τὸν γεννήσαντα οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα ἕστηκεν· εἰ δὲ ἄτρεπτός ἐστιν ὁ Πατὴρ, καὶ ὅ ἐστιν οὕτως δια‐ μένει, ἐξ ἀνάγκης καὶ εἰκὼν ὅ ἐστι διαμένει, καὶ οὐ
20τραπήσεται. Ἔστι δὲ ἐκ τοῦ Πατρὸς Υἱός· οὐκ ἄρα ἕτερόν τι γενήσεται, ἢ ὅπερ ἐστὶ τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον. Μάτην ἄρα καὶ τοῦτο ἐπενόησαν οἱ ἄφρονες, ἐξάραι θέλοντες ἀπὸ τοῦ Πατρὸς τὴν εἰκόνα, ἵνα τοῖς γενητοῖς τὸν Υἱὸν ἐξισάσωσιν. Ἐν τού‐
25τοις γοῦν αὐτὸν συντάττοντες οἱ περὶ Ἄρειον ἐκ δι‐ δασκαλίας Εὐσεβίου, καὶ τοιοῦτον εἶναι νομίζοντες οἷα τὰ δι’ αὐτοῦ γενόμενά ἐστιν, ἀπεπήδησαν μὲν ἀπὸ τῆς ἀληθείας, συμφορήσαντες δὲ ἑαυτοῖς ῥημάτια πανουργίας, περιήρχοντο κατὰ τὴν ἀρχὴν,
30ὅτε τὴν αἵρεσιν ταύτην ἔπλασσον, καὶ μέχρι δὲ νῦν τινες συναντῶντες ἐξ αὐτῶν παιδαρίοις κατὰ τὴν ἀγορὰν, πυνθάνονται αὐτῶν, οὔτι γε ἀπὸ τῶν θείων Γραφῶν, ἀλλ’ ὥσπερ τὰ περισσεύματα τῆς καρδίας αὐτῶν ἐρευγόμενοι λέγουσιν· Ὁ ὢν τὸν μὴ ὄντα
35ἐκ τοῦ ὄντος πεποίηκεν, ἢ τὸν ὄντα; ὄντα οὖν αὐτὸν πεποίηκεν, ἢ μὴ ὄντα; Καὶ πάλιν, Ἓν τὸ ἀγένητον, ἢ δύο; καὶ αὐτεξούσιός ἐστι καὶ ἰδίᾳ προαιρέσει οὐ τρέπεται, τρεπτῆς ὢν φύσεως; Οὐ γὰρ ὡς λίθος ἐστὶν ἀφ’ ἑαυτοῦ μένων ἀκίνητος. Εἶτα καὶ
40εἰσερχόμενοι πρὸς γυναικάρια, πάλιν αὐταῖς ἐκτεθη‐ λυμένα ῥημάτια φθέγγονται, Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; ὥσπερ δὲ οὐκ εἶχες, οὕτω καὶ ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἦν, πρὶν γεννηθῇ. Τοιούτοις ῥήμασιν ἐξορχούμε‐ νοι παίζουσιν οἱ ἄτιμοι, καὶ τὸν Θεὸν ἀνθρώποις
45ἀπεικάζουσι· φάσκοντές τε εἶναι Χριστιανοὶ, ἀλλάσ‐58

26

.

60

σουσι τὴν τοῦ Θεοῦ δόξαν ἐν ὁμοιώματι εἰκόνος φθαρ‐ τοῦ ἀνθρώπου
4Ἔδει μὲν οὖν μηδὲν ἀποκρίνασθαι πρὸς τὰ
5τοιαῦτα, οὕτως ἀνόητα ὄντα καὶ μωρά· ἵνα δὲ μὴ δοκῇ τι βέβαιον ἔχειν ἡ αἵρεσις αὐτῶν, προσήκει κἂν ὡς ἐκ παρέργου διελέγξαι καὶ ἐν τούτοις αὐτοὺς μάλιστα διὰ τὰ εὐχερῶς ἀπατώμενα παρ’ αὐτῶν γυναικάρια. Ἔδει δὲ ταῦτα λέγοντας αὐτοὺς,
10καὶ ἀρχιτέκτονος πυνθάνεσθαι, Εἰ δύνασαι χωρὶς ὕλης ὑποκειμένης οἰκοδομεῖν; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς οὐκ ἠδύνατο χωρὶς ὕλης ὑποκειμέ‐ νης ποιῆσαι τὰ ὅλα. Ἔδει καὶ ἕκαστον αὐτοὺς τῶν ἀνθρώπων ἐρωτᾷν, Εἰ δύνασαι εἶναι χωρὶς τό‐
15που; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς ἐν τόπῳ ἐστίν· ἵν’ οὕτως κἂν παρὰ τῶν ἀκουόντων ἐντρέ‐ πεσθαι δυνηθῶσιν. Ἢ διὰ τί, ἐὰν μὲν ἀκούωσιν, ὅτι Υἱὸν ἔχει ὁ Θεὸς, εἰς ἑαυτοὺς ἀποβλέποντες ἀρ‐ νοῦνται τοῦτον· ἐὰν δὲ ἀκούωσιν, ὅτι κτίζει καὶ
20ποιεῖ, οὐκέτι τὰ ἀνθρώπινα ἀντιτιθέασιν; ἔδει δὲ καὶ ἐν τῷ κτίζειν ἀνθρώπινα νοεῖν αὐτοὺς καὶ ὕλην ὑποβάλλειν τῷ Θεῷ, ἵνα καὶ τὸ εἶναι κτίστην τὸν Θεὸν ἀρνήσωνται, καὶ λοιπὸν μετὰ Μανιχαίων κυ‐ λίωνται. Εἰ δὲ ταῦθ’ ὑπερβαίνει ἡ περὶ Θεοῦ ἔννοια,
25καὶ μόνον τις ἀκούσας πιστεύει καὶ οἶδεν, ὅτι ἐστὶν οὐχ ὡς ἡμεῖς ἐσμεν, ἔστι μέντοι ὡς Θεὸς, καὶ κτίζει οὐχ ὡς ἄνθρωποι κτίζουσι, κτίζει μέντοι ὡς Θεός· δῆλον, ὅτι καὶ γεννᾷ οὐχ ὡς ἄνθρωποι γεννῶσι, γεννᾷ μέντοι ὡς Θεός· οὐ γὰρ ὁ Θεὸς ἄνθρωπον μιμεῖται·
30ἀλλὰ μᾶλλον οἱ ἄνθρωποι διὰ τὸν Θεὸν κυρίως καὶ μόνον ἀληθῶς ὄντα Πατέρα τοῦ ἑαυτοῦ Υἱοῦ, καὶ αὐτοὶ πατέρες ὠνομάσθησαν τῶν ἰδίων τέκνων. Ἐξ αὐτοῦ γὰρ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ ἃ λέγουσι δὲ, ἐὰν ἀνεξέταστα μείνῃ,
35ὡς εἰρηκότες τι φρόνιμον νομίζονται· ἐὰν δέ τις αὐτὰ λογικῶς ἐξετάσῃ, πολὺν εὑρεθήσονται γέλωτα καὶ χλευασμὸν ὀφλισκάνοντες.
39Πρῶτον μὲν γὰρ ἡ πρώτη καὶ τοιαύτη αὐτῶν
40ἐρώτησίς ἐστι μωρὰ καὶ ἄδηλος. Οὐ γὰρ σημαί‐ νουσι περὶ τίνος πυνθάνονται, ἵνα καὶ ὁ ἐρωτώμενος ἀποκρίνηται· ἀλλ’ ἁπλῶς λέγουσιν, Ὁ ὢν τὸν μὴ
ὄντα. Τίς οὖν ὁ ὢν, καὶ τίνα τὰ μὴ ὄντα, ὦ60

26

.

61

Ἀρειανοί; Ἢ τίς ὁ ὢν, καὶ τίς ὁ μὴ ὢν, καὶ τίνα λέγεται ὄντα, ἢ μὴ ὄντα; Δυνατὸν γὰρ καὶ τὸν ὄντα ποιεῖν καὶ τὰ μὴ ὄντα καὶ τὰ ὄντα καὶ τὰ προόντα. Τέκτων γοῦν καὶ χρυσοχόος καὶ κεραμεὺς τὴν οὖσαν
5καὶ πρὸ αὐτῶν τυγχάνουσαν ὕλην ἕκαστος κατὰ τὴν ἰδίαν τέχνην ἐργάζεται, ποιῶν ἃ βούλεται σκεύη· αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς, τὸν ὄντα καὶ γενόμενον ἤδη παρ’ αὐτοῦ χοῦν ἐκ γῆς λαβὼν πλάττει τὸν ἄν‐ θρωπον· καὶ αὐτὴν μέντοι τὴν γῆν, οὐκ οὖσαν
10πρότερον, ὕστερον εἰς τὸ εἶναι πεποίηκε διὰ τοῦ ἰδίου Λόγου. Εἰ μὲν οὖν οὕτω πυνθάνονται, δῆλόν ἐστιν, ὡς ἡ μὲν κτίσις οὐκ ἦν, πρὶν γένηται, οἱ δὲ ἄν‐ θρωποι τὴν οὖσαν ὕλην ἐπεργάζονται, καὶ ἀσύστατος αὐτῶν ὁ λόγος φανήσεται, γινομένων καὶ ὄντων, γι‐
15νομένων καὶ μὴ ὄντων, ὥσπερ εἴπαμεν. Εἰ δὲ περὶ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ λαλοῦσι, προστιθέ‐ τωσαν τὰ λειπόμενα τῇ ἐρωτήσει, καὶ οὕτως ἐρωτάτωσαν· Ὁ ὢν Θεὸς ἦν ποτε ἄλογος; καὶ, Φῶς ὢν, ἀφεγγὴς ἦν; ἢ, Ἀεὶ ἦν τοῦ Λόγου Πατήρ; ἢ καὶ
20πάλιν οὕτως· Ὁ ὢν Πατὴρ τὸν Λόγον μὴ ὄντα πε‐ ποίηκεν, ἢ τὸν Λόγον ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ γέννημα ἔχει ἀεὶ σὺν αὐτῷ, ἵνα γνωσθῶσιν, ὅτι ὅλως περὶ Θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ περιεργάζονται καὶ σοφίζεσθαι τολμῶσι. Τίς γὰρ ἀνέξεται λεγόντων αὐ‐
25τῶν ἄλογόν ποτε τὸν Θεόν; Πάλιν γὰρ εἰς ταὐτὸν τοῖς προτέροις περιπεπτώκασι, καίτοι φεύγειν αὐτὸ καὶ σκέπειν σπουδάσαντες τοῖς ἑαυτῶν σοφίσμασιν· ἀλλ’ οὐ δεδύνηνται. Οὐδεὶς γὰρ ὅλως κἂν ἀκοῦσαι θελήσειεν ἀμφιβαλλόντων αὐτῶν, ὅτι ὁ Θεὸς οὐκ
30ἦν ἀεὶ Πατὴρ, ἀλλ’ ὕστερον γέγονεν, ἵνα καὶ φαντα‐ σθῶσιν, ὅτι καὶ ὁ Λόγος αὐτοῦ ποτε οὐκ ἦν πολλῶν ὄντων τῶν προειρημένων κατ’ αὐτῶν ἐλέγχων, καὶ τοῦ μὲν Ἰωάννου λέγοντος, Ἦν ὁ Λόγος, τοῦ δὲ Παύλου γράφοντος πάλιν, Ὃς ὢν ἀπαύγασμα τῆς
35δόξης, καὶ, Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
39Καὶ βέλτιον ἦν μὲν αὐτοὺς ἠρεμεῖν· ἐπειδὴ δὲ
40οὐ παύονται, λοιπὸν πρὸς τὴν τοιαύτην ἀναίσχυντον ἐρώτησιν αὐτῶν τοῦτο ἄν τις ἐπίσης αὐτοῖς τολμήσας ἀντερωτήσειεν· ἴσως ἐκ τῶν ὁμοίων ἀτοπημάτων
βλέποντες ἑαυτοὺς συγκλειομένους, ἀναχωρήσουσι62

26

.

64

τῆς πρὸς τὴν ἀλήθειαν μάχης. Πολλὰ τοίνυν πρότερον ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος, οὕτως αὐτοῖς τις ἀπαντήσειεν· Ὁ ὢν Θεὸς, οὐκ ὢν γέγονεν, ἢ καὶ πρὶν γένηται, ἔστιν; Ὢν οὖν ἑαυτὸν ἐποίησεν, ἢ ἐξ
5οὐδενός ἐστι, καὶ μηδὲν ὢν πρότερον ἐξαίφνης αὐτὸς ἐφάνη; Ἄτοπος ἡ τοιαύτη ἐρώτησις, ναὶ ἄτοπος καὶ πλέα δυσφημίας· ἀλλ’ ὁμοία γε τῆς ἐκείνων· ὁπότερον γὰρ ἂν εἴπωσι, τοῦτο μεστόν ἐστι πάσης ἀσεβείας. Εἰ δὲ τὸ οὕτως ἐρωτᾷν περὶ Θεοῦ βλάσφη‐
10μον καὶ πλέον ἀσεβείας ἐστὶ, βλάσφημον ἂν εἴη καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα ἐρωτᾷν. Ἀποκρί‐ νασθαι δὲ ὅμως πρὸς ἀναίρεσιν τῆς τοιαύτης αὐτῶν ἀλόγου καὶ μωρᾶς ἐρωτήσεως ἀναγκαῖον οὕτως· Ὅτι ὤν ἐστιν ἀϊδίως ὁ Θεός· ὄντος οὖν ἀεὶ τοῦ Πατρὸς,
15ἔστι καὶ ἀϊδίως καὶ τὸ τούτου ἀπαύγασμα, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ· καὶ πάλιν ὁ ὢν Θεὸς, ἐξ αὐτοῦ καὶ ὄντα τὸν Λόγον ἔχει· καὶ οὔτε ὁ Λόγος ἐπι‐ γέγονεν οὐκ ὢν πρότερον, οὔτε ὁ Πατὴρ ἄλογος ἦν ποτε. Ἡ γὰρ κατὰ τοῦ Υἱοῦ τόλμα εἰς τὸν Πατέρα τὴν
20βλασφημίαν ἀνάγει, εἴγε ἔξωθεν ἐπενόησεν ἑαυτῷ σοφίαν, καὶ Λόγον, καὶ Υἱόν. Ὃ γὰρ ἐὰν τούτων εἴπῃς, τοῦτο τὸ ἐκ τοῦ Πατρὸς γέννημα σημαίνει, ὥσπερ εἴρηται. Ὥστε ἀσύστατος αὐτῶν ἡ τοιαύτη ἐρώτησις, καὶ εἰκότως· ἀρνούμενοι γὰρ τὸν Λόγον,
25ἄλογον ἔχουσι καὶ τὴν ἐρώτησιν. Ὡς γὰρ εἴ τις τὸν ἥλιον ὁρῶν πυνθάνοιτο περὶ τοῦ ἀπαυγάσματος, καὶ λέγοι, Ὁ ὢν τὸ μὴ ὂν πεποίηκεν, ἢ ὂν αὐτὸ πεποίηκεν; οὐ σώφρονα ἔχειν ὁ τοιοῦτος λογισμὸν νομισθήσεται, ἀλλ’ ἐμβρόντητος ἂν εἴη, ὅτι ὅλως ὅ ἐστιν ἐκ τοῦ φωτὸς,
30τοῦτο ἔξωθεν ἐπινοεῖ καὶ περὶ τοῦτο ἐρωτᾷ, πότε, καὶ ποῦ καὶ ὅτε, καὶ εἰ πεποίηται· οὕτως καὶ ὁ περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοιαῦτα λογιζόμενος, καὶ οὕτω πυνθανόμενος, πολλῷ μᾶλλον τὴν μανίαν μείζονα ἂν ἔχοι, ὅτι τὸν ἐκ τοῦ Πατρὸς Λόγον ἔξωθεν
35αὐτῷ ἐπεισάγει, καὶ τὸ φύσει γέννημα ὡς ποίημα σκιαλογῶν λέγει, Οὐκ ἦν πρὶν γεννηθῇ. Ἀκουέ‐ τωσαν δὲ ὅμως καὶ πρὸς τὴν ἐρώτησιν αὐτῶν, ὅτι Ὁ ὢν Πατὴρ τὸν ὄντα Υἱὸν ἐποίησεν. Ὁ γὰρ Λό‐ γος σὰρξ ἐγένετο, καὶ ὄντα αὐτὸν Υἱὸν Θεοῦ ἐποίη‐
40σεν ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ Υἱὸν ἀνθρώπου, εἰ μὴ ἄρα κατὰ τὸν Σαμοσατέα μηδὲ εἶναι αὐτὸν πρὶν ἄνθρωπον γενέσθαι εἴποιεν. Καὶ πρὸς μὲν τὴν πρώτην αὐτῶν ἐρώτησιν ἱκανὰ ταῦτα παρ’ ἡ‐
μῶν.64

26

.

65

(3)

Ὑμεῖς δὲ, ὦ Ἀρειανοὶ, τῶν ἰδίων ἑαυτῶν ῥη‐ μάτων μνημονεύοντες, εἴπατε· Ὁ ὢν τοῦ μὴ
5ὄντος ἔχρῃζεν εἰς τὴν τῶν πάντων δημιουργίαν, ἢ ὄντος αὐτοῦ ἔχρῃζεν; Εἰρήκατε γὰρ, Ὄργανον ἑαυτῷ τὸν Υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι’ αὐτοῦ ποιήσῃ τὰ πάντα. Τί οὖν ἐστι βέλτιον, τὸ χρῇ‐ ζον, ἢ τὸ τὴν χρείαν ἀναπληροῦν; ἢ ἀμφότερα τὰ
10ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι; Τοιαῦτα γὰρ λέγον‐ τες, τοῦ κατασκευάσαντος μᾶλλον ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἴσχυσε δημιουργῆσαι τὰ πάντα, ἀλλ’ ἔξωθεν ἑαυτῷ ὄργανον ἐπινοεῖ, ὥσπερ τέκτων ἢ ναυπηγός τις, μὴ δυνάμενος ὁτιοῦν ἐργά‐
15σασθαι χωρὶς σκεπάρνου καὶ πρίονος. Τί οὖν τούτου ἀσεβέστερον; Ἢ τί δεῖ διατρίβειν ὅλως ἐν τού‐ τοις ὡς δεινοῖς, αὐταρκῶν ὄντων τῶν προειρημένων δεῖξαι, φαντασίαν μόνον εἶναι τὰ παρ’ αὐτῶν; Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτα‐
20σιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πά‐ λιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὅτι μὴ δέον τὴν ἐκ τοῦ Θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων φύσει. Ἵνα δὲ ὅμως καὶ ἐν τούτῳ κα‐
25ταγνῶσιν ἑαυτῶν, καλὸν ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. Ὅλως εἰ περὶ Υἱοῦ πυνθά‐ νονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώ‐ μενον τέκνον. Εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσῃ· ἀλλ’ ἐσχηκὼς, οὐκ ἔξωθεν οὐδὲ ἀλλό‐
30τριον, ἀλλ’ ἐξ ἑαυτοῦ καὶ ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα, ὥστε τοῦτον ἐν ἐκείνῳ βλέπεσθαι, κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. Εἰ τοίνυν ἐν τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐ‐
35τῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ ἴδιον ἐνθυμοῦν‐ ται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται; Ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας, Οὐκ εἶχες υἱὸν πρὶν γεννήσῃς; προσθεῖ‐
40ναι καὶ εἰπεῖν, Ἐὰν δὲ σχῇς υἱὸν, ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν, ἤ τι ἕτερον κτῆμα ἀγοράζεις; ἵνα σοι ἀποκρίνηται· Οὐκ ἔξωθεν, ἀλλ’ ἐξ ἐμοῦ ἐστι. Τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι, καὶ ἀφ’ ἑτέρου εἰς ἕτερον μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι, καὶ τῆς ἐμῆς
45οὐσίας ἴδιος καὶ ὅμοιος, οὐκ ἀφ’ ἑτέρου εἰς ἐμὲ γεγο‐ νὼς, ἀλλ’ ἐξ ἐμοῦ γεγεννημένος· διὸ καὶ ἐν
ἐκείνῳ ὅλος εἰμὶ, μένων αὐτὸς ὅ εἰμι. Οὕτω γὰρ ἔχει·66

26

.

68

κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ, ὡς ἄνθρωπος ἐν χρόνῳ καὶ αὐτὸς γεγονώς· ἀλλ’ ἔσχεν ἂν καὶ αὐ‐ τὸς ἀεὶ συνυπάρχον τὸ τέκνον, εἰ μὴ ἡ φύσις ἐνεπό‐ διζε καὶ ἐκώλυε τὸ δύνασθαι. Καὶ γὰρ καὶ ὁ Λευῒ ἔτι
5ἦν ἐν τῇ ὀσφύϊ τοῦ προπάππου, πρὶν αὐτὸς γεννηθῇ, καὶ ὁ πάππος γεννήσῃ. Ὅταν οὖν εἰς τοῦθ’ ἡλι‐ κίας ἔλθοι ὁ ἄνθρωπος, ἐν ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ τῇ φύσει πα‐ τὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ ἑαυτοῦ υἱοῦ.
12 Οὐκοῦν εἰ γονέων περὶ τέκνων ἐπύθοντο, καὶ ἔγνωσαν ὅτι τὰ φύσει τέκνα οὐκ ἔξωθεν ἀλλ’ ἐκ τῶν γονέων εἰσίν· ὁμολογείτωσαν καὶ περὶ τοῦ Λόγου τοῦ
15Θεοῦ, ὅτι ὅλως ἐκ τοῦ Πατρός ἐστι. Καὶ περὶ τοῦ χρόνου ζητοῦντες, τὸ ἐμποδίζον τὸν Θεὸν λεγέτω‐ σαν. Χρὴ γὰρ ἐξ ὧν ὡς χλευάζοντες ἐπυνθάνοντο, ἐκ τούτων αὐτοὺς ἀσεβοῦντας διελέγχειν. Εἰπάτωσαν τοίνυν τί τὸ ἐμποδίζον τὸν Θεὸν, ἀεὶ τοῦ Υἱοῦ Πατέρα
20αὐτὸν εἶναι; Τὸ γὰρ ἐκ πατρὸς εἶναι τὸ γεννώ‐ μενον ὡμολόγηται. Ἵνα δὲ καὶ ὅλως τι τοιοῦτον λο‐ γισάμενοι περὶ τὸν Θεὸν, καταγνῶσιν ἑαυτῶν· ὥσπερ ἠρώτησαν γυναῖκας περὶ τῶν χρόνων, οὕτω πυνθανέσθωσαν καὶ τοῦ ἡλίου περὶ τοῦ ἀπαυγάσματος
25αὐτοῦ, καὶ τῆς πηγῆς περὶ τοῦ ἐξ αὐτῆς, ἵνα μάθω‐ σιν, ὅτι, καίπερ ὄντα γεννήματα ταῦτα, ἐστὶ καὶ ἀεὶ σὺν ἐκείνοις, ἐξ ὧν καί εἰσιν. Εἰ δὲ καὶ τὸ φύσει καὶ τὸ ἀεὶ οἱ τοιοῦτοι γονεῖς ἔχουσι πρὸς τὰ τέκνα, διὰ τί τὸν Θεὸν ἐλάττονα τῶν γενητῶν
30ὑπονοοῦντες, οὐ φανερώτερον ἑαυτῶν τὴν ἀσέβειαν ἐξάγουσιν; Εἰ δὲ τοῦτο μὲν οὐ τολμῶσιν ἐκ φανεροῦ λέγειν, ὁμολογεῖται δὲ ὁ Υἱὸς μὴ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς εἶναι φύσει γέννημα, οὐδὲν δὲ οὐδὲ τὸ ἐμποδίζον ἐστὶ τὸν Θεόν· (οὐ γὰρ ὡς ἄνθρωπος, ὁ
35Θεὸς, ἀλλὰ καὶ πλέον ἐστὶ τοῦ ἡλίου, μᾶλλον δὲ Θεός ἐστι τοῦ ἡλίου·) δῆλον, ὅτι καὶ ἐξ αὐτοῦ καὶ ἀεί ἐστι συνυπάρχων ὁ Λόγος τῷ Πατρὶ, δι’ οὗ τὰ πάντα οὐκ ὄντα εἰς τὸ εἶναι πεποίηκεν ὁ Πατήρ. Ὅτι μὲν οὖν ὁ Υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλ’ ἀΐδιός τε καὶ ἐκ
40τοῦ Πατρός ἐστι, καὶ αὐτὸ τὸ πρᾶγμα δείκνυσι· καὶ
ἡ ἐρώτησις δὲ τῶν αἱρετικῶν πρὸς τοὺς γονέας68

26

.

69

διελέγχῃ τὴν κακόνοιαν αὐτῶν. Ἔγνωσαν γὰρ τὸ κατὰ φύσιν, καὶ λοιπὸν καὶ περὶ τῶν χρόνων ᾐσχύνθησαν.
5 Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ Θεοῦ γέννησιν παρα‐ βάλλειν τῇ τῶν ἀνθρώπων φύσει, καὶ νομίζειν μέρος εἶναι τοῦ Θεοῦ τὸν Υἱὸν αὐτοῦ, ἢ ὅλως τι πάθος ση‐ μαίνειν τὴν γέννησιν, φθάσαντες μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ τὰ αὐτά φαμεν· Οὐκ ἔστιν
10ὡς ἄνθρωπος ὁ Θεός. Ἄνθρωποι μὲν γὰρ παθητικῶς γεννῶσι, ῥευστὴν ἔχοντες τὴν φύσιν, καὶ χρόνους ἀναμένοντες διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ Θεοῦ τοῦτο λέγειν οὐκ ἔστιν. Οὐ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ ἀπαθὴς ὢν καὶ ἁπλοῦς,
15ἀπαθῶς καὶ ἀμερίστως τοῦ Υἱοῦ Πατήρ ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν θείων Γραφῶν. Ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ Υἱός ἐστιν αὐτοῦ, καὶ ὁ Υἱὸς Λόγος ἐστὶ τοῦ Πατρὸς καὶ Σοφία· Λόγος δὲ καὶ Σοφία, οὔτε κτίσμα οὔτε μέ‐
20ρος ἐστὶ τούτου, οὗ καὶ ἔστι Λόγος, οὔτε κατὰ πάθος ἐστὶ γέννημα. Ἀμφότερα γοῦν ἡ Γραφὴ συνάπτουσα, Υἱὸν μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς οὐσίας γέννημα εὐαγγελίσηται. Ἵνα δὲ μή τις ἀν‐ θρώπινον ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν
25αὐτοῦ σημαίνων, Λόγον αὐτὸν εἶναι καὶ Σοφίαν καὶ ἀπαύγασμά φησιν. Ἐκ γὰρ τούτου καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀΐδιον, καὶ τῷ Θεῷ πρέπον λογιζόμεθα. Ποῖον οὖν πάθος, ἢ ποῖον μέρος ἐστὶ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἡ Σοφία, καὶ τὸ ἀπαύγασμα;
30Καὶ τοῦτο δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν. Ὡς γὰρ γυναικῶν ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ λόγου, ἵνα μά‐ θωσιν, ὅτι οὔτε πάθος αὐτῶν, οὔτε μέρος ἐστὶ τοῦ νοῦ τούτων ὁ Λόγος ὃν προφέρονται. Εἰ δὲ τῶν ἀν‐
35θρώπων, καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄν‐ των, τοιοῦτος ὁ λόγος, διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου Θεοῦ πάθη καὶ μέρη λογίζονται, ἵνα, τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι, ἀρνήσωνται τὴν ἀληθῆ καὶ φύσει γέννησιν τοῦ Υἱοῦ; καὶ ὅτι
40μὲν τὸ ἐκ τοῦ Θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ Λόγος οὐ κατὰ πάθος γεννώμενος. Ἀκουέτωσαν δὲ καὶ περὶ τῆς σοφίας τὰ αὐτά· οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· μὴ ἀνθρώπινον φαν‐
45ταζέσθωσαν καὶ ἐν τούτῳ περὶ αὐτοῦ. Καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν σοφίας γεγονότων, ὁ Θεὸς οὐδενὸς μετέχων, αὐτὸς τῆς ἑαυτοῦ σοφίας πατήρ
ἐστιν. ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ καλεῖσθαι· καὶ70

26

.

72

ἔστι καὶ αὐτὴ ἡ σοφία, οὐ πάθος, οὐδὲ μέρος, ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. Διὰ τοῦτο ἀεὶ Πα‐ τὴρ, καὶ οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ πατὴρ, ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ. Εἰ γὰρ καλὸν τὸ εἶναι
5αὐτὸν Πατέρα, οὐκ ἀεὶ δὲ ἦν πατήρ· οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ. Ἀλλ’ ἰδοὺ, φασὶ, καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρ’ οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀΐδιά ἐστι καὶ τὰ
10ποιήματα, καὶ οὐ θέμις εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γεννηθῇ; Ἄφρονες οἱ Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι; Πῶς δὲ, το‐ σαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεν‐
15νήματος καὶ ποιήματος, ἐμμένουσι τῇ ἀμαθίᾳ; Πά‐ λιν οὖν τὸ αὐτὸ λεκτέον, Τὸ ποίημα ἔξωθεν τοῦ ποι‐ οῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐ‐ σίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγ‐ κη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργά‐
20ζεται· τὸ δὲ γέννημα οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδ’ ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται, διὰ τί ὁ Θεὸς, ἀεὶ δυ‐
25νάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ; μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ἢ πῶς ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί με οὕτως ἐποίησας; Ἵνα δὲ, κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν,
30ἀκουέτωσαν· Ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλ’ οὐκ ἠδύνατο τὰ γενητὰ ἀΐδια εἶναι· ἐξ οὐκ ὄντων γάρ ἐστι, καὶ οὐκ ἦν πρὶν γένηται. Τὰ δὲ οὐκ ὄντα πρὶν γένηται, πῶς ἠδύνατο συνυπάρχειν τῷ ἀεὶ ὄντι Θεῷ; Διὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν ἀφορῶν
35ὁ Θεὸς, ὅτε εἶδεν, ὅτι δύναται γενόμενα διαμένειν, τότε καὶ πεποίηκε πάντα. Καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Ἀδὰμ, ἢ ἐπὶ Νῶε, ἢ ἐπὶ Μωϋσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ Λόγον, οὐκ ἀπέστει‐ λεν εἰ μὴ ἐπὶ συντελείᾳ τῶν αἰώνων· τοῦτο γὰρ εἶδε
40λυσιτελεῖν πάσῃ τῇ κτίσει· οὕτω καὶ τὰ γενητὰ, ὅτε ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. Ὁ δέ γε Υἱὸς, οὐκ ὢν ποίημα ἀλλ’ ἴδιος τῆς οὐσίας τοῦ Πατρὸς, ἀεὶ ἔστιν· ἀεὶ γὰρ ὄντος τοῦ Πατρὸς, ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας αὐτοῦ, ὅπερ ἐστὶν ὁ
45Λόγος αὐτοῦ καὶ ἡ σοφία. Καὶ τὰ μὲν κτίσματα72

26

.

73

κἂν μηδέπω ὑπάρχῃ, οὐκ ἐλαττοῖ τὸν ποιητήν· ἔχει γὰρ τὸ δύνασθαι δημιουργεῖν, ὅτε βούλεται· τὸ δὲ γέννημα, ἐὰν μὴ ἀεὶ συνῇ τῷ Πατρὶ, ἐλάτ‐ τωμα τῆς τελειότητος τῆς οὐσίας αὐτοῦ ἐστιν. Ὅθεν
5τὰ μὲν ποιήματα, ὅτε ἠθέλησεν, ἐδημιουργήθη διὰ τοῦ Λόγου αὐτοῦ· ὁ δὲ Υἱὸς ἀεί ἐστιν ἴδιον γέν‐ νημα τῆς τοῦ Πατρὸς οὐσίας.
9Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ
10αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν, ἓν τὸ ἀγέννητον, ἢ δύο; οὐκ ὀρθὴν αὐ‐ τῶν δείκνυσι τὴν διάνοιαν, ἀλλ’ ὕποπτον καὶ δό‐ λου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρω‐
15τῶσιν, ἀλλ’ ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἂν γοῦν τις, ἀγνοῶν τὴν πανουργίαν αὐτῶν, ἀποκρίνηται, ἓν τὸ ἀγένητον, εὐθὺς τὸν ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγον‐ τες· Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰ‐ ρήκαμεν, Οὐκ ἦν, πρὶν γεννηθῇ. Πάντα γὰρ φυ‐
20ρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις
25ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφή‐ μοις, ἀλλ’ ἐπ’ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέ‐ ναις, ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ Κυρίου, μὴ γινώσκοντες, μήτε ἃ λέγουσι,
30μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐρωτησάτωσαν γοῦν Ἕλληνας, παρ’ ὧν ἤκουσαν· οὐ γὰρ τῶν Γρα‐ φῶν, ἀλλ’ ἐκείνων ἐστὶν εὕρεμα· ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει, μάθωσιν, ὅτι οὐδὲ, περὶ ὧν λέγουσιν, ἐπίστανται καλῶς ἐρωτᾷν.
35Κἀγὼ γὰρ δι’ αὐτοὺς ἐπυθόμην λέγεσθαι ἀγένητον τὸ μηδέπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι, ὡς τὸ ξύλον τὸ μήπω μὲν γενόμενον, δυνάμενον δὲ γενέ‐ σθαι σκάφος. Καὶ αὖθις ἀγένητον λέγεσθαι τὸ μήτε γενόμενον, μήτε δυνάμενον γενέσθαι ποτὲ, ὡς
40τὸ τρίγωνον τετράγωνον, καὶ ὁ ἄρτιος ἀριθμὸς περιττός. Οὔτε γὰρ τὸ τρίγωνον γέγονέ ποτε τετρά‐ γωνον, οὔτε γένοιτ’ ἄν ποτε· ἀλλ’ οὔτε ὁ ἄρτιος γέ‐ γονέ ποτε περιττὸς, οὔτε γένοιτ’ ἄν ποτε περιττός.
Λέγεται δὲ πάλιν ἀγένητον τὸ ὑπάρχον μὲν, μὴ74

26

.

76

γενηθὲν δὲ ἔκ τινος, μηδὲ ὅλως ἔχον ἑαυτοῦ τινα πα‐ τέρα. Προσέθηκε δὲ καὶ ὁ πανοῦργος σοφιστὴς Ἀστέ‐ ριος, ὁ καὶ τῆς αἱρέσεως συνήγορος, ἐν τῷ ἰδίῳ συν‐ ταγματίῳ λέγων, ἀγένητον εἶναι τὸ μὴ ποιηθὲν,
5ἀλλ’ ἀεὶ ὄν. Κατὰ ποῖον οὖν σημαινόμενον νοοῦσι τὸ ἀγένητον, ἔδει προστιθέντας αὐτούς, ἐρωτᾷν, ἵνα καὶ ὁ ἐρωτώμενος ὀρθῶς ἀποκρίνηται.
9Εἰ δὲ νομίζουσι καλῶς ἐρωτᾷν, ἐν τῷ λέγειν,
10Ἓν τὸ ἀγένητον, ἢ δύο; ἀκούσονται πρῶτον μὲν, ὡς ἀμαθεῖς, πολλά τε εἶναι καὶ οὐδὲν, πλεῖστα μὲν τὰ δυνάμενα γενέσθαι, οὐδὲν δὲ τὸ μὴ δυνάμενον, ὥσπερ εἴρηται. Εἰ δὲ, ὡς Ἀστερίῳ ἤρεσε, τὸ μὴ ποίημα, ἀλλ’ ἀεὶ ὂν ἀγένητον εἶναι, οὕτως ἐρωτῶσιν· ἀκουέτω‐
15σαν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ὅτι, καὶ ὁ Υἱὸς οὕτω κατὰ ταύτην τὴν ἐκδοχὴν ἀγένητος ἂν λεχθείη. Οὔτε γὰρ τῶν γενητῶν, οὔτε ποίημά ἐστιν, ἀλλὰ καὶ ἀϊδίως σύνεστι τῷ Πατρὶ, ὥσπερ καὶ ἤδη δέδεικται, κἂν πολλάκις μεταβάλλωνται, ἵνα μόνον κατὰ τοῦ
20Κυρίου λέγωσιν, Ἐξ οὐκ ὄντων ἐστὶ, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ. Πάντων δὴ οὖν ἐκπίπτοντες, ἐὰν καὶ ἐκεῖνο θελήσωσι λοιπὸν ἐρωτᾷν κατὰ τὸ ὑπάρ‐ χον μὲν, μήτε δὲ γεννηθὲν ἔκ τινος, μήτε ἔχον ἑαυ‐ τοῦ πατέρα· ἀκούσονται μὲν καὶ παρ’ ἡμῶν τὸν οὕτω
25σημαινόμενον ἕνα καὶ μόνον ἀγένητον εἶναι τὸν Πατέρα, οὐδὲν δὲ πλέον ἕξουσιν ἐκ τοῦ τοιαῦτα ἀκού‐ ειν αὐτούς. Οὐδὲ γὰρ τὸ οὕτως ἀγένητον λέγεσθαι τὸν Θεὸν δείκνυσι γενητὸν εἶναι τὸν Υἱὸν, δήλου ὄντος κατὰ τὰς προειρημένας ἀποδείξεις τοιοῦτον
30εἶναι τὸν Λόγον, οἷός ἐστιν ὁ γεννήσας αὐτόν. Οὐκ‐ οῦν εἰ ἀγένητος ὁ Θεὸς, οὐ γενητὴ, ἀλλὰ γέν‐ νημά ἐστιν ἡ τούτου εἰκὼν, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Ποία γὰρ ἐμφέρεια τῷ γενητῷ πρὸς τὸ ἀγένητον; Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνητέον·
35ἐπεὶ εἰ ὅμοιον τὸ γενητὸν τῷ ἀγενήτῳ θέλουσιν, ὡς τὸν ὁρῶντα τοῦτο βλέπειν ἐκεῖνο, οὐ μακράν εἰσιν εἰπεῖν, ὅτι καὶ τὸ ἀγένητον καὶ κτισμάτων ἐστὶν εἰκὼν, καὶ λοιπὸν πέφυρται πάντα παρ’ αὐτοῖς, γε‐ νητῶν μὲν ἐξίσωσις πρὸς τὸ ἀγένητον, ἀγενήτου
40δὲ καθαίρεσις μετρουμένου πρὸς τὰ ποιήματα,76

26

.

77

ἵνα μόνον τὸν Υἱὸν ἐν τοῖς ποιήμασι καταγάγω‐ σιν.
5 Ἀλλ’ οὐδὲ αὐτοὺς οἶμαι θελῆσαι λέγειν ἔτι τὰ τοιαῦτα, ἐὰν Ἀστερίῳ γε τῷ σοφιστῇ πείθωνται. Ἐκεῖνος γὰρ, καίπερ σπουδάζων συνηγορεῖν τῇ Ἀρειανῇ αἱρέσει, καὶ λέγων ἓν εἶναι τὸ ἀγένητον, τὰ ἐναντία τούτοις ἀντιφθέγγεται, λέγων καὶ τὴν
10σοφίαν τοῦ Θεοῦ ἀγένητον καὶ ἄναρχον εἶναι, καὶ ἔστι μέρος, ὧν ἔγραψε, ταῦτα· «Οὐκ εἶπεν ὁ μακάριος Παῦλος, Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν, ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς προσθήκης, δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν, ἄλ‐
15λην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμιν, τὴν ἔμφυτον αὐτοῦ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων.» Καὶ πάλιν μετ’ ὀλίγα· «Καίτοι γε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγένητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ,
20μία ἂν εἴη δήπουθεν καὶ αὐτή.» Εἰ γὰρ καὶ μὴ κα‐ λῶς νοήσας τὸ τοῦ Ἀποστόλου ῥητὸν, ἐνόμισεν εἶναι δύο σοφίας, ἀλλ’ ὅμως συνυπάρχουσαν αὐτῷ ἀγένητον σοφίαν εἰρηκὼς, οὐκέτι ἓν τὸ ἀγένητον, ἀλλὰ καὶ ἕτερον ἔφησεν ἀγένητον εἶναι σὺν αὐτῷ.
25Τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ ἀλλ’ ἑτέρῳ συνυπάρ‐ χει. Ἢ τοίνυν Ἀστερίῳ πειθόμενοι, μηκέτι ἐρωτά‐ τωσαν, Ἓν τὸ ἀγένητον, ἢ δύω; ἵνα μὴ ὡς ἀμ‐ φιβάλλοντες μάχωνται πρὸς ἐκεῖνον· ἢ εἰ ἐναντιοῦν‐ ται κἀκείνῳ μὴ ἐπερειδέσθωσαν αὐτοῦ τῷ συνταγμα‐
30τίῳ, ἵνα μὴ ἀλλήλους δάκνοντες ὑπὸ ἀλλήλων ἀναλωθῶσι. Καὶ ταῦτα μὲν δι’ ὀλίγων πρὸς τὴν ἀμα‐ θίαν αὐτῶν εἰρήσθω. Πρὸς δέ γε τὴν πανοῦργον αὐ‐ τῶν προαίρεσιν τί τοσοῦτον ἄν τις εἴποι; Τίς αὐ‐ τοὺς οὐκ ἂν οὕτως μαινομένους μισήσειε δικαίως;
35Ἐπειδὴ γὰρ οὐκέτι παῤῥησίαν ἔχουσιν ἐν τῷ λέγειν, Ἐξ οὐκ ὄντων, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ, ἐπενόησαν ἑαυτοῖς τὴν τοῦ ἀγενήτου λέξιν, ἵνα τὸν Υἱὸν γενητὸν παρὰ τοῖς ἀκεραίοις λέγοντες, αὐτὰ πάλιν
ἐκεῖνα τὰ ῥήματα, τὸ Ἐξ οὐκ ὄντων, καὶ τὸ Οὐκ ἦν78

26

.

80

ποτε, σημαίνωσιν· ἐν γὰρ τούτοις τὰ γενητὰ καὶ τὰ κτίσματα σημαίνονται. Ἔδει οὖν, εἴπερ θαῤῥοῦσιν οἷς λέγουσι, τού‐ τοις καὶ ἐπιμένειν, καὶ μὴ ποικίλως μεταποιεῖν ἑαυ‐
5τούς. Ἀλλ’ οὐ θέλουσι, νομίζοντες εὐχερῶς ἅπαντα δύνασθαι, ἐὰν τῷ ὀνόματι τούτῳ σκέποντες τὴν αἵρεσιν προβάλωνται τὸ ἀγένητον· καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀγενήτου λεξείδιον οὐ πρὸς τὸν Υἱὸν ἔχει τὴν σημασίαν, κἂν οὗτοι γογγύζωσιν, ἀλλὰ πρὸς
10τὰ γενητά· καὶ ὅμοιον ἄν τις ἴδοι τούτου τὸ, Παντο‐ κράτωρ, καὶ τὸ, Κύριος τῶν δυνάμεων. Εἰ γὰρ τῶν πάντων ὁ Πατὴρ διὰ τοῦ Λόγου κρατεῖ, καὶ κυριεύει, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς βασιλεύει ὁ Υἱὸς, καὶ τὸ κράτος πάντων ἔχει, ὡς Λόγος καὶ ὡς εἰκὼν
15τοῦ Πατρός· εὔδηλον ὡς οὐδὲ ὧδε τοῖς πᾶσι συν‐ αριθμεῖται ὁ Υἱὸς, οὐδὲ δι’ αὐτὸν λέγεται Παντοκρά‐ τωρ καὶ Κύριος, ἀλλὰ διὰ τὰ δι’ Υἱοῦ γενόμενα, ὧν καὶ κρατεῖ καὶ κυριεύει διὰ τοῦ Λόγου. Καὶ τὸ ἀγένητον ἄρα οὐ διὰ τὸν Υἱὸν, ἀλλὰ διὰ τὰ δι’ Υἱοῦ
20γενόμενα σημαίνεται· καὶ καλῶς, ὅτι οὐκ ἔστιν ὡς τὰ γενητὰ ὁ Θεὸς, ἀλλὰ καὶ τούτων κτίστης διὰ τοῦ Υἱοῦ καὶ δημιουργός ἐστιν. Ὥσπερ δὲ τὸ ἀγένητον, πρὸς τὰ γενητὰ σημαίνεται, οὕτως καὶ τὸ Πα‐ τὴρ δηλωτικόν ἐστι τοῦ Υἱοῦ· καὶ ὁ μὲν ποιητὴν καὶ
25δημιουργὸν καὶ ἀγένητον ὀνομάζων τὸν Θεὸν τὰ κτίσματα καὶ τὰ γενητὰ βλέπει καὶ καταλαμβάνει· ὁ δὲ τὸν Θεὸν Πατέρα καλῶν, εὐθὺς τὸν Υἱὸν νοεῖ καὶ θεωρεῖ. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτῶν τὴν ἐπ’ ἀσεβείᾳ φιλονεικίαν, ὅτι, καίτοι καὶ τοῦ ὀνόματος
30τοῦ ἀγενήτου καλὴν ἔχοντος τὴν προειρημένην διά‐ νοιαν, καὶ δυναμένου μετ’ εὐσεβείας ὀνομάζεσθαι, αὐτοὶ κατὰ τὴν ἰδίαν αἵρεσιν προφέρουσιν ἐπ’ ἀτιμίᾳ τοῦ Υἱοῦ, οὐκ ἀναγνόντες ὅτι ὁ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα, καὶ ὁ τὸν Υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν
35Πατέρα. Εἰ γὰρ ὅλως αὐτοῖς εὐφημίας καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἔμελεν, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον καὶ μεῖζον ἦν, Πατέρα τὸν Θεὸν εἰδέναι τε καὶ λέγειν αὐτοὺς, ἢ ἐκείνως ὀνομάζειν αὐτόν. Λέ‐ γοντες μὲν γὰρ ἐκεῖνοι τὸν Θεὸν ἀγένητον, ἐκ
40τῶν γενομένων ἔργων αὐτὸν, καθάπερ εἴρηται, ποιη‐
τὴν μόνον καὶ δημιουργὸν λέγουσι, νομίζοντες, ὅτι80

26

.

81

καὶ τὸν Λόγον ποίημα ἐκ τούτου σημαίνειν δύνανται κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν Θεὸν Πατέρα λέγων, ἐκ τοῦ Υἱοῦ τοῦτον σημαίνει, οὐκ ἀγνοῶν, ὅτι, Υἱοῦ ὄντος, ἐξ ἀνάγκης διὰ τοῦ Υἱοῦ τὰ γενητὰ πάντα
5ἐκτίσθη. Καὶ οὗτοι μὲν ἀγένητον λέγοντες, μό‐ νον ἐκ τῶν ἔργων σημαίνουσιν αὐτὸν, καὶ οὐκ ἴσασι καὶ αὐτοὶ τὸν Υἱὸν, ὥσπερ Ἕλληνες· ὁ δὲ Πατέρα λέγων τὸν Θεὸν ἐκ τοῦ Λόγου σημαίνει τοῦτον. Εἰδὼς δὲ τὸν Λόγον, οἶδεν αὐτὸν δημιουργὸν ὄντα,
10καὶ καταλαμβάνει ὅτι δι’ αὐτοῦ τὰ πάντα γέ‐ γονεν.
13 Οὐκοῦν εὐσεβέστερον καὶ ἀληθὲς ἂν εἴη μᾶλ‐ λον τὸν Θεὸν ἐκ τοῦ Υἱοῦ σημαίνειν καὶ Πατέρα λέ‐
15γειν, ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέ‐ γειν αὐτὸν ἀγένητον. Τοῦτο μὲν γὰρ μόνον ἕκαστον, καθάπερ εἶπον, καὶ κοινῇ πάντα τὰ ἐκ τοῦ βουλήμα‐ τος τοῦ Θεοῦ διὰ τοῦ Λόγου γενόμενα ἔργα σημαίνει· τὸ δὲ Πατὴρ ἐφ’ Υἱοῦ μόνον σημαίνεται καὶ
20ἵσταται. Ὅσῳ δὲ ὁ Λόγος τῶν γενητῶν διαφέρει, τοσούτῳ καὶ πλεῖον τὸ λέγειν τὸν Θεὸν Πατέρα τοῦ λέγειν ἀγένητον διαφέροι ἄν. Καὶ γὰρ τοῦτο μὲν ἄγραπτον καὶ ὕποπτον ἅτε ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ὥστε τοῦ ἐρωτωμένου περὶ αὐτοῦ εἰς
25πολλὰ τὴν διάνοιαν περιφέρεσθαι· τὸ δὲ Πατὴρ ἁπλοῦν καὶ ἔγγραφον, καὶ ἀληθέστερον, καὶ σημαῖνον μόνον τὸν Υἱόν ἐστι. Καὶ τὸ μὲν ἀγένητον, παρ’ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν Υἱόν· τὸ δὲ Πατὴρ παρὰ τοῦ Κυρίου ἡμῶν ἐγνώσθη καὶ
30κεχάρισται. Καὶ γὰρ εἰδὼς αὐτὸς τίνος ἐστὶν Υἱὸς, ἔλεγεν· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέ‐ ρα· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. καὶ οὐδα‐ μοῦ φαίνεται τὸν Πατέρα καλῶν ἀγένητον αὐτός·
35ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν· Ὅταν δὲ προσεύχεσθε λέγετε, Θεὲ ἀγένητε· ἀλλὰ μᾶλ‐ λον· Ὅταν δὲ προσεύχεσθε, λέγετε, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησε,
40κελεύσας ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου,82

26

.

84

καὶ γενητοῦ, οὐδὲ εἰς ὄνομα κτίστου καὶ κτίσμα‐ τος, ἀλλ’ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ‐ ματος. Οὕτω γὰρ τελειούμενοι καὶ ἡμεῖς ἐκ ποιημά‐ των ὄντες, υἱοποιούμεθα λοιπὸν, καὶ τὸ τοῦ Πατρὸς
5δὲ ὄνομα λέγοντες, ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν αὐτῷ τῷ Πατρὶ Λόγον. Μάταιος ἄρα καὶ ἡ περὶ τῆς τοῦ ἀγενήτου λέξεως ἐπι‐ χείρησις αὐτῶν δέδεικται, καὶ μηδὲν πλεῖον ἔχουσα ἢ μόνην φαντασίαν.
10 Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ, καὶ μόνον ἐγγράψαντά με τὰ παρ’ αὐτῶν λεγό‐ μενα, δεῖξαι τὸ τολμηρὸν τῆς ἀσεβείας αὐτῶν. Ἔστι γὰρ ταῦτα ἃ ὡς ἐρωτῶντες φλυαροῦσιν· «Αὐτεξού‐
15σιός ἐστιν ἢ οὐκ ἔστι; Προαιρέσει κατὰ τὸ αὐτ‐ εξούσιον καλός ἐστι, καὶ δύναται, ἐὰν θελήσῃ, τρα‐ πῆναι, τρεπτῆς ὢν φύσεως· ἢ ὡς λίθος καὶ ξύλον, οὐκ ἔχει τὴν προαίρεσιν ἐλευθέραν εἰς τὸ κινεῖσθαι καὶ ῥέπειν εἰς ἑκάτερα;» Τῆς μὲν οὖν αἱρέσεως αὐ‐
20τῶν οὐκ ἀλλότριόν ἐστι τοιαῦτα λέγειν τε καὶ φρο‐ νεῖν· ἅπαξ γὰρ πλάσαντες ἑαυτοῖς ἐξ οὐκ ὄντων Θεὸν καὶ κτιστὸν Υἱὸν, ἀκολούθως ὡς ἁρμόζοντα κτίσματι τὰ τοιαῦτα καὶ συνέλεξαν ἑαυτοῖς ῥή‐ ματα· ἐπειδὴ δὲ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας δια‐
25μαχόμενοι, καὶ ἀκούοντες παρ’ αὐτῶν περὶ τοῦ ἀλη‐ θινοῦ καὶ μόνου Λόγου τοῦ Πατρὸς, τοιαῦτα περὶ αὐ‐ τοῦ φθέγγεσθαι τολμῶσι, τίς τούτου τοῦ δόγματος μιαρώτερον ἂν ἴδοι; Τίς τούτων καὶ μόνον ἀκούων, κἂν μὴ ἀντιλέγειν δύνηται, οὐ ταράττεται, καὶ τὴν
30ἀκοὴν ἀποκλείσει, ξενιζόμενος ἐφ’ οἷς ἐκεῖνοί τε λα‐ λοῦσι, καὶ αὐτὸς καινῶν ἀκούει ῥημάτων, ἐχόν‐ των αὐτόθεν καὶ ἀπ’ αὐτῆς τῆς προφορᾶς τὴν βλασ‐ φημίαν; Εἰ γὰρ τρεπτὸς καὶ ἀλλοιούμενός ἐστιν ὁ Λόγος, ποῖ ἄρα στήσεται, καὶ ποῖον αὐτοῦ τὸ
35τέλος ἔσται τῆς ἐπιδόσεως; ἢ πῶς ὅμοιος τῷ ἀτρέπτῳ ὁ τρεπτὸς εἶναι δυνήσεται; Πῶς δὲ ὁ τὸν τρεπτὸν ἑωρακὼς, ἑωρακέναι τὸν ἄτρεπτον νομίσειεν; Ἐν ποίᾳ δὲ ἄρα ἐὰν γένηται καταστάσει, δυνήσεταί τις τὸν Πατέρα ἐν αὐτῷ βλέπειν; δῆλον γὰρ, ὡς οὐκ
40ἀεί τις ὄψεται ἐν αὐτῷ τὸν Πατέρα, διὰ τὸ ἀεὶ τρέ‐ πεσθαι τὸν Υἱὸν, καὶ ἀλλοιουμένης αὐτὸν εἶναι φύ‐ σεως. Ὁ μὲν γὰρ Πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος,
καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, καὶ ὁ αὐτός ἐστιν· ὁ84

26

.

85

δὲ Υἱὸς εἰ κατ’ ἐκείνους τρεπτὸς, καὶ οὐκ ἀεὶ ὁ αὐ‐ τὸς, ἀλλ’ ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοι‐ οῦτος εἰκὼν τοῦ Πατρὸς εἶναι δύναται, οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας; Πῶς δὲ καὶ ὅλως ἐν τῷ Πατρί
5ἐστιν, ἀμφίβολον ἔχων τὴν προαίρεσιν; Τάχα δὲ καὶ τρεπτὸς ὢν, καὶ καθ’ ἡμέραν προκόπτων, οὔπω τέλειός ἐστιν. Ἀλλ’ ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω, καὶ δεικνύτω τούτους παραφρονοῦντας. Πῶς γὰρ οὐ τέλειος, ὁ
10ἴσος Θεῷ; Ἢ πῶς οὐκ ἄτρεπτος, ὁ μετὰ τοῦ Πα‐ τρὸς ἓν ὢν, καὶ τῆς οὐσίας ἴδιος ὢν Υἱὸς αὐτοῦ; Τῆς δὲ οὐσίας τοῦ Πατρὸς οὔσης ἀτρέπτου, ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. Εἰ δὲ τούτου οὕτως ὄντος, τοῦ Λόγου τροπὴν καταψεύδονται, μαν‐
15θανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται· διὰ τοῦτο καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ Πατρός.
20 Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Καὶ ὁ μὲν Δαυῒδ ψάλ‐ λων περὶ αὐτοῦ φησι· Καὶ σὺ κατ’ ἀρχὰς, Κύ‐ ριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν
25σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον‐ ται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ὁ δὲ Κύριος αὐτὸς περὶ
30ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει· Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ, Οὐκ ἠλλοίωμαι. Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαι‐ νόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέ‐ γειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν
35ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάν‐
40των τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς οὐρανοῦ καὶ γῆς σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ Γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαί‐ ρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα,
45καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι’ ὧν φησι·86

26

.

88

Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄν‐ των ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς,
5ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλ‐ λοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον καὶ ἀλλοιουμένην σοφίαν. Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἢ πῶς ἔτι σο‐
10φία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβε‐ βηκὸς, οὕτως εἶναι θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον, καὶ Υἱὸν καὶ Σοφίαν, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ
15δύνασθαι. Τοιαῦτα γὰρ φρονοῦντες πολλάκις εἰρήκα‐ σιν. Ἀλλ’ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη. Οὐ‐ δὲ γὰρ τοῦτο δείκνυσιν εἶναι Λόγον καὶ Υἱὸν ἀλη‐ θῶς Θεοῦ, οὔτε τὴν σοφίαν ἀληθῆ σοφίαν. Τὸ γὰρ τρεπόμενον καὶ ἀλλοιούμενον, οὐχ ἱστάμενον δὲ
20ἐν ἑνὶ καὶ τῷ αὐτῷ, πῶς δύναται εἶναι ἀληθές; Ὁ δέ γε Κύριος λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· εἰ τοίνυν ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ τοῦτο λέγει, καὶ τὸ ἄτρεπτον ἑαυτοῦ δείκνυσιν, οἵ τε ἅγιοι μαθόντες τοῦτο μαρτυροῦσιν, ἀλλὰ γὰρ καὶ αἱ περὶ Θεοῦ ἔν‐
25νοιαι τοῦτο ἴσασιν εὐσεβὲς, πόθεν ταῦτ’ ἐπενόησαν οἱ δυσσεβεῖς; Ἀπὸ μὲν οὖν τῆς καρδίας ὡς ἀπὸ φθορᾶς αὐτὰ ἐξήμεσαν. Ἐπειδὴ δὲ προφασίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον
30νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι τὰ ῥητὰ καὶ δεῖξαι ταῦτα μὲν ὀρθὴν ἔχοντα τὴν διάνοιαν, ἐκείνους δὲ κακῶς φρονοῦντας. Φασὶ τοίνυν, ὅτι γέγραπται παρὰ μὲν τῷ Ἀπο‐ στόλῳ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ
35ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπου‐ ρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων· παρὰ δὲ τῷ Δαυΐδ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
40Εἶτα ἐπιφέρουσιν ὡς σοφόν τι λέγοντες· Εἰ διὰ τοῦτο ὑψώθη, καὶ χάριν ἔλαβε, καὶ διὰ τοῦτο κέχρισται, μισθὸν τῆς προαιρέσεως ἔλαβε. Προαιρέσει δὲ πρά‐ ξας, τρεπτῆς ἐστι πάντως φύσεως. Ταῦτα. οὐ
μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέ‐88

26

.

89

βιός τε καὶ Ἄρειος, καὶ οἱ ἀπ’ αὐτῶν δὲ λαλεῖν οὐκ ὀκνοῦσι κατὰ μέσην τὴν ἀγορὰν, οὐχ ὁρῶντες ὅσην μανίαν ὁ λόγος αὐτῶν ἔχει. Εἰ γὰρ μισθὸν προαι‐ ρέσεως ἔλαβεν ἃ ἔσχεν, οὐκ ἂν ἐσχηκὼς αὐτὰ εἰ
5μὴ τοῦ δεομένου τὸ ἔργον ἐνεδείξατο· ἐξ ἀρετῆς ἄρα καὶ βελτιώσεως ταῦτα ἐσχηκὼς, εἰκότως ἐλέχθη διὰ ταῦτα καὶ Υἱὸς καὶ Θεὸς, καὶ οὐκ ἔστιν ἀληθινὸς Υἱός. Τὸ μὲν γὰρ ἔκ τινος κατὰ φύσιν ἀληθινόν ἐστι γέννημα, οἷος ἦν Ἰσαὰκ τῷ Ἀβραὰμ, καὶ Ἰωσὴφ
10τῷ Ἰακὼβ, καὶ τὸ ἀπαύγασμα τῷ ἡλίῳ· οἱ δὲ ἐξ ἀρε‐ τῆς καὶ χάριτος λεγόμενοι μόνον εἰσὶν ἔχοντες ἀντὶ τῆς φύσεως τὴν ἐκ τοῦ λαβεῖν χάριν, καὶ ἄλλοι παρὰ τὸ δοθὲν αὐτοῖς ὄντες, οἷοί εἰσιν οἱ ἄνθρω‐ ποι οἱ κατὰ μετοχὴν Πνεῦμα λαβόντες, περὶ ὧν καὶ
15ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἀμέλει ἐπεὶ μὴ κατὰ φύσιν ἦσαν υἱοὶ, διὰ τοῦτο καὶ τραπέντων αὐτῶν ἀφῃρέθη τὸ Πνεῦμα, καὶ ἀπεκηρύχθησαν· καὶ πάλιν δὲ μετανοοῦντας αὐ‐ τοὺς δέξεται, καὶ διδοὺς τὸ φῶς, πάλιν υἱοὺς κα‐
20λέσει ὁ καὶ κατὰ τὴν ἀρχὴν Θεὸς οὕτω τὴν χάριν αὐ‐ τοῖς δεδωκώς. Εἰ τοίνυν οὕτω καὶ τὸν Σωτῆρα λέγουσι, δειχθήσεται μήτε ἀληθινὸς, μήτε Θεὸς, μήτε Υἱὸς, μήτε ὅμοιος τῷ Πατρὶ, μήτε ὅλως τοῦ εἶναι κατ’ οὐ‐
25σίαν Πατέρα ἔχων τὸν Θεὸν, ἀλλὰ τῆς δοθείσης αὐτῷ μόνης χάριτος, τοῦ δὲ εἶναι κατ’ οὐσίαν κτίστην τὸν Θεὸν, καθ’ ὁμοιότητα τῶν πάντων, ἔχων. Τοιοῦτος δὲ ὢν, οἷον οὗτοι λέγουσι, φανήσεται μᾶλλον μηδὲ ἐξ ἀρχῆς ἐσχηκὼς τὸ ὄνομα Υἱὸς, εἴ γε τοῦτο τῶν ἔρ‐
30γων ἔπαθλον ἔσχε καὶ προκοπῆς, οὐκ ἄλλης ἢ τῆς ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν τοῦ δούλου μορφὴν ἀνέλαβε. Τότε γάρ ἐστιν, ὅτε γενόμενος ὑπή‐ κοος μέχρι θανάτου, ὑπερυψῶσθαι λέγεται, καὶ χάριν εἰληφέναι τὸ ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ
35κάμψῃ πᾶν γόνυ. Τί οὖν ἦν πρὸ τούτου, εἰ νῦν ὑψώθη, καὶ νῦν ἤρξατο προσκυνεῖσθαι, καὶ νῦν Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος; Φαίνεται γὰρ μηδὲν βελτιώσας αὐτὸς τὴν σάρκα, ἀλλὰ μᾶλλον αὐ‐ τὸς δι’ αὐτῆς βελτιωθεὶς, εἴ γε κατὰ τὴν κακόνοιαν
40αὐτῶν τότε ὑψώθη καὶ Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄν‐ θρωπος. Τί οὖν ἦν πρὸ τούτου; Πάλιν γὰρ αὐτοὺς ἐρωτᾷν ἀνάγκη, ἵνα καὶ τὸ τέλος τῆς ἀσεβείας αὐτῶν θεωρηθῇ. Εἰ γάρ ἐστιν ὁ Κύριος Θεὸς, Υἱὸς, Λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος· ἢ ἄλλο
45τι ἦν παρὰ ταῦτα, καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπαμεν· ἢ τὸ ἕτερον, ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη, ἀνάγκη λέγειν αὐ‐ τοὺς, μηδὲ εἶναι πρὸ τούτου αὐτὸν, ἀλλὰ τὸ ὅλον ἄν‐ θρωπον εἶναι φύσει, καὶ μηδὲν πλέον. Ἀλλ’ οὐκ

26

.

89

(50)

ἔστι τοῦτο τῆς Ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ90

26

.

92

καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. Διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες, οὐχὶ καὶ ὡς Ἰουδαῖοι περι‐ τέμνονται, ἀλλ’ ὑποκρίνονται τὸν Χριστιανισμὸν, καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην; Εἰ γὰρ οὐκ
5ἦν, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον, πῶς δι’ αὐτοῦ γέγονε τὰ πάντα, ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ Πατήρ; Καὶ αὐτὸς δὲ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προσώπῳ τοῦ Πατρός; Πῶς δὲ, εἰ μετὰ τὸν θά‐
10νατον ἔλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ; καὶ, ὡς εἶδε Δανιὴλ, μύριαι μυριάδες καὶ χί‐ λιαι χιλιάδες ἐλειτούργουν αὐτῷ; Πῶς δὲ, εἰ νῦν κατ’ αὐτοὺς ἔσχε τὴν βελτίωσιν, τῆς πρὸ κόσμου καὶ
15τῆς ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων ἔλεγεν αὐτὸς ὁ Υἱός· Δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ δὲ νῦν ὑψώθη κατ’ αὐτοὺς, πῶς πρὸ τούτου ἔκλι‐ νεν οὐρανοὺς καὶ κατέβη· καὶ πάλιν· Ἔδωκεν ὁ
20Ὕψιστος φωνὴν αὐτοῦ; Οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς, καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν, καὶ ἐξ οὐρανοῦ κατ‐ έβη, καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεό‐
25μενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν κατα‐ βέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.
32 Οὐκ ἄρα ἄνθρωπος ὢν, ὕστερον γέγονε Θεός· ἀλλὰ Θεὸς ὢν, ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. Ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος,
35τότε Υἱὸς καὶ Θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄν‐ θρωπος, υἱοὺς ἔλεγε τοὺς πάλαι λαοὺς ὁ Θεὸς, καὶ Μωσῆν ἐτίθει θεὸν τοῦ Φαραὼ, καὶ ἐπὶ πολλῶν ἡ Γραφή φησιν, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· δῆλόν ἐστιν, ὡς μετ’ αὐτοὺς καὶ Υἱὸς καὶ
40Θεὸς οὗτος ἐλέχθη. Πῶς οὖν πάντα δι’ αὐτοῦ, καὶ αὐτός ἐστι πρὸ πάντων; Ἢ πῶς πρωτότοκος πάσης τῆς κτίσεως, ἔχων τοὺς πρὸ ἑαυτοῦ κληθέντας υἱοὺς καὶ θεούς; Πῶς δὲ οἱ μέτοχοι πρῶτοι οὐ μετ‐ έχουσι Λόγου; οὐκ ἔστιν ἀληθὴς αὕτη δόξα· παρεύ‐
45ρεσίς ἐστι τῶν νῦν ἰουδαϊζόντων. Πῶς γὰρ92

26

.

93

ὅλως δύνανται τινες ἐπιγνῶναι Πατέρα τὸν Θεόν; οὔτε γὰρ υἱοθεσία γένοιτ’ ἂν χωρὶς τοῦ ἀλη‐ θινοῦ Υἱοῦ, λέγοντος αὐτοῦ· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.
5Πῶς δὲ καὶ θεοποίησις γένοιτ’ ἂν χωρὶς τοῦ Λόγου, καὶ πρὸ αὐτοῦ, καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς τούτων Ἰουδαίους, Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο; Εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν, εἴτε ἐπὶ
10γῆς, εἴτε ἐν οὐρανοῖς, διὰ τοῦ Λόγου υἱοποιήθη‐ σαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ Υἱός ἐστιν ὁ Λόγος· δῆλον ὅτι δι’ αὐτοῦ μὲν οἱ πάν‐ τες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνον αὐτὸς ἀληθινὸς Υἱὸς, καὶ μόνος ἐκ τοῦ ἀληθινοῦ Θεοῦ Θεὸς
15ἀληθινός ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν, οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατ’ οὐσίαν ὢν ταῦτα. Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδένα ἀμφιβάλλειν, ὅτι καθ’ ὁμοιό‐ τητα τοῦ ἀτρέπτου Πατρὸς ἄτρεπτός ἐστι καὶ ὁ
20Λόγος.
22 Τέως μὲν οὖν, ταῖς περὶ τοῦ Υἱοῦ ἐννοίαις χρώ‐ μενοι, οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέ‐ δωκεν αὐτὸς ὁ Κύριος, ἀπηντήσαμεν· καλὸν δὲ
25καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπὸν, ἵν’ ἔτι καὶ πλεῖον τοῦ μὲν Υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ, καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κα‐ κοφροσύνη. Γράφων τοίνυν Φιλιππησίοις ὁ Ἀπόστο‐ λός φησι· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν
30Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυ‐ τὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώ‐ ματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρε‐ θεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος
35ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρί‐ σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρα‐ νίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα
40γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τί τούτου λευ‐ κότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; Οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν· ἀλλὰ μᾶλλον Θεὸς ὑπάρχων τὴν δούλου μορφὴν ἔλαβε, καὶ ἐν τῷ
45λαβεῖν, οὐκ ἐβελτιώθη, ἀλλ’ ἐταπείνωσεν ἑαυτόν. Ποῦ τοίνυν ἐν τούτοις μισθὸς τῆς ἀρετῆς, ἢ ποία
προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; Εἰ γὰρ Θεὸς94

26

.

