TLG 2035 040 :: ATHANASIUS :: Epistula ad Dracontium

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Dracontium

Citation: Volume — page — (line)

25

.

524

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΑΘΑΝΑΣΙΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΔΡΑΚΟΝΤΙΟΝ.
8 Ἀπορῶ τί γράψω. Ἆρα γὰρ ὡς παραιτούμενον μέμψομαί σε, ἢ ὡς τὸν καιρὸν ὁρῶντα, καὶ κρυπτό‐
10μενον διὰ τὸν φόβον τῶν Ἰουδαίων; Πλὴν εἴτε ἄλλως, εἴτε οὕτως, ἄξιον μέμψεως τὸ παρὰ σοῦ γεγενημέ‐ νον, ἀγαπητὲ Δρακόντιε. Οὐ γὰρ ἔπρεπε λαβόντα σε τὴν χάριν κρύπτεσθαι, οὐδὲ φρόνιμον ὄντα, διδόναι τοῖς ἄλλοις προφάσεις φυγῆς. Πολλοὶ γὰρ ἀκούσαντες
15σκανδαλίζονται· οὐχ ὡς ἁπλῶς τοῦτό σου ποιοῦντος, ἀλλὰ συνορῶντος τὸν καιρὸν, καὶ τὰς ἐπικειμένας θλίψεις τῇ Ἐκκλησίᾳ. Καὶ φοβοῦμαι μὴ, διὰ σαυτὸν φεύγων, δι’ ἄλλους εὑρεθῇς κινδυνεύων παρὰ τῷ Κυρίῳ. Εἰ γὰρ ὁ ἕνα τῶν μικρῶν σκανδαλίζων,
20ἕλοιτ’ ἂν μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ κρεμασθῆναι, καὶ καταποντισθῆναι· τί ἂν πά‐ θοις σὺ τοσούτοις γινόμενος σκάνδαλον; Καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξαν‐ δρέων χώρᾳ, ἐν τῇ σῇ καταστάσει, ἐξ ἀνάγκης σχι‐
25σθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται· καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ’ ὧν οἶδας καὶ αὐτός. Καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει, ἀπομενοῦσιν Ἕλληνες, τῆς σῆς
30εὐλαβείας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν.

25

.

525

Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; Ποίοις ἂν ἀπονίψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; Πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; Ἢ πῶς,
5μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην, συῤῥάψαι ταύτην δυνήσῃ; Ὦ ἀγαπητὲ Δρακόντιε, ἀντὶ χαρᾶς λύπην ἡμῖν πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν. Προσεδοκοῦμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ’ ἡμῶν, καὶ νῦν βλέπομεν φεύγοντά σε, καὶ ὁρῶμεν, ὅτι κρι‐
10νόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. Καὶ τίς φείσεται, ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί; Τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην, ὁρῶν τοὺς ἀδελ‐ φοὺς, δι’ οὓς Χριστὸς ἀπέθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ; Δεῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιβάλλειν,
15ὅτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς δὲ, οἷς κατεστάθης. Καὶ πρὶν μὲν λάβῃς τὴν τῆς ἐπισκοπῆς χάριν, οὐδεὶς ἐγίνωσκέ σε· γενόμενον δὲ λοιπὸν, οἱ λαοὶ προσδοκῶσι φέροντά σε τροφὴν αὐτοῖς, τὴν ἐκ τῶν Γραφῶν διδασκαλίαν· ὅταν τοίνυν
20οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σαυτὸν μόνον τρέφῃς, καὶ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν, ὁρῶντος αὐτοῦ τὰ ἴδια πρόβατα λιμώττοντα; Εἰ μὲν γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε·
25λαβόντα δὲ καὶ χώσαντα καὶ κρύψαντα, μέμψαιτ’ ἂν εἰκότως, λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο, κἂν ἀκοῦσαι τὴν σὴν εὐλάβειαν· Ἔδει σε βαλεῖν τὰ δηνάριά μου τοῖς τραπεζίταις, ἵνα ἐλθὼν κἀγὼ παρ’ ἐκείνων ἀπαιτήσω.
31 Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μὲν, ἵνα μὴ κινδυνεύσῃς· ἡμῶν δὲ, ἵνα μὴ λυπηθῶ‐ μεν ἐπὶ σοί. Φρόντιζε τῆς Ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι, καὶ οἱ ἄλλοι δὲ πρόφα‐
35σιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. Εἰ μὲν οὖν τὸν και‐ ρὸν ἐφοβήθης, καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα· ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι, καὶ μᾶλ‐ λον ἐν ταῖς περιστάσεσι παῤῥησιάζεσθαι, λέγειν τε
40τὰ τοῦ μακαρίου Παύλου ῥήματα· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν· καὶ μάλιστα, ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ Κυρίῳ· εἰ δὲ τῶν Ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι, οὐδὲ νομίζεις τὸ τῆς ἐπισκο‐ πῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καταφρονεῖν
45τοῦ ταῦτα διαταξαμένου Σωτῆρος πεποίηκας σαυτόν· παρακαλῶ, μὴ τοιαῦτα λογίζου, μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων· οὐ γὰρ ἄξια Δρακοντίου ταῦτα. Ἃ γὰρ ὁ Κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία

