TLG 2035 034 :: ATHANASIUS :: Dialogus Athanasii et Zacchaei [Sp.] ATHANASIUS Theol. Dialogus Athanasii et Zacchaei [Sp.] Citation: Section — (line) | ||
t | Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας λόγος πρὸς ζακχαίον νομοδιδάσκαλον τῶν Ἰουδαίων. | |
1 | Ζακχαίος εἶπεν: Πλανᾶσθε οἱ Χριστιανοὶ πρῶτον ὅτι νομίζετε καὶ ἑτέρους θεοὺς εἶναι παρὰ τὸν ἕνα καὶ μόνον θεόν· τῆς γραφῆς | |
πανταχοῦ λεγούσης, ἕνα εἶναι θεόν: ἄκουε φησὶν Ἰσραήλ. κύριοc ὁ θεόc σου εἷc ἐστίν· καὶ πάλιν· ἐγὼ θεὸc πρῶτοc καὶ ἐγὼ μετὰ ταῦτα· | 1 | |
5 | καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεόc. καὶ πάλιν· ἄκουσον λαόc μου καὶ λαλήσω σοι ἰσραὴλ καὶ διαμαρτυροῦμαί σοι· ἰσραήλ, ἐὰν ἀκούσῃc μου, οὐκ ἔστιν ἐν σοὶ θεὸc πρόσφατοc οὐδὲ προσκυνήσῃc θεῷ ἀλλοτρίῳ. ἐγὼ γὰρ εἰμὶ κύριοc ὁ θεόc σου, ὁ ἀναγαγών σε ἐκ γῆc αἰγύπτου. καὶ ἄλλα μυρία ταῦτα· δεύτερον δὲ ὅτι καὶ θεὸν λέγετε τὸν χριστόν· καὶ παθητὸν αὐτὸν | |
---|---|---|
10 | καὶ ἐκ γυναικός, ἀκούοντες οὐκ αἰσχύνεσθε: | |
2 | Ἀθανάσιος εἶπεν: Θέλεις οὖν σοι πρότερον δείξω ὅτι θεὸς καὶ | |
ὁ χριστὸς ἐν τῇ γραφῇ γέγραπται· καὶ οὐκ εἰσὶ δύο θεοί. καὶ οὕτως, ὅτι καὶ παθητὸς ὁ χριστός, καὶ ἐκ γυναικός. καὶ οὔκ ἐστιν αἰσχύνη τοῖς ἐπικαλουμένοις αὐτόν; | 2 | |
5 | ζακχαίος εἶπεν: Δεῖξον ὅτι θεὸς καὶ ὁ χριστὸς καὶ οὐκ εἰσὶ δύο θεοί: ἀθανάσιος εἶπεν: Πρῶτον ὅτι θεὸς ὁ χριστὸς διδάχθητι· καὶ τότε μαθήσῃ ὅτι οὐ δύο θεοί: ζακχαίος: Εἰπέ: | |
3 | ἀθανάσιος εἶπεν: Βούλομαί σε ἀπὸ τῆς πρώτης βίβλου ὁδηγῆσαι, καὶ οὕτως ἐφεξῆς ἐπὶ τὰς ἄλλας ἀγαγεῖν: ζακχαίος εἶπεν: Οὐκ ἔχεις δεῖξαι: ἀθανάσιος εἶπεν: Κἂν λέγῃ μωυσῆς εἰρηκέναι τὸν θεόν· ποιήσωμεν | |
5 | ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τίνι λέγεις αὐτῷ τὸν θεὸν εἰρηκέναι; | |
4 | ζακχαίος εἶπεν: Ἦν γὰρ τότε ὁ χριστός, ὁ ἐπὶ καίσαρος αὐγούστου γεννηθείς; ἀθανάσιος εἶπεν: Ἦν ἀεὶ θεὸς λόγος ὤν· χριστὸς δὲ ἐκλήθη ἑνωθεὶς | |
τῇ σαρκί: | 3 | |
5 | ζακχαίος εἶπε: Πόθεν δῆλον ὅτι ἦν; ἀθανάσιος εἶπε: Τέως γνῶμεν τίνι ἔλεγε· καὶ οὕτως εὑρίσκεται πότερον εἰ ὁ αὐτὸς ἐστὶν ὁ σαρκωθείς, ἢ οὔ; | |
5 | ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὅτι οὔκ ἐστιν ὁ χριστὸς ᾧ ἔλεγεν: ἀθανάσιος εἶπεν: Ὅλως ἔλεγέ τινι ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν; ζακχαίος εἶπεν: Ἑαυτῷ ἔλεγε: | |
5 | ἀθανάσιος εἶπεν: Ἀλλ’ οὐκ εἶπε ποιήσω ἄνθρωπον, ἀλλὰ ποιήσωμεν: | |
6 | ζακχαίος εἶπε: Τοῖς ἀγγέλοις ἔλεγε: ἀθανάσιος εἶπε: Καὶ τοὺς ἀγγέλους, τοῦ θεοῦ συνεργοὺς λέγεις; ζακχαίος εἶπε: Καὶ τί ἄτοπον; | |
ἀθανάσιος εἶπε: Οὐκέτι οὖν πάντα ἐν σοφίᾳ ἐποίησεν; | 4 | |
7 | ζακχαίος εἶπε: Καὶ πάντα ἐν σοφίᾳ ἐποίησε: ἀθανάσιος εἶπε: Δῆλον οὖν ὅτι αὐτῷ ἔλεγε, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Τί οὖν, ἡ σοφία τοῦ θεοῦ χριστός ἐστιν; | |
5 | ἀθανάσιος εἶπεν: Μὴ σπεῦδε· ἀλλὰ μετὰ πραότητος καὶ φόβου, συνείδησιν ἔχοντος ἀγαθὴν ζητήσωμεν: ζακχαίος εἶπε: Πῶς ἔχεις δεῖξαι ὅτι ἡ σοφία ἐστὶν ὁ χριστός; ἀθανάσιος εἶπε: Συντίθεσαι ὅλως, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ θεόc; ζακχαίος 〈εἶπεν〉: Οὕτως γέγραπται: | |
8 | ἀθανάσιος 〈εἶπεν〉: Ἡ δὲ σοφία αὐτὴ καὶ ὁ λόγος αὐτοῦ εἴρηται, ὡς ὁ προφήτης λέγει· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. ζακχαίος εἶπε: Ναί· ἀλλ’ οὐχὶ ὁ χριστὸς εἶπεν: ἀθανάσιος εἶπε: Τέως ὁμολόγησον ὡς ἡ σοφία ἐστὶν ὁ λόγος ᾧ εἶπε | |
5 | ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· ὡς οὔσης εἰκόνος | |
τοῦ ἀρχετύπου: ζακχαίος εἶπε: Ναί: | 5 | |
9 | ἀθανάσιος εἶπεν: Ἡμετέραν δὲ εἰρηκώς, καὶ τοῦ ἀκούοντος τὴν ὑπόστασιν ἔδειξεν· οὐ γὰρ εἶπε κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἐμήν, ἀλλὰ κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Θέλεις εἰπεῖν ὅτι ἄλλος θεὸς ἐστὶν ἡ σοφία τοῦ | |
5 | θεοῦ; | |
ἀθανάσιος εἶπεν: Ἄλλος θεὸς ἐκτὸς τοῦ θεοῦ οὐκ ἔστιν· ὥσπερ οὐδὲ ἄλλο φῶς τὸ ἀπαύγασμα τοῦ φωτόc· ἀλλὰ φῶς μὲν τὸ φῶς, καὶ τὸ ἀπαύγασμα φῶς· ἀλλ’ οὐχὶ ἄλλο καὶ ἄλλο φῶς· οὕτως καὶ ἡ σοφία τοῦ θεοῦ· θεός, ἀλλ’ οὐχὶ ἄλλος καὶ ἄλλος θεός· γέγραπται γάρ· ἐγὼ εἰμὶ | 6 | |
10 | θεὸc καὶ οὐκ ἔστιν ἄλλοc· καὶ πάλιν· Κύριε ὁ θεὸc ἡμῶν· πλήν σου ἄλλον οὐκ οἴδαμεν: | |