96

ὢν, γέγονεν ἄνθρωπος, καὶ, ἐξ ὕψους καταβὰς, λέ‐ γεται ὑψοῦσθαι, ποῦ ὑψοῦται Θεὸς ὤν; Δήλου ὄντος πάλιν τούτου, ὅτι, τοῦ Θεοῦ ὑψίστου ὄντος, ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου Λόγον ὕψιστον. Ποῦ
5οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ Πατρὶ ὢν, καὶ ὅμοιος κατὰ πάντα τοῦ Πατρός; Οὐκοῦν πάσης προσ‐ θήκης ἀπροσδεής ἐστι, καὶ οὐκ ἔστιν, ὡς ὑπονοοῦσιν οἱ Ἀρειανοί. Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος, καὶ ταῦτα γέγραπται· τίς χρεία ἦν ὅλως
10καὶ ταπεινῶσαι ἑαυτὸν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε; Ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτήρ; Ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος; Καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι·
15Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Καὶ πάλιν· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησό‐ μεθα· καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο· περὶ δὲ τῶν ἀγγέλων γέγραπται· Καὶ προσκυνησά‐
20τωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Εἰ δὲ καὶ ὡς ψάλλει Δαυῒδ ἐν τῷ ἑβδομη‐ κοστῷ πρώτῳ ψαλμῷ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· πῶς ἐλάμβανεν ὃ εἶχεν ἀεὶ, καὶ πρὶν λαβεῖν
25νῦν αὐτό; Ἢ πῶς ὑψοῦται, ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὤν; Ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι, ὁ καὶ, πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος; Οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ μυστήριον θεῖον· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν
30Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· δι’ ἡμᾶς δὲ ὕστερον οὗτος ὁ Λόγος σὰρξ ἐγένετο· καὶ τὸ λεγόμενον νῦν, ὑπερύψωσεν, οὐ τὴν οὐσίαν τοῦ Λόγου ὑψουμένην σημαίνει· ἦν γὰρ ἀεὶ καὶ ἔστιν ἴσα Θεῷ· ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις. Οὐ πρὶν γοῦν εἴρηται
35ταῦτα, εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ Λόγος, ἵνα γένητα φανερὸν, ὅτι τὸ, ἐταπείνωσε, καὶ τὸ, ὑπερύψωσεν ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται· οὗ γάρ ἐστι τὸ ταπει‐ νὸν, τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη· καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ, ἐταπείνωσε, γέγραπται,
40δῆλόν ἐστιν, ὅτι καὶ τὸ, ὑπερύψωσε, δι’ αὐτήν ἐστι. Τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου. Ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ Πατρὸς, καὶ ἀθάνατος ὢν ὁ Λόγος, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, καὶ ὑπέμεινε δι’ ἡμᾶς ὡς ἄνθρω‐
45πος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον, ἵν’ οὕτως
ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ96

26

.

97

Πατρί· διὰ τοῦτο καὶ ὡς ἄνθρωπος δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι, ἵν’ ὥσπερ τῷ θα‐ νάτῳ αὐτοῦ πάντες ἡμεῖς ἀπεθάνομεν ἐν Χριστῷ, οὕτως, ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυγωθῶ‐
5μεν, ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι, καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Εἰ δὲ νῦν ὑπὲρ
10ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσῆλθεν ὁ Χριστὸς, καί‐ τοι καὶ πρὸ τούτου καὶ ἀεὶ Κύριος ὢν καὶ δημιουρ‐ γὸς τῶν οὐρανῶν· ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑψω‐ θῆναι νῦν γέγραπται. Καὶ ὥσπερ αὐτὸς πάντας ἁγιά‐ ζων, λέγει πάλιν τῷ Πατρὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιά‐
15ζειν, οὐχ ἵνα ἅγιος ὁ Λόγος γένηται, ἀλλ’ ἵνα αὐτὸς ἐν ἑαυτῷ ἁγιάσῃ πάντας ἡμᾶς· οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον, ὑπερύψωσεν αὐτὸν, οὐχ ἵνα αὐτὸς ὑψω‐ θῇ· ὕψιστος γάρ ἐστιν· ἀλλ’ ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν δικαιοσύνη γένηται, ἡμεῖς δὲ ὑψωθῶμεν ἐν
20αὐτῷ, καὶ εἰς τὰς πύλας εἰσέλθωμεν τῶν οὐρα‐ νῶν, ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε, λεγόντων τῶν προτρεχόντων· ᾌρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύ‐ σεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ ὧδε γὰρ οὐκ
25αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι Κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι, ἀλλὰ δι’ ἡμᾶς καὶ τοῦτο γέγρα‐ πται, οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου. Διὸ καὶ ἀνθρωπίνως μὲν, δι’ ἣν ἐφόρει σάρκα, λέγεται περὶ αὐτοῦ τὸ, ᾌρατε πύλας· καὶ τὸ, Εἰσ‐
30ελεύσεται, ὡς ἀνθρώπου εἰσερχομένου· θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται, ἐπειδὴ καὶ Θεός ἐστιν ὁ Λόγος, ὅτι οὗτός ἐστιν ὁ Κύριος καὶ ὁ βασι‐ λεὺς τῆς δόξης. Τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομέ‐ νην ὕψωσιν προανεφώνει τὸ Πνεῦμα ἐν ὀγδοηκοστῷ
35ὀγδόῳ ψαλμῷ λέγον· Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ. Εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ Υἱὸς, οὐκ ἄρα αὐτός ἐστιν ὡς ἐνδεὴς ὑψούμενος, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ ἐν τῇ δικαιοσύνῃ ὑψούμενοι, ἥτις ἐστὶν αὐτός.
40 Καὶ γὰρ καὶ τὸ, ἐχαρίσατο αὐτῷ, οὐ δι’ αὐτὸν τὸν Λόγον γέγραπται· ἦν γὰρ πάλιν, καὶ πρὶν ἄν‐ θρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπό τε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως, κατὰ τὴν πατρικὴν ἰδιότητα· ἀλλὰ δι’ ἡμᾶς καὶ ὑπὲρ
45ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. Ὥσπερ98

26

.

100

γὰρ, ὡς ἄνθρωπος, ὁ Χριστὸς ἀπέθανε καὶ ὑψώθη· οὕτως, ὡς ἄνθρωπος, λέγεται λαμβάνειν ὅπερ εἶχεν ἀεὶ ὡς Θεὸς, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δο‐ θεῖσα χάρις. Οὐ γὰρ ἠλαττώθη ὁ Λόγος σῶμα λαβὼν,
5ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν, ἀλλὰ μᾶλλον καὶ ἐθεο‐ ποίησεν ὅπερ ἐνεδύσατο, καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. Ὥσπερ γὰρ ἀεὶ προσ‐ εκυνεῖτο Λόγος ὢν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων· οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος, κληθείς
10τε Ἰησοῦς, οὐδὲν ἧττον ἔχει πᾶσαν ὑπὸ πόδα τὴν κτίσιν, καὶ ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμ‐ πτουσαν αὐτῷ, καὶ ἐξομολογουμένην ὅτι καὶ τὸ γε‐ νέσθαι σάρκα τὸν Λόγον, καὶ θάνατον ὑπομεῖναι σαρκὶ, οὐκ ἐπ’ ἀδοξίᾳ τῆς θεότητος αὐτοῦ γέγονεν, ἀλλ’ εἰς
15δόξαν Θεοῦ Πατρός. Δόξα δὲ Πατρός ἐστι τὸν γενό‐ μενον ἄνθρωπον καὶ ἀπολόμενον εὑρεθῆναι, καὶ νε‐ κρωθέντα ζωοποιηθῆναι, καὶ ναὸν γενέσθαι Θεοῦ. Καὶ γὰρ καὶ τῶν ἐν οὐρανοῖς δυνάμεων, ἀγγέ‐ λων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐ‐
20τὸν, προσκυνούντων δὲ καὶ νῦν ἐν τῷ ὀνόματι Ἰησοῦ τὸν Κύριον, ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερ‐ ύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος, προσκυνεῖται ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ οὐ ξενισθήσονται αἱ οὐράνιοι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας
25ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. Ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρ‐ χων εἰλήφει δούλου μορφὴν, καὶ ταπεινώσας ἦν ἑαυτὸν, μέχρι θανάτου συγχωρήσας φθάσαι τὸ σῶμα.
30 Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις μωρὸν τοῦ Θεοῦ διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντι‐ μότερον. Ἡ μὲν γὰρ ἀνάστασις ἡμῶν ἐν αὐτῷ ἀπόκειται· οὐκέτι δὲ μόνος ὁ Ἰσραὴλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπὸν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν
35εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως Θεὸς ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. Τὸ δὲ καὶ ἐν σώματι γενόμε‐
40νον τὸν Κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖ‐ σθαι, πιστεύεσθαί τε αὐτὸν Υἱὸν Θεοῦ, καὶ δι’ αὐτοῦ ἐπιγινώσκεσθαι τὸν Πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλ’ ἡμεῖς. Διὰ γὰρ τὴν πρὸς τὸ
45σῶμα αὐτοῦ συγγένειαν ναὸς Θεοῦ γεγόναμεν καὶ ἡμεῖς, καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἤδη προσκυνεῖσθαι τὸν Κύριον, καὶ τοὺς ὁρῶν‐
τας ἀπαγγέλλειν, ὡς ὁ Ἀπόστολος εἴρηκεν, ὅτι ὄντως100

26

.

101

ὁ Θεὸς ἐν τούτοις ἐστί· καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ Εὐαγγελίῳ φησίν· Ὅσοι δὲ ἔλαβον αὐ‐ τὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέ‐ σθαι· ἐν δὲ τῇ Ἐπιστολῇ γράφει· Ἐν τούτῳ γινώ‐
5σκομεν, ὅτι μένει ἐν ὑμῖν, ἐκ τοῦ πνεύματος αὐ‐ τοῦ, οὗ ἔδωκεν ἡμῖν. Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ’ αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψι‐ στον Κύριον, καὶ δι’ ἡμᾶς ἡ χάρις δίδοται, διὰ τὸ
10γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον· αὐτὸς δὲ ὁ Σωτὴρ ἐταπείνωσεν ἑαυτὸν ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα· δούλου τε μορφὴν ἔλαβεν, ἐνδυσάμενος τὴν δουλωθεῖσαν σάρκα τῇ ἁμαρτίᾳ. Καὶ αὐτὸς μὲν οὐδὲν παρ’ ἡμῶν
15εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ παρ’ αὐτοῦ μᾶλ‐ λον ἐβελτιώθημεν. Αὐτὸς γάρ ἐστι τὸ φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ, διὸ, συνδέσμῳ, διὰ
20τὸ λέγειν τὸν Παῦλον· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερ‐ ύψωσεν. Οὐ γὰρ ἆθλον ἀρετῆς, οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γενομένης ὑψώσεως. Τί δὲ τοῦτό ἐστιν ἢ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ εὐγενοῦς Πατρὸς
25Υἱὸν, ταπεινῶσαι ἑαυτὸν καὶ δοῦλον ἀνθ’ ἡμῶν καὶ ὑπὲρ, ἡμῶν γενέσθαι; Εἰ γὰρ μὴ ἄνθρωπος ὁ Κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλ’ ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδ’ ἂν ὑψώθημεν εἰς οὐρανοὺς, ἀλλ’ ἐκείμεθα ἐν τῷ
30ᾅδῃ. Δι’ ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον ὑπερύψωσε, καὶ, ἐχαρίσατο. Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν. Καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν, ἐκ παραλλή‐
35λου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν Λόγον αὐτὸν, ᾗ Λόγος ἐστὶν, ὑψοῦσθαι σημαίνει· ἔστι γὰρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος καὶ ὅμοιος ὢν τῷ Πα‐ τρί· ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. Λέγων γοῦν,
40ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, εὐθὺς ἐπ‐ ήγαγε τὸ, διὰ τοῦτο ὑπερύψωσε· δεῖξαι θέλων, ὅτι, εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλ’ ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναστάς. Κατέβη γὰρ σωματικῶς·
45ἀνέστη δὲ, ὅτι Θεὸς ἦν αὐτὸς ἐν σώματι. Καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε τῇ διανοίᾳ ταύτῃ
τὸν, διὸ, σύνδεσμον, οὐ μισθὸν ἀρετῆς οὐδὲ προκο‐102

26

.

104

πῆς, ἀλλ’ αἰτίας δηλωτικὸν, δι’ ἣν ἡ ἀνάστασις γέ‐ γονε· καὶ δι’ ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νε‐ κροὶ, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη.
5Ἡ δὲ αἰτία αὕτη ἐστὶν, ἣν αὐτὸς προείρηκεν, ὅτι, Θεὸς ὢν, ἄνθρωπος γέγονεν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι μόνον ἐξ Ἀδὰμ ὄντες ἀπέθανον, καὶ τὸν θάνατον εἶχον βασιλεύοντα κατ’ αὐτῶν· οὗτος δὲ ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ἐστιν· γὰρ Λόγος
10σὰρξ ἐγένετο. Καὶ λέγεται ὁ τοιοῦτος ἄνθρω‐ πος ἐξ οὐρανοῦ καὶ ἐπουράνιος, διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν Λόγον· διὸ οὐδὲ κεκράτηται ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, συγ‐ χωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ
15σῶμα, διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου· ἀλλ’ ἐκ γῆς ὑπερυψώθη, διὰ τὸ εἶναι αὐτὸν ἐν σώματι Υἱὸν τοῦ Θεοῦ. Ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε· τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· Ὃν ὁ Θεὸς ἀν‐
20έστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Ὡς γὰρ παρὰ τῷ Παύλῳ γέγραπται· Ἐπειδὴ, ἐν μορφῇ Θεοῦ ὢν, γέγονεν ἄνθρωπος, καὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτόν·
25οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται· Ὅτι, ἐπειδὴ Θεὸς ὢν γέγονεν ἄνθρωπος, τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν αὐτὸν καὶ τοῖς ὁρῶσι Θεόν· διὰ τοῦτο δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θα‐ νάτου. Ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶ‐
30σαι· ἴδιον γὰρ τῶν ἀνθρώπων ὁ θάνατος· διὰ τοῦτο Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ἵνα, θανατω‐ θεὶς σαρκὶ, ζωοποιήσῃ πάντας τῇ ἑαυτοῦ δυνάμει. Ἐπειδὴ δὲ αὐτὸς λέγεται ὑψῶσθαι, καὶ ὅτι ὁ Θεὸς αὐτῷ ἐχαρίσατο, καὶ νομίζουσιν οἱ αἱρετικοὶ
35ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ Λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. Ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν κατωτέρων μερῶν τῆς γῆς, ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. Αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν, καὶ οὐχ ἑτέ‐
40ρου σῶμα τὸ ὑψωθὲν ἀπό τε τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. Αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώ‐ ματος, καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ Λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος, αὐτὸς ὡς ἄνθρωπος,
διὰ τὸ σῶμα ὑψοῦσθαι λέγεται. Εἰ μὲν οὖν οὐ γέγονεν104

26

.

105

ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ ὁ Λόγος γέγονε σὰρξ, ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγε‐ σθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵν’ ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν
5ἀνθρώπων ἁμαρτίας καὶ κατάργησις τοῦ θανάτου· ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι’ αὐτὸν εἰς ἡμᾶς διαμένῃ. Ἐπ’ ἀμφοτέρων δὲ εἴρηκεν· Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ, ὁ Θεὸς αὐτῷ ἐχαρίσατο· ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ Πατήρ
10ἐστιν ὁ γενόμενος σὰρξ, ἀλλ’ ὁ τούτου Λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ λαμβάνων ἀνθρωπίνως παρὰ τοῦ Πατρὸς, καὶ ὑψούμενος παρ’ αὐτοῦ, ὥσπερ εἴρη‐ ται. Δῆλον δὲ, καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ Πατὴρ, διὰ τοῦ Υἱοῦ δίδωσι. Καὶ ἔστι πα‐
15ράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς χάριν, ταύτην αὐτὸς ὁ Υἱὸς λέγεται δέχεσθαι· καὶ τὴν ὕψωσιν, ἣν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ποιεῖ, ταύτην ὡς αὐτὸς ὑψούμενός ἐστιν ὁ Υἱός. Αὐτὸς γὰρ ὁ ὢν τοῦ Θεοῦ Υἱὸς,
20αὐτὸς γέγονε καὶ Υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν Λόγος, τὰ παρὰ τοῦ Πατρὸς δίδωσι· πάντα γὰρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ Πατὴρ, δι’ αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ Υἱὸς ἀνθρώπου, αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παρ’ ἑαυτοῦ δέχεσθαι, διὰ τὸ μὴ ἑτέρου, ἀλλ’ αὐτοῦ εἶναι
25τὸ σῶμα, τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, κα‐ θάπερ εἴρηται. Ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον. Ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν. Αὐτὸς δὲ ὁ Λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα.
30 Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ· φησὶ γὰρ καὶ αὐτός·
35Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδι‐ κίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους
40σου. Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἂν τῶν μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων·
45θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ106

26

.

108

νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι Λόγος ἀληθινὸς, ἀπαύγα‐ σμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται παρ’ αὐτοῦ τῷ Πνεύματι. Καὶ ἐνταῦθα
5γοῦν χρίεται, οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· οὐδ’ ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλ’ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγρα‐ πται. Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε
10ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν Θεὸς ὢν καὶ τὴν βασιλείαν τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς, ὅμως δὲ λέ‐
15γεται νῦν χρίεσθαι, ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. Τοῦτο δὲ σημαίνων καὶ αὐτὸς δι’ ἑαυτοῦ ὁ Κύριος
20ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγια‐ σμένοι ἐν ἀληθείᾳ. Τοῦτο δὲ λέγων ἔδειξεν, ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ’ ὁ ἁγιάζων· οὐ γὰρ
25παρ’ ἑτέρου ἁγιάζεται, ἀλλ’ αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι
30τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ ὄντι ( δὲ Λό‐ γος ὁ σὸς ἀλήθειά ἐστιν·) οἱ πάντες ἁγιασθῶσιν; Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ, ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ
35εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλ’ εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν
40λεχθείη· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Τοῦ γὰρ Κυ‐
ρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην,108

26

.

109

ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρ’ αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παρ’ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδ’ ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕ‐
5τως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησί· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνε‐ κεν ἔχρισέ με· καθὼς καὶ ὁ Ἀπόστολος εἴρη‐
10κεν· Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ. Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ κα‐ ταβέβηκεν ἐπ’ αὐτὸν τὸ Πνεῦμα; Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι· Τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψε‐
15ται· καὶ, Ἐγὼ αὐτὸ ἀποστέλλω· καὶ, Λάβετε Πνεῦμα ἅγιον, τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς λέγε‐ ται νῦν ἁγιάζεσθαι, ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου
20γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου· τοῦ δὲ Ἀποστόλου, Καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Οὐκοῦν δι’ ἡμᾶς, καὶ ὑπὲρ
25ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τού‐ του προκοπὴ βελτιώσεως καὶ μισθὸς ἀρετῆς ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασι‐ λεὺς ὢν, εἰς βασιλείαν προήγετο, εἶχεν ἂν ὑμῶν
30ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός ἐστι, ποῦ εἶχε προκόψαι Θεός; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθ‐ ημένῳ τοῦ Πατρός; Εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρη‐ κεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει,
35αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ὁ τῷ παρ’ αὐτοῦ διδο‐ μένῳ Πνεύματι χριόμενος, ἀλλ’ ἡ προσληφθεῖσα παρ’ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παρ’ αὐτοῦ χριο‐ μένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύ‐
40ριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ’ αὐτοῦ. Οὐ γὰρ ἀφ’ ἑαυτοῦ, φησὶ, τὸ Πνεῦμα λαλεῖ, ἀλλ’ ὁ Λόγος ἐστὶν, ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ Ἀπόστολος ἔγραψεν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ‐
45χων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ,110

26

.

112

ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν·
5τοῦτο γὰρ παρ’ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλ‐ λειν· Σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Παρὰ δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρ‐ νης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ σώ‐ ματος τοῦ Κυρίου.
10 Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; Ποῖος δὲ καὶ μισθὸς μεί‐ ζων γένοιτ’ ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; Ἆρ’ οὐ θεωρεῖτε, ὅτι
15καὶ τοῦτο δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγρα‐ πται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος, θνητοὺς ὄν‐ τας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ; Ἆρ’ οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων
20λογίων; Καὶ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερω‐ θέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, Ὁ Λό‐
25γος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὣν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς· Λάβετε Πνεῦμα ἅγιον· καὶ
30Μωϋσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς Ἑβδομή‐ κοντα· δι’ αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ Πατρὶ λέγων· Τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Καὶ ἄνθρωπος δὲ γενόμενος ἔλεγεν· Ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας·
35καὶ ἔπεμψεν ἀψευδὴς ὢν ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ Λόγος
40ἐστὶν, ᾗ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλ’ οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ δι’ αὐτοῦ. Αὐτοῦ γὰρ νῦν
λεγομένου ἀνθρωπίνως χοίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν112

26

.

113

αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τού‐ των πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέ‐ γων τῷ Πατρί· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι,
5δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Δι’ ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ, ἔλαβε, καὶ τὸ, ἐχαρίσατο, καὶ τὸ, ὑπερύψωσε, λέλε‐ κται· ἵν’ ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ὑπὲρ ἡμῶν
10ἑαυτὸν ἁγιάζει, ἵν’ ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ. Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν πάλιν ἑαυτοῖς, εἰς ἃ βούλον‐ ται, πορίζονται· γνώτωσαν οἱ τῶν Γραφῶν ἀμαθεῖς,
15καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα πάλιν τὸ, Διὰ τοῦτο, οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως· οὐ γὰρ εἶπε, Διὰ
20τοῦτο ἔχρισέ σε, ἵνα γένῃ Θεὸς, ἢ βασιλεὺς, ἢ Υἱὸς, ἢ Λόγος· ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεὶ, κα‐ θάπερ δέδεικται· ἀλλὰ μᾶλλον, Ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ ἁγίῳ, ἢ
25σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ’ ἣν καὶ ἐξ ἀρ‐ χῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος εἰς τοῦτο, ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρ‐ ακουσάντων. Διὰ τοῦτο Θεοῦ χρεία ἦν, (Θεὸς δέ ἐστιν
30ὁ Λόγος·) ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. Εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ’ ἂν αὐτὸς ἦν ὁ Χριστὸς εἷς ὢν πάντων καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ Θεός ἐστι, Θεοῦ Υἱὸς ὢν, βασιλεύς τε ἀΐδιός ἐστιν, ἀπαύγασμα καὶ
35χαρακτὴρ τοῦ Πατρὸς ὑπάρχων· διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Χριστὸς, ὃν ὁ Πα‐ τὴρ ἀπαγγέλλει τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις· ἵνα, ὥσπερ δι’ αὐτοῦ γεγό‐ ναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ
40τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ’ αὐτοῦ βασιλεύηται. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως, καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου, ἣν προορῶν καὶ ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν
45ἀναφωνεῖ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βα‐114

26

.

116

σιλείας σου· τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων, λέγει· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετ‐ όχους σου.
5 Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι, ὅπου γε, χρείας πάλιν ἀπαιτούσης, οὐ παρ‐ ῃτήσατο διὰ τὸ ἀνθρώπινον ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύματος; Τῶν γὰρ Ἰουδαίων
10λεγόντων, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμό‐ νια, ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς εἰς τὸ ἐλέγξαι βλασφημοῦντας αὐτούς· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ἰδοὺ γὰρ ὁ τοῦ Πνεύ‐ ματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλλειν αὐτὸν
15τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. Ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ’ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω
20τὰ δαιμόνια. Ἀμέλει καὶ τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότη‐ τος σημαίνων ἔλεγεν· Ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἕξει ἄφεσιν· οἷοι ἦσαν οἱ λέ‐ γοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;
25Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες, καὶ τὰ τοῦ Λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες, ἄφυκτον τιμωρίαν ἕξουσι. Τοιαῦτα μὲν οὖν τοῖς Ἰουδαίοις, ὡς ἄνθρωπος, ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα δεικνὺς ἑαυτοῦ;
30οὐκέτι δὲ ἐλάττονα τοῦ Πνεύματος ἑαυτὸν, ἀλλὰ ἴσον σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν· Λάβετε τὸ Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ αὐτὸ ἀπο‐ στέλλω· κἀκεῖνος ἐμὲ δοξάσει, καὶ, ὅσα ἀκούει λαλήσει. Ὥσπερ οὖν ἐνταῦθα αὐτὸς ὁ τοῦ Πνεύ‐
35ματος δοτὴρ ὁ Κύριος οὐ παραιτεῖται εἰπεῖν, ἐν Πνεύ‐ ματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ Πνεύματος δοτὴρ οὐ παρῃτή‐
σατο λέγειν· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνε‐116

26

.

117

κεν ἔχρισέ με, διὰ τὸ γεγενῆσθαι αὐτὸν σάρκα, ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ, ὅτι κατὰ τὰ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας
5ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. Διὰ τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ Πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ Υἱοῦ, οὗ καὶ τὸ Πνεῦμά ἐστι; Πότε δὲ λαμ‐ βάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος; Καὶ ὥσπερ τὸ παρὰ τοῦ Ἀποστόλου
10λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφήν· οὕτως καὶ ὁ Δαβὶδ δεί‐ κνυσιν, ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ αὐ‐
15τὸς ὁ Λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύ‐ ματι χρίεσθαι. Διὸ καὶ βεβαίως ἐλάβομεν, αὐτοῦ λε‐ γομένου κεχρίσθαι σαρκί. Τῆς γὰρ ἐν αὐτῷ σαρ‐ κὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου δι’ αὐτὴν εἰληφέναι, ὡς ἀνθρώπου· ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ἐκ τοῦ πληρώ‐
20ματος αὐτοῦ λαμβάνοντες. Τὸ δὲ, Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίση‐ σας ἀδικίαν, πρόσκειται ἐν τῷ ψαλμῷ, οὐχ, ὡς ὑμεῖς πάλιν νοεῖτε, τρεπτὴν δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλὰ μᾶλλον καὶ ἐκ τούτου τὸ ἄτρεπτον
25αὐτοῦ σημαῖνον. Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις ἐστὶ τρεπτή· καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρ‐ ήκουσαν, ὥσπερ εἴρηται· ἥ τε πρᾶξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι, καὶ ἕτερον γίνεσθαι, ὡς τὸν
30ἄρτι δίκαιον ἄδικον μετ’ ὀλίγον εὑρεθῆναι· διὰ τοῦτο πάλιν ἀτρέπτου χρεία ἦν, ἵνα τὸ ἀμετάβλητον τῆς τοῦ Λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. Ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὐφρονοῦσιν εὔλογον. Ἐπειδὴ
35γὰρ ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐτράπη, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι· ἵνα, κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν τοῦ ὄφεως ἡ ἀπάτη ἐξασθενήσῃ, τοῦ δὲ Κυρίου ἀτρέ‐
40πτου καὶ ἀναλλοιώτου ὄντος, πρὸς πάντας ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήμασι γένηται. Ὥσπερ γὰρ, τοῦ Ἀδὰμ παραβάντος, εἰς πάντας ἀνθρώπους ἔφθασεν
ἡ ἁμαρτία, οὕτως, τοῦ Κυρίου γενομένου ἀνθρώ‐118

26

.

120

που, καὶ τὸν ὄφιν ἀνατρέψαντος, εἰς πάντας ἀνθρώ‐ πους ἡ τοιαύτη ἰσχὺς διαβήσεται, ὥστε λέγειν ἕκα‐ στον ἡμῶν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἄτρε‐
5πτος, ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν, χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτός τε ὢν καὶ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ εἰς τὸ δύνασθαι λοιπὸν τὸ δι‐
10καίωμα τοῦ νόμου πληροῦν ἐν αὐτῇ, ὥστε καὶ λέγειν δύνασθαι· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν. Μάτην ὑμῖν ἄρα καὶ νῦν, ὦ Ἀρειανοὶ, ἡ τοι‐ αύτη ὑπόνοια γεγένηται, καὶ μάτην ἐπροφασίσασθε
15τὰ ῥήματα τῶν Γραφῶν· ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ ἄτρεπτός ἐστι, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ’ ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ὅμοιος, εἰ μὴ οὕτως ἐστίν; Ἢ πῶς πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, εἰ μὴ καὶ τὸ ἄτρεπτον καὶ τὸ ἀναλλοίω‐
20τον τοῦ Πατρὸς ἔχει; Οὐχ ὡς ὑποκείμενος δὲ νόμοις, καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ, φόβῳ τοῦ ἐκπεσεῖν, τὸ ἕτερον προσλαμ‐ βάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται· ἀλλ’ ὡς Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δί‐
25καιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. Δίκαιος οὖν φύσει καὶ ὅσιος ὢν, διὰ τοῦτο ἀγαπᾷν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν· ἴσον τῷ εἰπεῖν, ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμ‐ βάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. Καὶ
30γὰρ καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ λέγουσιν αἱ θεῖαι Γραφαί· Δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε· καὶ, Ἐμίσησας πάντας τοὺς ἐργαζομέ‐ νους τὴν ἀνομίαν· καὶ, Τὰς μὲν πύλας Σιὼν ἀγαπᾷ, τὰ δὲ σκηνώματα Ἰακὼβ οὐ περὶ πολλοῦ
35ποιεῖται· καὶ, Τὸν μὲν Ἰακὼβ ἠγάπησε, τὸν δὲ Ἠσαῦ ἐμίσησε· κατὰ δὲ τὸν Ἡσαΐαν, φωνὴ Θεοῦ ἐστι πάλιν λέγοντος· Ἐγώ εἰμι Κύριος, ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδι‐ κίας. Ἢ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα
40ἐκλαμβανέτωσαν· καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται· ἢ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς δια‐ νοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. Εἰ δὲ καὶ μόνον ἀκούειν τοῦτο λεγόντων ἑτέρων οὐκ
ἔστιν ἀκίνδυνον, διὰ τοῦτο καλῶς διανοούμεθα τὸ λέ‐120

26

.

121

γεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρ‐ πάγματα ἐξ ἀδικίας, οὐχ ὡς ἐπὶ θάτερα ῥοπὴν ἔχον‐ τος αὐτοῦ καὶ δεκτικοῦ τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, ἐκεῖνο δὲ μὴ αἱρεῖσθαι· τοῦτο
5γὰρ τῶν γενητῶν ἴδιόν ἐστιν· ἀλλ’ ὅτι, ὡς κριτὴς, τοὺς μὲν δικαίους ἀγαπᾷ καὶ προσλαμβάνεται, τῶν δὲ φαύλων μακρὰν γίνεται ἀκόλουθον ἂν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν, ὅτι οὕτως ἀγαπᾷ καὶ μισεῖ. Τοιαύτην γὰρ εἶναι τὴν φύσιν τῆς
10εἰκόνος δεῖ, οἷός ἐστιν ὁ ταύτης Πατὴρ, κἂν οἱ Ἀρειανοὶ, ὡς τυφλοὶ, μήτε ταύτην, μήτε ἄλλο τι τῶν θείων λογίων βλέπωσιν. Ἐκπεσόντες γὰρ τῶν ἀπὸ καρδίας αὐτῶν ἐννοιῶν, μᾶλλον δὲ παρανοιῶν, ἐπὶ ῥητὰ πάλιν τῶν θείων Γραφῶν καταφεύγουσιν,
15εἰς ἃ καὶ αὐτὰ συνήθως ἀναισθητοῦντες, οὐχ ὁρῶσι τὸν ἐν τούτοις νοῦν· ἀλλ’ ὡς κανόνα τινὰ τὴν ἰδίαν ἀσέβειαν θέμενοι, πρὸς τοῦτον πάντα τὰ θεῖα λόγια διαστρέφουσιν· οἵτινες καὶ μόνον αὐτὰ φθεγ‐ γόμενοι, οὐδὲν ἕτερον ἀκούειν εἰσὶν ἄξιοι ἢ, Πλανᾶ‐
20σθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἂν δὲ καὶ ἐπιμένωσι, πάλιν ἐντρέ‐ πεσθαι καὶ ἀκούειν, Ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροι‐
25μίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἐν δὲ τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, τοῦ Ἀποστόλου λέγοντος· Τοσούτῳ κρείττων γενό‐ μενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐ‐ τοὺς κεκληρονόμηκεν ὄνομα· καὶ μετ’ ὀλίγα· Ὅθεν,
30ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κα‐ τανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμο‐ λογίας ἡμῶν, Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐν ταῖς Πράξεσι δὲ, Γνωστὸν οὖν ἔστω πᾶσιν ὑμῖν, πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ
35Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦ‐ τον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Ταῦτα ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶν τὸν τοῦ Θεοῦ
40Λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους, πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητὰ, ἀντὶ δὲ τῆς ἀληθι‐ νῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείρον‐
τες· εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἠσέβουν εἰς τὸν Κύ‐122

26

.

124

ριον τῆς δόξης, οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον. Εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ γεγραμμένον, ὅτι ὄντως ὁ Θεὸς ἐπὶ τῆς γῆς κατ‐
5οικήσει· μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ, τοῖς ἀθέοις Μανι‐ χαίοις ἑαυτοὺς ἐγκαταμίξαντες, ἀρνοῦνται τὸ, Ὁ Λό‐ γος σὰρξ ἐγένετο, καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ
10τῶν Μανιχαίων τοῦτο· εἰ δὲ διὰ τὸ πρόβλημα, καὶ ὅπερ ἐκ τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχή‐ κασι, διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶ‐ σιν ἀρνεῖσθαι τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἐπειδὴ καὶ γέγραπται· ἢ καὶ τὰ ῥήματα τὰ περὶ τούτου γε‐
15γραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ Σωτῆρος· ἢ εἰ τὴν διάνοιαν ἀρνοῦν‐ ται, ἀρνείσθωσαν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος. Ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἐρυθριᾷν δὲ ἐπὶ τοῖς γεγραμμένοις
20περὶ αὐτοῦ, καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν δια‐ φθείρειν. Γέγραπται μὲν γὰρ, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δὲ, ὡς ἐπὶ πάσης τῆς θείας Γραφῆς
25προσήκει ποιεῖν, καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐν‐ ταῦθα, καθ’ ὃν εἶπεν ὁ Ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον, καὶ τὸ πρᾶγμα, διόπερ ἔγραψε, πι‐ στῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παρ’ ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς
30ἀληθινῆς διανοίας γένηται. Τοῦτο γὰρ καὶ ὁ φιλομα‐ θὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς, παρεκάλει τὸν Φίλιππον λέγων· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἐφοβεῖτο γὰρ μὴ, παρὰ πρόσωπον ἐκλαβὼν τὴν
35ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας. Καὶ οἱ μα‐ θηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν τὸν Κύριον λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρου‐ σίας; Καὶ αὐτοὶ, ἀκούοντες παρὰ τοῦ Σωτῆρος
40τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους δι‐
δάσκειν δυνηθῶσι. Μαθόντες γοῦν, διωρθώσαντο μέλ‐124

26

.

125

λοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. Ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶ‐ σιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παρ’ ἕτερόν τις ἐκλαμβάνῃ τι
5τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. Παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν οἱ μὲν περὶ Ὑμέναιον καὶ Ἀλέ‐ ξανδρον λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν, ἀγαπήσαντες νῦν τὴν περιτομήν. Παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πά‐
10σχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμε‐ νον, μεθ’ ἡμῶν ὁ Θεός· καὶ ὅταν τὸ μὲν, Προφήτην
15ἡμῖν ἀναστήσει ὁ Θεὸς, νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι· τὸ δὲ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, μὴ μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ’ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.
20 Τοιαῦτα δὴ οὖν καὶ οἱ χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκει‐ σαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν, τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες, τοσοῦτον ἠσέβουν οἱ ἄφρονες.
25Τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσμα‐ τός τις καλῶς ἐκλάβοι. Φησὶ γὰρ ὁ Ἀπόστολος· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλή‐ σας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν
30Υἱῷ· εἶτα μετ’ ὀλίγα φησί· Δι’ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Περὶ τοῦ
35καιροῦ ἄρα καθ’ ὃν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὅτε καὶ τῶν ἁμαρτιῶν καθαρισμὸς γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. Πότε δὲ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν; πότε δὲ γέ‐ γονεν ἄνθρωπος ἢ μετὰ τοὺς προφήτας ἐπ’ ἐσχά‐
40των τῶν ἡμερῶν; Εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθ’ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχά‐ των καιρῶν, ἀκολούθως ἐμνημόνευσεν, ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός·
ἐλάλησε γὰρ αὐτοῖς διὰ τῶν προφητῶν. Καὶ ἐπειδὴ126

26

.

128

καὶ προφῆται διηκόνησαν, καὶ δι’ ἀγγέλων ὁ νό‐ μος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ἦλθε δια‐ κονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, δεῖξαι θέλων,
5ὅτι ὅσον ὁ Υἱὸς διαφέρει δούλου, τοσοῦτον καὶ τῆς δια‐ κονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέ‐ γονε. Τὴν διακονίαν ἄρα διακρίνων ὁ Ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παῤῥησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων· Τοσούτῳ κρείττων γε‐
10νόμενος τῶν ἀγγέλων. Διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε, μείζων, ἢ, τιμιώτερος γενό‐ μενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλὰ, κρείττων, εἴρηκεν, ἵνα τὸ διαλλάτ‐ τον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γεννητὰ γνω‐
15ρίσῃ. Καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων Γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· τοῦ δὲ Σο‐ λομῶνος ἀναφωνοῦντος· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκι‐
20μασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Πῶς γὰρ οὐκ εἰσὶν ἑτερούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; Ποία δὲ συγγένεια ταῖς οὐρανίοις αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; Ἢ τί ὅμοιον τῶν αἰω‐
25νίων καὶ πνευματικῶν τὰ πρόσκαιρα καὶ τὰ θνητά; Καὶ τοῦτο γὰρ ἦν ὃ Ἡσαΐας φησί· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ
30οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Οὕτως ἄρα οὐδε‐ μία συγγένεια τῷ Υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκρι‐
35τικῶς ἐλέχθη τὸ, κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ ἀλλάττον τῆς τούτου φύσεως ἀπ’ ἐκείνων. Καὶ αὐτὸς οὖν ὁ Ἀπόστολος τὸ, κρείττων, ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν Υἱὸς, τὰ δὲ δοῦλα·
40καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθη‐ ται, τὰ δὲ ὡς δοῦλα παρέστηκε, καὶ ἀποστέλλεται,
καὶ λειτουργεῖ.128

26

.

129

Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ γεγραμμέ‐
5νον ἐνταῦθα, γενόμενος, οὔτε γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. Εἰ μὲν γὰρ ἁπλῶς εἰ‐ ρήκει τὸ, γενόμενος, καὶ ἐσιώπησεν, ἡ πρόφα‐ σις ἦν τοῖς Ἀρειανοῖς· ἐπειδὴ δὲ τὸν Υἱὸν προείρηκε, δι’ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον
10εἶναι τῶν γενητῶν, οὐδὲ τὸ, γενόμενος, ἀπολελυμέ‐ νως ἔθηκεν, ἀλλὰ τὸ, κρείττων, συνῆψε τῷ, γε‐ νόμενος. Ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν, εἰδὼς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου Υἱοῦ ὁ λέγων τὸ, γε‐ νόμενος, ἴσον τῷ γεγενῆσθαι, καὶ ὅτι ἐστὶ κρείτ‐
15των, λέγει. Τὸ μὲν γὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις, γέγονεν, ἢ, πεποίηται· τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται· οὔτι γε
20διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία Γραφή· ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ, Πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπὶ δὲ τῶν
25υἱῶν τῶν γεννητῶν, Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· καὶ, Ἀβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐ‐ τοῦ. Ὁ δὲ Μωϋσῆς ἔλεγεν· Ἐὰν γένωνταί τινι υἱοί. Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ
30τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, με‐ ματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ, γενόμενος, πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζων‐ ται πάλιν λέγειν συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν
35Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως· αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρπο‐ κράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴ‐ ρηκε τῷ Χριστῷ· ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ
40κόσμου δημιουργοὺς εἶναί φησι. Παρ’ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκοίνουσι τὸν τοῦ
Θεοῦ Λόγον τοῖς ἀγγέλοις.130

26

.

132

Ἀλλ’ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος, Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; Ἀκούσονται δὲ ὅμως, ἐὰν ἄρα κἂν οὕτω
5μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὰ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους, διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ
10Θεὸς μὲν ἀσύγκριτόν ἐστι πρᾶγμα· ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις ἐπὶ τούτων εἴ‐ ποι τὸ, κρεῖττον, ἀλλὰ τὸ, μᾶλλον, καὶ τὸ, πλέον· οὕτως Ἰωσὴφ ὡραῖος ἦν μᾶλλον παρὰ τοὺς ἀδελφοὺς
15αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· ἀστὴρ δὲ ἀστέρος οὐχὶ κρείσσων, ἀλλὰ μᾶλλον διαφέρει ἐν δόξῃ. Ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν ταῦτά τις παραβάλλῃ πρὸς ἄλληλα, τότε τὸ, κρεῖττον, πρὸς τὸ διαλλάττον λέγε‐ ται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται.
20Εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ Ἀπόστολος· Τοσούτῳ μᾶλ‐ λον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ, τοσούτῳ μείζων ἐστίν· ἦν ἂν ὑμῖν πρόφασις, ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι, καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν
25υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως. Λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν ἄλλον αὐτὸν εἶναι πάντων τῶν γενητῶν. Ἄλλου δὲ καὶ ἑτερουσίου αὐ‐ τοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς
30οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; Κἂν γὰρ πάλιν ἐνθυμηθῶσί τι τοιοῦτον, διελέγξει τούτους τὰ αὐτὰ λέγων ὁ Παῦλος· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ· ἐγὼ σήμε‐ ρον γεγέννηκά σε; Καὶ πρὸς μὲν τοὺς ἀγγέ‐
35λους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ‐ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλό‐ γα
39Ἰδοὺ τῶν μὲν γενητῶν τὸ ποιεῖσθαι, καὶ ταῦτα
40ποιήματα εἶναι λέγει· πρὸς δὲ τὸν Υἱὸν οὐ ποίησιν, οὐδὲ τὸ γενέσθαι, ἀλλὰ τὸ ἀΐδιον, καὶ τὸ βασιλέα, καὶ τὸ εἶναι δημιουργὸν, προσφωνεῖ λέγων· Ὁ θρό‐ νος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ
45ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπ‐ ολοῦνται, σὺ δὲ διαμένεις. Ἐξ ὧν καὶ αὐτοὶ
συνιδεῖν ἠδύναντο, εἴπερ ἤθελον, ὅτι ἄλλος μέν ἐστιν132

26

.

133

ὁ δημιουργῶν, ἄλλα δὲ τὰ δημιουργήματα· καὶ ὁ μὲν Θεός ἐστι, τὰ δὲ γενητά ἐστιν ἐξ οὐκ ὄντων πε‐ ποιημένα. Τὸ γὰρ λεγόμενον νῦν, αὐτοὶ ἀπ‐ ολοῦνται, οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεώς
5φησιν, ἀλλ’ ἵνα ἀπὸ τοῦ τέλους τὴν τῶν γενητῶν δείξῃ φύσιν. Τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόληται διὰ τὴν χάριν τοῦ πεποιηκότος ταῦτα, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναί ποτε αὐτὰ μαρτυρεῖται. Διὰ τοῦτο γοῦν ὡς τούτων τοιαύτην
10ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ τὸ, Σὺ δὲ διαμένεις, ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ· οὐ γὰρ ἔχων τὸ δύνασθαι ἀπολέσθαι, ὥσπερ ἔχει τὰ γενητὰ, ἔχων δὲ τὸ διαμένειν ἀεὶ, ἀλλότριον μέν ἐστιν αὐτοῦ τὸ λέγεσθαι, Οὐκ ἦν, πρὶν γεννηθῇ, ἴδιον δὲ τὸ ἀεὶ
15εἶναι, καὶ συνδιαμένειν σὺν τῷ Πατρί. Εἰ μὲν οὖν μὴ ταῦτα γράψας ἦν ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, κἂν ἐκ τῶν ἄλλων Ἐπιστολῶν αὐτοῦ, καὶ πάσης τῆς Γραφῆς ἀληθῶς ἐκωλύοντό τι τοιοῦτον φαντάζεσθαι περὶ τοῦ Λόγου· ἐπειδὴ
20δὲ αὐτός τε ἔγραψε, καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὢν ὁ Υἱός· καὶ αὐτὸς μὲν δημιουργὸς, τὰ δὲ δημιουργεῖται παρ’ αὐ‐ τοῦ· καὶ αὐτὸς μὲν ἀπαύγασμα καὶ Λόγος, καὶ εἰκὼν, καὶ σοφία τοῦ Πατρός ἐστι, τὰ δὲ γενητὰ κάτω που
25τῆς Τριάδος ἐστὶ παραστήσοντα καὶ δουλεύοντα· ἑτερογενὴς ἄρα καὶ ἑτερούσιός ἐστιν ὁ Υἱὸς τῶν γε‐ νητῶν, καὶ μᾶλλον τῆς τοῦ Πατρὸς οὐσίας ἴδιος καὶ ὁμοφυὴς τυγχάνει. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν, Ὁ Πατήρ μου κρείττων μοῦ ἐστιν,
30ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβοι· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν, μείζων ἐστὶν, ἔδειξε πάλιν τὴν τῆς οὐσίας ἰδιότητα Καὶ ὁ Ἀπόστολος δὲ αὐτὸς οὐ τὴν οὐσίαν τοῦ
35Λόγου προηγουμένως συγκρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτος γὰρ, μᾶλλον δὲ ἄλλο καὶ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε παρ’ αὐτοῦ γενομένην
40οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον134

26

.

136

τοῖς πρότερον· ἵνα, ὅσῳ τῇ φύσει διαφέρει τῶν προ‐ αποσταλέντων παρ’ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρ’ αὐτοῦ καὶ δι’ αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι’ ἀγγέλων διακονίας γένηται. Δούλων μὲν γὰρ
5ἦν ἀπαιτεῖν μόνον τοὺς καρπούς· Υἱοῦ δὲ καὶ δεσπό‐ του χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Καὶ τὰ ἐπιφερόμενα γοῦν παρὰ τοῦ Ἀπο‐ στόλου δείκνυσι τὴν διαφορὰν τοῦ Υἱοῦ πρὸς τὰ γε‐ νητὰ λέγοντος· Διὰ τοῦτο δεῖ περισσοτέρως
10προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μήποτε παραῤ‐ ῥυῶμεν. Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρ‐ ακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτη‐
15ρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων, εἰς ἡμᾶς ἐβε‐ βαιώθη. Εἰ δὲ τῶν γενητῶν εἷς ἦν ὁ Υἱὸς, οὐ κρείτ‐ των αὐτῶν ἦν, οὔτε ἐν τῇ παρακοῇ τὸ μεῖζον τῆς τιμωρίας δι’ αὐτὸν ἀπέκειτο. Οὐδὲ γὰρ ἐν τῇ
20διακονίᾳ τῶν ἀγγέλων ἐνῆν καθ’ ἕκαστον αὐτῶν τὸ μεῖζον καὶ ἔλαττον ἐν τοῖς παραβαίνουσιν· ἀλλ’ εἶς ἦν ὁ νόμος, καὶ μία ἡ κατὰ τῶν παραβαινόντων ἐκδικία. Ἐπειδὴ δὲ οὐκ ἔστι τῶν γενητῶν ὁ Λόγος, ἀλλ’ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο ὅσῳ κρείττων αὐτὸς,
25καὶ τὰ δι’ αὐτοῦ κρείττονα καὶ παρηλλαγμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων γένοιτο. Θεασά‐ σθωσαν γοῦν τὴν διὰ τοῦ Υἱοῦ χάριν, καὶ ἐπιγνώτω‐ σαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος δὲ αὐτὸς Υἱὸς
30ἀληθινὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Ὁ νό‐ μος δὲ δι’ ἀγγέλων ἐλαλήθη, καὶ οὐδένα τετελείωκε δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας, ὡς εἴρηκεν ὁ Παῦ‐ λος. Ἡ δὲ τοῦ Λόγου ἐπιδημία τετελείωκε τὸ ἔργον τοῦ Πατρός. Καὶ τότε μὲν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως
35ὁ θάνατος ἐβασίλευσεν· ἡ δὲ τοῦ Λόγου παρουσία κατήργησε τὸν θάνατον· καὶ οὐκέτι μὲν ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα. Καὶ τότε μὲν ἀπὸ Δὰν μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ τῇ
40Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός· νῦν δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ πᾶσα ἡ γῆ πεπλήρωται τῆς περὶ Θεοῦ γνώσεως, οἵ τε μαθηταὶ ἐμαθήτευσαν πάντα τὰ ἔθνη, καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον· Ἔσονται πάντες διδακτοὶ Θεοῦ
45Καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα· ἄρτι δὲ ἡ136

26

.

137

ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ Ἀπό‐ στολος μετὰ ταῦτα φανερώτερον ἐξηγεῖται λέ‐ γων· Κατὰ τοσοῦτον κρείττονος Διαθήκης γέγο‐ νεν ἔγγυος Ἰησοῦς· καὶ πάλιν· Νῦν δὲ διαφο‐
5ρωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείτ‐ τονός ἐστι Διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται· καὶ, Οὐδὲν γὰρ ἐτε‐ λείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Καὶ αὖθίς φησιν· Ἀνάγκη οὖν τὰ μὲν
10ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθα‐ ρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυ‐ σίαις παρὰ ταύτας. Τὸ ἄρα κρεῖττον καὶ νῦν καὶ δι’ ὅλων τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. Κρείττων γὰρ ἡ
15δι’ αὐτοῦ θυσία· κρείττων ἡ ἐν αὐτῷ ἐλπίς· καὶ αἱ δι’ αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγ‐ κρινόμεναι, ἀλλ’ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείτ‐ των τῶν γενητῶν ἐστι.
20 Καὶ τὸ λεγόμενον πάλιν, γέγονεν ἔγγυος, τὴν ὑπὲρ ἡμῶν ἐγγύην τὴν παρ’ αὐτοῦ γενομένην σημαίνει. Ὡς γὰρ Λόγος ὢν, σὰρξ ἐγένετο, καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα· (γενητὴ γάρ ἐστιν αὕτη καὶ κτιστὴ τυγχάνει οὖσα·) οὕτω καὶ ἐν‐
25ταῦθα τὸ, γέγονεν, ἵνα τοῦτο κατὰ δεύτερον σημαι‐ νόμενον ἐκλάβωμεν, διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ γνῶσιν οἱ φιλονεικοῦντες, ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν, ἀκουέτωσαν, ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος,
30ὁ εἰδὼς αὐτὸν Υἱὸν καὶ Σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλ’ εἰς τὴν τῆς Διαθήκης δια‐ κονίαν τὸ γενέσθαι καὶ νῦν λογίζεται, καθ’ ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. Καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ δι’ αὐτοῦ διακονία γέγονεν,
35ὅτι καὶ τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐκστήσας ἀπ’ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ᾐχμαλω‐
40τίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. Τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς μηκέτι κατὰ σάρκα περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα, καὶ πολλάκις λέγειν· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι· καὶ, Ὅτι ἦλθεν ὁ τοῦ
45Θεοῦ Υἱὸς εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα πάντας λυτρώσηται, καὶ σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Τότε μὲν γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος
ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν138

26

.

140

ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάν‐ των, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέ‐ πων κέκραγεν Ἰωάννης· Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χρι‐
5στοῦ ἐγένετο. Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.
8 Τὸ οὖν, κρείττων, ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι’ ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ,
10τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. Τί δὲ τοῦτο ση‐ μαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ; Τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι
15θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα· καὶ οὕτως εἷς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· Πάντα
20ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Διὰ τοῦτο γὰρ καὶ καθ‐ ήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐ‐ τὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σα‐
25λευθῶ. Δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Δε‐ ξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν
30ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ Υἱοῦ φησι· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι, Ἀπεστάλην πρὸς σέ· καὶ, Κύ‐ ριος ἐνετείλατο· ὁ δὲ Υἱὸς, κἂν λέγῃ ἀνθρωπίνως,
35ὅτι, Ἀπεστάλην, καὶ ἔρχεται τὸ ἔργον τελειῶσαι καὶ διακονῆσαι, λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα
40ποιεῖ· ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δ’ ὅτι γέγραπται, γενόμενος κρείττων, τὸ, γενόμενος, οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγό‐
45μενον, ἴσον ἀκοῦσαι, γεγενῆσθαι, καὶ, ἔστιν, ἢ διὰ τὸ140

26

.

141

γεγενῆσθαι τὴν κρείττονα διακονίαν τὸ, γενόμενος, λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν· ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον· εἰρημένων ἐπελάθοντο.
5 Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ’ αὐτοῦ ὡς ἐπ’ ἐκείνων τὸ, γενόμενος, καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω· ἀλλ’ ἔστω‐ σαν ἢ καὶ οὗτοι υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος, καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρός·
10ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίαν ἀποστελλόμενος καὶ αὐτὸς ὁμοίως ἐκείνων. Εἰ δὲ διίστησιν ὁ Παῦ‐ λος τὸν Υἱὸν ἀπὸ τῶν γενητῶν, λέγων· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ; καὶ οὗτος
15μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παρ’ αὐτοῦ γίνονται· καὶ αὐτὸς μὲν μετὰ τοῦ Πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες· τίνι πάλιν οὐκ ἔστι φανερὸν, ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ, γενόμενος, ἀλλ’ ἐπὶ τῆς δι’
20αὐτοῦ γενομένης διακονίας; Ὡς γὰρ Λόγος ὢν, γέ‐ γονε σὰρξ, οὕτω, γενόμενος ἄνθρωπος, γέγονε το‐ σούτῳ κρείττων ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς, καὶ δὲ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυ‐
25σάσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ, γενόμενος· οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτω‐ σαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ, γενόμενος. Πῶς δὲ γέγονε κρείτ‐ των ἐν τῇ διακονίᾳ, κρείττων ὢν τῇ φύσει παρὰ τὰ
30γενητὰ, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι. Ἂν δ’ ἄρα φιλονει‐ κῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις, καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ Πατρὸς εἰρημένα ἀντιθεῖναι
35τούτοις, ἵνα ἢ δυσωπηθέντες παύσωσιν ἑαυτῶν τὴν γλῶτταν ἀπὸ κακῶν, ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσὶν ἀνοίας. Γέγραπται τοίνυν· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με· καὶ πάλιν· Ἐγένετο Κύριος καταφυγὴ
40τῷ πένητι· καὶ ὅσα τοιαῦτα ἐν ταῖς θείαις Γρα‐ φαῖς εὑρίσκεται. Εἰ μὲν οὖν εἰς τὸν Υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ καὶ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν· ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γε‐
νέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ142

26

.

144

ἅγιοι· καὶ λοιπὸν τὸ, γενόμενος, καὶ τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισεν, εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμ‐ βανέτωσαν. Τότε γὰρ γέγονε βοηθὸς καὶ οἶκος κατα‐ φυγῆς, ὅτε τῷ σώματι ἑαυτοῦ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ ξύλον, καὶ ἔλεγε· Δεῦτε πρὸς
5μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἂν δὲ εἰς τὸν Πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητὰ, ἆρ’ ἐπειδὴ καὶ ἐνταῦθα γέγραπται τὸ, γενοῦ, καὶ τὸ, ἐγένετο, τοσούτῳ ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι τὸν Θεόν; Ναὶ τολμήσου‐
10σιν, ὥσπερ καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ὑπονοεῖν, οἷα καὶ περὶ τοῦ Λό‐ γου αὐτοῦ φαντάζονται. Ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον!
15Οὔτε γὰρ ὁ Υἱὸς τῶν γενητῶν ἐστιν, οὔτε τὸ γεγραμ‐ μένον καὶ τὸ λεγόμενον ὧδε, γενοῦ, καὶ, ἐγέ‐ νετο, ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν γενομέ‐ νην βοήθειαν τοῖς δεομένοις. Ὁ μὲν γὰρ Θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγό‐
20νασι διὰ τοῦ Λόγου, ὅτε αὐτὸς ὁ Πατὴρ ἠθέλησε· καὶ ἔστιν ὁ Θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενη‐ τοῖς, καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. Ὅταν τοίνυν ἀσθενοῦντες οἱ ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι
25προσεύχωνται· τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ γίνεται τοῖς μὲν ἀσθενοῦσιν ἰσχὺς, τοῖς δὲ διωκο‐
30μένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς δὲ ἀδικου‐ μένοις λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρ‐ ειμι. Ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ Υἱοῦ γίνεται, τοῦτο τὸν Θεὸν ἕκαστος ἑαυτῷ γεγενῆ‐ σθαι λέγει· ἐπειδὴ καὶ βοήθεια παρ’ αὐτοῦ τοῦ Θεοῦ
35διὰ τοῦ Λόγου γίνεται. Τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων, καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογή‐ σει καλῶς εἰρῆσθαι. Πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν, ὡς ὁ Ἀβραὰμ τῷ Λώτ· ὁ δὲ διωκομένῳ
40τὸν οἶκον ἠνέῳξεν, ὡς ὁ Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν, ὡς ὁ Λὼτ
τοὺς ἀγγέλους· ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν,144

26

.

145

ὡς ὁ Ἰὼβ τοῖς αἰτοῦσιν αὐτόν. Ὥσπερ οὖν ἕκαστος τῶν εὖ παθόντων εἰ λέγοι, Ὁ δεῖνά μοι γέγονε βοηθός· καὶ ἄλλος εἰ λέγοι, Κἀμοὶ καταφυγὴ, καὶ τούτῳ χο‐ ρηγός· λέγοντες δὲ ταῦτα, οὐ τὴν ἀρχὴν τῆς γε‐
5νέσεως, οὐδὲ τὴν οὐσίαν τῶν εὖ ποιησάντων σημαί‐ νουσιν, ἀλλὰ τὴν εἰς αὐτοὺς γινομένην παρ’ ἐκεί‐ νων εὐεργεσίαν· οὕτως ὅταν λέγωσι περὶ τοῦ Θεοῦ οἱ ἅγιοι τὸ, ἐγένετο, καὶ τὸ, γενοῦ, οὐκ ἀρχήν τινα γε‐ νέσεως σημαίνουσιν· ἄναρχος γὰρ καὶ οὐ γενητὸς ὁ
10Θεός· ἀλλὰ τὴν εἰς ἀνθρώπους παρ’ αὐτοῦ γενομέ‐ νην σωτηρίαν. Τούτου δὲ οὕτως νοουμένου, ἀκόλουθον ἂν εἴη καὶ ἐπὶ τοῦ Υἱοῦ, ὅσα δ’ ἂν καὶ ὁσάκις ἂν λέγηται, ἐγένετο, καὶ, γενοῦ, τὴν αὐτὴν διάνοιαν σώζειν·
15ὥστε καὶ τὸ λεγόμενον, γενόμενος κρείττων τῶν ἀγγέλων, καὶ, ἐγένετο, ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γίνεσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτων γενητὸν αὐτὸν φαντάζεσθαι· ἀλλ’ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας, ὅτε γέγονεν ἄνθρωπος,
20νοεῖν τὸ λεγόμενον παρὰ τοῦ Παύλου. Ὅτε γὰρ ὁ Λό‐ γος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἦλθέ τε ἵνα διακονήσῃ καὶ πᾶσι σωτηρίαν χαρίσηται· τότε ἡμῖν ἐγένετο σωτηρία, καὶ ἐγένετο ζωὴ, καὶ ἐγένετο ἱλασμός· τότε ἡ ὑπὲρ ἡμῶν αὐτοῦ οἰκονομία κρείτ‐
25των γέγονε τῶν ἀγγέλων, καὶ ἐγένετο ὁδὸς, καὶ ἐγένετο ἀνάστασις. Καὶ ὥσπερ τὸ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, οὐκ οὐσίας γένεσιν σημαίνει αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὴν φιλανθρωπίαν, ὥσπερ εἴ‐ ρηται· οὕτως καὶ νῦν τὸ, γενόμενος κρείττων τῶν
30ἀγγέλων, καὶ, ἐγένετο, καὶ, τοσούτῳ κρείτ‐ των γέγονεν ἔγγυος ὁ Ἰησοῦς, οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, μὴ γένοιτο! ἀλλὰ τὴν γενο‐ μένην ἐκ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς ἡμᾶς εὐερ‐ γεσίαν· κἂν ἀχάριστοι τυγχάνωσιν οἱ αἱρετικοὶ, καὶ
35φιλόνεικοι πρὸς ἀσέβειαν.
36tΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ
37tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
39Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑπο‐
40κριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ’ αὐ‐146

26

.

148

τῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφ’ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ’ ὅπως, οὐδὲ οὕτως κατα‐
5δύονται· ἀλλ’ ὡς χοῖροι καὶ κύνες περὶ τὰ ἴδια ἐξεράματα καὶ τὸν ἑαυτῶν βόρβορον κυλιόμενοι, μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις γεγραμ‐ μένον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς
10ἔργα αὐτοῦ, μήτε τὸ παρὰ τοῦ Ἀποστόλου εἰρη‐ μένον, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, φιλονει‐ κοῦσιν ἁπλῶς, λέγοντες ποίημα καὶ κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημέ‐ νων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις
15ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδ’ ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ἐξ οὐκ ὄντων, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ·
20ἀλλ’ ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρη‐ μένα ῥητὰ τῶν θείων Γραφῶν, τὰ καλῶς μὲν γε‐ γραμμένα, ῥᾳδιουργηθέντα δὲ παρ’ αὐτῶν φέρε, πά‐ λιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς
25μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδ’ ὅλως εἰδέναι τὸν Χρι‐ στιανισμόν. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς συν‐ έκλειον εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλ’ ἐρωτῶντες ἐμάνθανον, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λό‐
30γος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λό‐ γος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρη‐ ται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο· παρὰ δὲ τοῦ Πέτρου, Κύριον
35καὶ Χριστὸν αὐτὸν ἐποίησε· καὶ διὰ μὲν Σολομῶ‐ νος, ὡς παρ’ αὐτοῦ τοῦ Κυρίου, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· παρὰ δὲ τοῦ Παύλου· Τοσούτῳ κρείττων γενόμενος τῶν
ἀγγέλων· καὶ πάλιν, Ἑαυτὸν ἐκένωσε, μορφὴν148

26

.

149

δούλου λαβών· καὶ αὖθις, Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·
5τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν
10κατ’ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον, ἵνα τούτου πρῶτον μνησθῶ, νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, Πιστὸν ὄντα τῷ ποιή‐ σαντι αὐτὸν, ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν
15λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παρ’ αὐτῶν τὸ λῆμμα. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορεί‐
20σθω καὶ ἐπ’ αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱός· μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπ’ αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις, εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ·
25αὐτὸς δὲ κατ’ ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι Λόγον, μὴ Σοφίαν, μηδ’ ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε διὰ Λόγου καὶ ἐν
30Σοφίᾳ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθ’ ὑμᾶς ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα ποιεῖ; Εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλ’ ἔρημος, κατ’ αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργι‐
35κὴν ἐνέργειαν ἔχειν αὐτὸν λέγοντες οὐκ αἰσχύνονται; Καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητής·
40πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; Ὑπερ‐ αναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι
45αὐτὸν πατέρα τοῦ ἰδίου Λόγου. Εἰ τοίνυν τὸ
πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ150

26

.

152

τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτ’ ἄν; Πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλ’ ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν οἱ ἀσεβεῖς· δι’ αὐτοῦ γὰρ γέγονεν
5ἡ κτίσις· καὶ δῆλον ἂν εἴη, ὅτι, ποιητὴς ὢν ὁ Θεὸς, ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλ’ ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βού‐ λεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γι‐
10νομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια, καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖ‐ ται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν,
15ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δη‐ μιουργεῖν τοῦ γεννᾷν τὸν Θεόν. Τὸ μὲν γὰρ Υἱὸς ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς
20ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος. Οὐκοῦν τοῦ Λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι Υἱὸν Θεοῦ, ἀλλὰ ποίημα· ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν Υἱὸν εἶναι τὸν
25Κύριον. Εἰ δὲ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμο‐ λόγηται δὲ ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ γεννῶν‐ τος εἶναι· μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προεῖπον, ἐὰν καὶ ἐπ’ αὐτοῦ τοῦ Λόγου ἀντὶ τοῦ, τῷ γεννήσαντι, τῷ ποιήσαντι ὀνομάζουσιν οἱ
30ἅγιοι, ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιού‐ των, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. Οὐ γὰρ αἱ λέ‐ ξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. Καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλ’ αἱ οὐ‐
35σίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. Διὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισε, κυρίως ἐπ’ αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. Ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τότε τὸ, ἐποίησε,
40καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυ‐ ρίως ἐπ’ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει· ἀλλ’ ἀντὶ τοῦ, ἐγέννησε, τῷ, ἐποίησεν, ἀδιαφόρως τις κέχρηται ῥήματι. Πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς δούλους ἑαυτῶν ὀνομάζουσι·
45καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολ‐ λάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι, τέκνα κα‐
λοῦσι· καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆ‐152

26

.

