TLG 2035 036 :: ATHANASIUS :: Oratio in resurrectionem et in recens baptizatos [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Oratio in resurrectionem et in recens baptizatos [Sp.]

Source: Aubineau, M. (ed.), “Une homélie pascale attribuée à S. Athanase d’Alexandrie dans le Sinaiticus gr. 492” [Zetesis (Festschrift E. de Strycker)] Antwerp: De Nederlandsche Boekhandel, 1973: 670–674.

Citation: Section — (line)

t

Τοῦ ἁγίου Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τοὺς νεοφωτίστους.

1

Νῦν ἀγγέλων χορεῖαι, νῦν ἀρχαγγέλων σκιρτήματα, στεφανηφοροῦντες καὶ τὴν πνευματικὴν τελοῦντες ἱερομηνίαν ἄφραστον εἰκότως ἔχουσιν ἡδονήν. Ἀκούεις· «Ὁ Χριστὸς ἀνέστη ἐκ νεκρῶν», καὶ θαυμάζει. Βλέπε τοὺς συγγενεῖς σου
5ἐν ὥρᾳ μιᾷ ἀποθανόντας τῇ ἁμαρτίᾳ καὶ ζήσαντας τῷ Χρισ‐ τῷ, καὶ σώθητι μᾶλλον ἐκπληττόμενος τὴν δύναμιν· ἐκεῖνος τριήμερος, οὗτοι διὰ τρισσῆς ἐπικλήσεως.

2

Ἀνέλαβεν ὁ κεραμεὺς τὸν ἐκπεσόντα πηλόν, τὸ συν‐ τριβὲν ἀγγεῖον οὐκ εἴασεν εἰς τέλος ῥερίφθαι, οὐχ ὑπερεῖδεν αὐτὸ ὡς ἅπαξ συνθλασθέν· συντέθλαστο μὲν γάρ, πυρὶ δὲ οὐδέ‐ πω παραδέδοτο· ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, εὔχρηστον
5σκεῦος ἑαυτῷ καταρτίζων.

3

Τούτους πάντας ᾐχμαλώτευσεν ὁ διάβολος, τούτους πάν‐ τας ἠλευθέρωσεν ὁ Χριστός, τούτους πάντας προέδωκεν ἡ τῆς Εὕας προπέτεια, τούτους πάντας ἔδειξεν ἀνειμένους ὁ Μαρίας τοκετός. Οὐχ ἡψάμεθα μετὰ τοῦ Ἀδὰμ τοῦ δένδρου καὶ συν‐
5ημάρτομεν. Οὐ συνηλώθημεν Χριστῷ καὶ συνανέστημεν. Ἐκεῖ συζήσαντες ἀπεθάνομεν, ὧδε συνταφέντες ἠγέρθημεν. Οὐχ ἡμαρτηκότες, τότε ἡμάρτομεν· οὐκ εὐπραγήσαντες, νῦν ἐδι‐ καιώθημεν.

4

Ὦ ζωῆς ἐπιθανατίου, ὦ θανάτου ζωὴν γεννῶντος, ὦ ἡδονῆς ἐμπαθοῦς, ὦ λύπης περιχαροῦς. Κροτήσωμεν χεῖρας, σάλπιγγος ὑψηλοτέρᾳ βοῇ τὴν φωνὴν ἀνυψώσωμεν, ἀναλα‐ βόμενοι μέλος εὐχαριστήριον. Νῦν τῷ τοῦ διαβόλου ἐπιχαρη‐
5σώμεθα πτώματι, τὸν ἡμέτερον βασιλέα ἐπὶ τῇ νίκῃ ἀνυ‐ μνοῦντες.

5

Τέθλασται τῆς ἁμαρτίας τὸ κέντρον, πεπάτηται τοῦ διαβόλου τὸ φρόνημα, τεθεράπευται τῆς Εὕας τὸ πταῖσμα, διαλέλυται τῶν δαιμόνων τὰ στίφη, λέλυται τῆς παρακοῆς ἡ ἀπόφασις, ἀναπεπέτασται τοῦ παραδείσου τὰ κλεῖθρα, ἡ φλο‐
5γίνη ῥομφαία εἰς σταυροῦ σωτηρίαν μεταβέβληται, βραβεῖον ἀναστάσεως ᾄδεται, θάρσος ἐθνῶν πανηγυρίζεται, βασιλεία οὐρανῶν μὴ βλεπομένη ἁρπάζεται, Πνεύματος ἁγίου ἐκκέχυ‐
ται δωρεά, Πατρὸς κηρύττεται χάρις, Υἱοῦ ἀνύμνηται πάθος.670

