TLG 2035 035 :: ATHANASIUS :: De morbo et valetudine (fragmenta) ATHANASIUS Theol. De morbo et valetudine (fragmenta) Citation: Page — (line) | ||
5(1t) | Τοῦ ἁγίου Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας | |
2t | ἐκ τοῦ περὶ νόσου καὶ ὑγιείας λόγου, οὗ ἡ ἀρχή· Τὰ | |
---|---|---|
3t | γράμματα τῆς σῆς εὐλαβείας ἡμῖν ἀπεδόθη. | |
4 | Ὁ περὶ τῆς ὑγείας τῶν ἀνθρώπων λόγος οὐχ ἁπλῶς ἐν ταῖς | |
5 | θείαις γραφαῖς σημαίνεται, ἀλλὰ καὶ διπλῆ τις ἡ περὶ ταύτης διάνοια τυγχάνει οὖσα. τῶν γὰρ ἀνθρώπων ἐκ δύο τὴν ὑπόστασιν ἐχόντων καὶ κατὰ τὸν μακαριώτατον ἀπόστολον διπλῆν ἐχόντων ἡμῶν τὴν σημασίαν ἔκ τε τοῦ ἔσω καὶ τοῦ ἔξω ἀνθρώπου (λέγει γὰρ ἐν μὲν τῇ πρὸς Κορινθίους 〈βʹ ἐπιστολῇ·〉 «Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθεί‐ | |
10 | ρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται», ἐν δὲ τῇ πρὸς Ἐφεσίους· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρ‐ | |
15 | δίαις ὑμῶν»), ἀνάγκη μὴ ἁπλῆν, ἀλλὰ διπλῆν εἶναι καὶ τὴν περὶ τούτων διάνοιαν. καὶ ὁποία περὶ τοῦ ἔξω τὸν σωματικὸν ἄρτον ἔχει πρὸς τροφὴν ὁ ἄνθρωπος, οὕτω καὶ κατὰ τὸν ἔνδον ἔχει τὸν κατάλ‐ ληλον τὴν ἰδίαν, περὶ ἧς ὁ Παῦλος ἔλεγεν· «Ἐντρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας». ἥτις τροφὴ ἀρχὴν ἔχει παρὰ τοῦ κυρίου λέγον‐ | |
20 | τος· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις». πάλιν τε ὥσπερ ἔξωθεν πρὸς τὸ πίνειν ἔχει ποτα‐ μοὺς καὶ κρήνας καὶ πηγάς, οὕτως ἔνδοθεν ἔχει τὸ πνεῦμα, ὃ δίδοται τοῖς πιστεύουσιν καὶ «γίνεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώ‐ | |
νιον». καὶ εἰς μὲν τὸ περιπατεῖν ἐπὶ γῆς ἔχει τοὺς σωματικοὺς πόδας, | 5 | |
6 | τῆς δὲ εἰς οὐρανοὺς χάριν ἀναβάσεως ἔχει τοὺς πόδας, οὓς ὁ Παῦλος εἶχεν λέγων οὕτως· «Τρέχω ὡς οὐκ ἀδήλως», περὶ ὧν καὶ ἡμῖν προσέταττεν, ὥστε «ὑποδεδεμένους ἔχειν» τούτους «τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου». καὶ μὴν καὶ χεῖρας σωματικῆς ἕνεκεν | |
5 | ἁφῆς ἔχει, ἔχει δὲ ἔνδον, ὥστε καὶ τοῦ λόγου ἅπτεσθαι, οἵας εἶχον οἱ μαθηταὶ λέγοντες· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς». λόγου δὲ ἀσωμάτου ὄντος, ἀνάγκη καὶ τὰς ἁπτομένας αὐτοῦ χεῖρας ἀσωμάτους εἶναι. | |
