TLG 2035 037 :: ATHANASIUS :: De fallacia diaboli (= Homilia in diabolum) [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

De fallacia diaboli (= Homilia in diabolum) [Sp.]

Source: Casey, R.P. (ed.), “An early homily on the devil ascribed to Athanasius of Alexandria” [Journal of Theological Studies 36] 1935: 4–10.

Citation: Section — (line)

t

Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Ἐξήγησις περὶ τῆς ἀπάτης τοῦ διαβόλου καὶ τῆς πλάνης τῶν εἰδώλων.

1

Ὅσα ὁ διάβολος παρεισήνεγκε τῷ γένει τῶν ἀνθρώπων δεινὴν ἀπειλήν, κατὰ τοῦ ἡμετέρου γένους ἐξ ἀρχῆς συνεσκευάσατο καὶ τὴν πονηρίαν καθ’ ἡμῶν ἐμηχανήσατο. θεοῦ γὰρ τοῦ ποιήσαντος ἡμᾶς ἠλλοτρίωσεν, παραδείσου ἡμᾶς ἐξέβαλεν, θανάτῳ ἡμᾶς παραδέδωκεν, ἁμαρτίας ἐνέβαλεν, φθορὰν ἡμῖν
5προυξένησεν, πόνους ἡμῖν ἐπενόησεν· τούτων τῶν κακῶν 〈ἡμᾶσ〉 ἐνέπλησεν ὁ πονηρός, τούτων ἐρρύσατο ὁ ἀγαθὸς θεός, δεῖ δὲ ἐφίκεσθαι καὶ πονηρίαν, ἵνα γνόντες πρὸς τίνα ἔχομεν ἀσφαλισώμεθα. αὐτοῖς γὰρ καλῶς γέγονεν καθ’ ἡμῶν ... κακία τοῖς κεκοσμημένοις προυξένησεν ἀκοσμίαν, προθέμενος γὰρ ἡμᾶς θεοῦ τοῦ ἀγαθοῦ ἀλλοτριῶσαι, παγίδας συνεστήσατο ἡμῖν διά τε οὐρανοῦ
10καὶ ἀέρος καὶ γῆς καὶ θαλάσσης, ἵνα ὅπου ἀνανεύσωμεν ἢ περιστραφῶμεν, περιληφθῶμεν οἷς συνεσκευάσατο. θεωρήσας γὰρ ὅτι καλὰ τὰ δημιουργήματα, πρώτοις τούτοις ἐπεχείρησεν ἡμᾶς τοῦ δημιουργοῦ ἀπαλλοτριῶσαι. λαμπρός, φησίν, ὁ οὐρανός, κεχρήσομαι αὐτῷ, ἀποχρήσομαι αὐτῷ εἰς τὸ σκοτίσαι· καὶ ἥλιος φαίνῃ, ἔστω σκοτεινὸς τοῖς ἀνθρώποις· καὶ τὴν τάξιν τῶν δημιουργη‐4
15μάτων εἰς ἀταξίαν καθ’ ἡμῶν καθώπλισεν, τὰ γὰρ κατ’ οὐρανὸν τῶν δημιουργη‐ μάτων κάλλη ὑποδεικνύων ἀπεστέρησεν ἡμᾶς τοῦ προσκυνεῖν τὸν ποιητὴν καὶ ἀφέντες τὸν δημιουργὸν ἔστημεν εἰς τὰ δημιουργήματα καὶ γέγονεν ἡμῖν ἡ τάξις εἰς ἀταξίαν καὶ ὁ κόσμος εἰς ἀκοσμίαν καὶ τὸ φῶς εἰς σκότος καὶ τὰ ποιήματα εἰς προσκυνήματα. ἐπειδὴ φύσει ὀρέγεται ἡ ψυχὴ καλοῦ, θεασάμενος
20εἰς τί κἂν ἀνένευκεν ἡ ψυχή, κάλλη ὑποκρίσει προτείνει, ἵνα τῶν καλλίστων ἀποστερηθῇ· περιθεὶς δὲ 〈πίστιν〉 τῷ δρόμῳ τῶν ἄστρων καὶ τὴν τάξιν τὴν κατ’ οὐρανὸν ψευδῶς εἱμαρμένην ἐκάλεσεν τὴν πρόνοιαν ἐκβαλών, ἵνα μὴ ἑξώμεθα θεῷ βουλόμενοι σώζεσθαι· καὶ ἃ χρὴ ἐπιζητῆσαι παρὰ θεοῦ, ταῦτα, φησί, πάντα παρὰ τῶν ἄστρων ζητεῖ, συκοφαντήσας τὰ δημιουργήματα, ἵνα
25μὴ ζητηθῇ ὁ δημιουργήσας· καὶ λέξεις καλὰς τοῖς ποιηταῖς ἐνδοὺς καὶ σχήματα ἐπιτετηδευμένα περιθεὶς καὶ τῇ ἡδονῇ τῶν μύθων τὸ ψεῦδος κρύψας φησίν, ὁ οὐρανὸς γεννᾷ.