10 | ζακχαίος εἶπεν: Οὐκοῦν θεὰ ἐστὶν ὁ χριστός: ἀθανάσιος εἶπεν: Θεός, εἰπέ· καὶ μὴ ὡς ἰουδαῖος νόμιζε, ἐπὶ τῶν ἀσωμάτων τὰ θηλυκὰ ὀνόματα καὶ τὰ ἀρρενικὰ ὁμοίως λέγεσθαι, ὡς καὶ ἐπὶ τῶν σωμάτων· ἐπεὶ καὶ ἡ ψυχή σου θηλυκῷ ὀνόματι κέκληται ψυχή· | |
5 | καὶ οὐκ ἔστι θήλεια καὶ ἄρρην ψυχή: | 7 |
11 | ζακχαίος εἶπε: Δεῖξον μοι ὅτι θεὸς λέγεται καὶ ἡ σοφία τοῦ θεοῦ ἐν ἰδίῳ προσώπῳ: ἀθανάσιος εἶπε: Τέως ἐδείχθη ὅτι ἔστι τις δύναμις κατὰ τὴν γραφὴν ᾗ λέγει ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, | |
5 | καὶ ὅτι ταύτην τὴν δύναμιν σοφίαν τοῦ θεοῦ εἶναι ὁ προφήτης εἶπε λέγων· πάντα ἐν σοφίᾳ ἐποίησαc· καὶ αὐτὴν τὴν σοφίαν λόγον ὠνόμασε λέγων· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ στόματοc αὐτοῦ πᾶσα ἡ δύναμιc αὐτῶν· ὅτι δὲ οὔτε λόγος διὰ φωνητηρίων ὀργάνων ἀναπεμπόμενος, οὔτε πνεῦμα διὰ τῶν ἀναπνευστικῶν δῆλον ὅτι ἐκ | |
10 | τοῦ ἀσώματον εἶναι τὸν θεόν: | 8 |
12 | ζακχαίος εἶπεν: Ἔστω τὶς δύναμις καὶ ἡ σοφία ᾗ λέγει· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· μὴ καὶ θεὸς ἐστὶν ἡ δύναμις; ἀθανάσιος εἶπε: Αὐτῇ ταύτῃ τῇ δυνάμει λέγει ὁ θεός· ἰδοὺ γέγονεν | |
5 | ἀδὰμ ὡc εἷc ἐξ ἡμῶν: ζακχαίος εἶπεν: Εἰ γὰρ εἶπεν ἰδοὺ γέγονεν ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν 〈θεόσ〉; | |
13 | ἀθανάσιος εἶπεν: Ὁμολογεῖς τέως· ὅτι ἔστι τις δύναμις, ᾗ | |
συνήθως συνομιλεῖ ὁ θεός· καὶ αὐτὴ ἐστὶν ἡ λέγουσα διὰ τοῦ σολομῶνος· ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· καὶ τό, ἐγὼ ἤμην ᾗ προσέχαιρεν: | 9 | |
5 | ζακχαίος εἶπε: Μὴ εἶπεν ὅτι ἐγὼ ἤμην ὁ θεός; ἀθανάσιος εἶπε: Προκοπτέτω ὁ λόγος ἡλικίᾳ καὶ σοφίᾳ πνευ‐ ματικῇ: ζακχαίος εἶπε: Δεῖξον ὅτι θεὸς καὶ ἄλλος ἐστίν: ἀθανάσιος εἶπεν: Ἐὰν μὴ μάθῃ τις τὰ στοιχεῖα, συλλαβὰς ἀναγνῶναι | |
10 | οὐ δύναται· ἀνάγκη οὖν σε στοιχειωθῆναι καὶ οὕτως νοῆσαι τὰ λεγόμενα καὶ σημαινόμενα διὰ τῶν στοιχείων: | |
14 | ζακχαίος εἶπεν: Ἰδοὺ ἔγνων ὅτι ἔστι τις δύναμις ᾗ προσέχαιρεν ὁ θεός· μή, ὅτι καὶ θεός ἐστιν ἔδειξας; ἀθανάσιος εἶπεν: Ἐὰν λέγῃ ἡ γραφή· καὶ ὤφθη κύριοc ὁ θεὸc τῷ | |
ἀβραάμ. καὶ εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ἀβραὰμ τοῦ παιδόc μου ἃ ἐγὼ | 10 | |
5 | ποιῶ. ἀβραὰμ δὲ γινόμενοc ἔσται εἰc ἔθνοc μέγα καὶ πολύ. Καὶ ἐν‐ ευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆc γῆc· ᾔδει γὰρ ὅτι συντάξει τοῖc υἱοῖc αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτόν. καὶ φυλάξουσι τὴν ὁδὸν κυρίου τοῦ θεοῦ· τοῦ ποιεῖν ἐλεημοσύνην καὶ κρίσιν· ὅπωc ἂν ἐπαγάγῃ κύριοc ὁ θεὸc ἐπὶ ἀβραὰμ ἃ ἐλάλησε πρὸc αὐτόν· εἶπε δὲ κύριοc ὁ θεόc· | |
10 | κραυγὴ σοδόμων καὶ γομόρραc πεπλήθυνται πρόc με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καταβὰc οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται τὴν ἐρχομένην πρόc με. εἰ δὲ μή, ἵνα γνῷ. καὶ ἀποστρέψαντεc ἐκεῖθεν οἱ ἄνδρεc, ἦλθον εἰc σόδομα. ἀβραὰμ δὲ ἦν ἔτι ἑστηκὼc ἐναντίον τοῦ κυρίου. καὶ εὐλογήσαc ἀβραὰμ εἶπεν· μὴ | |
15 | συναπολέγῃc δίκαιον μετὰ ἀσεβοῦc. καὶ ἔσται ὁ δίκαιοc ὡc ὁ ἀσεβήc. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖc αὐτούc; οὐκ ἀνήσειc πάντα τὸν τόπον ἐκεῖνον, ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶc σὺ ποιήσειc τὸ ῥῆμα τοῦτο, ἀποκτεῖναι δίκαιον μετὰ | |
ἀσεβοῦc, καὶ ἔσται ὁ δίκαιοc ὡc ὁ ἀσεβήc; μηδαμῶc ὁ κρίνων πᾶσαν γῆν | 11 | |
20 | οὐ ποιήσειc κρίσιν; εἶπε δὲ κύριοc ὁ θεόc· ἐὰν εὕρω ἐν σοδόμοιc πεντήκοντα δικαίουc ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούc. καὶ οὕτως ὑφελὼν πέντε· καὶ πάλιν πέντε· ἦλθεν ἕως δέκα. τίνα οὖν λέγεις τῷ ἀβραὰμ ταῦτα λελαληκέναι, αὐτὸν τὸν θεόν, ἢ τὴν δύναμιν αὐτοῦ; ζακχαίος εἶπεν: Αὐτὸν τὸν θεόν: | |
15 | ἀθανάσιος εἶπεν: Ὅτ’ ἂν λέγῃ ἡ γραφή· καὶ κύριοc ὁ θεὸc ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ. καὶ κατέστρεψε τὰc πόλειc ταύταc καὶ πᾶσαν τὴν περίχωρον. ἄρα παρὰ ποίου κυρίου κύριοc ὁ θεὸc ἔβρεξε ἐπὶ σόδομα καὶ γόμορρα θεῖον | |
5 | καὶ πῦρ; ζακχαίος εἶπεν: Οὐ λέγει κύριοc ὁ θεὸc ἔβρεξεν· ἀλλὰ κύριοc ἔβρεξεν: ἀθανάσιος: Καὶ μάλιστα τὰ πλείονα τῶν ἀντιγράφων, Κύριοc ὁ θεὸc ἔχουσιν. δῶμεν δὲ ὅτι οὐ πρόκειται ὁ θεός· οὔκ ἐστι δῆλον ὅτι ὁ βρέξας ὁ εἰρηκὼς τῷ λώτ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι | 12 |
10 | τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧc ἐλάλησαc: | |