6

Ὦ τῆς καλλίστης μεταβολῆς, ὦ τῶν διὰ πταίσματος ἑαυτοὺς Χριστῷ ἐστρατολογηκότων· πάλαι μὲν πεπεδημένοι τῇ ἁμαρτίᾳ, πάλαι ἐστειρωμένοι πρὸς δικαιοσύνην, πάλαι τὰ τοῦ διαβόλου καὶ φρονοῦντες καὶ λέγοντες· νῦν εἰς πολύχορ‐
5δον ταθέντες κιθάραν ὁμόφωνον ἀναπέμπουσι μέλος.

7

Ὦ τοῦ θαύματος· οὐ νεκρωθέντες ἀπέθανον, οὐ ταφέν‐ τες ἀνέστησαν. Οἳ αὐτοὶ μεμενήκασιν καὶ οἷοι ἦσαν ἀπέθεντο ἐν ἡλικίᾳ, ἕκαστος αὐτῶν μεμετρημένοι. Καὶ εἰσῆλθον καὶ ἐξῆ‐ λθον καὶ ἄρτι νοερὰ βρέφη νοοῦνται. Τὴν φύσιν οὐκ ἠλλάγησαν
5καὶ υἱοὶ θεοῦ ἀνεδείχθησαν. Οὐδενὸς ἐγυμνώθησαν καὶ τὴν φθο‐ ρὰν ἀπεδύσαντο.

8

Δεσπότην οὐκ ἐθεώρουν καὶ δοῦλοι ἦσαν. Χρήματα οὐ κατέβαλον καὶ ἐλευθερίαν ἀπηνέγκαντο. Οὐδὲν βαστάζουσιν καὶ οὐράνιον θησαυρὸν περιφέρουσιν. Οὐδὲν κατὰ τὸ φαινόμενον ἐδέξαντο καὶ πνευματικοῖς χαρίσμασιν πεπλουτήκασιν. Πόνοις
5οὐ προσωμίλησαν καὶ νικηταὶ ἐνεφάνισαν. Ξίφος οὐκ ἔγνωσαν καὶ τὸν πολέμιον κατέστρωσαν.

9

Οὐδένα ἔγνωσαν καὶ σύνθεμα υἱοθεσίας κατέχουσιν. Πάθους οὐκ ᾔσθοντο καὶ λόγῳ θείῳ τὰς καρδίας περιετμήθη‐ σαν. Λόγῳ συνέθεντο καὶ πράγμασιν ἐκοινώνησαν. Πρόθεσιν δεδώκασιν καὶ ἀληθείας οὐκ ἐψεύσθησαν. Οὐκέτι συνεργοῦσιν
5χαμαὶ τῷ δράκοντι περὶ τὰ γήϊνα συνειλούμενοι· λαβόντες δὲ πτέρυγας ὡσεὶ περιστερᾶς αἰθεροποροῦσιν, Πνεύματος ἁγίου χαρίσμασιν κουφιζόμενοι.

10

Εἰσήλθοσαν γυμνοῖς ὤμοις πολλὰ βαστάζοντες κακὰ καὶ ἐξῆλθον πάντων ἄφεσιν λαβόντες ἀγράφοις δωρεαῖς. Αὐτὸ τὸ ὕδωρ αὐτοῖς καὶ τάφος καὶ μήτηρ γέγονεν· καὶ γὰρ ἀπέκ‐ τεινεν τῇ ἁμαρτίᾳ καὶ ἀνεγέννησεν αὐτοὺς τῇ δικαιοσύνῃ.

11

Σοῦ πύθεσθαι θέλω, νεοφώτιστε. Οὐκ ὡμολόγεις πρό‐ τερον τὴν δουλείαν, μήτι κατέβαλες· οὐ καυχᾶσαι νῦν τὴν ἐλευθερίαν. Ἔγεμες κακῶν, πεπλήρωσαι νῦν ἀγαθῶν. Τόπος σε κατεδούλωσεν καὶ ἠλευθέρωσεν· κατεδούλωσεν μὲν θεῷ,
5ἠλευθέρωσεν ἁμαρτίας. Ὦ πόσας ἀκτῖνας ἐξ ἑαυτοῦ «ὁ τῆς δικαιοσύνης ἥλιος» προηνέγκατο; Ὦ πόσους παῖδας ὁ ἐπουρά‐ νιος νυμφίος τῇ ἀχράντῳ ταύτῃ συμπλακεὶς νύμφῃ προσεκτή‐
σατο;672