2

Κἀμοῦ ἀνέχεσθαι μνημονεύοντος μύθων ἐν καιρῷ· οὐχ ἵνα μιανῶ τὸν ἅγιον τόπον αἰσχρῶν μνημονεύσω, ἀλλ’ ἵνα τὰ αἰσχρὰ ἐνταῦθα ἐλεγχθέντα ἐλευθερώσῃ τοὺς κατεχομένους τῇ ἀπάτῃ. οὐ γὰρ ὁ ἀπόστολος κατώκνησεν μνημονεῦσαι τὰ ἀπὸ τῶν πράξεων φαῦλα 〈καὶ〉 διηγήσασθαι, “οὐχ ἵνα,”
5φησίν, “ταῦτα μάθωμεν, ἀλλ’ ἵνα τούτων ἐλευθερῶμεν”· τὸ γὰρ “ἄρρενες ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι”, αἰσχρὰ πρᾶξις καὶ οὐ σεμνὸν τὸ ῥῆμα, ἀναγκαία δὲ ἡ θεραπεία. πᾶς γὰρ ὁ θεραπεύων ἕλκος ἀνέχεται δυσωδίας, μολύνει τὰς χεῖρας· ἐὰν γὰρ μείνωσι καθαραὶ αἱ χεῖρες, ἐπιμένει ἡ νομή. ἐπεὶ τοίνυν τὸ ψεῦδος ἐλέγξαι δεῖ, ἵνα φανῇ ὁ ἔλεγχος ... ἔοικεν
10γὰρ ὁ πονηρὸς τοῖς τὰ θανάσιμα φάρμακα διδοῦσιν γλυκέσιν ἐκπόμασιν, οὕτως καὶ αὐτὸς λέξεσι καλαῖς τὴν πονηρίαν κρύψας ἔλαθεν ἐπιβουλεύων διὰ τῆς ἔξωθεν ἐπισκιάσεως καὶ ὡς πάλιν οἱ τὰ φάρμακα διδόντες οὐ γυμνὰ διὰ τὴν πικρότητα παρέχουσιν, ἀλλὰ τῇ εἰθισμένῃ τροφῇ ἐγκρύπτουσιν τὴν πονηρίαν, οὕτως λέξεις κομψὰς καὶ σχήματα ἐπιτετηδευμένα ἐμβαλὼν τῇ τῶν
15μύθων πλάνῃ καὶ τῇ τῆς ἀσελγείας ἡδονῇ καὶ προσθεὶς τῶν ἑορτῶν τὴν μέθην καὶ τὴν ἑστίαν, ἵνα βαρυνόμενοι μὴ περιεργασώμεθα τῶν μύθων τὸ ψεῦδος, ἀλλ’ ἑορτάζωμεν καθ’ ἑαυτῶν γυμνούμενοι διὰ τὸν οἶνον, πηλῷ φυρόμενοι διὰ τὴν ἀσέβειαν, αἰσχρὰ φθεγγόμενοι καὶ πάσχοντες. καὶ πάντα ἐνδέδωκε τῇ ἡδονῇ, ἵνα μὴ ζητηθῇ ὁ τῆς σωφροσύνης ἔκδικος, ἐπειδὴ γὰρ ἑώρα ὅτι
20συντείνει εἰς τὸ θεῖον ἡμῶν ἡ ψυχή, εἰσάγει μὴ ὄντας θεούς, ἵνα τοῦ ὄντος ἐκπέσωμεν καὶ τούτοις περιτίθησι μοιχείας, ἵνα μὴ ἀσκήσωμεν σωφροσύνην.

3

Τίς γὰρ ἀκούων ὅτι θεὸς κατὰ τὸν μῦθον, —εἴπερ γάρ εἰσι λεγόμενοι
θεοί, —ἀλλὰ δὴ τίς ἀκούων ὅτι θεός τις ὢν καὶ πρῶτος θεῶν ταῦρος γέγονεν, ἵνα παρθένον συλήσῃ καὶ πάλιν χρυσός, ἵνα κόλπους ἐρημώσῃ καὶ πάλιν ἀετός, ἵνα νεανίαν εἰς παρὰ φύσιν ἡδονὴν ἁρπάσῃ, τίς οὐκ ἀνάσχηται5
5μιμεῖσθαι ὃν προσκυνεῖ. εἰ γὰρ ὁ προσκυνούμενος μεταβάλλει τὴν φύσιν, ἵνα φθείρῃ ψυχὴν ἢ ὁ ἄνω λεγόμενος κατέρχεται διὰ ἀσέλγειαν, τί πάθωσιν οἱ κάτω κυλιόμενοι, μιμούμενοι τὸν προσκυνούμενον. ἡδονῆς δὲ ἐπεισαχθείσης τῇ ψυχῇ ἐσκότωται πρὸς διάγνωσιν τῶν πραγμάτων· ὥσπερ κονιορτοῦ ἐμπεσόντος ἐν τῷ ὀφθαλμῷ ἀπεστέρηται ἡ ὄψις τοῦ διακρίνειν, οὕτως πάθους
10ἐμπεσόντος τῇ ψυχῇ οὐδὲν διακρίνει ἡ παθοῦσα καὶ ὥσπερ ἡ τοῦ κυβερνήτου τέχνη ἐπελθόντος χειμῶνος ἀπόλλυται, οὕτως ἐπερχομένων παθῶν τῇ ψυχῇ ἥττηται ὁ λογισμός. ὅσα κακὰ ὁ διάβολος περιεργάσατο, ἵνα γνώσθῃ, ὅσα ὁ θεὸς ἀγαθὰ διὰ Χριστοῦ ἐχαρίσατο· ὅταν γὰρ φανῇ ἡ προλαβοῦσα ἡμᾶς νόσος διὰ τὴν ἐπιβουλήν, ἡ χρονία ἐκείνη καὶ πολυπαμποίκιλος φανήσεται τοῦ
15ἰατροῦ ἡ δύναμις.