16 | ζακχαίος εἶπεν: Οὔ· ἀλλὰ τὸ κύριοc ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. τοῦτ’ ἔστιν, ἄγγελος ἔβρεξεν παρὰ κυρίου τοῦ θεοῦ: ἀθανάσιος: Καὶ τὸν μὲν ἄγγελον κυρίου κύριον λέγεις· τὴν δὲ δύναμιν | |
5 | αὐτοῦ κύριον οὐ λέγεις; ζακχαίος εἶπεν: Εἶπον ὅτι τὸν ἄγγελον κύριον εἶπε, παρὰ κυρίου τοῦ θεοῦ βρέξαντα. μὴ γὰρ τὴν δύναμιν εἶπεν κύριον; | 13 |
17 | ἀθανάσιος εἶπεν: Εἴπαμεν ἐν ἀρχῇ τοῦ λόγου ὅτι γέγραπται· πάντα ἐν σοφίᾳ ἐποίησεν· δηλονότι· εἰ τὰ πάντα καὶ τοῦτο· ἓν γὰρ τῶν πάντων καὶ αὐτὸ τὸ βρέξαι πῦρ καὶ θεῖον ἐπὶ σόδομα καὶ γόμορρα: ζακχαίος εἶπε: Κύριος οὖν ὁ θεὸς παρὰ κυρίου τῆς σοφίας ἔβρεξεν; | |
5 | ἀθανάσιος εἶπεν: Οὔ· ἀλλὰ αὐτὴ ἡ σοφία κύριος καὶ θεὸς οὖσα ἔβρεξε παρὰ κυρίου τοῦ θεοῦ πῦρ καὶ θεῖον: ζακχαίος εἶπε: Ἀλλ’ οὐκ εἶπε παρὰ κυρίου τοῦ θεοῦ, ἀλλὰ παρὰ κυρίου· ἄρα οὖν ἡ μὲν σοφία κύριος ὁ θεὸς λέγεται, ὁ δὲ θεὸς κύριος μόνον; | |
18 | ἀθανάσιος εἶπεν: Ἐπεὶ δὴ πᾶσίν ἐστιν ὁμολογούμενον ὅτι ὁ αἴτιος καὶ γεννήτωρ τῆς σοφίας κύριος ἐστὶ καὶ θεός· διὰ τοῦτο ἐπ’ αὐτῷ τὸ κύριος μόνον εἶπεν· ἐπὶ δὲ τῆς σοφίας καὶ τὸ θεὸς προσέθηκεν. ᾔδει γὰρ τοὺς ἀπειθοῦντας αὐτῷ: | |
19 | ζακχαίος εἶπε: Δύο οὖν θεοί; ἀθανάσιος εἶπε: Μὴ γένοιτο τοῦτ’ εἰπεῖν: ζακχαίος εἶπεν: Εἰ ὁ θεός, θεὸς καὶ γεννήτωρ, καὶ θεὸς ἡ σοφία, δύο θεοί: | |
5 | ἀθανάσιος εἶπε: Δύο θεοὶ οὐκ εἰσίν· ἐπεὶ δὴ ἡ αὐτή ἐστι φύσις, καὶ ἓν θέλημα, καὶ μία συμφωνία. καὶ ὥσπερ βασιλεὺς λέγεται, καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὕτως θεός, καὶ ἡ τοῦ θεοῦ εἰκὼν καὶ σοφία· καὶ οὐ δύο θεοί. καὶ ἐπὶ μὲν τοῦ ἀνθρώπου μιμητικῶς εἰκών, ἐπὶ δὲ τοῦ θεοῦ φυσικῶς: | 14 |
20 | ζακχαίος εἶπεν: Εἰ ὁ θεὸς ὁ θεός, καὶ θεὸς ἡ εἰκών, δύο θεοί: ἀθανάσιος εἶπε: Δύο θεοὶ εἰσὶν ὅτ’ ἂν ἄλλο θέλημα τὸ πρωτότυπον· | |
καὶ ἄλλο ἡ εἰκών· ὅτ’ ἂν δὲ τὸ αὐτὸ θέλημα, ἡ αὐτὴ γνῶσις, ἡ αὐτὴ γνώμη, ἡ αὐτὴ φύσις· εἷς θεός, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας· | 15 | |
5 | ἀμέλει καὶ αὐτὸς μωυσῆς τὸ ἀπαράλλακτον τῆς γνώμης καὶ τοῦ θελήματος καὶ τῆς οὐσίας δεικνὺς τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, μίαν σάρκα εἶπε λέγων· ἕνεκεν τούτου καταλείψει ἄνθρωποc τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰc σάρκα μίαν. καὶ ἐν τῇ ᾠδῇ λέγει· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰc θάλασσαν διὰ τὸ ταὐτὸν τῆς φύσεως· εἰ δὲ | |
10 | τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, καίτοι σώματα ὄντα, ἑνικῶς εἶπεν, τὸν ἀσώματον θεόν, καὶ τὸν αὐτοῦ λόγον θεὸν ὄντα, οὐκ ἂν πληθυντικῶς ἐκάλεσεν: | 16 |
21 | ζακχαίος εἶπε: Δῶμεν ὅτι θεός ἐστι καὶ ἡ σοφία, μὴ καὶ ὁ χριστὸς ἐκ γυναικός; ἀθανάσιος εἶπεν: Αὐτὴ ἡ σοφία, μόνη καὶ ἀληθῶς οὖσα ἐκ τοῦ θεοῦ θεός, ἀπολλυμένων τῶν ἀνθρώπων, ἠθέλησεν ἐπὶ τῆc γῆc ὀφθῆναι καὶ | |
5 | τοῖc ἀνθρώποιc συναναστραφῆναι· ἵνα δι’ ἑαυτοῦ σώσῃ βουλήματι τοῦ πατρὸς τὸ τῶν ἀνθρώπων γένος. καὶ ἁγιάσας τὴν παρθένον μαριάμ, ἔλαβεν ἐξ αὐτῆς σῶμα, ἵνα 〈σωματικῶσ〉 μετὰ τῶν ἀνθρώπων συν‐ αναστραφεὶς ὡς ἄνθρωπος, διὰ τοῦ ὁμοίου, σώσῃ τὸ τῶν ἀνθρώπων γένος: | |
22 | ζακχαίος εἶπε: Βλασφημεῖς ἄνθρωπε· λέγων τὴν σοφίαν τοῦ | |
θεοῦ εἰς μήτραν ἀνθρώπου εἰσεληλυθέναι: ἀθανάσιος εἶπεν: Μὴ ταράττου: καὶ ἀπὸ τῶν γραφῶν σε πείθω· ὅτι οὐκ ἐν μόνῃ τῇ μήτρᾳ μαριὰμ ἔπλασεν ἑαυτῷ ναὸν τὸ θεῖον, ἀλλὰ | 17 | |
5 | καὶ ἐν πάσῃ τῇ μήτρᾳ γυναικός, ἡ σοφία πλάττει καὶ ἁγιάζει τοὺς ἀνθρώπους. ἀμέλει τῷ ἱερεμίᾳ ἔλεγε· πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίαc, ἐπίσταμαί σε. καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτραc, ἡγίακά σε: | |
23 | ζακχαίος εἶπε: Ναὶ πλάττει καὶ δημιουργεῖ· μὴ καὶ εἰσέρχεται εἰς μήτραν; ἀθανάσιος εἶπε: Πρῶτον αὐτὴν τὴν μήτραν τῆς γυναικὸς οὐκ αὐτὸν λέγεις πεπλακέναι, καὶ πᾶν μέλος τοῦ σώματος; | |
5 | ζακχαίος εἶπε: Ναί: ἀθανάσιος εἶπεν: Εἰ τοίνυν κατηξίωσε, πηλὸν λαβεῖν ἀπὸ τῆς γῆς καὶ διὰ τῶν ἑαυτοῦ χειρῶν πλάσαι μήτραν, καὶ πᾶν εἴτι ἕτερον μέλος δια‐ | |
πλάσσει· 〈τί βδελύσσει〉 ἀκούσας ὅτι ἑαυτῷ ναὸν πλάσαι ἀπὸ μήτρας κατηξίωκεν, καὶ ἀπ’ ἀρχῆς ταῦτα δι’ ἑαυτοῦ κατεργάσασθαι· εἰ δὲ πλάττει, | 18 | |