153

σιν· τὸ μὲν γὰρ ἐπ’ ἐξουσίας, ὡς πατέρες λέ‐ γουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάῤῥα γοῦν τὸν Ἀβραὰμ κύριον ἐκάλει, καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν Ἀπόστολος Φιλήμονι τῷ
5κτησαμένῳ συνῆπτεν ὡς ἀδελφὸν Ὠνήσιμον τὸν δοῦ‐ λον· ἡ δὲ Βηρσαβεὲ, καίτοι μήτηρ οὖσα, τὸν υἱὸν ἐκάλει δοῦλον, λέγουσα τῷ πατρί· Τὸν δοῦλόν σου Σολομῶνα· εἶτα καὶ Νάθαν ὁ προφήτης, εἰσελ‐ θὼν, τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ Δαβὶδ, ὅτι Σολομῶνα
10τὸν δοῦλόν σου· καὶ οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν δοῦλον. Ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνω‐ σκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως, οὐκ ἠγνόουν τὸ γνήσιον. Κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ
15υἱὸς τῇ φύσει τοῦ Δαβίδ.
17 Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμε‐ θα καλῶς· καὶ ἀκούοντες δοῦλον τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνή‐
20σιον υἱόν· οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀλη‐ θῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος λέ‐ γωσιν οἱ ἅγιοι· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ· Κύριος ἔ‐ κτισέ με· καὶ, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παι‐
25δίσκης σου· καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνεί‐ σθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλ’, ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούον‐ τες Σολομῶνα δοῦλον, ὁμολογοῦσιν υἱὸν, πῶς οὐ
30πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν; ἀλλ’ ὅταν μὲν ἀκούωσι γέννημα, καὶ Λόγον, καὶ Σοφίαν, βιά‐ ζονται παρερμηνεύειν καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκού‐
35οντες δὲ ποιήματος φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύ‐ τας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ.
40Πῶς οὖν καὶ οὗτοι οὐ βδελυκτοὶ παρὰ τῷ Κυρίῳ δείκνυνται, δισσὰ στάθμια παρ’ ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλ’ ἴσως τὸ μὲν, δοῦλος, ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται· τὸ δὲ, τῷ ποιή‐
45σαντι, κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως
αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ τοῦτο κάλαμος τεθλασμέ‐154

26

.

156

νος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ δοῦ‐ λος λέγεται ὁ Σολομὼν, καίπερ ὢν υἱός· οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ
5καὶ ποιουμένους καὶ κτιζομένους καὶ γινομένους τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐ‐ δὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν
10δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου. Καὶ αὐτὸς μὲν ἔλεγε, ποιήσω· ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βι‐ βλίῳ, καὶ τῇ τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· Καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ. Ἀντὶ τοῦ γεννᾷν, ἄρα τὸ, ποιήσω, εἴρηκε· καὶ τοὺς ἐξ
15αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ δια‐ φέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, τεκεῖν, ἄρα καὶ αὐτὴ τὸ, ἐκτησάμην, εἴρηκε. Καὶ γὰρ
20πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ, ἐκτη‐ σάμην. Καὶ οὐ διὰ τὸ, ἐκτησάμην, νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσήφ· Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενό‐
25μενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς. Καὶ ἡ Γραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν· Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς· ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· Ἐὰν δὲ γένωνταί
30τινι υἱοί· καὶ, ἐὰν ποιήσῃ υἱόν. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες, ὅτι ἕως ὁμολο‐ γοῦνται υἱοὶ, κἂν λέγῃ τις, ἐγένοντο,ἐκτη‐ σάμην,ἐποίησα, οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις
35καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. Διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος
40καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη. Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδει‐ ξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κα‐
45τάγνωσιν. Δέδεικται γὰρ ὅτι ἡ τοῦ, ἐποίησε, λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ
κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου156

26

.

157

φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πα‐ τρὸς, κἂν λέγηται ἐπ’ αὐτοῦ τὸ, ἐποίησεν, ἢ τὸ, ἐγένετο. οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγε‐ ται, ἀλλ’ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς
5ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεχίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ἐποίησα, καὶ, ἐκτησάμην, καὶ, ἐγένετο. Οὐκ‐ οῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὀψέ ποτε ἐκ τῶν εἰρημέ‐
10νων ἀποθέσθαι τὴν ἀσεβῆ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κυρίου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ἆρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα
15διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας γέγονε, καθὼς γέγρα‐ πται· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ, Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἰ δὲ αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάν‐ τα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν,
20οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα.
23 Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέ‐ γειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολο‐
25μὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμέ‐ νῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν. Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθ’ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καὶ ποῦ λοιπὸν ἡ κρίσις, κρι‐
30νομένου τοῦ κριτοῦ; τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰς ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθ’ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; Ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομο‐ θέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνε‐
35σθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπι‐ τιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομέ‐ νων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημά‐
40των αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πα‐ τρὸς Λόγος, ἐν ᾧ τὰ ποιήματα γίνεταί τε καὶ κρίνεται; Εἰ δ’, ὅτι γέγραπται, πιστὸν ὄντα, πάλιν ταράττει αὐτοὺς νομίζοντας, ὡς ἐπὶ πάντων λέγε‐
45σθαι, καὶ ἐπ’ αὐτοῦ τὸ, πιστὸν, ὅτι πιστεύων ἐκδέ‐158

26

.

160

χεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωσεῖ μὲν λέγοντι· Ὁ Θεὸς πιστὸς καὶ ἀληθινός· τῷ δὲ Παύλῳ γρά‐ φοντι· Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρα‐
5σθῆναι ὑπὲρ ὃ δύνασθε. Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλ’ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ Γραφῇ περὶ τοῦ πιστοῦ· τὸ μὲν ὡς πιστεῦον, τὸ δὲ, ὡς ἀξιό‐ πιστον· καὶ τὸ μὲν ἐπ’ ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ
10ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λα‐ λοῦντι πεπίστευκε Θεῷ, πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθ‐ ὼς ψάλλει Δαβὶδ, Πιστός ἐστιν ἐν πᾶσι τοῖς λό‐ γοις αὑτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστός ἐστι, καὶ ἀδύ‐ νατόν ἐστιν, αὐτὸν ψεύσασθαι. Καὶ, Εἴ τίς ἐστι πιστὴ
15χήρας ἔχουσα, διὰ τὸ καλῶς πιστεύειν, πιστὴ καλεῖται. Πιστὸς δὲ ὁ Λόγος, ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, Πιστὸν ὄντα τῷ ποι‐ ήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα·
20οὐδ’ ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλ’ ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφεί‐ λων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρω‐ πίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.
26 Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐ‐ τῶν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς, ἐποίησε, λέ‐ ξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ
30δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν, ἐποίησε, λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται· ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν
35καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ’ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο· οὕτω γὰρ γέγραπται· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρ‐
40χιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν
ὄντα τῷ ποιήσαντι αὐτόν. Πότε οὖν ἀπεστάλη, ἢ160

26

.

161

ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; Πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσ‐ ενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ
5τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρού‐ μενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ Ἀπόστολος εἴρηκε, Πιστὸν ὄντα τῷ ποιή‐
10σαντι αὐτόν· μὴ γένοιτο! ποιῶν γάρ ἐστιν ὁ Λό‐ γος, οὐ ποιούμενος αὐτός· ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν κα‐ λῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀα‐ ρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρ‐
15χιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ’ ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ
20Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν
25Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρί‐ σασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώμα‐
30τος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιε‐ ρεὺς, ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν κα‐ θαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ. Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποί‐
35ηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογρά‐ φει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν ὁ αὐτὸς ὢν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, Ἰδοὺ γέγονε σή‐
40μερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, ἄνθρωπος· ἀλλ’ ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρ‐
45χιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου
δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν162

26

.

164

σάρκα λαβὼν, ἀλλ’ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ, γέγονε, καὶ τὸ, πεποίηται, οὐχ ὅτι ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις· ἀλλ’ ὅτι Λόγος ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυ‐
5σάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται, διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύ‐ ριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ὁ Λόγος σὰρξ ἐγένετο, τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέ‐
10γειν ἢ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λό‐ γος, οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι. Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον,
15οὐκ ἂν ἠρώτησε, τίς τοῦτον ἐποίησεν ἄνθρωπον; Τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστει‐ λεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστο‐
20λος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐ‐ τὸν, δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους ταῦτα· Ἐπεὶ οὖν τὰ παι‐
25δία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θα‐ νάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θα‐ νάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν
30ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγ‐ γέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκε‐
35σθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πει‐ ραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλή‐ σεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπό‐ στολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰη‐
40σοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακά‐
ριον Ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα;164

26

.

165

Πότε γὰρ πεποίηται, καὶ πότε ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός; Καὶ πότε γέγονεν ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς, ἢ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς
5ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γρά‐ φων ὁ Παῦλος ἔλεγε, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι
10τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής. Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύ‐ σατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι’ αὐτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός·
15ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυ‐ τὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς· ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πι‐ στὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπί‐
20πτουσαν. Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθ’ ἡμέραν παρερχόμεναι, καὶ δεό‐ μεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς δια‐
25δεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν
30καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς Ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μα‐ θεῖν ἔξεστι, λέγοντος· Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμε‐
35νος, ἀλλ’ ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγ‐ γείλατο. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ’ αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλε‐ σθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ,
40ἀλλὰ καὶ οἱ κατὰ τόπους, τῷ χρόνῳ διαφθείρον‐ ται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατ’ αὐ‐ τῶν ὁ Λόγος βοᾷ, ὅτι πίστις οὐκ ἴσχυσεν ἐν αὐ‐ τοῖς, καὶ ὕδωρ ψευδές εἰσι, καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ
45ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, καὶ166

26

.

168

λέγων· Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ, οὐκ ἠλ‐ λοίωμαι· διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ
5Ἀπόστολος γράφων Θεσσαλονικεῦσι μέν φησι· Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως γράφει· Εἰ ἀπιστήσομεν, ἐκεῖ‐
10νος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύνα‐ ται. Οὐκοῦν εἰκότως ὁ Ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν· Ἀπόστο‐ λον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δει‐ κνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς,
15χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλ‐ λοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ Ἀπόστολος· οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλ’ εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, παν‐
20ταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ τα‐ πεινὸν ὀνομάζει, ἵν’ εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν· Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖ‐ νος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον,
25ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγέ‐ νετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν
30σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμαστι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κα‐ τασκευασθέντι ὑπ’ αὐτοῦ. Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβλην‐ ται· ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν
35σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παρ’ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ, ἐποίησεν, οὐ ποιούμενον δείκνυσι τὸν
40Λόγον, ἀλλ’ ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος ἄν‐ θρωπος. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπ’ αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ, ἐποίησεν, ἀντὶ τοῦ, ἐγέννησε, λέγει·
45ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακο‐168

26

.

169

νοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ Λό‐ γος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ κατ’ εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη
5δι’ ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ Ἀποστόλῳ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ κτίζεσθαι. Ἕως γὰρ ὁμολογεῖται γενόμενος ἄνθρω‐ πος, οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται,
10εἴτε ἐγένετο, εἴτε πεποίηται, εἴτε ἔκτισται, εἴτε πέ‐ πλασται, εἴτε δοῦλος, εἴτε υἱὸς παιδίσκης, εἴτε υἱὸς ἀνθρώπου, εἴτε κατεστάθη, εἴτε ἀπεδήμησεν, εἴτε νυμφίος, εἴτε ἀδελφιδοῦς, εἴτε ἀδελφός. Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως
15ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παρ’ αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος· Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε
20τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, Ἐποίησεν ἑαυτῷ Υἱὸν, ἢ, Ἐποίησεν ἑαυτῷ Λόγον, ἵνα καὶ τοιαῦτα φαντα‐ σθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο, ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγρα‐
25πται, Ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς, ἢ Ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος· καὶ τότε προφασι‐ ζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι· μόνον δὲ εἴ που
30γέγραπται, ἐποίησε, καὶ, πεποίηται, θηρεύουσι· φοβοῦμαι μὴ κατ’ ὀλίγον ἀκούοντες, Ἐν ἀρχῇ ἐποί‐ ησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ Ἐποίησε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ, Ἐποίησε τὴν θάλασ‐ σαν, εἴπωσιν αὐτὸν εἶναι τὸν οὐρανὸν, καὶ αὐτὸν εἶναι
35τὸ τῇ πρώτῃ ἡμέρᾳ γενόμενον φῶς, καὶ αὐτὸν εἶναι τὴν γῆν, καὶ ἕκαστον τῶν ποιηθέντων, ἵνα λοιπὸν ὁμοιωθῶσι καὶ τοῖς λεγομένοις Στωϊκοῖς. Ὅτι ἐκεῖνοι μὲν αὐτὸν τὸν Θεὸν ἐξαπλοῦσιν εἰς τὰ πάντα· οὗτοι δὲ τὸν τοῦ Θεοῦ Λόγον εἰς ἕκαστον τῶν ποιημά‐
40των συντάττουσιν· εἰ καὶ φθάσαντες εἰρήκασι τὰ ὅμοια, λέγοντες ἕνα τῶν ποιημάτων αὐτὸν εἶναι.
Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθα‐170

26

.

172

νέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμ‐ βάνειν, ἀλλ’ ἐρευνᾷν διὰ τί καὶ πῶς ταῦτα γέ‐
5γραπται, καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀν‐ θρωπίνη οἰκονομία, ἣν δι’ ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν, εὐθὺς ἐπήγαγε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· καὶ πᾶσι γέγονε φανερόν·
10γένοιτο δ’ ἂν καὶ τούτοις, ἐὰν τὴν ἀκολουθίαν τηρήσωσιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ, κατὰ τὸ ἀνθρώπινον, αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν;
15ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ἐποίησεν, ὀρ‐ θὴν ἔχει τὴν διάνοιαν. Οὐ γὰρ εἴρηκε, καθὰ προεῖπον, Ἐποίησεν αὐτὸν Λόγον, ἀλλὰ, Κύριον αὐτόν· καὶ οὐχ ἁπλῶς, ἀλλ’ εἰς ὑμᾶς, καὶ, ἐν μέσῳ ὑμῶν ἐποίησεν, ἴσον τῷ εἰπεῖν, ἀπέδειξε. Καὶ τοῦτο αὐ‐
20τὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδα‐ σκαλίας, μετὰ παρατηρήσεως ἐσήμανεν, ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄν‐ δρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς
25δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε. Τὸ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ἐποίησε, τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ἀπέδειξεν· ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος,
30ἀπεδείχθη οὐχ ἁπλῶς ἄνθρωπος, ἀλλὰ Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοι‐ οῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· Διὰ τοῦτο οὖν μᾶλλον ἐδίωκον αὐ‐ τὸν οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον,
35ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Οὐ γὰρ ἔπλαττεν ἑαυτὸν ὁ Κύριος τότε Θεόν· οὐδὲ γὰρ ὅλως ἔνι ποιούμενος Θεός· ἀλλὰ ἀπεδείκνυε διὰ τῶν ἔργων, λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε,
40ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὕτως τοίνυν Κύριον καὶ Βασιλέα αὐτὸν πεποίηκεν ὁ Πατὴρ ἐν μέσῳ ἡμῶν, καὶ εἰς ἡμᾶς τοὺς πρότερον ἀπειθοῦντας. Καὶ δῆλόν ἐστιν,
ὡς ὁ νῦν Κύριος καὶ Βασιλεὺς ἀναδεικνύμενος, οὐκ172

26

.

173

ἀρχὴν ἔχει τοῦ γενέσθαι τότε Βασιλεὺς καὶ Κύριος, ἀλλ’ ἀρχὴν ἔχει τοῦ τὴν κυριότητα ἑαυτοῦ δεικνύειν, καὶ ἐκτείνειν καὶ πρὸς τοὺς ἀπειθήσαντας. Εἰ μὲν οὖν νομίζουσιν, ὅτι, καὶ πρὶν γένη‐
5ται ἄνθρωπος καὶ σταυρὸν ὑπομείνῃ, οὐκ ἦν Κύριος καὶ Βασιλεὺς ὁ Σωτὴρ, ἀλλὰ τότε ἀρχὴν ἔσχε τοῦ εἶναι Κύριος· γνώτωσαν, ὅτι τὰ τοῦ Σαμοσατέως ἐκ φανεροῦ πάλιν φθέγγοντα ῥήματα· εἰ δὲ, ὥσπερ ἀνέγνωμεν καὶ προείπομεν ἐν τοῖς προ‐
10τέροις, Κύριος καὶ Βασιλεύς ἐστιν ἀΐδιος, τοῦ μὲν Ἀβραὰμ Κύριον αὐτὸν προσκυνοῦντος, τοῦ δὲ Μωσέως λέγοντος· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σό‐ δομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ τοῦ Δαβὶδ ψάλλοντος· Εἶπεν ὁ
15Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου· καὶ, Ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασι‐ λείας σου· καὶ, Ἡ βασιλεία σου βασιλεία πάν‐ των τῶν αἰώνων· δῆλόν ἐστιν, ὡς, καὶ πρὸ τοῦ
20γενέσθαι ἄνθρωπος, Βασιλεὺς καὶ Κύριος ἦν ἀΐδιος, εἰκὼν καὶ Λόγος τοῦ Πατρὸς ὑπάρχων. Ἀϊδίου δὲ ὄν‐ τος τοῦ Λόγου Κυρίου καὶ Βασιλέως, πρόδηλον πάλιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ πεποιῆσθαι ἔλεγεν ὁ Πέ‐ τρος, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κυριότητα γενομένην,
25ὅτε γέγονεν ἄνθρωπος, καὶ τῷ σταυρῷ πάντας λυτρω‐ σάμενος, πάντων γέγονε Κύριος καὶ Βασιλεύς. Ἐὰν δὲ διὰ τὸ γεγράφθαι, ἐποίησε, φιλονεικῶσι, μὴ θέ‐ λοντες ἴσον εἰρῆσθαι τὸ, ἐποίησε, τῷ, ἀπέδειξεν, ἢ μὴ νοοῦντες, ἢ διὰ τὴν χριστομάχον αὐτῶν προ‐
30αίρεσιν· ἀκουέτωσαν, ὅτι καὶ οὕτως ὀρθὴν ἔχει διά‐ νοιαν τὰ τοῦ Πέτρου ῥήματα. Ὁ γὰρ γινόμενός τινων κύριος τοὺς ἤδη ὄντας κτᾶται ὑφ’ ἑαυτόν· εἰ δὲ ὁ Κύριος δημιουργός ἐστι πάντων καὶ βασιλεὺς ἀΐδιος, ὅτε δὲ γέγονεν ἄνθρωπος, τότε καὶ ἡμᾶς ἐκτή‐
35σατο· δῆλον ἂν εἴη καὶ κατὰ τοῦτο, ὡς τὸ παρὰ τοῦ Πέτρου λεγόμενον οὐδ’ οὕτω ποίημα σημαίνει τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὴν μετὰ ταῦτα τῶν πάντων ὑποταγὴν, καὶ τὴν εἰς πάντας γενομένην τοῦ Σωτῆ‐ ρος κυριότητα· καὶ ἔστιν ὅμοιον τοῦτο τοῖς ἔμπροσθεν.
40Ὥσπερ γὰρ ἐκεῖ παρετιθέμεθα τὰ ῥητὰ τὸ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ τὸ, Ἐγέ‐
νετο Κύριος καταφυγὴ τῷ πένητι· καὶ ἐδείκνυεν ὁ174

26

.

176

λόγος, ὅτι μὴ ταῦτα γενητὸν δείκνυσι τὸν Θεὸν, ἀλλὰ τὴν εἰς ἕκαστον γινομένην εὐεργεσίαν παρ’ αὐ‐ τοῦ· οὕτω καὶ τὸ τοῦ Πέτρου ῥητὸν τὴν αὐτὴν ἔχει διάνοιαν.
5 Λόγος μὲν γὰρ ὢν αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Κύ‐ ριός ἐστι τοῦ παντός· ἡμεῖς δὲ τὸ πρὶν ἦμεν ὑπεύθυ‐ νοι ἐξ ἀρχῆς μὲν τῇ δουλείᾳ τῆς φθορᾶς καὶ τῇ κα‐ τάρᾳ τοῦ νόμου, ἔπειτα δὲ καὶ κατ’ ὀλίγον ἑαυ‐ τοῖς ἀναπλάσαντες τὰ μὴ ὄντα, ἐδουλεύομεν, ὡς εἶ‐
10πεν ὁ μακάριος Ἀπόστολος, τοῖς φύσει μὴ οὖσι θεοῖς· καὶ τὸν μὲν ἀληθινὸν Θεὸν ἠγνοοῦμεν, τὰ δὲ μὴ ὄντα προετιμῶμεν τῆς ἀληθείας. Ἀλλ’ ὕστερον ὥσπερ ὁ πάλαι λαὸς ἐν Αἰγύπτῳ βαρούμενος ἐστέναξεν, οὕτω καὶ ἡμῶν ἐχόντων τὸν ἔμφυτον νόμον καὶ κατὰ
15τοὺς ἀλαλήτους στεναγμοὺς τοῦ Πνεύματος ἐν‐ τυγχανόντων καὶ λεγόντων· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· γέγονεν ὥσπερ εἰς οἶκον καταφυ‐ γῆς καὶ εἰς Θεὸν ὑπερασπιστὴν, οὕτω καὶ Κύριος ἡμῶν γέγονε. Καὶ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸς ἔσχε
20τότε· ἀλλ’ ἡμεῖς ἀρχὴν ἔσχομεν τοῦ εἶναι αὐτὸν Κύριον ἡμῶν. Λοιπὸν γὰρ ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ Πατὴρ ὢν τοῦ Κυρίου, ἐλεήσας καὶ θέλων πᾶσι γνω‐ σθῆναι, ποιεῖ τὸν ἑαυτοῦ Υἱὸν ἐνδύσασθαι σῶμα ἀνθρώπινον, καὶ γενέσθαι ἄνθρωπον, κληθῆναί τε
25αὐτὸν Ἰησοῦν, ἵν’, ἐν τούτῳ ἑαυτὸν προσ‐ ενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τῆς θεοπλανησίας καὶ τῆς φθορᾶς, καὶ πάντων γένηται Κύριος καὶ Βασιλεὺς αὐτός. Τὸ δὴ οὖν γενέσθαι αὐτὸν οὕτω Κύριον καὶ Βασιλέα, τοῦτ’
30ἔστιν ὃ ἔλεγεν ὁ Πέτρος· Ἐποίησεν αὐτὸν Κύριον, καὶ Χριστὸν ἀπέστειλεν· ἴσον τῷ εἰπεῖν, ὅτι καὶ ἄνθρωπον αὐτὸν ποιήσας ὁ Πατήρ· ἴδιον γὰρ ἀνθρώ‐ πων τὸ ποιεῖσθαι. Οὐχ ἁπλῶς δὲ ἐποίησεν ἄνθρω‐ πον, ἀλλ’ εἰς τὸ κυριεῦσαι πάντων αὐτὸν, καὶ ἁγιά‐
35ζειν πάντας διὰ τοῦ χρίσματος πεποίηκεν. Εἰ γὰρ καὶ δούλου μορφὴν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Λόγος, ἀλλ’ ἡ πρόσληψις τῆς σαρκὸς οὐκ ἐδούλου τὸν Λόγον φύσει Κύριον ὄντα· ἀλλὰ μᾶλλον ἐλευθέ‐ ρωσις μὲν ἦν ἡ γινομένη παρὰ τοῦ Λόγου πάσης τῆς
40ἀνθρωπότητος· αὐτὸς δὲ ὁ φύσει Κύριος Λόγος, καὶ ἄνθρωπος ποιηθεὶς, διὰ τῆς τοῦ δούλου μορφῆς Κύ‐ ριος πάντων καὶ Χριστὸς, τουτέστιν, εἰς τὸ ἁγιάζειν τῷ Πνεύματι πάντας, πεποίηται. Καὶ ὥσπερ ὁ Θεὸς γινόμενος εἰς Θεὸν ὑπερασπιστὴν, καὶ λέγων· Ἔσο‐
45μαι αὐτοῖς Θεός· οὐ μᾶλλον τότε γίνεται Θεὸς, οὐ‐176

26

.

177

δὲ τότε ἀρχὴν ἔχει τοῦ γίνεσθαι Θεός· ἀλλ’ ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τοῖς δεομένοις γίνεται, ὅταν αὐτῷ. δοκῇ· οὕτω καὶ ὁ Χριστὸς φύσει Κύριος καὶ Βα‐ σιλεὺς ἀΐδιος ὢν, οὐχ ὅτε ἀποστέλλεται, μᾶλλον γίνε‐
5ται Κύριος, οὐδὲ τότε ἀρχὴν λαμβάνει τοῦ εἶναι Κύ‐ ριος καὶ Βασιλεύς· ἀλλ’ ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τότε κατὰ σάρκα πεποίηται, καὶ λυτρωσάμενος πάντας γίνεται καὶ οὕτω ζώντων καὶ νεκρῶν Κύ‐ ριος· αὐτῷ γὰρ λοιπὸν τὰ πάντα δουλεύει· καὶ τοῦτό
10ἐστιν, ὅπερ ψάλλει καὶ ὁ Δαβίδ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐ γὰρ ἔπρεπε δι’ ἑτέρου τὴν λύτρωσιν γενέσθαι, ἀλλὰ διὰ τοῦ φύσει Κυρίου, ἵνα μὴ διὰ Υἱοῦ μὲν κτιζώμεθα, ἄλλον δὲ Κύριον ὀνομάζωμεν, καὶ πέσω‐
15μεν εἰς τὴν Ἀρειανὴν καὶ τὴν Ἑλληνικὴν ἀφροσύνην, κτίσει δουλεύοντες παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου.
20Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι
25δεῖ αὐτὸν ὑψωθῆναι; ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ
30τοὺς ἄλλους δὲ Ἰουδαίους, ὅτι Θεὸν ἐπιδημῆσαι, λέ‐ γων· Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι, Βλασφημεῖς·
35ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Ὁ τοίνυν Πέτρος, μαθὼν ταῦτα παρὰ τοῦ Σω‐ τῆρος, κατ’ ἀμφότερα διορθούμενος τοὺς Ἰουδαίους, φησίν· Ὦ Ἰουδαῖοι, τὸν Χριστὸν καταγγέλλουσιν ἔρχεσθαι αἱ θεῖαι Γραφαὶ, καὶ ὑμεῖς μὲν ψιλὸν ἄνθρω‐
40πον αὐτὸν, ὡς ἕνα τῶν ἐκ τοῦ Δαβὶδ, νομίζετε· τὰ δὲ γεγραμμένα περὶ αὐτοῦ οὐ τοιοῦτον αὐτὸν, οἷον ὑμεῖς λέγετε, σημαίνουσιν· ἀλλὰ μᾶλλον Κύριον καὶ Θεὸν, καὶ ἀθάνατον, καὶ χορηγὸν ζωῆς καταγγέλ‐ λουσιν. Ὁ μὲν γὰρ Μωσῆς εἴρηκεν· Ὄψεσθε τὴν
45ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλ‐178

26

.

180

μῶν ὑμῶν· ὁ δὲ Δαβὶδ ἐν μὲν τῷ ἑκατοστῷ ἐν‐ νάτῳ ψαλμῷ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κά‐ θου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐν δὲ τῷ πεντεκαιδε‐
5κάτῳ· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθο‐ ράν. Ὅτι μὲν οὖν οὐκ εἰς τὸν Δαβὶδ φθάνει τὰ τοι‐ αῦτα ῥητὰ, αὐτὸς μὲν μαρτυρεῖ, Κύριον ἑαυ‐ τοῦ φάσκων εἶναι τὸν ἐρχόμενον· συνορᾶτε δὲ
10καὶ ὑμεῖς, ὅτι ἀπέθανε, καὶ τὰ λείψανα αὐτοῦ παρ’ ὑμῖν ἐστιν. Ὅτι δὲ τὸν Χριστὸν τοιοῦτον εἶναι δεῖ, οἷον αὐτὸν λέγουσιν εἶναι αἱ Γραφαὶ, πάντως καὶ ὑμεῖς συνομολογήσετε· παρὰ Θεοῦ γὰρ εἴρηνται οἱ λόγοι, καὶ οὐ δύναται ψεῦδος ἐν αὐτοῖς εἶναι.
15Εἰ μὲν οὖν δύνασθε εἰπεῖν, ὡς ἐλθόντος πρότερον τοιούτου, καὶ δύνασθε δεῖξαι Θεὸν αὐτὸν εἶναι, ἀφ’ ὧν ἐποίησε σημείων καὶ τεράτων· εἰκότως ἡμῖν διαμάχεσθε· εἰ δὲ δεῖξαι μὲν οὐ δύνασθε ὡς ἐλθόντα, προσδοκᾶτε δὲ ἀκμὴν τοιοῦτον· ἐπίγνωτε τὸν
20καιρὸν ἀπὸ τοῦ Δανιήλ· εἰς τὸν παρόντα γὰρ χρόνον τὰ λεχθέντα παρ’ αὐτοῦ φθάνει. Εἰ δὲ ὁ παρὼν καιρὸς οὗτός ἐστιν ἐκεῖνος ὁ πάλαι προκαταγγελλόμενος, καὶ τὰ γενόμενα δὲ νῦν ἐφ’ ἡμῖν ἑωράκατε, γνῶτε, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ὑμεῖς ἐσταυρώσατε, οὗτός
25ἐστιν ὁ Χριστὸς ὁ προσδοκώμενος· ὁ μὲν γὰρ Δα‐ βὶδ καὶ πάντες οἱ προφῆται ἀπέθανον, καὶ τὰ μνή‐ ματα πάντων παρ’ ὑμῖν ἐστιν· ἡ δὲ γενομένη νῦν ἀνάστασις ἔδειξεν εἰς τοῦτον φθάνειν τὰ γεγραμμένα. Τὸ μὲν γὰρ σταυρωθῆναι, δείκνυσι τὸ, Ὄψεσθε τὴν
30ζωὴν ὑμῶν κρεμαμένην· καὶ τὸ τῇ λόγχῃ δὲ τρωθῆναι τὴν πλευρὰν, πληροῖ τὸ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· τὸ δὲ μὴ μόνον ἐξαναστῆναι, ἀλλὰ καὶ παλαιοὺς νεκροὺς ἐκ τῶν μνημείων ἐγεῖραι (τούτους γὰρ ἑωράκασιν ὑμῶν οἱ πλεῖστοι), τουτέ‐
35στι τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην· καὶ τὸ, Κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν· Ἀφεῖλεν ὁ Θεός. Τὸ δὲ καὶ τοιαῦτα ση‐ μεῖα ποιῆσαι αὐτὸν, οἷα γέγονε, δείκνυσι Θεὸν εἶναι τὸν ἐν σώματι, καὶ αὐτὸν εἶναι τὴν ζωὴν καὶ Κύριον
40τοῦ θανάτου. Ἔπρεπε γὰρ τὸν Χριστὸν, τὸν ἄλλοις ζωὴν διδόντα, αὐτὸν μὴ κρατεῖσθαι ὑπὸ τοῦ θανά‐ του· τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει εἰ, ὡς ὑμεῖς νομί‐
ζετε, ψιλὸς ἄνθρωπος ἦν ὁ Χριστός. Ἀλλὰ μὴν180

26

.

181

αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἄνθρωποι γὰρ πάντες ὑπεύθυνοι θανάτου εἰσί. Μηκέτι τοιγαροῦν ἀμφιβαλ‐ λέτω τις, ἀλλ’ ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ἐθεωρήσατε σχήματι
5ἄνθρωπον, ποιοῦντα σημεῖα καὶ τοιαῦτα ἔργα, ἃ μη‐ δεὶς πώποτε πεποίηκεν, αὐτός ἐστιν ὁ Χριστὸς καὶ Κύριος πάντων. Καὶ γὰρ καὶ ἄνθρωπος γενόμε‐ νος, καὶ κληθεὶς Ἰησοῦς, ὥσπερ ἐν τοῖς προτέροις εἴπομεν, οὐκ ἠλαττώθη τῷ ἀνθρωπίνῳ πάθει,
10ἀλλὰ μᾶλλον καὶ ἐν τῷ ποιηθῆναι ἄνθρωπος, ζώντων καὶ νεκρῶν ἀποδείκνυται Κύριος. Ἐπειδὴ γὰρ, ὡς εἶπεν ὁ Ἀπόστολος, ἐν τῇ Σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐ‐ δόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κη‐
15ρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτω καὶ ἡμεῖς οἱ ἄνθρωποι, ἐπειδὴ οὐκ ἠθελήσαμεν διὰ τοῦ Λόγου αὐτοῦ ἐπιγνῶναι τὸν Θεὸν, καὶ δουλεῦσαι τῷ φύσει δεσπότῃ ἡμῶν τῷ Λόγῳ τοῦ Θεοῦ· ηὐδόκησεν ὁ Θεὸς ἐν ἀνθρώπῳ δεῖξαι τὴν ἑαυτοῦ κυριότητα, καὶ
20πάντας ἑλκῦσαι πρὸς ἑαυτόν. Δι’ ἀνθρώπου δὲ ψιλοῦ τοῦτο ποιῆσαι ἀπρεπὲς ἦν· ἵνα μὴ, ἄνθρωπον Κύριον ἔχοντες, ἀνθρωπολάτραι γενώμεθα· διὰ τοῦτο αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, καὶ οὕτως ἐποίησεν αὐτὸν Κύριον
25καὶ Χριστὸν ὁ Πατήρ· ἴσον τῷ εἰπεῖν, Εἰς τὸ κυ‐ ριεύειν αὐτὸν καὶ βασιλεύειν ἐποίησεν, ἵν’ ἐν τῷ ὀνόματι Ἰησοῦ, ὃν ὑμεῖς ἐσταυρώσατε, ὥσπερ πᾶν γόνυ κάμπτει, οὕτω καὶ Κύριον καὶ Βασιλέα αὐτόν τε τὸν Υἱὸν ἐπιγινώσκωμεν, καὶ δι’ αὐτοῦ τὸν Πατέρα. Ἰουδαίων μὲν οὖν οἱ πλεῖστοι, ταῦτα ἀκούοντες, ἐνετράπησαν, καὶ λοιπὸν ἐπέγνωσαν τὸν
30Χριστὸν, ὡς ἐν ταῖς Πράξεσι γέγραπται· ἐπειδὴ δὲ οἱ Ἀρειομανῖται αἱροῦνται ἀπομένειν Ἰουδαῖοι καὶ μάχεσθαι τῷ Πέτρῳ, φέρε, τὰς ὁμοίας λέξεις αὐτοῖς παραθώμεθα· ἴσως κἂν οὕτως ἐντραπῶσι, μαθόντες τὴν συνήθειαν τῆς θείας Γραφῆς. Ὅτι μὲν οὖν ἀΐ‐
35διος Κύριός ἐστι καὶ Βασιλεὺς ὁ Χριστὸς, δῆλον γέγονεν ἐκ τῶν προειρημένων, καὶ οὐδείς ἐστιν, ὃς ἀμφιβάλλει περὶ τούτου. Υἱὸς γὰρ ὢν τοῦ Θεοῦ, ὅμοιος αὐτοῦ ἂν εἴη· ὅμοιος δὲ ὢν, πάντως ἐστὶ καὶ Κύριος καὶ Βασιλεύς· αὐτὸς γάρ φησιν· Ὁ ἐμὲ
40ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ὅτι δὲ καὶ αὐτὸ μό‐ νον τὸ λεγόμενον παρὰ τοῦ Πέτρου, Κύριον αὐ‐ τὸν ἐποίησε καὶ Χριστὸν, οὐ ποίημα εἶναι τὸν Υἱὸν σημαίνει, ἔξεστιν ἰδεῖν ἀπὸ τῆς εὐλογίας τοῦ Ἰσαάκ· κἂν ἀμυδρά πως ἡ εἰκὼν αὕτη πρὸς τὸ προκείμενον
45ᾖ. Ἔφη τοίνυν τῷ μὲν Ἰακὼβ, Γίνου κύριος τοῦ ἀδελφοῦ σου· τῷ δὲ Ἠσαῦ, Ἰδοὺ Κύριον αὐτὸν ἐποίησά σου. Εἰ μὲν οὖν τὸ, ἐποίησε, τὴν οὐσίαν καὶ
τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ ἐσήμαινεν,182

26

.

184

οὐδ’ οὕτω μὲν ἐχρῆν αὐτοὺς τοιαῦτα περὶ τοῦ Λόγου τοῦ Θεοῦ κἂν ἐνθυμεῖσθαι· οὐ γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ποίημα, ὡς ὁ Ἰακώβ· πλὴν ἐδύναντό πως πυθό‐ μενοι, μηκέτι παραφρονεῖν· εἰ δὲ ταῦτα οὐκ ἐπὶ τῆς
5οὐσίας, οὐδὲ ἐπὶ τῆς ἀρχῆς τῆς γενέσεως λαμβά‐ νουσι, καίτοι κατὰ φύσιν ὄντος τοῦ Ἰακὼβ κτίσματος καὶ ποιήματος· πῶς οὐ πλέον τοῦ διαβόλου μαίνονται, εἰ ἄρα ἃ μηδὲ τοῖς φύσει γεννητοῖς τολμῶσιν ἐκ τῶν ὁμοίων λέξεων συνάπτειν, ταῦτα τῷ Υἱῷ τοῦ
10Θεοῦ προσπλέκουσι, λέγοντες αὐτὸν ποίημα εἶναι; Ἔλεγε γὰρ ὁ Ἰσαὰκ, γίνου, καὶ, ἐποίησα, οὔτε τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ, οὔτε τὴν οὐσίαν αὐτοῦ σημαίνων· μετὰ γὰρ τριάκοντα καὶ πλεῖον ἔτη τῆς γενέσεως αὐτοῦ ταῦτα ἔλεγεν· ἀλλὰ τὴν εἰς τὸν
15ἀδελφὸν ἐξουσίαν αὐτοῦ, τὴν μετὰ ταῦτα γενομένην. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Πέτρος οὐ ποίημα τὴν οὐσίαν τοῦ Λόγου σημαίνων ταῦτ’ ἔλεγεν· ᾔδει γὰρ αὐτὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογήσας· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος· ἀλλὰ τὴν κατὰ χάριν
20ποιηθεῖσαν καὶ γενομένην καὶ εἰς ἡμᾶς αὐτοῦ βασιλείαν καὶ κυριότητα. Καὶ γὰρ ταῦτα λέγων, οὐκ ἐσιώπησε περὶ τῆς ἀϊδίου καὶ πατρικῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἀλλὰ καὶ προειρηκὼς ἦν, ὅτι καὶ τὸ Πνεῦμα ἐξέχεεν ἐφ’ ἡμᾶς. Τὸ δὲ μετ’ ἐξουσίας δι‐
25δόναι τὸ Πνεῦμα οὐ κτίσματος οὐδὲ ποιήματός ἐστιν, ἀλλὰ Θεοῦ δῶρον. Τὰ μὲν γὰρ κτίσματα ἁγιάζεται παρὰ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ Υἱὸς οὐχ ἁγιαζόμε‐ νος παρὰ τοῦ Πνεύματος, ἀλλὰ μᾶλλον αὐτὸς διδοὺς αὐτὸ τοῖς πᾶσι, δείκνυται μὴ κτίσμα, ἀλλὰ Υἱὸς
30ἀληθινὸς τοῦ Πατρὸς ὤν. Πλὴν ὅτι ὁ διδοὺς τὸ Πνεῦμα, ὁ αὐτὸς λέγεται καὶ πεποιῆσθαι· πεποιῆσθαι μὲν ἐν ἡμῖν Κύριος διὰ τὸ ἀνθρώπινον, διδοὺς δὲ, ὅτι τοῦ Θεοῦ Λόγος ἐστίν. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν, ὥσπερ Υἱὸς, οὕτω καὶ Κύριος καὶ παμβασιλεὺς τῶν πάντων, ὅμοιος ὢν
35κατὰ πάντα τοῦ Πατρὸς, καὶ πάντα τὰ τοῦ Πα‐ τρὸς ἔχων, ὡς εἴρηκεν αὐτός. Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν· εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λόγου, ὅτι μὴ
40ποίημά ἐστι, δέδεικται, ὅτι μηδὲ κτίσμα ἐστί. Ταὐ‐ τὸν γάρ ἐστιν εἰπεῖν ποίημα καὶ κτίσμα· ὥστε καὶ τὴν ἀπόδειξιν τὴν περὶ τοῦ μὴ εἶναι ποίημα τὴν αὐτὴν εἶναι καὶ περὶ τοῦ μὴ εἶναι κτίσμα. Διὸ καὶ
θαυμάσειεν ἄν τις αὐτοὺς ἐπινοοῦντας ἑαυτοῖς184

26

.

185

προφάσεις εἰς ἀσέβειαν, καὶ μὴ αἰσχυνομένους ἐπὶ τοῖς γενομένοις καθ’ ἕκαστον ἐλέγχοις. Πρότερον μὲν γὰρ ἐπενόουν ἀπατᾷν πυνθανόμενοι τῶν ἀκε‐ ραίων· «Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος ἐποίη‐
5σεν, ἢ τὸν ὄντα;» καὶ, «Εἰ εἶχες υἱὸν, πρὶν γεννή‐ σῃς;» ὡς δὲ δέδεικται τοῦτο σαθρὸν, ἐφεῦρον λέγειν· «Ἓν τὸ ἀγένητον, ἢ δύο;» εἶτ’ ἐν τούτῳ διελεγχθέντες συνῆψαν εὐθύς· «Αὐτεξούσιός ἐστι, καὶ τρεπτῆς ἐστι φύσεως;» Ἀλλὰ ἐκβληθέντος καὶ
10τούτου, πάλιν ἐφεῦρον λέγειν· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Ὡς δὲ καὶ τοῦτο ἡ ἀλήθεια διήλεγξε, νῦν λοιπὸν ἐκεῖνα πάντα συνάγοντες, διὰ τοῦ ποιήματος καὶ κτίσματος, τὴν αἵρεσιν αὐτῶν συνιστᾷν νομίζουσι. Πάλιν γὰρ ἐκεῖνα σημαίνουσι,
15καὶ οὐκ ἀφίστανται τῶν ἰδίων κακονοιῶν, τὰ αὐτὰ ποικίλως ἀντιμεταβάλλοντες καὶ μεταστρέφοντες, ὅπως ἴσως τῇ ποικιλίᾳ τινὰς ἀπατῆσαι δυνηθῶσιν. Εἰ καὶ τὰ μάλιστα τοίνυν καὶ τὰ προειρημένα δεί‐ κνυσιν αὐτῶν καὶ ταύτην τὴν ἐπίνοιαν ματαίαν· ὅμως,
20ἐπειδὴ τῷ ἐκ τῶν Παροιμιῶν ῥητῷ τεθρυλλήκασι τὰ πανταχοῦ, καὶ παρὰ πολλοῖς τοῖς ἀγνοοῦσι τὴν Χρι‐ στιανῶν πίστιν δοκοῦσί τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητὸν, ὥσπερ τὸ, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὕτω καὶ τὸ, ἔκτισε, καθ’ ἑαυτὸ ἐξετά‐
25σαι· ἵν’, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ δειχθῶσι μηδὲν πλέον ἔχοντες ἢ φαντασίαν.
28 Καὶ πρῶτά γε ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχὴν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παρ’ αὐ‐
30τῶν, τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. Ἔγραψαν τοίνυν λέ‐ γοντες· Κτίσμα ἐστὶν, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμά‐ των· ποίημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων. Θεασάσθω δὴ ἕκαστος τὸ πανοῦργον καὶ δόλιον
35τῆς αἱρέσεως ταύτης· εἰδυῖα γὰρ τὸ πικρὸν τῆς ἰδίας κακοφροσύνης, καλλωπίζειν ἑαυτὴν βιάζεται πιθανότητι ῥημάτων· καὶ λέγει μὲν, ὅπερ φρονεῖ, ὅτι κτίσμα ἐστὶ, νομίζει δὲ δύνασθαι κρύπτειν ἑαυτὴν ἐν τῷ λέ‐ γειν· Ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων. Μᾶλλον δὲ οὕτω
40γράψαντες, διὰ τούτων πλέον ἤλεγξαν ἑαυτῶν τὴν ἀσέβειαν. Εἰ γὰρ ὅλως καθ’ ὑμᾶς κτίσμα ἐστὶ, πῶς ὑποκρίνεσθε λέγοντες, Ἀλλ’ οὐχ ὡς ἓν τῶν κτι‐
σμάτων; καὶ εἰ ὅλως ποίημά ἐστι, πῶς οὐχ ὡς186

26

.

188

ἓν τῶν ποιημάτων; ἐν οἷς καὶ τὸν ἰὸν τῆς αἱρέσεως θεωρεῖν ἔξεστι. Λέγοντες γὰρ γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων, πολλοὺς υἱοὺς συντάττουσι, καὶ τού‐ των ἕνα εἶναι τὸν Κύριον δογματίζουσιν· ὡς μηκέτι
5κατ’ αὐτοὺς Μονογενῆ εἶναι, ἀλλ’ ἐκ πολλῶν ἀδελφῶν ἕνα καὶ αὐτὸν γέννημα καὶ Υἱὸν χρηματίζειν. Τίς οὖν χρεία τῆς ὑποκρίσεως, ὥστε λέγειν μὲν αὐτὸν κτίσμα, λέγειν δὲ αὐτὸν μὴ κτίσμα; Καὶ γὰρ καὶ ἐὰν λέγητε, οὐχ ὡς ἓν τῶν κτισμάτων, ἀνόητον ὑμῶν τὸ
10τοιοῦτον σόφισμα δειχθήσεται· ἓν γὰρ πάλιν τῶν κτι‐ σμάτων αὐτὸν εἶναι λέγετε· καὶ οἷα ἄν τις εἴποι καὶ περὶ τῶν ἄλλων κτισμάτων, τοιαῦτα καὶ περὶ τοῦ Υἱοῦ φρονεῖτε, ὡς ἀληθῶς μωροὶ καὶ τυφλοί. Ποῖον γὰρ καὶ ἕτερον τῶν κτισμάτων τοιοῦτόν ἐστιν, οἷον
15γέγονε καὶ τὸ ἕτερον, ἵνα τοῦτο περὶ Υἱοῦ ὡς ἐξαί‐ ρετόν τι λέγητε; Καὶ πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε· καὶ τῇ μὲν πρώτῃ τὸ φῶς, ὅπερ ἐκάλεσεν ἡμέραν· τῇ δὲ δευτέρᾳ τὸ στερέωμα· καὶ τῇ τρίτῃ, συναγαγὼν τὰ ὕδατα, ἔδειξε τὴν
20ξηρὰν, καὶ τοὺς ἐν αὐτῇ ποικίλους προήγαγε καρ‐ πούς· καὶ τῇ μὲν τετάρτῃ πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πάντα τὸν τῶν ἀστέρων χορόν· τῇ δὲ πέμπτῃ τῶν ἐν τῇ θαλάσσῃ ζώων, καὶ τῶν ἐν τῷ ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε· τῇ δὲ ἕκτῃ τὰ τε‐
25τράποδα τὰ ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον· Τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό‐ σμου, τοῖς ποιήμασι νοούμενα, καθορᾶται· καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ, οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη, οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν· οὔτε οἱ ἄγγελοι
30ὡς οἱ θρόνοι, οὔτε οἱ θρόνοι ὡς αἱ ἐξουσίαι· ἀλλὰ κατὰ γένος τῇ ἰδίᾳ οὐσίᾳ, ὡς γέγονεν, ἐστί τε καὶ Ἢ τοίνυν ὁ Λόγος ἐξαιρείσθω τῶν ποιημάτων, καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ Πατρὶ, καὶ ὁμο‐ λογείσθω φύσει Υἱός· ἢ εἰ ὅλως κτίσμα ἐστὶ, τὴν
35αὐτὴν ὁμολογείσθω τάξιν ἔχειν, οἵαν ἔχει καὶ τὰ ἕτερα188

26

.

189

πρὸς ἄλληλα· λεγέσθω δὲ κἀκείνων ἕκαστον κτίσμα, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα ἢ ποίη‐ μα, οὐδ’ ὡς ἒν τῶν ποιημάτων ἢ γεννημάτων. Ταὐτὸν γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα, γράψαντες,
5γεννηθέντα ἢ ποιηθέντα· κἂν γὰρ ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ Υἱὸς, ἀλλ’ οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερ‐ έχοντα. Ἀστὴρ γοῦν ἀστέρος διαφέρει ἐν δόξῃ· τά
10τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παρ’ αὐτῶν γίνεται· ἀλλὰ πάντα τοῦ γί‐ νεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει, ὁμολογοῦντα δι’
15ἑαυτῶν τὸν δημιουργὸν ἑαυτῶν, ὡς ψάλλει Δαβίδ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χει‐ ρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ· καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα
20τὰ ἔργα σείεται καὶ τρέμει. Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ αὐ‐ τὸς λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρὸς, ἐν
25ᾧ τὰ πάντα ἥρμοσται, καὶ αὐτὸς ὑμνεῖται παρὰ πάν‐ των, ὡς δημιουργός· Ἤμην γὰρ, ὡς αὐτός φησι, παρ’ αὐτῷ ἁρμόζουσα· καὶ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Τὸ δὲ, ἕως ἄρτι, δείκνυσι τὸ ἀϊδίως, ὡς Λόγον, ὑπάρχειν αὐτὸν ἐν
30τῷ Πατρί· Λόγου γὰρ ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πα‐ τρὸς ἔργα, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.
33 Εἰ δὲ ἃ ὁ Πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ Υἱὸς ἐργάζεται· καὶ ἃ κτίζει ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός
35ἐστι κτίσματα· ἔργον δὲ καὶ κτίσμα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱός· ἢ καὶ αὐτὸς ἑαυτὸν ἐργάσεται, καὶ αὐτὸς ἑαυ‐ τὸν ἔσται κτίζων· (ἐπειδὴ ἃ ἐργάζεται ὁ Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν ἔργα·) ὅπερ ἄτοπον ἂν εἴη καὶ ἀδύ‐ νατον· ἢ τὰ τοῦ Πατρὸς κτίζων καὶ ἐργαζόμενος, αὐ‐
40τὸς οὐκ ἂν εἴη ἔργον οὐδὲ κτίσμα, ἵνα μὴ, ὁ αὐτὸς ποιητικὸν αἴτιον ὢν, ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, ὅπερ γέγονεν αὐτός· μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. Πῶς γὰρ, εἰ καθ’ ὑμᾶς ἐξ οὐκ ὄν‐
των γέγονεν, οἷός τέ ἐστι τὰ οὐκ ὄντα εἰς τὸ εἶναι δη‐190

26

.

192

μιουργεῖν; Εἰ δὲ κτίσμα ὢν δημιουργεῖ καὶ αὐτὸς κτίσμα· ἔσται καὶ ἐφ’ ἑκάστου κτίσματος τὸ αὐτὸ νοούμενον, ὥστε δύνασθαι καὶ αὐτὰ δημιουργεῖν. Καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ χρεία τοῦ Λόγου,
5δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόν‐ των γίνεσθαι; ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν γενομένων ἀκοῦσαι παρὰ τοῦ Θεοῦ· Γε‐ νοῦ, καὶ, Ποιήθητι· καὶ οὕτως ἂν ἕκαστον ἐδημιουρ‐ γεῖτο. Ἀλλ’ οὐδὲ γέγραπται τοῦτο, οὔτε δυνατὸν
10ἦν. Τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν αἴτιον· πάντα γὰρ διὰ τοῦ Λόγου γέγονεν· οὐκ ἂν ἐργασαμένου καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ αὐτὸς ὁ Λόγος τῶν κτισμάτων ἦν· οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται, κτίσματα ὄντες καὶ αὐτοὶ, κἂν Οὐαλεν‐
15τῖνος καὶ Μαρκίων καὶ Βασιλείδης τοιαῦτα φρονῶσι. καὶ ὑμεῖς ἐκείνων ζηλωταὶ τυγχάνητε· οὐδὲ ὁ ἥλιος, κτίσμα ὢν, ποιήσει ποτὲ τὸ μὴ ὂν εἰς τὸ εἶναι· οὐδὲ ἄνθρωπος ἄνθρωπον πλάσει, οὐδὲ λίθος λί‐ θον ἐπινοήσει, οὐδὲ ξύλον ξύλον αὐξήσει· ἀλλ’ ὁ Θεὸς
20μέν ἐστιν ὁ πλάσσων ἐν κοιλίᾳ ἄνθρωπον, καὶ ὄρη τιθεὶς, καὶ ξύλον μηκύνων· ὁ δὲ ἄνθρωπος ἐπιστή‐ μης ὢν δεκτικὸς, ταύτην τὴν ὕλην συντίθησι καὶ μεταῤῥυθμίζει, καὶ τὰ ὄντα ἐργάζεται, ὡς ἔμαθε· καὶ ἀγαπᾷ, ὅτι μόνον γέγονε· τήν τε φύσιν ἐπιγινώσκων τὴν ἑαυτοῦ, ἐάν τινος δέηται, τὸν Θεὸν
25οἶδεν αἰτεῖν. Εἰ μὲν οὖν καὶ ὁ Θεὸς ἐξ ὕλης ἐστὶν ἐργαζό‐ μενος καὶ συντιθεὶς, Ἑλληνικὸν μὲν τὸ φρόνη‐ μα, καὶ τεχνίτης, οὐ ποιητὴς ἂν κληθείη ὁ Θεός. Ἐρ‐ γαζέσθω δὲ ὅμως οὕτω τὴν ὕλην ὁ Λόγος προσ‐
30ταττόμενος καὶ ὑπουργῶν τῷ Θεῷ. Εἰ δὲ τὰ οὐκ ὄντα καλεῖ διὰ τοῦ ἰδίου Λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι τῶν μὴ ὄντων καὶ καλουμένων ὁ Λόγος, ἵνα μὴ καὶ ἕτε‐ ρον Λόγον ζητῶμεν, δι’ οὗ καὶ οὗτος ἐκλήθη· Λόγῳ γὰρ τὰ οὐκ ὄντα γέγονε. Καὶ εἰ δι’ αὐτοῦ
35κτίζει καὶ ποιεῖ, οὐκ ἔστι τῶν κτιζομένων καὶ ποιουμέ‐ νων αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος Θεοῦ Λόγος ἐστὶν, ὅστις καὶ ἐκ τῶν ἔργων τοῦ Πατρὸς, ὧν αὐτὸς ὁ Λόγος ἐργάζεται, γινώσκεται, ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν αὐτῷ, καὶ ὁ
40ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ τὴν κατὰ πάντα ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Πῶς οὖν δι’ αὐτοῦ κτίζει, εἰ μὴ ὁ Λόγος ἐστὶν αὐτοῦ καὶ ἡ Σοφία; Πῶς δὲ Λόγος ἂν εἴη καὶ Σοφία, εἰ μὴ ἴδιον γέννημα τῆς
45οὐσίας αὐτοῦ, ἀλλ’ ἐξ οὐκ ὄντων καὶ αὐτὸς ἐγένετο;192

26

.

193

Πῶς δὲ πάντων ἐξ οὐκ ὄντων καὶ κτισμάτων ὄντων, καὶ τοῦ Υἱοῦ κατ’ ἐκείνους ἑνὸς ὄντος τῶν κτισμάτων, καὶ τῶν οὐκ ὄντων ποτὲ, μόνος οὗτος ἀποκαλύπτει τὸν Πατέρα; καὶ οὐδεὶς ἄλλος εἰ μὴ
5μόνος αὐτὸς γινώσκει τὸν Πατέρα; Εἰ γὰρ δυνατὸν ποίημα ὄντα τοῦτον γινώσκειν τὸν Πατέρα, γι‐ νωσκέσθω καὶ παρὰ πάντων κατ’ ἀναλογίαν τῶν ἑκά‐ στου μέτρων· ποιήματα γὰρ πάντα, ὥσπερ καὶ αὐτός. Εἰ δὲ οὐ δυνατὸν τοῖς γενητοῖς οὔτε βλέπειν
10οὔτε γινώσκειν, ἀλλ’ ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις· καὶ γὰρ καὶ αὐτὸς μὲν ὁ Θεὸς εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται· ὁ δὲ Υἱὸς εἴρηκεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· ἄλλος ἂν εἴη τῶν γεννη‐
15τῶν ὁ Λόγος, μόνος γινώσκων καὶ μόνος βλέπων τὸν Πατέρα, ὡς εἶπεν, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός· καὶ, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· κἂν Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος
20ἦν ἴδιος αὐτοῦ; Πῶς δ’ ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας οὐκ ὀκνητέον. Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν κτί‐
25σμα, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων. Πῶς γὰρ οὐχ ὡς ἓν τού‐ των, εἴ γε κατ’ αὐτοὺς οὐκ ἦν, πρὶν γεννηθῇ; Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν
30γενέσθαι, καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς ἑαυτὰ διαφέροντα εὑρεθή‐ σεται, ὥσπερ καὶ βλεπόμενα δείκνυται.
35 Ἀλλ’ εἴπερ κατὰ τοὺς αἱρετικοὺς κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων, διὰ τὸ ἐν δόξῃ διαφέρειν αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιή‐
ματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει σημαίνεσθαί τε194

26

.

196

παρὰ τῆς Γραφῆς καὶ δείκνυσθαι αὐτὸν, οἷον ἔδει λέ‐ γεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμό‐ τερον τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν
5αὐτὸς οὐ σημαίνεται· Υἱὸν δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων· Υἱός μου εἶ σύ· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· διὸ καὶ διηκόνουν αὐτῷ οἱ ἄγγελοι, ὡς ἄλλῳ παρ’ αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παρ’ αὐ‐
10τῶν, οὐχ ὡς τῇ δόξῃ μείζων, ἀλλ’ ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παρ’ ἐκείνους ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατ’ οὐσίαν Υἱός. Εἰ γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλ’ οὐκ
15ἔστιν οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην, καὶ κτίσμα Θεόν. Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων, ὅτι Κἀγὼ ἄνθρωπός εἰμι· ἄγ‐ γελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην ἐν τῇ
20Ἀποκαλύψει κωλύει, λέγων· Ὅρα μή. Σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τού‐ του. Τῷ Θεῷ προσκύνησον. Οὐκοῦν Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ οἱ ἄγ‐
25γελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ τῶν προσ‐ κυνουμένων, ἀλλὰ τῶν προσκυνούντων τὸν Δεσπότην. Τὸν γοῦν πατέρα τοῦ Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ, ἐκώλυσεν ὁ ἄγγελος
30λέγων ὅτι, Μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε. Ὁ δὲ Κύριος καὶ παρ’ ἀγγέλων προσκυνεῖται· γέ‐ γραπται γάρ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάν‐ τες ἄγγελοι Θεοῦ· καὶ παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἡσαΐας φησίν· Ἐκοπίασεν Αἴγυπτος
35καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦ‐ λοι· εἶτα ἑξῆς· Καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι,
καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Τούς τε μαθητὰς προσ‐196

26

.

197

κυνοῦντας δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων· Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, Ὁ Κύριός μου καὶ
5ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχε‐ ται, μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι προφῆται λέγουσι, καὶ Δαβὶδ ψάλλει, Κύριος τῶν δυνάμεων, Κύριος Σαβαὼθ, ὃ ἑρμηνεύε‐ ται, Κύριος τῶν στρατιῶν, καὶ Θεὸς ἀληθινὸς καὶ παντοκράτωρ, κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ διαῤ‐ ῥηγνύωσιν ἑαυτούς.
10 Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη, οὐδὲ ταῦτ’ ἐλέγετο περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι κτίσμα, ἀλλ’ ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ γέννημα, καὶ φύσει Υἱός ἐστι· διὰ τοῦτο προσκυνεῖται, καὶ Θεὸς πιστεύεται, καὶ
15Κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ δι’ αὐτοῦ τὰ πάντα
20πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν’ ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ‐ σεως αὐτῶν φαίνηται· Διὰ τί πάντων ὄντων κτισμά‐ των, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος ἐχόντων τὴν σύ‐
25στασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθ’ ὑμᾶς κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, δι’ αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, ὅταν μὲν τὰ πάντα λέγηται, οὐ τὸν Υἱόν τις ἐν τοῖς πᾶσι σημαίνε‐
30σθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ Λό‐ γου λέγωσιν αἱ Γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐ‐ τὸν, ἐν ᾧ τὴν πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργά‐ ζεται καὶ ποιεῖ ὁ Πατήρ· καὶ μάλιστα δυναμένων τῶν
35πάντων τῷ αὐτῷ προστάγματι, ᾧ κἀκεῖνος παρὰ μό‐ νου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ κάμνει ὁ Θεὸς προστάττων· οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν ἄλλων δημιουργίαν ὑπουρ‐
40γοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ. Οὐδὲ γὰρ οὐδὲ
ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ198

26

.

200

μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ τῷ βουλή‐ ματι αὐτοῦ οὐδεὶς ἀνθέστηκε. Τίνος οὖν ἕνεκα οὐ γέ‐ γονε τὰ πάντα παρὰ μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱός; Ἢ διὰ τί τούτου πάντα γέγονε,
5καίτοι καὶ αὐτοῦ γεννητοῦ τυγχάνοντος, λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παρ’ αὐτοῖς· φασὶ δὲ ὅμως περὶ τούτου, ὡς ἄρα «Θέλων ὁ Θεὸς τὴν γενητὴν κτί‐ σαι φύσιν, ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετα‐ σχεῖν τῆς τοῦ Πατρὸς ἀκράτου χειρὸς, καὶ τῆς
10παρ’ αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει πρώτως μόνος μόνον ἕνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον, ἵνα, τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα δι’ αὐτοῦ γενέσθαι δυνηθῇ.» Ταῦτα οὐ μό‐ νον εἰρήκασιν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ ὁ θύσας Ἀστέριος. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον
15καταγνοίη τῆς ἀσεβείας, ἣν, μετὰ πολλῆς τῆς ἀφρο‐ σύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω κα‐ ταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μό‐ νον αὐτὸν πεποιηκέναι τὸν Υἱόν· καταβοήσει μὲν
20τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων· Θεὸς αἰώ‐ νιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πει‐ νάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ
25ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ· καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ· οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐν‐ τρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν
30οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; καὶ πάλιν· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώ‐ ματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
35Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐ‐ ράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσ‐
40θεῖναι ἐπὶ τὴν ἡλικίαν αὑτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν,
οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολο‐200

26

.

201

μὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον
5ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ οὐκ ἀνάξιον Θεοῦ προ‐ νοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κε‐ φαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ
10τοῦ ἰδίου Λόγου. Ἄλλως τε καὶ μεῖζον ἄτοπον τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι γὰρ τὰ κτί‐ σματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ τὰ πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνε‐
15σθαι, ἢ εἰ διὰ τοῦ Υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν εἶναι. Ἔπειτα δὲ κἀκείνως ἐλέγξειεν ἄν τις αὐτῶν τὴν ἄνοιαν. Εἰ καὶ ὁ Λόγος τῆς γενητῆς φύσεώς ἐστι, πῶς, ταύτης ἀδυνάτου τυγχανούσης χωρεῖν τὴν
20τοῦ Θεοῦ αὐτουργίαν, μόνος αὐτὸς ἐκ πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ Θεοῦ γενέσθαι, ὡς ὑμεῖς λέγετε; Ἀνάγκη γὰρ ἢ τούτου δυναμένου καὶ πᾶσαν δύνασθαι· ἢ πάσης ἀδυνάτου τυγχανούσης, μὴ δύνασθαι μηδὲ τὸν Λόγον·
25εἶς γάρ ἐστι τῶν γενητῶν καὶ οὗτος καθ’ ὑμᾶς. Πάλιν δὲ, εἰ, διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν τῆς τοῦ Θεοῦ αὐτουργίας, μεσίτου χρεία γέγονεν· ἀνάγκη πᾶσα, γενητοῦ καὶ κτίσμα‐ τος ὄντος τοῦ Λόγου, μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς
30τούτου δημιουργίας, διὰ τὸ εἶναι ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ Θεοῦ ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία με‐ σίτου δι’ ἐκεῖνον, καὶ οὕτω τις ἐπαναβαίνων καὶ διε‐
35ρευνῶν τῷ λογισμῷ, εὑρήσει πολὺν ὄχλον ἐπιῤῥεόν‐ των μεσιτῶν, καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ τοῦ μεσίτου δεομένην, καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου, διὰ τὸ πάντας εἶναι τῆς γενητῆς φύσεως, τῆς μὴ δυνα‐
40μένης μετασχεῖν τῆς παρὰ μόνου τοῦ Θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. Πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλή‐ ρεις, δι’ ἣν καὶ τὰ ἤδη γενόμενα νομίζουσιν ἀδύνατον εἶναι γενέσθαι; Ἢ τάχα οὐδὲ γεγενῆσθαι αὐτὰ φαν‐
τάζονται, ζητοῦντες ἔτι τὸν μεσίτην. Κατὰ γὰρ τὴν202

26

.

204

οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν, οὐδ’ ἂν ὑπ‐ έστη τὰ ὄντα, μὴ εὑρισκομένου τοῦ μέσου.
5 Ἀλλ’ ἐκεῖνο φάσκουσιν· Ἰδοὺ δὴ καὶ διὰ Μωϋ‐ σέως ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου καὶ δι’ αὐτοῦ τὸν νόμον δέδωκε, καίτοι καὶ αὐτοῦ τυγχάνοντος ἀνθρώπου· ὥστε δυνατὸν διὰ τοῦ ὁμοίου τὰ ὅμοια γίνεσθαι. Τοῦτο δὲ λέγειν αὐτοὺς ἐγκαλυπτομένους
10ἔπρεπεν, ἵνα μὴ πολλὴν αἰσχύνην ἀπενέγκωνται. Μωϋσῆς γὰρ οὐ δημιουργεῖν ἐπέμπετο, οὐδὲ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καλέσαι, καὶ πλάσαι τοὺς ὁμοίους ἀνθρώπους, ἀλλὰ διακονῆσαι μόνον ῥήματα πρὸς τὸν λαὸν καὶ πρὸς τὸν βασιλέα Φαραώ. Ἔχει δὲ
15τοῦτο πολλὴν τὴν διαφορὰν, ὅτι τὸ μὲν διακονεῖν τῶν γενητῶν ὡς δούλων ἐστί· τὸ δημιουργεῖν δὲ καὶ κτί‐ ζειν μόνου τοῦ Θεοῦ ἐστι, καὶ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ τῆς σοφίας. Διὰ τοῦτο γοῦν ἐπὶ μὲν τοῦ δημιουρ‐ γεῖν οὐκ ἄν τις ἄλλον εὕροι, ἢ μόνον τὸν τοῦ Θεοῦ
20Λόγον· πάντα γὰρ ἐν σοφίᾳ γέγονε, καὶ χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν. Πρὸς δὲ τὰς διακονίας οὐχ εἷς, ἀλλ’ ἐκ πάντων πολλοί εἰσιν, οὓς ἐὰν θέλῃ πέμπειν ὁ Κύριος. Πολλοὶ μὲν γὰρ ἀρχάγγελοι, πολλοὶ δὲ θρόνοι καὶ ἐξουσίαι, καὶ κυριότητες, χίλιαί τε χι‐
25λιάδες, καὶ μύριαι μυριάδες παρεστήκασι λειτουρ‐ γούντων καὶ ἑτοίμων εἰς τὸ ἀποστέλλεσθαι. Καὶ προφῆται μὲν πολλοὶ, καὶ ἀπόστολοι δὲ δέκα καὶ δύο, καὶ ὁ Παῦλος· καὶ Μωϋσῆς δὲ αὐτὸς οὐ μόνος, ἀλλὰ καὶ Ἀαρὼν σὺν αὐτῷ, καὶ μετὰ ταῦτα ἄλλοι
30ἑβδομήκοντα Πνεύματος ἐπληρώθησαν ἁγίου· καὶ Μωϋσῆν διεδέξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, κἀκεῖνον οἱ κριταὶ, κἀκείνους οὐχ εἷς, ἀλλὰ πλεῖστοι βασιλεῖς. Εἴπερ οὖν καὶ κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει καὶ πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ
35πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεὸς, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πλῆθός ἐστιν. Εἰ δὲ τοῦτο οὐκ ἔστιν ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλὰ, ὁ δὲ Λόγος εἷς ἐστι· τίς οὐ συνορᾷ καὶ ἐκ τούτων, ὅτι ὁ Υἱὸς διέστηκε τῶν πάντων, καὶ οὐ πρὸς τὰ κτίσματα τὴν
40ἐξίσωσιν ἔχει, ἀλλὰ πρὸς τὸν Πατέρα τὴν ἰδιότητα; Ὅθεν οὐδὲ πολλοὶ Λόγοι, ἀλλὰ μόνος εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος, καὶ μία τοῦ ἑνὸς Θεοῦ εἰκών ἐστιν. Ἀλλ’ ἰδοὺ, φασὶ, καὶ ἥλιος μόνος εἷς καὶ ἡ γῆ μία. Ἄφρονες εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ
45ἓν, ἵνα ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον204

26

.