25

.

525

(50)

παύσεται.

25

.

528

Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες, οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς, ἐπισκόπων μὴ ὄντων; Ἐὰν δὲ καὶ οἱ μεθ’ ἡμᾶς ἀναλάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν
5συστῆναι δυνήσωνται αἱ Ἐκκλησίαι; Ἢ νομί‐ ζουσιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε, ὅτι καταφρονοῦσιν; Ἀλλὰ καὶ τοῦτο ψευδῶς. Ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λου‐ τροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσι. Ἀλλ’
10εἴληφας, ὦ ἀγαπητὲ Δρακόντιε· μὴ ἀνέχου τῶν συμ‐ βουλευόντων σοι, μηδὲ ἀπάτα σαυτόν. Ἀπαιτηθήσε‐ ται γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος Θεοῦ. Ἢ οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος; Ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν
15διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψαντα κατ‐ εδίκασε; Γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ· Ἢ εἰπὲ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; Δεῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν Πατέρων πολιτεύε‐
20σθαι, καὶ τούτους μιμεῖσθαι· εἰδέναι δὲ, ὅτι, τούτων ἀφιστάμενοι, ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γε‐ νόμεθα. Τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; Τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερ‐ τιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους· ἢ
25τὸν μακάριον Παῦλον, τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι, μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι; Εἰ γὰρ καὶ ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπό‐ στολος, ὅμως γινώσκων ὃ ἔλαβε, καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα, ἔγραφεν· Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν
30μὴ εὐαγγελίζωμαι· ὥσπερ δὲ τὸ οὐαί μοι οὐκ εὐαγ‐ γελιζόμενος, οὕτως διδάσκων καὶ κηρύσσων τὸ Εὐαγ‐ γέλιον, χαρὰν καὶ στέφανον εἶχε τοὺς μαθητευομέ‐ νους· διὰ τοῦτο καὶ σπουδὴ τῶν ἁγίων μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν, καὶ μὴ ὀκνεῖν μηδὲ εἰς
35τὴν Ῥώμην ἀπελθεῖν, μηδὲ εἰς τὰς Σπανίας ἀναβῆ‐ ναι, ἵνα ὅσον κοπιᾷ, τοσοῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. Ἐκαυχᾶτο οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ ἐθάῤῥει τὸν μέγαν στέφανον ἀποληψόμενος. Οὐκοῦν, ἀγαπητὲ Δρακόντιε, τίνα μι‐
40μούμενος τοῦτο ποιεῖς; τοῦτον, ἢ τοὺς μὴ τοιούτους; Ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὴν γενέσθαι. Ἢ τάχα τινὲς οἱ διὰ τοῦτο συμβουλεύοντές σοι κρύπτεσθαι, ὡς λόγον καὶ ὅρκον σου δεδωκότος μὴ
45στῆναι, ἐὰν κατασταθῇς; Τοιαῦτα γὰρ αὐτοὺς ἀκούω περιβομβεῖν ταῖς ἀκοαῖς, καὶ δοκεῖν ἐν τούτοις εὐλαβεῖσθαι· ἀλλ’ εἰ ἦσαν ἀληθῶς εὐλαβεῖς, ηὐλα‐ βήθησαν ἂν μάλιστα τὸν ἐπιθέντα σοι Θεὸν τὸ λει‐
τούργημα. Εἰ δὲ ἀναγνόντες ἦσαν τὰς θείας

25

.