10 | ἔσω ὂν πλάττει· πανταχοῦ γὰρ ὂν τὸ θεῖον, καὶ τὸ ἔσω καὶ τὸ ἔξω ὡσαύτως ἔχει· ἔπειτα ὁ ἥλιος οὗτος ὁ ἡμεροφαής, καὶ ἐν σώμασι νεκροῖς γινόμενος, καὶ ἐν ἀκαθαρσίαις ἐπεκτεινόμενος οὐκ ἀδικεῖται, οὐ μιαίνεται. ἀλλὰ μᾶλλον ὠφελεῖ τὰ νεκρὰ καὶ δυσώδη, ξηραίνων αὐτά, καὶ ἀφανίζων τὴν δυσωδίαν. καὶ νομίζεις σὺ τὸ θεῖον μιαίνεσθαι· οὐχὶ δὲ μᾶλλον πιστεύεις· | |
15 | ὅτι ἁγιάζει τὴν μήτραν, ἀνοίγει τὰς πύλας τῆς γαστρός, πάντα ὁ τεχνίτης οἰκονομεῖ, διασώζει, τελεσιουργεῖ: | |
24 | ζακχαίος εἶπε: Καὶ ἡ σοφία τοῦ θεοῦ, ἐπὶ γῆc ὤφθη; ἀθανάσιος εἶπε: Καὶ τί ξένον· ἀκούεις τοῦ ἱερεμίου λέγοντος· οὗτοc ὁ θεὸc ἡμῶν· οὐ λογισθήσεται ἕτεροc πρὸc αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιcτήμηc. μετὰ ταῦτα ἐπὶ τῆc γῆc ὤφθη, καὶ τοῖc ἀνθρώποιc συνανε‐ | |
5 | στράφη: | |
25 | ζακχαίος εἶπεν: Οὐ γραφὴ ἐν τῷ ἱερεμίᾳ: ἀθανάσιος εἶπεν: Ἀνάγνωθι τὰς ἐπιστολὰς τοῦ βαρούχ, ἵνα γνῷς καὶ πεισθεὶς ὅτι γέγραπται: ζακχαίος εἶπεν: Οἶδα ὅτι ἐν αὐτῇ τῇ ἐπιστολῇ γέγραπται, ἀλλ’ | |
5 | οὐκ ἐν τῷ ἱερεμίᾳ: ἀθανάσιος: Ἱερεμίας μετὰ τοῦ βαροὺχ καὶ τῶν θρήνων καὶ τῆς ἐπιστολῆς εἰς ἓν βιβλίον γράφεται· καὶ ἱερεμίας τὰ τέσσαρα ταῦτα βιβλία ἓν ὀνομάζεται: | 19 |
26 | ζακχαίος εἶπεν: Οὐδέπω ἔδειξας ὅτι καὶ χριστὸς ἐστὶν ἡ σοφία: ἀθανάσιος: Θέλω σε ὁδηγῆσαι ἐπὶ τῷ ἀναγνῶναι, ὅτι θεὸς ἐπηγγείλατο συναναστρέφεσθαι τοῖc ἀνθρώποιc· καὶ οὕτως σε ὁδηγηθέντα ἐκ τῆς γραφῆς, ἐλθεῖν εἰς σύνεσιν: | |
27 | ζακχαίος εἶπεν: Ἐπὶ γῆc ὤφθη ὁ θεός· καὶ συνανεστράφη τοῖc ἀνθρώποιc ὅτε ἐν τῷ ναῷ τῷ ἁγίῳ ἐχρημάτιζε τοῖς προφήταις, καὶ τοῖς πατριάρχαις; ἀθανάσιος εἶπε: Μετὰ ταῦτα εἴρηται ἐπὶ τῆc γῆc ὤφθη· καὶ τοῖc | |
5 | ἀνθρώποιc συνανεστράφη· δηλονότι μετὰ τὸν νόμον· καὶ ἔτι ὁμοίως εἴρηται παρὰ τῷ προφήτῃ ἡσαίᾳ· λαόc μου, οἱ μακαρίζοντεc ὑμᾶc πλανῶσιν ὑμᾶc, καὶ τὰc τρίβουc τῶν ὁδῶν ὑμῶν ταράττουσιν· ἀλλὰ νῦν καταστήσεται εἰc κρίσιν κύριοc. καὶ στήσει τὸν λαὸν εἰc κρίσιν· αὐτὸc κύριοc εἰc κρίσιν ἥξει, μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν | |
10 | ἀρχόντων αὐτοῦ· ὑμεῖc δέ, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου: | |
28 | ζακχαίος εἶπε: Δεῖξον ὅτι ἀπὸ γυναικὸς ἐγεννήθη: ἀθανάσιος: Πιστεύεις ἡσαίᾳ τῷ προφήτῃ; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος: Ἄκουσον αὐτοῦ λέγοντος· καὶ θελήσουσιν εἰ ἐγενήθησαν | |
5 | πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱόc, καὶ ἐδόθη ἡμῖν. οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάληc βουλῆc ἄγγελοc· θαυμαστὸc σύμβουλοc· θεὸc ἰσχυρὸc ἐξουσιαστήc· ἄρχων εἰρήνηc· πατὴρ τοῦ μέλλοντοc αἰῶνοc: | 20 |
29 | ζακχαίος εἶπε: Καθὼς οὖν λέγεις, ἡ σοφία τοῦ θεοῦ ἀπέθανεν; ἀθανάσιος: Ἐὰν σοὶ μὴ ἀναγνῶ ὅτι θέλων ἀπέθανεν, καταγίνωσκέ μου ὡς ἀμαθοῦς· ἐὰν δὲ ἀναγνῷς, φοβήθητι καταγελῶν· μὴ εὑρεθῇς ἐν ἡμέρᾳ κρίσεως καὶ εἴπῃς· ὅτι οὗτόc ἐστιν ὃν ἔσχομεν εἰc καταγέλωτα: | |
5 | ζακχαίος εἶπε: Δεῖξον ἀπὸ τῶν γραφῶν καὶ πείθομαι: | |
30 | ἀθανάσιος: Τέως ὁμολόγησον ὅτι ὁ θεὸς ἐτέχθη ἐπὶ τῆς γῆς· καὶ οὗτός ἐστιν ὁ ἐμμανουήλ, περὶ οὗ εἶπεν ὁ προφήτης ἡσαίας: ἰδοὺ ἡ παρθένοc ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεόc· ἵνα σε εἰς τοῦτο | |
5 | προκόψαντα πείσω· ὅτι θέλων ἀπέθανεν ὑπὲρ πάντων ἡμῶν: | |
31 | ζακχαίος εἶπε: Πᾶς γὰρ ἄνθρωπος δίκαιος οὔκ ἐστι θεός: ἀθανάσιος: Ἀλλ’ οὐδεὶς ἐμμανουήλ, οὐδεὶς ἐκ παρθένου: ζακχαίος εἶπεν: Ἔχεις γὰρ πεῖσαί με ὅτι παρθένος οὖσα ἐγέννησεν | |
ἡ μαρία; | 21 | |
5 | ἀθανάσιος εἶπεν: Ὁ προφήτης εἶπεν· ἰδοὺ ἡ παρθένοc ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεόc: | |
32 | ζακχαίος εἶπεν: Ἰδοὺ ἡ νεᾶνις εἴρηται καὶ οὐχ ἡ παρθένος: ἀθανάσιος: Καὶ ποῖον σημεῖον νεάνιδα 〈μὴ〉 παρθένον ἐξ ἀνδρὸς συλλαβοῦσαν τεκεῖν, τοῦ θεοῦ λέγοντος· αἴτησαι σημεῖον εἰc βάθοc ἢ εἰc ὕψοc· καὶ τοῦ προφήτου εἰρηκότος· οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον· | |
5 | καὶ διὰ τοῦτο ἐπαγαγόντος· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποιc; καὶ πῶc κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο αὐτὸc κύριοc δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένοc ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ. τὸ μέγα σημεῖον, ὃ αὐτὸς κύριος ἀντὶ πάντων παρέσχεν, τοῦτο ἦν· ἵνα γυνὴ νεωτέρα συλλαβοῦσα [οὐκ] ἐξ ἀνδρὸς τέκῃ | |
10 | υἱόν, ἕνα τῶν κατὰ συνήθειαν ἀνθρώπων; | 22 |