4

Πάντα ἐκίνησε καθ’ ἡμῶν ὁ διάβολος· τὰ μὲν ἕκοντα, τὰ δὲ ἄκοντα. οὐρανὸν καθ’ ἡμῶν οὐκ ἕκοντα, οὐ γὰρ θέλει 〈ὁ〉 οὐρανὸς προσκυνεῖσθαι ἀλλὰ μηνύειν τὸν προσκυνούμενον. ὃ δὲ μὴ βούλεται οὐρανὸς προσχαρισάμενος τῷ μὴ θέλοντι καὶ συκοφαντήσας τὸ δημιούργημα πρὸς τὸ προσκυνεῖσθαι
5ἀπεστέρησεν· ὅσον ἐπ’ αὐτὸν τὸ〈ν〉 προσκυνούμενον τοῦ προσκυνεῖσθαι ἀπεστέρησεν ὅσον ἐπ’ αὐτόν ... οὐ γὰρ θεὸς ταῦτα ἀπαιτεῖ, ἡμᾶς δὲ ὠφελεῖ, —ἐνέπλησεν ἡμῶν τὰς καρδίας μύθων, ἵνα μὴ δεξώμεθα τὴν ἀλήθειαν. πολλοί, φησί, θεοὶ καὶ μὴ ζητείσθω ὁ εἷς· καὶ γλυκεῖα ἡ ἡδονή, παροράσθω ἡ σωφροσύνη· καὶ οἱ θεοί, φησίν, ἀσεβοῦσιν, μὴ ζήτει τὸ σεμνόν· καὶ οἷς
10δέδωκεν ἡμῖν ὁ θεὸς καλοῖς, τούτοις ἐχρήσατο καθ’ ἡμῶν οὐ κατὰ τὸν θεόν. καλός, φησίν, ὁ χρυσός, χωνευέσθω εἰς ψεῦδος καὶ ὁ ἄργυρος γινέσθω ἄγαλμα εἰς ἀπάτην καὶ οἱ λαμπροὶ λίθοι εἰς ἄλλην ἐπίνοιαν καὶ τὰ σύνδενδρα ἀφοριζέσθω δαίμοσι καὶ πηγαὶ ἀνατιθέσθωσαν ἀλλ[ή]λοις καὶ οἱ ποταμοὶ ἑτέροις καὶ ἡ θάλασσα ἄλλοις.