12

Οὐχ ἡδονῇ, οὐ ῥεύσει, οὐ πάθει ἀλλ’ «ἐξ ὕδατος καὶ πνεύματος» ἀναγεννήσας οὕς, καὶ πολλοὺς ὄντας τοῦ σώματος ταῖς τομαῖς, ἑνὶ φρονήματι τοὺς πάντας συγκιρνᾷ, ἵνα, ὥσπερ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσιν κατὰ φύσιν, οὕτω καὶ αὐτοὶ ἓν
5ὦσιν αὐτῷ κατὰ γνώμην.

13

Ἐπὶ τούτοις τί προσῆκεν ποιεῖν; Σὺν τῷ μακαρίῳ Δαυὶδ χορεύειν· καὶ γὰρ ζῇ καὶ σιωπῶν ψάλλει καὶ ἐπειδὴ ἐκ τοῦ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα ἀνέτειλεν ἡμῖν ὁ ἐλευθε‐ ρωτής. Βλέπε σήμερον συγχορεύοντα. Φησὶν γάρ· «Ἄισατε
5τῷ κυρίῳ ᾆσμα καινὸν ὅτι θαυμαστὰ ἐποίησεν.»

14

Πέπαυται γὰρ ἡ τοῦ διαβόλου τελετὴ καὶ μαντικὰ μὲν ὕδατα οὐκ ἐνεργεῖ, βαπτίσματος δὲ χάρις ἐλευθεροῖ. Ταῦτα ἐστιν ἃ ἐδωρήσατο Χριστὸς τῇ ἐκκλησίᾳ. Διὰ ταῦτα ἄνθρωπος γέγονεν μείνας θεὸς οὐχ ἑαυτὸν βλάψας, ἵνα ἡμᾶς ἐλευθερώσῃ.
5Διὰ ταῦτα ἄνθρωπος γέγονεν ἵνα κρύψας λαθὼν τὸν πολέμιον ἐλευθερώσῃ τὸν αἰχμάλωτον.

15

Ἃ μὲν ἐκέρδαινον οἱ νεοφώτιστοι, εἰρήκαμεν, ἀγαπη‐ τοί· ἔτι δὲ γαλακτοτροφουμένους ἐπιστῆσαι τῇ τραπέζῃ δεῖ· καιρὸς γὰρ παντὶ πράγματι πρὸς ἀναγκαιοτέρων πραγμάτων κατάστασιν. Ζήλωσον τούτους, ὦ κατηχούμενε, καὶ μὴ ἀγα‐
5πήσῃς τὴν δουλείαν, μὴ μείνῃς ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, μὴ χρονίσῃς ἐν τῇ αἰχμαλωσίᾳ. Κάτελθε λοιπὸν ἀπὸ τῶν ὤμων τῆς μητρός σου καὶ πρόσελθε τῇ στερεᾷ τροφῇ.

16

Καλεῖ σε ὁ θεός· ἐπάκουσον. Ἆρα οὐκ ἀρκεῖ σοι πρὸς λύπην, ἐν τῷ μέλλειν ἡμᾶς μυσταγωγεῖσθαι τὴν σωτήριον ἡμῶν οἰκονομίαν, ἔξω βάλλεσθαί σε ὡς ἀλλότριον; Προσκυνεῖς Χρισ‐ τὸν καὶ οὐκ οἶδας τὰ τοῦ Χριστοῦ. Πλουτεῖς τοῖς τοῦ Χριστοῦ
5καὶ οὐ νοεῖς τὸν θησαυρόν. Πρόκειταί σοι τροφὴ καὶ πεινᾷς.

17

Γένοιτο δὲ ὑμᾶς εἰς τὸ αὐτὸ συνελθεῖν, ἵνα ὅλη φαιδρὰ ἡ ἐκκλησία γεναμένη ὅλη ἀστέρων πληρωθῇ. Οὐρανὸς γένοιτο ἀντὶ γῆς, τοῦ διαβόλου τὴν ὁμίχλην σκεδαννύουσα. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
5τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου εἰς τὴν ἀνάστασιν
τοῦ σωτῆρος ἡμῶν.674