33 | ζακχαίος εἶπεν: Τὸ σημεῖον ἦν τοῦτο· ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ἔλαβε τὴν δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείαc: ἀθανάσιος: Ποῖον παιδίον πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα, | |
5 | ἠπείθησε πονηρά, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ἔλαβε τὴν δύναμιν δαμασκοῦ καὶ τὰ σκῦλα σαμαρείαc· εἰ μὴ μόνος ὁ χριστός; κειμένου γὰρ αὐτοῦ ἐπὶ τῆc φάτνηc, ἦλθον οἱ μάγοι ἀποσταλέντες ἀπὸ ἡρώδου, ἀναζη‐ τῆσαι καὶ μηνῦσαι αὐτῷ. Καὶ τοῦτο μὲν οὐκ ἐποίησαν ὃ ἐπεζήτησεν ὁ ἡρώδης· προσκυνήσαντεc δὲ αὐτῷ, δεδώκασι χρυσόν, λίβανον, καὶ σμύρναν. | |
10 | ἵνα πληρωθῇ τὸ εἰρημένον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείας: | |
34 | ζακχαίος εἶπε: Δαμασκηνοὶ γὰρ ἦσαν οἱ μάγοι; ἀθανάσιος: Παρὰ τῇ γραφῇ οἱ τὰ τοιαῦτα φρονοῦντες τοῖς αἰγυπτίοις, αἰγύπτιοι καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα χαναναίοις, χαναναῖοι | |
καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα ἀμοραίοις, ἀμοραῖοι καλοῦνται· ἀμέλει | 23 | |
5 | ὁ προφήτης βοᾷ κατὰ τοῦ ἔθνους ὑμῶν· ὁ πατὴρ ὑμῶν ἀμοραῖοc· ἡ γῆ ὑμῶν χετταία. οὕτως καὶ ἐπὶ τοὺς μάγους, τὰ αὐτὰ φρονοῦντα〈σ〉 δαμασκηνοῖς 〈καὶ σαμαρείταις, δαμασκηνοὺσ〉 καὶ σαμαρείτας ἐκάλεσεν: | |
35 | ζακχαίος εἶπεν: Διὰ τί εἴπερ ἔμελλεν ὁ χριστὸς ὃν λέγεις ἐπιδημεῖν, οὐ φανερῶς ἔλεγον οἱ προφῆται ὅτι τάδε ἔσται· ἀλλὰ σποράδην μαρτύριά μοι φέρεις, ποτὲ τούτου τοῦ προφήτου, ποτὲ ἄλλου, καὶ ποτὲ ἑτέρου; μὴ οὐκ ἠδύνατο εἷς αὐτῶν ἐκ τοῦ φανεροῦ εἰπεῖν· ὅτι | |
5 | μέλλει ἡ σοφία τοῦ θεοῦ σαρκοῦσθαι, καὶ τόδε παθεῖν καὶ τάδε ποιῆσαι; ἀθανάσιος: Τί τοσούτων εἰρηκότων οὐκ ἐπείσθητε; καὶ ἑνὶ λέγοντι, πῶς ἂν ἐπείσθητε; ζακχαίος εἶπε: Καὶ ὅλοι ἐκ τοῦ φανεροῦ, διὰ τί μὴ εἶπον· ἵνα μηδεὶς σκανδαλισθῇ; | |
10 | ἀθανάσιος: Καὶ πῶς ἔτι μυστήριον ἦν τὸ κηρυττόμενον, εἰ φανερῶς ἐκηρύττετο; ἄλλως τε δὲ καὶ ἐγίνωσκεν ὁ θεὸς ὅτι ἔθνος πονηρὸν ἔστε· | |
καὶ λαὸς πλήρης ἁμαρτιῶν· διὰ τοῦτο διὰ παραβολῶν εἶπε ταῦτα. ἵνα μὴ ἀκούσαντες ὅτι μέλλει χριστὸς γεννᾶσθαι. καὶ μέλλουσι τὰ ἔθνη κληρονομία γίνεσθαι τοῦ θεοῦ, καύσετε τὰς βίβλους, ὑπὲρ τοῦ μὴ | 24 | |
15 | ἀναγνόντα τὰ ἔθνη σωθῆναι. καὶ γὰρ διὰ τοῦτο αὐτὸν ἐσταυρώσατε, ἐπεὶ δὴ ἔλεγεν, ἀρθήσεται ἀφ’ ὑμῶν ὁ ἀμπελών. καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺc καρπούc. πῶς οὐκ ἂν καὶ τὰς βίβλους ἐκαύσατε, οἱ καὶ τὸν δεσπότην σταυρώσαντες καὶ τοὺς κηρύξαντας λιθοβολήσαντες; ὅτι εἰ καὶ φανερῶς ἦσαν κηρύξαντες, τὰ αὐτὰ ἂν ἐποιήσατε, οὐκ ἐστὶν ἀμφίβολον· | |
20 | εἰ γὰρ μετὰ τὰ φανερὰ ἐν αἰγύπτῳ σημεῖα, καὶ τὰ ἐν τῇ ἐρυθρᾷ ἐξαίσια, καὶ τὰ μετὰ ταῦτα παράδοξα, ἐπὶ εἰδωλολατρείαν ἐτράπητε εἰπόντες τῷ ἀαρὼν ποίησον ἡμῖν θεούc, πῶς οὐκ ἐστὶν ὁμολογούμενον ὅτι τοιαύτης ὄντες προαιρέσεως, τὰ αὐτὰ ἐποιήσατε; | |
36 | ζακχαίος εἶπεν: Οὐκ αἰσχύνῃ δεσπότου καὶ θεοῦ, καὶ δυνάμεως | |
καὶ σοφίας σταυρὸν λέγων; ἀθανάσιος: Οἱ προφῆται οὐκ ᾐσχύνθησαν εἰπεῖν, ἐγὼ πῶς αἰσχυνθῶ; ζακχαίος εἶπε: Καὶ ἔχεις δεῖξαι ὅτι οἱ προφῆται σταυροῦσθαι αὐτὸν | 25 | |
5 | εἰρήκασιν; ἀθανάσιος: Πρῶτον μωσῆς λέγει· καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν· τὸ πρωὶ ἐρεῖc πῶc ἂν γένοιτο ἑσπέρα, καὶ τὸ ἑσπέραc ἐρεῖc πῶc ἂν γένοιτο πρωί; ἀπὸ γὰρ ἕκτηc ὥραc σκότοc ἐγένετο ἐπὶ πᾶσαν τὴν | |
10 | γῆν ἕωc ὥραc ἐνάτηc. καὶ ἀπὸ ἐνάτηc πάλιν ὤφθη τὸ φῶc ὥστε λέγειν τοὺc ὁρῶνταc· πῶc ἐγένετο ἑσπέρα· ὅ ἐστι σκότος. καὶ πάλιν πῶc ἐγένετο πρωί· ὅ ἐστι φῶς: | |
37 | ζακχαίος εἶπεν: Ἀπὸ τῆς παλαιᾶς με διαθήκης πεῖσον, ὅτι δεῖ αὐτὸν σταυρωθῆναι: | |
ἀθανάσιος: Τὸ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν, τῆς παλαιᾶς ἐστὶ | 26 | |
5 | διαθήκης· καὶ τὸ πρωὶ ἐρεῖc πῶc ἐγένετο ἑcπέρα, καὶ τὸ ἑσπέραc πῶc ἐγένετο πρωί, ὁμοίως τῆς παλαιᾶς ἐστίν: | |
38 | ζακχαίος εἶπεν: Ἀλλὰ τοῦτο οὔκ ἐστιν σταυρὸς οὐδὲ θάνατος: ἀθανάσιος: Ἐὰν λέγῃ ἡσαΐας· Κύριε, τίc ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡc παιδίον, ὡc ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδοc αὐτοῦ οὐδὲ δόξα. καὶ | |
5 | εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδοc οὐδὲ κάλλοc· ἀλλὰ τὸ εἶδοc αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάνταc τοὺc ἀνθρώπουc· ἐὰν δὲ λέγῃ καὶ ὁ δαυίδ· ὤρυξαν χεῖράc μου καὶ πόδαc μου. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖc· καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, πῶς οὐ νοεῖς τὸν σταυρόν; | |