5

Ὀκνῶ λέγειν, συνείσασιν δὲ οἱ εἰδότες· ἐσπούδασεν ἀλλοτριῶσαι τὰ δημιουργήματα, ἐπενόησε ταῦτα. ὑπηκούσαμεν ἡμεῖς, οὐ γὰρ ἀνάγκη 〈ὅτι〉 ἡμᾶς εἵλκυσεν, ἀλλὰ πείσας ἔλαβεν, ὥσπερ οἱ εὐγενεῖς τῶν παίδων ὑποφθεί‐ ρονται, διὰ γλυκέων τινῶν ἀπὸ τῶν γονέων ἀποσυλῶνται. οὕτως καὶ ὁ
5διάβολος εἰς παράδεισον εἰσελθὼν ἔδειξεν ὅτι καλὸν τὸ δένδρον καὶ ἐνέβαλεν ἰόν, τοῖς γὰρ καλοῖς ἀναφύεται φθόνος. εἰ δὲ ἄνθρωπον ἐν παραδείσῳ διαίτημα ἀγγέλων ἔχοντα, φιλούμενον ὑπὸ τοῦ πλάσαντος, τετιμημένον ὑπὸ τοῦ δημιουργήσαντος ... πάντα εἶχεν δεδομένα τῷ ἀνθρώπῳ εἰς λειτουργίαν, πάντα εἰς ὑπηρεσίαν, οὐκ ἤνεγκεν τοῦ ἀνθρώπου τὴν εὐπραγίαν καὶ προσῆλθεν
10ὡς φίλος, ἔδρασε δὲ τὰ τῶν ἐχθρῶν, διέβαλε τὸν πλασθέντα πρὸς τὸν πλάσαντα, ἔπειθε παρακούειν. ἵνα αὐτὸς πιστεύθῃ, ἔδει τὸν θεὸν ὀργισθῆναι εἰς αὐτοὺς δημιουργήσαντα καὶ ὁ εὐεργέτης οὐκ ἐπιστεύθῃ, ὁ δὲ σύνδουλος προεπιστεύθῃ· καίτοι προησφαλίσατο ὁ θεὸς καὶ ἠπείλησε θάνατον, ἐὰν
παρακούσῃ, οὐχ ἵνα ἀποθανῇ, ἀλλ’ ἵνα μὴ παρακούσας μὴ ἀποθανῇ. ὁ δὲ6
15ἐξαπατήσας καὶ πείσας καὶ λαβὼν αἰχμάλωτον τὸν ἄνθρωπον καὶ ... ἐπειδὴ ἔλαβεν, ἐπέσφιγξεν αὐτῷ τὰ δεσμά, ἐπλήθυνεν αὐτῷ τὴν ἀπάτην, ἵνα μήποτε τῆς κακουργίας αἰσθανόμενος ζητήσῃ τὸν εὐεργέτην. διὰ τοῦτο διὰ τὰ τοιαῦτα ἐξήπλωσεν αὐτῷ ὁ διάβολος δίκτυα· ἔδειξεν οὐρανὸν καὶ φησίν, προσκυνεῖτε, καὶ ἥλιον θεοποιεῖ, ἵνα θεοῦ ἐκπέσωμεν καὶ σελήνην ἄλλως
20τιμᾶσθαι παρὰ τὸ πρέπον κατεσκεύασεν. πολλοὺς ὠνόμασεν τοὺς μὴ ὄντας, ἵνα τοῦ ὄντος ἐκπέσωμεν· ἔστησε πρὸ ὀφθαλμῶν ἀρρένων γυμνὰς θηλείας ὡς θεούς, ἵνα οἱ ὀφθαλμοὶ γυμνὴν τὴν προσκυνουμένην ὁρῶντες ἐγείρωσιν καθ’ ἑαυτῶν τὴν καθεύδουσαν ἡδονήν. οὕτως γοῦν ἐπιθυμίαν ὁρᾷ δι’ ὁράσεως προβεβλημένην· καὶ γὰρ τοῖς ἰχθύσιν οὐ καθαρὸς ὁ χαλκὸς προβάλλεται ἀλλὰ