10 | Ἀμφότεροι δὲ οὗτοι εἷς εἰσιν ὁ ἐκ σώματος καὶ ψυχῆς ἐξ ἀρχῆς οὕτω παρὰ θεοῦ γενόμενος ἄνθρωπος. μία δὲ τούτων ἐστὶ κατὰ χάριν τοῦ πεποιηκότος ἡ φυσικὴ σύστασις, ὥστε καὶ τῆς ἑκατέρου πράξεως ἓν εἶναι τὸ τέλος καὶ κοινῇ τὸν αὐτὸν ἔπαινον ἢ τὸν ψόγον ἔχειν. καὶ γὰρ κἂν θανάτῳ διαιρεθῶσιν, πάλιν ἑαυτοὺς ἀπολήψονται, καὶ συν‐ | |
15 | αφθέντες πάλιν εἰσὶν εἷς καὶ λοιπὸν ἀδιαιρέτως μένουσιν. ἀναστάντων γὰρ ἡμῶν θάνατος οὐκέτι κυριεύσει. καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον ἐκτιθέμενος ἐν φανεροῖς ἐνδιατρίβω, εἰδέναι χρή, ὡς τὸ μὲν σῶμα ἐκ μελῶν συνέστηκεν, ὁ δὲ ἔνδον ἐκ σωματικῶν μὲν οὐ συνέστηκεν, κατὰ δὲ τὰς πράξεις τῶν μελῶν καὶ τὴν σημασίαν ἔχει. καὶ πόδες μέν εἰσιν | |
20 | 〈ἡ〉 εἰς ἀρετὴν τῆς ψυχῇς προκοπή, χεῖρες δὲ ἡ τῶν ἐπιλογισμῶν ἀκρί‐ βεια, καὶ ὀφθαλμὸς μὲν ὁ διορατικὸς νοῦς, γλῶσσα δὲ αὐτὴ ἡ τῶν νοημάτων διάκρισις. καὶ μὴν καὶ γαστέρα λέγεται ἔχειν, ἵνα τὸ γεννη‐ τικὸν τῆς διανοίας αὐτῆς δηλωθῇ, καθάπερ γέγραπται· «Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα | |
25 | σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς». οὕτως καὶ κοιμᾶσθαι λέγεται καὶ τότε καθεύδειν, ὅτε μηδὲν ἐνεργεῖ. πρὸς ὃ γὰρ ἡσυχάζει, καὶ τὴν σχολὴν ἔχει. πρὸς τοῦτο καὶ τὸν ὕπνον αὐτὴν ἔχειν φασί. ὅτε γὰρ ἀπὸ τῶν φαύλων ἠρεμεῖ, τότε λέγεται αὐτῇ· «Ἐὰν καθεύδῃς, ἡδέως ὑπνώ‐ σεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπερχομένην». τοῦ δὲ σωτῆρος ἡ χάρις | |
30 | αὕτη λέγοντος· «Καθεύδετε τὸ λοιπόν», μηκέτι φοβεῖσθε. ἡ δὲ πρὸς τὴν ἀρετὴν αὐτῆς ἀεργία καὶ ἀμέλεια τοιοῦτος ὕπνος ἐστίν, οἷον αἰτιᾶται τὸ πνεῦμα τὸ ἅγιον λέγον· «Ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες ἵπ‐ ποις», καὶ πάλιν· «Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν». ὅθεν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ θέλων τὸν νοῦν ἡμῶν | |
35 | μὴ ἀμελεῖν περὶ τὴν ἀρετήν, παρήγγειλεν· «Γρηγορεῖτε» καὶ «ἀγρυ‐ | 6 |
7 | πνεῖτε», καθὰ καὶ ἐν παροιμίαις συμβουλεύει· «Μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος», εἰ καὶ ταῦτα μὴ νοήσαντές τινες τῶν ἀπὸ τῶν αἱρέσεων ὡς ἀληθῶς νοῦν οὐκ ἔχοντες παρεκδέχον‐ | |
5 | ται τὰ πνευματικῶς γραφέντα καὶ περὶ μὲν τὸν σωματικὸν 〈ὕπνον〉 ὑποκρινόμενοι μὴ καθεύδειν καὶ ὑποκλέπτοντες τῇ ἀνάγκῃ τὴν χρῆσιν, οὐκ εἰδότες, ὅτι πρὸς ὀλίγον γρηγοροῦντες καθεύδουσι τὸ ὅλον τῇ διανοίᾳ καὶ φοβούμενοι τὸν ὕπνον τὸν σωματικὸν ἐκπίπτουσι τῆς κατὰ ψυχὴν γρηγορήσεως. ἣν ὁ ἅγιος καίπερ κοιμώμενος τῷ σώματι εἶχεν | |