39 | ζακχαίος εἶπεν: Οὐδὲ οὕτως θανάτου ἐμνήσθης: ἀθανάσιος: Ἄνθρωποc ἐν πληγῇ ὢν καὶ εἰδὼc φέρειν μαλακίαν, ὅτι | |
ἀπέστρεψεν τὸ πρόσωπον· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸc τὰc ἁμαρτίαc ἡμῶν αἴρει, καὶ διὰ τὰc ἁμαρτίαc ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖc | 27 | |
5 | ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸc δὲ ἐτραυματίσθη διὰ τὰc ἁμαρτίαc ἡμῶν· παιδεία εἰρήνηc ἡμῶν ἐπ’ αὐτῷ, τῷ μώλωπι αὐτοῦ ἡμεῖc ἰάθημεν. πάντεc ὡc πρόβατα ἐπλανήθημεν· ἄνθρωποc τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ κύριοc παρέδωκεν αὐτὸν ταῖc ἁμαρτίαιc ἡμῶν· καὶ αὐτὸc διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα | |
10 | αὐτοῦ· ὡc πρόβατον ἐπὶ σφαγὴν ἤχθη. καὶ ὡc ἀμνὸc ἐναντίον τοῦ κείρον‐ τοc αὐτὸν ἄφωνοc, οὗτοc οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσιc αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίc διηγήσεται· ὅτι αἴρεται ἀπὸ τῆc γῆc ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰc θάνατον· καὶ δώσω τοὺc πονηροὺc ἀντὶ τῆc ταφῆc αὐτοῦ, καὶ τοὺc | |
15 | πλουσίουc ἀντὶ τοῦ θανάτου αὐτοῦ. ὅτι ἀνομίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλοc ἐν τῷ στόματι αὐτοῦ: καὶ βούλεται κύριοc καθαρίσαι αὐτὸν ἀπὸ τῆc πληγῆc· ἐὰν δῶτε περὶ ἁμαρτίαc, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται κύριοc ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆc ψυχῆc αὐτοῦ, δεῖξαι αὐτῷ φῶc. καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ | |
20 | δουλεύοντα πολλοῖc· καὶ τὰc ἁμαρτίαc αὐτῶν αὐτὸc ἀνήσει. διὰ τοῦτο | |
αὐτὸc κληρονομήσει πολλοὺc καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἰc θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖc ἀνόμοιc ἐλογίσθη· καὶ αὐτὸc ἁμαρτίαc πολλῶν ἀνήνεγκεν. καὶ διὰ τὰc ἁμαρτίαc αὐτῶν παρεδόθη. | 28 | |
40 | ζακχαίος εἶπεν: Ὅλα ἃ εἴρηκας, περὶ ἀνθρώπου εἴρηκας εἰρηκέναι τὸν προφήτην: ἀθανάσιος: Περὶ βραχίονος κυρίου γενομένου, βραχίονα θεοῦ ἀκούων, δύναμιν θεοῦ νοεῖ· οὐ γὰρ ἐκ μελῶν σύγκειται τὸ θεῖον: | |
5 | ζακχαίος εἶπεν: Ἤκουσα αὐτοῦ λέγοντος· ἄνθρωποc ἐν τιμῇ ὤν, καὶ εἰδὼc φέρειν μαλακίαν: ἀθανάσιος: Φαίνῃ μοι 〈μὴ〉 προσέχων τοῖς εἰρημένοις. ἤκουσας αὐτοῦ λέγοντος· Κύριε τίc ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν. καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡc παιδίον: | |
41 | ζακχαίος εἶπεν: Ὁ βραχίων κυρίου, ἣν λέγεις δύναμιν, ἐτράπη καὶ ἐγένετο παιδίον; ἀθανάσιος: Οὐκ ἐτράπη, μὴ γένοιτο· ἀλλὰ λαβὼν σάρκα, καὶ ὡς ἐν ναῷ τῇ σαρκὶ οὖσα ἡ δύναμις ἐγένετο ἄνθρωπος· κατὰ σάρκα μὲν οὖσα | |
5 | ἄνθρωπος, ὢν δὲ θεὸς κατὰ πνεῦμα. καὶ ὡς μὲν ἄνθρωπος, ἐπὶ σφαγὴν ἤγετο· ὡς δὲ θεὸς ἐλάμβανε τὴν ἁμαρτίαν τοῦ κόσμου. διὰ γὰρ 〈τοῦτο〉 καὶ αὐτὸc κληρονομήσει πολλούc· καὶ τῶν ἰσχυρῶν δαιμόνων διεμέρισε τὰ σκῦλα λαβών· οὓς ἐκ πολλοῦ σκυλεύσαντες ἦσαν ἀνθρώπους. ἀνθ’ ὧν | |
παρεδόθη εἰc θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖc ἀνόμοιc ἐλογίσθη 〈quia | 29 | |
10 | inter duos latrones suspensus quasi impius reputatus est〉 τοῦ νόμου λέγοντος· ἐπικατάρατοc πᾶc ὁ κρεμάμενοc ἐπὶ ξύλου: | |
42 | ζακχαίος εἶπεν: Ἴδε οὖν ἐπικατάρατός ἐστιν: ἀθανάσιος: Διὰ τοῦτο δοθήσονται οἱ πονηροὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ οἱ πλούσιοι, ἀντὶ τῆς ταφῆς αὐτοῦ· ὅτι μετὰ τῶν ἀνόμων αὐτὸν ἐλογίσαντο: | |
43 | ζακχαίος εἶπεν: Ὡς ὁ προφήτης λέγει· τὴν γενεὰν αὐτοῦ τίc διηγήσεται· ἐγὼ δὲ ἰησοῦ λέγω τὴν γενεάν· υἱὸς γὰρ ἦν τοῦ ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἰάκωβ καὶ ἰωσή, καὶ ἰούδαc, καὶ σίμων. καὶ ἡ μήτηρ μαρία: | |
44 | ἀθανάσιος: Διὰ τοῦτο εἶπεν ὁ προφήτης· τὴν γενεὰν αὐτοῦ τίc διηγήσεται; ἐὰν μή τις ᾖ σοφός, οὐ δύναται γνῶναι, ὅτι ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται: | |
45 | ζακχαίος εἶπε: Τὸ πνεῦμα τὸ ἅγιον ἀντὶ ἀνδρὸς ἐμίγη τῇ μαρίᾳ; ἀθανάσιος: Ὁρᾷς ὅτι ζητεῖται σοφός, ὁ δυνάμενος νοῆσαι ὅτι | |
πνεῦμα ἅγιον μίξιν σωματικὴν οὐκ ἔχει: | 30 | |
5 | ζακχαίος εἶπε: Σὺ εἶπας ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται: ἀθανάσιος: Ἀλλ’ οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν. ὡς γὰρ ὁ πρῶτος ἄνθρωπος ἐκ θεοῦ, καὶ τῆς γῆς· οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν· οὕτως ἄκουε καὶ χριστὸν ἐκ πνεύματος ἁγίου καὶ μαρίας | |