529

Γραφὰς, οὐκ ἂν παρὰ ταύτας συνεβούλευον. Ὥρα γὰρ αὐτοὺς καὶ τὸν Ἱερεμίαν καταμέμφεσθαι, καὶ τὸν μέγαν αἰτιᾶσθαι Μωσῆν, ὅτι τὴν τούτων συμβουλὴν οὐκ ἤκουσαν, ἀλλὰ τὸν Θεὸν φοβηθέντες, τὴν διακο‐
5νίαν ἐτέλεσαν, καὶ προφητεύοντες ἐτελειώθησαν. Καὶ γὰρ αὐτοὶ ἀποσταλέντες, καὶ λαβόντες ἤδη τὴν τῆς προφητείας χάριν, παρῃτήσαντο μὲν, ἐφοβήθησαν δὲ μετὰ ταῦτα, καὶ οὐκ ἐξουδένωσαν τὸν ἀποστεί‐ λαντα. Εἴτε τοίνυν ἰσχνόφωνος εἶ, καὶ βραδύγλωσσος,
10ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε Θεόν· εἴτε νεώτερον σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ’ εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆναι· εἴτε λόγον δέδω‐ κας (ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν), ἀλλὰ ἀνά‐ γνωθι τὸν Ἱερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς, Οὐ μὴ
15ὀνομάσω τὸ ὄνομα Κυρίου, ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον, οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν, οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη· ἀλλὰ τὸν ἐγχει‐ ρίσαντα εὐλαβούμενος, τετελείωκε τὴν προφητείαν. Ἢ οὐκ οἶδας, ἀγαπητὲ, ὅτι καὶ Ἰωνᾶς φεύγων,
20γέγονε μὲν, ὡς γέγονε, μετὰ δὲ ταῦτα πάλιν προεφή‐ τευσεν; Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. Μᾶλ‐ λον γὰρ ἡμῶν οἶδεν ὁ Κύριος τὰ ἡμῶν, καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ Ἐκκλησίας. Κἂν γὰρ μὴ
25ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν ἐκτελείτω· ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται. Ἆρα γὰρ, ἀγαπητὲ Δρακόντιε, ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων, οὐ κατανύττῃ τὴν
30ψυχήν; Οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρι‐ σθέντων σοι; Οὐ φλέγῃ ὡς ἀπὸ πυρὸς τοῦ συνει‐ δότος; Οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδ‐ εὶς τῶν συμβουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός; Ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον
35ἀποδώσει. Τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; Ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα, Ἡ γυνή με ἠπάτησεν; Ἀγαπητὲ Δρακόντιε, εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ, τῆς Ἐκκλησίας ἐρή‐
40μου τυγχανούσης, οἱ ἐχθροὶ ταύτην βλάψωσι, πρόφα‐ σιν εὑρόντες τὴν σὴν φυγήν. Πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς.
45 Σπεῦδε τοιγαροῦν, ἀγαπητὲ, μηκέτι βραδύνων, μηδὲ ἀνέχου τῶν σε κωλυόντων, ἀλλὰ τοῦ δεδωκότος μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε, τοὺς συμβουλεύοντάς σοι τὰ τῶν Γραφῶν, ἵνα
καὶ παρ’ ἡμῶν προπεμφθῇς, καὶ λειτουργῶν ἐν ταῖς

25

.