25διὰ τῆς τροφῆς κρυπτόμενος· καὶ νῦν ἀγάλματα χωνευθέντα πλάσμασι καὶ τέχναις περιεργα[ζε]σθέν〈τα〉 φέρει γυμνά, κρύπτει ἐν αὐτοῖς τὰ ἔνεδρα, παρα‐ δειγματίζει τὴν θηλείαν, παροξύνει τὴν ἡδονήν, σκανδαλίζει τοὺς ἄρρενας ἀφίστασθαι θεοῦ, ἀπωθεῖσθαι τὴν σωφροσύνην, ῥιζοῖ τὴν ἀσέλγειαν. τίς γὰρ γυνὴ τὴν νομιζομένην θεὰν γυμνὴν ὁρῶσα καλύπτεσθαι σπουδάζει ἢ τίς
30ὡς τελοῦσα ἑορτὰς μοιχείας θεοῦ αὐτῆς συνείδησιν ἀνδρὶ φυλάσσει;

6

Καὶ δέον κατακλᾶσαι τὰς παγίδας. προσεκύνησε μὲν τὰς ἐπιβουλάς· πῦρ ἐπὶ πῦρ τὰ ὑφ’ αὐτῶν πλασθέντα καὶ ὑφ’ αὐτῶν τοῖς τοίχοις γραφέντα, ἵνα πᾶσα τέχνη καθ’ ἡμῶν, καὶ ἡ γραφικὴ καὶ ἡ πλαστικὴ δι’ ὧν πλάττει, καὶ ἡ λαξεύουσα δι’ ὧν λαξεύει, καὶ ἡ γεωργοῦσα· τοὺς καρποὺς ἐδίδου εἰς
5καῦσιν καὶ οἱ καλοὶ μόσχοι 〈εἰσ〉 πρόσκομμα καὶ τὰ σκιώδη φυτὰ ἡμῖν εἰς πλάνην. καὶ πᾶσαν ἐπενόησε τὴν δημιουργίαν καθ’ ἡμῶν, ἵνα διὰ πάντων 〈μὴ〉 φανῇ τοῦ σωτῆρος ἡ δύναμις. κἀμοὶ λεγέτωσαν οἱ Ἕλληνες πότερον ψευδεῖς οἱ μῦθοι ἢ ἀληθεῖς; ἐχέτωσαν τὰ αἰσχρά, οἷον ἀγαθὸν κεχάρισται ἡμῖν· [οὐ] τὰ τῶν προγόνων διακόπτωμεν, τὴν κακὴν κληρονομίαν διασύρωμεν αὐτήν·
10οἱ ἀπὸ δούλων ἐξευγενισθέντες οὐ κατοκνοῦσι πολλάκις τὴν δουλείαν τῶν πατέρων ἀνεκθέσθαι, ἵνα χάριν δῶσι τῷ ἐλευθερώσαντι. ὥσπερ καὶ οἱ ἀπὸ χειμῶνος διασωθέντες οὐκ ἀδήλως μνημονεύουσι τῶν περιστατικῶν δεινῶν καὶ ὥσπερ οἱ ἀπὸ νόσου ἐγερθέντες πρὸς τὸ εὐχαριστεῖν τῷ ἰατρῷ τὴν κάκωσιν ἐξηγοῦνται, εἴπωμεν ποίοις κατειχόμεθα, ἵνα γνῶμεν τὸ μέγεθος τῆς χάριτος. εἰ
15ψευδεῖς οἱ μῦθοι, χάρις τῷ ἀπαλλάξαντι τὸ ψεῦδος· εἰ δὲ ἀληθεῖς οἱ μῦθοι, χάρις τῷ σώσαντι. εἴτε γὰρ ἐψεύσατο ὁ εἰπὼν ὅτι οὐρανὸς ἐγέννα, εἴτε ὁ υἱὸς αὐτοῦ ἀπέκοψεν αὐτόν, τί δίδωσιν αὐτῷ πάθος. εἰ γὰρ ὁ υἱὸς ἀπέτεμεν τὸν πατέρα, οὔτε ὁ πατὴρ θεὸς ὁ παθὼν οὔτε ὁ ἀποκόψας υἱός, δράσας ἃ οὐ ποιοῦσιν ἡμέτεροι υἱοί. αὐτοῦ, φησίν, κατέπιεν παῖδας, ἵνα μὴ ὃ ἐποίησεν πατρὶ πάθῃ ὑφ’ ὧν
20ἐγέννησε, καὶ κατέπιε θεὸς λεγόμενος οὓς ἐγέννα· καὶ μήτηρ φεισαμένη υἱοῦ ἔδωκεν λίθον, ὁ δὲ λάβρως σπεύδων τὸν παῖδα καταπιεῖν οὐκ ᾔσθετο λίθου ἢ υἱοῦ.