10 | τῆς παρθένου: | |
46 | ζακχαίος εἶπε: Διά τί οὖν αὐτὸν καὶ χριστὸν λέγετε. τὸν μὴ βασιλεύσαντα, μηδὲ χρισθέντα παρὰ μηδενὸς τῶν προφητῶν; ἀθανάσιος: Ἐδιδάχθης ἀπὸ τῶν προφητῶν ὅτι δύναμις, καὶ λόγος, καὶ σοφία, καὶ βραχίων, καὶ παιδίον, καὶ ἄνθρωπος λέγεται· καὶ ἔστι μαθεῖν, | |
5 | ὅτι καὶ ἄρχων, καὶ βασιλεύς, καὶ χριστός, καὶ ἱερεύς, καὶ προφήτης ἐστιν· τὰ γὰρ πάντα τοῖς ἅπασιν ἐγένετο. ἵνα πάντας σώσῃ μένων θεός, οὐ τραπεὶς τὴν φύσιν: ζακχαίος εἶπεν: Πῶς δύνῃ μοι δεῖξαι; | |
47 | ἀθανάσιος: Τέως ὅτι ἄρχων καὶ ἡγούμενος, ἄκουε τοῦ μωυσέως γράφοντος, τὰς τοῦ Ἰακὼβ εὐλογίας καὶ λέγοντος· οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα· καὶ ἡγούμενοc ἐκ τῶν μηρῶν αὐτοῦ· ἕωc οὗ ἔλθῃ ὃ ἀπόκειται· καὶ | |
αὐτὸc προσδοκία ἐθνῶν. καὶ βλέπε ποία ἦν ἡ προφητεία· ὅτι αὐτὸς ὁ | 31 | |
5 | ἰακὼβ ἀποθνήσκων ἐκάλεσε τοὺς υἱοὺς αὐτοῦ λέγων· συνάχθητε ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν. υἱοὶ ἰακὼβ ἀκούσατε ἰσραὴλ τοῦ πατρὸc ὑμῶν. καὶ συναχθέντων αὐτῶν, τὸν ἰούδαν εὐλογεῖ τῇ προειρημένῃ εὐλογίᾳ. καὶ τὸν ἰωσὴφ βασιλεύοντα δοῦλον ποιεῖ τοῦ ἰούδα, λέγων αὐτῷ· καὶ προσκυνήσουσί σοι | |
10 | οἱ υἱοὶ τοῦ πατρόc σου. ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα, καὶ ἡγούμενοc ἐκ τῶν μηρῶν αὐτοῦ, ἕωc οὗ ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸc προσδοκία ἐθνῶν: | |
48 | ζακχαίος: Περὶ τοῦ δαυὶδ εἶπεν, ὅτι ἔμελλε μετὰ γενεὰς ἐξ ἰούδα γεννᾶσθαι: ἀθανάσιος: Καίτοι δὲ ἀπὸ τοῦ δαυὶδ ηὔξησαν οἱ ἄρχοντες. ἡ δὲ προφητεία λέγει, ἕως τότε εἶναι τοὺς ἄρχοντας τοῦ ἰουδαίων ἔθνους, ἕωc | |
5 | οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸc προσδοκία ἐθνῶν. ὁ γὰρ δαυὶδ ὑμῶν ἐγένετο προσδοκία τῶν ἰουδαίων, καὶ οὐχ ἡμῶν τῶν ἐθνῶν: | |
49 | ζακχαίος εἶπε: Καὶ γὰρ καὶ τὰ ἔθνη λέγεις καλεῖσθαι εἰς ζωὴν ἃ ἀπηγόρευσεν ὁ θεός; ἀθανάσιος: Ἤκουσας ἐν δευτέρῳ ψαλμῷ προφητικῶς λέγοντος τοῦ δαυίδ· κύριοc εἶπε πρόc με· υἱόc μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. | |
5 | αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆc γῆc: | |
50 | ζακχαίος εἶπε: Περὶ αὐτοῦ ἔλεγε δαυίδ· κύριοc εἶπε πρόc με· υἱόc μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. μὴ γὰρ περὶ χριστοῦ; ἀθανάσιος: Καὶ πότε τὰ ἔθνη ἐκληρονόμησε δαυίδ; ζακχαίος εἶπε: Τὰ ἔθνη λέγει τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ: | |
5 | ἀθανάσιος: Καὶ τὰ πέρατα τῆς γῆς, πότε κατέσχε δαυίδ; | |
51 | ζακχαίος εἶπεν: Ὁ γὰρ χριστὸς τὰ πέρατα τῆς γῆς κατέσχεν; | |
ἀθανάσιος: Μάθε ὅτι ἐν αἰγύπτῳ πάσῃ· καὶ ἐν παλαιστίνῃ· καὶ ἐν φοινίκῃ· ἐν συρίᾳ· ἐν κιλικίᾳ· ἐν καπποδοκίᾳ· ἐν πόντῳ· ἐν ἀρμενίᾳ· ἐν σκυθίᾳ· καὶ καθάπαξ ἐν ὅλῃ τῇ οἰκουμένῃ 〈τὸν χριστὸν〉 ἐπιγραφόμεθα | 32 | |
5 | καὶ ἐπικαλούμεθα βασιλέα: | |
52 | ζακχαίος εἶπε: Καὶ ἐν αἰγύπτῳ βασιλέα λέγεις τὸν χριστόν, τοῖς ἀποκηρυχθεῖσιν ἀπὸ τοῦ θεοῦ; καὶ πῶς δύναται ἐκ τοῦ θεοῦ εἶναι ὁ χριστός, καί, ὡς λέγεις σύ, υἱὸς τοῦ θεοῦ, τοῦ αἰτιωμένου τοὺς πατέρας ἡμῶν, διότι τῇ ὁδῷ αἰγύπτου ἐπορεύοντο; ἢ οὐκ ἤκουσας αὐτοῦ λέγοντος | |
5 | τοῦ προφήτου· τί σοι καὶ τῇ ὁδῷ αἰγύπτου, τοῦ πιεῖν ὕδωρ γαιῶν; | |
53 | ἀθανάσιος: Μιμεῖσθαι ἡμᾶς οὐ θέλει τοὺς αἰγυπτίους· σώζεσθαι δὲ αὐτοὺς βούλεται, καὶ πρὸς θεοσέβειαν ἔρχεσθαι· ἐπειδὴ καὶ πᾶν ἔθνος· ἀμέλει, ἄκουε τοῦ προφήτου λέγοντος· καὶ ἔσται ὅσοι ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν, τῶν ἐλθόντων ἐπὶ ἱερουσαλήμ. | |
5 | καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ κυρίῳ παντοκράτορι 〈καὶ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆc σκηνοπηγίαc. καὶ ἔσται ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆc γῆc εἰc ἱερουσαλὴμ τοῦ προσ‐ κυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι〉, καὶ αὐτοὶ ἐκεῖνοι προστεθή‐ σονται· ἐὰν δὲ φυλὴ αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτοιc ἔσται | |
10 | ἡ πτῶσιc ἣν πατάξει κύριοc πάντα τὰ ἔθνη ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆc σκηνοπηγίαc: | |