205

ἓν μὲν ἔστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγ‐ χειριζομένην διακονίαν καὶ λειτουργίαν οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὔταρκες. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι
5τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυ‐ κτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἶτά φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγά‐
10λους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐ‐ τοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. Ἰδοὺ πολλοὶ φωστῆρες, καὶ οὐ μόνος ὁ
15ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλ’ ἕκαστον μὲν ἕν ἐστι κατ’ οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λει‐ τουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν τοῦ μεθ’ ἡμέραν μόνου
20διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη τὴν νύκτα· οἱ δὲ ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος εἰς σημεῖα γί‐ νεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. Οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλ’ εἰς μόνους τοὺς καρποὺς, καὶ
25βάσιν εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε στερέωμα δια‐ χωρίζειν ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον,
30ἀλλ’ ἕκαστον τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα, τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν οὕτω καὶ τὸν Υἱὸν ὑπολαμβάνουσιν εἶναι, βαλ‐ λέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν Λόγον, καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν
35ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν, ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος Λόγος, τῶν δὲ γενητῶν δημιουρ‐ γός. Ἀλλ’ εἰρήκασι· Κτίσμα μὲν ἔστι, καὶ τῶν
40γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμά‐ θηκε τὸ δημιουργεῖν, καὶ οὕτως ὑπηρέτησε τῷ δι‐ δάξαντι Θεῷ. Ταῦτα γὰρ καὶ Ἀστέριος ὁ σοφιστὴς, ὡς μαθὼν ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ γὰρ διδακτόν
45ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν206

26

.

208

Θεὸν εἴπωσι μὴ φύσει, ἀλλ’ ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπ’ αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτή‐ σατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ, δεομένη
5μαθημάτων; Τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; Σοφία γὰρ οὐκ ἦν λειπομένη διδασκαλίας. Κενὸν ἄρα τι πρᾶγμα ἦν, καὶ οὐκ ἔστιν οὐσιώδης σοφία· ἀλλ’ ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ το‐ σοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε φυλάττῃ.
10Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλ’ ἐκ μαθήσεως προσγέ‐ γονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. Τοιαῦτα δὲ λέγειν περὶ τοῦ Λόγου τοῦ Θεοῦ, οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί.
15 Καὶ γὰρ εἰ ἐκ διδασκαλίας τὸ δημιουργεῖν τινι προσγίνεται, φθόνον καὶ ἀσθένειαν περὶ τὸν Θεὸν εἰσάγουσιν οἱ ἄφρονες· φθόνον μὲν, ὅτι μὴ πολ‐ λοὺς δημιουργεῖν ἐδίδαξεν, ἵν’ ὥσπερ πολλοὶ ἀρ‐ χάγγελοι καὶ ἄγγελοι, οὕτω καὶ πολλοὶ δημιουργοὶ
20περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δὲ, ὅτι μὴ μόνος ἠδυνήθη ποιῆσαι, συνεργοῦ δὲ ἢ ὑπουργοῦ χρείαν ἔσχε· καίτοι δειχθείσης καὶ τῆς γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ Θεοῦ, εἴ γε κατ’ αὐτοὺς ὁ Υἱὸς γενητὸς ὢν ἠδυνήθη παρὰ μόνου τοῦ Θεοῦ
25γενέσθαι. Ἀλλ’ οὐδενός ἐστιν ἐνδεὴς ὁ Θεός· μὴ γέ‐ νοιτο! αὐτὸς γὰρ εἶπε· Πλήρης εἰμί. Οὐδὲ ἐκ διδα‐ σκαλίας γέγονε δημιουργὸς ὁ Λόγος· ἀλλ’ εἰκὼν καὶ σοφία ὢν τοῦ Πατρὸς, τὰ τοῦ Πατρὸς ἐργάζεται. Οὐδὲ τῆς τῶν γενητῶν ἕνεκεν ἐργασίας τὸν Υἱὸν πε‐
30ποίηκεν· ἰδοὺ γὰρ καὶ τοῦ Υἱοῦ ὄντος, φαίνεται πάλιν ἐργαζόμενος ὁ Πατὴρ, ὡς αὐτὸς ὁ Κύριός φη‐ σιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐρ‐ γάζομαι. Εἰ δὲ καθ’ ὑμᾶς διὰ τοῦτο γέγονεν ὁ Υἱὸς, ἵνα τὰ μετ’ αὐτὸν ἐργάσηται· φαίνεται δὲ ὁ Πατὴρ
35καὶ μετὰ τὸν Υἱὸν ἐργαζόμενος· περιττὴ καθ’ ὑμᾶς καὶ κατὰ τοῦτο ἡ τοῦ τοιούτου Υἱοῦ ποίησις. Ἄλλως τε διὰ τί ὅλως, θέλων ἡμᾶς κτίσαι, ζητεῖ τὸν μεσίτην, ὡς οὐκ ἀρκουμένου τοῦ βουλήματος αὐτοῦ συστῆσαι περὶ ὧν ἂν αὐτῷ δοκῇ; Καὶ μὴν αἱ
40Γραφαὶ λέγουσι· Πάντα ὅσα ἠθέλησεν ἐποίησε· καί· Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Εἰ δὲ καὶ τὸ βούλημα μόνον ἱκανόν ἐστιν αὐτοῦ πρὸς τὴν τῶν πάντων δημιουργίαν· περιττὴ πάλιν καθ’ ὑμᾶς ἡ τοῦ μεσίτου χρεία. Καὶ γὰρ καὶ τὸ παρά‐
45δειγμα τὸ περὶ τοῦ Μωϋσέως καὶ τοῦ ἡλίου καὶ208

26

.

209

σελήνης ὑμῶν δέδεικται σαθρόν. Κἀκεῖνο δὲ πάλιν ὑμᾶς ἐντρέψει. Εἰ θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν, περὶ δὲ ταύτης βουλευσάμενος, ἐπινοεῖ καὶ κτίζει τὸν Υἱὸν καθ’ ὑμᾶς, ἵνα δι’ αὐτοῦ ἡμᾶς
5δημιουργήσῃ· σκοπεῖτε πόσην ἀσέβειαν φθέγγεσθαι τετολμήκατε. Πρῶτον μὲν, ὅτι φαίνεται μᾶλλον αὐτὸς ὁ Υἱὸς δι’ ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι’ αὐτόν· οὐ γὰρ δι’ αὐτὸν ἐκτίσθημεν, ἀλλ’ αὐτὸς δι’ ἡμᾶς πε‐
10ποίηται· ὥστε χάριν αὐτὸν ἡμῖν μᾶλλον ἔχειν, καὶ μὴ ἡμᾶς αὐτῷ, καθάπερ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Οὐ γὰρ ἐκτίσθη, φησὶν ἡ Γραφὴ, ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ἄρ’ οὖν ὥσ‐ περ ὁ μὲν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ
15δὲ γυνὴ δόξα ἀνδρός ἐστιν· οὕτως ἡμεῖς μὲν τοῦ Θεοῦ εἰκὼν, καὶ εἰς δόξαν αὐτοῦ γεγόναμεν· ὁ δὲ Υἱὸς ἡμῶν ἐστιν εἰκὼν καὶ εἰς ἡμῶν δόξαν ὑπέστη. Καὶ ἡμεῖς μὲν εἰς τὸ εἶναι γεγόναμεν· ὁ δὲ τοῦ Θεοῦ Λό‐ γος καθ’ ὑμᾶς, οὐκ εἰς τὸ εἶναι, ἀλλ’ εἰς τὴν ἡμῶν
20χρείαν, ὡς ὄργανον πεποίηται· ὥστε μὴ ἡμᾶς ἐξ αὐτοῦ, ἀλλ’ αὐτὸν ἐκ τῆς ἡμῶν χρείας συνίστα‐ σθαι. Καὶ πῶς οὐ πᾶσαν ἄνοιαν ὑπερβάλλουσιν οἱ ταῦτα καὶ μόνον ἐνθυμούμενοι; Καὶ γὰρ εἰ δι’ ἡμᾶς γέγονεν ὁ Λόγος, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν
25παρὰ τῷ Θεῷ. Οὐδὲ γὰρ ἐκεῖνον ἔχων ἐν ἑαυτῷ περὶ ἡμῶν βουλεύεται· ἀλλ’ ἡμᾶς ἔχων ἐν ἑαυτῷ, βουλεύεται, ὡς ἐκεῖνοί φασι, περὶ τοῦ ἑαυτοῦ Λόγου. Εἰ δὲ τοῦτό ἐστι, τάχα οὐδὲ ὅλως ἤθελε τὸν Υἱὸν ὁ Πατήρ· οὐ γὰρ θέλων αὐτὸν ἔκτισεν· ἀλλ’ ἡμᾶς
30θέλων, δι’ ἡμᾶς αὐτὸν ἐδημιούργησε· μεθ’ ἡμᾶς γὰρ αὐτὸν ἐπενόησεν· ὥστε κατὰ τοὺς ἀσεβοῦντας περιτ‐ τὸν εἶναι λοιπὸν τὸν Υἱὸν τὸν γενόμενον ὡς ὄργανον, γενομένων ὧν ἕνεκα καὶ ἐκτίσθη. Εἰ δὲ ὡς δυ‐ νατὸς ὁ Υἱὸς μόνος παρὰ μόνου τοῦ Θεοῦ γέγονεν,
35ἡμεῖς δὲ ὡς ἀδύνατοι παρὰ τοῦ Λόγου γεγόναμεν· διὰ τί μὴ καὶ πρῶτον, ὡς δυνατοῦ ὄντος αὐτοῦ, περὶ αὐτοῦ βουλεύεται, ἀλλὰ περὶ ἡμῶν; Ἢ διὰ τί τὸν δυνατὸν οὐ προκρίνει τῶν ἀσθενῶν; Ἢ διὰ τί πρῶτον αὐτὸν ποιῶν, οὐχὶ καὶ περὶ τοῦ πρώτου
40αὐτοῦ βουλεύεται; Ἢ διὰ τί περὶ ἡμῶν πρῶτον βου‐ λευόμενος, οὐ πρώτους ἡμᾶς ἐργάζεται, ἱκανοῦ ὄν‐
τος τοῦ βουλήματος αὐτοῦ πρὸς τὴν τῶν πάντων210

26

.

212

σύστασιν; Ἀλλ’ ἐκεῖνον μὲν πρῶτον κτίζει, περὶ δὲ ἡμῶν πρῶτον βουλεύεται, καὶ πρώτους ἡμᾶς θέλει τοῦ μεσίτου· καὶ ἡμᾶς μὲν θέλων κτίσαι, καὶ περὶ ἡμῶν βουλευόμενος, κτίσματα καλεῖ· ἐκεῖνον δὲ, ὃν
5δι’ ἡμᾶς δημιουργεῖ, Υἱὸν καλεῖ καὶ ἴδιον κληρονό‐ μον. Ἔδει δὲ ἡμᾶς, ὧν ἕνεκα καὶ τοῦτον ποιεῖ, υἱοὺς μᾶλλον καλεῖσθαι· ἢ δηλονότι τοῦτον Υἱὸν ὄντα, τοῦτον καὶ προενθυμεῖσθαι καὶ θέλειν, δι’ ὃν καὶ πάντας ἡμᾶς ποιεῖ. Ταῦτα μὲν οὖν τῶν αἱρετικῶν
10ἔμετοι καὶ ναυτίαι.
12 Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι’ ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλ‐
15λον ἡμεῖς δι’ αὐτὸν γεγόναμεν, καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα· οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵν’ ἡμᾶς δι’ αὐτοῦ ὡς δι’ ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο! οὐκ ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ
20Θεῷ μὴ ποιῆσαι τὰ γενητὰ, ἀλλ’ ἦν οὐδὲν ἧττον ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ ἐν αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ Λόγου γενέ‐ σθαι· οὕτω γὰρ καὶ γέγονε δι’ αὐτοῦ, καὶ εἰκότως. Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ
25Θεοῦ ὁ Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ἐν αὐτῷ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ ἠδύνατο μὴ δι’ αὐτοῦ γε‐ νέσθαι τὰ δημιουργήματα. Καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη· οὕτω καὶ ὁ
30Πατὴρ, ὡς διὰ χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωϋσῆς ἐμνημόνευσε· γενηθήτω φῶς, καὶ, Συναχθήτω τὸ ὕδωρ, καὶ, Ἐξαγαγέτω ἡ γῆ, καί· Ποιήσωμεν ἄνθρωπον· ὡς καὶ ὁ ἅγιος ψάλ‐
35λει Δαυΐδ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται.
Τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου212

26

.

213

τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. Ἔστι γὰρ ὁ Λό‐ γος τοῦ Θεοῦ δημιουργὸς, καὶ ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. Διὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία Γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων,
5πῶς ἢ ποῖα βούλεται τὰ γινόμενα γενέσθαι· ἀλλὰ μόνον εἶπεν ὁ Θεὸς, Γενηθήτω· καὶ ἐπήγαγε· Καὶ ἐγένετο οὕτω. Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐ‐ θὺς ἐγίνετο τῷ Λόγῳ καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται, ἢ τῷ Μωϋ‐
10σεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται· τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει· Κατὰ τί γνώ‐ σομαι; ὁ δέ· Προχείρισαι ἄλλον· καὶ πάλιν· Ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; Καὶ ὁ ἄγγελος τῷ μὲν Ζαχαρίᾳ ἔλεγε· Τάδε
15λέγει Κύριος· τὸν δὲ Κύριον ἠρώτα· Κύριε παντό‐ κρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερου‐ σαλήμ; καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς. Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρί‐
20ζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλ’ ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώ‐
25ρισμα δι’ ἡμᾶς τὸ, Εἶπε, τὸ δὲ, Καὶ ἐγένετο οὕτω, τό τε ἔργον σημαίνηται τὸ διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ Πατρός. Καὶ αὐτὸ δὲ τὸ, Εἶπεν ὁ Θεὸς, ἐν τῷ Λόγῳ γνωρίζεται· Πάντα γὰρ, φησὶν, ἐν Σοφίᾳ ἐποίησας· καὶ, Τῷ
30Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ, Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ. Ἀπὸ δὴ τούτων ἔστι συνορᾷν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέ‐
35σεως, ἀλλὰ σχηματίζονται μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν Θεότητα μάχονται. Εἰ μὲν γὰρ ἡμῶν ἦν ἡ φωνὴ ἡ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου, μικρὰ ἦν αὐτοῖς ἡ παρ’ ἡμῶν μέμψις· εἰ δὲ τοῦ Πα‐ τρός ἐστιν ἡ φωνὴ, καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐ‐
40τὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει· Πρὸ δὲ πάν‐214

26

.

216

των βουνῶν γεννᾷ με· πῶς οὐ κατὰ τοὺς μυθευο‐ μένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι, τὴν γλῶτ‐ ταν ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, μάχαιραν ὀξεῖαν εἰς ἀσέβειαν; Οὔτε γὰρ τὴν φωνὴν τοῦ Πατρὸς ἐφο‐
5βήθησαν, οὔτε τοῦ Σωτῆρος ᾐδέσθησαν τὰ ῥή‐ ματα· ἀλλ’ οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν, τοῦ μὲν γρά‐ φοντος· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρα‐ κτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· τοῦ δὲ ψάλλον‐
10τος· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καί· Πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ τῶν μὲν προφητῶν λεγόντων· Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς μέ· τοῦ δὲ Ἰωάννου, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ τοῦ Λουκᾶ, Καθὼς παρέδωκαν
15ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενό‐ μενοι τοῦ Λόγου· ὡς καὶ πάλιν Δαυῒδ λέγει· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς. Ταῦτα γὰρ πάντα τὴν μὲν Ἀρειανὴν αἵρεσιν στηλι‐ τεύει πανταχοῦ, τὴν δὲ τοῦ Λόγου ἀϊδιότητα σημαίνει,
20καὶ ὅτι οὐ ξένος, ἀλλ’ ἴδιος τῆς τοῦ Πατρὸς οὐ‐ σίας ἐστί. Πότε γὰρ εἶδέ τις φῶς χωρὶς τοῦ ἀπαυγά‐ σματος; Ἢ τίς τολμᾷ λέγειν ἀλλότριον εἶναι τὸν χα‐ ρακτῆρα τῆς ὑποστάσεως; Ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφόν ποτε τὸν Θεόν;
25Τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας τὰς εἰκόνας ἔθηκεν ἡ Γραφὴ, ἵν’ ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ὀλιγοστῶς πως καὶ ἀμυδρῶς, ὡς ἐφικτόν ἐστι, διανοεῖσθαι δυνηθῶμεν. Καὶ ὥσπερ περὶ τοῦ
30εἶναι Θεὸν καὶ πρόνοιαν αὐτάρκης ἡ κτίσις πρὸς τὴν γνῶσιν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτι‐ σμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖ‐ ται· καὶ οὐ φωνὰς ἀπαιτοῦντες παρ’ αὐτῶν μανθά‐ νομεν, ἀλλ’ ἀκούοντες μὲν τῶν Γραφῶν πιστεύομεν,
35καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων θεωροῦντες καὶ τὴν ἁρμονίαν, ἐπιγινώσκομεν τοῦτον εἶναι πάντων ποιητὴν καὶ Δεσπότην καὶ Θεὸν, τούτου τε τὴν εἰς πάντα πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν κα‐ ταλαμβάνομεν· τὸν αὐτὸν τρόπον περὶ τῆς τοῦ Υἱοῦ
40θεότητος ἱκανῶν ὄντων τῶν προειρημένων ῥητῶν, περιττὸν, μᾶλλον δὲ καὶ μανίας πλέον ἐστὶν ἀμφι‐ βάλλειν, καὶ αἱρετικῶς πυνθάνεσθαι, πῶς οὖν δύναται
ἀϊδίως εἶναι ὁ Υἱός; ἢ πῶς δύναται ἐκ τῆς οὐ‐216

26

.

217

σίας εἶναι τοῦ Πατρὸς, καὶ μὴ μέρος εἶναι; τὸ γὰρ ἔκ τινος εἶναι λεγόμενον μέρος ἐστὶν αὐτοῦ· τὸ δὲ μεριζόμενον οὐκ ἔστιν ὁλόκληρον; Ταῦτα γὰρ τῶν ἑτεροδόξων ἐστὶ τὰ σοφὰ κα‐
5κουργήματα. Καὶ εἰ καὶ φθάσαντες ἐν τοῖς ἔμ‐ προσθεν διηλέγξαμεν τὴν ἐν τούτοις αὐτῶν κενολο‐ γίαν· ὅμως καὶ τούτων τῶν ῥητῶν ἡ ἀκρίβεια, καὶ τῶν παραδειγμάτων ἡ διάνοια διελέγχει τὴν σκιαγραφίαν τοῦ μιαροῦ δόγματος αὐτῶν. Ὁρῶμεν
10γὰρ τὸν Λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα, καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ Λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. Ὁρῶμεν καὶ τὸ ἀπαύ‐ γασμα ἐκ τοῦ ἡλίου ἴδιόν τε αὐτοῦ ὂν, καὶ μὴ διαιρουμένην μηδὲ μειουμένην τὴν οὐσίαν τοῦ ἡλίου·
15ἀλλ’ αὐτήν τε ὁλόκληρον οὖσαν, καὶ τὸ ἀπαύγασμα τέλειον καὶ ὁλόκληρον, καὶ μὴ μειοῦν τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλ’ ὡς γέννημα ἀληθινὸν ἐξ αὐτοῦ. Συν‐ ορῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς γεννώμενον, καὶ ὁλόκληρον μένοντα τὸν Πατέρα, τὸν
20δὲ χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πα‐ τέρα, ὡς τὸν ἰδόντα τοῦτον, ὁρᾷν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν. Ἔκ τε τῆς ἐνερ‐ γείας τοῦ χαρακτῆρος διανοούμεθα τὴν τῆς ὑποστά‐
25σεως ἀληθῶς θεότητα· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ διδάσκων ἔλεγεν· Ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καί· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν ἡ χριστομάχος αἵρεσις πειρασάτω πρῶ‐
30τον τὰ ἐν τοῖς γενητοῖς παραδείγματα διελεῖν καὶ εἰπεῖν· ἦν ποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος· ἢ, ὅτι τοῦτο οὐκ ἔστι τῆς τοῦ φωτὸς οὐσίας ἴδιον· ἢ, ἴδιον μὲν ἔστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτός· καὶ πάλιν διελέτω τὸν Λόγον, καὶ εἰπάτω
35τοῦτον ἀλλότριον εἶναι τοῦ νοῦ· ἢ, ὅτι ποτὲ οὐκ ἦν, ἢ, οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ· ἢ, ὅτι μέρος κατὰ διαίρεσίν ἐστιν οὗτος ἐκείνου. Περὶ δὲ τοῦ χαρα‐ κτῆρος καὶ τοῦ φωτὸς καὶ τῆς δυνάμεως οὕτω δι‐ ελέτω ὡς ἐπὶ τοῦ Λόγου καὶ τοῦ ἀπαυγάσματος· καὶ
40τότε περὶ ὧν ἐὰν θελήσῃ φανταζέσθω. Εἰ δὲ ἀδύ‐ νατος αὐτοῖς ἐκείνοις ἡ τόλμα, πῶς οὐ μαίνονται με‐ γάλως, εἰς τὰ ὑπερέκεινα τῶν γενητῶν καὶ τῆς ἑαυτῶν φύσεως μάτην ἐπεκτείνοντες ἑαυτοὺς καὶ
ἀδυνάτοις ἐπιχειροῦντες;218

26

.

220

Εἰ γὰρ καὶ ἐπὶ τούτων τῶν γενητῶν καὶ σω‐ ματικῶν εὑρίσκεται τὰ γεννήματα μὴ μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσι, μηδὲ παθητικῶς ὑφιστάμενα, μηδὲ μειοῦντα τὰς οὐσίας τῶν γονέων· πῶς πάλιν οὐ
5μαίνονται ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ, ζητοῦντες καὶ ὑπονοοῦντες μέρη καὶ πάθη, διαιρέ‐ σεις δὲ προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, ἵνα τὰς ἀκοὰς ἐν τούτοις ταράσσωσι τῶν ἀκε‐ ραιοτέρων, καὶ διαστρέψωσιν ἀπὸ τῆς ἀληθείας;
10Τίς γὰρ ἀκούων Υἱὸν, οὐκ ἐνθυμεῖται τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας; Τίς δὲ, ἀκούσας, ὅτε κατ‐ ηχεῖτο κατὰ τὴν ἀρχὴν, ὅτι ὁ Θεὸς Υἱὸν ἔχει, καὶ τῷ ἰδίῳ Λόγῳ τὰ πάντα πεποίηκεν, οὐχ οὕτως ἐδέ‐ ξατο κατὰ τὴν διάνοιαν ὡς νῦν ἡμεῖς φρονοῦμεν;
15Τίς, ὅτε γέγονεν ἡ μιαρὰ τῶν Ἀρειανῶν αἵρεσις, οὐκ εὐθὺς, ἀκούσας ἃ λέγουσιν, ἐξενίσθη, ὡς ἀλλότρια λεγόντων αὐτῶν, καὶ παρὰ τὸν ἐξ ἀρχῆς σπα‐ ρέντα λόγον ἐπισπειρόντων; Τὸ μὲν γὰρ σπειρόμενόν ἐστιν ἐξ ἀρχῆς ἑκάστῃ ψυχῇ, ὅτι ὁ Θεὸς Υἱὸν
20τὸν Λόγον, τὴν σοφίαν, τὴν δύναμιν ἔχει, καὶ ταῦτά ἐστιν αὐτοῦ εἰκὼν καὶ ἀπαύγασμα· φύεται δὲ εὐθὺς ἐκ τῶν ῥηθέντων τὸ ἀεὶ, τὸ ἐκ τοῦ Πατρὸς, τὸ ὅμοιον, τὸ ἀΐδιον τοῦ γεννήματος τῆς οὐσίας· καὶ οὐδεμία περὶ κτίσματος ἢ ποιήματος ἐν τούτοις
25ἔννοια. Ὅτε δὲ ἐχθρὸς ἄνθρωπος κοιμωμένων τῶν ἀνθρώπων ἐπέσπειρε τὸ, κτίσμα, καὶ τὸ, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ τὸ, πῶς οὖν δύναται· τότε λοιπὸν ὡς ζιζάνιον γέγονεν ἡ κακοῦργος αἵρεσις τῶν χριστομά‐ χων· καὶ εὐθὺς, ὡς ἐρημωθέντες πάσης ὀρθῆς φρο‐
30νήσεως, δίκην λῃστῶν περιεργάζονται καὶ λέγειν τολμῶσι· «Πῶς οὖν δύναται ὁ Υἱὸς ἀϊδίως συν‐ υπάρχειν τῷ Πατρί; Καὶ γὰρ οἱ ἄνθρωποι μετὰ χρόνον ἐξ ἀνθρώπων υἱοὶ γίνονται· καὶ ὁ μὲν πατὴρ τριάκοντα ἐτῶν ἐστιν· ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεν‐
35νηθείς· καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου οὐκ ἦν, πρὶν γεννηθῇ.» Πάλιν τε ψιθυρίζουσι· «Πῶς δύναται ὁ Υἱὸς Λόγος εἶναι, ἢ ὁ Λόγος εἰκὼν τοῦ Θεοῦ; Ὁ γὰρ ἀνθρώπων Λόγος ἐκ συλλαβῶν συγκείμενος, μόνον ἐσήμανε τὸ βούλημα τοῦ λαλήσαντος, καὶ εὐθὺς πέ‐
40παυται καὶ ἠφάνισται.»220

26

.

221

Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατ’ αὐτῶν ἐλέγχων, τοιούτοις πάλιν ἑαυτοὺς δεσμοῖς ἀσεβείας περιπείροντες διαλογίζον‐ ται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος ἐλέγχει τούτους
5οὕτως. Εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζον‐ ται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν· εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων φύσιν δια‐
10νοείσθωσαν. Ὁποῖος γὰρ ἂν ᾖ ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι· καὶ ὁποῖος ἂν ᾖ ὁ τοῦ Λόγου Πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ Λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γεννώμενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾷ τὸ τέκνον· καὶ ἐπειδὴ ἐκ τοῦ
15μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ παύ‐ εται, καὶ οὐ μένει· ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι· τοῦτο γὰρ εἶπεν ἡ Γραφή· ἀλλ’ ὤν ἐστι καὶ ἀεί ἐστι· διὰ τοῦτο καὶ ὁ Λόγος αὐτοῦ ὤν ἐστι καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρὸς, ὡς ἀπαύγασμα φωτός.
20Καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν ἐστι συγκείμενος, καὶ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, ἀλλὰ μό‐ νον ἐστὶ σημαντικὸς τῆς τοῦ λαλοῦντος διανοίας, καὶ μόνον ἐξῆλθε καὶ παρῆλθε μηκέτι φαινόμενος, ἐπειδὴ οὐδὲ ἦν ὅλως, πρὶν λαληθῇ· διὸ οὔτε ζῇ, οὔτε
25τι ἐνεργεῖ, οὔτε ὅλως ἄνθρωπός ἐστιν ὁ τῶν ἀνθρώ‐ πων λόγος· πάσχει δὲ τοῦτο, καθὰ προεῖπον, ἐπεὶ καὶ ὁ τοῦτον γεννῶν ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἔχει τὴν φύσιν· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ, ὡς ἄν τις εἴποι, προφορικός ἐστιν, οὐδὲ ψόφος ῥημάτων,
30οὐδὲ τὸ προστάξαι Θεὸν, τοῦτό ἐστιν ὁ Υἱός· ἀλλ’ ὡς φωτὸς ἀπαύγασμα, οὕτως ἐστὶ γέννημα τέλειον ἐκ τελείου. Διὸ καὶ Θεός ἐστιν εἰκὼν τοῦ Θεοῦ· καὶ Θεὸς γὰρ ἦν, φησὶν, ὁ Λόγος. Καὶ οἱ μὲν λόγοι τῶν ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν· διὸ οὐδὲ διὰ
35λόγων, ἀλλὰ διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗ‐ ται μὲν ὑπάρχουσιν, ὁ δὲ Λόγος αὐτῶν οὐχ ὑφίστα‐ ται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, ὡς εἶπεν ὁ Ἀπόστο‐ λος, ζῶν ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ
40διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς
ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ222

26

.

224

καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Δημιουργὸς οὖν ἐστι, καὶ χω‐ ρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, οὐδὲ δυνατόν τι γίνεσθαι χωρὶς αὐτοῦ. Οὐ δεῖ δὲ ζητεῖν, διὰ τί μὴ τοιοῦτος ὁ τοῦ Θεοῦ Λόγος οἷος καὶ ὁ ἡμέτερος· ἐπεὶ μὴ τοιοῦτος ὁ
5Θεὸς οἷοι καὶ ἡμεῖς, ὡς προείρηται· ἀλλ’ οὐδὲ πρέπει ζητεῖν πῶς ἐκ τοῦ Θεοῦ ἐστιν ὁ Λόγος, ἢ πῶς ἀπαύγασμά ἐστι τοῦ Θεοῦ, ἢ πῶς γεννᾷ ὁ Θεὸς, καὶ τίς ὁ τρόπος τῆς τοῦ Θεοῦ γεννήσεως· μαίνοιτο γὰρ ἄν τις τοιαῦτα τολμῶν, ὅτι πρᾶγμα ἄῤῥητον
10καὶ φύσεως ἴδιον Θεοῦ, μόνῳ τε αὐτῷ καὶ τῷ Υἱῷ γινωσκόμενον, ἀξιοῖ λόγοις αὐτὸ ἑρμηνευθῆναι· ἴσον γάρ ἐστι τοὺς τοιούτους ζητεῖν, ποῦ ὁ Θεὸς, καὶ πῶς ἐστιν ὁ Θεὸς, καὶ ποταπός ἐστιν ὁ Πατήρ. Ἀλλ’ ὥσπερ τὸ τοιοῦτο ἐρωτᾷν ἀσεβές ἐστι, καὶ
15ἀγνοούντων τὸν Θεὸν, οὕτω καὶ οὐ θέμις οὐδὲ περὶ τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσεως τοιαῦτα τολμᾷν, οὐδὲ τῇ ἑαυτῶν φύσει καὶ ἀσθενείᾳ συμμετρεῖν τὸν Θεὸν καὶ τὴν τούτου σοφίαν· ἀλλ’ οὐδὲ διὰ τοῦτο καὶ παρὰ τὴν ἀλήθειαν νοεῖν προσήκει· οὐδὲ εἰ ἀπορεῖ
20τις ζητῶν περὶ τούτων, ὀφείλει καὶ ἀπιστεῖν τοῖς γεγραμμένοις. Βέλτιον γὰρ ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν· διότι ὁ μὲν ἀπορῶν δύναταί πως καὶ συγγνώμην ἔχειν, ὅτι ὅλως κἂν ζητήσας ἠρέμησεν· ὁ δὲ διὰ τὸ ἀπο‐
25ρεῖν ἐπινοῶν ἑαυτῷ τὰ μὴ δέοντα, καὶ τὰ μὴ ἄξια περὶ Θεοῦ φθεγγόμενος, ἀσύγγνωστον ἔχει τῆς τόλμης τὴν δίκην. Δύναται γὰρ καὶ τῶν τοιούτων ἀποριῶν ἔχειν τινὰ παραμυθίαν ἐκ τῶν θείων Γρα‐ φῶν, ὥστε λαμβάνειν μὲν καλῶς τὰ γεγραμμένα,
30νοεῖν δὲ ὡς ἐν παραδείγματι τὸν ἡμέτερον λόγον· ὅτι ὥσπερ οὗτος ἴδιος ἐξ ἡμῶν ἐστι, καὶ οὐκ ἔξωθεν ἡμῶν ἔργον, οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος ἴδιός ἐστιν ἐξ αὐτοῦ, καὶ οὐκ ἔστι ποίημα, οὐδὲ ὡς ὁ τῶν ἀνθρώπων λόγος· ἐπεὶ καὶ τὸν Θεὸν ἀνάγκη νοεῖν
35ἄνθρωπον. Ἰδοὺ γὰρ πάλιν τῶν μὲν ἀνθρώπων πολ‐ λοὶ καὶ διάφοροι λόγοι καθ’ ἡμέραν παρέρχονται, διὰ τὸ τοὺς πρώτους μὴ μένειν, ἀλλ’ ἀφανίζεσθαι. Γίνε‐ ται δὲ πάλιν τοῦτο, ἐπεὶ καὶ οἱ τούτων πατέρες, ἄνθρωποι ὄντες, παρερχομένας μὲν ἔχουσι τὰς ἡλι‐
40κίας, τὰ δὲ νοήματα ἐπερχόμενα· καὶ πρὸς ἃ λογίζον‐ ται καὶ ἐπιλογίζονται, τοιαῦτα καὶ φθέγγονται· ὥστε καὶ πολλοὺς λόγους ἔχειν, καὶ μετὰ τοὺς πολ‐ λοὺς μηδένα τούτων ὅλως· πέπαυται γὰρ ὁ λαλῶν, καὶ ὁ λόγος εὐθὺς ἀνήλωται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος εἷς
45ἐστι καὶ ὁ αὐτὸς, καὶ, ὡς γέγραπται, ὁ Λόγος τοῦ
Θεοῦ εἰς τὸν αἰῶνα διαμένει, μὴ ἀλλοιούμενος,224

26

.

225

μηδὲ πρῶτος ἢ δεύτερος ἑτέρου, ἀλλ’ ὁ αὐτὸς ὑπάρ‐ χων ἀεί. Ἔπρεπε γὰρ, ἑνὸς ὄντος τοῦ Θεοῦ, μίαν εἶναι καὶ τὴν εἰκόνα, καὶ ἕνα τὸν τούτου Λόγον, καὶ μίαν τὴν τούτου σοφίαν.
5 Διὸ καὶ θαυμάζω, πῶς, ἑνὸς ὄντος τοῦ Θεοῦ, οὗτοι κατὰ τὰς ἰδίας ἐπινοίας πολλὰς εἰκόνας καὶ σοφίας καὶ λόγους εἰσάγουσι, καὶ ἄλλον μὲν εἶναι τὸν ἴδιον καὶ φύσει Λόγον τοῦ Πατρὸς λέγουσιν, ἐν ᾧ καὶ τὸν Υἱὸν πεποίηκε, τὸν δὲ ἀληθῶς Υἱὸν κατ’ ἐπί‐
10νοιαν μόνον λέγεσθαι Λόγον, ὡς ἄμπελον, καὶ ὁδὸν, καὶ θύραν, καὶ ξύλον ζωῆς. Σοφίαν τε ὀνόματι λέγεσθαι αὐτόν φασιν, ἄλλην μέντοι εἶναι τὴν ἰδίαν καὶ ἀληθινὴν σοφίαν τοῦ Πατρὸς, τὴν ἀγεννήτως συνυπάρχουσαν αὐτῷ, ἐν ᾗ καὶ τὸν Υἱὸν ποιήσας,
15ὠνόμασε κατὰ μετουσίαν ἐκείνης σοφίαν αὐτόν. Ταῦτα δὲ οὐχ ἕως λόγων μόνον αὐτοῖς ἔφθασεν, ἀλλ’ Ἄρειος μὲν ἐν τῇ ἑαυτοῦ Θαλείᾳ συνέθηκεν, ὁ δὲ σοφι‐ στὴς Ἀστέριος ἔγραψεν, ἅπερ καὶ ἐν τοῖς προτέροις εἴπομεν, οὕτως· «Οὐκ εἶπεν ὁ μακάριος Παῦλος
20Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς τοῦ ἄρθρου προσθήκης, δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν· ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμιν τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγεννήτως κηρύσσων, γεννη‐
25τικὴν μὲν οὖσαν δηλονότι τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου, περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ διδάσκων λέγει· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.
30Ὥσπερ γὰρ τὴν εἰρημένην ἐνταῦθα θειότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ’ αὐτὸν ὑπάρχειν τὸν Πατέρα· οὕτως οἶμαι καὶ ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, οὐχ ὁ Μονογενὴς Υἱὸς, ἀλλ’ ὁ γεννήσας ὑπάρχει Πατήρ. Ἄλλην δὲ δύναμιν καὶ σοφίαν δι‐
35δάσκει Θεοῦ εἶναι διὰ Χριστοῦ δεικνυμένην.» Καὶ μετ’ ὀλίγα ὁ αὐτὸς Ἀστέριός φησι· «Καίτοι γε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρ‐ χόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή· πολ‐
40λαὶ δὲ αἱ καθ’ ἕκαστον ὑπ’ αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ Μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτημένον ἀνήρτηνται· καὶ πᾶσαι
δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦν‐226

26

.

228

ται δικαίως· οἷον ὁ μὲν προφήτης τὴν ἀκρίδα, δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων θεήλατον γινομένην, οὐ δύναμιν μόνον, ἀλλὰ καὶ μεγάλην φησὶν ὑπ’ αὐτοῦ προσαγορεύεσθαι τοῦ Θεοῦ· ὁ δέ γε μακάριος Δαυῒδ
5ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, ἀλλὰ καὶ δυνάμεσιν αἰνεῖν παρακελεύεται τὸν Θεόν.» Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι, πῶς οὐκ ἄξιοι παντὸς μίσους εἰσίν; Εἰ γὰρ, ὡς αὐτοὶ νο‐ μίζουσιν, οὐ διὰ τὴν ἐκ Πατρὸς γέννησιν καὶ τὸ ἴδιον
10τῆς οὐσίας Υἱός ἐστιν, ἀλλὰ διὰ τὰ λογικὰ Λόγος, καὶ διὰ τὰ σοφιζόμενα σοφία, καὶ διὰ τὰ δυναμούμενα δύναμις λέγεται· πάντως που καὶ διὰ τοὺς υἱοποιου‐ μένους Υἱὸς ἐκλήθη· καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι κατ’ ἐπίνοιαν. Τί οὖν ἄρα λοιπόν ἐστιν
15αὐτός; Οὐδὲν γὰρ ἂν εἴη τούτων αὐτὸς, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα, καὶ μόνην τοῦ εἶναι φαντα‐ σίαν ἔχει, δι’ ἡμᾶς καὶ τοῖς ὀνόμασι τούτοις καλλωπι‐ ζόμενος. Ἀλλὰ καὶ τοῦτο διαβολικὴ μᾶλλόν ἐστιν ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι ἑαυτοὺς μὲν
20ἀληθῶς ὑφεστάναι θέλουσι, τὸν δὲ τοῦ Θεοῦ Λόγον ὀνόματι μόνον εἶναι νομίζουσιν. Πῶς δὲ οὐ τερατολο‐ γία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν σοφίαν συνυπάρχου‐ σαν τῷ Πατρὶ, μὴ λέγειν δὲ ταύτην εἶναι τὸν Χρι‐ στὸν, ἀλλὰ πολλὰς κτιστὰς δυνάμεις καὶ σοφίας
25εἶναι, τούτων δὲ μίαν εἶναι τὸν Κύριον, τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον παρ’ αὐτῶν; Πῶς δὲ καὶ οὐ πανοῦργοι, ὅτι, παρ’ ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν Λόγον τῷ Πατρὶ, γογγύ‐ ζουσιν εὐθὺς φάσκοντες· Οὐκοῦν δύο ἀγένητα λέ‐
30γετε; αὐτοὶ δὲ λέγοντες τὸ, Ἡ ἀγένητος αὐτοῦ σο‐ φία, οὐχ ὁρῶσι κατ’ αὐτῶν φθάνουσαν, ἣν αἰτιῶνται, ματαίαν μέμψιν; Καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρὰ, λέγειν τὴν ἀγένητον συνυπάρχουσαν τῷ Θεῷ σοφίαν αὐτὸν εἶναι τὸν Θεόν;
35Τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ Κυρίου λέγουσιν οἱ εὐαγγελισταὶ, ὅτι συνῆν τοῖς μαθηταῖς· οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς μα‐ θηταῖς συνῆν· εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν Θεὸν, ἔχοντα συμπεπλεγμένην ἢ συμπληρωτικὴν τῆς
40οὐσίας ἑαυτοῦ σοφίαν, ἀγένητον οὖσαν καὶ αὐ‐ τὴν, ἥντινα καὶ δημιουργὸν αὐτοὶ ἀντεισάγουσι τοῦ
κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν Υἱὸν ἀφέλωνται.228

26

.

229

Πάντα γὰρ βιάζονται λέγειν, ἵνα μὴ περὶ τοῦ Κυρίου φρονήσωσιν ἐν ἀληθείᾳ.
5 Ποῦ γὰρ ὅλως εὗρον παρὰ τῇ θείᾳ Γραφῇ λε‐ γόμενον, ἢ παρὰ τίνος ἤκουσαν, ὡς ὄντος ἄλλου Λό‐ γου καὶ ἄλλης Σοφίας παρὰ τοῦτον τὸν Υἱὸν, ἵνα καὶ τοιαῦτα ἑαυτοῖς ἀναπλάσσωνται; Γέγραπται μὲν γάρ· Οὐχ οἱ λόγοι μου, ὥσπερ πῦρ, ἢ πέλυξ κόπτων
10πέτραν; καὶ ἐν ταῖς Παροιμίαις· Διδάξω δὲ ὑμᾶς ἐμοὺς λόγους. Ἀλλὰ ταῦτα ἐντολαὶ καὶ προσ‐ τάγματά εἰσιν, ἃ διὰ τοῦ ἰδίου καὶ μόνου ἀληθινοῦ Λόγου τοῖς ἁγίοις λελάληκεν ὁ Θεὸς, περὶ ὧν ἔλεγεν ὁ ψάλλων· Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς
15πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Τὰ γοῦν τοιαῦτα σημαίνων ἄλλα παρ’ ἑαυτὸν εἶναι ὁ Σωτὴρ, καὶ δι’ ἑαυτοῦ εἴρηκε· Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν. Οὐ γὰρ δὴ οἱ τοιοῦτοι λόγοι γεννήματα ἢ υἱοί εἰσιν, οὐδὲ τοσοῦτοι δημιουργοὶ λό‐
20γοι, οὐδὲ τοσαῦται εἰκόνες τοῦ ἑνὸς Θεοῦ, οὐδὲ τοσοῦτοί εἰσιν οἱ γενόμενοι ἄνθρωποι ὑπὲρ ἡμῶν, οὐδὲ ὡς ἐκ πολλῶν τοιούτων εἷς ἐστιν ὁ γενόμενος κατὰ τὸν Ἰωάννην σάρξ· ἀλλ’ ὡς μόνος ὢν τοῦ Θεοῦ Λόγος, εὐηγγελίσθη παρὰ τοῦ Ἰωάννου· Ὁ Λόγος
25σὰρξ ἐγένετο, καὶ, Πάντα δι’ αὐτοῦ ἐγένετο. Διὸ καὶ περὶ αὐτοῦ μόνου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῆς πρὸς τὸν Πατέρα ἑνότητος αὐτοῦ γέγραπται καὶ δείκνυται τὰ μαρτύρια, τοῦ μὲν Πατρὸς σημαίνοντος ἕνα εἶναι τὸν Υἱὸν, τῶν δὲ
30ἁγίων μαθόντων τοῦτο, καὶ λεγόντων ἕνα τὸν Λόγον εἶναι καὶ τοῦτον εἶναι Μονογενῆ· τά τε ἔργα τὰ δι’ αὐτοῦ δείκνυται· πάντα γὰρ τά τε ὁρατὰ καὶ τὰ ἀόρατα δι’ αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Περὶ δὲ ἑτέρου ἢ ἄλλου τινὸς οὐ φαντά‐
35ζονται, καὶ ἀναπλάσσονται ἑαυτοῖς λόγους ἢ σοφίας, ὧν οὔτε ὄνομα, οὔτε ἔργον σημαίνεται ἀπὸ τῆς Γρα‐ φῆς, ἢ παρὰ μόνων τούτων ὀνομάζεται. Τούτων γάρ ἐστιν ἐξεύρεμα καὶ χριστομάχος ὑπόνοια, καὶ τῷ μὲν ὀνόματι τοῦ Λόγου καὶ τῆς Σοφίας καταχρῶνται,
40ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες, ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν ὄντως καὶ μόνην Σοφίαν τοῦ Πατρὸς, καὶ Μανιχαίους λοιπὸν ζη‐ λοῦσιν οἱ ἄθλιοι. Κἀκεῖνοι γὰρ, τὰ μὲν ἔργα τοῦ Θεοῦ βλέποντες, ἀρνοῦνται αὐτὸν τὸν μόνον ὄντα καὶ
45ἀληθινὸν Θεὸν, ἕτερον δὲ ἑαυτοῖς ἀναπλάσσουσιν, οὗ μήτε ἔργον, μήτε τινὰ μαρτυρίαν ἀπὸ τῶν θείων
λογίων δεικνύειν δύνανται.230

26

.

232

Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑ‐ ρίσκεται ἄλλη σοφία παρὰ τοῦτον τὸν Υἱὸν, μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν τι τοιοῦτον· ὡμολό‐ γηται δὲ καὶ γέγραπται παρὰ τούτων ἀγενήτως
5ἡ Σοφία συνυπάρχουσα τῷ Πατρὶ, ἰδία αὐτοῦ οὖσα, καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ Υἱὸς ὁ καὶ κατ’ αὐτοὺς ἀϊδίως συνυπάρχων τῷ Πατρί. Αὐτὸς γάρ ἐστι καὶ δημιουργὸς, ὡς γέγραπται· Πάντα ἐν σο‐ φίᾳ ἐποίησας. Καὶ γὰρ καὶ αὐτὸς Ἀστέριος, ὥσπερ
10ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν, ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἕλληνας ἐνιστά‐ μενος, οὐκέτι μὲν πολλὰς σοφίας, οὐδὲ τὴν κάμπην ὀνομάζει, μίαν δὲ λοιπὸν ὁμολογεῖ, γράφων οὕ‐ τως· «Εἶς μὲν ὁ Θεὸς Λόγος, πολλὰ δὲ τὰ λο‐
15γικά· καὶ μία μὲν τῆς Σοφίας οὐσία τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά.» Καὶ μετ’ ὀλίγα πάλιν λέγει· «Τίνες ἂν εἶεν οὓς παῖδας Θεοῦ προσαγο‐ ρεύειν ἀξιοῦσιν; Οὐ γὰρ δὴ λόγους τε καὶ τού‐ τους ὑπάρχειν φήσουσιν, οὐδὲ σοφίας εἶναι πλείονας
20ἐροῦσιν. Οὐ γὰρ δυνατὸν, ἑνὸς ὄντος τοῦ Λόγου, καὶ μιᾶς ἀποδειχθείσης τῆς Σοφίας, τῷ πλήθει τῶν παί‐ δων τοῦ Λόγου τὴν οὐσίαν ἐπινέμειν, καὶ τῆς Σοφίας χαρίζεσθαι τὴν ἐπωνυμίαν.» Θαυμαστὸν τοίνυν οὐδὲν, εἰ πρὸς τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μά‐
25χονται, ὅπου γε καὶ τοῖς ἑαυτῶν προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ κάμπῃ συνάπτουσι τὴν σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ Πατρὶ καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ
30ἄλλοτε μὲν ἀγένητον μόνον τὸν Πατέρα· ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον. Καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ἀεὶ εἶναι τὸν τοῦ Θεοῦ Λόγον, αὐτοὶ δὲ λέγοντες ἀγενήτως συν‐ υπάρχειν τῷ Θεῷ τὴν Σοφίαν, ἐπιλανθάνονται τῶν
35ἰδίων. Οὕτω πρὸς πάντα σκοτοδινιῶσι, τὴν μὲν ἀλη‐ θινὴν Σοφίαν ἀρνούμενοι, καὶ τὴν μὴ οὖσαν ἐξευ‐ ρίσκοντες, ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς
ἕτερον, καὶ τὸν ὄντα Θεὸν ἀρνούμενοι.232

26

.

233

Ἀλλ’ ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι, ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ Πα‐ τὴρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου Λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται,
5ὅτι εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ μόνος ἴδιος καὶ γνή‐ σιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν Υἱὸς, καὶ ἀχώριστον ἔχων πρὸς τὸν Πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν, μαθόντες παρ’ αὐ‐ τοῦ τοῦ Σωτῆρος. Ἐπεὶ εἰ μὴ οὕτως ἔχει, διὰ τί δι’
10αὐτοῦ κτίζει ὁ Πατὴρ, καὶ ἐν αὐτῷ ἀποκαλύπτεται οἷς ἐὰν θέλῃ, καὶ φωτίζει τούτους; Ἢ διὰ τί καὶ ἐν τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομά‐ ζεται τῷ Πατρὶ ὁ Υἱός; Εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ Πατὴρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης,
15τοῦτο γὰρ θέμις εἰπεῖν, τίς ἡ χρεία τοῦ Υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον λουτρόν; Ποία γὰρ κοινωνία τῷ κτίσματι πρὸς τὸν κτίστην; Ἢ διὰ τί τὸ πεποιημένον συναριθμεῖται τῷ ποιήσαντι εἰς τὴν τῶν πάντων τελείωσιν; Ἢ διὰ τί καθ’ ἡμᾶς ἡ
20πίστις εἰς ἕνα κτίστην καὶ εἰς ἓν κτίσμα παρα‐ δίδοται; Εἰ μὲν γὰρ ἵνα συναφθῶμεν τῇ θεότητι, τίς χρεία τοῦ κτίσματος; εἰ δὲ ἵνα ἑνωθῶμεν τῷ Υἱῷ κτίσματι ὄντι, περιττὴ καθ’ ὑμᾶς ἡ ἐν τῷ βαπτίσματι τοῦ Υἱοῦ ὀνομασία. Ὁ γὰρ αὐτὸν υἱοποιήσας Θεὸς
25ἱκανός ἐστι καὶ ἡμᾶς υἱοποιῆσαι. Ἄλλως τε εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, μιᾶς οὔσης τῆς φύσεως τῶν λογι‐ κῶν κτισμάτων, οὐδεμία παρὰ κτίσματος κτίσμασι βοήθεια γενήσεται, διὰ τὸ πάντας δεῖσθαι τῆς παρὰ τοῦ Θεοῦ χάριτος. Ὀλίγα μὲν οὖν προλαβόντες εἴπομεν
30ὡς ἀκολούθως δι’ αὐτοῦ γέγονε τὰ πάντα· ἐπειδὴ δὲ καὶ τοῦ ἁγίου βαπτίσματος ἡ ἀκολουθία πεποίηκεν ἡμᾶς μνημονεῦσαι, ἀναγκαῖον, ὥς γε νοῶ καὶ πε‐ πίστευκα, λέγειν, οὐχ ὡς μὴ αὐτάρκους ὄντος τοῦ Πατρὸς, συνονομάζεται καὶ ὁ Υἱὸς, οὐδὲ ἁπλῶς καὶ
35ὡς ἔτυχεν· ἀλλ’ ἐπειδὴ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ ἰδία σοφία, ἀπαύγασμά τε ὢν αὐτοῦ, ἀεί ἐστι μετὰ τοῦ Πατρὸς, διὰ τοῦτο ἀδύνατον, παρέχοντος τοῦ Πατρὸς, μὴ ἐν τῷ Υἱῷ δίδοσθαι τὴν χάριν· ἐν τῷ Πατρὶ γάρ ἐστιν ὁ Υἱὸς, ὡς τὸ ἀπαύγασμα ἐν τῷ φωτί.
40Οὐ γὰρ ὡς ἐνδεὴς ὁ Θεὸς, ἀλλ’ ὡς Πατὴρ τῇ ἑαυτοῦ σοφίᾳ τεθεμελίωκε τὴν γῆν, καὶ τῷ ἐξ αὐτοῦ Λόγῳ τὰ πάντα πεποίηκε, τό τε ἅγιον λουτρὸν ἐν τῷ Υἱῷ βεβαιοῖ. Ἔνθα γὰρ ὁ Πατὴρ, ἐκεῖ καὶ ὁ Υἱός
ἐστιν· ὡς ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. Καὶ234

26

.

236

ὥσπερ ἃ ὁ Πατὴρ ἐργάζεται, διὰ τοῦ Υἱοῦ ἐργάζεται, καὶ λέγει αὐτὸς ὁ Κύριος· Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ· οὕτω καὶ τοῦ βαπτίσματος δι‐ δομένου, ὃν βαπτίζει ὁ Πατὴρ, τοῦτον καὶ ὃν ὁ Υἱὸς βα‐
5πτίζει ὁ Υἱὸς βαπτίζει οὗτος ἐν Πνεύματι ἁγίῳ τε‐ λειοῦται. Πάλιν τε ὥσπερ τοῦ ἡλίου φαίνοντος, λέγοι ἄν τις καὶ τὸ ἀπαύγασμα φωτίζειν· ἓν γάρ ἐστι τὸ φῶς, καὶ οὐκ ἔστι διελεῖν, οὐδὲ ἀποσχίσαι· οὕτως ἔνθα πάλιν ὁ Πατήρ ἐστιν ἢ ὀνομάζεται, ἐκεῖ πάντως καὶ
10ὁ Υἱὸς ὑπάρχει· ὀνομάζεται δὲ ἐν τῷ βαπτίσματι ὁ Πατὴρ, ἀνάγκη καὶ τὸν Υἱὸν συγκατονομάζεσθαι.
14Διὰ τοῦτο καὶ τοῖς ἁγίοις ἐπαγγελλόμενος,
15οὕτως ἔλεγεν· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν· καὶ πάλιν· Ἵν’ ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν ὦσιν ἐν ἡμῖν. Καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ τοῦ Πατρὸς ἐν Υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστο‐
20λῆς γράφει· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. Ὅθεν Ἰου‐ δαῖοι μετὰ τούτων ἀρνούμενοι τὸν Υἱὸν, οὐκ ἔχουσιν
25οὐδὲ τὸν Πατέρα· καταλείψαντες γὰρ τὴν πηγὴν τῆς σοφίας, ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαροὺχ, ἀπέβαλον ἀφ’ ἑαυτῶν καὶ τὴν ἐκ ταύτης σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Χριστὸς γὰρ, φησὶν ὁ Ἀπόστολος, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· λέ‐
30γοντες· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Ἰουδαῖοι μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. Οὗτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα.
35Εἰ γὰρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ δίδοται ἡ
τελείωσις, οὐ λέγουσι δὲ Πατέρα ἀληθινὸν, διὰ τὸ236

26

.

237

ἀρνεῖσθαι τὸ ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν Υἱὸν, καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παρ’ αὐτῶν
5διδόμενόν ἐστι, προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; Οὐ γὰρ εἰς Πατέρα καὶ Υἱὸν διδόασιν οἱ Ἀρειανοὶ, ἀλλ’ εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. Ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν
10Υἱὸν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παρ’ αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα τοῦ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ, διὰ τὸ γεγραμμένον, ὀνομάζειν προσποιῶνται. Οὐ γὰρ ὁ λέγων ἁπλῶς, Κύριε, οὗτος καὶ δίδωσιν· ἀλλ’ ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν
15πίστιν ἔχων ὀρθήν. Διὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, Μαθητεύσατε· εἶθ’ οὕτω· Βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· ἵν’ ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ
20πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ. Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις, λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι, ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παρ’ αὐτῶν διδόμενον ὕδωρ, λειπόμε‐
25νον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παρ’ αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἐν ἀσεβείᾳ ἢ λυτροῦσθαι. Οὕτω καὶ Ἕλληνες, καίτοι Θεὸν διὰ χειλέων λέγοντες, ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν Θεὸν οὐ γινώσκουσι, τὸν Πατέρα τοῦ Κυρίου
30ἡμῶν Ἰησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες, καὶ οἱ τοῦ Σαμωσατέως μαθηταὶ, τὰ ὀνόματα λέ‐ γοντες, οὐδὲν ἧττόν εἰσιν αἱρετικοί· οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀνα‐ γινώσκωσι τὰ γεγραμμένα, καὶ λέγωσι τὰ ὀνόματα,
35καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παρ’ αὐτῶν, πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχά‐ νοντες, καὶ κατ’ ὀλίγον ὑπερκείμενοι ταύτας, καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. Ἐκεῖναι μὲν γὰρ πλέον τι· τῆς ἀληθείας καταψεύ‐
40δονται, καὶ ἢ περὶ τὸ σῶμα σφάλμα ἔχουσι, λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν Κύριον, ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος, οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη, καὶ οὐκ ἦν ἀληθῶς, καὶ
ἐδόκει σῶμα ἔχειν, μὴ ἔχων, καὶ ἐδόκει ἄνθρωπος238

26

.

240

φαίνεσθαι, ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν Πατέρα φανερῶς ἀσεβοῦσι. Τὴν γὰρ θεό‐ τητα αὐτοῦ εἰς τὸν Υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν Γραφῶν, βλασφημοῦσι, λέγοντες
5αὐτὴν εἶναι κτίσμα καὶ πανταχοῦ περὶ αὐτῆς τὸ, οὐκ ἦν, ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι, καὶ ὡς ὄφις τὸν ἰὸν, τοῦτο προ‐ βάλλονται. Εἶτα, ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παρ’ αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα
10τῷ πτώματι τῆς αἱρέσεως, τὴν ἀνθρωπίνην προ‐ στασίαν ὑποτιθέασι, ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος, ἢ καὶ δεδιὼς, μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κα‐ κοφροσύνης αὐτῶν. Πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παρ’ αὐτῶν ἀπατωμένους; Ἢ πῶς οὐκ ἐπὶ
15τούτοις δακρῦσαι καλὸν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον, καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; Εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν, οὐδὲν εἰληφότες ἔσον‐ ται· κτίσματί τε συντασσόμενοι, οὐδεμίαν παρὰ τῆς
20κτίσεως ἕξουσι βοήθειαν. Καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον κατ’ οὐσίαν τοῦ Πατρὸς πιστεύοντες, οὐ συναφθήσονται τῷ Πατρὶ, μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει Υἱὸν, τὸν ὄντα ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν, ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ πλανηθέντες
25παρὰ τούτων, ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομένουσι τῆς θεότητος οἱ ἄθλιοι. Οὐδὲ γὰρ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδ’ ὅταν ἴδωσιν, ὃν ἠρνήσαντο, Κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ Πατρὸς αὐτοῦ, καὶ κρίνοντα
30ζῶντας καὶ νεκροὺς, δυνήσεταί τις εἰς βοήθειαν ἐπικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων. Κρι‐ νομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφ’ οἷς ἠδίκησαν καὶ ἠσέβησαν.
36 Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες, ὡς οὐχ ἁρμόζει λέγειν κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μάθωσι καλῶς ἀνα‐
40γινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν, ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. Γέγραπται μὲν γάρ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἀλλ’ ἐπειδὴ παροιμίαι εἰσὶ, καὶ παροι‐ μιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἁπλῶς
45οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον ζητεῖν,
καὶ οὕτω μετ’ εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ.240

26

.

241

Τὰ γὰρ ἐν παροιμίαις λεγόμενα, οὐκ ἐκ φανεροῦ λέ‐ γεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγε‐ λίῳ λέγων· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν,
5ἀλλ’ ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λα‐ λήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ. Οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ, ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν, καὶ μὴ ὡς ἐν παῤῥησίᾳ εἰρημένον ἁπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν
10ἀπὸ τῆς ἀληθείας. Εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ, ἔκτισέ με· εἰ δὲ ἡ σοφία τοῦ Θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέ‐
15γουσα· τί δεῖ νοεῖν ἢ ὅτι τὸ, ἔκτισε, φάσκουσα, οὐκ ἐναντίον τῷ, ἐγέννησε, λέγει; οὐδὲ ὡς ἐπιλαθομένη, ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς, ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος, καὶ τῶν κτισμάτων, ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ· ἀλλά τινα νοῦν, ὡς
20ἐν παροιμίαις, οὐ παῤῥησίᾳ, κεκρυμμένον δὲ σημαί‐ νει· ὃν τοῖς μὲν ἁγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετ’ ὀλίγα ἐκ παραλλήλου τὸ, ἔκτισεν, ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· Ἡ Σοφία ᾠκο‐ δόμησεν ἑαυτῇ οἶκον. Δῆλον δέ ἐστιν οἶκον εἶναι
25τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγο‐ νεν ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέ‐ γεται· Ὁ Λόγος σὰρξ ἐγένετο· διὰ δὲ Σολομῶ‐ νος περὶ ἑαυτῆς ἡ Σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι Κτίσμα εἰμὶ, ἀλλὰ μόνον ὅτι Κύριος
30ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἀλλ’ οὐκ εἰς τὸ εἶναί με ἔκτισεν, οὐδὲ ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω. Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ, οὐδὲ τὴν ἐκ Πατρὸς ἀΐδιον ἑαυτοῦ καὶ
35γνησίαν γέννησιν ὁ Λόγος σημαίνων, διὰ Σολομῶ‐ νος εἴρηκεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ. Διὸ καὶ, καθὼς προεῖ‐ πον, οὐκ εἶπε, Κτίσμα εἰμὶ, ἢ, Κτίσμα ἐγενόμην, ἀλλὰ μόνον, ἔκτισε. Τὰ μὲν γὰρ κτίσματα, κτιστὴν ἔχοντα
40τὴν οὐσίαν, τῶν γενητῶν ἐστι, καὶ λέγεται κτί‐ ζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ, ἔκτισε, μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δῆλοι γίνεσθαι
περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ242

26

.

244

λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία Γραφὴ περὶ μὲν τῶν κτισμάτων λέγουσα· Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· καί· Αὐτὴ ἡ
5κτίσις συστενάζει καὶ συνωδίνει· ἐν δὲ τῇ Ἀπο‐ καλύψει φησί· Καὶ ἀπέθανε τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυ‐ χάς· καθὼς καὶ ὁ Παῦλος λέγει· Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαρι‐
10στίας λαμβανόμενον· ἐν δὲ τῇ Σοφίᾳ γέγρα‐ πται· Καὶ τῇ σοφίᾳ σου κατεσκεύασας τὸν ἄν‐ θρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων. Καὶ ὅτι ταῦτα κτίσματα ὄντα λέγει κτί‐ ζεσθαι, οὕτω πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν Κυρίου
15λέγοντος· Ἀπ’ ἀρχῆς δὲ ὁ κτίσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μωϋσέως δὲ ἐν τῇ ᾨδῇ γράφον‐ τος· Ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέ‐ ρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐ‐
20ρανοῦ· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότο‐ κος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριό‐
25τητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτι‐ στὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ
30ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς Γραφῆς· ὅτι δὲ ἡ τοῦ, ἔκτισε, μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυῒδ ψάλλει· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ‐
35ριον· καὶ πάλιν· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησί· Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταρ‐ γήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα και‐ νὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν και‐
40νὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δι‐ καιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Οὔτε γὰρ
ὁ Δαυῒδ λαόν τινα κατ’ οὐσίαν κτιζόμενον ἔλεγεν,244

26

.

245

οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παρ’ ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατ’ οὐσίαν κτιζομέ‐ νους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλ’ οὐδὲ ἄλλον
5τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατ’ ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνα‐ καινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Τοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ· Ἔκτισε
10Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι· τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ
15οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ἔκτισεν, εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ Γραφῇ κτίσμα, δεί‐ ξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροι‐
20μίαις· Κύριος ἔκτισέ με, ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρη‐ μένων· καὶ λοιπὸν τὸ, ἔκτισε, μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς
25οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυῒδ καὶ τοῦ Παύ‐ λου ἀκούοντες τὸ, ἔκτισεν, οὐ τὴν οὐσίαν καὶ τὴν γέ‐ νεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυ‐ ρίου ἀκούοντες τὸ, ἔκτισε, τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, Ἡ Σο‐
30φία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύ‐ λους ἑπτὰ, τὸν μὲν οἶκον ἀλληγορεῖτε, τὸ δὲ, ἔκτισεν, οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσ‐ ώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέν‐
35νημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε.
42 Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τὴν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ
45σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλαν‐
θρώπως νῦν λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν246

26

.

248

αὐτοῦ· ἴσον τῷ εἰπεῖν· Ὁ Πατὴρ σῶμά μοι κατ‐ ηρτίσατο. καὶ εἰς ἀνθρώπους με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. Καὶ γὰρ ὥσπερ Ἰωάν‐ νου ἀκούοντες, Ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ αὐτὸν
5ὅλον σάρκα νοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐν‐ δυσάμενον, καὶ γενόμενον ἄνθρωπον· ἀκούοντές τε, Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ, Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρ‐
10τίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλ’ ὅτι τὴν μὲν καθ’ ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ Ἀπόστολος, Ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατά‐ ρας· τὰς δὲ ἁμαρτίας ἡμῶν, ὡς μὲν ὁ Ἡσαΐας εἶ‐ πεν, ἐβάστασεν, ὡς δὲ ὁ Πέτρος ἔγραψεν, ἀνή‐
15νεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον. Οὕτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ, ἔκτισεν, οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλ’ ὅτι τὸ κτιστὸν ἐνεδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρ‐
20τίσας, ὡς γέγραπται, σῶμα, ἵν’ ἐν αὐτῷ ἀνακαι‐ νισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, εἰπεῖν τὸν κτίστην κτίσμα; Ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ
25Παροιμίαι λέγουσι τὸ, ἔκτισεν· ἀλλ’ οὐ λέ‐ γουσι κτίσμα τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ἔκτισε καὶ τοῦ κτίσματος, τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὸν καὶ δη‐
30μιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ, ἔκτισε, λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ὁδῶν ἀρχὴν αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ἔκτισε τῷ γεννήματι, τὸ λεγόμενον ἀρχὴν ὁδῶν τῷ εἶναι αὐτὸν μονογενῆ
35Λόγον. Εἰ γὰρ γέννημά ἐστι, πῶς κτίσμα λέγετε αὐ‐ τόν; Οὐδεὶς γὰρ, ἅπερ κτίζει, λέγει γεννᾷν, οὐδὲ τὰ ἴδια γεννήματα καλεῖ κτίσματα. Πάλιν τε εἰ μονογε‐ νής ἐστι, πῶς ἀρχὴ τῶν ὁδῶν αὐτὸς γίνεται;
40Ἀνάγκη γὰρ, αὐτὸν ἀρχὴν τῶν πάντων κτισθέντα, μηκέτι μόνον εἶναι, ἔχοντα τοὺς μετ’ αὐτὸν γε‐
νομένους. Καὶ γὰρ καὶ Ῥουβὴμ, ἀρχὴ τῶν τέκνων248

26

.