7

Αἰσχρὰ ταῦτα καὶ αἰδοῦμαι λέγων, ὅτε δὲ ἦλθεν φῶς, ἅπερ γε νῦν
αἰσχυνόμεθα ἐλθούσης ἡμέρας αἰδούμεθα. συγχαίρω ὑμῖν καὶ συνευχαριστῶ ὅτι οὓς προσεκύνουν ὑμῶν οἱ πατέρες καὶ οἱ πρόγονοι διὰ στόματος λέγειν κατοκνεῖτε καὶ ἀκούειν δι’ ὤτων οὐκ ἀνέχεσθε. ἐπεὶ τοίνυν τοσαύτη γέγονε7
5μεταβολή, εἴπωμεν τί ἐμισήσαμεν καὶ εὐχαριστήσωμεν τῷ ἀγαπήσαντι πᾶσαν μεταβολήν. περιέθηκεν τῷ λεγομένῳ πατρὶ θεῶν καὶ ἀνδρῶν κατὰ τοῦτο, ἵνα πολλὰς παρθένας διαφθείρῃ. καὶ ἐκεῖνοι μὲν οἱ λεγόμενοι θεοὶ διέφθειραν παρθένους, ὁ δὲ καί πως παρθένους τηρεῖ ἕως γήρους· καὶ ὁ μὲν παρὰ φύσιν κατῆλθεν, ὁ δὲ ὑπὲρ φύσιν ἀνῆλθεν. ὅτι δὲ ταῦτα τὰ πράγματα ψευδῆ ...
10εἰ γὰρ ἐγέννων θεοὶ τότε, τί παθόντες νῦν οὐ γεννῶσιν; ἆρα ἐγήρασαν καὶ οὗτοι ἢ τεθνήκασιν καὶ τίς ὁ σωφρονήσας; ἀλλ’ ἆρα γεννῶσιν καὶ νῦν καὶ τοσοῦτοι οὐ φαίνονται; εἰ γὰρ ἀθάνατοι γεννῶσιν ἐνεπλήθησαν 〈ἂν〉 τὰ σύμπαντα, μὴ τοῦ θανάτου συγκόπτοντος τοὺς γεννωμένους· ἀλλ’ οὔτε ἐγέννων οἱ μὴ ὄντες, οἱ δὲ ποιηταὶ καλὰς λέξεις συνθέντες κακὸν ψεῦδος
15ἐνέθηκαν. ἐξ οὗ γὰρ ἐπαύσαντο οἱ ποιηταί, οὐ φαίνονται γενέσεις θεῶν· καὶ εἰ μὲν ἦσαν τοιοῦτοι ἐξ ἀρχῆς τὰς παρθένους τὰς παρὰ ἀνθρώποις περιεργαζό‐ μενοι, τί παθόντες ἐν τοσούτῳ αἰῶνι ἐξ οὗ οἱ ἄκροι τῶν ποιητῶν ἐλήρησαν; ἆρα οὐκ εἶδον παρθένον καλὴν ἐπὶ τῆς γῆς· ἆρα οὐκ ἐκινήθη ἡ ἐπιθυμία αὐτῶν; οὐκέτι εἰς ταῦρον μετέβαλεν, οὐκέτι χρυσὸς εἰς κόλπους, οὐκέτι ἡ
20παρθένος φεύγει, ὁ δὲ διώκων διώκει καὶ ἡ μὲν παρθένος κατὰ τὸν μῦθον τῇ σωφροσύνῃ ἐπερειδομένη ἔφυγεν, ὁ δὲ λεγόμενος θεὸς τῇ ἀσελγείᾳ ἐκλυόμενος οὐ κατελάμβανεν; ἐπειδὴ δὲ ἡ μὲν παρθένος ἔφυγεν, ἵνα μείνῃ παρθένος, ὁ δὲ θεὸς ἐδίωκεν, ἵνα συλήσῃ τὴν ἄνθρωπον—αἰσχύνομαι λέγειν, ἀνάγκη δὲ εἰπεῖν. ἔτι δὲ καὶ φωτὸς ἀνατείλαντός τινες ἀναισχυντοῦσιν καὶ ἀγανακτοῦσιν
25[ἐν] ἀγάλμασιν αἰσχροῖς καὶ θέλουσι ναοὺς μὲν εἶναι ἐν οἷς ταῦτα τα‐ μιεύονται ... καὶ χρήσιμα τὰ λείψανα, ἵνα μάθωμεν τίνων ἀπηλλάγμεθα. ὁ δὲ διώκων θεὸς ἐκ τῶν ἔργων γνωσθήσεται. Ἰωσὴφ νέος ὢν καὶ δουλεύων παρ’ ἀξίαν ἐπαγγελλομένης τῆς δεσποίνης καὶ βιαζομένης καὶ ἑλκούσης ἀφῆκεν τὸν χιτῶνα καὶ ἔφυγεν σεμνῶς· καὶ ὁ μὲν σεμνὸς ἄνθρωπος 〈μᾶλλον〉
30μετὰ σωφροσύνης εἰς δεσμωτήριον καὶ μετὰ σεμνότητος ὡς δοῦλος ἢ μετὰ ἀκολασίας δεσπότης· ὁ δὲ λεγόμενος θεὸς τῶν ψευδωνύμων ἐδίωκε παρθένον καὶ οὐ κατελάμβανεν. ῥώννυσι γὰρ σωφροσύνη καὶ θηλείαν, ἐκλύει γὰρ καὶ ἄρρενας ἡδονή· ὡς δὲ ἤγγιζεν ἡ γῆ καὶ αὐτὴ θεὸς λεγομένη, οὖσα δὲ ὅ ἐστι, φεισαμένη τῆς παρθένου κατὰ τὸν μῦθον—οὐδὲν γὰρ τούτων ἀληθές—καὶ
35καταγνοῦσα τοῦ διώκοντος μετέβαλεν εἰς φυτόν, φησίν, τὴν παρθένον, ὁ δὲ καὶ μεταβληθείσης τῆς παρθένου οὐ συμμετέβαλεν τὴν ἐπιθυμίαν ἀλλὰ κλάδον ἀποδρέπεται καὶ τὴν ἡττηθεῖσαν κεφαλὴν ἀπὸ τῆς νικησάσης στέφει. καὶ 〈μη〉νύω γοῦν τοὺς στεφάνους τοὺς ἐν ἀγῶνι τοῖς νικῶσι· χορηγοῦντες τοῦ ἡττηθέντος σύμβολον φέρουσιν ἐπὶ τὴν κεφαλὴν στέφανον Δάφνης, στεφάνωμα
40τοῦ νικηθέντος, οἱ νῦν νικᾶν δοκοῦντες. ἐπειδὴ δὲ ταῦτα ψευδῆ, χάρις τῇ ἀληθείᾳ ὅτι ἐρρύσθημεν. εἰ δὲ ταῦτα ἀληθῆ, ἐχέτωσαν τὴν αἰσχύνην οἱ
σπεύδοντες. εἰ γὰρ οἱ ἄνθρωποι ταῦτα ἔπλασαν, αἱ δὲ θεραπευόμεναι δυνάμεις τούτοις οὐ χαίρουσιν, μὴ οἰκέτωσαν τοὺς ναοὺς αἱ συκοφαντούμεναι· εἰ γὰρ ψεύδεται τὸ ἄγαλμα τὴν ἱστορίαν, μηδὲν παρεδρευέτω τῷ ψεύδει. εἰ τοίνυν8
45οὐ παρεδρεύει, μάτην προσκυνεῖς· εἰ δὲ τούτων οὕτως γινομένων παρεδρεύει, τούτοις χαίρει, οἱ δὲ τούτοις χαίροντες δαίμονες μισεῖσθαι καὶ οὐ προσκυνεῖσθαι ἄξιοι.