532

Ἐκκλησίαις μνημονεύσῃς καὶ ὑπὲρ ἡμῶν. Οὐ γὰρ σὺ μόνος ἐκ μοναχῶν κατεστάθης, οὐδὲ σὺ μόνος προέστης μοναστηρίου, ἢ μόνος ὑπὸ μοναχῶν ἠγαπή‐ θης· ἀλλ’ οἶδας, ὅτι καὶ Σεραπίων μοναχός ἐστι,
5καὶ τόσων μοναχῶν προέστη· οὐκ ἔλαθέ σε, πόσων μοναχῶν πατὴρ γέγονεν Ἀπολλώς. Οἶδας Ἀγάθω‐ να, καὶ οὐκ ἀγνοεῖς Ἀρίστωνα· μνημονεύεις Ἀμμωνίου, τοῦ μετὰ Σαραπίωνος ἀποδημήσαντος· ἴσως δὲ ἤκουσας καὶ περὶ Μουΐτου. ἐν τῇ ἄνω
10Θηβαΐδι, καὶ δύνασαι μαθεῖν περὶ Παύλου τοῦ ἐν τῷ Λατῷ, καὶ περὶ ἄλλων πολλῶν. Καὶ ὅμως οὗτοι, κατασταθέντες, οὐκ ἀντειρήκασιν, ἀλλ’ ἔχοντες τύπον τὸν Ἑλισσαῖον, καὶ εἰδότες τὰ κατὰ Ἡλίαν, μαθόντες τε τὰ κατὰ τοὺς μαθητὰς καὶ ἀποστόλους,
15ἀντελάβοντο τῆς φροντίδος, καὶ οὐ κατεφρόνησαν τῆς λειτουργίας, καὶ οὔτε χείρους ἑαυτῶν γεγόνασιν, ἀλλὰ καὶ μᾶλλον τοῦ καμάτου τὸν μισθὸν προσδοκῶσι, προκόπτοντες καὶ προκόπτειν ἄλλους νουθετοῦντες. Πόσους ἀπὸ τῶν εἰδώλων ἐπέστρεψαν; Πόσους ἀπὸ
20τῆς δαιμονιώδους συνηθείας ἔπαυσαν νουθετοῦντες; Πόσους παρέστησαν τῷ Κυρίῳ δούλους, ὥστε καὶ τοὺς ὁρῶντας τὰ σημεῖα ταῦτα βλέποντας θαυ‐ μάζειν; Ἢ οὐχὶ μέγα σημεῖον κόρην ποιῆσαι παρθε‐ νεύειν, καὶ νεώτερον ἐγκρατεύεσθαι, καὶ εἰδωλολάτρην
25ἐπιγνῶναι τὸν Χριστόν; Μὴ τοίνυν κωλυέτωσάν σε μοναχοὶ, ὡς μόνον ἐκ μοναχῶν κατασταθέντα, μηδὲ σὺ προφασίζου, ὡς χείρων σεαυτοῦ ἐσόμενος· δύνασαι γὰρ καὶ καλ‐ λίων γενέσθαι μιμούμενος τὸν Παῦλον, ζηλῶν
30τῶν ἁγίων τὰς πράξεις. Οἶδας γὰρ, ὅτι οἱ τοιοῦτοι, οἰκονόμοι τῶν μυστηρίων κατασταθέντες, μᾶλλον κατὰ σκοπὸν ἐδίωκον εἰς τὸ βραβεῖον τῆς ἄνω κλή‐ σεως. Πότε Παῦλος ἐμαρτύρησε, καὶ τὸν στέφανον λαβεῖν προσεδόκησεν, εἰ μὴ ὅτε ἀπεστάλη δι‐
35δάσκειν; Πότε Πέτρος ὡμολόγησεν, εἰ μὴ ὅτε εὐηγγε‐ λίζετο, καὶ ἁλιεὺς ἀνθρώπων γέγονε; Πότε Ἡλίας ἀνελήφθη, εἰ μὴ ὅτε πᾶσαν τὴν προφητείαν ἐπλήρωσε; Πότε Ἑλισσαῖος ἐν πνεύματι ἔσχε διπλᾶ, εἰ μὴ ὅτε πάντα καταλιπὼν ἠκολούθησε τῷ Ἡλίᾳ;
40Διὰ τί δὲ καὶ ἐξελέξατο μαθητὰς ὁ Σωτὴρ, εἰ μὴ ἵνα καὶ ἀποστείλῃ; Ὅθεν, τούτους ἔχων τύπον, ἀγαπητὲ Δρα‐ κόντιε, μὴ λέγε, μηδὲ πείθου τοῖς λέγουσιν ἁμαρτίας εἶναι πρόφασιν τὴν ἐπισκοπὴν, μηδὲ ὅτι ἐκ ταύτης
45ἀφορμὴ τοῦ ἁμαρτάνειν ἐστίν. Ἔξεστι γὰρ καὶ ἐπί‐

25

.