249

γενόμενος, οὐκ ἦν μονογενὴς, ἀλλὰ τῷ μὲν χρόνῳ πρῶτος, τῇ δὲ φύσει καὶ τῇ συγγενεία εἷς ὢν τῶν μετ’ αὐτὸν ἐτύγχανεν. Οὐκοῦν εἰ καὶ ὁ Λόγος ἀρχὴ τῶν ὁδῶν ἐστι, καὶ αὐτὸς ἂν εἴη οἷαι καὶ
5αἱ ὁδοὶ, αἵ τε ὁδοὶ τοιαῦται ἂν εἶεν οἷός ἐστι καὶ ὁ Λόγος, κἂν πρῶτος αὐτῶν τῷ χρόνῳ κτίζηται. Καὶ γὰρ καὶ πόλεως ἡ ἀρχὴ τοιαύτη ἐστὶν, οἷα καὶ τὰ ἄλλα μέρη τῆς πόλεώς ἐστι, αὐτά τε τὰ μέρη, συναπτόμενα τῇ ἀρχῇ, ὁλόκληρον καὶ μίαν
10τὴν πόλιν ἀποτελεῖ, ὡς ἑνὸς σώματος πολλὰ μέλη· καὶ οὐ τὸ μὲν αὐτῆς τῶν ποιούντων ἐστὶ, τὸ δὲ τῶν γινομένων, καὶ ὑπόκειται τῷ ἑτέρῳ μέρει, ἀλλὰ πᾶσα παρὰ τοῦ πεποιηκότος ἐπίσης ἔχει τὴν ἐπιμέλειαν καὶ συνέστηκεν. Εἰ τοίνυν καὶ ὁ Κύριος
15οὕτως ἀρχὴ τῶν πάντων κτίζεται, ἀνάγκη μετὰ πάντων αὐτὸν μίαν τὴν κτίσιν ἀποτελεῖν, καὶ μήτε διαφέρειν τῶν ἄλλων, κἂν ἀρχὴ τῶν πάντων γένηται, μήτε κύριον εἶναι τῶν ἄλλων μερῶν τῆς κτίσεως, κἂν τῷ χρόνῳ πρεσβύτερος ὢν τυγχάνῃ·
20μετὰ πάντων γὰρ καὶ αὐτὸς ἕνα τὸν τῆς δημιουργίας ἔχει λόγον καὶ δεσπότην. Πῶς δὲ ὅλως, εἰ κτίσμα καθ’ ὑμᾶς ἐστι, δύναται μόνος καὶ πρῶτος κτίζεσθαι, ὥστε καὶ ἀρχὴν εἶναι πάντων, δήλου ὄντος ἐκ τῶν προειρημένων, ὅτι ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν
25ἔμμονον καθ’ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γένεσιν ἔχει, κἂν τῇ δόξῃ δια‐ φέρῃ τῶν ἄλλων; Οὐ γὰρ ἕκαστος τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ
30προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι. Οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν, καὶ νηκτῶν, καὶ κτηνῶν, καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατ’ εἰκόνα γένος γέγονε τῶν ἀνθρώ‐ πων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη,
35ἀλλ’ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους. Ἀπὸ δὲ τῆς φαινομένης κτίσεως τοῦ κόσμου τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶμεν, ὅτι κἀκεῖ οὐ καθ’ ἕνα ἕκαστον ὁρῶμεν· οὐδὲ
40τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, ἀλλὰ ὁμοῦ πάντα κατὰ γένος συνέστη. Οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Ἀπόστολος, ὥστε εἰπεῖν, εἴτε ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης, καὶ ἐξουσία· ἀλλ’ ὁμοῦ πάντα κατὰ τὴν τάξιν λέγει· Εἴτε ἄγγελοι,
45εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαί· τῶν γὰρ κτισμάτων
τοιαύτη ἡ γένεσις. Εἴπερ οὖν, καθὰ προεῖπον,250

26

.

252

κτίσμα ἦν ὁ Λόγος, ἔδει μὴ πρῶτον αὐτῶν, ἀλλὰ μετὰ τῶν ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῇ δόξῃ πλέον τῶν ἄλλων ὑπερέχῃ οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν ἔστιν, ὅτι ἅμα μὲν γεγόνασι,
5καὶ οὐκ ἔστι πρῶτος ἢ δεύτερος, διαφέρουσι δὲ ἀλ‐ λήλων ἐν δόξῃ, καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες ὑμνοῦσιν ἅμα, καὶ παρ‐ εστήκασι λειτουργοῦντες τῷ Κυρίῳ. Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἂν εἴη, οὐδὲ ἀρχὴ τῶν ἄλλων·
10εἰ δὲ πρὸ πάντων ἐστὶν, ὥσπερ οὖν καὶ ἔστι, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ἀρχὴ τῶν πάντων τῇ οὐσίᾳ ἐστίν· ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. Εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστὶν, ἀλλ’ εὔδηλον ἂν εἴη, ὡς τῇ
15οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν· τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ ὁμοίωσις καὶ εἰκών ἐστι, μόνος καὶ αὐτὸς ὑπάρχων. Διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάτ‐ τουσιν αἱ Γραφαί· ἀλλ’ ὁ μὲν Δαυῒδ ἐπιπλήτ‐
20τει τοῖς τοιοῦτον αὐτὸν κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέγων· Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; καί· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ὁ δὲ Βα‐ ρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτε‐ ρος πρὸς αὐτόν. Ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται·
25καὶ ὁ μὲν τῆς τοῦ Πατρὸς οὐσίας ἴδιός ἐστι Λόγος καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι’ αὐτοῦ τοῦ Λόγου πεποίηται.
29Τὸ ἄρα πολυθρύλλητον παρ’ ὑμῶν εἰρημένον,
30Κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐκ ἔστιν ἀληθὲς, ἀλλ’ ὑμῶν φαντασία μόνη, καὶ κατηγορεῖσθε παρὰ τοῦ Σο‐ λομῶνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ σοφίαν Θεοῦ, λέγων· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν
35γῆν· καί· Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Καὶ αὐτὸ δὲ τὸ ῥητὸν ἐξεταζόμενον ἐλέγχει τὴν δυσ‐ σέβειαν ὑμῶν· γέγραπται γάρ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ἔκτισέ με, οὐχ ἵνα
40ποιήσω τὰ ἔργα, ἀλλ’ εἰς τὰ ἔργα· ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ἔκτισεν, ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφ’ ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι πρὸ πάντων ἐστὶν αὐτός; Πῶς δὲ καὶ πάντα δι’
45αὐτοῦ ἐγένετο, καὶ ἐν αὐτῷ συνέστηκεν; Ἰδοὺ γὰρ
καθ’ ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ252

26

.

253

κτίζεται καὶ ἀποστέλλεται. Ἀλλ’ οὐκ ἔστιν οὕτω· μὴ γένοιτο! Ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διά‐ νοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶς,
5ἔκτισέ με, ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα, ὅμως Κύριον νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι δοῦλος ἦν, ἀλλ’ ὅτι
10τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν. Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, Πατέρα τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον, καὶ δού‐ λου λαβόντα μορφὴν, Κύριον ὀνομάζειν τὸν Πατέρα.
15Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς Εὐαγγελίοις· Ἐξομο‐ λογοῦμαί σοι, Πάτερ· εἶτα· Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν Κύριον ὀνομά‐
20ζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ Κύ‐ ριον. Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τῶν Ψαλμῶν λέγον· Δὸς τὸ κράτος σου τῷ παιδί
25σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. Διὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ, σωτηρίας ἐστὶ
30δεόμενα.
33 Εἰ δ’ ὅτι παῖς ἐκλήθη, φλυαροῦσι, γινωσκέτω‐ σαν, ὅτι καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ Ἀβραὰμ,
35καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος παιδάριον ἐκλήθη. Εἰκότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, Κύριοι τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ φιλανθρωπευόμενος οὕτω πε‐ ποίηκεν, ἵνα καὶ ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ
40δεξάμενοι τὸ πνεῦμα τοῦ Υἱοῦ, θαῤῥήσωμεν τὸν φύ‐ σει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι Πατέρα καλεῖν. Ἀλλ’ ὥσπερ ἡμεῖς τὸν Κύριον Πατέρα καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· αὐτοῦ γάρ ἐσμεν ἔργα, καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς·
45οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμ‐ βάνων λέγῃ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,
μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος,254

26

.

256

καὶ ὅτι ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ πάντα δι’ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐ‐ σίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ
5γὰρ εἰς ἔργα φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐ‐ σίαν ἑαυτοῦ σημᾶναι θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα προη‐ γουμένως ἕνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πε‐
10ποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργά‐ ζηται, ἀλλ’ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι.
15Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλ’ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφ’ ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωϋσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ
20δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ’ ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος, μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ
25γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὅτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέ‐ γονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας· τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι
30καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς, ἔκτισε, λέξεως, ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφή‐ του Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει· Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν
35Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλ’ ἕνεκα τοῦ συναγαγεῖν τὰς φυλὰς, τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ
40ἐκεῖ τὸ, ἔκτισεν, οὕτως ὧδε τὸ, ἔπλασε· καὶ ὡς ἐκεῖ,
εἰς τὰ ἔργα, οὕτως ὧδε, εἰς τὸ συναγαγεῖν· ὥστε256

26

.

257

πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ, ἔκτισε, καὶ τὸ, ἔπλασε. Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι’ ἃς καὶ ἐπλάσθη· οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς
5ἃ καὶ ἐκτίσθη. Καὶ ὅτε μὲν ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε, καὶ ἡ χρεία ἀπῄτησε, τότε τὸ, ἔκτισεν, εἴρηται. Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς, παραπολομέ‐ νων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων, ἐξ ἀμε‐
10λείας αὐτῶν, χρείας τε καταλαβούσης εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαγεῖν αὐτά· καὶ οὗτος ἀπερχόμενος, ἐπενδιδύσκοιτο τὴν ὁμοίαν ἐκείνων ἐσθῆτα, καὶ σχηματίζοι ἑαυτὸν, ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέ‐
15χοντες φύγωσι, καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παρ’ ἐκείνων· εἶτα εἴ τις πυνθάνοιτο τούτου. Διὰ τί οὕτως; ὁ τοιοῦτος εἶ‐ πεν ἄν· Ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρ‐ τισεν εἰς τὰ ἔργα αὐτοῦ· λέγων τε οὕτως, οὔτε δοῦ‐
20λον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος, ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα, καὶ σχήματι εὑρεθεὶς ὡς ἄν‐
25θρωπος, εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρών‐ των καὶ θαυμαζόντων, εἴποι ἄν· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· καί· Ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ. Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα προσημαῖνον ἐν Ψαλμοῖς ἔλεγε· Κατ‐
30έστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ Κύριός φησιν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὥσπερ δὲ, ὅτε ἐπ‐ έλαμψε σωματικῶς τῇ Σιὼν, οὐκ ἀρχὴν εἶχεν εἶ‐
35ναι οὐδὲ τοῦ βασιλεύειν· ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀΐδιος βασιλεὺς, κατηξίωσεν ἀνθρωπίνως ἐπι‐ λάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν, ἵνα, ἀπὸ τῆς βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυ‐ τρωσάμενος αὐτούς τε καὶ ἡμᾶς, ποιήσῃ ὑπὸ τὴν
40πατρικὴν βασιλείαν ἑαυτοῦ· οὕτω καθιστάμενος εἰς τὰ ἔργα, οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλ’ εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.
Τὸ ἄρα, ἔκτισε, καὶ τὸ, ἔπλασε, καὶ τὸ, κατ‐258

26

.

260

έστησε, τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατ’ εὐερ‐ γεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων,
5ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυ‐ τὸν, ὅτε ἔλεγε· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· καί· Ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ· καί· Ἤμην παρ’ αὐτῷ ἁρμόζουσα. Ὥσπερ δὲ ἦν αὐτὸς πρὶν Ἀβραὰμ γενέσθαι, ὁ δὲ
10Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ δῆλόν ἐστιν, ὅτι προϋπάρχων ὕστερον πλάττεται, καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν ση‐ μαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς κτί‐
15σεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ, ἔκτισεν, οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰ‐ κονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ
20μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τού‐ των ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων, ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα, ἵνα τὸ, εἰς τὰ
25ἔργα κτίζεσθαι, τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ Γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γέ‐ νεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν γέ‐ γονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ
30αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγ‐ γέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέ‐ γεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ
35ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. Ἐν ἀρχῇ οὖν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, γέ‐ γραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί· ὅτε δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο, τότε καὶ τὴν αἰτίαν τίθησι,
40δι’ ἣν γέγονε, λέγων· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Πά‐ λιν τε ὁ Ἀπόστολος λέγων, Ὃς, ἐν μορφῇ Θεοῦ
ὑπάρχων, οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ, ὅτε Τὴν260

26

.

261

μορφὴν ἔλαβε τοῦ δούλου· τότε γὰρ ἐπιφέρει λέγων· Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θα‐ νάτου δὲ σταυροῦ· διὰ ταῦτα γὰρ καὶ σὰρξ γέ‐ γονε καὶ μορφὴν ἔλαβε δούλου.
5 Αὐτός τε ὁ Κύριος πολλὰ μὲν ἐν παροι‐ μίαις λελάληκε, περὶ δὲ αὐτοῦ σημαίνων, ἀπολελυ‐ μένως εἴρηκεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καί· Ἐγώ
10εἰμι τὸ φῶς τοῦ κόσμου· καί· Ἐγώ εἰμι ἡ ἀλή‐ θεια· οὐ τιθεὶς ἐφ’ ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδ’ αὐτὸς ἐγεγόνει.
15Παῦλος γοῦν ἀφωρισμένος ἀπόστολος εἰς Εὐαγγέλιον, ὃ προεπηγγείλατο ὁ Κύριος διὰ τῶν προφητῶν, εἶχε πρὸ ἑαυτοῦ τὸ Εὐαγγέλιον, οὗ καὶ γέγονε διάκονος· καὶ ὁ Ἰωάννης μὲν, προχειρισθεὶς εἰς τὸ προ‐ οδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον·
20ὁ δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, ἢ μόνον ὅτι τοῦ Πατρός ἐστι γέννημα καὶ σοφία μονογενὴς, ὅταν ἄνθρωπος γίνεται, τότε καὶ τὴν αἰτίαν τίθησι, δι’ ἣν μέλλει σάρκα φο‐ ρεῖν. Προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον
25ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ ἡ χρεία, δι’ ἣν γέγονεν ἄνθρωπος, αὐ‐ τὸς μὲν ὁ Κύριος σημαίνων ταύτην ἔλεγε· Καταβέ‐ βηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέ‐ λημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
30Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν
35αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλή‐ λυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ πάλιν φησίν· Ἐγὼ εἰς τοῦτο γεγέν‐ νημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα
40μαρτυρήσω τῇ ἀληθείᾳ. Ὁ δὲ Ἰωάννης ἔγραψεν λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀνα‐ δέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀν‐
θρώπους, καὶ λῦσαι τὰ ἔργα τοῦ διαβόλου ἐλήλυθεν ὁ262

26

.

264

Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρου‐ σίας αὐτοῦ. Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγε‐ γόνει, εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο
5παρ’ αὐτοῦ μαθὼν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχον‐ τα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τού‐
10τους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας· καί· Ἐπειδὴ γὰρ δι’ ἀνθρώ‐ που ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νε‐ κρῶν· καὶ πάλιν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν
15πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Καὶ ὁ δὲ Ἰωάννης φησίν· Οὐ γὰρ ἀπ‐
20έστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Πάλιν δὲ καὶ ὁ Σωτὴρ δι’ ἑαυτοῦ ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες
25τυφλοὶ γένωνται. Οὐ δι’ ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάν‐ τας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ δι’ ἑαυτὸν ἐλήλυθεν,
30ἀλλὰ δι’ ἡμᾶς, οὐ δι’ ἑαυτὸν ἄρα, ἀλλὰ δι’ ἡμᾶς κτί‐ ζεται. Εἰ δὲ οὐ δι’ ἑαυτὸν κτίζεται, ἀλλὰ δι’ ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσά‐ μενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ Γραφαὶ, ἐξὸν παρὰ τοῦ Ἀποστόλου μαθεῖν·
35φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους· Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐ‐ τοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταρ‐ γήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα
καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Εἰ δὲ ἐν αὐτῷ264

26

.

265

κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ σώματι αὐτοῦ, εἰκότως ἄρα φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι. Οὕτω δὲ τῶν δύο
5κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι· Κύ‐ ριος ἔκτισέ με. Ὥσπερ γὰρ τὰς ἡμῶν ἀσθενείας δε‐ χόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι μὴ ἀσθενῶν αὐτὸς, δύναμις γάρ ἐστι τοῦ Θεοῦ, ἁμαρτία τε ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα, καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ’ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω
10ὅτι καὶ Ἔκτισέ με εἰς ἔργα, καίτοι κτίσμα μὴ ὢν αὐτός. Ἐπεὶ εἰ κατ’ ἐκείνους, ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ Λόγου, λέγει, Κύριος ἔκτισέ με, κτί‐ σμα ὤν· οὐ δι’ ἡμᾶς ἐκτίσθη. Δι’ ἡμᾶς δὲ μὴ κτισθέν‐ τος αὐτοῦ, οὐκ ἐκτίσθημεν ἐν αὐτῷ· μὴ κτισθέντες
15δὲ ἐν αὐτῷ, οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς, ἀλλ’ ἔξω‐ θεν εἴχομεν, εἰ ἄρα παρ’ αὐτοῦ τὴν μάθησιν ὡς παρὰ διδασκάλου ἐδεξάμεθα. Οὕτω δὲ ἡμῶν ὄντων, οὐδὲν ἧττον πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς ἐβασίλευσεν ἐμμένουσα, καὶ μὴ ἐκβληθεῖσα ἐξ αὐτῆς. Ἀλλὰ
20ὁ Ἀπόστολος ἐναντιοῦται τούτοις πρὸ ὀλίγων τούτων φάσκων· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθη‐ μεν, οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλ’ ἡμεῖς ἐσμεν ἐν αὐτῷ κτιζόμενοι· καὶ δι’ ἡμᾶς ἐστιν ἡ
25τοῦ, ἔκτισε, φωνή. Διὰ γὰρ τὴν ἡμῶν χρείαν, καίτοι κτίστης ὢν ὁ Λόγος, ὑπέμεινε, καὶ τὴν τῶν κτιζομένων φωνήν· καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ Λόγος ἐστὶν, ἰδία ἡ φωνή· ἀλλ’ ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἐστὶ τὸ, ἔκτισε. Καὶ ὥσπερ Πατρὸς ὄντος ἀεὶ, ἀεί ἐστι καὶ ὁ
30τούτου Λόγος, καὶ ὢν ἀεὶ, λέγει· Ἐγὼ ἤμην, ᾗ προσ‐ έχαιρε· καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν, ὡς ἡμεῖς, αὐτὸς λέγει· Κύ‐
35ριος ἔκτισέ με· ἵνα, αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρ‐ κὶ, τελείως ἡ ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς, καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ φρόνημα. Τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; Ἐν ἀρχῇ ἤμην ἄνθρωπος; ἀλλ’ οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο, οὔτε ἀληθὲς
40ἦν. Ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως οἰκεῖον καὶ ἴδιον ἐπ’ ἀνθρώπου ἐστὶ λέγειν τὸ, ἔκτισε,
καὶ, ἐποίησεν αὐτόν. Διὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ,266

26

.

268

ἔκτισε, πρόσκειται, ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. Ἔνθα δὲ ἡ αἰτία πρόσκειται, αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. Καὶ γὰρ καὶ ἐνταῦθα ἐν μὲν τῷ, ἔκτισε, τὴν αἰτίαν τίθησι τὰ ἔργα· τὴν
5δὲ ἐκ τοῦ Πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων, εὐθὺς ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· οὐ διὰ τί, ὥσπερ ἐπὶ τοῦ, ἔκτισέ με, προσέθηκε λέγων, εἰς ἔργα, ἀλλὰ ἀπολελυμένως, γεννᾷ με, ὥσ‐ περ τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ γὰρ καὶ εἰ μὴ
10τὰ ἔργα ἔκτιστο, ἀλλ’ ἦν ὁ Λόγος τοῦ Θεοῦ, καὶ Θεὸς ἦν ὁ Λόγος. Τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. Οὐκ ἔστιν ἄρα κτίσμα ὁ Υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, Γεννᾷ με· ὅτι τὰ μὲν κτίσματα ἔξωθέν ἐστιν
15ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλ’ ἐκ τοῦ Πατρός ἐστιν ἴδιον τῆς οὐσίας. Διόπερ τὰ μὲν κτίσματα, ὁ δὲ Λόγος τοῦ Θεοῦ Υἱὸς μονογενής.
21 Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μω‐ σῆς· Ἐν ἀρχῇ ἐγέννησεν, οὐδὲ, Ἐν ἀρχῇ ἦν· ἀλλ’, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὐδὲ ὁ Δαβὶδ ἔψαλεν· Αἱ χεῖρές σου ἐγέννησάν
25με, ἀλλ’, ἐποίησάν με καὶ ἔπλασάν με, πανταχοῦ τὸ, ἐποίησεν, ἐπὶ τῶν κτισμάτων λέγων· ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν, ἐποίησα, ἀλλ’, ἐγέν‐ νησα, καὶ, γεννᾷ με, καὶ, Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ ἐπὶ μὲν τῆς κτίσεως, Ἐν ἀρχῇ
30ἐποίησεν, ἐπὶ δὲ τοῦ Υἱοῦ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Διαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρ‐ χὴν πεποίηται, καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει· διόπερ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν, Ἐν ἀρ‐ χῇ ἐποίησεν, ἴσον ἐστὶ τῷ εἰπεῖν πάλιν ἐπ’ αὐτῶν τὸ,
35Ἀπ’ ἀρχῆς ἐποίησεν, ὥσπερ ὁ Κύριος, εἰδὼς ὅπερ ἐποίησεν, ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε λέ‐ γων· Ἀπ’ ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε καὶ ἐκτίσθη τὰ γενητά.
40Τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσήμαινεν ἐν ψαλμοῖς λέγον· Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμε‐
λίωσας· καὶ πάλιν· Μνήσθητι τῆς συναγωγῆς268

26

.

269

σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Δῆλον δέ ἐστιν ὅτι τὸ κατ’ ἀρχὰς γινόμενον ἀρχὴν ἔχει τοῦ κτίζεσθαι, καὶ ὅτι τὴν συναγωγὴν ἀπό τινος ἀρχῆς ἐκτήσατο ὁ Θεός. Ὅτι δὲ τὸ, Ἐν ἀρχῇ ἐποίησεν, ἐκ τοῦ λέ‐
5γειν, ἐποίησεν, τὸ ἤρξατο ποιεῖν ἐστιν, αὐτὸς Μω‐ σῆς τοῦτο δηλοῖ μετὰ τὴν τῶν πάντων τελεσιουρ‐ γίαν λέγων· Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυ‐ σεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ
10Θεὸς ποιῆσαι. Οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο γίνεσθαι· ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι, εἰκότως οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ ἤρξατο γί‐ νεσθαι, ἀλλ’ ἦν ἀεί. Καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποι‐ εῖσθαι ἔχει, καὶ προάγει τῶν γινομένων ἡ ἀρχή· ὁ δὲ
15Λόγος, οὐκ ὢν τῶν γινομένων, μᾶλλον τῶν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. Καὶ τῶν μὲν γενη‐ τῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται, καὶ ἀπό τινος ἀρχῆς ἄρχεται ταῦτα διὰ τοῦ Λόγου ποιεῖν ὁ Θεὸς, ἵνα καὶ τὸ μὴ εἶναι, πρὶν γενέσθαι, ταῦτα γινώσκηται·
20ὁ δὲ Λόγος τὸ εἶναι οὐκ ἐν ἄλλῃ ἀρχῇ ἔχει, ἀλλ’ ἐν τῷ Πατρὶ, τῷ καὶ κατ’ ἐκείνους ἀνάρχῳ, ἵνα καὶ αὐ‐ τὸς ἀνάρχως ὑπάρχῃ ἐν τῷ Πατρὶ, γέννημα καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ.
26 Οὕτως ἄρα ἡ θεία Γραφὴ τὴν διαφορὰν τοῦ γεν‐ νήματος οἶδε καὶ τῶν ποιημάτων, καὶ τὸ μὲν γέννημα Υἱὸν, οὐκ ἀπό τινος ἀρχῆς ἀρξάμενον, ἀλλ’ ἀΐδιον δείκνυσι· τὸ δὲ ποίημα, ὡς ἔξωθεν ἔργον τοῦ πεποιη‐
30κότος τυγχάνον, ἀρξάμενον τοῦ γίνεσθαι σημαίνει. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης, περὶ τοῦ Υἱοῦ θεολογῶν, καὶ γινώσκων τὴν τῶν λέξεων διαφορὰν, οὐκ εἶπεν· Ἐν ἀρχῇ γέγονεν, ἢ πεποίηται, ἀλλ’, Ἐν ἀρχῇ ἦν ὁ Λό‐ γος· ἵνα τὸ γέννημα τῷ, ἦν, συνεξακούηται, καὶ
35μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλ’ ἀεὶ καὶ ἀϊδίως ὑπάρχοντα τὸν Υἱὸν πιστεύῃ. Τούτων δὲ οὕτω δεικνυ‐ μένων, πῶς, ὦ Ἀρειανοὶ, μὴ νοήσαντες τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν Κύριον ἐτολμήσατε λέγοντες, ποίημα, ἢ κτίσμα,
40ἤτοι γέννημα εἶναι αὐτόν; Ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι καὶ ἀσεβεῖς γνωσθήσεσθε. Τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ
45σε; καὶ μετ’ ὀλίγα ἐν τῇ αὐτῇ ᾨδῇ φησι· Θεὸν τὸν
γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου270

26

.

272

Θεοῦ τοῦ τρέφοντός σε. Ἡ δὲ διάνοια πάνυ θαυμαστὴ τυγχάνει οὖσα. Οὐ γὰρ εἴρηκε πρῶτον τὸ, ἐγέννη‐ σεν, ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ, ἐποίη‐ σε, καὶ πρόφασιν εὕρωσιν οὗτοι λέγειν· Μωσῆς
5ἐξ ἀρχῆς μὲν εἶπεν εἰρηκέναι τὸν Θεόν· Ποιήσωμεν ἄνθρωπον· αὐτὸς δὲ μετὰ ταῦτα ἔφησε· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες· ὡς ἀδιαφόρων τῶν λέ‐ ξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ ποίημά ἐστιν. Ἀλλὰ μετὰ τὸ, ἐκτήσατο, καὶ, ἐποίησε, λοι‐
10πὸν ὕστερον τὸ, ἐγέννησεν, ἐπήγαγε, ἵνα καὶ ἑρμη‐ νείαν ὁ Λόγος ἔχων φανῇ. Ἐν μὲν γὰρ τῷ, ἐποίη‐ σεν, ἀληθῶς σημαίνει τῶν ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ τῷ, ἐγέννησε, δηλοῖ τὴν τοῦ Θεοῦ γενομένην εἰς ἀνθρώπους μετὰ
15τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχά‐ ριστοι γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον μέν φησι· Ταῦτα Κυρίῳ ἀντ‐ αποδίδοτε; εἶτα ἐπάγει· Οὐκ αὐτὸς οὗτός σου Πα‐ τὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε;
20Καὶ δεύτερον πάλιν λέγει· Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν. Καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες.
25 Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν, ἀλλὰ καὶ υἱοὺς ἐκάλεσεν, ὡς γεννήσας αὐ‐ τούς. Τοῦ γὰρ, υἱὸς, καὶ ὧδε σημαντικόν ἐστι τὸ, ἐγέννησεν· ὡς καὶ διὰ τοῦ προφήτου φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ ὅλως ὅτε ἡ Γραφὴ υἱὸν
30σημᾶναι βούλεται, οὐ διὰ τῆς, ἔκτισα, ἀλλὰ πάντως διὰ τῆς, ἐγέννησα, λέξεως σημαίνει. Καὶ τοῦτο πά‐ λιν Ἰωάννης φαίνεται λέγων· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ
35θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν· πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως. Τὸ μὲν γὰρ, γενέσθαι, διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει αὐτοὺς
λέγεσθαι υἱούς φησι· τὸ δὲ, ἐγεννήθησαν, διὰ τὸ272

26

.

273

ὅλως ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι, εἴρηκεν. Ἀλλ’ ὁ λαὸς, ὡς ὁ προφήτης φησὶν, ἠθέτησαν τὸν εὐεργέτην. Αὕτη δὲ τοῦ Θεοῦ φιλανθρωπία ἐστὶν, ὅτι ὧν ἐστι ποιητὴς, τούτων καὶ πατὴρ κατὰ χάριν
5ὕστερον γίνεται· γίνεται δὲ, ὅταν οἱ κτισθέντες ἄν‐ θρωποι, ὡς εἶπεν ὁ Ἀπόστολος, λάβωσιν εἰς τὰς καρδίας ἑαυτῶν τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ κρᾶ‐ ζον, Ἀββᾶ, ὁ Πατήρ. Οὗτοι δέ εἰσιν ὅσοι, δεξά‐ μενοι τὸν Λόγον, ἔλαβον ἐξουσίαν παρ’ αὐτοῦ τέκνα
10Θεοῦ γενέσθαι· ἄλλως γὰρ οὐκ ἂν γένοιντο υἱοὶ, ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀλη‐ θινοῦ Υἱοῦ τὸ Πνεῦμα ὑποδέξονται. Διὸ, ἵνα τοῦτο γένηται, ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ. Ταύτην τὴν διάνοιαν
15καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι λέ‐ γοντος· Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; Οὐχὶ πάν‐ των ὑμῶν εἷς πατήρ; Καὶ ἐνταῦθα γὰρ πάλιν πρῶ‐ τον τὸ, ἔκτισε, καὶ δεύτερον τὸ, πατὴρ, ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτὸς, ὅτι ἐξ ἀρχῆς μὲν κατὰ φύσιν
20ἐσμὲν κτίσματα, καὶ κτίστης ἡμῶν ἐστιν ὁ Θεὸς διὰ τοῦ Λόγου, ὕστερον δὲ υἱοποιούμεθα, καὶ λοιπὸν ὁ κτίστης Θεὸς γίνεται καὶ πατὴρ ἡμῶν. Οὐκοῦν τὸ, Πατὴρ, τοῦ Υἱοῦ ἐστιν ἴδιον, καὶ οὐ τὸ κτίσμα ἀλλὰ τὸ, Υἱὸς, τοῦ Πατρός ἐστιν ἴδιον. Ὥστε καὶ ἐκ
25τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν Υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύ‐ σει πατέρα τὸν Θεὸν, ἀλλὰ τοῦ ἐν ἡμῖν Λόγου, ἐν ᾧ καὶ δι’ ὃν κράζομεν, Ἀββᾶ, ὁ Πατήρ. Ὥσπερ δὲ τοῦτο, οὕτως ὁ Πατὴρ ἐν οἷς ἐὰν βλέπῃ τὸν ἑαυτοῦ Υἱὸν, τού‐
30τους καὶ αὐτὸς υἱοὺς καλεῖ, καὶ λέγει, ἐγέννησα· ἐπει‐ δήπερ τὸ μὲν, γεννᾷν, σημαντικόν ἐστιν Υἱοῦ, τὸ δὲ, ποιεῖν, δηλωτικόν ἐστι τῶν ἔργων. Διὰ τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται γάρ· Ποιήσωμεν ἄνθρωπον· ὕστερον
35δὲ, δεξάμενοι τὴν τοῦ Πνεύματος χάριν, λεγόμεθα τό τε λοιπὸν καὶ γεννᾶσθαι. Ἀμέλει καὶ ἐν τῇ ᾨδῇ Μω‐ σῆς ὁ μέγας μετὰ διανοίας καλῆς πρῶτον τὸ, ἐκτήσατο, καὶ ὕστερον τὸ, ἐγέννησεν, εἴρηκεν, ὑπὲρ τοῦ μὴ, ἀκούσαντας τὸ, ἐγέννησεν, ἐπιλαθέσθαι αὐτοὺς τῆς ἐξ ἀρχῆς ἑαυτῶν φύσεως, ἀλλ’ ἵνα γινώσκω‐ σιν, ὅτι ἐξ ἀρχῆς μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται γεννᾶσθαι, ὡς υἱοὶ, ἀλλ’ οὐδὲν ἧτ‐
40τόν εἰσι πάλιν οἱ ἄνθρωποι ποιήματα κατὰ φύσιν. Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν
λέξεων σημασίᾳ, αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παρ‐274

26

.

276

οιμίαις δείκνυσιν. Εἰρηκὼς γὰρ τὸ, Κύριος ἔκ‐ τισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ διαφορὰ ἦν τοῦ γεννή‐
5ματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ, γεννᾷ με, ἀλλ’ ἠρκεῖτο τῷ, ἔκτισεν, ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ, ἐγέννησε· νῦν δὲ εἰρηκὼς, Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἐπήγαγεν οὐχ ἁπλῶς τὸ, γεννᾷ με, ἀλλὰ μετὰ συμπλοκῆς
10τοῦ, δὲ, συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ, ἔκτισε, λέξιν, λέγων· Πρὸ δὲ πάντων βου‐ νῶν γεννᾷ με. Τὸ γὰρ, γεννᾷ με, τῷ, ἔκτισε, συμπεπλεγμένως ἐπιφερόμενον μίαν ποιεῖ τὴν διά‐ νοιαν καὶ δείκνυσιν, ὅτι τὸ μὲν, ἔκτισε, διά τι εἴρη‐
15ται· τὸ δὲ γεννᾷ με, πρὸ τοῦ, ἔκτισεν, ἐστίν. Ὥσπερ γὰρ εἰ ἔμπαλιν εἰρήκει, Κύριος γεννᾷ με, καὶ ἐπ‐ έφερε· Πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με, πάν‐ τως προηγεῖτο τοῦ, ἐγέννησε, τὸ, ἔκτισεν· οὕτως εἰρηκὼς πρῶτον, ἔκτισεν, εἶτα ἐπαγαγὼν, πρὸ δὲ
20πάντων γεννᾷ με, ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ, ἐγέννησε, τοῦ, ἔκτισε. Καὶ γὰρ καὶ λέγων, πρὸ πάντων γεννᾷ με, ἄλλον ἑαυτὸν εἶναι τῶν πάντων σημαίνει, δειξάσης ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτι περὶ τῶν κτισμάτων οὐδὲν ἕτερον
25τοῦ ἑτέρου προγέγονεν, ἀλλ’ ἀθρόως ἅμα πάντα τὰ γενητὰ ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. Διὰ τοῦτο γοῦν οὐδὲ τὰ ἐπὶ τοῦ, ἔκτισε, ταῦτα καὶ ἐπὶ τοῦ, γεννᾷ με, κεῖται· ἀλλ’ ἐπὶ μὲν τοῦ, ἔκτισε, κεῖται, ἀρχὴν ὁδῶν· ἐπὶ δὲ τοῦ, γεννᾷ με, οὐκ εἶπεν,
30ἀρχὴν γεννᾷ με, ἀλλὰ, πρὸ πάντων γεννᾷ με. Ὁ δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων ἀλλ’ ἄλλος ἐστὶ τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάν‐ των, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων· καὶ συνίσταται φανε‐
35ρῶς, ὅτι ἄλλος ὢν ὁ Λόγος τῶν πάντων καὶ πρὸ πάντων ὢν, ὕστερον κτίζεται ἀρχὴ τῶν ὁδῶν εἰς ἔργα διὰ τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ Ἀπόστο‐ λος, ὅς ἐστιν ἀρχὴ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.
40 Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοῦ, ἔκ‐ τισε, καὶ τοῦ, γεννᾷ με, καὶ, τῆς ἀρχῆς ὁδῶν, καὶ τοῦ, πρὸ πάντων· τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ Θεὸς, οὕτως, ὥσπερ εἴρηται, γίνεται καὶ ὕστερον Πατὴρ, διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα Λόγον αὐτοῦ. Ἐπὶ
45δὲ τοῦ Λόγου τὸ ἔμπαλιν· Πατὴρ γὰρ ὢν αὐτοῦ276

26

.

277

φύσει ὁ Θεὸς, γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητὴς, ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐν‐ δύσηται σάρκα ὁ Λόγος, καὶ γένηται ἄνθρωπος. Ὥσπερ γὰρ οἱ ἄνθρωποι λαμβάνοντες τὸ Πνεῦμα τοῦ
5Υἱοῦ, γίνονται τέκνα δι’ αὐτοῦ· οὕτως ὁ Λόγος τοῦ Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν υἱοὶ, δῆλον ὅτι κἀκεῖ‐ νος κατὰ φύσιν κτίσμα καὶ ποίημα· εἰ δὲ ἡμεῖς θέ‐
10σει καὶ κατὰ χάριν γινόμεθα υἱοὶ, δῆλον ὅτι καὶ ὁ Λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρω‐ πος εἴρηκε· Κύριος ἔκτισέ με. Εἶτα ἐπειδὴ τὸ κτι‐ στὸν ἐνδυσάμενος γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ ἀδελφὸς ἡμῶν καὶ πρω‐
15τότοκος ἐκλήθη. Εἰ γὰρ καὶ μεθ’ ἡμᾶς δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν τοῦ σώματος ὁμοίωσιν, ἀλλὰ καὶ ἐν τούτῳ πρωτότοκος λέγεται καὶ ἔστιν ἡμῶν, ἐπειδὴ, πάντων τῶν ἀνθρώ‐ πων ἀπολλυμένων κατὰ τὴν παράβασιν τοῦ Ἀδὰμ,
20πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη ἡ ἐκείνου σὰρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένη, καὶ λοι‐ πὸν ἡμεῖς, ὡς σύσσωμοι τυγχάνοντες, κατ’ ἐκεῖνο σωζόμεθα. Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ
25Πατέρα γίνεται, λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα, καὶ δι’ ἐμοῦ δεῖ πάντας εἰσελθεῖν. Ὅθεν καὶ πρωτότοκος λέγεται πάλιν ἐκ τῶν νεκρῶν, οὐχ ὅτι πρῶτος ἡμῶν ἀπέθανε· προετεθνήκειμεν γὰρ ἡμεῖς· ἀλλ’ ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, καὶ
30τοῦτον καταργήσας, ἀνέστη πρῶτος, ὡς ἄνθρω‐ πος, ὑπὲρ ἡμῶν ἀναστήσας τὸ ἑαυτοῦ σῶμα. Λοιπὸν γὰρ ἀναστάντος ἐκείνου, καθεξῆς καὶ ἡμεῖς ἀπ’ ἐκείνου καὶ δι’ ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα. Εἰ δὲ καὶ πρωτότοκος τῆς κτίσεως λέ‐
35γεται, ἀλλ’ οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον, πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε Μονογενής ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ Λόγου, καθ’ ἢν καὶ πολλῶν γέγονεν ἀδελφός. Ὁ γάρ τοι μο‐
40νογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρω‐ τότοκος λέγεται. Διὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν Γρα‐ φῶν εἴρηται, πρωτότοκος τοῦ Θεοῦ, οὐδὲ, κτίσμα τοῦ Θεοῦ· ἀλλὰ τὸ, Μονογενὴς, καὶ τὸ, Υἱὸς, καὶ,
45ὁ Λόγος, καὶ, ἡ Σοφία, εἰς τὸν Πατέρα τὴν ἀναφο‐ ρὰν ἔχει καὶ τὴν ἰδιότητα· Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πα‐ τρός· καὶ, Ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν
Μονογενῆ· καὶ, Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος278

26

.

280

σου διαμένει· καὶ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ, Σὺ εἶ ὁ Χριστὸς, ὁ
5Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ, πρωτότοκος, εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ πρωτότοκος ἐλέχθη. Καὶ τὸ, ἔκτισε, δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν Μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν,
10ἑρμηνευέσθω τὸ, πρωτότοκος· εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω Μονογενής. Οὐ δύναται γὰρ ὁ αὐτὸς Μονογενής τε καὶ πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο· ἵνα Μονογενὴς μὲν διὰ τὴν ἐκ Πα‐ τρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ διὰ
15τὴν εἰς τὴν κτίσιν συγκατάβασιν, καὶ τὴν τῶν πολ‐ λῶν ἀδελφοποίησιν. Ἀμέλει, τῶν δύο τούτων ῥητῶν ἀντικειμένων ἀλλήλοις, κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ Λόγου τὸ τοῦ Μονογενοῦς μᾶλλον ἰδίωμα, διὰ τὸ μὴ εἶναι ἕτερον Λόγον, ἢ ἄλλην σο‐
20φίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν Υἱὸν εἶναι τοῦ Πα‐ τρός. Καὶ γὰρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπ’ αὐτοῦ τὸ, Ὁ Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός· τὸ δὲ, πρωτότο‐
25κος, συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως αἰτίαν, ἢν ἐπήγαγεν ὁ Παῦλος λέγων· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν κτισμάτων.
30 Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα πρωτότοκος ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ Υἱὸς, δι’ οὗ γέ‐ γονεν ἡ κτίσις· οὕτω καὶ πρὸ τοῦ κληθῆναι πρωτότοκος πάσης τῆς κτίσεως, ἦν οὐδὲν ἧττον αὐ‐
35τὸς ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρ‐ χονται λέγοντες· Εἰ πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἷς ἐστι τῆς κτίσεως. Ἄφρονες! εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκός ἐστιν, ἄρα
40πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ εἴρηκε, πρω‐ τότοκός ἐστι τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὡς εἷς τῶν κτισμάτων εἶναι νομισθῇ ἀλλὰ πάσης τῆς κτίσεως γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέ‐
45κνων τοῦ Ἰακὼβ, ἀλλ’ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελ‐280

26

.

281

φῶν, ἵνα μὴ ἄλλος παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ εἶναι νομισθῇ. Ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ Κυρίου ὁ Ἀπό‐ στολος οὐκ εἴρηκεν, Ἵνα γένηται πρωτότοκος πάντων, ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομι‐
5σθῇ, ἀλλ’ ἐν πολλοῖς ἀδελφοῖς διὰ τὴν ὁμοιότητα τῆς σαρκός. Εἰ τοίνυν καὶ ὁ Λόγος εἷς ἦν τῶν κτισμά‐ των, εἶπεν ἂν ἡ Γραφὴ καὶ περὶ αὐτοῦ, ὅτι πρωτό‐ τοκος τῶν ἄλλων κτισμάτων ἐστί· νῦν δὲ, λεγόντων τῶν ἁγίων, ὅτι πρωτότοκός ἐστι πάσης τῆς κτίσεως,
10ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως, καὶ μὴ κτίσμα ὁ τοῦ Θεοῦ Υἱός. Εἰ γὰρ κτίσμα ἐστὶν, ἔσται καὶ αὐτὸς ἑαυτοῦ πρωτότοκος. Πῶς οὖν δύναται, ὦ Ἀρειανοὶ, καὶ πρῶτος ἑαυτοῦ καὶ δεύτε‐ ρος εἶναι; Ἔπειτα εἰ κτίσμα ἐστὶ, καὶ πᾶσα ἡ κτίσις
15δι’ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ συνέστηκε, πῶς δύνα‐ ται καὶ κτίζειν τὴν κτίσιν, καὶ εἷς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων; Ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης, ἐλέγχονται παρὰ τῆς ἀληθείας, ὅτι πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη διὰ
20τὴν τῆς σαρκὸς συγγένειαν· πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν, διὰ τὸ ἐξ αὐτοῦ καὶ μετ’ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν ἀνάστασιν· πρωτότοκος δὲ πάσης κτίσεως διὰ τὴν φιλανθρωπίαν τοῦ Πατρὸς, δι’ ἣν ἐν τῷ Λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστηκεν, ἀλλ’ ὅτι
25καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ Ἀπόστολος· Ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, ἐλευθερωθήσεταί ποτε ἀπὸ τῆς δου‐ λείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Οὕτω δὲ αὐτῆς ἐλευθερω‐
30θείσης, ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων πρωτότοκος ὁ Κύριος, ἵν’, ἐν τῷ λέγεσθαι πρῶτον αὐτὸν, τὰ μετ’ αὐτὸν διαμείνῃ, ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ Λόγου συνημμένα.
35 Ἡγοῦμαι δὲ καὶ τοὺς ἀσεβεῖς αὐτοὺς ἐντρα‐ πήσεσθαι ἐκ τῆς τοιαύτης διανοίας· εἰ γὰρ μὴ οὕ‐ τως ἔχοι, ὥσπερ εἴπομεν, ἀλλ’ ὡς τῇ οὐσίᾳ κτί‐ σμα ἐν κτίσμασι πρωτότοκον αὐτὸν θελήσουσιν εἶναι
πάσης τῆς κτίσεως, σκοπείτωσαν, ὅτι καὶ τῶν ἀλό‐282

26

.

284

γων καὶ τῶν ἀψύχων αὐτὸν ἀδελφὸν καὶ ὅμοιον ὑπονοήσουσιν εἶναι. Πάσης γὰρ τῆς κτίσεως καὶ ταῦτα μέρη τυγχάνει ὄντα· ἀνάγκη δὲ τὸν πρωτό‐ τοκον μόνῳ μὲν τῷ χρόνῳ πρῶτον εἶναι, τῷ δὲ γένει
5καὶ τῇ ὁμοιότητι τὸν αὐτὸν εἶναι πρὸς πάντας. Πῶς οὖν, καὶ τοῦτο λέγοντες, οὐ πᾶσαν ἀσέβειαν ὑπερ‐ βάλλουσιν; Ἢ τίς ἀνέξεται τούτων ταῦτα λε‐ γόντων; ἢ πῶς καὶ μόνον αὐτοὺς ἐνθυμουμένους τοι‐ αῦτα οὐ μισήσειεν ἄν τις; Πᾶσι γάρ ἐστι δῆλον ὅτι
10οὔτε δι’ ἑαυτὸν, ὡς κτίσμα ὢν, οὔτε διὰ τὸ συγ‐ γένειάν τινα κατ’ οὐσίαν πρὸς πᾶσαν τὴν κτίσιν ἔχειν, πρωτότοκος αὐτῆς ἐκλήθη· ἀλλ’ ὅτι καὶ κατ’ ἀρχὴν μὲν δημιουργῶν ὁ Λόγος τὰ κτίσματα, συγκαταβέβηκε τοῖς γεννητοῖς, ἵνα γενέσθαι ταῦτα
15δυνηθῇ. Οὐκ ἂν γὰρ ἤνεγκεν αὐτοῦ τὴν φύσιν ἄκρατον καὶ πατρικὴν οὖσαν λαμπρότητα, εἰ μὴ φι‐ λανθρωπίᾳ πατρικῇ συγκαταβὰς ἀντελάβετο, καὶ κρατήσας αὐτὰ εἰς οὐσίαν ἤνεγκε. Καὶ δεύτερον δὲ πάλιν, ὅτι καὶ συγκαταβάντος τοῦ Λόγου, υἱο‐
20ποιεῖται καὶ αὐτὴ ἡ κτίσις δι’ αὐτοῦ· ἵνα καὶ αὐτῆς, καθάπερ εἴρηται, πρωτότοκος κατὰ πάντα γένηται, ἔν τε τῷ κτίζειν, καὶ ἐν τῷ εἰσάγεσθαι ὑπὲρ πάντων εἰς αὐτὴν τὴν οἰκουμένην. Οὕτω γὰρ γέγρα‐ πται· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς
25τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ἀκουέτωσαν οἱ χριστομάχοι, καὶ σπαραττέτωσαν ἑαυτοὺς, ὅτι τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν οἰκουμένην ἐποίησε καὶ πρω‐ τότοκον πάντων κληθῆναι· ὥστε τοῦ μὲν Πατρὸς εἶναι
30Μονογενῆ τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ μόνον αὐτὸν εἶναι, τῆς δὲ κτίσεως πρωτότοκον διὰ τὴν τῶν πάν‐ των υἱοποίησιν. Ὡς δὲ ἐν ἀδελφοῖς πρωτότοκος, καὶ ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἀνέστη· οὕτως, ἐπειδήπερ ἔπρεπεν ἐν πᾶσιν αὐτὸν πρωτεύειν, διὰ
35τοῦτο καὶ ἀρχὴ ὁδῶν κτίζεται· ἵνα, ταύτης ἐπιβάν‐ τες καὶ εἰσελθόντες δι’ αὐτοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα, μεταλαβόντες τε τῆς περὶ τοῦ Πατρὸς γνώσεως, ἀκούσωμεν καὶ ἡμεῖς· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, καὶ, Μακάριοι οἱ καθαροὶ
40τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.284

26

.

285

Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ἀρχὴ τῶν ὁδῶν εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο, καὶ ἀντὶ τοῦ
5παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκού‐ σαμέν τε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς
10παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, καὶ ἐγκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, ὡς εἴρηκεν ὁ Ἀπόστολος, διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ. Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησίν· Ὥστε
15εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶ‐ τόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον χοϊκὸς, οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως,
20οὐκ ἠδύνατο εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ δι’ αὐτῶν ἀπώ‐ λετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατη‐ ροῦντος. Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις,
25ἀλλ’ ὁ Κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἵνα μηκέτι κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλ’ ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν
30ἔχοντες ταύτης ἀρχὴν ὁδῶν, τούτῳ λοιπὸν ἀκο‐ λουθῶμεν λέγοντι· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο γὰρ δι‐ δάσκων καὶ ὁ μακάριος Ἀπόστολος ἐν τῇ πρὸς Κολοσσαεῖς, ἔλεγεν· Αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ πρω‐
35τότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Εἰ γὰρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν λέγεται καὶ διὰ ταύτην αὐτὸς ἀρχὴ, τότε δὲ γέγονεν ἀνάστασις, ὅτε τὴν ἡμετέραν σάρκα
40φορῶν δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ· φα‐ νερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπ’ αὐτοῦ, Ἔκτισέ με ἀρχὴν ὁδῶν, οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου παρουσίας αὐτοῦ σημαντικόν ἐστι.
Τοῦ γὰρ σώματος ἴδιον ἦν ὁ θάνατος· καὶ ὥσπερ286

26

.

288

τοῦ σώματος ἴδιός ἐστιν ὁ θάνατος, οὕτω τῆς σω‐ ματικῆς παρουσίας ἴδιον ἂν εἴη τὸ λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. Τοῦ γὰρ Σωτῆρος οὕτω κατὰ σάρκα κτισθέντος, καὶ ἀρχῆς
5γενομένου τῶν ἀνακτιζομένων, καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχὴν, ἣν προσέλαβεν ἀνθρωπίνην σάρκα, ἀκολούθως μετ’ αὐτὸν καὶ ὁ μέλλων λαὸς κτίζεται, λέγοντος τοῦ Δαβίδ· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·
10καὶ πάλιν ἐν τῷ εἰκοστῷ πρώτῳ ψαλμῷ· Ἀναγ‐ γελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Οὐκέτι γὰρ ἀκουσόμεθα, ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐ‐
15τοῦ, θανάτῳ ἀποθανεῖσθε· ἀλλὰ, Ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἔσεσθε· ὥστε λέγειν ἡμᾶς· Αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐπ’ ἔργοις ἀγα‐ θοῖς. Πάλιν τε, ἐπειδὴ τὸ ἔργον τοῦ Θεοῦ, τουτέστιν ὁ ἄνθρωπος, τέλειος κτισθεὶς, ἐλλιπὴς γέγονε διὰ
20τῆς παραβάσεως, καὶ γέγονε τῇ ἁμαρτίᾳ νεκρὸς, ἀπρε‐ πὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ Θεοῦ ἀτελές· διὸ καὶ ἐδέ‐ οντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ἑκατοστῷ τριακοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε, τὰ ἔργα τῶν
25χειρῶν σου μὴ παρίδῃς· διὰ τοῦτο ὁ τέλειος τοῦ Θεοῦ Λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα, καὶ λέγεται εἰς τὰ ἔργα κτίζεσθαι, ἵνα, ἀνθ’ ἡμῶν τὴν ὀφειλὴν ἀποδιδοὺς, τὰ λείποντα τῷ ἀνθρώπῳ δι’ ἑαυτοῦ τελειώσῃ. Ἔλειπε δὲ αὐτῷ ἡ ἀθανασία, καὶ
30ἡ εἰς τὸν παράδεισον ὁδός. Καὶ τοῦτό ἐστι τὸ λεγό‐ μενον παρὰ τοῦ Σωτῆρος· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω· καὶ πάλιν· Τὰ ἔργα, ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔρ‐
35γα, ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ· ἃ δὲ λέγει ἐν‐ ταῦθα ἔργα δεδωκέναι αὐτῷ τὸν Πατέρα εἰς τελείωσιν, ταῦτά ἐστι, εἰς ἃ κτίζεται, λέγων ἐν ταῖς Παροιμίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐ‐ τοῦ· ἴσον γάρ ἐστι τὸ εἰπεῖν, Ἔδωκέ μοι ὁ Πατὴρ τὰ ἔργα, καὶ, Ἔκτισέ με Κύριος εἰς
40ἔργα.288

26

.

289

Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεο‐ μάχοι; Ἐκ γὰρ τούτου καὶ τὸ, ἔκτισε, γνωσθήσεται. Κατὰ μὲν οὖν τὴν ἀρχὴν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει, ἐὰν εἴπητε, ψεῦδός ἐστιν·
5οὔπω γὰρ ἦν γενόμενα· φαίνεται δὲ λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. Ἀλλ’ οὐδὲ τὸν πρὸ τοῦ γένηται ὁ Λό‐ γος σὰρξ χρόνον εἰπεῖν εὐαγὲς, ἵνα μὴ περιττὴ λοι‐ πὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία ἐγένετο. Οὐκοῦν λείπει λοιπὸν εἰπεῖν,
10ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν, ἰασάμενος τὰ τραύματα ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τὴν ἐκ νεκρῶν ἀνά‐ στασιν. Εἰ δὲ ὅτε γέγονεν ὁ Λόγος σὰρξ, τότε ἐδόθη αὐ‐ τῷ τὰ ἔργα, δῆλον, ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε
15καὶ εἰς τὰ ἔργα κτίζεται. Οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν ἐστι τὸ, ἔκτισεν, ὥσπερ πολλάκις εἴρη‐ ται, ἀλλὰ τῆς σωματικῆς αὐτοῦ γενέσεως. Τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς, ὅτι κτίζεται, ἵνα,
20τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας, παραστήσῃ τῷ Πατρὶ τὴν Ἐκκλησίαν, ὡς εἶπεν ὁ Ἀπόστολος· Μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τετελείωται οὖν ἐν αὐτῷ καὶ ἀποκατεστάθη, ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρ‐
25χὴν γεγονὸς, τὸ ἀνθρώπινον γένος, καὶ μείζονι μᾶλλον χάριτι· ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκέτι φοβούμεθα θάνατον, ἀλλ’ ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὢν ἐνεδύσατο
30τὴν σάρκα, καὶ γέγονεν ἄνθρωπος. Εἰ γὰρ κτίσμα ὢν ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν ἧττον ὁ ἄνθρω‐ πος, ὥσπερ καὶ ἦν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς γὰρ ἂν ποίημα ὢν, διὰ ποιήματος συνήπτετο τῷ κτί‐ στῃ; Ἢ ποία βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις
35γένοιτ’ ἂν, δεομένων καὶ αὐτῶν τῆς αὐτῆς βοηθείας; Πῶς δὲ, εἴπερ κτίσμα ἦν ὁ Λόγος, τὴν ἀπόφα‐ σιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὴν ἁμαρ‐ τίαν, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ ἐστι; Τίς γὰρ Θεὸς ὥσπερ σὺ ἐξαίρων
40ἁμαρτίας, καὶ ὑπερβαίνων ἀνομίας; Ὁ μὲν γὰρ Θεὸς εἶπε· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οἱ δὲ ἄν‐ θρωποι γεγόνασι θνητοί. Πῶς τοίνυν οἷον τε ἦν παρὰ τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλ’ ἔλυσέ γε αὐτὸς ὁ Κύριος, ὡς εἶπεν αὐτὸς, Ἐὰν μὴ ὁ Υἱὸς
45ὑμᾶς ἐλευθερώσῃ· καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς
ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι κτίσμα, οὐδὲ τῶν γενη‐290

26

.

292

τῶν, ἀλλὰ ἴδιος Λόγος, καὶ εἰκὼν τῆς τοῦ Πατρὸς οὐ‐ σίας, τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἀποφηναμένου καὶ ἀφιέν‐ τος μόνου τὰς ἁμαρτίας. Ἐπειδὴ γὰρ εἴρηται ἐν τῷ Λόγῳ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι’
5αὐτοῦ τοῦ Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύ‐ σις τῆς κατακρίσεως γεγένηται.
9Ἀλλ’ ἠδύνατο, φασὶ, καὶ κτίσματος ὄντος τοῦ
10Σωτῆρος, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν. Τὸ αὐτὸ δ’ ἂν ἀκούσαιεν καὶ αὐτοὶ παρ’ ἑτέρου λέγον‐ τος· Ἠδύνατο καὶ μηδ’ ὅλως ἐπιδημήσαντος αὐτοῦ, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν. Ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν καὶ μὴ ἐν
15πᾶσι τὸ δυνατὸν τοῦ Θεοῦ λογίζεσθαι· ἐπεὶ ἠδύ‐ νατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους ἀπολέσαι· ἀλλὰ μετὰ τὴν κιβωτὸν πεποίη‐ κεν. Ἠδύνατο καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν, καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ Αἰγύπτου· ἀλλὰ συνέφερε
20διὰ Μωσέως. Ἠδύνατο καὶ χωρὶς τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ Θεός· ἀλλὰ συνέφερε τοῖς λαοῖς κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. Ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ Σωτὴρ ἐπιδημῆσαι, ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ· ἀλλὰ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἦλ‐
25θε, καὶ ζητούμενος εἶπεν· Ἐγώ εἰμι· ὃ γὰρ ποιεῖ, τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει, τούτου καὶ πρόνοιαν ποιεῖται. Ἦλθε γοῦν, οὐχ ἵνα δια‐ κονηθῇ, ἀλλ’ ἵνα διακονήσῃ, καὶ τὴν ἡμῶν ἐργάση‐
30ται σωτηρίαν. Ἀμέλει δυνάμενος ἀπὸ τοῦ οὐρα‐ νοῦ λαλῆσαι τὸν νόμον, εἶδεν, ὅτι λυσιτελεῖ τοῖς ἀν‐ θρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι, καὶ τοῦτο πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον ἐγγύθεν ἀκούοντες, μᾶλλον πιστεῦσαι δυνηθῶσι.
35Πλὴν καὶ τὸ εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· Εἰ διὰ τὸ δυνατὸν εἰρήκει, καὶ ἐλέλυτο ἡ κατάρα· τοῦ μὲν κελεύσαντος ἡ δύναμις ἐπεδείκνυ‐ το, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν
40χάριν, καὶ μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώ‐ ματι· τοιοῦτος γὰρ ὢν καὶ τότε τέθειτο ἐν τῷ παρα‐ δείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι καὶ πα‐ ραβαίνειν μεμάθηκεν. Ὢν τοίνυν τοιοῦτος, εἰ καὶ παραπέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία
45προστάξαι τὸν Θεὸν καὶ λῦσαι τὴν κατάραν· καὶ οὕτως
εἰς ἄπειρον ἐγίνετο ἡ χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄν‐292

26

.

293

θρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος, καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθ’ ἑαυτοὺς, καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθέ‐
5νειαν τῆς σαρκός.
7 Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄν‐ θρωπος οὐδὲν ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ
10Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώ‐ που, τὴν κτιστὴν σάρκα λαβών· ἵν’, ἐπειδὴ πάν‐
15τες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάν‐ των, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων δι’ αὐτοῦ ἀπο‐ θανόντων, ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (πάν‐ τες γὰρ ἀπέθανον ἐν Χριστῷ)· πάντες δὲ δι’ αὐ‐
20τοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς δι’ αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα, καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα
25τοῦ ὄφεως δι’ ὅλου κατεσβέννυτο ἀπ’ αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακὸν, ἐξεκόπτε‐ το, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκό‐ λουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρί‐
30σκει ἐν ἐμοί· καὶ, Εἰς τοῦτο γὰρ ἐφανερώθη, ὡς ἔγραψεν ὁ Ἰωάννης, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβό‐ λου. Τούτων δὲ λυθέντων ἀπὸ τῆς σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθη‐ μεν, καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συν‐
35αφθέντες δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένο‐ μεν, ἀλλ’ ὡς αὐτὸς εἶπεν, ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα· καὶ λοιπὸν οὔτε τὸν ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ ἐν τῇ σαρκὶ διωχθεὶς παρὰ τοῦ Σω‐ τῆρος, καὶ ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ·
40καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπεί‐ θουσαν φυλαξόμεθα· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγε‐ λοι· καὶ ἐν Χριστῷ Ἰησοῦ καινὴ κτίσις ἔσται·
45καὶ οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν294

26

.

296

ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φό‐ βος ἢ ποῖος κίνδυνος ἔτι γενήσεται; Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβο‐
5λος, εἶχεν ἀεὶ τὴν μάχην· καὶ μέσος ὢν ὁ ἄνθρω‐ πος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων ἐν ᾧ καὶ δι’ οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου γένη‐ ται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γε‐ νητῶν τὸν Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουρ‐
10γόν· οὕτω γὰρ καὶ προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώ‐ πινον σῶμα, ἵνα, τοῦτο ὡς δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθ’ ὁμοιότητα ἐκείνου. Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος, εἰ
15μὴ Θεὸς ἦν ἀληθινὸς ὁ Υἱός· καὶ οὐκ ἂν παρέστη τῷ Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατά‐ ρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο
20ὁ Λόγος· οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον· οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ φύσιν τῆς θεότητος συν‐
25άψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτη‐ ρία καὶ ἡ θεοποίησις αὐτοῦ. Οὐκοῦν οἱ ἀρνούμε‐ νοι ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐ‐ σίας τὸν Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι ἐκ Μαρίας τῆς ἀειπαρ‐
30θένου. Οὐδὲν γὰρ πλέον ἡμῖν κέρδος τοῖς ἀνθρώ‐ ποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο. Ἀλλ’ ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐα‐ λεντῖνος· ἦν γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος,
35κἂν μαίνωνται οἱ Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς κτίσεως, κτισθεὶς ἄν‐ θρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην ἐγκαι‐
νίσας, ὥσπερ εἴρηται.296

26

.

297

Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν· Ἔκτισέ με ἔργον· οὐδὲ, Σὺν τοῖς
5ἔργοις ἐποίησεν, ἵνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, Διὰ τὸ ποιῆσαί με ἔργα, ἔκτισεν, ἵνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσε‐ βῶν ὡς ὄργανον δι’ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλ’ οὐδ’ ὅτι Πρὸ τῶν ἔργων ἔκτισέ με, ἀνήγγειλεν, ἵνα μὴ,
10ὥσπερ ἐστὶ γέννημα ὢν πρὸ πάντων, οὕτω καὶ κτι‐ ζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ νομί‐ ζεσθαι τὸ, γέννημα, καὶ τὸ, ἔκτισεν· ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς, εἰς ἔργα, εἴρηκεν· ἴσον τῷ εἰπεῖν, Εἰς σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι
15ἄνθρωπον· ὥστε καὶ ἐκ τούτου πάλιν δείκνυσθαι, μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα. Ὡς γὰρ ὁ εἰσερ‐ χόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ἄλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα·
20ἐπεὶ εἰ καθ’ ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός; Πάντα γὰρ τὰ γενόμενα, ἐν τῇ χειρὶ καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ
25δὲ Δαβὶδ ψάλλοντος· Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰ‐ σὶν οἱ οὐρανοί· καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαρα‐ κοστῷ δευτέρῳ ψαλμῷ· Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν
30ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Οὐκοῦν εἰ ἐν χει‐ ρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δὲ, ὅτι Πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐ‐ τοῦ ἐγένετο οὐδὲ ἕν· καὶ πάλιν, Εἷς Κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα, καὶ ὅτι· Ἐν αὐτῷ τὰ πάντα συν‐
35έστηκεν· εὔδηλον, ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλ’ αὐτός ἐστιν ἡ χεὶρ τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γι‐ νώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυ‐ ρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν
Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γάρ· Εὐλογεῖτε298

26

.

300

πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· τὰ μὲν ἐν οὐρα‐ νῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρή‐ κασιν· Εὐλόγει, Λόγε, καὶ ὕμνει, σοφία· ἵνα δεί‐
5ξωσιν, ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ ὑμνούμενος, καὶ προσ‐ κυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος μὲν αὐτοῦ καὶ σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο
10καὶ τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης δια‐ στολῆς εἴρηκεν, ὅτι Εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐ‐
15τὸς ἐν σοφίᾳ ἐγεγόνει, καὶ οὔτ’ ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ Γραφὴ, οὔτε τὰ μὲν ἔργα ὠνόμαζε, τὸν δὲ Λόγον καὶ σοφίαν ἰδίαν τοῦ Θεοῦ εὐηγγελίζετο. Νῦν δὲ, διαστέλλουσα τῶν ἔργων αὐτὸν ἡ Γραφὴ, δεί‐ κνυσιν, ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ σοφία, καὶ
20οὐκ ἔργον. Ταύτῃ τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων Ἑβραίοις· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαι‐ ραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ
25κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος· Ἰδοὺ γὰρ τὰ μὲν γενητὰ κτίσιν ὠνό‐ μασε· τὸν δὲ Υἱὸν Λόγον οἶδεν ὄντα τοῦ Θεοῦ,
30ὡς ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. Πάλιν δὲ λέγων· Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος· ἄλ‐ λον αὐτὸν εἶναι σημαίνει τῶν πάντων. Διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος
35ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. Οὕτως ἄρα καὶ τῆς κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευ‐ θερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι ὁ Υἱός. Εἰ γὰρ ἦν κτί‐ σμα, εἷς ἦν καὶ αὐτὸς τῶν στεναζόντων, καὶ δεόμενος τοῦ
40υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ πάν‐ των. Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων, οὐδὲ τῶν δεομένων ἐλευ‐ θερίας, ἀλλ’ αὐτός ἐστιν ὁ υἱοποιῶν καὶ ἐλευθε‐
45ρῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις· Ὁ δὲ300

26

.

301

δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε· λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων, ὅτι οὐκ ἔστι
5κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ Υἱὸς ἀληθινὸς καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν, εἰ καὶ δι’ ὀλίγων, ἀλλ’ ἱκανά ἐστιν, ὥς γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα κατασκευάζειν εἰς ἀναίρεσιν τῆς
10Ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στί‐ χον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ τού‐ του ἐνθυμούμενοι νομίζουσιν, ἐπειδὴ γέγραπται, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰ‐
15ρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον, καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων. Γέγραπται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· εἰ τοίνυν τῇ σοφίᾳ ἡ γῆ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται; Ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρη‐
20μένον καὶ τοῦτο· καὶ δεῖ καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν σοφίᾳ ὁ Πατὴρ δημιουρ‐ γεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν καὶ δια‐ μένειν αὐτήν· αὐτὴ δὲ ἡ σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως
25καὶ ἀνακαινίσεως γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με πεποίη‐ κεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι· τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου τὰς Γραφὰς προηγουμένως ἐρευνᾷν. Τοῦτο γὰρ
30καὶ τῶν ἀποστόλων ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο λέγων· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν‐ τος· τοῦτο γὰρ καὶ ὁ πατὴρ τῆς Ἀρειανῆς αἱ‐ ρέσεως ἐν πρώτοις ἠρώτησεν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ. ᾜδει γὰρ, ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον
35τῆς πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἷς ἐστι καὶ αὐτὸς τῶν ἐκ τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παρ’ αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαῖοι ἠγανάκτουν, ὅτι ὁ Κύριος
40Υἱὸν Θεοῦ ἑαυτὸν καὶ Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ εἶναι τὸν Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι Ποίημά εἰμι, οὐκ ἐξενίζοντο ἀκούον‐ τες, οὐδὲ βλασφημίαν ἐνόμιζον τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην πρὸς τοὺς
45πατέρας· ἀλλ’ ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν, ἐθεώ‐302

26

.