8

Τί δ’ ἂν εἴποις περὶ αἱμάτων ἐκχύσεως, τί δὲ περὶ καπνοῦ, τί δὲ περὶ τῆς δυσωδίας; οἱ προσκυνοῦντες ἀποφράττουσι τὰς ῥῖνας καὶ οἱ προσκυνούμενοι δέχονται. καὶ ἐπὶ μὲν τῆς οἰκίας σου ῥανίδα αἵματος οὐ βούλει ἰδεῖν, ἐν δὲ τοῖς ναοῖς μυριάδας καὶ χιλιάδας· καὶ ἐν μὲν τῇ οἰκίᾳ σου αὐλὸν οὐ θέλεις
5ἠχῆσαι, ἐν δὲ ταῖς ἑορταῖς καταυλοῦσι· καὶ τὴν μὲν θυγατέρα σου αἰσχρὰ φθέγγεσθαι οὐ βούλει, αἰσχρὰς δὲ ᾠδὰς ἐν τοῖς ναοῖς ᾄδουσι· καὶ τὴν γυναῖκά σου γυμνὴν οὐ θέλεις τινὰς θεάσασθαι, ἀλλ’ οὐδὲ σεαυτόν, ὡς ἔξεστιν, τὴν δὲ θεὰν γυμνὴν προσκυνεῖς, κακὸν ὑπόδειγμα σωφροσύνης· καὶ δοῦλον προδιδόντα τὴν φύσιν κτήσασθαι οὐ προαιρήσει—δεῖ γάρ, ὡς προείρηται, σεμνοτέρᾳ
10χρήσασθαι τῇ γλώττῃ—τὸν δὲ ἁρπαγέντα νεανίαν εἰς παράχρησιν τοῦτον προσκυνεῖς· καὶ δούλην μὲν πορνεύουσαν οὐκ ἀνέχῃ κτήσασθαι, τὴν δὲ ἀσκοῦσαν πορνείας ταύτην προσκυνεῖς. ἡ δὲ ἀπολογία κατηγορίας χείρων καὶ τὸ φάρμακον τοῦ ἕλκους πικρότερον, ὅτε γὰρ ταῦτα ἐγκαλοῦμεν, τί ἀπολογοῦνται; οἴδαμεν καὶ ἡμεῖς, φησίν, ὅτι οὐ θεοί ποτε ... μαθόντες ὅτε
15ἥλιος ἄνισχεν. οὐκ εἰσὶ θεοὶ καὶ τί προσκυνεῖς; οἰκεῖοι, φησί, τοῦ θεοῦ· ἡ ἀπολογία ὅτι οἰκεῖοι τοῦ θεοῦ. μὴ λάθῃ δέ σε τὸ ψεῦδος· ὃς γὰρ ἄνδρα ἐδημιούργησεν, ἀνδράσι ... 〈οἱ γὰρ〉 τοῦ θεοῦ οἰκεῖοι οὐχ ὑβρίζουσιν 〈οὐδὲ〉 τοῦ κτίσαντος τὴν δημιουργίαν παραφέρουσι, ὡς μήτε ἄνδρα ἐᾶσαι ... καὶ εἰς γυναῖκα μὴ περιπεσεῖν .... ... 〈δείκνυται〉 δι’ ὧν ἐργάζεται ἐχθρὰ καὶ
20οὐκ οἰκεῖα. θεὸς γάμους ἐχαρίσατο εἰς διαδοχὴν καὶ παραμυθίαν τῶν θνητῶν, ἵνα νοσοῦντες θεραπεύωνται ἄνθρωποι καὶ γυναῖκες τύχωσι τῆς φιλανθρωπίας, ἡ δὲ τὴν πορνείαν ἀσκοῦσα δαίμων τὰς σεμνὰς παραφθείρασα ἀλλότρια καὶ οὐκ οἰκεία, ὥσπερ γὰρ βασιλέως σεμνοῦ οὐχ οἱ ἀκόλαστοι οἰκεῖοι, ἀλλ’ οἱ σεμνοί.

9

Ζητῶ αὐτοῦ τὴν ἐπαγγελίαν, ἐπισκέψομαι τὰς πράξεις· οὐ γὰρ τὸ λέγειν καλὰ ζητεῖται, ἀλλὰ τὸ μετιέναι ἀλήθειαν. ὅταν ἀκούω ὅτι ναός ... εὐθὺς ἐταπεινώθη μὲν ἡ διάνοια ... εἰ ναὸν ἔχει θεὸς ἐπὶ γῆς καὶ χαμαί, καὶ οὐρανῶν ἐπέκεινα. ζητῶ γὰρ κατ’ ἐπαγγελίαν τὰ πράγματα. εἰ θεός, τί
5ζητεῖς ἐπὶ γῆς, καίτοι καὶ ἐπὶ γῆς θεός, ἀλλ’ οὐκ ἐν κοιτῶνι κεκλεισμένος, οὐκ εἰς ἄγαλμα συνδεδεμένος, οὐδὲ κακούργοις ὑποτιθείς, οὐδὲ μαγίᾳ κατα‐ κλεισθείς· εἰ γὰρ οὐκ ἀφ’ ἡμῶν κατεσκιώθη ἀλλ’ ὑφ’ ἡμῶν ἐγυμνώθη, ἴδωμεν τὰ κρυπτόμενα καὶ γνῶμεν τὰ ἐλεγχόμενα. ἐπεὶ τοίνυν ἐπαγγέλλονται θεὸν καὶ θεούς, δότωσαν τὴν ἐπαγγελίαν, μὴ δειξάτωσαν ἡμῖν ναοὺς ἀλλὰ οὐρανοὺς
10ἐπέκεινα, μὴ ἐκχέτωσαν αἷμα, μὴ καπνίζωσι τὰ ἀγάλματα, ὁ μάντις μὴ μαινέσθω· εἰ γὰρ θεὸς ἐνεργεῖ, μὴ πιπτέτω, ἀλλὰ καὶ πεσὼν ἀναστήτω· μὴ παραφρονείτω ὁ λέγων τὰ μέλλοντα, μὴ ἀγνοείτω τὰ παρόντα· εἰ γὰρ ἔκφρων γίγνεται καὶ ταῖς διανοίαις ἐκπίπτει καὶ τὰ παρόντα οὐχ ὁρᾷ, σχολῇ ἐπιγι‐ νώσκει τὰ μέλλοντα.9