10 | λέγων· «Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. «τῶν γὰρ ἁγίων ὁ ὕπνος πρὸς τὰ κρείττονα τὴν θεωρίαν ἔχει, καὶ τοῦ σώματος τούτων ἐπὶ γῆς ἡσυχάζοντος ὁ νοῦς τὰ ἔξω τῶν τόπων διέρχεται καὶ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνίπταται. Ἐλισαῖος γὰρ ὁ μέγας προφήτης ἐν τῷ ὄρει σωματικῶς καθήμενος ἠκολούθει τῷ Γιεζὶ κατὰ τὸν νοῦν, καὶ Δανιὴλ | |
15 | ὁ ἅγιος τῷ σώματι κοιμώμενος ἐγρηγόρει τῷ νῷ βλέπων τὰς μεγάλας καὶ θείας ὁράσεις ἐκείνας. Οὕτω δὴ οὖν διπλοῦ δειχθέντος τοῦ περὶ τῶν ἀνθρώπων λόγου διπλῆν ἀνάγκη καὶ τὴν περὶ τῆς ὑγείας αὐτῶν διάνοιαν εἶναι. καὶ γὰρ καὶ ψυχῆς ἐστιν ὑγεία, καὶ σώματός ἐστιν ὑγεία. καὶ οἱ μὲν μόνον | |
20 | τὴν ψυχὴν νοσοῦσι καὶ ὑγιαίνουσι τῷ σώματι, οἱ δὲ ἔμπαλιν τὸ μὲν σῶμα νοσοῦσι, τὴν δὲ ψυχὴν ὑγιαίνουσιν, τινὲς δὲ κατ’ ἀμφότερα τὴν νόσον ἔχουσιν καὶ οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ ἔρρωνται. συμπάσχουσι δὲ πάλιν ἀλλήλοις οἱ δύο εἷς ἄνθρωπος ὄντες, ἐπεὶ καὶ μίαν ἔχουσι τὴν ἐκ τῆς ὑγιείας ἀλυπίαν ἢ τὴν ἐκ τῆς νόσου βάσανον. | |
25t | Καὶ πάλιν περὶ τῶν αὐτῶν· | |
26 | Ὥσπερ ἡ τοῦ σώματος κατασκευὴ ἁρμοζούσας ἑαυτῇ τὰς πέντε αἰσθήσεις ὑπὸ τοῦ δημιουργοῦ κέκτηται, οὕτω καὶ ἡ νοερὰ τῆς ψυχῆς οὐσία ἐν ταῖς πέντε αἰσθήσεσιν πᾶσαν τὴν τῶν ἐντολῶν ἐργασίαν δια‐ πορεύεται. καὶ τῆς μὲν ὁράσεως αὐτῆς σύμβολον οἱ ὀφθαλμοί, ὡς ὁ | |
30 | ἅγιος ἔφη Δαβίδ· «Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν κύριον». τῆς δὲ ἀκοῆς· «Προσέθηκέν μοι ὠτίον ἀκούειν», καὶ ὁ κύριος· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». τῆς δὲ ὀσφρήσεως· «Εἰς ὀσμὴν μύρων | |
σου δραμούμεθα». τῆς δὲ γεύσεως· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς | 7 | |
8 | ὁ κύριος». καί· «Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα». καί· «Κύριε, τὰ χείλη μου ἀνοίξεις». τῆς ἁφῆς· «Ὁ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς». Ἔστι τις μετὰ ταύτας καὶ ἑτέρα ἕκτη αἴσθησις, καθ’ ἣν τῶν | |
5 | ἀναφῶν ἐφαπτόμεθα οἱ ἐφάπτεσθαι δυνάμενοι, περὶ ἧς εἶπεν Σολομῶν. καὶ θείαν αἴσθησιν εὑρήσεις, ἥτις καὶ ἐν κατανύξει καρδίας πολλάκις | |
πέφυκεν γίνεσθαι. | 8 |