304

ρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς.
4Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα
5ἑαυτῶν τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε, Λόγον ἢ Υἱόν με ἐθεμελίωσε, φρονεῖν, ὡς φρονοῦσιν· εἰ δὲ μὴ οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν· ἀλλ’
10ἁπλῶς, ἐθεμελίωσέ με, ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ δι’ ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμέ‐ νους ἐπ’ αὐτὸν παροιμιωδῶς καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ Ἀπόστολος γράφει· Θε‐ μέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν
15κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ. Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι
20καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μο‐ νογενὴς γάρ ἐστιν· ἄνθρωπος δὲ γενόμενος ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον θεμελιοῦται, ἵνα καὶ ἡμεῖς ἐπ’ αὐτὸν ὡς λίθοι τίμιοι ἐποικοδομεῖσθαι δυνηθῶμεν,
25καὶ γενώμεθα ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος. Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι ἐπ’ αὐτόν· οὕτως αὐτὸς πάλιν ἄμ‐ πελός ἐστιν, ἡμεῖς δὲ ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος· ἀδύνατον γὰρ τοῦτό
30γε· ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον· ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ. Ἄλ‐ λως τε ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρω‐ πίνοις παραδείγμασι διελέγχειν προσήκει διὰ τῶν αὐ‐
35τῶν λόγων. Οὐκ εἴρηκε γοῦν, ὅτι Θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλ’ ὅτι Ἐθεμελίωσέ με. Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλ‐
40λομένους ἐπ’ αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἁπλῶς,304

26

.

305

ἀλλ’ ὅταν ἐξ ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ. Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ βάθος τῆς γῆς·
5τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἄν· Νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς. Οὐκοῦν οὐχ ὁ Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ πρὸ τούτου Λόγος)· ἀλλ’ ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε
10φησὶν, Ἐθεμελίωσέ με· ἴσον τῷ εἰπεῖν· Λόγον ὄντα με περιέβαλε γηΐνῳ σώματι. Οὕτω γὰρ δι’ ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐ‐ τῷ διὰ τῆς ὁμοιώσεως τῆς σαρκὸς, εἰς ἄνδρα τέλειον
15καταντήσαντες, ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν.
19Τὸ δὲ, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν
20ποιῆσαι, καὶ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, μηδένα ταραττέτω· πάνυ γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ, ἐθεμελίωσε, καὶ τῷ, ἔκτισε· τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη χάρις, ἄρτι μὲν ἐπε‐
25φάνη, ὡς εἶπεν ὁ Ἀπόστολος, καὶ γέγονεν ἐπιδημή‐ σαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πώς ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βου‐
30λεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθ’ ἡμᾶς φαίνηται. Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τε, ὅτι, καλοὶ γενόμενοι, ὕστερον παραβάται τῆς ἐν‐ τολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησόμεθα
35διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, δι’ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέ‐ λεον ἀπομείνωμεν νεκροὶ, ἀλλ’ ἔχοντες ἐν τῷ Λόγῳ
40τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτη‐ ρίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ἀρχὴ τῶν ὁδῶν κτισθῇ, καὶ ὁ πρω‐ τότοκος τῆς κτίσεως γένηται πρωτότοκος ἀδελφῶν, καὶ αὐτὸς ἀπαρχὴ τῶν νεκρῶν ἀναστῇ. Τοῦτο Παῦ‐
45λος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ306

26

.

308

γὰρ ἐν ταῖς Παροιμίαις, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν γενέσθαι, διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέ‐
5σαντος κλήσει ἁγίᾳ· οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰω‐ νίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαν‐
10τος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν. Πρὸς δὲ τοὺς Ἐφεσίους· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλο‐ γήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καθὼς ἐξελέ‐
15ξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Πῶς οὖν ἐξελέξατο, πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ,
20ὡς αὐτὸς εἴρηκεν, ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; Πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ἡμᾶς προώ‐ ρισεν εἰς υἱοθεσίαν, εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; Ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ Ἀπόστολος,
25ἐκληρώθημεν προορισθέντες, εἰ μὴ αὐτὸς ὁ Κύριος, πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ ἡμῶν πάντα τὸν καθ’ ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοι‐ πὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; Πῶς δὲ καὶ πρὸ χρό‐
30νων αἰωνίων ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλ’ ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀπο‐ κειμένη ἡ εἰς ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος κατὰ τὴν πρᾶξιν ἀπολαμβά‐ νῃ, φησί· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου·
35κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πῶς οὖν ἢ ἐν τίνι, πρὶν γενέσθαι ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵν’ ἡμεῖς, ὡς ἐπ’ αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν, ὡς λίθοι
40εὐάρμοστοι, τῆς παρ’ αὐτοῦ ζωῆς τε καὶ χάριτος. Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς, ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου, αἰωνίως ζῆσαι δυνη‐
θῶμεν· οὐκ ἂν δυνηθέντες ἄνθρωποι τυγχάνοντες ἀπὸ308

26

.

309

γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκ‐ οῦν εἰκότως ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ κτιζόμενος ἀρχὴ ὁδῶν εἰς ἔργα
5αὐτοῦ, θεμελιοῦται οὕτως, ὥσπερ ἦν ἐν αὐτῷ τὸ βού‐ λημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν· ἵνα κἂν ἡ γῆ, καὶ τὰ ὄρη, καὶ τὰ σχήματα τῶν φαι‐
10νομένων παρέλθῃ ἐν τῇ συντελείᾳ τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ’ αὐτὰ παλαιωθῶμεν καὶ ἡμεῖς· ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῇν, ἔχοντες τὴν πρὸ τού‐ των ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατ’ ἐκλο‐ γὴν, ζωήν τε καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ
15δυνησόμεθα μὴ πρόσκαιρον ἔχειν ζωὴν, ἀλλὰ με‐ τὰ ταῦτα διαμεῖναι ζῶντες ἐν Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν
20ἡμῶν ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, δι’ οὗ καὶ οἱ αἰῶνες γεγόνασιν, ἵν’ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν
25ἀσθενῆ φύσιν χρῄζουσαν τῆς παρ’ αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σο‐ φὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν, βουλεύεται ἅμα, ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι ταύ‐ την, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος
30προετοιμάζει, καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν, καὶ γίνεται πρὸ τῆς οἰ‐ κίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή· τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵν’ ἐν αὐτῷ καὶ
35ἀνακτισθῆναι δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν, ὅτε ἡ χρεία ἀπῄτησε, καὶ ἐπεδήμησεν ὁ Σω‐ τήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν
40αἰώνιον ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ ῥητοῦ διάνοιαν. Ἐπειδὴ δὲ διε‐
ρευνώμενον τὸ ῥητὸν, ὀρθὸν ἔχει πανταχόθεν310

26

.

312

τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι. Χρεία δὲ πάλιν τῶν προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρη‐
5κεν ἑαυτὸν εἶναι τῇ φύσει κτίσμα ὁ Λόγος, ἀλλ’ ἐν Παροιμίαις εἴρηκε τὸ, Κύριος ἔκτισέ με· καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον κεκρυμ‐ μένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ Περιέλοιμεν τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ
10ἀκούων τῆς δημιουργοῦ σοφίας, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, φασκούσης, οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ κτίζουσα κτίζεσθαι; Τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ λέγοντος, ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι, οὐκ
15ἐρευνᾷ τὸν νοῦν, θαυμάζων, πῶς δύναται ὁ μονογε‐ νὴς Υἱὸς ἄλλων πολλῶν ἀρχὴ γίνεσθαι; Αἴνιγμα μὲν ἔστιν· Ὁ δὲ νοήμων, φησὶ, νοήσει παραβο‐ λὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
21 Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα καὶ δημιουργός ἐστι τῶν πάντων· Πάντα γὰρ, φησὶν, ἐν σοφίᾳ ἐποίησας, καὶ, Ἐπλη‐ ρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ἵνα δὲ μὴ μόνον
25ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ, ηὐ‐ δόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν· ὥστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ ἄξια τοῦ Θεοῦ ἔργα δεί‐
30κνυται. Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰ‐ κών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ Σο‐ φίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινό‐ μεθα τῆς δημιουργοῦ Σοφίας, καὶ δι’ αὐτῆς γινώσκειν
35δυνάμεθα τὸν αὐτῆς Πατέρα. γὰρ ἔχων, φησὶ, τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα· καὶ, Ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με. Τοιούτου τοί‐ νυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δη‐
40μιουργὸς Σοφία, τὰ τοῦ τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ. Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰ‐
45κόνα κτισθεῖσαν αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ
λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ Κύριος εἴρηκεν· Ὁ δεχό‐312

26

.

313

μενος ὑμᾶς ἐμὲ δέχεται, διὰ τὸ τὸν τύπον αὐ‐ τοῦ ἐν ἡμῖν εἶναι· οὕτως, καίτοι μὴ ὢν τῶν κτιζομέ‐ νων, ὅμως διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τύπον ἐν τοῖς ἔργοις κτίζεσθαι, ὡς αὐτὸς ὢν, λέγει· Κύριος
5ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὕτω δὲ γέγονεν ὁ ἐν τοῖς ἔργοις τῆς σοφίας τύπος, ἵνα, καθὰ προεῖπον, ὁ κόσμος ἐν αὐτῇ γινώσκῃ τὸν ἑαυτοῦ δημιουργὸν Λόγον, καὶ δι’ αὐτοῦ τὸν Πατέρα. Καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Παῦλος· Διότι τὸ
10γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστι ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ‐ ορᾶται. Ὥστε οὐκ ἔστι κτίσμα τῇ οὐσίᾳ ὁ Λό‐ γος, ἀλλὰ περὶ τῆς ἐν ἡμῖν οὔσης καὶ λεγομένης σο‐
15φίας, ἐστὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητόν.
18 Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ
20ἔστιν; Εἰ μὲν οὖν οὐκ ἔστι, πῶς ὁ Ἀπόστολος αἰτιᾶ‐ ται, λέγων· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν; Ἢ πῶς, εἰ μή ἐστι σοφία, πλῆθος σοφῶν ἐν τῇ Γραφῇ εὑρίσκεται; Καὶ, Σοφὸς γὰρ φοβηθεὶς
25ἐξέκλινεν ἀπὸ κακοῦ· καὶ, Μετὰ σοφίας οἰκοδο‐ μεῖται οἶκος. Ὁ δὲ Ἐκκλησιαστὴς λέγει· Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ· καὶ μέμφεται τοῖς προπετευομένοις, λέγων· Μὴ εἴπῃς· Τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ
30ταύτας; Ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου. Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ φησιν· Ἐξ‐ έχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐ‐ τὴν τοῖς ἀγαπῶσιν αὐτόν. Ἡ δὲ τοιαύτη ἔκχυ‐
35σις οὐ τῆς οὐσίας τῆς Αὐτοσοφίας καὶ μονογενοῦς ἐστι γνώρισμα, ἀλλὰ τῆς ἐν τῷ κόσμῳ ἐξεικονισθείσης· τί ἄπιστον εἰ αὐτὴ ἡ δημιουργὸς καὶ ἀληθινὴ Σοφία, ἧς τύπος ἐστὶν ἡ ἐν κόσμῳ ἐκχυθεῖσα σοφία καὶ ἐπιστήμη, ὡς περὶ ἑαυτῆς ἐστι, καθὰ προεῖπον, λέγουσα· Κύ‐
40ριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ. Οὐ γὰρ ἡ ἐν κόσμῳ σοφία κτίζουσά ἐστιν, ἀλλ’ ἡ ἐγκτιζομένη τοῖς ἔρ‐ γοις, καθ’ ἣν οἱ μὲν οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἱ δὲ ἄνθρωποι, εἰ ταύτην ἐν ἑαυτοῖς φέ‐
45ροιεν, ἐπιγνώσονται τὴν ἀληθινὴν τοῦ Θεοῦ Σοφίαν·314

26

.

316

καὶ γνωσθήσονται, ὅτι ὄντως κατ’ εἰκόνα Θεοῦ γεγόνασι. Καὶ ὥσπερ ἂν εἴ τις βασιλέως υἱὸς, θέλον‐ τος πατρὸς οἰκοδομῆσαι πόλιν, καὶ ποιῶν ἐν ἑκάστῳ τῶν γινομένων ἔργων ἐγγραφῆναι τὸ ἑαυτοῦ ὄνο‐
5μα, ἀσφαλείας τε χάριν τοῦ διαμένειν τὰ ἔργα διὰ τὴν ἐν ἑκάστῳ τοῦ ὀνόματος αὐτοῦ φαντασίαν· καὶ ἵν’ ἐκ τοῦ ὀνόματος ἀναμιμνήσκεσθαι αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ δύνωνται· τελειώσας δὲ εἰ ἐρωτηθείη περὶ τῆς πόλεως, πῶς γέγονεν, εἴποι ἄν·
10Ἀσφαλῶς γέγονε· κατὰ γὰρ τὸ βούλημα τοῦ πα‐ τρὸς, ἐν ἑκάστῳ ἔργῳ ἐξεικονίσθην· τὸ γὰρ ἐμὸν ὄνομα ἐν τοῖς ἔργοις ἐνεκτίσθη. Τοῦτο δὲ λέγων, οὐ τὴν ἑαυτοῦ οὐσίαν κτισθεῖσαν σημαίνει, ἀλλὰ τὸν ἑαυτοῦ τύπον διὰ τοῦ ὀνόματος· τὸν αὐτὸν τρόπον
15κατὰ τὴν ὁμοιότητα τοῦ παραδείγματος τοῖς θαυμά‐ ζουσι τὴν ἐν τοῖς κτίσμασι σοφίαν ἀποκρίνεται ἡ ἀληθινὴ Σοφία· Κύριος ἔκτισέ με εἰς ἔργα· ἐμοῦ γὰρ τύπος ἐστὶν ὁ ἐν αὐτοῖς· κἀγὼ οὕτω συγκατ‐ έβην τῇ δημιουργίᾳ.
20 Οὐ δεῖ δὲ πάλιν ξενίζεσθαι, εἰ τὸν ἐν ἡμῖν τύ‐ πον ὄντα ὡς περὶ ἑαυτοῦ ἐστι λέγων ὁ Υἱὸς, ὅπου γε (τὸ αὐτὸ γὰρ λέγειν οὐκ ὀκνητέον)· καὶ Σαύλου τότε διώκοντος τὴν Ἐκκλησίαν, ἐν ᾗ τύπος ἦν αὐτοῦ καὶ εἰκὼν, ὡς αὐτὸς διωκόμενος ἔλεγε· Σαῦλε, τί
25με διώκεις; Οὐκοῦν ὥσπερ εἴρηται, εἰ ἔλεγεν αὐτὸς ὁ τύπος τῆς σοφίας ὁ ὢν ἐν τοῖς ἔργοις τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα, οὐκ ἄν τις ἐξενίσθη· οὕτως ἐὰν καὶ αὐτὴ ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, ὁ μονο‐ γενὴς τοῦ Θεοῦ Λόγος, λέγῃ τὰ τῆς εἰκόνος ἑαυ‐
30τοῦ ὡς περὶ ἑαυτοῦ τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα, μηδεὶς, ἀφεὶς τὴν ἐν κόσμῳ καὶ τοῖς ἔργοις ἐγκτι‐ σθεῖσαν, νομιζέτω περὶ τῆς οὐσίας τῆς Αὐτοσοφίας εἰρῆσθαι τὸ, ἔκτισεν, ἵνα μὴ, τὸν οἶνον ὕδατι μίσ‐ γων, κλέπτειν δοκῇ τὴν ἀλήθειαν. Αὕτη μὲν
35γὰρ κτίζουσα καὶ δημιουργός ἐστιν· ὁ δὲ ταύτης τύπος ἐγκτίζεται τοῖς ἔργοις, ὥσπερ καὶ τῆς εἰκόνος τὸ κατ’ εἰκόνα. Ἀρχὴν δὲ ὁδῶν λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία, ἀρχή τις καὶ ὥσπερ στοιχείωσις τῆς ἐπὶ Θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ
40ἐπιβάς τις τῇ ὁδῷ, καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ Θεοῦ, ὡς εἶπεν ὁ Σολομὼν, Ἀρχὴ σοφίας φό‐ βος Κυρίου, εἶτα ἐπαναβαίνων τῇ διανοίᾳ, καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν Σοφίαν, νοήσει ἐν αὐτῇ καὶ τὸν αὐτῆς Πατέρα, ὡς αὐτὸς ὁ Κύριος εἴρη‐
45κεν· Ὁ ἐμὲ ἑωρακὸς, ἑώρακε τὸν Πατέρα. Καὶ ὡς ὁ316

26

.

317

Ἰωάννης γράφει· Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει. Πρὸ τοῦ αἰῶνος δὲ, φησὶν, ἐθεμελίωσέ με, ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ μένει τὰ ἔργα. Εἶτα ἵνα μή τις, ἀκούων περὶ
5τῆς οὕτως ἐν τοῖς ἔργοις κτισθείσης σοφίας, νομίσῃ τὴν ἀληθινὴν Σοφίαν τὸν τοῦ Θεοῦ Υἱὸν εἶναι τῇ φύ‐ σει κτίσμα, ἀναγκαίως ἐπήγαγε· Πρὸ τοῦ ὄρη, καὶ, πρὸ τοῦ τὴν γῆν, καὶ, πρὸ τῶν ὑδάτων, καὶ, πρὸ πάντων βουνῶν γεννᾷ με· ἵνα ἐν μὲν τῷ λέ‐
10γειν πρὸ πάσης κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε·) δείξῃ, ὅτι μὴ κατ’ οὐσίαν συνεκτί‐ σθη τοῖς ἔργοις. Εἰ γὰρ εἰς τὰ ἔργα ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον, ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν,
15ἀλλ’, ὡς αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέ‐ ρει ἢ πῶς διέστηκε τὴν φύσιν κτίσμα γεννήμα‐ τος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.
19Ἐπειδὴ δὲ ἐπάγει λέγουσα, ἡνίκα ἡτοίμαζε
20τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, εἰδέναι χρὴ, ὅτι οὐχ ὡς μὴ δι’ αὐτῆς ἑτοιμάζοντος τὸν οὐρανὸν τοῦ Πατρὸς, ἢ τὰ ἄνω νέφη, ταῦτά φησιν· οὐ γὰρ ἀμφίβολον, ὅτι πάντα ἐν Σοφίᾳ ἐκτίσθη, καὶ χωρὶς αὐτῆς ἐγένετο οὐδὲ ἕν· ἀλλὰ τοῦτό ἐστιν ὃ λέ‐
25γει· Πάντα μὲν ἐν ἐμοὶ καὶ δι’ ἐμοῦ γέγονε· χρείας δὲ οὔσης ἐγκτίζεσθαι σοφίαν τοῖς ἔργοις, τὴν μὲν οὐσίαν ἤμην σὺν τῷ Πατρὶ, τῇ δὲ πρὸς τὰ γε‐ νητὰ συγκαταβάσει, ἤμην ἁρμόζουσα τὸν παρ’ ἐμοὶ τύπον τοῖς ἔργοις, ὥστε καὶ ὡς ἑνὶ σώματι
30πάντα τὸν κόσμον μὴ στασιάζειν, ἀλλ’ ὁμονοεῖν πρὸς ἑαυτόν. Ὅσοι μὲν οὖν ὀρθῇ τῇ διανοίᾳ κατὰ τὴν ἑαυ‐ τοῖς δοθεῖσαν σοφίαν θεωροὶ τῶν κτισμάτων γί‐ νονται, δύνανται λέγειν καὶ αὐτοί· Τῇ διατάξει σου διαμένει τὰ πάντα· οἱ δὲ τούτου κατολιγωρήσαντες
35ἀκούσονται· Φάσκοντες εἶναι σοφοὶ, ἐμωράν‐ θησαν· τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιή‐ μασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύνα‐
40μις καὶ θεότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν,
ἀλλ’ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα318

26

.

320

τὰ πάντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶ‐ νας, ἀμήν. Καὶ ἐντραπήσονταί γε ἀκούοντες· Ἐπει‐ δὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, κατὰ τὸν προειρη‐ μένον τρόπον, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας
5τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Οὐκ‐ έτι γὰρ, ὡς ἐν τοῖς προτέροις χρόνοις, δι’ εἰκόνος καὶ σκιᾶς τῆς σοφίας, τῆς ἐν τοῖς κτίσμασιν οὔσης, ἠθέλησε γινώσκεσθαι ὁ Θεός· ἀλλ’ αὐτὴν τὴν ἀληθι‐
10νὴν Σοφίαν ἐποίησε σάρκα λαβεῖν, καὶ γενέσθαι ἄν‐ θρωπον, θάνατόν τε ὑπομεῖναι σταυροῦ, ἵνα διὰ τῆς ἐν τούτῳ πίστεως πάντες λοιπὸν οἱ πιστεύοντες σώ‐ ζεσθαι δύνωνται. Ἡ αὐτὴ μέντοι Σοφία τοῦ Θεοῦ ἐστιν, ἥτις πρότερον μὲν διὰ τῆς ἐν τοῖς κτίσμασιν
15εἰκόνος ἑαυτῆς, δι’ ἣν καὶ λέγεται κτίζεσθαι, ἐφανέρου ἑαυτὴν, καὶ δι’ ἑαυτῆς τὸν ἑαυτῆς Πατέρα· ὕστερον δὲ αὐτὴ, οὖσα Λόγος, γέγονε σὰρξ, ὡς εἶ‐ πεν ὁ Ἰωάννης, καὶ μετὰ τὸ καταργῆσαι τὸν θάνα‐ τον καὶ σῶσαι τὸ γένος ἡμῶν ἔτι καὶ πλέον ἀπεκάλυ‐
20ψεν ἑαυτόν τε καὶ δι’ ἑαυτοῦ τὸν ἑαυτοῦ Πατέρα, λέ‐ γων· Δὸς αὐτοῖς, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐπληρώθη γοῦν πᾶσα ἡ γῆ τῆς γνώσεως αὐ‐ τοῦ· μία γὰρ γνῶσις Πατρὸς δι’ Υἱοῦ ἐστι, καὶ Υἱοῦ παρὰ Πατρὸς, καὶ χαίρει τούτῳ ὁ Πατήρ· καὶ τῇ χα‐
25ρᾷ ταύτῃ εὐφραίνεται ἐν τῷ Πατρὶ ὁ Υἱὸς, λέγων· Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ’ ἡμέραν δὲ ηὐ‐ φραινόμην ἐν προσώπῳ αὐτοῦ. Ταῦτα δὲ δείκνυσι πάλιν μὴ εἶναι τὸν Υἱὸν ἀλλότριον, ἀλλ’ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας. Ἰδοὺ γὰρ οὐ δι’ ἡμᾶς, ὡς οἱ
30ἀσεβεῖς λέγουσι, γέγονεν, οὐδὲ ὅλως ἐξ οὐκ ὄντων ἐστίν· οὐδὲ γὰρ ἔξωθεν ἑαυτῷ ὁ Θεὸς περιεποιήσατο χαρᾶς ποιητικόν· ἀλλ’ ἰδίου καὶ ὁμοίου γνώρισμά ἐστι τὸ λεγόμενον. Πότε οὖν ἦν ὅτε οὐκ ἔχαιρεν ὁ Πατήρ; Εἰ δὲ ἀεὶ ἔχαιρεν, ἀεὶ ἦν ἐν ᾧ ἔχαιρεν.
35Ἐν τίνι δὲ ὁ Πατὴρ χαίρει, ἢ βλέπων ἑαυτὸν ἐν τῇ ἰδίᾳ εἰκόνι, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ; Εἰ δὲ καὶ ἐν υἱοῖς ἀνθρώπων ηὐφραίνετο τὴν οἰκουμένην συντε‐ λέσας, ὡς ἐν αὐταῖς ταῖς Παροιμίαις γέγραπται, ἀλλὰ καὶ τοῦτο τὴν αὐτὴν ἔχει διάνοιαν. Ηὐφραί‐
40νετο γὰρ καὶ οὕτως, οὐκ ἐπιγενομένης αὐτῷ χαρᾶς, ἀλλὰ πάλιν βλέπων κατὰ τὴν ἑαυτοῦ εἰκόνα γενόμενα τὰ ἔργα· ὥστε καὶ τὸ οὕτω χαίρειν τὸν Θεὸν τῆς εἰκόνος αὐτοῦ τὴν πρόφασιν εἶναι. Πῶς δὲ καὶ ὁ Υἱὸς εὐφραίνεται, ἢ βλέπων ἑαυτὸν ἐν τῷ
45Πατρί; Ἴσον γάρ ἐστι καὶ τοῦτο τῷ λέγειν· Ὁ ἐμὲ
ἑωρακὼς, ἑώρακε τὸν Πατέρα, καὶ, Ἐγὼ ἐν τῷ320

26

.

321

Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Κενὸν ὑμῶν ἄρα τὸ καύχημα πανταχόθεν δέδεικται, ὦ χριστομάχοι, καὶ μάτην ἐνεπομπεύσατε καὶ τεθρυλήκατε παντα‐ χοῦ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, παρ‐
5εξηγούμενοι τὴν διάνοιαν αὐτοῦ καὶ μᾶλλον τὴν ἑαυτῶν ἐπίνοιαν, ἢ τὸν νοῦν τοῦ Σολομῶνος ἀπαγγέλλοντες. Ἰδοὺ γὰρ τὸ μὲν ὑμῶν φρόνημα δέδεικται μόνον φαντασία· τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καὶ πάντα τὰ προειρημένα δείκνυσι μὴ εἶναι
10τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα τὸν Υἱὸν, ἀλλ’ ἴδιον γέννημα τοῦ Πατρὸς, σοφίαν καὶ Λόγον ἀληθι‐ νὸν, δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ‐ νετο οὐδὲ ἕν.
14tΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ
15tΛΟΓΟΣ ΤΡΙΤΟΣ.
17 Οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτοὺς ἑλκῦσαι τὸ γεγραμμένον·
20Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· οὔτε γὰρ ἐλεγχόμενοι παύονται, οὔτε ἀποροῦντες ἐντρέπονται· ἀλλ’ ὡς πόρνης ὄψις, ἀπηναισχύν‐ θησαν πρὸς πάντας ἐν ταῖς ἀσεβείαις. Καὶ γὰρ ὧν προεφασίζοντο ῥητῶν, τοῦ, Κύριος ἔκτισέ με, καὶ
25τοῦ, Κρείττων γενόμενος τῶν ἀγγέλων, καὶ τοῦ, Πρωτότοκος, καὶ τοῦ, Πιστὸν ὄντα τῷ ποιή‐ σαντι αὐτὸν, ὀρθὴν ἐχόντων τὴν διάνοιαν, καὶ δει‐ κνύντων τὴν εἰς Χριστὸν εὐσέβειαν, οὐκ οἶδ’ ὅπως πάλιν αὐτοὶ ὡς περιχυθέντες τὸν τοῦ ὄφεως ἰὸν,
30καὶ μὴ βλέποντες ἃ δεῖ βλέπειν, μηδὲ νοοῦντες ἃ ἀναγινώσκουσιν, ὥσπερ ἐκ βάθους τῆς ἀσεβοῦς αὐ‐ τῶν καρδίας ἐρευγόμενοι, ἤρξαντο λοιπὸν καὶ διασύρειν τὸ ὑπὸ τοῦ Κυρίου λεγόμενον, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· λέγοντες· Πῶς δύναται
35οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; Ἢ πῶς ὅλως δύναται ὁ Πατὴρ, μείζων ὢν, ἐν τῷ Υἱῷ ἐλάτ‐
τονι ὄντι χωρεῖν; Ἢ τί θαυμαστὸν, εἰ ὁ Υἱὸς ἐν322

26

.

324

τῷ Πατρὶ, ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν; Πά‐ σχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακονοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεὸν, καὶ μὴ νοοῦντες μήτε τί
5ἐστιν ἀληθινὸς Πατὴρ, καὶ ἀληθινὸς Υἱὸς, μήτε τί ἐστι φῶς ἀόρατον, καὶ ἀΐδιον, καὶ ἀπαύγασμα αὐτοῦ ἀόρατον, μήτε τί ἐστιν ἀόρατος ὑπόστα‐ σις, καὶ χαρακτὴρ ἀσώματος, καὶ εἰκὼν ἀσώματος. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν τὸν Κύριον τῆς δόξης μετὰ
10γέλωτος ἐδυσφήμουν, οὔτε τὰ ἀσώματα σωματι‐ κῶς ἐκλαμβάνοντες, τὰ καλῶς λεγόμενα παρεξη‐ γοῦντο. Ἤρκει μὲν οὖν καὶ μόνον ἀκούοντας ταῦτα, λέγοντος τοῦ Κυρίου, πιστεύειν· ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις βελτίων ἐστὶ τῆς ἐκ περιεργίας
15πιθανολογίας· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχεί‐ ρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν δὲ τῆς ἀληθείας διάνοιαν δεῖξαι ἕνεκά γε τῆς τῶν πιστῶν ἀσφαλείας. Οὐ γὰρ, ὡς ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι εἰς
20ἀλλήλους εἰσὶν, ἐν τῷ λέγεσθαι, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι· ὥστε τὸν μὲν Υἱὸν πλη‐ ροῦν τὸ κενὸν τοῦ Πατρὸς, τὸν δὲ Πατέρα πληροῦν τὸ κενὸν τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι
25πλήρη καὶ τέλειον· σωμάτων μὲν ἴδιον τοῦτό γε· διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας· πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ Πατὴρ, καὶ πλήρωμα θεότητός ἐστιν ὁ Υἱός. Οὐδ’ αὖ πάλιν, ὥσπερ ἐν τοῖς ἁγίοις γινόμενος ὁ Θεὸς, ἐνδυναμοῖ αὐτοὺς, οὕ‐
30τως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πα‐ τρὸς δύναμις καὶ σοφία· καὶ τὰ μὲν γενητὰ μετοχῇ τούτου ἐν Πνεύματι ἁγιάζεται· αὐτὸς δὲ ὁ Υἱὸς οὐ μετουσίᾳ υἱός ἐστιν, ἀλλὰ γέννημα τοῦ Πατρὸς ἴδιόν ἐστιν. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν τῷ Πατρὶ,
35ὡς τὸ, Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· αὐτὸς γὰρ ὡς ἐκ πηγῆς τοῦ Πατρός ἐστιν ἡ ζωὴ, ἐν ᾗ τὰ πάντα ζωογονεῖταί τε καὶ συνέστηκεν· οὐ γὰρ ἡ ζωὴ ἐν ζωῇ ζῇ· ἐπεὶ οὐκ ἂν εἴη ζωή· ἀλλ’ αὐτὸς μᾶλλον ζωογονεῖ τὰ πάντα.
41 Ἴδωμεν δὲ καὶ τὰ τοῦ συνηγόρου τῆς αἱρέσεως Ἀστερίου τοῦ σοφιστοῦ· γέγραφε γὰρ καὶ αὐτὸς, εἰς τοῦτο ζηλώσας τοὺς Ἰουδαίους, ταῦτα· «Εὔδηλον
γὰρ, ὅτι διὰ τοῦτο εἴρηκεν ἑαυτὸν μὲν ἐν τῷ324

26

.

325

Πατρὶ, ἐν ἑαυτῷ δὲ πάλιν τὸν Πατέρα, ἐπεὶ μήτε τὸν λόγον, ὃν διεξήρχετο, ἑαυτοῦ φησιν εἶναι, ἀλλὰ τοῦ Πατρὸς, μήτε οἰκεῖα τὰ ἔργα, ἀλλὰ τοῦ Πατρὸς δεδωκότος τὴν δύναμιν.» Τοῦτο δὲ εἰ καὶ παιδάριον
5ἦν ἁπλῶς εἰρηκὸς, συγγνώμην εἶχεν ἐκ τῆς ἡλικίας· ἐπειδὴ δὲ ὁ καλούμενος σοφιστὴς, καὶ πάντα γινώσκειν ἐπαγγελλόμενος, ἔστιν ὁ γράψας, πόσης ἄξιος καταγνώσεως ὁ τοιοῦτος; Πῶς δὲ καὶ οὐκ ἀλ‐ λότριον ἑαυτὸν τοῦ Ἀποστόλου δείκνυσιν, ἐπαιρόμε‐
10νος ἐν πειθοῖς σοφίας λόγοις καὶ νομίζων ἐν τούτοις ἐξαπατᾷν δύνασθαι, μὴ νοῶν αὐτὸς ἃ λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται. Ἃ γὰρ ὁ Υἱὸς ἴδια καὶ ἁρμόζοντα μόνῳ Υἱῷ, Λόγῳ καὶ Σοφίᾳ ὄντι, καὶ εἰκόνι τῆς τοῦ Πατρὸς οὐσίας εἴρηκε, ταῦτα οὗ‐
15τος εἰς πάντα τὰ κτίσματα καταφέρει, καὶ κοινὰ τῷ τε Υἱῷ καὶ τούτοις ταῦτα ποιεῖ· τὴν δὲ δύναμιν τοῦ Πατρὸς λέγει λαμβάνειν δύναμιν ὁ παράνομος, ἵνα ἀκολουθήσῃ τῇ δυσσεβείᾳ αὐτοῦ εἰπεῖν ὅτι καὶ ὁ Υἱὸς ἐν Υἱῷ υἱοποιήθη, καὶ ὁ Λόγος ἔλαβε Λό‐
20γου ἐξουσίαν· καὶ οὐκ ἔτι μὲν αὐτὸν, ὡς Υἱὸν, θέλει εἰρηκέναι ταῦτα, ὡς δὲ μαθόντα καὶ αὐτὸν ὁμοίως συντάσσει πᾶσι τοῖς ποιήμασιν. Εἰ γὰρ διὰ τὸ μὴ εἶναι τὰ ῥήματα τοῦ Υἱοῦ, ἃ διεξήρχετο, ἀλλ’ ὅτι τοῦ Πατρὸς ἦν, καὶ τὰ ἔργα, ἔλεγεν· Ἐγὼ ἐν
25τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ὁ μὲν Δαβὶδ λέγει· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὁ δὲ Σολομών· Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ· καὶ ὁ μὲν Μωσῆς τοὺς παρὰ τοῦ Θεοῦ διηκόνει λόγους, ἕκαστος δὲ τῶν προφητῶν οὐ τὰ
30ἴδια, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ ἔλεγε, Τάδε λέγει Κύριος· καὶ τὰ ἔργα, ἃ ἐποίουν οἱ ἅγιοι, οὐκ ἴδια, ἀλλὰ τοῦ δεδωκότος τὴν δύναμιν Θεοῦ ἔλεγον εἶναι· ὡς ὁ μὲν Ἠλίας καὶ Ἐλισσαῖος ἐπικαλούμενοι τὸν Θεὸν, ἵνα τοὺς νεκροὺς αὐτὸς ἐγείρῃ· ὅτε καὶ τῷ
35Ναιεμὰν λέγει ὁ Ἐλισσαῖος, καθαρίσας αὐτὸν ἀπὸ τῆς λέπρας· Ἵνα γνῷς, ὅτι ἐστὶ Θεὸς ἐν Ἰσραήλ· ὁ δὲ Σαμουὴλ καὶ αὐτὸς ἐν ἡμέραις θερισμοῦ ηὔχετο τὸν Θεὸν δοῦναι ὑετόν· οἵ τε ἀπόστολοι ἔλεγον, οὐκ ἰδίᾳ δυνάμει ποιεῖν τὰ σημεῖα, ἀλλὰ τῇ τοῦ Κυρίου
40χάριτι· δῆλον, ὅτι κατ’ αὐτὸν κοινὴ ἂν εἴη πάντων καὶ ἡ τοιαύτη φωνὴ, ὥστε καὶ ἕκαστον λέγειν δύνα‐ σθαι· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·
καὶ λοιπὸν μηκέτι ἕνα εἶναι τοῦτον Υἱὸν Θεοῦ καὶ326

26

.

328

Λόγον καὶ Σοφίαν, ἀλλ’ ἐκ πολλῶν ἕνα καὶ τοῦ‐ τον τυγχάνειν.
4Ἀλλ’ εἴπερ ἦν οὕτως ὁ Κύριος εἰρηκὼς,
5ἔδει μὴ εἰπεῖν αὐτόν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· ἀλλὰ μᾶλλον· Κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ καὶ ἐν ἐμοί ἐστιν, ἵνα μηδὲ ἴδιον καὶ ἐξαίρετον ἔχῃ πρὸς τὸν Πατέρα ὡς Υἱὸς, κοινὴν δὲ μετὰ πάντων ἔχῃ τὴν αὐτὴν χάριν. Ἀλλ’
10οὐκ ἔστιν, ὡς νομίζουσιν ἐκεῖνοι· μὴ φρονοῦντες γὰρ Υἱὸν εἶναι γνήσιον ἐκ Πατρὸς, καταψεύδονται τοῦ γνησίου, ᾧ μόνῳ ἁρμόζει λέγειν· Ἐγὼ ἐν τῷ Πα‐ τρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἔστι γὰρ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὥς γε νοεῖν ἔξεστιν, ἐπειδὴ σύμπαν τὸ εἶναι
15τοῦ Υἱοῦ, τοῦτο τῆς τοῦ Πατρὸς οὐσίας ἴδιόν ἐστιν, ὡς ἐκ φωτὸς ἀπαύγασμα, καὶ ἐκ πηγῆς ποτα‐ μὸς, ὥστε τὸν ὁρῶντα τὸν Υἱὸν ὁρᾷν τὸ τοῦ Πατρὸς ἴδιον, καὶ νοεῖν, ὅτι τοῦ Υἱοῦ τὸ εἶναι, ἐκ τοῦ Πα‐ τρὸς ὂν, οὕτως ἐν τῷ Πατρί ἐστιν. Ἔστι δὲ καὶ
20ὁ Πατὴρ ἐν τῷ Υἱῷ, ἐπειδὴ τὸ ἐκ τοῦ Πατρὸς ἴδιον, τοῦτο ὁ Υἱὸς τυγχάνει ὢν, ὡς ἐν τῷ ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ πηγή· οὕτω γὰρ ὁ θεωρῶν τὸν Υἱὸν, θεωρεῖ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἴδιον, καὶ νοεῖ, ὅτι ὁ Πατὴρ ἐν
25τῷ Υἱῷ ἐστι. Τοῦ γὰρ εἴδους καὶ τῆς θεότητος τοῦ Πατρὸς οὔσης τὸ εἶναι τοῦ Υἱοῦ ἀκολούθως ὁ Υἱὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Διὰ τοῦτο γὰρ καὶ εἰκότως εἰρηκὼς πρότερον· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν, ἐπήγαγε τό· Ἐγὼ ἐν τῷ Πα‐
30τρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· ἵνα τὴν μὲν ταὐτότητα τῆς θεότητος, τὴν δὲ ἑνότητα τῆς οὐσίας δείξῃ. Ἓν γάρ εἰσιν, οὐχ ὡς ἑνὸς πάλιν εἰς δύο μέρη διαιρεθέντος, καὶ μηδὲν ὄντων πλὴν ἑνός· οὐδὲ ὡς τοῦ ἑνὸς δὶς ὀνομαζομένου, ὥστε τὸν αὐτὸν ἄλ‐
35λοτε μὲν Πατέρα, ἄλλοτε δὲ Υἱὸν ἑαυτοῦ γίνεσθαι· τοῦτο γὰρ Σαβέλλιος φρονήσας, αἱρετικὸς ἐκρίθη. Ἀλλὰ δύο μέν εἰσιν, ὅτι ὁ Πατὴρ Πατήρ ἐστι, καὶ οὐχ ὁ αὐτὸς Υἱός ἐστι· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ οὐχ ὁ αὐτὸς Πατήρ ἐστι. Μία δὲ ἡ φύσις· οὐ γὰρ ἀν‐
40όμοιον τὸ γέννημα τοῦ γεννήσαντος· εἰκὼν γάρ ἐστιν αὐτοῦ, καὶ πάντα τὰ Πατρὸς τοῦ Υἱοῦ ἐστι. Διὸ οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός· οὐ γὰρ ἔξωθεν ἐπενοήθη· ἐπεὶ πάντως καὶ πολλοὶ, ξένης παρὰ τὴν τοῦ Πατρὸς ἐπινοουμένης θεότητος· εἰ γὰρ καὶ ἕτερόν ἐστιν ὡς
45γέννημα ὁ Υἱὸς, ἀλλὰ ταὐτόν ἐστιν ὡς Θεός· καὶ ἕν328

26

.

329

εἰσιν αὐτὸς καὶ ὁ Πατὴρ τῇ ἰδιότητι καὶ οἰκειότητι τῆς φύσεως, καὶ τῇ ταὐτότητι τῆς μιᾶς θεότητος, ὥσπερ εἴρηται. Καὶ γὰρ καὶ τὸ ἀπαύγασμα φῶς ἐστιν, οὐ δεύτερον τοῦ ἡλίου, οὐδὲ ἕτερον φῶς, οὐδὲ
5κατὰ μετουσίαν αὐτοῦ, ἀλλ’ ὅλον ἴδιον αὐτοῦ γέννη‐ μα. Τὸ δὲ τοιοῦτον γέννημα ἐξ ἀνάγκης ἕν ἐστι φῶς· καὶ οὐκ ἄν τις εἴποι δύο φῶτα εἶναι ταῦτα, ἀλλὰ δύο μὲν ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ ἐξ ἡλίου φῶς ἐν τῷ ἀπαυγάσματι φωτίζον τὰ πανταχοῦ. Οὕτω
10καὶ ἡ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστιν· ὅθεν καὶ ἀδιαίρετός ἐστι· καὶ οὕτως εἷς Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Οὕτω γοῦν ἓν αὐτῶν ὄντων, καὶ μιᾶς αὐτῆς οὔσης τῆς θεότητος, τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα λέγεται καὶ περὶ τοῦ Πατρὸς,
15χωρὶς τοῦ λέγεσθαι Πατήρ· οἷον τὸ Θεός· Καὶ Θεὸς ἦν ὁ Λόγος· τὸ Παντοκράτωρ· Τάδε λέγει ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος ὁ Παντοκρά‐ τωρ· τὸ Κύριος· Εἷς Κύριος Ἰησοῦς Χριστός· τὸ εἶναι φῶς· Ἐγώ εἰμι τὸ φῶς· τὸ ἐξαλείφειν ἁμαρ‐
20τίας· Ἵνα δὲ, φησὶν, εἰδῆτε, ὅτι ἔχει ἐξουσίαν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρ‐ τίας· καὶ ὅσα ἄλλα ἂν εὕροις. Πάντα γὰρ, φη‐ σὶν αὐτὸς ὁ Υἱὸς, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ πάλιν, Τὰ ἐμὰ σά ἐστιν.
26 Ὁ δὲ ἀκούων τὰ τοῦ Πατρὸς λεγόμενα ἐφ’ Υἱοῦ ὄψεται καὶ οὕτω τὸν Πατέρα ἐν τῷ Υἱῷ· θεωρήσει δὲ καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ, ὅταν τὰ λεγόμενα ἐφ’ Υἱοῦ ταῦτα λέγηται καὶ ἐπὶ Πατρός. Διὰ τί δὲ τὰ τοῦ
30Πατρὸς ἐφ’ Υἱοῦ λέγεται, ἢ ὅτι ἐξ αὐτοῦ γέννημά ἐστιν ὁ Υἱός; Διὰ τί δὲ καὶ τὰ τοῦ Υἱοῦ ἴδιά ἐστι τοῦ Πατρὸς, ἢ ὅτι πάλιν τῆς οὐσίας αὐτοῦ ἴδιόν ἐστι γέννημα ὁ Υἱός; Τῆς δὲ οὐσίας τοῦ Πατρὸς ἴδιον ὢν γέννημα ὁ Υἱὸς, εἰκότως καὶ τὰ τοῦ Πατρὸς λέγει ἑαυ‐
35τοῦ εἶναι· ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ μὲν λέ‐ γειν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐπήγαγεν· Ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· τούτῳ δὲ πάλιν προσείρηκεν· Ὁ ἑωρακὼς ἐμὲ
ἑώρακε τὸν Πατέρα· καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς νοῦς330

26

.

332

ἐν τοῖς τρισὶ τούτοις ῥητοῖς. Ὁ γὰρ οὕτως ἐγνωκὼς, ὅτι ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστι, καὶ αὐτὴ ἐν τῷ
5Υἱῷ ἐστι· καὶ ὁ τοῦτο δὲ καταλαβὼν πέπεισται, ὅτι ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα· ἐν γὰρ τῷ Υἱῷ ἡ τοῦ Πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοεῖν δυνήσεται. Ἐν γὰρ τῇ
10εἰκόνι τὸ εἶδος καὶ ἡ μορφὴ τοῦ βασιλέως ἐστὶ, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπα‐ ράλλακτος γάρ ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τῇ εἰκόνι ὁρᾷν ἐν αὐτῇ τὸν βασιλέα, καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα
15ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλάττειν τὴν ὁμοιότητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα εἴποι ἂν ἡ εἰκών· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοί· καὶ ὃ ὁρᾷς ἐν ἐμοὶ,
20τοῦτο ἐν ἐκείνῳ βλέπεις· καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί. Ὁ γοῦν προσκυνῶν τὴν εἰ‐ κόνα, ἐν αὐτῇ προσκυνεῖ καὶ τὸν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών. Ἐπεὶ τοίνυν καὶ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς, ἐξ ἀνάγκης
25ἐστὶ νοεῖν, ὅτι ἡ θεότης καὶ ἡ ἰδιότης τοῦ Πατρὸς τὸ εἶναι τοῦ Υἱοῦ ἐστι. Καὶ τοῦτό ἐστιν, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ, Ὁ Πατὴρ ἐν ἐμοί. Οὐκ ἐκ μέρους δὲ ἡ τῆς θεότητος μορφὴ, ἀλλὰ τὸ πλήρωμα τῆς τοῦ Πατρὸς θεότητός ἐστι τὸ εἶναι
30τοῦ Υἱοῦ, καὶ ὅλος Θεός ἐστιν ὁ Υἱός. Διὰ τοῦτο καὶ ἴσα Θεῷ ὢν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ πάλιν ἐπειδὴ τοῦ Υἱοῦ ἡ θεότης καὶ τὸ εἶδος οὐδενὸς ἄλλου, ἢ τοῦ Πατρός ἐστι, τοῦτό ἐστιν, ὅπερ εἶπε τὸ, Ἐγὼ ἐν τῷ Πατρί· Οὕτω Θεὸς
35ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων· τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶν ὁ Υἱὸς, ἐν ᾧ ἡ κτίσις πρὸς τὸν Θεὸν κατηλλάσσετο. Οὕτως ἃ εἰργά‐ ζετο ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα· τὸ γὰρ εἶδος τῆς τοῦ Πατρὸς θεότητός ἐστιν ὁ Υἱὸς, ἥτις εἰργάζετο
40τὰ ἔργα· οὕτω δὲ ὁ βλέπων τὸν Υἱὸν ὁρᾷ τὸν Πα‐ τέρα· ἐν γὰρ τῇ πατρῴᾳ θεότητί ἐστι καὶ θεωρεῖται ὁ Υἱός· καὶ τὸ ἐν αὐτῷ πατρικὸν εἶδος δείκνυσιν ἐν αὐτῷ τὸν Πατέρα· καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Καὶ ἡ ἐκ τοῦ Πατρὸς δὲ ἐν Υἱῷ ἰδιότης καὶ
45θεότης δείκνυσι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸ ἀεὶ332

26

.

333

ἀδιαίρετον αὐτοῦ· καὶ ὁ ἀκούων δὲ καὶ βλέπων τὰ λεγόμενα περὶ τοῦ Πατρὸς, ταῦτα λεγόμενα περὶ τοῦ Υἱοῦ, οὐ κατὰ χάριν ἢ μετοχὴν ἐπιγενόμενα τῇ οὐσίᾳ αὐτοῦ, ἀλλ’ ὅτι αὐτὸ τὸ εἶναι τοῦ Υἱοῦ ἴδιον
5τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον, καθὰ προεῖπον, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἔστι γὰρ ὁ Υἱὸς, οἷος ὁ Πατὴρ, τῷ πάντα τὰ τοῦ Πα‐ τρὸς ἔχειν· διὸ καὶ μετὰ τοῦ Πατρὸς σημαίνεται.
10Πατέρα γὰρ οὐκ ἄν τις εἴποι, μὴ ὑπάρχοντος Υἱοῦ. Ὁ μέντοι ποιητὴν λέγων τὸν Θεὸν, οὐ πάντως καὶ τὰ γενόμενα δηλοῖ· ἔστι γὰρ καὶ πρὸ τῶν ποιημά‐ των ποιητής· ὁ δὲ Πατέρα λέγων εὐθὺς μετὰ τοῦ Πα‐ τρὸς σημαίνει καὶ τὴν τοῦ Υἱοῦ ὕπαρξιν. Διὰ
15τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν Υἱὸν εἰς τὸν Πατέρα πι‐ στεύει· εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας πι‐ στεύει· καὶ οὕτω μία ἐστὶν ἡ πίστις εἰς ἕνα Θεόν· καὶ ὁ προσκυνῶν δὲ καὶ τιμῶν τὸν Υἱὸν ἐν Υἱῷ προσκυνεῖ καὶ τιμᾷ τὸν Πατέρα. Μία γάρ ἐστιν ἡ θεό‐
20της· καὶ διὰ τοῦτο μία τιμὴ καὶ μία ἐστὶ προσκύνησις ἡ ἐν Υἱῷ καὶ δι’ αὐτοῦ γινομένη τῷ Πατρί· καὶ ὁ οὕτω προσκυνῶν ἕνα Θεὸν προσκυνεῖ· εἷς γὰρ Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Ὅτε γοῦν μό‐ νος λέγεται ὁ Πατὴρ Θεός· καὶ ὅτι εἷς Θεός ἐστι, καὶ
25τὸ, Ἐγώ εἰμι, καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καλῶς λέγεται· εἷς γὰρ Θεὸς καὶ μόνος καὶ πρῶτός ἐστιν. Οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ Υἱοῦ λέγεται. Μὴ γένοιτο ἔστι γὰρ καὶ αὐτὸς ἐν τῷ ἑνὶ, καὶ πρώτῳ, καὶ μόνῳ,
30ὡς τοῦ ἑνὸς καὶ μόνου καὶ πρώτου καὶ μόνος Λόγος, καὶ σοφία, καὶ ἀπαύγασμα ὤν. Ἔστι δὲ καὶ πρῶτος καὶ αὐτὸς, πλήρωμα τῆς τοῦ πρώτου καὶ μόνου θεό‐ τητος, ὅλος καὶ πλήρης ὢν Θεός. Οὐκοῦν οὐ δι’ αὐτὸν εἴρηται, ἀλλ’ εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι ἕτερον, οἷός
35ἐστιν ὁ Πατὴρ, καὶ ὁ τούτου Λόγος· καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσ‐ φημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγον‐
40τες· Ἰδοὺ εἷς, καὶ μόνος, καὶ πρῶτος λέγεται ὁ Θεὸς, πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι Θεόν; Εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, Ἐγὼ μόνος, οὐδὲ ὅτι εἷς
ἐστιν ὁ Θεός· ἀναγκαῖον τὸν νοῦν καὶ τούτων334

26

.

336

τῶν ῥητῶν, ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων, ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ Δαβὶδ
5ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ ὁ Πατὴρ βλέπει τὸν Υἱόν· πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει μᾶλλον τὸν Πατέρα,
10ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα, καθάπερ εἴρηται· ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξα‐ σε, λέγων μὲν τῷ προσερχομένῳ· Τί με λέγεις ἀγα‐ θόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ἀποκρινό‐
15μενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ ἐν τῷ νόμῳ μείζων, ὅτι, Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ τοῖς μὲν ὄχλοις λέγων· Ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαν‐
20τός με Πατρός· τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι, Ὁ Πατήρ μου μείζων μού ἐστι· καὶ, Ὁ ἐμὲ τιμῶν τιμᾷ τὸν πέμψαντά με. Καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύ‐ την τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν;
25Ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν χριστομάχων, ὡς νομίζειν ὅτι, τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν, τὰ τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο! Οὐ γὰρ διὰ τὸν Υἱὸν
30ταῦτα γέγραπται, ἀλλ’ εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον. Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγα‐
35θὸς ὢν καὶ κηδόμενος τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν· Ἐγὼ Θεὸς μόνος· καὶ, Ἐγώ εἰμι· καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ ὅσα τοιαῦτά ἐστι ῥητά· ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν.
40Καὶ ὥσπερ ἂν εἴ τις ἡμέρας οὔσης καὶ ἡλίου φαίνον‐ τος ζωγραφοίη ξύλον ἁπλῶς, οὐδὲ κἂν φαντασίαν
ἔχον φωτὸς, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι336

26

.

337

τοῦ φωτός· ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι· Ἐγὼ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλὴν ἐμοῦ· οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύ‐ γασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην
5διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕτως ἐστὶ καὶ τὸ, Ἐγώ εἰμι, καὶ, Ἐγὼ μόνος Θεὸς, καὶ, Οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους, καὶ μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν Θεόν. Ἀμέλει
10ταῦτα λέγων ὁ Θεὸς διὰ τοῦ Λόγου ἑαυτοῦ ἔλεγεν· εἰ μὴ ἄρα καὶ τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ Λόγου ταῦτα λελάληκεν· ἀλλ’ οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί. Ἐγένετο γὰρ Λόγος Κυρίου πρὸς τὸν προφήτην, καὶ ταῦτα ἠκούετο. Εἰ
15δὲ αὐτοῦ ἦν ὁ Λόγος, καὶ δι’ αὐτοῦ ταῦτ’ ἐλέγετο· καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ Θεὸς, ὃ μὴ ἐν τῷ Λόγῳ λέγει καὶ ποιεῖ· οὐκ ἄρα δι’ αὐτὸν εἴρηται, ὦ θεομά‐ χοι, ἀλλὰ διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παρ’ αὐτοῦ. Καὶ γὰρ καὶ κατὰ τὴν εἰρημένην εἰκόνα, καὶ ὁ
20ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας, οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλ’ ἐν τῷ ἀπαυγάσματι δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην, καὶ εἶπεν ἂν τοιαῦτα. Οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ, οὐδὲ δι’ αὐτόν ἐστι τὰ τοιαῦτα ῥητὰ, ἀλλ’ εἰς ἀθέτησιν τοῦ
25ψεύδους. Ἐξ ἀρχῆς γοῦν ὁ Θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς, καίτοι ὄντος τοῦ Λόγου σὺν αὐ‐ τῷ, δι’ οὗ τὰ πάντα ἐγένετο· οὐ γὰρ ἦν χρεία, μήπω γενομένων εἰδώλων. Ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς ἀληθείας καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον θεοὺς,
30τότε δὴ καὶ τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναί‐ ρεσιν τῶν μὴ ὄντων θεῶν. Ἐγὼ δ’ ἂν εἴποιμι προσ‐ θεὶς, ὅτι καὶ πρὸς τὴν τῶν χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητὰ, ἵνα γνῶσιν, ὅτι ὃν ἂν ἔξωθεν τῆς οὐσίας τοῦ Πατρὸς ἐπινοήσωσι Θεὸν,
35οὗτος οὐκ ἔστιν ἀληθινὸς, οὐδὲ τοῦ μόνου καὶ πρώ‐ του εἰκὼν καὶ υἱός. Ἐὰν τοίνυν καὶ μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἴρηται, ἀλλ’ εἰς ἀναίρεσιν πάλιν
40τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πα‐ τὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύ‐
ριος εὐθὺς συνῆψε, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν338

26

.

340

Χριστόν. Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν. Ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ; Νῦν δὲ, συν‐ άψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν, ὅτι τῆς φύσεως τοῦ
5Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν, ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης μαθὼν ἐδίδαξε γράφων ἐν τῇ Ἐπιστολῇ· Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰη‐ σοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ
10ζωὴ αἰώνιος. Καὶ τοῦ μὲν προφήτου περὶ τῆς κτίσεως λέγοντος, Ὁ τανύσας τὸν οὐρανὸν μόνος· τοῦ δὲ Θεοῦ, Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα· παντὶ δῆλον γέγονεν, ὅτι ἐν τῷ μόνῳ καὶ ὁ τοῦ μόνου σημαί‐ νεται Λόγος, ἐν ᾧ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ
15ἐγένετο οὐδὲ ἕν. Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, Ἐγὼ μόνος, νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι’ οὗ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, Εἷς Θεὸς, καὶ, Ἐγὼ μόνος, καὶ, Ἐγὼ πρῶτος, ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν
20νοεῖται ὁ Λόγος, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι
25φύσει καὶ ἀληθινὸν γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδο‐ ξαν οἱ ἀνόητοι ῥητὸν, τὸ, Ἐγὼ πρῶτος, εἰς ἀπολο‐ γίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον ἐλέγχει αὐ‐ τῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεός· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Εἰ μὲν οὖν ὡς συναριθμούμενος
30τοῖς μετ’ αὐτὸν λέγεται τούτων πρῶτος, ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔσται καθ’ ὑμᾶς τῶν ποιημά‐ των καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ δὲ εἰς ἀπόδει‐ ξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ τινα,
35ἀλλ’ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς ἀναίρεσιν τῶν παρ’ Ἕλλησι μύθων εἴρηκεν, Ἐγὼ πρῶτος· δῆλον, ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον, οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτί‐ σει, λέγεται πρωτότοκος, ἀλλ’ εἰς ἀπόδειξιν τῆς τῶν
40πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως. Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ πρῶτός ἐστιν, οὕτω καὶ αὐτὸς πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός·
καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται.340

26

.

341

Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἓν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκλησία κηρύσσει, ἀλλ’ ὡς αὐτοὶ θέλου‐
5σι. Φασὶ γάρ· Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμα‐ σιν ἀντίκειται, ἀλλ’ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλίᾳ ἀπο‐
10διδοὺς λόγον· διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι. Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτε‐ ρον ἢ ἀλογώτερον εἴποι; Εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος
15τῷ Πατρί· ὥρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν, υἱούς· λέγεσθαι δὲ καὶ περὶ τούτων,
20ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ἕν εἰσι· καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλ’ ἐν πᾶσίν εἰσιν ὑπή‐ κοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ
25δόξῃ, εἰ μὴ, ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ μείνας, ἀλλὰ παραφρο‐ νήσας ἤκουσε· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; πῶς οὖν, τούτων οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λό‐
30γος καὶ Σοφία ἐστίν; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος εἰκών ἐστι; Καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ ὅμοιοι τῷ Πατρὶ, πλεῖ‐ στοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ
35πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος ἐντολὴν, γενόμενοι οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τηρήσαντες τὸ, Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπη‐
40σεν ἡμᾶς. Μιμηταὶ δὲ γεγόνασι καὶ τοῦ Παύλου πολ‐ λοὶ, ὡς κἀκεῖνος τοῦ Χριστοῦ· καὶ ὅμως οὐδεὶς τού‐
των οὔτε Λόγος, οὔτε Σοφία, οὔτε μονογενὴς Υἱὸς,342

26

.

344

οὔτε εἰκών ἐστιν, οὔτε τις τούτων ἀπετόλμησεν εἰπεῖν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἢ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀλλὰ περὶ μὲν πάντων εἴρηται, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; καὶ, Τίς
5ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ κατ’ εἰκόνα γεγόναμεν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ἐχρηματίσαμεν, ἀλλ’ οὐ δι’ ἑαυτοὺς πά‐ λιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ὁ
10δι’ ἡμᾶς ὕστερον γενόμενος σὰρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν. Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως ἐκείνων φαινομένης, ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπ’ αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέ‐ ρειν· εἰ γὰρ μὴ οὕτω τις λάβοι οὔτε πλέον τι
15τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος ἔσται δογμάτων· καὶ τοῦ Πατρὸς διαφέρει ὅτι ὁ μὲν Πατὴρ πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν. Εἰ τοίνυν κατὰ τὰ δόγ‐
20ματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ὁ μὲν Πατὴρ κατ’ αὐτοὺς ὀνόματι μόνον Πατὴρ ἔσται· ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκὼν, μᾶλλον οὐδὲ ὅλως ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ Πα‐ τρὸς ἔχων φανήσεται. Ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης
25τῷ παρεξηλλαγμένῳ παρὰ τὸν Πατέρα; Καὶ γὰρ καὶ ὁ Παῦλος ὅμοια τῷ Σωτῆρι διδάσκων, οὐκ ἦν κατ’ οὐσίαν ὅμοιος αὐτῷ. Ἐκεῖνοι μὲν οὖν, τοιαῦτα φρονοῦντες, ψεύδονται· ὁ δέ γε Υἱὸς καὶ ὁ Πατὴρ οὕτως εἰσὶν ἓν, καθάπερ εἴρηται· καὶ οὕτως ἐστὶν ὁ
30Υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς, ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα, καὶ ὡς ἔστιν ἰδεῖν τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱὸν, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐργαζόμενος, καὶ ἐρχομένου τοῦ Υἱοῦ πρὸς
35τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ Υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ Πατὴρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ τοῦτο, καθάπερ μικρῷ
40πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ Πατρὸς χάριν344

26

.

345

καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ. Μία γὰρ καὶ ἡ αὐτὴ χάρις
5ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Οὕτω γοῦν πάλιν ἐπευχόμενος Θεσσαλονικεῦσι καὶ λέγων· Αὐ‐ τὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος
10Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς, τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἶπε, κατευθύνοιεν, ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ, κατευθύναι, ἵνα δείξῃ, ὅτι ὁ Πατὴρ δι’ Υἱοῦ
15δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾷν οἱ ἀσεβεῖς δυνά‐ μενοι, οὐ βούλονται. Εἰ γὰρ μὴ ἦν ἑνότης καὶ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φω‐ τὸς, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πατρός·
20ἤρκει τὸν Πατέρα δοῦναι μόνον, οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδο‐ μένοις· νῦν δὲ ἡ τοιαύτη δόσις δείκνυσι τὴν ἑνό‐ τητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων, ἢ
25παρά τινος τῶν ἄλλων κτισμάτων, οὐδ’ ἂν εἴποι τις, Δῴη σοι ὁ Θεὸς καὶ ὁ ἄγγελος, ἀλλὰ παρὰ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. Διὰ γὰρ τοῦ Υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι’ Υἱοῦ ἐνεργεῖ ὁ Πατήρ· οὕτω γὰρ
30καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. Εἰ δὲ ὁ πατρι‐ άρχης Ἰακὼβ, εὐλογῶν τοὺς ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ ἔλεγεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυό‐ μενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι
35τὰ παιδία ταῦτα· οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς Θεῷ· οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν Θεὸν, παρ’ ἀγ‐ γέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις, ἀλλ’ εἰρηκὼς, Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, ἔδειξε μὴ
40τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν Λόγον εἶναι τοῦ Θεοῦ, ὃν τῷ Πατρὶ συνάπτων ηὔχετο, δι’ οὗ καὶ οὓς ἐὰν θέλῃ, ῥύεται ὁ Θεός. Τοῦτον γὰρ καὶ μεγάλης
βουλῆς Ἄγγελον τοῦ Πατρὸς εἰδὼς καλούμενον, οὐκ346

26

.

348

ἄλλον ἢ αὐτὸν εἶναι τὸν εὐλογοῦντα, καὶ ῥυόμε‐ νον ἐκ τῶν κακῶν ἔλεγεν. Οὐ γὰρ αὐτὸς μὲν παρὰ Θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐκγόνους ἤθελε παρ’ ἀγγέλου· ἀλλ’ ὃν αὐτὸς παρεκάλει λέγων, Οὐ μή σε
5ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς (Θεὸς δὲ ἦν οὗτος, ὡς αὐτός φησιν· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον), τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ ηὔχετο. Ἀγγέλου μὲν οὖν ἴδιον τὸ διακο‐ νεῖν τῇ τοῦ Θεοῦ προστάξει· πολλάκις δὲ καὶ προπο‐
10ρεύεται ἐκβάλλειν τὸν Ἀμοῤῥαῖον, καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ· ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν Θεοῦ, οὗ καὶ τὸ ῥύεσθαι ἔστιν, οὓς ἂν αὐτὸς θελήσῃ ῥύεσθαι· διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς
15Κύριος ὁ Θεὸς ὁ ὀφθεὶς εἶπεν αὐτῷ· Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς· καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ Θεὸς ὁ ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν, κελεύσας αὐτῷ μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ· καὶ αὐτὸς δὲ
20οὐκ ἄλλον ἢ τὸν Θεὸν παρεκάλει λέγων· Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν· καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν ἔλεγεν, ὅτι Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κα‐ κοποιῆσαί με.
25 Διὰ τοῦτο καὶ ὁ Δαβὶδ οὐκ ἄλλον ἢ αὐτὸν τὸν Θεὸν παρεκάλει περὶ τοῦ ῥυσθῆναι· Πρὸς σὲ, Κύ‐ ριε, ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα, καὶ ἐπήκου‐ σάς μου· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χει‐ λέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας· τούτῳ καὶ
30τὴν χάριν ἀνατιθεὶς ἐλάλησε καὶ τοὺς λόγους τῆς ᾠδῆς ἐν τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ, ἐν ᾗ ἡμέρᾳ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν· Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέ‐
35ωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ δὲ Παῦλος, πολλοὺς διωγμοὺς ὑπομείνας, οὐκ ἄλλῳ ἢ τῷ Θεῷ ηὐχαρίστει λέγων· Ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκα‐ μεν· καὶ οὐκ ἄλλος δὲ ἢ ὁ Θεὸς ηὐλόγησε τὸν Ἀβραὰμ
40καὶ τὸν Ἰσαάκ· καὶ ὁ Ἰσαὰκ δὲ ἐπευχόμενος τῷ
Ἰακὼβ, ἔλεγεν· Ὁ Θεός μου εὐλογήσαι σε,348

26

.