10

Βούλομαι πάντα λέγειν, ἵνα πᾶσαν ὁμολογήσωμεν τὴν χάριν, ἀλλὰ χρονίαν καὶ πολλὴν οὐ μιᾶς ἡμέρας καθ’ αἵρεσιν κατησχέθημεν τοῖς μύθοις· ἐβαρήθημεν τῷ ψεύδει, οὐκ ἐδυνάμεθα ἀνανῆψαι. ἦλθεν Ἰησοῦς ὁ δυνάμενος πάντα βαστάσαι. τί γὰρ θέλεις; ἐξετάσω τοὺς μύθους; αἰδοῦνται οἱ
5γράψαντες, αἱ ἀλληγορίαι οὐκ ἐθεράπευσαν τοὺς μύθους 〈οὐδὲ〉 τῶν σοφῶν τὰ δόγματα· οὐδέπω ἐπαύσαντο μαινόμενοι. ὅταν νικῶντες πείσωμεν, τότε εἰ ἄρα πεισθησόμεθα .... ... ἀλλ’ ἐάσωμεν τὰ κακά; †ἐπειδὴ ἐλευθερώσας οὐρανοῖς† καὶ ἀφέντες τοὺς μύθους, δεξώμεθα τὴν ἀλήθειαν καὶ ἀποστάντες μολυσμάτων, δεξώμεθα τὴν ἀγαθωσύνην καὶ ἀποστάντες τῶν μὴ ὄντων θεῶν,
10προσκυνήσωμεν τῷ ὄντι θεῷ, ἀπαρνησώμεθα τὸ σκότος, ἀγαπήσωμεν τὸ φῶς, ἀπορρίψαντες τὴν μέθην ἀγαπήσωμεν νηστείαν, καταγνόντες ἀσελγείας ἀσκήσωμεν σωφροσύνην. πῶς εὐχαριστήσωμεν, πῶς πληρώσωμεν τὸν λόγον, πῶς δὲ σιωπήσω; οὐκ παύεται Ἰησοῦς εὐεργετῶν, ἔτι καὶ νῦν σώζει ἀλλὰ τῇ εὐεργεσίᾳ συναύξει καὶ ἡ εὐεργεσία οὐ παύεται εὐεργετῶν, ἵνα μὴ παυσώ‐
15μεθα εὐχαριστοῦντες. ἔτι καλεῖ, ἔτι σώζει, ἔτι φωτίζει, ἔτι νουθετεῖ—ὁ χθὲς προσκυνῶν γυναῖκα γυμνὴν νῦν ὁμολογεῖ θεόν—καὶ διαμαρτυρῶν φωτίζει καὶ διὰ εἰρήνης παιδεύει καὶ διὰ διωγμῶν στηρίζει καὶ διὰ σταυροῦ νενίκηκεν καὶ διὰ θανάτου ἔσωσεν καὶ διὰ κατάρας ἐλευθέρωσε τὴν κατάραν καὶ πάντα πεποίηκε καὶ ἀνέλυσεν ἡμῖν τὴν ἄνωθεν ἐπιβουλήν. ἐπεὶ τοίνυν οὔτε τὴν
20κακίαν τοῦ ἐπιβουλεύσαντος δυνάμεθα καταξίαν διηγήσασθαι οὔτε τὸ μέγεθος τοῦ εὐεργετήσαντος οὗ διὰ χάριν ἐφύγαμεν τὰ κακά, εὐχαριστήσαντες, οὐχ ὅσον ὀφείλομεν ἀλλ’ ὅσον δυνάμεθα, [καὶ] συναγώμεθα, ἵνα ἀκουσθῶμεν καὶ προσέχωμεν, ἵνα πιστωθῶμεν. μὴ ἀθετήσῃς τὴν χάριν· οὐχὶ ἄνθρωπος κέκληται· οὐχ ὅμοιός σου ἐδίδαξεν οὕτω ἐπὶ γῆς, ἀλλὰ ἄνωθεν θεός, ὁ πρὸ
25αἰώνων υἱός, ὁ πρὸ χρόνου μονογενής, ὁ ἐν δόξῃ παρὰ πατρί, ὁ πάντων δεσπότης, ὁ τῶν ὅλων κρίτης ἐκρίθη διά σε, ἵνα σὺ ὑψωθῇς. εἰ οὖν πάντα σοι ἐχορήγησεν, διὰ πάντων εὐχαρίστει τῷ θεῷ τῷ παναγίῳ τῷ ποιήσαντι† ἐξ ἀρχῆς καὶ τιμήσαντι καὶ τῷ μετὰ ταῦτα πεποιηκότι†, δι’ οὗ ἐποίησεν καὶ ἀνενέωσεν καὶ σώζει, δόξα, κράτος, τιμὴ σὺν ἁγίῳ πνεύματι καὶ νῦν καὶ ἀεὶ
30καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.10