533

σκοπον ὄντα σε πεινᾷν, καὶ διψῇν, ὡς ὁ Παῦλος· δύ‐ νασαι μὴ πιεῖν οἶνον, ὡς ὁ Τιμόθεος· καὶ νηστεύειν καὶ αὐτὸς συνεχῶς, ὡς ὁ Παῦλος ἐποίει· ἵνα κατ’ ἐκεῖνον οὕτως νηστεύων, χορτάζῃς ἄλλους ἐν
5τοῖς λόγοις, καὶ διψῶν ἐν τῷ μὴ πιεῖν, ποτίζῃς ἄλ‐ λους διδάσκων. Μὴ οὖν ταῦτα προβαλλέτωσαν οἱ συμβουλεύοντές σοι. Οἴδαμεν γὰρ καὶ ἐπισκόπους νηστεύοντας, καὶ μοναχοὺς ἐσθίοντας. Οἴδαμεν καὶ ἐπισκόπους μὴ πίνοντας οἶνον, μοναχοὺς δὲ πί‐
10νοντας· οἴδαμεν καὶ σημεῖα ποιοῦντας ἐπισκόπους, μοναχοὺς δὲ μὴ ποιοῦντας. Πολλοὶ δὲ τῶν ἐπισκόπων οὐδὲ γεγαμήκασι, μοναχοὶ δὲ πατέρες τέκνων γεγό‐ νασιν· ὥσπερ καὶ ἐπισκόπους πατέρας τέκνων, καὶ μοναχοὺς ἐξ ὁλοκλήρου γένους τυγχάνοντας. Καὶ πάλιν
15οἴδαμεν κληρικοὺς πεινῶντας, μοναχοὺς δὲ νη‐ στεύοντας. Ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. Ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται.
20 Οὐκοῦν μὴ ἀνέχου τῶν ἕτερα παρὰ ταῦτα συμβου‐ λευόντων, ἀλλὰ μᾶλλον ἐπείγου, καὶ μὴ μέλλε· μά‐ λιστα ὅτι καὶ ἡ ἁγία ἑορτὴ ἐγγίζει, ἵνα μὴ χωρὶς σοῦ οἱ λαοὶ τὴν ἑορτὴν ποιήσωσι, καὶ μέγαν κίνδυνον ἐπι‐ σπάσῃ κατὰ σαυτοῦ. Τίς γὰρ αὐτοῖς εὐαγγελίσεται
25τὸ Πάσχα μὴ παρόντος σου; Τίς αὐτοῖς τὴν ἡμέραν ἀναγγελεῖ τῆς ἀναστάσεως, κρυπτομένου σου; Τίς αὐτοῖς συμβουλεύσει δεόντως ἑορτάζειν, φεύγοντός σου; Ὢ πόσοι μὲν ὠφεληθήσονται πα‐ ραγενομένου σου, πόσοι δὲ βλαβήσονται φεύγοντός
30σου! Καὶ τίς ἐπὶ τούτοις ἀποδέξεταί σε; Καὶ διὰ τί συμβουλεύουσί σοι μὴ ἀντιλαμβάνεσθαί σε τῆς ἐπι‐ σκοπῆς, αὐτοὶ θέλοντες ἔχειν πρεσβυτέρους; Εἰ γὰρ φαῦλος τυγχάνεις, μὴ συνέστωσάν σοι· εἰ δὲ ἐπιτή‐ δειον εἶναί σε ἐπιγινώσκουσι, μὴ φθονείτωσαν τοῖς
35ἄλλοις· εἰ γὰρ τὸ διδάσκειν καὶ προΐστασθαι πρόφα‐ σίς ἐστιν ἁμαρτίας κατ’ ἐκείνους, μὴ διδασκέσθωσαν αὐτοὶ, μηδὲ πρεσβυτέρους ἐχέτωσαν, ἵνα μὴ χείρους ἑαυτῶν γένωνται αὐτοί τε καὶ οἱ διδάσκοντες αὐτούς. Ἀλλὰ μὴ πρόσεχε τούτοις τοῖς ἀνθρωπίνοις ῥήμασι,
40μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων, καθὰ πολ‐ λάκις προεῖπον· σπεῦδε δὲ μᾶλλον καὶ ἐπίστρεφε πρὸς τὸν Κύριον, ἵνα, τῶν προβάτων αὐτοῦ φροντίζων, μνημονεύσῃς καὶ ἡμῶν. Τούτου δὲ χάριν προετρεψάμην ἐλθεῖν τοὺς ἀγαπητοὺς ἡμῶν Ἱέρακα
45τὸν πρεσβύτερον, καὶ Μάξιμον τὸν ἀναγνώστην· ἵνα καὶ διὰ λόγων σε προτρέψωνται, καὶ μαθεῖν δυνη‐ θῇς ἐκ τούτου τήν τε διάθεσιν ἣν ἔχων ἔγραψα, καὶ τὸν ἐκ τοῦ ἀντιλέγειν τῇ ἐκκλησιαστικῇ διατάξει
κίνδυνον.