349

καὶ αὐξήσαι σε καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου. Εἰ δὲ οὐκ ἄλλου τινός ἐστι τὸ εὐλογεῖν καὶ τὸ ῥύεσθαι, ἢ τοῦ Θεοῦ, καὶ
5οὐκ ἄλλος τις ἦν ὁ ῥυόμενος τὸν Ἰακὼβ ἢ αὐτὸς ὁ Κύριος, τὸν δὲ ῥυόμενον αὐτὸν ὁ πατριάρχης ἐπεκα‐ λεῖτο ἐπὶ τοὺς ἐκγόνους· δῆλόν ἐστιν, ὡς οὐκ ἄλλον ἐν τῇ εὐχῇ συνῆπτε τῷ Θεῷ ἢ τὸν τούτου Λό‐ γον, ὃν διὰ τοῦτο καὶ ἄγγελον ἐκάλεσεν, ὅτι μόνος
10οὗτός ἐστιν ὁ ἀποκαλύπτων τὸν Πατέρα. Ὅπερ καὶ ὁ Ἀπόστολος ἐποίει λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ· οὕτω γὰρ καὶ ἀσφαλὴς ἦν ἡ εὐλογία διὰ τὸ ἀδιαίρετον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι μία
15καὶ ἡ αὐτή ἐστιν ἡ διδομένη χάρις. Κἂν γὰρ ὁ Πα‐ τὴρ δῴη, διὰ τοῦ Υἱοῦ ἐστι τὸ διδόμενον· κἂν ὁ Υἱὸς λέγηται χαρίζεσθαι, ὁ Πατήρ ἐστιν ὁ διὰ τοῦ Υἱοῦ καὶ ἐν τῷ Υἱῷ παρέχων· Εὐχαριστῶ γὰρ, φη‐ σὶν ὁ Ἀπόστολος γράφων Κορινθίοις, τῷ Θεῷ μου
20πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ. Τοῦτο δὲ καὶ ἐπὶ φωτὸς καὶ ἀπαυγάσματος ἄν τις ἴδοι· καὶ γὰρ ὅπερ φωτίζει τὸ φῶς, τοῦτο τὸ ἀπαύγασμα καταυγάζει· ὅπερ δὲ καταυγάζει τὸ ἀπαύγασμα, ἐκ τοῦ φωτός ἐστιν ὁ φωτισμός. Οὕτω καὶ βλεπομένου τοῦ Υἱοῦ, βλέπεται ὁ Πατήρ· τοῦ γὰρ Πατρός ἐστι τὸ
25ἀπαύγασμα· καὶ οὕτως ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν εἰσι. Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων ποιητικὸν αἴτιόν ἐστιν,
30ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε καὶ κεχωρισμέ‐ νοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν φύ‐ σιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργά‐ ζεται ὁ Θεὸς, δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προ‐ εῖπον, χαριζομένου τοῦ Θεοῦ, συγχαρίζεσθαι· οὔτε
35βλεπομένου ἀγγέλου, εἴποι ἄν τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται, λειτουρ‐ γικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι, καὶ τὰς παρ’ αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ
40ἄγγελος, ὁρώμενος, ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε. Καὶ ὁ βλέ‐ πων δὲ ἀγγέλων ὀπτασίαν οἶδεν, ὅτι τὸν ἄγγελον εἶδε,
καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· εἶδε καὶ350

26

.

352

Ἡσαΐας τὸν Κύριον· εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμ‐ ψὼμ ἄγγελον· ἐθεώρησε δὲ καὶ Μωϋσῆς τὸν Θεόν· εἶδε Γεδεὼν ἄγγελον· ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός· καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν, ἄγγελον ἔβλε‐
5πεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ γενητὰ πρὸς τὸν κτίσαντα Θεόν. Εἰ δὲ καί ποτε ὀφθέντος ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν· Ὤφθη γὰρ ἄγγελος Κυρίου ἐν
10φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ἐκάλεσε Κύριος Μωϋσῆν ἐκ τῆς βάτου λέγων· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀλλ’ οὐκ ἦν ὁ ἄγγελος, ὁ Θεὸς Ἀβραὰμ, ἐν δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός.
15Καὶ ὁ μὲν φαινόμενος ἦν ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης ἐλάλει τῷ Μωϋσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ δι’ ἀγγέλου ἐλάλει. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον, ὅτι διὰ τοῦ
20Λόγου λαλεῖ, καὶ οὐ δι’ ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχω‐ ρισμένος τοῦ Πατρὸς, οὐδὲ ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουρ‐ γίαν· καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός
25ἐστιν ἡ δόσις. Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν, οἶδεν, ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον, οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινὰ τῶν κτισμάτων, ἀλλ’ αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου ἀκούων, οἶδεν, ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυ‐
30γάσματι καταυγαζόμενος οἶδεν, ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται. Οὕτω γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία Γραφὴ, τοιαῦτα τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς προτέροις εἰρήκαμεν, ἐξ ὧν καὶ τοὺς προδότας
35Ἰουδαίους δυσωπεῖν δυνάμεθα, καὶ τὴν Ἑλλήνων διαλύειν κατηγορίαν, φασκόντων καὶ νομιζόντων διὰ τὴν Τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. Οὐδὲ γὰρ, ὥσπερ καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, ὡς οἱ περὶ Μαρκίωνα καὶ
40Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν ἡλίων ὑπεθέμεθα
τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα, καὶ ἓν τὸ352

26

.

353

ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς· οὕτω μίαν ἀρχὴν οἴδαμεν· τόν τε δημιουργὸν Λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου Θεοῦ, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι. Μᾶλλον μὲν οὖν
5οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν Υἱὸν κτίσμα, καὶ πάλιν τὸ Πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. Ἢ γὰρ οὐκ εἶναι Θεὸν τὸν Λόγον φήσουσιν· ἢ λέγοντες Θεὸν μὲν διὰ τὸ γεγραμμένον,
10μὴ ἴδιον δὲ τῆς οὐσίας τοῦ Πατρὸς, πολλοὺς ἂν εἰσά‐ γοιεν διὰ τὸ ἑτεροειδὲς αὐτῶν· εἰ μὴ ἄρα κατὰ με‐ τοχὴν, ὥσπερ καὶ τὰ πάντα, Θεὸν λέγεσθαι καὶ αὐ‐ τὸν λέγειν τολμήσουσιν. Ἀλλὰ καὶ τοῦτο νομί‐ ζοντες ὁμοίως ἀσεβοῦσιν, ἕνα τῶν πάντων λέγοντες
15εἶναι τὸν Λόγον. Ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι! Ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἷς Θεὸς ὁ Πατὴρ, ἐφ’ ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι· καὶ ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ
20ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς πολυειδοῦς καὶ πολυ‐ μεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν ἐν
25τριάδι θεότητα φρονοῦμεν.
28 Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλ’ ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα καὶ ποίημα ὁ Λόγος· ἢ οὐκ ἔστι Θεὸς ἀληθι‐
30νὸς, διὰ τὸ εἶναι αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ Θεὸν αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι παρὰ τῶν Γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν, ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι·
35δύο τε πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν ποιηθέντα καὶ πλασθέντα παρ’ αὐ‐ τῶν καὶ λεχθέντα Θεόν. Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι τῷ ἀγενή‐ τῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρ‐
40χονται τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γὰρ ἔστιν ἰδεῖν τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε φύσεις καὶ τὰς
ἐνεργείας. Οὕτω δὲ φρονοῦντες, πάντως καὶ πλείονας354

26

.

356

συνάψουσι θεούς· τοῦτο γὰρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. Διὰ τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι,
5ὥσπερ καὶ οὗτοι, τῇ κτίσει λατρεύουσι παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀλλὰ τὸ μὲν ὄνομα τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. Καὶ γὰρ καὶ τὸ σοφὸν αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, Οὐ
10λέγομεν δύω ἀγένητα, φαίνονται πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ, Οὐ λέγομεν δύο ἀγένητα, λέγουσι δύο θεοὺς, καὶ τούτους διαφό‐ ρους ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον. Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ
15πολλοῖς γενητοῖς λατρεύουσιν, οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ· οὐδ’ οὕτω διαφέρουσιν Ἑλ‐ λήνων. Ὅ τε γὰρ παρ’ αὐτῶν λεγόμενος γενητὸς εἷς ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι· καὶ οὗ‐
20τος γὰρ κἀκεῖνοι κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ Χριστοῦ φρονήσαντες. Ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν, τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις
25θεοῖς λατρεύοντες οἱ θεοστυγεῖς. Εἷς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ, καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολ‐ λοί· Θεὸς γάρ ἐστιν ὁ Λόγος, καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὥσπερ ὢν αὐτὸς ὁ Σωτὴρ, ἐδυσώ‐ πει τοὺς Ἰουδαίους λέγων· Ὁ πέμψας με Πατὴρ,
30ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐ‐ τοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑω‐ ράκατε· καὶ τὸν Λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα· ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει καλῶς,
35ἵνα δείξῃ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέ‐ ξαντο τὸν Λόγον, ὅσπερ ἐστὶ τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ ἑωρακὼς ηὐλογήθη,
40καὶ ἀντὶ Ἰακὼβ Ἰσραὴλ ἐκλήθη παρ’ αὐτοῦ, ὡς ἡ356

26

.

357

θεία Γραφὴ μαρτυρεῖ λέγουσα· Ἀνέτειλε δὲ ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο δὲ ἦν ὁ λέγων· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί
5ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν Κύ‐ ριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι. Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα
10καὶ οἰκειότητα τῆς οὐσίας. Ἀλλ’ οὐδ’ οὕτως ἐντραπέντες οἱ Ἀρειανοί φα‐ σιν· «Οὐχ ὡς ὑμεῖς λέγετε, ἀλλ’ ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ ὑμῶν τὰς προτέρας ὑμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν καὶ λέγομεν· Οὕτως
15ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· Πάτερ ἅγιε, τήρησον
20αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· καὶ πάλιν μετ’ ὀλίγα· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν
25ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέ‐ στειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι
30τετελειωμένοι εἰς ἓν, καὶ ἵνα γινώσκῃ ὁ κό‐ σμος, ὅτι σύ με ἀπέστειλας.» Εἶτα ὥσπερ εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· «Εἰ ὥσπερ ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν ἐστι, καὶ οὕτως ἐν τῷ Πα‐
35τρί ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ λέγειν
αὐτὸν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ἐγὼ ἐν358

26

.

360

τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸν φάσκετε; Ἀνάγκη γὰρ ἢ καὶ ἡμᾶς ἰδίους εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἢ κἀκεῖνον ἀλλότριον εἶναι, ὥσπερ καὶ ἡμεῖς ἐσμεν
5ἀλλότριοι.» Ταῦτα μὲν ἐκεῖνοι ληροῦντες φλυαροῦ‐ σιν· ἐγὼ δὲ οὐδὲν ἕτερον ἐν τῇ τοιαύτῃ αὐτῶν κα‐ κονοίᾳ βλέπω ἢ ἀλόγιστον τόλμαν καὶ διαβολικὴν ἀπόνοιαν, λεγόντων καὶ αὐτῶν κατ’ ἐκεῖνον, Εἰς τὸν οὐρανὸν ἀναβησόμεθα, ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ·
10τὰ γὰρ κατὰ χάριν διδόμενα τοῖς ἀνθρώποις, ταῦτα θέλουσιν ἴσα τῆς τοῦ διδόντος εἶναι θεότητος. Ἀκού‐ οντες γοῦν υἱοὺς χρηματίζοντας τοὺς ἀνθρώ‐ πους, ἐνόμισαν καὶ ἑαυτοὺς ἴσους εἶναι τοῦ ἀληθινοῦ καὶ φύσει Υἱοῦ· καὶ νῦν πάλιν ἀκούοντες τοῦ Σωτῆ‐
15ρος, Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς, πλανῶσιν ἑαυ‐ τοὺς, καὶ θρασυνόμενοι νομίζουσιν οὕτως ἔσεσθαι ἑαυτοὺς, ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὐχ ὁρῶντες τὸ ἐκ τῆς τοιαύτης οἰήσεως γενόμενον τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πτῶμα. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ὁ αὐτός
20ἐστιν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐδὲν ἡμῶν διαφέ‐ ρει ἡ χρόνῳ· ἔστω ἡμῖν ὅμοιος, καὶ τὴν αὐτὴν ἐχέτω χώραν παρὰ τῷ Πατρὶ, ἣν καὶ ἡμεῖς ἔχομεν· καὶ μήτε μονογενὴς, μήτε μόνος Λόγος, ἢ Σοφία τοῦ Πατρὸς λεγέσθω· ἀλλὰ κοινὸν ἔστω κατὰ πάν‐
25των ἡμῶν τῶν ὁμοίων τὸ αὐτὸ ὄνομα. Δίκαιον γὰρ, ὧν ἐστι φύσις μία, τούτων εἶναι καὶ τὸ ὄνομα κοι‐ νὸν, κἂν τοῖς χρόνοις ἀλλήλων διαφέρωσιν. Ἄνθρω‐ πος γὰρ ὁ Ἀδὰμ, ἄνθρωπος δὲ καὶ ὁ Παῦλος, ἄνθρωπος δὲ καὶ ὁ νῦν γενόμενος· καὶ οὐχ ὁ χρόνος
30ἀλλοιοῖ τὴν φύσιν τοῦ γένους. Εἰ τοίνυν καὶ ὁ Λόγος χρόνῳ μόνον ἡμῶν διαφέρει, ἔδει καὶ ἡμᾶς ὡς ἐκεῖ‐ νον εἶναι. Ἀλλ’ οὔτε ἡμεῖς Λόγος ἢ Σοφία, οὔτε ἐκεῖνος κτίσμα ἢ ποίημα τυγχάνει ὤν· ἐπεὶ διὰ τί οἱ πάντες ἐκ τοῦ ἑνὸς γεγόναμεν, καὶ μόνος ἐστὶν
35αὐτὸς Λόγος; Ἀλλὰ γὰρ, εἰ καὶ ἐκείνους λέγειν τοιαῦτα πρέπει, ἀλλ’ ἡμῖν ἐνθυμεῖσθαι τὰς ἐκείνων βλασφημίας. Καὶ εἰ δὲ οὐδὲ περιεργάζεσθαί τι τῶν ῥητῶν ἐχρῆν πρὸς τὴν οὕτω φανερὰν καὶ εὐσεβῆ διάνοιαν, καὶ τὴν ἐν ἡμῖν ὀρθὴν πίστιν· ὅμως ἵνα
40καὶ ἐντεῦθεν δειχθῶσιν ἀσεβεῖς, φέρε συντόμως, ὡς παρὰ τῶν Πατέρων μεμαθήκαμεν, ἐκ τοῦ ῥητοῦ τὴν
ἑτεροδοξίαν ἐκείνων ἐλέγξωμεν. Ἔθος τῇ θείᾳ360

26

.

361

Γραφῇ τὰ κατὰ φύσιν ὄντα πράγματα, ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν· τοῦτο δὲ ποιεῖ, ἵν’ ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν ἀνθρώπων κινήματα· καὶ
5οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ὡς ἐὰν παραγγέλλῃ· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἢ καὶ ὅταν, μεμφόμενος τοὺς οὕτω γενο‐ μένους, λέγῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε·
10παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· καὶ πάλιν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν. Καὶ ὁ Σωτὴρ δὲ, τὸν μὲν Ἡρώδην δεικνὺς ὁποῖός ἐστιν, ἔλεγεν· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· τοῖς δὲ μαθηταῖς παρήγγελλεν· Ἰδοὺ ἀπο‐
15στέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνε‐ σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα τῇ φύσει γε‐ νώμεθα κτήνη, ἢ γενώμεθα ὄφεις καὶ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο
20οἶδεν ἡ φύσις· ἀλλ’ ἵν’ ἡμεῖς τῶν μὲν τὰς ἀλόγους ὁρμὰς φεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον ἵνα γινώσκον‐ τες, μὴ ἀπατώμεθα παρ’ αὐτοῦ, καὶ τῆς περι‐ στερᾶς τὸ πρᾶον ἀναλάβωμεν. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώ‐
25ποις λαμβάνων, φησὶν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρ‐ μονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρ‐ μων ἐστί· καὶ, Ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γινώμεθα πάλιν ὡς ὁ Πατήρ· γενέ‐
30σθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενομένους· ἀλλ’ ὥσπερ οὐχ ἵνα μὴ γενώμεθα κτήνη, παρήγγειλε, Μὴ γίνεσθε ὡς ἵππος, ἵνα δὲ μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς,
35ἔλεγε, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ, ἀλλ’ ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι’ ἀνθρώπους, ἀλλὰ δι’ αὐτὸν ποιῶμεν, ὥστε παρ’ αὐτοῦ, καὶ μὴ παρ’ ἀνθρώπων τὸν μισθὸν ἔχειν. Ὡς γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει, καὶ ἀληθινοῦ,
40καὶ μονογενοῦς, γινόμεθα καὶ ἡμεῖς υἱοὶ, οὐχ ὡς ἐκεῖ‐ νος φύσει καὶ ἀληθείᾳ, ἀλλὰ κατὰ χάριν τοῦ καλέ‐
σαντος· καὶ ἄνθρωποι τυγχάνοντες ἀπὸ γῆς, θεοὶ χρη‐362

26

.

364

ματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς, ἢ ὁ τούτου Λόγος, ἀλλ’ ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέ‐
5ται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρεμα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ· ἵνα δὲ τὰ παρ’ αὐτοῦ τοῦ Θεοῦ κατὰ χάριν εἰς ἡμᾶς γενόμενα, ταῦτα καὶ ἡμεῖς μεταδι‐ δῶμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐποιίαν· κατὰ τοῦτο γὰρ
10μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως, ὅτι τὰ παρ’ αὐτοῦ διακονοῦμεν ἀλλή‐ λοις. Ὥσπερ δὲ ταῦτα καλῶς καὶ ὀρθῶς διανοούμεθα, οὕτω καὶ τὸ κατὰ Ἰωάννην ἀνάγνωσμα τὴν αὐτὴν ἔχει διάνοιαν. Οὐ γὰρ ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ,
15οὕτως ἵνα καὶ ἡμεῖς γενώμεθά φησι· πόθεν, ὅπου γε ὁ μὲν Λόγος καὶ σοφία τοῦ Θεοῦ ἐστιν, ἡμεῖς δὲ ἐκ γῆς ἐπλάσθημεν, καὶ ὁ μὲν φύσει καὶ τῇ οὐσίᾳ Λόγος καὶ Θεὸς ἀληθινός ἐστιν· οὕτω γὰρ καὶ ὁ Ἰωάν‐ νης φησίν· Οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ
20ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀλη‐ θινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος· ἡμεῖς δὲ θέσει καὶ χάριτι υἱοποιούμεθα δι’ αὐτοῦ, μετέχοντες τοῦ
25Πνεύματος αὐτοῦ; Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Διὸ καὶ αὐ‐ τὸς μὲν ἔστιν ἡ ἀλήθεια, λέγων· Ἐγώ εἰμι ἡ ἀλή‐ θεια· ὅτε καὶ τῷ Πατρὶ αὐτοῦ προσομιλῶν ἔλε‐
30γεν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν γινόμεθα ἐνάρετοι καὶ υἱοί. Οὐκοῦν οὐχ ἵνα ὡς αὐτὸς γινώμεθα, ἔλε‐ γεν, Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς, ἀλλ’ ἵνα ὥσπερ ἐκεῖνος Λόγος ὢν ἔστιν ἐν τῷ ἰδίῳ Πατρὶ, οὕτως ἵνα
35καὶ ἡμεῖς, τύπον τινὰ λαβόντες, καὶ εἰς ἐκεῖνον βλέ‐ ποντες, γενώμεθα ἓν πρὸς ἀλλήλους τῇ ὁμοψυχίᾳ, καὶ τῇ τοῦ πνεύματος ἑνότητι, μὴ διαφωνῶμέν τε, ὡς οἱ Κορίνθιοι, τὸ αὐτὸ δὲ φρονῶμεν, ὡς οἱ ἐν ταῖς Πράξεσι πεντακισχίλιοι, οἵτινες ὡς εἷς ἐτύγχανον
40ὄντες. Ὡς γὰρ υἱοὶ, οὐχ ὡς ὁ Υἱός· καὶ θεοὶ, οὐχ ὡς αὐτός· καὶ οἰκτίρμονες ὡς ὁ Πατὴρ, οὐχ ὡς ὁ
Πατήρ. Ἀλλ’ ὥσπερ εἴρηται, οὕτω γινόμενοι ἓν, καθ‐364

26

.

365

ὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὐχ οὕτως ἐσόμεθα, ὡς ἔστι φύσει ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἀλλ’ ὡς ἔχομεν φύσεως, καὶ δυνατὸν ἡμῖν ἐστιν ἐκεῖ‐ θεν τυπωθῆναι καὶ μαθεῖν, πῶς ὀφείλομεν ἓν γενέ‐
5σθαι, ὥσπερ καὶ τὸ οἰκτείρειν ἐμάθομεν. Τὰ γὰρ ὅμοια πρὸς τὰ ὅμοια πέφυκε τὴν ἕνωσιν ἔχειν· ἐπειδὴ καὶ πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ἡμῶν μὲν οὖν ἀνόμοιός ἐστιν ὁ Λόγος, τοῦ δὲ Πατρὸς ὅμοιος· διὰ τοῦτο ἐκεῖνος μὲν ἔστι φύσει καὶ ἀληθείᾳ ἓν
10μετὰ τοῦ ἑαυτοῦ Πατρός· ἡμεῖς δὲ ἀλλήλων ὄντες ὁμογενεῖς (ἐκ γὰρ ἑνὸς οἱ πάντες γεγόναμεν, καὶ μία πάντων ἀνθρώπων ἡ φύσις, ἓν πρὸς ἀλλή‐ λους τῇ διαθέσει γινόμεθα, ἔχοντες ὑπογραμμὸν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν ἑνότητα· καθά‐
15περ γὰρ τὴν πραότητα ἐξ ἑαυτοῦ ἐδίδασκε λέγων· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· οὐχ ἵνα ἐξισωθῶμεν αὐτῷ· ἀδύνατον γάρ· ἀλλ’ ἵνα βλέποντες εἰς ἐκεῖνον διαμείνωμεν πρᾶοι διὰ παντός· οὕτω καὶ ἐνταῦθα θέλων ἡμᾶς ἀληθῆ καὶ
20βεβαίαν καὶ ἀδιάλυτον τὴν διάθεσιν ἔχειν πρὸς ἀλλή‐ λους, ἐξ ἑαυτοῦ λαμβάνει τὸ παράδειγμα, καί φησιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· ἀδιαίρετος δέ ἐστιν ἡ ἐν ἡμῖν ἑνότης· οὕτως ἵνα καὶ αὐτοὶ μα‐ θόντες ἐξ ἡμῶν τὴν ἀδιαίρετον φύσιν, οὕτω καὶ τὴν
25πρὸς ἀλλήλους συμφωνίαν διαφυλάττωσιν· ἀσφαλε‐ στέρα δὲ ἡ μίμησις ἐκ τῶν κατὰ φύσιν λαμβάνεται τοῖς ἀνθρώποις, ὥσπερ εἴρηται. Ἐπειδὴ γὰρ ταῦτα μὲν μένει, καὶ οὔποτε μεταβάλλεται, ὁ δὲ τῶν ἀνθρώπων τρόπος εὐμετάβλητος τυγχάνει· δύναται,
30πρὸς τὸ ἀμετάβλητον τῇ φύσει βλέπων, τὰ μὲν φαῦλα φεύγειν, ἐν δὲ τοῖς βελτίστοις ἑαυτὸν ἀνατυ‐ ποῦν. Καὶ γὰρ οὕτω καὶ τὸ λεγόμενον, Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ὀρθὴν πάλιν ἔχει τὴν διάνοιαν.
35 Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, Ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν, ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦ‐ το μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ, ἐν ἡμῖν, ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν
40μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ
Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι’ αὐτοῦ τῷ Πατρί.366

26

.

368

Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν, ἢ ὅτι τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν
5ἑνότητα· καὶ ὅτι τὸ, ἐν ἡμῖν, ταύτην ἔχει τὴν ση‐ μασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι. Τὸ ἄρα, ἐν ἡμῖν, οὐκ ἔστιν ἐν τῷ Πατρὶ, ὡς ἔστιν
10ὁ Υἱὸς ἐν αὐτῷ, ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν, Ἐξ ἡμῶν μαθέτωσαν. Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης, τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθ’ ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν
15κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ἓν πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ, ἐν ἡμῖν, ἴσον εἶναι τῷ λέγειν, τῇ δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἵνα
20ἓν γένωνται, τὸ αὐτὸ λέγοντες· ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ, Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερα‐ τιοῦμεν. Οὐκοῦν δῆλον, ὅτι ἐν ὀνόματι Πατρὸς καὶ
25Υἱοῦ δυνάμεθα, τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγά‐ πης τὸν σύνδεσμον. Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων, φησὶν ὁ Κύριος· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν. Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ἵνα
30ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι· ἀλλὰ, καθὼς ἡμεῖς, εἶπεν· ὁ δὲ λέγων, καθὼς, οὐ ταυτότητα δείκνυσιν, ἀλλ’ εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου.
34Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυ‐
35τότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων· Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. Ἐνταῦθα λοι‐ πὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύ‐
40ριος αἰτεῖ, δῆλον γὰρ, ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος
τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. Καὶ σὺ δὲ368

26

.

369

ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ, ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται ἐν ἐμοὶ τῶν ἀν‐ θρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν,
5κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείω‐ σιν· ἵνα καὶ αὐτοὶ γένωνται τέλειοι, ἔχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παρ’ ἐμοῦ, πάντες ὦσιν ἓν σῶμα καὶ ἓν πνεῦμα, καὶ εἰς ἄνδρα τέλειον κατ‐
10αντήσωσιν. Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμ‐ βάνοντες, ἓν γινόμεθα σῶμα, τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς. Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ ἀλλοδοξία τῶν χριστο‐ μάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί· Εἰ μὲν
15ἀπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, Ἵνα ὦσιν ἐν σοὶ ἒν, ἢ, Ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν, εἶχον κἂν ἀναίσχυντον πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, Καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι. Λέγων δὲ πάλιν,
20καθὼς, πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐ‐ τός ἐστιν ἐν τῷ Πατρὶ, πόῤῥωθεν δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει πάντα μακράν ἐστιν αὐ‐ τοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα, οὐδὲ ἰσότητα
25δείκνυσιν ὁ λέγων τὸ, καθὼς, ἐπίῤῥημα, ἀλλὰ παρά‐ δειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον.
28 Καὶ τοῦτο πάλιν παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἔστι μαθεῖν λέγοντος· Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοι‐
30λίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρ‐ δίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλ’ οὐδὲ καταποθεὶς ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς
35προκαταποθέντας ὑπὸ τοῦ κήτους, ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία ταυτότης οὐδὲ ἰσότης ἐν τῇ, καθὼς, λέξει σημαίνε‐
ται, ἀλλὰ ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως370

26

.

372

δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, καθὼς, οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πα‐
5τὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἒν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο
10ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ’ ἡμῶν τὸ, καθὼς, πρόκειται, ἐπὶ τὰ μὴ κατὰ φύ‐ σιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ
15ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτ’ αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· Καθὼς σὺ ἐν ἐμοὶ, κἀγὼ ἐν σοί.
20Ὅταν δὲ, φησὶν, οὗτοι τελειωθῶσιν οὕτω, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλ’ ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέ‐
25δωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειω‐ θῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους,
30πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδή‐ μησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρω‐ πος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; Τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ
35τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι μένουσι νε‐ κροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν
βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.372

26

.

373

Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥη‐ τοῦ δυνατὸν ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ μακάριος Ἰωάννης ἐκ τῆς Ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον μᾶλλον
5ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει μὲν τὴν τῶν ἀσεβῶν διάνοιαν, διδάξει δὲ πῶς τε ἡμεῖς ἐν τῷ Θεῷ γινόμεθα, καὶ ὁ Θεὸς ἐν ἡμῖν· καὶ πῶς πάλιν ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα ἓν, πό‐ σον δὲ διέστηκε τὴν φύσιν ὁ Υἱὸς ἀφ’ ἡμῶν· καὶ
10παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυ‐ τοὺς ἔσεσθαι ὡς τὸν Υἱὸν, ἵνα μὴ καὶ αὐτοὶ ἀκού‐ σωσι· Σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός· καὶ, Μὴ συμπαρεκτείνου πένης ὢν πλουσίῳ. Γράφει τοί‐ νυν ὁ Ἰωάννης οὕτω λέγων· Ἐν τούτῳ γινώ‐
15σκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Οὐκ‐ οῦν διὰ τὴν δεδομένην ἡμῖν τοῦ Πνεύματος χάριν ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν ἡμῖν· καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τούτου γινομέ‐
20νου ἐν ἡμῖν εἰκότως καὶ ἡμεῖς, ἔχοντες τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ Θεῷ γενέσθαι· καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν. Οὐκ ἄρα ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτω καὶ ἡμεῖς γινόμεθα ἐν τῷ Πατρί· οὐ γὰρ καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα
25διὰ τοῦτο καὶ ἐν τῷ Πατρὶ γένηται· οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ· καὶ οὐ τὸ Πνεῦμα τὸν Λόγον συνάπτει τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου λαμβάνει. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί ἐστιν, ὡς
30Λόγος ἴδιος καὶ ἀπαύγασμα αὐτοῦ· ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πνεύματος ξένοι καὶ μακράν ἐσμεν τοῦ Θεοῦ· τῇ δὲ τοῦ Πνεύματος μετοχῇ συναπτόμεθα τῇ θεό‐ τητι· ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος καὶ ἐν
35ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν, λέγοντος πάλιν τοῦ Ἰωάννου· Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Ποία τοίνυν ὁμοιότης καὶ ποία ἰσότης ἡμῶν πρὸς
40τὸν Υἱόν; Ἢ πῶς οὐκ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλ‐ λως μὲν ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα· καὶ οὔτε ἡμεῖς ὡς ἐκεῖνος ἐσό‐ μεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὢν, εἰ
45μὴ ἄρα τολμήσουσιν, ὡς ἐν πᾶσι, καὶ νῦν εἰπεῖν,374

26

.

376

ὅτι καὶ ὁ Υἱὸς μετοχῇ τοῦ Πνεύματος καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβὲς κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τῷ Πνεύματι δίδωσι, καὶ ὅσα ἔχει τὸ Πνεῦμα παρὰ τοῦ Λόγου ἔχει.
5 Οὐκοῦν ὁ Σωτὴρ λέγων περὶ ἡμῶν τὸ, Καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, οὐ τὴν ταυτότητα ἡμᾶς αὐτῷ μέλ‐ λοντας ἔχειν σημαίνει· ἐδείχθη γὰρ ἐκ τοῦ κατὰ τὸν Ἰωνᾶν παραδείγματος καὶ τοῦτο· ἀλλὰ ἀξίωσίς
10ἐστι πρὸς τὸν Πατέρα, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα τὸ Πνεῦμα χαρίσηται δι’ αὐτοῦ τοῖς πιστεύουσι, δι’ οὗ καὶ δοκοῦμεν ἐν τῷ Θεῷ γίνεσθαι, καὶ κατὰ τοῦτο συνάπτεσθαι ἐν αὐτῷ. Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Λόγου δίδοται,
15θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵνα, ὅταν ἐκεῖνο λά‐ βωμεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου τοῦ ὄντος ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἓν γίνεσθαι ἐν τῷ Λόγῳ, καὶ δι’ αὐτοῦ τῷ Πατρί. Τὸ δὲ, ὡς ἡμεῖς, ἐὰν λέγῃ, οὐδὲν ἕτερον πάλιν ἐστὶν,
20ἢ ἵνα ἡ γινομένη τοιαύτη τοῦ Πνεύματος χάρις εἰς τοὺς μαθητὰς ἀδιάπτωτος καὶ ἀμεταμέλητος γέ‐ νηται. Τὸ γὰρ κατὰ φύσιν, ὡς προεῖπον, ὑπάρχον τῷ Λόγῳ ἐν τῷ Πατρὶ, τοῦτο ἡμῖν ἀμεταμελήτως διὰ τοῦ Πνεύματος δοθῆναι βούλεται· ὅπερ ὁ Ἀπόστολος
25γιγνώσκων, ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγά‐ πης τοῦ Χριστοῦ; Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ καὶ ἡ χάρις τῆς κλήσεως. Τὸ ἄρα Πνεῦμά ἐστι τὸ ἐν τῷ Θεῷ τυγχάνον, καὶ οὐχ ἡμεῖς καθ’ ἑαυτούς· καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ
30τὸν ἐν ἡμῖν Λόγον, οὕτως ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πα‐ τρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα ἐν Υἱῷ καὶ ἐν Πα‐ τρὶ ἓν γεγενῆσθαι διὰ τὸ ἐν ἡμῖν εἶναι Πνεῦμα, ὅπερ ἐστὶν ἐν τῷ Λόγῳ τῷ ὄντι ἐν τῷ Πατρί. Ὅτε γοῦν ἐκπίπτει τις ἀπὸ τοῦ Πνεύματος διά τινα κα‐
35κίαν, ἡ μὲν χάρις ἀμεταμέλητος διαμένει τοῖς βουλομένοις, κἄν τις ἐκπεσὼν μετανοῇ· οὐκέτι δὲ ἐν τῷ Θεῷ ἐστιν ἐκεῖνος ὁ πεσὼν, διὰ τὸ ἀποστῆναι ἀπ’ αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον Πνεῦμα, ἀλλ’ ἐν ἐκείνῳ ἔσται ᾧ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρ‐
40τάνων, ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· ἀπέστη γὰρ ἀπ’ αὐτοῦ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ ἔθλιβεν αὐτὸν πνεῦμα πονηρόν. Ταῦτα ἀκούοντας τοὺς θεομάχους ἔδει λοι‐
πὸν ἐντρέπεσθαι, καὶ μηκέτι ἑαυτοὺς ἀναπλάπτειν376

26

.

377

ἴσα Θεῷ. Οὔτε δὲ νοοῦσιν· γὰρ ἀσεβὴς, φησὶν, οὐ νοεῖ γνῶσιν· οὔτε λόγων εὐσεβῶν ἀνέχον‐ ται· βαρεῖς γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι. Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς
5δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέ‐ ποντες ἐν τοῖς Εὐαγγελίοις, ἐπελάθοντο τέλεον κατὰ τὸν Σαμωσατέα τῆς πατρικῆς θεότητος τοῦ Υἱοῦ, καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι, λέγουσι· «Πῶς
10δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατ’ οὐσίαν, ὁ λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία· καὶ, Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ· καὶ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν
15τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· καὶ πάλιν· Πάντα μοι παρ‐ εδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώ‐ σκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέ‐ λῃ ὁ Υἱὸς ἀποκαλύψαι· καὶ πάλιν· Πᾶν ὃ
20δέδωκέ μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει. Εἶτα ἐπιλέ‐ γουσιν· Εἰ ἦν, ὡς λέγετε, Υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλ’ εἶχε κατὰ φύσιν ὡς υἱός. Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς, ὁ παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων·
25Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Πάλιν τε τὸ
30ὅμοιον ἔλεγε· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ, Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ Πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ ἐπὶ τούτοις δέ φασιν οἱ κακόφρονες· Εἰ
35δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν. Εἶτά φασιν· Εἰ σοφία ἦν φύσει ἡ ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς γέ‐ γραπται· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· καὶ
40ἐλθὼν εἰς μὲν τὰ μέρη Καισαρείας τῆς Φιλίπ‐378

26

.

380

που, ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν οἱ ἄν‐ θρωποι αὐτὸν εἶναι· εἰς δὲ τὴν Βηθανίαν παραγενό‐ μενος ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς· Πόσους ἄρτους ἔχετε;
5Πῶς οὖν, φασὶν, οὗτος σοφία, ὁ ἐν σοφίᾳ προ‐ κόπτων, καὶ ἀγνοῶν ἃ παρ’ ἑτέρων μανθάνειν ἠξίου; Ἔστι δὲ καὶ τοῦτο παρ’ αὐτῶν λεγόμενον Πῶς δύνα‐ ται ὁ Λόγος ἴδιος εἶναι τοῦ Πατρὸς, οὗ ἄνευ οὐκ ἦν ὁ Πατήρ ποτε, δι’ οὗ τὰ πάντα ποιεῖ, ὡς
10ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; πρὸ δὲ τού‐ των εὐχόμενος· Δόξασόν σου τὸ ὄνομα· καὶ, Δόξα‐ σόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ηὔχετο δὲ ἐν ταῖς
15ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς προσεύχε‐ σθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· καὶ, Τὸ Πνεῦμα πρόθυμον, ἔλεγεν, ἡ δὲ σὰρξ ἀσθενής· καὶ, Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός. Εἶτα πάλιν φασὶν
20ἐπὶ τούτοις οἱ δείλαιοι· Εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀϊδίως ὑπάρχων ὁ Υἱὸς πρὸς τὸν Θεὸν, οὔτ’ ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλ’ ἐγίνωσκεν ὡς Λό‐ γος, οὔτ’ ἂν ἐγκατελείπετο ὁ συνυπάρχων, οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων αὐτὴν ἐν τῷ Πατρὶ, οὔτε ὅλως
25ηὔχετο· οὐδενὸς γὰρ Λόγος ὢν ἐδέετο· ἀλλ’ ἐπει‐ δὴ κτίσμα ἐστὶ καὶ εἷς τῶν γενητῶν, διὰ τοῦτο τοι‐ αῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε· κτισμάτων γὰρ ἴδιον τὸ χρῄζειν καὶ δέεσθαι ὧν οὐκ ἔχουσιν.» Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦν‐
30τες· ἔδει δὲ ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· Διὰ τί ὅλως ὁ Λόγος σὰρξ ἐγένετο; καὶ πάλιν ἐπειπεῖν· Πῶς γὰρ ἠδύνατο Θεὸς ὢν γε‐ νέσθαι ἄνθρωπος; Ἢ πῶς ἠδύνατο ὁ ἀσώματος σῶμα φορέσαι; ἢ καὶ Ἰουδαϊκώτερον κατὰ τὸν Καϊά‐
35φαν εἰπεῖν· Διὰ τί ὅλως, ἄνθρωπος ὢν ὁ Χριστὸς,
Θεὸν ἑαυτὸν ἐποίει; ταῦτα γὰρ καὶ τὰ τούτοις380

26

.

381

παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ εἰς βλασφημίας ἐκπεπτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ τούτων κἀκείνων ἐξετάζοι ῥήματα,
5εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντῶντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας τόλ‐ μαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι μὲν γὰρ ἔλεγον· Πῶς, ἄνθρωπος ὢν, δύναται Θεὸς εἶναι; Ἀρειανοὶ δέ. Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ
10τοῦ Θεοῦ, πῶς ἠδύνατο ἄνθρωπος γενέσθαι; Καὶ Ἰου‐ δαῖοι μὲν ἐσκανδαλίζοντο, καὶ ἐχλεύαζον λέγοντες· Οὐκ ἂν οὗτος, εἰ ἦν Υἱὸς τοῦ Θεοῦ, ὑπέμεινε σταυ‐ ρόν· Ἀρειανοὶ δὲ εἰς τὸ κατ’ ἀντικρὺ στήκοντες αὐ‐ τῶν, φάσκουσιν ἡμῖν· Πῶς τολμᾶτε λέγειν Λόγον
15ἴδιον εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι; Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, καὶ ἴσον ἑαυτὸν ἐποίει, ἐργαζόμενος ἃ ἐρ‐ γάζεται ὁ Πατὴρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐ‐
20τοὶ, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν
25μητέρα; Πῶς οὖν λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν ἐξ ἴσου λέγον‐ τες· Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος; Ἀμφό‐
30τεροι γὰρ ἐκ τῶν ἀνθρωπίνων, ὧν ὑπέμεινεν ὁ Σωτὴρ δι’ ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου.
34Ἰουδαϊκῆς τοίνυν οὔσης, καὶ Ἰουδαϊκῆς τῆς ἐκ
35τοῦ προδότου Ἰούδα τῆς τοιαύτης παρανοίας, ἢ ἐκ φανεροῦ πάλιν ὁμολογείτωσαν ἑαυτοὺς τοῦ Καϊάφα καὶ Ἡρώδου μαθητὰς εἶναι, μὴ σκέποντες τὸν Ἰου‐ δαϊσμὸν τῷ τοῦ Χριστιανισμοῦ ὀνόματι, καὶ ἀρνείσθω‐ σαν τέλεον, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκα‐
40μεν, τὴν τοῦ Σωτῆρος ἔνσαρκον παρουσίαν· τοῦτο382

26

.

384

γὰρ τῆς αἱρέσεως αὐτῶν οἰκεῖον τὸ φρόνημα· ἢ εἰ δεδοίκασιν Ἰουδαΐζειν ἐκ φανεροῦ, καὶ περιτέμνεσθαι, διὰ τὴν πρὸς Κωνστάντιον ἀρέσκειαν καὶ τοὺς ἀπατηθέντας παρ’ αὐτῶν, μηδὲ λεγέτωσαν τὰ τῶν
5Ἰουδαίων· δίκαιον γὰρ ὧν τὰ ὀνόματα παραιτοῦνται, τούτων ἀποστρέφεσθαι καὶ τὸ φρόνημα. Χριστιανοὶ γάρ ἐσμεν, ὦ Ἀρειανοὶ, Χριστιανοί ἐσμεν ἡμεῖς· ἡμῶν τε ἴδιον καλῶς τὰ Εὐαγγέλια νοεῖν περὶ τοῦ Σωτῆρος, καὶ μήτε μετὰ Ἰουδαίων λιθάζειν αὐτὸν,
10ἐὰν περὶ τῆς θεότητος καὶ τῆς ἀϊδιότητος ἀκούωμεν αὐτοῦ, μήτε μεθ’ ὑμῶν σκανδαλίζεσθαι, ἐφ’ οἷς ἂν, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ταπεινοῖς φθέγ‐ γοιτο ῥήμασιν. Εἰ θέλετε γοῦν καὶ ὑμεῖς γενέσθαι Χριστιανοὶ, ἀπόθεσθε τὴν Ἀρείου μανίαν, τήν τε
15ἀκοὴν ὑμῶν τὴν ῥυπωθεῖσαν ἀπὸ τῶν βλασφήμων ῥημάτων ἀπονίψασθε τοῖς τῆς εὐσεβείας λόγοις· γινώσκοντες, ὡς παυόμενοι τοῦ εἶναι Ἀρειανοὶ, παύ‐ σεσθε καὶ τῆς τῶν νῦν Ἰουδαίων κακοφροσύνης, εὐ‐ θύς τε ὡς ἀπὸ σκότους ἡ ἀλήθεια ὑμῖν λάμψει· καὶ
20οὐκέτι μὲν ἡμῖν ὀνειδίσετε, ὡς δύο ἀΐδια λέγουσιν, ἐπιγνώσεσθε δὲ καὶ ὑμεῖς, ὅτι τε ἀληθινὸς καὶ φύσει Υἱός ἐστι τοῦ Θεοῦ ὁ Κύριος, καὶ οὐχ ἁπλῶς ἀΐδιος, ἀλλὰ τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνὼν γι‐ νώσκεται. Ἔστι γὰρ λεγόμενα ἀΐδια, ὧν αὐτὸς
25δημιουργός ἐστιν· ἐν γὰρ τῷ κγʹ ψαλμῷ γέγραπται· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Δῆλον δέ ἐστιν, ὅτι δι’ αὐτοῦ καὶ ταῦτα γέγονεν· εἰ δὲ καὶ τῶν αἰωνίων αὐτός ἐστι δημιουργὸς, τίς ἡμῶν ἔτι λοιπὸν ἀμφιβάλλειν δυνή‐
30σεται, ὅτι καὶ τούτων τῶν ἀϊδίων ἀνώτερός ἐστι; Καὶ οὐ τοσοῦτον ἐκ τοῦ ἀϊδίου γνωρίζεται Κύριος, ὅσον ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· Υἱὸς γὰρ ὢν, ἀχώριστός ἐστι τοῦ Πατρὸς, καὶ οὐκ ἦν ὅτε οὐκ ἦν, ἀλλ’ ἀεὶ ἦν· καὶ εἰκὼν καὶ ἀπαύγασμα ὢν τοῦ Πατρὸς, ἔχει καὶ
35τὴν ἀϊδιότητα τοῦ Πατρός. Ὅπως μὲν οὖν ἠλέγ‐ χθησαν κακῶς νοοῦντες ἃ προεφασίζοντο ῥητὰ, δυνα‐ τόν πως ἐκ τῶν ἔμπροσθεν δι’ ὀλίγων εἰρημένων κα‐ ταμαθεῖν· ὅτι δὲ καὶ ἐν οἷς πάλιν προφασίζονται νῦν ἐκ τῶν Εὐαγγελίων, γνωρίζονται σαθρὰν ἔχον‐
40τες τὴν διάνοιαν, ῥᾴδιόν ἐστι συνιδεῖν, ἐὰν μάλιστα384

26

.

385

καὶ νῦν τὸν σκοπὸν τῆς καθ’ ἡμᾶς τοὺς Χριστιανοὺς πίστεως λάβωμεν, καὶ τούτῳ ὥσπερ κανόνι χρησά‐ μενοι, προσέχωμεν, ὡς εἶπεν ὁ Ἀπόστολος, τῇ ἀνα‐ γνώσει τῆς θεοπνεύστου Γραφῆς. Οἱ γὰρ χριστομάχοι,
5τοῦτον ἀγνοήσαντες, ἐπλανήθησαν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμ‐ ματος, φρονοῦντες παρ’ ὃ δεῖ φρονεῖν. Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας Γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ
10τοῦ Σωτῆρος ἐπαγγελίαν ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, δι’ ἡμᾶς σάρκα λαβὼν ἐκ Παρθένου τῆς Θεοτόκου Μαρίας, ἄν‐ θρωπος γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης
15τῆς θεοπνεύστου Γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι αὐ‐ ταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ μὴ, πάντα τὰ ῥητὰ συνάγων, πολὺς ἐν τῷ γρά‐ φειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι,
20τοῦ μὲν Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό‐ γος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἶτα· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκή‐
25νωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐ‐ τοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· τοῦ δὲ Παύλου γράφοντος· Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρ‐ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λα‐
30βὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θα‐ νάτου δὲ σταυροῦ. Ἀπὸ τούτων γὰρ, τῇ αὐτῇ δια‐ νοίᾳ διερχόμενός τις πᾶσαν τὴν Γραφὴν, ὄψεται πῶς
35ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ Πατήρ· Γενηθήτω φῶς,386

26

.

388

καὶ, Γενηθήτω στερέωμα, καὶ, Ποιήσωμεν ἄνθρω‐ πον· ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ· καὶ γέγραπται· Ἰδοὺ
5ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός.
9Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ Γραφῇ, ἀπὸ
10μὲν τῶν Παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν Εὐαγγελίων θεωρείτω τὸν Κύριον γενόμενον ἄνθρωπον· Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀναγκαῖον
15εἰδέναι· μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν, ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἁγίων ἐγίνετο, οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδή‐ μησεν ὁ Λόγος ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμε‐
20νος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες· Ποταπὸς ἄρα ἐστὶν οὗτος; καὶ, Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες·
25Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς ἕκαστον τῶν προφη‐ τῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, δι’ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν· διὰ τοῦτο Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν ὁ τοῦ Χριστοῦ
30σταυρὸς, ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σο‐ φία· Ὁ Λόγος γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο· τῆς Γραφῆς ἔθος ἐχούσης λέγειν σάρκα τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ
35ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῃ· Οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν· σάρκα γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων γένος λέγουσιν.
40 Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐ‐ τόν· οὔτε δὲ, γεννωμένων ἐκείνων, εἴρηται, ὅτι αὐτὸς γεγένηται ἄνθρωπος, οὔτε, πασχόντων ἐκείνων, εἴ‐ ρηται· Πέπονθεν αὐτός. Ὅτε δὲ ἐκ Μαρίας ἐπεδή‐
45μησεν ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέ‐
τησιν ἁμαρτίας (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ388

26

.

389

ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται, ὅτι σάρκα προσ‐ λαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος· Χριστοῦ οὖν πα‐
5θόντος ὑπὲρ ἡμῶν σαρκί· ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεὸς, καὶ ἁγιάζων, πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ σωματικῶς, ὥς φησιν ὁ
10Ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, Θεὸς ὢν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος δι’ ἡμᾶς. Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης αὐτοῦ λέγεται, ἐπειδὴ ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῇν, τὸ διψῇν, τὸ πάσχειν,
15τὸ κοπιᾷν, καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Λόγου ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγεί‐ ρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν, καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου σώμα‐ τος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς
20ἐβάσταζεν ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότη‐ τος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ἐβάσταξε· καὶ οὐκ εἴρηκε, Τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν,
25ἵνα μὴ, ὡς ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐ‐ τὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ. Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς φέρει, ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος δι’
30ἡμᾶς γέγονε, καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν ἐβλάπτετο ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώ‐ ματι αὐτοῦ, ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρω‐ ποι, ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ
35τοῦ Λόγου δικαιοσύνης ἐπληρούμεθα. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ αὐτοῦ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλ’ ἐν αὐτῷ
40τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει· διὰ τοῦτο390

26

.

392

γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πι‐ στεύετε, ἵνα γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ,
5κἀγὼ ἐν αὐτῷ. Ἀμέλει ὅτε χρεία γέγονε τὴν πεν‐ θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νό‐ σον. Καὶ ἐπὶ μὲν τοῦ ἐκ γενετῆς τυφλοῦ ἀνθρώ‐ πινον ἀπὸ τῆς σαρκὸς ἠφίει τὸ πτύσμα, θεϊκῶς δὲ
10τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ, ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ
15τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύ‐ την μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύ‐ σασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεό‐
20τητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ ( γὰρ Λόγος σὰρξ ἐγένετο), ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ ἡ σάρξ ἐστιν. Οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα
25τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη·
30ἵνα καὶ ἡ χάρις παρ’ αὐτοῦ ᾖ καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱὸν τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἧττον Κύριον αὐτὸν καὶ
35Θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα.392

26

.

393

Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειεν; ἢ τίς οὐκ ἂν σύνθοιτο θεῖον ἀληθῶς εἶναι τὸ πρᾶγμα; Εἰ γὰρ τὰ τῆς θεότητος τοῦ Λόγου ἔργα μὴ διὰ τοῦ σώματος ἐγίνετο, οὐκ ἂν ἐθεοποιήθη ἄνθρωπος· καὶ πάλιν,
5εἰ τὰ ἴδια τῆς σαρκὸς οὐκ ἐλέγετο τοῦ Λόγου, οὐκ ἂν ἠλευθερώθη παντελῶς ἀπὸ τούτων ὁ ἄνθρωπος· ἀλλ’ εἰ ἄρα πρὸς ὀλίγον μὲν ἀνεπαύετο, ὡς προεῖπον, πάλιν δὲ ἔμενεν ἡ ἁμαρτία ἐν αὐτῷ καὶ ἡ φθορὰ, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν ἀνθρώπων γέγονε,
10καὶ τοῦτο δείκνυται. Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱερεμίας δὲ καὶ ἐκ κοι‐ λίας ἡγιάσθη· καὶ Ἰωάννης ἔτι κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλλιάσει ἐπὶ τῇ φωνῇ τῆς Θεοτόκου Μαρίας· καὶ ὅμως Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ
15Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτή‐ σαντας, ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀ‐ δάμ· καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοὶ, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. Νῦν δὲ τοῦ Λόγου γενομένου ἀνθρώπου,
20καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκὸς, οὐκέτι ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῷ γενόμενον Λόγον· ἀλλ’ ὑπ’ αὐτοῦ μὲν ἀνήλωται, λοιπὸν δὲ οἱ ἄν‐ θρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρ‐ τωλοὶ καὶ νεκροὶ, ἀλλὰ κατὰ τὴν τοῦ Λόγου δύναμιν
25ἀναστάντες, ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν. Ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς Θεοτό‐ κου Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι, ὁ τοῖς ἄλ‐ λοις γένεσιν εἰς τὸ εἶναι παρέχων· ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῇ γένεσιν, καὶ μηκέτι ὡς γῆ μόνη
30ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλ’ ὡς τῷ ἐξ οὐρανοῦ Λόγῳ συναφθέντες, εἰς οὐρανοὺς ἀναχθῶμεν παρ’ αὐτοῦ. Οὐκοῦν οὕτω καὶ τὰ ἄλλα πάθη τοῦ σώ‐ ματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν· ἵνα μη‐ κέτι ὡς ἄνθρωποι, ἀλλ’ ὡς ἴδιοι τοῦ Λόγου, τῆς αἰω‐
35νίου ζωῆς μετάσχωμεν. Οὐκέτι γὰρ κατὰ τὴν προτέ‐ ραν γένεσιν ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν· ἀλλὰ λοι‐ πὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς
ἀσθενείας μετατεθέντων εἰς τὸν Λόγον, ἐγειρόμεθα394

26

.

396

ἀπὸ γῆς, λυθείσης τῆς δι’ ἁμαρτίαν κατάρας διὰ τὸν ἐν ἡμῖν ὑπὲρ ἡμῶν γενόμενον κατάραν· καὶ εἰκότως γε. Ὥσπερ γὰρ ἐκ γῆς ὄντες πάντες ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν, οὕτως ἄνωθεν ἐξ ὕδατος καὶ
5πνεύματος ἀναγεννηθέντες, ἐν τῷ Χριστῷ πάντες ζωοποιούμεθα, οὐκέτι ὡς γηΐνης, ἀλλὰ λοιπὸν λογω‐ θείσης τῆς σαρκὸς διὰ τὸν τοῦ Θεοῦ Λόγον, ὃς δι’ ἡμᾶς ἐγένετο σάρξ.
10 Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ Λόγου φύσεως, καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας αὐτοῦ γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος γὰρ οὗτος γένοιτ’ ἂν μάρτυς περὶ τοῦ Σωτῆρος· γράφει τοίνυν ἐν τῇ
15Ἐπιστολῇ λέγων· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν, καὶ διψᾷν, καὶ κάμνειν, καὶ μὴ εἰδέναι, καὶ καθεύ‐ δειν, καὶ κλαίειν, καὶ αἰτεῖν, καὶ φεύγειν, καὶ γεννᾶσθαι, καὶ παραιτεῖσθαι τὸ ποτήριον, καὶ ἁπλῶς
20πάντα τὰ τῆς σαρκὸς, λεχθείη ἂν ἀκολούθως ἐφ’ ἑκάστου· Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί· καὶ μὴ εἰδέναι λέγοντος καὶ ῥα‐ πιζομένου, καὶ κάμνοντος ὑπὲρ ἡμῶν σαρκί· καὶ ὑψουμένου πάλιν, καὶ γεννωμένου, καὶ αὐξάνοντος
25σαρκί· καὶ φοβουμένου, καὶ κρυπτομένου σαρκί· καὶ λέγοντος, Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ τυπτομένου, καὶ λαμβά‐ νοντος ὑπὲρ ἡμῶν σαρκί· καὶ ὅλως πάντα τὰ τοιαῦ‐ τα ὑπὲρ ἡμῶν σαρκί. Καὶ γὰρ καὶ αὐτὸς ὁ
30Ἀπόστολος διὰ τοῦτ’ εἴρηκε, Χριστοῦ οὖν παθόν‐ τος οὐ θεότητι, ἀλλ’ ὑπὲρ ἡμῶν σαρκὶ, ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλ‐
35λον γινωσκέτω, ὡς τὴν φύσιν αὐτὸς ὁ Λόγος ἀπα‐ θής ἐστι, καὶ ὅμως δι’ ἣν ἐνεδύσατο σάρκα, λέ‐ γεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα, τοῦ δὲ Σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμέ‐
40νει, μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξ‐ αφανίζων καὶ ἀπολλύων αὐτά· οἱ δὲ ἄνθρωποι, ὡς
εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ396

26

.

397

ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων· Καὶ οἴδατε, ὅτι ἐκεῖνος ἐφα‐ νερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ· καὶ
5ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. Τούτου δὲ οὕτως ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικὸς, Διὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; Εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; Ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ
10φύσιν πῶς ἂν ἀπ’ αὐτῆς παύσοιτο; Δυναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλό‐ νεικον αἱρετικόν· Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητὴ, ἀλλ’ ὕστερον τοῦ Λόγου γέγονα σὰρξ, καὶ αὐτὸς ἐβάσταξέ μου τὰ πάθη, καίτοι ἀπαθὴς ὤν· ἐγὼ
15δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ τὸν ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων. Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλ‐ λάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας ἔλαβε μορφήν. Ὡς
20γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα, γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε θεο‐ ποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λέγοντα, γινώσκωμεν, ὅτι
25Θεὸς ὢν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν ἴδωμεν αὐ‐ τὸν ἀνθρωπίνως λαλοῦντα, ἢ πάσχοντα, μὴ ἀγνοῶ‐ μεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώ‐ σκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες
30καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν, καὶ οὐκ ἄν ποτε πλανηθησόμεθα. Ἐὰν δέ τις, θεϊκῶς τὰ παρὰ τοῦ Λόγου γινόμενα βλέπων, ἀρνήσηται τὸ σῶμα, ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων, ἀρνήσηται τὴν τοῦ Λόγου ἔνσαρκον παρουσίαν, ἢ ἐκ τῶν ἀνθρωπί‐
35νων ταπεινὰ περὶ τοῦ Λόγου φρονήσῃ, ὁ τοιοῦτος, ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι,
σκάνδαλον νομίσει τὸν σταυρὸν, ὡς δὲ Ἕλλην,398

26

.

400

μωρίαν ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. Τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ Σωτῆρος, ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. Οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ Λό‐
5γου, ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένε‐ σιν, καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκατ‐ αριθμεῖν. Ἀλλ’ ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθα‐ νέτωσαν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο· ἡμεῖς δὲ, τὸν σκοπὸν τῆς πίστεως ἔχοντες, ἐπιγινώσκωμεν ἃ
10διανοοῦνται οὗτοι κακῶς, ὀρθὴν ἔχοντα τὴν διάνοιαν. Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ, πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύνα‐ μαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθ‐
15ὼς ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητὰ, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι. Πῶς γὰρ ἃ ἔχει ὁ Πατὴρ, οὐκ εἶχεν ἀϊδίως ὁ μόνος κατ’ οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία, ὁ καὶ λέ‐ γων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, τὰ
20ἐμὰ τοῦ Πατρός ἐστιν; Εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατὴρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱὸς, ταῦτα ὄντα τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν αὐτῷ. Οὐ διὰ τὸ μὴ ἐσχηκέναι οὖν ποτε ταῦτα ἔλεγεν· ἀλλ’ ὃ ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, παρὰ
25τοῦ Πατρὸς ἔχει. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν εἶναι τὸν
30Πατέρα· διὰ τοῦτο τὸ, ἐδόθη μοι, καὶ τὸ, ἔλαβον, καὶ τὸ, παρεδόθη μοι, εἴρηκεν ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστι, διὰ μὲν τὴν ὁμοιότη‐ τα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παρ’ αὐτοῦ·
35διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ, ἐδόθη, καὶ τὸ, παρ‐ εδόθη, καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεό‐ τητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀλη‐ θῶς Υἱὸν, ἔξεστι καὶ ἀπ’ αὐτῶν τῶν ῥητῶν κα‐
40ταμαθεῖν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη· πρῶτον μὲν
ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, πάν‐400

26

.

401

των ὢν κληρονόμος, μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατ’ οὐσίαν τοῦ Πατρός. Εἰ γὰρ εἷς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος· ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ. Νῦν δὲ,
5πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ, ἐδόθη, καὶ, παρεδόθη, οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συν‐ ιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· Ὥσπερ
10ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Ἐκ μὲν γὰρ τοῦ λέγειν, δέδωκε, σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πα‐ τέρα· ἐν δὲ τῷ λέγειν, οὕτως, δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα.
15Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον, ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν. Ὡς γὰρ ὁ Πα‐ τὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν, ὅτι ἀεὶ ἔχει ὁ Πατήρ· πῶς οὐκ ἄτοπον τοῦ Υἱοῦ λέγοντος, ὅτι,
20ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέ‐ γειν μὴ οὕτως ἔχειν, ἀλλ’ ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πα‐
25τρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι· Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπ’ ἐμαυτοῦ φωτίζω, ἀλλ’ ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλ’ ὅτι τοῦ φωτὸς ἴδιόν
30εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πα‐ τὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ
35Πατρὸς θεότης ἐστί· καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται.
39Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς·
40περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σω‐ τῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζα‐
ρος κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν402

26

.

404

πυνθάνεται, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι· καὶ, Πόσους ἔχετε ἄρτους· καὶ, Τί θέλετε ἵνα ποιήσω ὑμῖν· γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώ‐
5μεθα κατὰ τοὺς χριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νο‐ μίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλ’ ἔξεστι τὸν εἰδότα καὶ ἐρω‐ τᾷν, περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης
10ἐπερωτῶντα τὸν Χριστὸν, Πόσους ἄρτους ἔχετε, οἶδε μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν. Εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τού‐
15του καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι, ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν, ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλ‐
20λεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν, ἀκουέτωσαν, ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρη‐ ται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος ὁ πυνθανόμενος, ποῦ Λάζαρος κεῖται, αὐτὸς εἶπε
25μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, Λάζαρος ἀπέθανε, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατ’ αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθη‐ τῶν προγινώσκων, καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρ‐ δίᾳ, καὶ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ· καὶ τό γε μεῖζον,
30αὐτὸς μόνος γινώσκει τὸν Πατέρα, καὶ λέγει· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.
33 Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος
35ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ ἀνθρώ‐ πινον· μὴ γένοιτο! ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμ‐
βανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν404

26

.

405

σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν, ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακα‐ λούμενος, πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγι‐
5νώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλ’ ἐπυν‐ θάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα δι’ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γι‐ νώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυ‐
10τὸν τὸν δι’ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποστα‐ λέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν λέγῃ ὁ Σωτὴρ Ἐδόθη μοι ἐξουσία, καὶ, Δόξασόν σου τὸν Υἱὸν, λέγῃ τε ὁ Πέτρος, Ἐδόθη αὐτῷ ἐξουσία, τῇ αὐτῇ
15διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπί‐ νως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως,
20βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπ‐ ώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς
25ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, Δόξα‐ σόν με, ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ, ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλα‐
30βὼν αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται.
33 Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθ’ ὑμᾶς τὸ
35λαβεῖν, καὶ τὸ χρῄζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος· γέγονε γάρ· ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρῄζειν, καὶ τὸ ἀγνοεῖν· διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλ‐ λοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν
40μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; Εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, δι’ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖ‐ νος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀνα‐
45στὰς ποία τοῖς ἀνθρώποις ἐστὶν ἐλπίς; Μένουσι γὰρ,406

26

.

408

ὥσπερ ἦσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; Εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι· κενὸς ἦν
5τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολο‐ γήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, ἃ μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα
10ἢ τὸ σῶμα βελτιωθὲν δι’ αὐτόν. Ἀλλὰ τοῦτο Ἰου‐ δαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δ’ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν
15οὐκ ἔστι φανερὸν, ὅτι ταῦθ’ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι’ ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδό‐ μενα χαρίσματα δι’ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως, ἃ ἔλεγεν
20εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖ‐ νοι. Δόξαν τοίνυν ᾐτεῖτο, καὶ ἔλεγε· Πάντα μοι παρε‐ δόθη· καὶ μετὰ τὴν ἀνάστασιν ἐξουσίαν πᾶσάν φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν εἴπῃ, Πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· πάντα γὰρ δι’ αὐτοῦ
25ἐγένετο· καὶ εἷς Κύριος ἦν, δι’ οὗ τὰ πάντα· καὶ δόξαν μὲν αἰτῶν, Κύριος τῆς δόξης ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων· Τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι
30παρὰ σοί.
33 Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνά‐ στασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ
35πρὸ τῆς ἀναστάσεως. Αὐτὸς μὲν γὰρ ἐπετίμα δι’ ἑαυ‐ τοῦ τῷ Σατανᾷ λέγων, Ὕπαγε ὀπίσω μου, Σα‐ τανᾶ· τοῖς δὲ μαθηταῖς ἐδίδου κατ’ αὐτοῦ τὴν ἐξουσίαν, ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐ‐
40ρανοῦ. Ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέ‐ ναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ ἔδησεν ὁ Σατανᾶς, ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς Ἀβραμιαίας θυ‐
γατρὸς ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ πα‐408

26

.

409

ραλυτικῷ, καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα, χα‐ ριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ
5μέλλων, ἕως λάβῃ, ἀλλ’ ἐξουσιαστὴς ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι, ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν, ἀν‐ θρωπίνως εἰληφέναι λέγει, ἵνα δι’ αὐτὸν οἱ ἄν‐ θρωποι, ἐπὶ μὲν τῆς γῆς ὡς κοινωνοὶ γενόμενοι θείας
10φύσεως, λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς οὐρανοῖς, ὡς ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς, αἰωνίως βασιλεύσωσι. Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς ὢν ὁ Λόγος.
15Λέγεται δὲ νῦν ἀνθρωπίνως, ὅτι ἔλαβεν, ἵνα, τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον· ὅτι Λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ ἀγγέλων, τοιοῦτον
20ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως, ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν, ἔλαβεν, ἀνθρω‐ πίνως εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεό‐ τητα τοῦ Λόγου δείκνυσιν. Παύσασθε τοιγαροῦν, ὦ θεοστυγεῖς, καὶ
25μὴ ταπεινοῦτε τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεό‐ τητα αὐτοῦ, ἥτις ἐστὶ τοῦ Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε τῷ Χρι‐ στῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰου‐ δαῖοι. Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα
30τυγχάνει ὄντα, ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀν‐ θρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέ‐
35γηται περὶ τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλό‐ τρια ταῦτα Θεοῦ τυγχάνει ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ. Εἰ γὰρ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἀλλὰ τῆς
40σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σὰρξ θεοφορεῖται ἐν410

26

.

412

τῷ Λόγῳ, ἀλλ’ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λό‐ γου. Τὰ γοῦν ἔργα τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε Λάζαρον, ἐπ‐
5έπληττε τῇ μητρὶ, λέγων· Οὔπω ἥκει ἡ ὥρα μου, καὶ εὐθὺς τὸ ὕδωρ οἶνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. Διὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ Πατέρα· ἐκ δὲ τῶν
10τῆς σαρκὸς παθῶν ἐδείκνυεν, ὅτι ἀληθὲς ἐφόρει σῶμα, καὶ ἴδιον ἦν αὐτοῦ τοῦτο. Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς, διερευνήσωμεν. Τοῦτο
15μὲν γὰρ μεγάλως μάλιστα ἀγνοήσαντες, καὶ ἐν τούτῳ σκοτοδινιῶντες, μεγάλην νομίζουσιν ἔχειν ἐν τούτῳ πρόφασιν τῆς αἱρέσεως αὐτῶν. Ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους αὐτοὺς, καὶ ἐν τούτῳ πα‐ ρασκευαζομένους τοὺς αἱρετικοὺς, ὡς τοὺς γίγαντας,
20πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Κύριος, δι’ οὗ τὰ πάντα γέγονε, κρίνεται παρ’ αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας· καὶ ὁ τὰ πάν‐ τα γινώσκων Λόγος κατηγορεῖται παρ’ αὐτῶν, ὡς ἀγνοῶν περὶ ἡμέρας· καὶ ὁ γινώσκων Υἱὸς τὸν
25Πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν· ὧν τί ἂν τίς ἀφρονέστερον εἴποι, ἢ ποίαν τίς τούτοις ἐξισώ‐ σοι μανίαν; Διὰ τοῦ Λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι, καὶ καιροὶ, καὶ νὺξ, καὶ ἡμέρα, καὶ πᾶσα ἡ κτίσις, καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ ποίημα λέγε‐
30ται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος δείκνυσιν εἰδέναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ὥραν, καὶ τὴν ἡμέραν, κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπί‐ πτωσιν. Εἰρηκὼς γὰρ, οὐδὲ ὁ Υἱὸς, διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας, λέγων· Τάδε ἔσται
35καὶ τάδε, εἶτα τὸ τέλος. Ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα φανήσεται. Εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐκ ἂν τὰ πρὸ αὐτῆς ἐσήμανεν, οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα. Καὶ ὥσπερ ἄν τις οἰκίαν ἢ πόλιν τοῖς
40ἀγνοοῦσι σημᾶναι θέλων, τὰ μὲν πρὸ τῆς οἰκίας ἢ
τῆς πόλεως διεξίοι· ἐπειδὰν δὲ πάντα σημάνας412

26

.

413

λέγοι, Εἶτ’ εὐθὺς ἡ πόλις ἣ ἡ οἰκία· οἶδε πάντως ὁ σημαίνων, ποῦ τε ἡ οἰκία ἢ ἡ πόλις ἐστίν· οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν, ἐσήμανε τὰ πρὸ ἐκείνων· μή ποτε δι’ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς ἀκού‐
5οντας, ἢ αὐτὸς λέγων, λάθῃ καὶ ὑπερβῇ τὸ σημαι‐ νόμενον· οὕτω λέγων ὁ Κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας, οἶδεν ἀκριβῶς, καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα καὶ ἡ ἡμέρα ἐνίσταται.
11 Τίνος οὖν ἕνεκεν γινώσκων, οὐκ εἶπε φανε‐ ρῶς τότε τοῖς μαθηταῖς, οὐδενός ἐστι περιεργάσασθαι, ἃ σεσιώπηκεν αὐτός. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Τίνος δὲ χάριν
15γινώσκων ἔλεγεν, ὅτι οὐδὲ ὁ Υἱὸς οἶδεν, οὐδένα τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ἧττον διὰ τὴν σάρκα ὡς ἄνθρωπος ἔλεγεν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐλάττωμα τοῦ Λόγου ἐστὶν, ἀλλὰ τῆς ἀνθρω‐ πίνης φύσεως ἧς ἐστιν ἴδιον καὶ τὸ ἀγνοεῖν. Καὶ
20τοῦτο πάλιν ἄν τις ἴδοι καλῶς, ἐὰν καὶ τὸν καιρὸν ἐξετάζῃ μετὰ συνειδήσεως ἀγαθῆς, πότε καὶ τίσιν ἔλεγε ταῦτα ὁ Σωτήρ. Οὐ τοίνυν ὅτε ὁ οὐρανὸς δι’ αὐτοῦ ἐγένετο, οὐδ’ ὅτε ἦν παρ’ αὐτῷ τῷ Πατρὶ ὁ Λόγος ἁρμόζων τὰ πάντα, οὐδὲ πρὸ τοῦ γενέσθαι ἄν‐
25θρωπος ἔλεγε ταῦτα· ἀλλ’ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο. Διὰ τοῦτο καὶ πάντα, ὅσα μετὰ τὸ γενέσθαι ἄνθρωπος, ἀνθρωπίνως λέγει, ταῦτα τῇ ἀνθρω‐ πότητι δίκαιον ἀνατιθέναι. Τοῦ μὲν γὰρ Λόγου ἴδιόν ἐστιν εἰδέναι τὰ πεποιημένα, καὶ τούτων τὴν ἀρχὴν
30καὶ τὸ τέλος μὴ ἀγνοεῖν· αὐτοῦ γάρ ἐστιν ἔργα· καὶ οἶδεν ὁπόσα, καὶ ἕως τίνος τὴν σύστασιν αὐτῶν εἰργά‐ σατο. Εἰδὼς δὲ τὴν ἀρχὴν ἑκάστου καὶ τὸ τέλος, οἶδε πάντως καὶ τὸ καθόλου καὶ κοινὸν πάντων τέλος. Ἀμέλει λέγων ἐν τῷ Εὐαγγελίῳ περὶ τοῦ κατὰ
35τὸ ἀνθρώπινον αὐτοῦ, Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δό‐ ξασόν σου τὸν Υἱὸν, δῆλός ἐστιν, ὅτι καὶ τὴν περὶ τοῦ πάντων τέλους ὥραν, ὡς μὲν Λόγος, γι‐
νώσκει, ὡς δὲ ἄνθρωπος, ἀγνοεῖ· ἀνθρώπου γὰρ414

26

.

416

ἴδιον τὸ ἀγνοεῖν, καὶ μάλιστα ταῦτα. Ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον τοῦ Σωτῆρος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, οὐκ ἐπαισχύνεται διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν, Οὐκ οἶδα, ἵνα δείξῃ,
5ὅτι, εἰδὼς ὡς Θεὸς, ἀγνοεῖ σαρκικῶς. Οὐκ εἴρηκε γοῦν, Οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ οἶδεν, ἵνα μὴ ἡ θεό‐ της ἀγνοοῦσα φαίνηται· ἀλλ’ ἁπλῶς, Οὐδὲ ὁ Υἱός· ἵνα τοῦ ἐξ ἀνθρώπων γενομένου Υἱοῦ ἡ ἄγνοια ᾖ.
11 Διὰ τοῦτο καὶ περὶ ἀγγέλων λέγων, οὐκ εἴρηκεν ἐπαναβαίνων, ὅτι οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ’ ἐσιώ‐ πησε, δεικνὺς κατὰ δύο ταῦτα, ὅτι, εἰ τὸ Πνεῦμα οἶδεν, πολλῷ μᾶλλον ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, οἶδε,
15παρ’ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει· καὶ ὅτι, περὶ τοῦ Πνεύματος σιωπήσας, φανερὸν πεποίηκεν, ὅτι περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν, οὐδὲ ὁ Υἱός. Καὶ τούτου τεκμήριον, ὅτι, ἀνθρωπίνως εἰρηκὼς, οὐδὲ ὁ Υἱὸς οἶδε, δείκνυσιν ὅμως θεϊκῶς
20ἑαυτὸν τὰ πάντα εἰδότα. Ὃν γὰρ λέγει Υἱὸν τὴν ἡμέραν μὴ εἰδέναι, τοῦτον εἰδέναι λέγει τὸν Πα‐ τέρα· Οὐδεὶς γὰρ, φησὶ, γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός. Πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογή‐ σειεν ὡς ὁ τὸν Πατέρα γινώσκων πολλῷ μᾶλλον
25οἶδε τῆς κτίσεως τὸ ὅλον· ἐν δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ἐστὶ ταύτης. Καὶ εἰ ἤδη δὲ ὥρισται ἡ ἡμέρα
καὶ ἡ ὥρα παρὰ τοῦ Πατρὸς, δῆλόν ἐστιν, ὅτι διὰ τοῦ416

26

.

417

Υἱοῦ ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ δι’ αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ ἐστιν, ὃ μὴ διὰ Υἱοῦ γέγονέ τε καὶ ὥρι‐ σται· οὐκοῦν αὐτὸς δημιουργὸς ὢν τοῦ παντὸς, οἶδεν ὁποῖον καὶ ὁπόσον, καὶ ἕως τίνος αὐτὸ γενέσθαι βε‐
5βούληται ὁ Πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. Πάλιν τε εἰ πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι· τοῦτο γὰρ αὐτὸς εἴρηκε· τοῦ δὲ Πατρός ἐστι τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ Υἱὸς οἶδεν, ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ
10Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πα‐ τὴρ ἐν τῷ Υἱῷ, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν· φανερὸν, ὅτι καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ Πατρὶ, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς
15ὁ Υἱὸς, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, δῆλον, ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Καὶ οὐ θαυμαστὸν, εἰ δι’ οὗ τὰ πάντα γέγονε, καὶ ἐν ᾧ συνέστηκε τὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα, καὶ πότε τούτων
20ἑκάστου καὶ κοινῇ τὸ τέλος· ἀλλ’ ὅτι καὶ αὕτη ἡ προπέτεια, πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα, εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. Συναριθμοῦντες γὰρ τοῖς γενητοῖς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀΐδιον Λόγον, κατ’ ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα
25ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. Εἰ γὰρ ὁ τὸν Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις, τῆς
30περὶ τοῦ Πατρὸς γνώσεως.
33 Ἀλλ’ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασ‐ φημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν
35ποτὲ τῆς ἀσεβείας ταύτης ἄφεσιν, ὡς ὁ Κύριος εἴ‐ ρηκεν· οἱ δὲ φιλόχριστοι καὶ χριστοφόροι γινώσκομεν, ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, Οὐκ οἶδα· οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρ‐
40κα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ᾗ ὢν, σαρκικῶς ἔλεγεν· Οὐκ οἶδα. Τότε γοῦν εἰρηκὼς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε, καὶ τῶν κατὰ Νῶε ἀνθρώπων τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε· Γρηγορεῖτε οὖν,
ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύ‐418

26

.

420

ριος ὑμῶν ἔρχεται· καὶ πάλιν, ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· δι’ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἶπον· Οὐδὲ ὁ Υἱός. Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν· Γρηγορεῖτε οὖν, ὅτι
5οὐκ οἶδα· καὶ, ᾗ οὐ δοκῶ ὥρᾳ· νῦν δὲ, τοῦτο μὲν οὐκ εἶπεν· εἰρηκὼς δὲ, ὅτι οὐκ οἴδατε ὑμεῖς, καὶ, ᾗ οὐ δοκεῖτε, ἔδειξεν, ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· δι’ οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, οὐδὲ
10ὁ Υἱὸς οἶδεν· οὐκ οἶδε γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν· Οὐκ ἔγνων, ἀλλ’, Οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ ἄνθρωποι
15οὐκ ἐγίνωσκον· ὁ δὲ τὸν κατακλυσμὸν ἐπαγαγὼν (αὐτὸς δὲ ἦν ὁ Σωτήρ·) ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ ἤνοιγε, καὶ τὰς ἀβύσσους ἐῤῥήγνυε, καὶ τῷ Νῶε εἴρηκεν· Εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κι‐
20βωτόν. Εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω τὸν κα‐ τακλυσμὸν ἐπὶ τὴν γῆν. Εἰ δὲ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνει τὴν ἡμέραν, ἔγνω δὲ τὴν ἡμέραν τοῦ κατακλυσμοῦ, οἶδεν ἄρα καὶ τὴν
25ἡμέραν τῆς ἑαυτοῦ παρουσίας. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων, Γρη‐ γορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν
30ὥραν, ὁ πρὸ ὀλίγου λέγων, Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, νῦν οὐκ εἶπεν, ὅτι Ἐγὼ οὐκ οἶδα, ἀλλ’ ὅτι Ὑμεῖς οὐκ οἴδατε. Οὕτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς εἶπε τότε καὶ τὸ, Οὐδὲ ὁ Υἱὸς, σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ,
35ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ὁ ἐρ‐ χόμενος, καὶ αὐτὸς κριτὴς, καὶ αὐτὸς ὁ νυμφίος. οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε μέλλει λέγειν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ
40τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.420

26

.

421

Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος, μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεϊκῶς δὲ, ἐν τῷ Πατρὶ ὢν Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν
5ἐστιν, ὃ ἀγνοεῖ. Οὕτως καὶ περὶ Λαζάρου πάλιν ἀν‐ θρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν· μεῖζον δὲ τὸ εἰδέναι, ποῦ ἦν ἡ ψυχὴ, τοῦ εἰδέ‐ ναι, ποῦ ἔκειτο τὸ σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπ‐
10ηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο, δῆλόν ἐστιν, ὅτι διὰ τοῦ Υἱοῦ
15γέγονεν ἡ ἀποκάλυψις· Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν, φησὶν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι’ Υἱοῦ ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον ὡς αὐτὸς ὁ πυνθανό‐
20μενος Κύριος, πρότερον ἀποκαλύψας τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο· ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα, καὶ γινώσκων τὸν ἑαυτοῦ Πα‐
25τέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε τελειότερον ἄν τι γένοιτο. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ χριστομάχοι.
30Ὁ Ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπι‐ στολῇ γράφων φησίν· Οἶδα ἄνθρωπον ἐν Χρι‐ στῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε. Τί τοίνυν φατέ; οἶδεν ὁ Ἀπόστολος ὃ
35πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, οὐκ οἶδα, ἢ οὐκ οἶδεν; Εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρα‐ νομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ
40ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε
λέγων, οὐκ οἶδα· εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν422

26

.

424

ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα· πῶς οὐκ ἀλη‐ θῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκρι‐ τός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέ‐ γοντα, οὐκ οἶδα, λέγουσιν εἰδέναι, τὸν δὲ Κύ‐
5ριον λέγοντα, οὐκ οἶδα, λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ, ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, οὐκ οἶδα· πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, οὐκ οἶδα; Ὁ μὲν οὖν Ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέ‐
10πονθε· διὰ τοῦτο γὰρ καί φησιν, Οἶδα ἄνθρωπον ἐν Χριστῷ· εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἶδε καὶ πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων
15τὸν Ἠλίαν εἰς ἓν τῶν ὀρέων ὑπὸ τοῦ Πνεύματος ἐῤ‐ ῥίφθαι, αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρα‐ κεν, ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σε‐ σιώπηκε καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆρ’ οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; Ἐγίνωσκε μὲν οὖν·
20ἀλλ’ ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵν’ ἐκεῖνοι, πεισθέν‐ τες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος. αὐτὸς ὢν ὁ ἁρπαγεὶς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀν‐
25ελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, Οὐκ οἶδα, δύο τούτων χάριν, ὥς γε νομίζω, ἑνὸς μὲν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων ἕτερόν τις αὐτὸν λογίσηται, ὑπὲρ ὃ βλέπει· ἑτέρου δὲ, ὅτι, τοῦ Σωτῆρος εἰπόντος, Οὐκ οἶδα, ἔπρεπε καὶ αὐτὸν
30εἰπεῖν, Οὐκ οἶδα, ἵνα μὴ φαίνηται δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ μαθητὴς ὑπὲρ τὸν διδά‐ σκαλον.
34Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ
35μᾶλλον αὐτὸς οἶδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἶδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς, λέγει, οὐδὲ ὁ Υἱὸς οἶδε. Τίνος μὲν οὖν χάριν τότε εἶπεν, οὐκ οἶδα, ἃ αὐτὸς, ὡς Δεσπότης, οἶδεν; Ὡς διερευνῶντα
40στοχάζεσθαι χρὴ, τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε· παράσχοι δὲ αὐτὸς
τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας! Ἐν ἀμφοτέροις424

26

.

425

ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ· εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ θροηθῶμεν, γινομένων αὐτῶν, ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα
5τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν, ὅτι Οἶδα· ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖ‐ πον, εἶπεν, ὅτι Οὐκ οἶδα· ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε
10τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ δι’ ἡμᾶς ὁ Λό‐ γος σὰρξ ἐγένετο. Δι’ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ, Οὐδὲ ὁ Υἱὸς οἶδε· καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς
15(ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος, Οὐκ οἶδα), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι εἰπεῖν· εἰρηκὼς γὰρ, Οὐκ οἶδα, ἔστησε κἀκείνων τὴν ἐρώ‐ τησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα ἐπέβη τοῖς ἀγγέλοις, ἀναβαίνων
20ὡς ἄνθρωπος, καὶ ἀναφέρων εἰς τὸν οὐρανὸν ἣν ἐφό‐ ρει σάρκα· ὅτε καὶ οἱ μαθηταὶ τοῦτο βλέποντες, πά‐ λιν ἠρώτων, Πότε τὸ τέλος ἔσται, καὶ, Πότε σὺ πα‐ ραγίνῃ, εἶπεν αὐτοῖς φανερώτερον· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ
25ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ οὐκ εἶπε τότε, Οὐδὲ ὁ Υἱὸς, ὥσπερ εἶπεν πρὸ τούτου ἀνθρωπίνως, ἀλλ’, Ὑμῶν οὐκ ἔστι γνῶναι. Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα, καὶ ἀποθεμένη τὴν νέκρωσιν καὶ θεο‐ ποιηθεῖσα· καὶ οὐκέτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀπο‐
30κρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοι‐ πὸν θεϊκῶς διδάξαι, ὅτι Οὐχ ὑμῶν ἐστι γνῶναι χρό‐ νους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν. Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Υἱός; Χριστὸς γὰρ
35Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία. Οἶδεν ἄρα ὁ Υἱὸς Λόγος ὤν· τοῦτο γὰρ λέ‐ γων ἐσήμαινεν, ὅτι Ἐγὼ οἶδα, ἀλλ’ οὐκ ἔστιν ὑμῶν γνῶναι· δι’ ὑμᾶς γὰρ καὶ ἐν τῷ ὄρει καθήμενος σαρ‐ κικῶς εἶπον, Οὐδὲ ὁ Υἱὸς οἶδε, διὰ τὸ ὑμῶν καὶ
40πάντων συμφέρον· συμφέρει γὰρ ὑμῖν καὶ περὶ τῶν ἀγγέλων καὶ περὶ τοῦ Υἱοῦ οὕτως ἀκοῦσαι, διὰ τοὺς ἐσομένους μετὰ ταῦτα πλάνους, ἵνα, κἂν ὡς ἄγγελοι μετασχηματίσωνται δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ πιστεύ‐
45σητε, ὡς ἀγνοούντων αὐτῶν. Ἂν δὲ καὶ ὁ Ἀντίχρι‐426

26

.

428

στος μεταποιήσας ἑαυτὸν λέγῃ· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πειράσῃ καὶ αὐτὸς περὶ τῆς ἡμέρας καὶ συντελείας λέγειν, πρὸς τὸ πλανῆσαι τοὺς ἀκού‐ οντας· ἔχοντες ὑμεῖς παρ’ ἐμοῦ τὴν φωνὴν, ὅτι Οὐδὲ
5ὁ Υἱὸς, μηδὲ ἐκείνῳ πιστεύσητε. Ἄλλως τε οὐδὲ εἰδέναι πάλιν πότε τὸ τέλος, ἢ πότε τοῦ τέλους ἡ ἡμέρα, συμφέρει τοῖς ἀνθρώποις, ἵνα μὴ, γνόντες, καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται, περιμέ‐ νοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ μόνον
10ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται. Διὰ τοῦτο καὶ τὸ ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ, προφάσει τῆς γνώσεως φυσιωθέντες οἱ ἄνθρω‐ ποι, ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον ἄρξωνται τοῦ χρό‐ νου. Ἀμφότερα δὴ οὖν καὶ τὸ καθόλου τέλος, καὶ τὸ
15ἑκάστου πέρας ἔκρυψεν ἀφ’ ἡμῶν ὁ Λόγος (καὶ γὰρ καὶ ἐν καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται), ἵνα, ἀδήλου αὐ‐ τοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου, καθ’ ἡμέραν ὡς καλούμενοι προκόπτωμεν, τοῖς ἔμπροσθεν ἐπ‐
20εκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι. Τίς γὰρ, γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους, οὐχ ὑπερτίθεται τὸν μεταξὺ χρόνον· ἀγνοῶν δὲ, οὐ καθ’ ἡμέραν ἕτοιμος γίνεται; Διὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ Σωτὴρ, λέγων· Γρηγορεῖτε οὖν, ὅτι οὐκ
25οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ, ᾟ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀν‐ θρώπου ἔρχεται· διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε. Καὶ γὰρ καὶ τοῦτο λέγων, βούλεται διὰ παντὸς ἡμᾶς ἑτοίμους γενέσθαι·
30Ὑμεῖς γὰρ, φησὶν, οὐκ οἴδατε· ἐγὼ δὲ ὁ Κύριος οἶδα πότε ἔρχομαι, κἂν οἱ Ἀρειανοί με μὴ προσδοκῶσι Λόγον ὄντα τοῦ Πατρός. Ὁ μὲν οὖν Κύριος, τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων, οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ ταῦτα μαθόντες, διωρθώσαντο μέλ‐
35λοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ Θεσσαλονί‐ κης. Ἐπειδὴ δὲ οἱ Χριστομάχοι οὐδ’ οὕτω κατα‐ δύονται, βούλομαι, καίπερ εἰδὼς σκληροτέραν ἔχον‐ τας αὐτοὺς τοῦ Φαραὼ τὴν καρδίαν, ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. Ἐν τῷ παραδείσῳ πυνθάνε‐
40ται ὁ Θεὸς λέγων· Ἀδὰμ, ποῦ εἶ; Ἐξετάζει δὲ καὶ τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Τί τοίνυν καὶ περὶ τούτου φατέ; Εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομί‐
ζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι· Μανιχαίοις μὲν428

26

.

429

ἤδη προσετέθητε· αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανι‐ χαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται· τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω
5πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυν‐ θάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μα‐ νιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον
10καὶ ὑμεῖς νεανιεύησθε ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε. Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ δι‐
15εφθαρμένη διάνοια δειχθῇ. Φησὶ τοίνυν ὁ Λουκᾶς· Καὶ Ἰησοῦς προ‐ έκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. Τὸ μὲν οὖν ῥητόν ἐστι τοῦτο· ἐπει‐ δὴ δὲ καὶ ἐν τούτῳ προσκόπτουσιν, ἀναγκαῖον πάλιν
20αὐτοὺς ὡς τοὺς Φαρισαίους καὶ τοὺς Σαδδουκαίους ἐρωτῆσαι, περὶ οὗ φησιν ὁ Λουκᾶς. Ἔστι δὲ οὕτως· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ
25αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος προκόπτων. Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐστὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, καὶ ὁ
30Λόγος σὰρξ ἐγένετο, καὶ Θεὸς ὢν ἐπὶ γῆς κατῆλθε· ποίαν εἶχε προκοπὴν ὁ ἴσα Θεῷ ὑπάρχων; ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱὸς ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵν’ ἀπὸ τούτου καὶ προκόψῃ;
35Ἔπειτα ὡς ἐπὶ τοῦ λαβεῖν καὶ δοξασθῆναι τὰ αὐτὰ καλὸν εἰπεῖν· Εἰ ἄνθρωπος γενόμενος προέκοπτε, δῆλόν ἐστιν, ὡς, πρὸ τοῦ γενέσθαι ἄνθρωπος, ἀτελὴς ἦν· καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως αὐτοῦ γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε εἰ Λόγος ὢν
40προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου καὶ Σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ δυνάμεως; ταῦτα γάρ ἐστιν ὁ Λόγος, ὧν εἴ τις ὡς ἀκτῖνα μετασχεῖν πως
δύναιτο, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις,430

26

.

432

καὶ ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ κυριότητες, καὶ πᾶσαι αἱ δυνάμεις, καὶ θρόνοι, τοῦ Λόγου μετέχοντες, βλέ‐ πουσι διαπαντὸς τὸ πρόσωπον τοῦ Πατρὸς αὐτοῦ. Πῶς
5οὖν ὁ ἄλλοις τὴν τελειότητα παρασχὼν, αὐτὸς μετ’ ἐκείνους προκόπτει; Ἄγγελοι γὰρ καὶ τὴν ἀν‐ θρωπίνην αὐτοῦ γένεσιν διηκόνησαν· καὶ τὸ λεγόμε‐ νον παρὰ τοῦ Λουκᾶ μετὰ τὴν διακονίαν τῶν ἀγγέ‐ λων εἴρηται. Πῶς οὖν ὅλως κἂν εἰς ἐνθύμησιν ἐλ‐
10θεῖν ἀνθρώπου δύναται; Ἢ πῶς ἡ Σοφία ἐν σοφίᾳ προέκοπτεν; Ἢ πῶς ὁ ἄλλοις χάριν διδοὺς (καθὼς ὁ Παῦλος, διὰ πάσης ἐπιστολῆς δι’ αὐτοῦ δί‐ δοσθαι τὴν χάριν γινώσκων, φησίν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων
15ὑμῶν), αὐτὸς ἐν χάριτι προέκοπτεν; Ἢ γὰρ ψεύδε‐ σθαι τὸν Ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ Σοφίαν εἶναι τὸν Υἱὸν λέγειν τολμάτωσαν. Ἢ εἰ Σοφία ἐστὶν, ὡς εἶπεν ὁ Σολομὼν, καὶ ὁ Παῦλος ἔγραψε, Χρι‐ στὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· ποίαν ἡ Σο‐
20φία προκοπὴν ἐπεδέχετο; Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται· Ἐνὼχ γοῦν οὕτω μετετέθη· καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο· Ἰσαὰκ δὲ προκόπτων ἐγίνετο μέγας·
25καὶ ὁ Ἀπόστολος ἐπεκτείνεσθαι καθ’ ἡμέραν τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκό‐ ψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος ὢν, ποῦ εἶχεν ἐπεκτεί‐ νεσθαι; Πάντα γὰρ εἰς αὐτὸν βλέποντα προκόπτει·
30αὐτὸς δὲ μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφ’ οὗ οὐδὲ ἐπεκτείνεται, ἀλλ’ ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ἐταπείνωσεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα
35ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι δυνη‐ θῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι μὲν τῶν αἰσθητῶν, εἰς αὐτὸν δὲ τὸν Λό‐ γον γενέσθαι· ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν ἡμετέραν σάρκα. Οὐκ
40ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων, ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμε‐ νος, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων.
Ἀλλὰ ἀνθρωπίνως εἴρηται καὶ ἐνταῦθα τὸ προ‐432

26

.

433

κόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προ‐ κοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς τῆς παρατηρήσεως λέγων, τῇ προκοπῇ συνῆψε τὴν ἡλικίαν· Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ
5μετρεῖται, ἀλλὰ τῶν σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή· αὐτοῦ γὰρ προ‐ κόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου
10παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζε‐ το παῖς δὲ γενόμενος, ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· κατ’ ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανε‐ ροῦντος ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν
15παρὰ μὲν Πέτρου πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν οὗτος· εἰ καὶ Ἰουδαῖοι οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι θέλοντες καμ‐ μύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν, ὅτι τὸ, ἐν σοφίᾳ προκόπτειν, οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προ‐
20κόπτειν, ἀλλὰ τὸ ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προ‐ κόπτειν. Καὶ Ἰησοῦς γὰρ προέκοπτε σοφίᾳ καὶ χάριτι· εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτε. Ἡ Σοφία γὰρ ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ἐν ἑαυτῇ τὸν οἶκον προκόπτειν ἐποίει. Τίς δέ ἐστιν ἡ λεγομένη προκοπὴ ἢ, καθὰ
25προεῖπον, ἡ παρὰ τῆς Σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ Λόγου; Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συν‐
30επεδίδοτο ἐν αὐτῷ καὶ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι. Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι Ἰησοῦς ἐκ‐ λήθη ὁ Λόγος γενόμενος σὰρξ, καὶ εἰς αὐτὸν ἀναφέ‐ ρουσι τὸ λεγόμενον, προέκοπτεν· ἀκουέτωσαν,
35ὅτι οὐδὲ τοῦτο μὲν ἐλαττοῖ τὸ πατρικὸν φῶς· τοῦτο γάρ ἐστιν ὁ Υἱός· δείκνυσι δὲ πάλιν, ὅτι γέγο‐ νεν ἄνθρωπος ὁ Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα. Καὶ ὥσπερ εἴπομεν, ὅτι σαρκὶ πέπονθε, καὶ σαρκὶ ἐπείνα, καὶ σαρκὶ ἐκοπίασεν· οὕτω καὶ εἰκό‐
40τως ἂν λέγοιτο, ὅτι σαρκὶ προέκοπτεν. Οὐδὲ γὰρ οὐδὲ
ἔξωθεν ὄντος τοῦ Λόγου ἐγίνετο ἡ προκοπὴ, οἵα ἐστὶν,434

26

.

436

ἣν εἰρήκαμεν. Ἐν αὐτῷ γὰρ ἦν ἡ σὰρξ ἡ προκό‐ πτουσα καὶ αὐτοῦ λέγεται· καὶ τοῦτο ἵνα πάλιν ἡ τῶν ἀνθρώπων προκοπὴ ἄπτωτος διὰ τὸν συνόντα Λό‐ γον διαμείνῃ. Οὔτ’ οὖν τοῦ Λόγου ἡ προκοπὴ, οὔτε ἡ
5σὰρξ ἦν ἡ Σοφία, ἀλλὰ τῆς Σοφίας σῶμα γέγονεν ἡ σάρξ. Διὰ τοῦτο, ὡς προείπομεν, οὐχ ἡ Σοφία, ᾗ Σοφία ἐστὶν, αὐτὴ καθ’ ἑαυτὴν προέκοπτεν· ἀλλὰ τὸ ἀνθρώπινον ἐν τῇ Σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖ‐ νον κατ’ ὀλίγον τὴν ἀνθρωπίνην φύσιν, καὶ θεο‐
10ποιούμενον, καὶ ὄργανον αὐτῆς πρὸς τὴν ἐνέργειαν τῆς Θεότητος καὶ τὴν ἔκλαμψιν αὐτῆς γινόμενον καὶ φαινόμενον πᾶσι. Διὸ οὐδὲ εἶπεν, Ὁ Λόγος προέκοπτεν, ἀλλ’, Ὁ Ἰησοῦς, ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη· ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως
15τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς ἔμπροσθεν εἴ‐ πομεν. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέ‐ γεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιό‐ τητα· οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λε‐
20γόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν· Ἰδοὺ ἔκλαυσε καὶ εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται· καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτή‐
25ριον· πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λό‐ γος τοῦ Πατρός; Ναὶ γέγραπται, ὅτι ἔκλαυσεν, ὦ Θεομάχοι, καὶ ὅτι εἶπεν, Ἐταράχθην, καὶ ἐπὶ τοῦ σταυροῦ εἶπεν, Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ, ὅ ἐστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;
30Καὶ παρεκάλεσε δὲ τοῦ παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλ’ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι· τὸ αὐτὸ γὰρ ἐφ’ ἑκάστου τῶν παρ’ ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη. Εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φο‐
35βείσθω τὸν θάνατον, ὡς ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα Θεὸς ὢν εἶχε φοβεῖσθαι; Ἢ διὰ τί τὸν θά‐ νατον ἐφοβεῖτο ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θα‐ νάτου ῥυόμενος; Ἢ πῶς λέγων, Μὴ φοβεῖσθε
40τὸν ἀποκτείνοντα τὸ σῶμα, αὐτὸς ἐφοβεῖτο; Πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ
εἰμι· καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ τοῦ Φα‐436

26

.

437

ραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, Ἴσχυε καὶ ἀν‐ δρίζου, αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶ‐ τον; Εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (Κύριος γὰρ, φησὶν, ἐμοὶ βοηθός· οὐ
5φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐ‐ τὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνα‐ τον; Πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾷν τὸν θάνατον ἢ τὸν ᾅδην, ὃν οἱ πυλωροὶ
10τοῦ ᾅδου βλέποντες ἔπτηξαν; Εἰ δὲ καθ’ ὑμᾶς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ ἔφευγεν, ἀλλὰ καὶ ζητούμε‐ νος ἔλεγεν· Ἐγώ εἰμι; Καὶ γὰρ ἠδύνατο μὴ ἀποθα‐ νεῖν, ὡς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν
15μου· καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ.
19Ἀλλ’ οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾖ
20Λόγος ἦν· ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς σαρκός· ἀλλ’ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται
25ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ ἐκ γενετῆς τυφλῷ ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰ
30νοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι· διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώ‐ σκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν,
35πῶς ὁ τὰ ἔργα ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν αὐτῷ φαίνε‐
σθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν, ὅτι,438

26

.

440

Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον ἄνθρωπον, λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε, βλέποντες ἀνθρώπινόν με περιβεβλη‐
5μένον σῶμα, ἀλλὰ κἂν τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διά‐
10νοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν ἑνότητα τοῦ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ, ὅτι ἔκλαυσεν, ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλ’ ἐκ τούτων τῇ κτίσει συναριθμοῦσι τὸν δι’ οὗ γέγονεν ἡ κτίσις. Τί οὖν ἔτι λοιπὸν καὶ οὗτοι τῶν Ἰουδαίων διαφέρου‐
15σιν; Ὡς γὰρ ἐκεῖνοι τὰ τοῦ Θεοῦ ἔργα τῷ Βεελζεβοὺλ ἐλογίζοντο βλασφημοῦντες· οὕτω καὶ οὗτοι, τὸν ταῦτα ἐργασάμενον Κύριον τοῖς κτίσμασι συναριθμοῦντες, τὴν αὐτὴν ἐκείνοις ἀσύγγνωστον ὑποίσονται κα‐ ταδίκην.
20 Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ, ἔκλαυσε, καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἵδια λέ‐ γειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορ‐
25μὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη
30ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γε‐ νομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοί‐ νυν ἔκλαυσε, καὶ ἐταράχθη, οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, ἀλλὰ τῆς
35σαρκὸς ἴδιον ἦν τοῦτο· εἰ δὲ καὶ παρεκάλεσε παρελ‐ θεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος, καὶ τὸ λέγειν· Ἵνα τί με ἐγκατέλιπες; ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς ἔμπροσθεν εἰρημένα,
40καίτοι μηδὲν πάσχοντος, ἀπαθὴς γὰρ ἦν ὁ Λόγος, εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄν‐ θρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώ‐
που γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ440

26

.

441

παθήματα τῆς σαρκὸς κουφίσας αὐτὸς, ἐλευθέραν αὐ‐ τῶν ταύτην κατασκευάσῃ. Ὅθεν οὐδὲ ἐγκαταλείπε‐ σθαι δύναται παρὰ τοῦ Πατρὸς ὁ Κύριος ὁ ἐν αὐτῷ ὢν ἀεὶ, καὶ πρὸ τοῦ εἰπεῖν, καὶ ὅτε ταύτην
5ἠφίει τὴν φωνήν. Ἀλλ’ οὐδὲ θέμις πάλιν εἰπεῖν δει‐ λιᾷν τὸν Κύριον, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου πτήξαντες ἐξαφῆκαν τὸν ᾅδην· καὶ τὰ μὲν μνήματα ἀνέῳγε, πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν, καὶ ἐνεφανίσθησαν τοῖς ἰδίοις. Φιμούσθω τοίνυν πᾶς αἱρε‐
10τικὸς, καὶ φοβείσθω λέγειν δειλιᾷν τὸν Κύριον, ὃν ὁ θάνατος, ὡς δράκων, φεύγει, ὃν τρέμουσι δαίμονες, καὶ φοβεῖται θάλασσα· δι’ ὃν οἱ οὐρανοὶ σχίζονται, καὶ πᾶσαι αἱ δυνάμεις σαλεύονται· ἰδοὺ γὰρ λέ‐ γοντος αὐτοῦ, Ἵνα τί με ἐγκατέλιπες; ἐδείκνυεν ὁ
15Πατὴρ, ὡς ἀεὶ καὶ τότε ἦν ἐν αὐτῷ. Ἡ γὰρ γῆ, γι‐ νώσκουσα τὸν λαλοῦντα Δεσπότην, εὐθὺς ἔτρεμε, καὶ τὸ καταπέτασμα ἐσχίζετο, ὁ ἥλιός τε ἐκρύπτετο, καὶ αἱ πέτραι διεῤῥήγνυντο, καὶ τὰ μὲν μνημεῖα, ὡς προεῖπον, ἠνοίγετο, οἱ δὲ ἐν αὐτοῖς νεκροὶ ἠγείροντο·
20καὶ τό γε θαυμαστὸν, οἱ τότε παρόντες καὶ ἀρ‐ νούμενοι πρότερον αὐτὸν, ὕστερον ταῦτα βλέποντες, ὁμολογοῦσιν ἀληθῶς τοῦτον εἶναι τοῦ Θεοῦ τὸν Υἱόν.
25 Περὶ δὲ τοῦ λέγειν αὐτὸν, Εἰ δυνατὸν, παρελ‐ θέτω τὸ ποτήριον, μάθετε πῶς ταῦτα εἰρηκὼς ἐπ‐ ετίμα τῷ Πέτρῳ, λέγων· Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἤθελε γὰρ ὃ παρ‐ ῃτεῖτο, καὶ διὰ τοῦτ’ ἦν ἐλθών· ἀλλὰ τοῦ μὲν ἦν τὸ
30θέλειν· ἐπὶ τοῦτο γὰρ ἦλθε· τῆς δὲ σαρκὸς ἦν τὸ δειλιᾷν· διὸ καὶ ὡς ἄνθρωπος ἔλεγε τὴν τοιαύτην φωνήν. Καὶ ἀμφότερα πάλιν παρὰ τοῦ αὐτοῦ ἐλέ‐ γετο, ἵνα δείξῃ, ὅτι Θεὸς ἦν θέλων μὲν αὐτὸς, γενόμενος δὲ ἄνθρωπος εἶχε δειλιῶσαν τὴν σάρκα, δι’
35ἣν συνεκέρασε τὸ ἑαυτοῦ θέλημα τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἵνα καὶ τοῦτο πάλιν ἀφανίσας, θαῤῥαλέον τὸν ἄνθρωπον πάλιν πρὸς τὸν θάνατον κατα‐ σκευάσῃ. Ἰδοὺ γοῦν πρᾶγμα παράδοξον ἀληθῶς· ὃν ὡς κατὰ δειλίαν λαλεῖν νομίζουσιν οἱ Χριστομά‐
40χοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαῤῥαλέους καὶ ἀφό‐
βους τοὺς ἀνθρώπους κατεσκεύαζεν. Οἱ γοῦν μα‐442

26

.

444

κάριοι ἀπόστολοι μετ’ αὐτὸν οὕτως ἐκ τῶν τοιούτων φωνῶν κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ἀνακρινόντων αὐτοὺς, ἀλλὰ λέγειν· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· οἵ τε ἄλλοι
5ἅγιοι μάρτυρες οὕτως ἐθάῤῥουν, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἢ θάνατον ὑπομένειν. Πῶς οὖν οὐκ ἄτοπον τῶν μὲν θεραπόντων τοῦ Λόγου θαυμάζειν τὴν ἀνδρείαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν δειλιᾷν, δι’ ὃν κἀκεῖνοι τοῦ θανάτου κατεφρόνη‐
10σαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτύρων καρτερικωτά‐ της προθέσεως καὶ ἀνδρείας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν ἦν ἀφαιρού‐ μενος ὁ Σωτήρ. Ὡς γὰρ τὸν θάνατον θανάτῳ κατήρ‐ γησε, καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω
15τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα καὶ ἅμα ἐποίει. Ἀνθρώ‐ πινα μὲν γὰρ ἦν τὸ λέγειν· Παρελθέτω τὸ ποτή‐ ριον, καὶ, Ἵνα τί με ἐγκατέλιπες; θεϊκῶς δὲ ὁ αὐ‐
20τὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγεί‐ ρεσθαι. Πάλιν τε λέγων ἀνθρωπίνως, Νῦν ἡ ψυχή μου τετάρακται· ἔλεγε καὶ θεϊκῶς· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Τὸ μὲν γὰρ ταράττεσθαι τῆς
25σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν, ὅτε βούλεται, τὴν ψυχὴν, οὐκέτι τοῦτο ἴδιον ἀνθρώπων, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεώς ἐστιν. Ἄν‐ θρωπος γὰρ οὐ κατ’ ἰδίαν ἐξουσίαν, ἀλλ’ ἀνάγκῃ φύ‐ σεως καὶ μὴ θέλων ἀποθνήσκει· ὁ δὲ Κύριος, ἀθάνα‐
30τος αὐτὸς ὢν, σάρκα δὲ θνητὴν ἔχων, ἐπ’ ἐξου‐ σίας εἶχεν, ὡς Θεὸς, ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν, ὅτε βούλεται. Περὶ τού‐ του καὶ Δαβὶδ ψάλλει· Οὐκ ἐγκαταλείψεις τὴν ψυ‐ χήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου
35ἰδεῖν διαφθοράν. Ἔπρεπε γὰρ, φθαρτὴν οὖσαν τὴν σάρκα, μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνη‐ τὴν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτὸς, γενόμενος ἐν τῷ ἡμῶν σώ‐ ματι, τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξά‐
40μενοι αὐτὸν, τῆς παρ’ ἐκείνου μεταλαμβάνομεν ἀθα‐ νασίας. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, καὶ μικρὰ νοοῦσιν οἱ Ἀρειομανῖται περὶ τοῦ Λόγου, εἰ γέγραπται, ἐταράχθη, καὶ ἔκλαυσεν. Ἐοίκασι γὰρ
45μηδὲ ἀνθρωπίνην αἴσθησιν ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια· δι’ ἃ μᾶλ‐
λον ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ444

26

.

445

σαρκὶ ἦν ὁ Λόγος, καὶ οὔτε ἐκώλυε τοὺς ἐπιβουλεύον‐ τας, οὔτε ἐξεδίκει κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας ἀποθανεῖν, καὶ ἀποθα‐ νόντας ἐγείρας ἐκ τῶν νεκρῶν· ἀλλ’ ἠνείχετο πάσχειν
5τὸ ἴδιον σῶμα. Διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς προεῖπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν καὶ ἀπαθὴς καὶ ἀθάνατος ἡ σὰρξ κατασκευασθῇ· καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς αὐτὸν τῆς ὕβρεως καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν ἀνθρώπων
10ἅπτηται ταῦτα, ἀλλ’ ἐξαφανισθῇ παντελῶς παρ’ αὐ‐ τοῦ· καὶ λοιπὸν δι’ αἰῶνος ἄφθαρτοι, ὡς ναὸς τοῦ Λόγου, διαμείνωσι. Ταῦτα εἰ οὕτως καὶ οἱ Χρι‐ στομάχοι διενοοῦντο, τόν τε σκοπὸν τὸν ἐκκλη‐ σιαστικὸν ὡς ἄγκυραν τῆς πίστεως ἐπεγίνωσκον,
15οὔτ’ ἂν ἐναυάγησαν περὶ τὴν πίστιν, οὔτε τοσοῦ‐ τον ἠναισχύντουν, ὡς ἀνθίστασθαι καὶ τοῖς βουλομέ‐ νοις πεπτωκότας αὐτοὺς ἐγεῖραι, καὶ μᾶλλον ἐχθροὺς ἡγεῖσθαι τοὺς νουθετοῦντας αὐτοὺς εἰς εὐσέβειαν. Ἀλλ’ ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ
20πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύμενοι πάσης συνέσεως ἔρημοι, οὐκ αἰσχύ‐ νονται· ἀλλ’ ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἑλλήνων μύθοις ὕδρα τὸ θηρίον, ἀναιρουμένων τῶν προτέρων
25ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλονεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ· τὸν αὐτὸν τρό‐ πον καὶ οἱ Θεομάχοι καὶ οἱ Θεοστυγεῖς, ὥσπερ ὕδραι, τὴν ψυχὴν πίπτοντες ἐφ’ οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς
30ἐκζητήσεις· καὶ ὥσπερ ἔχθραν τὴν ἀλήθειαν ἔχοντες, ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον Χριστο‐ μάχους ἑαυτοὺς διὰ πάντων ἐπιδείξωσιν.
35 Μετὰ γὰρ τοὺς τοσούτους κατ’ αὐτῶν ἐλέγχους, ἐφ’ οἷς καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐν‐ τραπεὶς ἂν ἀπῆλθεν ὀπίσω, πάλιν ὡς ἀπὸ στρεβλῆς τῆς καρδίας αὐτῶν ἐπινοοῦντες γογγύζουσι, καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ, ὡς κώνωπες, περιβομβοῦσι
40λέγοντες· Ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε, καὶ νι‐ κᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός. Καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι προβαλλόμενοι τὸ βούλημα καὶ τὸ θέλημα τοῦ Θεοῦ.
45Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλού‐446

26

.

448

στερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομέ‐ νου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλου‐ στέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παρ’ αἱ‐ ρετικῶν ἐστιν ἡ φωνὴ, ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ
5ῥήματα, καὶ, ὡς γέγραπται, Κυβερνῶσι δὲ ἀσε‐ βεῖς δόλους, καὶ, Οἱ λόγοι αὐτῶν εἰσι δόλιοι, κἂν μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν· φέρε, καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσω‐ μεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες, λοιπὸν, ὡς
10ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ λέγων, Βουλήσει γέγονεν ὁ Υἱὸς, καὶ ὁ λέγων, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Ἐξ οὐκ ὄντων
15γέγονεν ὁ Υἱὸς, καὶ κτίσμα ἐστίν. Ἀλλ’ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν ση‐ μαίνειν ἐπεχείρησαν οἱ δόλιοι, βούλησιν προβαλ‐ λόμενοι, ὡς τὸ μέλαν αἱ σηπίαι, ἵν’ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέ‐
20σεως μὴ ἐπιλάθωνται. Πόθεν γὰρ τὸ βουλήσει καὶ θελήσει, ἢ ἐκ ποίας Γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς ἀσεβείας ἐφευρεταί. Ὁ μὲν γὰρ Πατὴρ ἀπο‐ καλύπτων ἀπ’ οὐρανοῦ τὸν ἑαυτοῦ Λόγον, ἐδείκνυεν,
25ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ διὰ μὲν τοῦ Δαβὶδ ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Δαβὶδ δὲ ψάλλων φη‐ σὶν, ὅτι Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί
30σου ὀψόμεθα φῶς· ὅ τε Ἀπόστολος γράφει· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης· καὶ πάλιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.
35 Πανταχοῦ τὸ εἶναι τοῦ Λόγου πάντες καὶ οὐδα‐ μοῦ ἐκ βουλήσεως αὐτὸν οὐδὲ ὅλως πεποιῆσθαι λέ‐ γουσιν· αὐτοὶ δὲ ποῦ ἄρα βούλησιν ἢ θέλησιν προ‐ ηγουμένην εὗρον τοῦ Λόγου τοῦ Θεοῦ, εἰ μὴ ἄρα, τὰς Γραφὰς ἀφέντες, ὑποκρίνονται καὶ τὴν Οὐαλεντίνου
40κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη448

26

.

449

δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε· καὶ ἅπερ ἐν‐ ενόει, οὐκ ἠδύνατο προβάλλειν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο. Ἔνθεν οἱ Ἀρεια‐
5νοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγεῖσθαι θέ‐ λουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν· ἡμεῖς δὲ, ἐντυχόντες τοῖς θείοις λόγοις, ἐπὶ μὲν τοῦ Υἱοῦ τὸ, ἦν, εὕρομεν· καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ Πατρὶ, καὶ εἰκόνα τοῦ
10Πατρός· ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύ‐ σει οὐκ ἦν ποτε ταῦτα, ἀλλ’ ἐπιγέγονε, προηγουμένην βούλησιν καὶ θέλησιν ἀνέγνωμεν, τοῦ Δαβὶδ ψάλλον‐ τος ἐν μὲν τῷ ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ
15γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· ἐν δὲ τῷ ἑκατοστῷ δεκάτῳ· Μεγάλα τὰ ἔργα Κυρίου, ἐξ‐ εζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ· καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ τετάρτῳ· Πάντα, ὅσα ἠθέ‐ λησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ
20γῇ καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἰ μὲν οὖν ἔργον καὶ ποίημα, καὶ εἷς τῶν πάντων ἐστὶ, λεγέσθω καὶ αὐτὸς βουλήσει γενό‐ μενος· οὕτω γὰρ ἔδειξεν ἡ Γραφὴ τὰ ποιήματα γίγνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ συνήγορος τῆς αἱρέ‐
25σεως, τούτῳ συντιθέμενος, οὕτως γράφει· «Εἴτε γὰρ ἀνάξιον τοῦ Δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάν‐ των ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα· εἴτε προσῆκον τῷ Θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου γεννήματος ὑπαρχέτω
30τὸ κρεῖττον. Οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν, καὶ τὸ μὴ βούλεσθαι προσήκειν.» Πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστὴς, ὅτι τε τὸ γέννημα καὶ τὸ ποίημα ταὐτόν ἐστι, καὶ εἷς
35ἐκ πάντων τῶν ὄντων γεννημάτων ἐστὶν ὁ Υἱὸς, εἰς τοῦτο συνέκλεισεν, ὅτι τὰ ποιήματα βουλήματι
καὶ θελήματι προσήκει λέγειν.450

26

.

452

Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα δι’ αὐτοῦ γέγονε, μὴ λεγέσθω βουλήσει, ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ καὶ τὰ δι’ αὐτοῦ γενό‐
5μενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος, οὐκ ὢν πρό‐ τερον, ὕστερον ὅμως διὰ θελήματος Θεοῦ ἀπόστολος γέγονεν· ἡ δὲ κλῆσις ἡμῶν, ὥς ποτε καὶ αὐτὴ μὴ οὖσα, νῦν δὲ ἐπιγενομένη, προηγουμένην ἔχει τὴν βούλησιν, καὶ ὡς αὐτὸς πάλιν ὁ Παῦλός φησι,
10κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ γέγονε. Τό τε διὰ Μωσέως λεγόμενον, Γενηθήτω φῶς, καὶ, Ἐξαγαγέτω ἡ γῆ, καὶ, Ποιήσωμεν ἄνθρωπον, ἡγοῦ‐ μαι, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τῆς βουλήσεως τοῦ ποιοῦντος εἶναι τοῦτο σημαντικόν. Τὰ
15μὲν γὰρ μὴ ὄντα ποτὲ, ἀλλ’ ἔξωθεν ἐπιγινόμενα, ὁ Δημιουργὸς βουλεύεται ποιῆσαι· τὸν δὲ ἴδιον Λόγον ἐξ αὐτοῦ φύσει γεννώμενον οὐ προβουλεύεται· ἐν τούτῳ γὰρ ὁ Πατὴρ τὰ ἄλλα, ὅσα βουλεύεται, ποιεῖ, καὶ δημιουργεῖ ἐν τούτῳ· καθὼς καὶ Ἰάκωβος
20ὁ ἀπόστολος διδάσκων ἔλεγε· Βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας. Οὐκοῦν ἡ περὶ πάντων τῶν τε ἀναγεννωμένων καὶ τῶν ἅπαξ γινομένων τοῦ Θεοῦ βούλησις ἐν τῷ Λόγῳ ἐστὶν, ἐν ᾧ καὶ τὰ δό‐ ξαντα ποιεῖ καὶ ἀναγεννᾷ. Καὶ τοῦτο γὰρ πάλιν
25ὁ Ἀπόστολος σημαίνει, γράφων εἰς Θεσσαλονίκην· Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Εἰ δὲ, ἐν ᾧ ποιεῖ, ἐν αὐτῷ καὶ ἡ βούλη‐ σίς ἐστι, καὶ ἐν Χριστῷ ἐστι τὸ θέλημα τοῦ Πατρός· πῶς δύναται καὶ αὐτὸς ἐν βουλήσει καὶ θελήματι
30γίνεσθαι; Εἰ γὰρ καὶ αὐτὸς ἐν βουλήσει καθ’ ὑμᾶς γέγονεν, ἀνάγκη καὶ τὴν περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ λόγῳ συνίστασθαι, δι’ οὗ καὶ αὐτὸς γίνε‐ ται· δέδεικται γὰρ ἡ τοῦ Θεοῦ βούλησις οὐκ ἐν τοῖς γινομένοις οὖσα, ἀλλ’ ἐν τῷ δι’ οὗ καὶ ἐν ᾧ γίνεται
35τὰ ποιήματα πάντα. Ἔπειτα ἐπειδὴ ταὐτόν ἐστιν εἰπεῖν βουλήσει, καὶ, Ἦν ποτε ὅτε οὐκ ἦν, ἀρκείσθω‐ σαν τῷ λέγειν, Ἦν ποτε ὅτε οὐκ ἦν· ἵνα, αἰσχυνό‐ μενοι διὰ τὸ ἐκ τούτου χρόνους σημαίνεσθαι, γνῶσιν, ὅτι καὶ βουλήσει λέγοντες χρόνους πρὸ Υἱοῦ
40σημαίνουσι· τῶν γάρ ποτε μὴ ὄντων προηγεῖται τὸ βουλεύεσθαι, ὡς ἐπὶ πάντων τῶν κτισμάτων. Εἰ δὲ ὁ Λόγος τῶν μὲν κτισμάτων ἐστὶ δημιουργὸς, αὐ‐ τὸς δὲ συνυπάρχει τῷ Πατρί· πῶς δύναται τοῦ ἀϊδίως ὄντος, ὡς μὴ ὄντος, προηγεῖσθαι τὸ βουλεύεσθαι; Εἰ
45γὰρ προηγεῖται βουλὴ, πῶς δι’ αὐτοῦ τὰ πάντα;452

26

.

453

Μᾶλλον γὰρ εἷς τῶν πάντων ἐστὶ βουλήσει καὶ αὐτὸς ἀποκυηθεὶς Υἱὸς, ὥσπερ καὶ ἡμεῖς Λόγῳ ἀλη‐ θείας γεγόναμεν υἱοί· καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζη‐ τεῖν, ὥσπερ εἴρηται, ἄλλον Λόγον, δι’ οὗ καὶ οὗτος
5γέγονε, καὶ ἀπεκυήθη μετὰ πάντων, ὧν ἠθέλησεν ὁ Θεός.
9Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω
10καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γάρ), ἀλλὰ πάντα δι’ αὐτοῦ γέγονεν, ἅπερ ὁ Πα‐ τὴρ βεβούληται· πῶς οὐ δείκνυται τούτων πο‐ λυκέφαλος πανουργία; Ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ποίημα καὶ κτίσμα, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ
15ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐ‐ τὸν εἶναι, βούλησιν προβαλλόμενοι καὶ λέγοντες· Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν
20ἑαυτῶν ἕλκοντες; Τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλή‐ σει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις
25βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύ‐ σιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ
30αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν· καὶ ἔδει αὐτοὺς, ἀκούοντας, οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ ἐπιλαθόμενοι, ὅτι περὶ Υἱοῦ Θεοῦ ἀκούουσι,
35τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ἀνάγκην καὶ παρὰ γνώμην, ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ Θεοῦ· ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοί· Τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; Εἰ
40μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ, ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενόν ἐστι. Τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖ‐ σθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. Εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον
45οὐκ ἐκ βουλήσεως ἀγαθὸς καὶ οἰκτίρμων ἐστὶν, ἀκου‐454

26

.

456

σάτωσαν ἅπερ εἰρήκασιν αὐτοί· οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπι‐ βαλὼν αὐτῷ; Εἰ δὲ ἄτοπόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν· εἴη ἂν
5πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ Υἱοῦ φύσει καὶ οὐκ ἐκ βουλήσεως Πατήρ.
9Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο (πρὸς
10γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπαγα‐ γεῖν ἔτι βούλομαι, τολμηροτέραν μὲν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, Δέσποτα)· Ὁ Πα‐ τὴρ αὐτὸς, βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βουλεύσασθαι;
15Χρὴ γὰρ, καὶ περὶ τοῦ Λόγου τοιαῦτα τολμῶντας αὐτοὺς, τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν, ὅτι ἡ τοι‐ αύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴπωσιν, ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως, ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως· τί οὖν
20ἦν πρὸ τοῦ βουλεύσασθαι, ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; Εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέ‐ μις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκού‐ οντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι καὶ νοεῖν, ὅτι αὐτός
25ἐστιν ὁ ὤν), πῶς οὐκ ἄλογον ἂν εἴη περὶ τοῦ Λόγου τοῦ Θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ βούλησιν καὶ θέλησιν προβάλλεσθαι; Ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν, ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βουλή‐
30σει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν, τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ Θεὸς βουλεύεται καὶ σκέπτεται, καὶ προαιρεῖται, καὶ θέλειν ἑαυτὸν προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ Λόγον καὶ Σοφίαν ἔχῃ;
35Περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. Πολλῆς τοίνυν δυσ‐ φημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει, εὐσεβῶς ἂν λεχθείη, ὅτι τὸ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέ‐ γονεν, ὁ δὲ Υἱὸς οὐ θελήματός ἐστι δημιούργημα
40ἐπιγεγονὼς, καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. Καὶ γὰρ ἴδιος ὢν Λόγος τοῦ Πα‐
τρὸς, οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα βού‐456

26

.

457

λησιν, αὐτὸς ὢν βουλὴ ζῶσα τοῦ Πατρὸς, καὶ δύ‐ ναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ Πατρί. Καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις περὶ ἑαυτοῦ φησιν· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ
5ἰσχύς. Ὡς γὰρ αὐτὸς ὢν ἡ φρόνησις, ἐν ᾗ τοὺς οὐ‐ ρανοὺς ἡτοίμασε, καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύνα‐ μις· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· νῦν παρακλίνων εἶπεν, Ἐμὴ φρόνησις, καὶ ἐμὴ ἰσχύς· οὕτω λέγων, Ἐμὴ βουλὴ, αὐτὸς ἂν εἴη τοῦ Πατρὸς
10ἡ ζῶσα βουλὴ, καθὼς καὶ παρὰ τοῦ προφήτου μεμα‐ θήκαμεν, ὅτι αὐτὸς τῆς μεγάλης βουλῆς Ἄγγελος γί‐ νεται, καὶ θέλημα τοῦ Πατρὸς αὐτὸς ἐκλήθη. Χρὴ γὰρ οὕτω διελέγχειν αὐτοὺς, ἀνθρώπινα περὶ τοῦ Θεοῦ διανοουμένους.
16 Οὐκοῦν εἰ τὰ ποιήματα βουλήσει καὶ εὐδοκίᾳ ὑπέστη, καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν· ὅ τε Παῦλος διὰ θελήματος Θεοῦ ἀπόστολος ἐκλήθη, καὶ ἡ κλῆσις ἡμῶν εὐδοκίᾳ καὶ θελήματι γέγονε,
20πάντα δὲ διὰ τοῦ Λόγου γέγονεν· ἐκτός ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ ταῦτα πάντα γέγονεν· ἐν ᾗ καὶ ὁ ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· Ἐκράτησας τῆς
25χειρὸς τῆς δεξιᾶς μου· καὶ ἐν τῇ βουλῇ σου ὡδή‐ γησάς με. Πῶς οὖν δύναται βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς θελή‐ ματι καὶ βουλήσει, ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν δι’ ἑαυτοῦ
30γεγονέναι, ἢ δι’ ἑτέρου τινός; Τίς οὖν ἐστι, δι’ οὗ γέ‐ γονε; Πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες, Χριστὸν ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων
35ἡμῶν, καὶ ἀνακρινόντων τὴν ἀκολουθίαν, εὑρί‐ σκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυ‐ θεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ κτίσμα καὶ ἐξ οὐκ ὄντων θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ αὐτὰ σημαίνουσι, βούλησιν καὶ θέλησιν προβαλ‐
40λόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν ἀναφέρειν; Ἢ
πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου458

26

.

460

εἶναι ἐν τῷ Πατρί; Εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, Ἐγὼ ἐν τῷ Πατρί· ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν,
5Ἐγὼ ἐν τῷ Πατρὶ, οὔσης βουλήσεως πρὸ αὐτοῦ, ἐν ᾗ τὰ πάντα γέγονε, καὶ αὐτὸς ὑπέστη καθ’ ὑμᾶς. Κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλ’ οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπρο‐ σθεν εἰρήκαμεν, εἰ οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος,
10τὰ δὲ δοῦλα; Πάντων δὲ Κύριος τυγχάνει οὗτος, ὅτι τῇ τοῦ Πατρὸς κυριότητι ἥνωται· καὶ πάντως ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ Πατρὸς ἑνότητός ἐστι, καὶ οὐκ οὖσά ποτε γέγονε.
18 Ἔδει δὲ αὐτοὺς, λέγοντας βουλήσει τὸν Υἱὸν, εἰπεῖν, ὅτι καὶ φρονήσει γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι
20φρόνησιν καὶ βούλησιν εἶναι. Ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ· καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὡς
25γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν, ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν· οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνη‐ σιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ Κύριος. Ἀλλ’ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν Λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν
30καὶ βουλὴν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀπο‐ συμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου ἔννοιαν καὶ θέλησιν προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πα‐
35τρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ Μάγος ἤκουσεν· Ἡ ἀσέβεια Οὐαλεντίνου σὺν ὑμῖν εἴη εἰς ἀπώλειαν! ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον. Φησὶ γάρ· Ὁ Θεὸς
40τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει· ὡς δὲ ὧδε ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω
πάντα, ὅσα ἠθέλησεν, ἐποίησε· καὶ ὡς ὁ Ἀπό‐460

26

.

461

στολος γράφει Θεσσαλονικεῦσι· Τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν. Ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς, αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ Πατρός ἐστιν·
5αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ, ἡ σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ σοφία· ὁ ἄρα λέ‐ γων βουλήσει τὸν Υἱὸν ἴσον λέγει τῷ τὴν Σοφίαν ἐν Σοφίᾳ γεγονέναι, καὶ τὸν Υἱὸν ἐν Υἱῷ πεποιῆσθαι,
10καὶ διὰ τοῦ Λόγου τὸν Λόγον ἐκτίσθαι. Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παρ’ αὐτοῦ Γραφαῖς ἐναν‐ τιοῦται· καὶ γὰρ καὶ ὁ Ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ἀπαύγα‐ σμα καὶ χαρακτῆρα τὸν Υἱὸν κηρύττει, λέγων· Ὃς
15ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ. Εἰ δὲ, ὡς προειρήκαμεν, ἐκ βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον, ὡς οὔτε τὸ ἴδιον τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη. Ὁποία γὰρ ᾖ καὶ ὡς ἐὰν ᾖ ἡ μακα‐
20ρία ἐκείνη ὑπόστασις, τοιοῦτον καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ. Καὶ αὐτὸς γοῦν ὁ Πατὴρ οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς Υἱὸς, οὐδὲ, Ὃν κατ’ εὐδοκίαν ἔσχον Υἱόν· ἀλλ’ ἁπλῶς, Ὁ Υἱός μου, καὶ μᾶλλον, Ἐν ᾧ ηὐδόκησα· δει‐
25κνὺς ἐκ τούτων, ὅτι, Φύσει μὲν οὗτός ἐστιν Υἱὸς, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται.
29Ἆρ’ οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν
30ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ μὴ βου‐ λομένου τοῦ Πατρός ἐστιν ὁ Υἱός; Οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ
35βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελή‐ τως ἐστὶν ἀγαθός· ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ· οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλή‐ σεως ἤρξατο, ἀλλ’ οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι
40θελητὴς, οὕτω καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ. Θελέσθω καὶ φιλείσθω τοί‐
νυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ θέλειν καὶ462

26

.

464

τὸ μὴ ἀβούλητον τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾷ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν
5Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις βούλησιν ἐπεισ‐ αγέτω· μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πα‐ τρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ βουλεύε‐
10σθαι. Μαίνοιτο γὰρ ἄν τις μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ βούλησιν καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, Βουλήσει γέγονεν, ἕτερον δὲ, ὅτι Ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν. Τὸ μὲν γὰρ λέγειν, Ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ
15μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπ’ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνα‐ σθαί τινα νοεῖν, ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ Υἱοῦ δὲ λέγειν, Ἠδύνατο καὶ μὴ εἶναι, δυσσεβές ἐστι καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν
20τὸ τόλμημα· εἴγε τὸ ἴδιον αὐτῆς ἠδύνατο μὴ εἶναι. Ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, Ἠδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ. Ἀλλ’ ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως ἀεὶ γεννητικὸς τῇ φύσει ὁ Πατήρ· τὸ δὲ λέγειν, Ὁ Πατὴρ θέλει τὸν Υἱὸν, καὶ, Ὁ Λόγος θέλει
25τὸν Πατέρα, οὐ βούλησιν προηγουμένην δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα, καὶ οὐσίας ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυ‐ γάσματος ἄν τις εἴποι καὶ τοῦ φωτὸς, ὅτι τὸ ἀπαύ‐ γασμα οὐκ ἔχει μὲν βούλησιν προηγουμένην ἐν τῷ
30φωτί· ἔστι δὲ φύσει αὐτοῦ γέννημα θελόμενον παρὰ τοῦ φωτὸς τοῦ καὶ γεννήσαντος αὐτὸ, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὀρθῶς ἄν τις εἴποι, ὅτι ὁ Πατὴρ ἀγαπᾷ καὶ θέλει τὸν Υἱὸν, καὶ ὁ Υἱὸς
35ἀγαπᾷ καὶ θέλει τὸν Πατέρα. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ Ἐκ‐ κλησίᾳ, ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. Οὕτω γὰρ καὶ ὁ μὲν
40Πατὴρ εἴρηκεν, Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· ὁ δὲ Υἱὸς ἀκολούθως, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; Καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ
θέλησις; Καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ἐν βουλήσει464

26

.

465

ἡ βουλή; Ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν Λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν Υἱῷ, καὶ ἡ Σοφία ἐν Σοφίᾳ γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου·
5ἀλλ’ ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι’ αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι Γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ βουλήσεως σκεπτομέ‐ νους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν γυ‐
10ναῖκας, ἃς οὗτοι πρότερον ἠρώτων λέγοντες, Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς; ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς· Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; Ἢ τῆς φύ‐ σεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα; ἵνα κἂν
15παρὰ τῶν γονέων ἐντραπῶσι, παρ’ ὧν τὸ λῆμμα τῆς γενέσεως ἀπῄτησαν, καὶ παρ’ ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται γὰρ αὐτοῖς, ὅτι Ἃ γεν‐ νῶμεν, οὐ τοῦ θελήματος, ἀλλ’ ἡμῶν ἐστιν ὅμοια οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς
20φύσεως ἴδιόν ἐστι τὸ γεννᾷν· ἐπεὶ καὶ ἡμεῖς τῶν τε‐ κόντων ἐσμὲν εἰκόνες. Ἢ τοίνυν καταγινωσκέ‐ τωσαν ἑαυτῶν, καὶ παυέσθωσαν πυνθανόμενοι γυναι‐ κῶν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ μανθανέτωσαν παρ’ αὐτῶν, ὅτι οὐ βουλήσει γεννᾶται ὁ υἱὸς, ἀλλὰ
25φύσει καὶ ἀληθείᾳ. Πρέπων δὲ καὶ ἁρμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. Τί τοίνυν ἔτι μαίνονται οἱ Χριστομάχοι; Καὶ τοῦτο γὰρ αὐ‐ τῶν ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα δέδεικται
30καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα· καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρή‐ σαντες εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν, ἀνα‐ δῦναι καὶ φύγειν ἀπὸ τῆς τοῦ διαβόλου παγίδος, νουθετούμενοι παρ’ ἡμῶν. Φιλάνθρωπος γὰρ ἡ ἀλή‐
35θεια κράζουσα διαπαντός· Εἰ ἐμοὶ μὴ πιστεύετε διὰ τὴν τοῦ σώματος περιβολὴν, κἂν τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.
40Ἀλλ’ ὁ μὲν Κύριος συνήθως φιλανθρωπεύεται, καὶ θέλει πάντας ἀνορθοῦσθαι τοὺς κατεῤῥαγμένους, ὡς ἡ αἴνεσις λέγει τοῦ Δαβίδ· οἱ δὲ, ἀσεβεῖς οὐ θέλον‐
τες ἀκούειν Κυριακῆς φωνῆς, οὐδὲ φέροντες ὁρᾷν τὸν466

26

.

468

Κύριον ὑπὸ πάντων ὁμολογούμενον Θεὸν, καὶ Θεοῦ Υἱὸν, περιέρχονται οἱ ἄθλιοι, ὡς οἱ κάνθαροι, μετὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. Ποίας οὖν ἄρα μετὰ ταῦτα πά‐
5λιν, ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν Ἰουδαίων καὶ τοῦ Καϊάφα δανείσωνται τὰς δυσφημίας, παρ’ Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα; αἱ γὰρ θεῖαι Γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ πανταχό‐
θεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ Χριστομάχοι.468