54 | ζακχαίος εἶπεν: Αὕτη ἔσται ἡ ἁμαρτία αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅς’ ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆc σκηνοπηγίαc: [ἀθανάσιος:] καὶ αὐτοὺς μὲν τοὺς αἰγυπτίους, θέλει | |
σώζεσθαι καὶ ἀναβαίνειν εἰς ἱερουσαλήμ· οὐ μὴν ἐν αἰγύπτῳ διαπορεύεσθαι: | 33 | |
5 | Ἀθανάσιος εἶπε: Οὐκ ἔχεις με δεῖξαι, ὅτι ἐν τῇ ἱερουσαλὴμ τῇ αἰσθητῇ θέλει πάντας κατ’ ἐνιαυτὸν ἀπαντᾶν. πῶς γὰρ τοῦτο δυνατὸν γενέσθαι; ὥστε καὶ τοὺς ἀπὸ ὠκεανοῦ κατ’ ἐνιαυτὸν ἔρχεσθαι εἰς ἱερουσαλήμ. ἵνα δέ σοι καὶ τοῦτο δοθῇ, ὅτι δυνατόν, μηδενὶ ἑτέρῳ προσέχοντας ἀνθρώπους ἢ τοῦτο μόνον σχολάζειν: | |
55 | [ἀθανάσιος]: Ἄκουε ἡσαίου τοῦ προφήτου, ἐν αὐτῇ τῇ αἰγύπτῳ προσκυνεῖσθαι τὸν θεόν, καὶ διαρρήδην προφητεύοντος· καὶ γνωστὸc ἔσται κύριοc τοῖc αἰγυπτίοιc· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ θύσουσι θυσίαc· καὶ εὔξονται τῷ κυρίῳ εὐχὰc | |
5 | καὶ ἀποδώσουσιν: | |
56 | ζακχαίος εἶπεν: Οὐκ εἶπεν ἐν αἰγύπτῳ, ἀλλ’ οἱ αἰγύπτιοι φοβηθήσονται τὸν κύριον· καὶ θύσουσι θυσίαc καὶ εὔξονται εὐχὰc τῷ κυρίῳ καὶ ἀποδώσουσιν οὐκ ἐν αἰγύπτῳ ἀλλ’ ἐν ἱερουσαλήμ: ἀθανάσιος: Οὐ δὲ τοῦτο ἔχεις δεῖξαι ὅτι ἐν ἱερουσαλὴμ λέγει· ἵνα δὲ | |
5 | μή σε φιλόνεικον ποιήσω, ἄκουε αὐτοῦ τοῦ προφήτου φανερῶς λέγοντος· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλειc ἐν αἰγύπτῳ, λαλοῦσαι τῇ γλώσσῃ τῇ χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου. πόλιc ἀσεδέχ, | |
κληθήσεται ἡ μία πόλιc· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον ἐν αὐτῇ τῷ κυρίῳ. καὶ ἔσται σημεῖον εἰc αἰῶνα κυρίῳ ἐν χώρᾳ αἰγύπτου. ὅτι | 34 | |
10 | κεκράξονται πρὸc κύριον, διὰ τοὺc θλίβονταc αὐτούc, καὶ ἀποστελεῖ αὐτοῖc κύριοc ἄνθρωπον, ὃc σώσει αὐτούc. καὶ γνωστὸc ἔσται κύριοc τοῖc αἰγυπτίοιc· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον. καὶ γνώσονται οἱ αἰγύπτιοι τὸν θεὸν τὸν ἅγιον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ποιήσουσι θυσίαc, καὶ εὔξονται τῷ κυρίῳ καὶ ἀποδώσουσι. καὶ πατάξει κύριοc τοὺc | |
15 | αἰγυπτίουc πληγῇ μεγάλῃ, σείων αὐτῶν τὰ χειροποίητα. καὶ ἰάσεται αὐτοὺc ἰάσει· καὶ ἐπιστραφήσονται πρὸc κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούc: | |
57 | ζακχαίος εἶπε: Πρὸς ταῦτα ἀντειπεῖν οὐκ ἔχω: ἀθανάσιος: Γένοιτό σοι καὶ ἐν τοῖς μείζοσι τὴν αὐτὴν φωνὴν ἐᾶσαι. ἵνα καὶ σὺ κληθῇς τῷ ὀνόματι τῷ καινῷ, τῷ δεδομένῳ ἐπὶ τῆς γῆς: ζακχαίος εἶπεν: Ἔνι γὰρ μεῖζον ὄνομα ὃ ἔχωμεν, ἰσραηλῖται | |
5 | καλούμενοι; ἀθανάσιος: Ἄκουε τοῦ θεοῦ διὰ τοῦ προφήτου ἡσαίου λέγοντος πάλιν· τοῖc δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆc γῆc: ζακχαίος εἶπε: Καὶ ποῖόν ἐστι τὸ ὄνομα; | |
10 | ἀθανάσιος: Ἐὰν καταξιωθῇς χριστιανὸς καλεῖσθαι, γνώσῃ τὸ ὄνομα | |
τὸ καινόν: | 35 | |
58 | ζακχαίος εἶπεν: Ἐπηγγείλω δεικνύναι ὅτι καὶ χριστός ἐστι, καὶ βασιλεύς, καὶ ἱερεύς: ἀθανάσιος: Εἰ χρίεται χριστός, οὐκ ἐν ἐλαίῳ γηίνῳ, ἀλλὰ πνεύματι θεοῦ· κατὰ τὸν προφήτην δαυὶδ τὸν λέγοντα· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸc | |
5 | ὁ θεόc σου ἔλαιον ἀγαλλιάσεωc παρὰ τοὺc μετόχουc σου: | |
59 | ζακχαίος εἶπεν: Ἔλαιον ἀγαλλιάσεως ἐστὶ τὸ χρίσμα τὸ παρὰ μωσέως κατασκευασθέν: ἀθανάσιος: Διὰ τοῦτο παρὰ τοὺc μετόχουc σου εἴρηται. καὶ οὐκ ἔχει κατὰ τοὺς μετόχους σου· οἱ γὰρ μέτοχοι αὐτοῦ, ἐλαίῳ γηίνῳ | |
5 | ἐχρίσθησαν· αὐτὸς γὰρ πνεύματι ἁγίῳ καθὼς γέγραπται· πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖc ἀπέσταλκέ με. | |
60 | ζακχαίος εἶπεν: Ἡσαίας ὁ ταῦτα λέγων· μὴ γὰρ ὁ σὸς χριστός; ἀθανάσιος: Χριστὸς οὐ λέγεται ὁ χριόμενος ἐν πνεύματι ἁγίῳ; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος: Ἄπελθε οὖν εἰς ἱερουσαλήμ, καὶ μάθε ἐν αὐτῇ ἐρωτήσας, | 36 |
5 | ποῦ κατῆλθεν 〈πνεῦμα〉 ἅγιον καὶ ἐπὶ τίνα· καὶ τότε ἵνα ἀκούσῃς, ὅτι ἐν τῷ ἰορδάνῃ ἐπὶ τὸν ἐκ μαρίας γεγεννημένον ἐπὶ καίσαρος αὐγούστου: | |
64 | ζακχαίος εἶπε: Καὶ ἔχω πιστεῦσαι τοῖς εὐαγγελίοις σου; ἀθανάσιος: Διὰ τοῦτο καὶ ὁ τόπος σοι εἴρηται καὶ ὁ χρόνος, ἵνα ἀπελθὼν ἐπὶ τὸν τόπον, λάβῃς τῶν πραγμάτων τὴν ἀπόδειξιν· καὶ γνῷς πεπληρωμένην τὴν προφητείαν ἐπὶ πάντας τοὺς πιστεύοντας αὐτῷ, | |
5 | εὐφροσύνην αἰώνιον ὁρῶν ἐπὶ κεφαλῆς αὐτῶν, καὶ λέγοντας· ἐσημειώθη ἐφ’ ἡμᾶc τὸ φῶc τοῦ προσώπου σου κύριε· ἔδωκαc εὐφροσύνην εἰc τὴν καρδίαν μου: | |
65 | ζακχαίος: Ἀλλ’ οὐχὶ περὶ ὑμῶν εἴρηται τοῦτο τῶν χριστιανῶν· ἀλλὰ περὶ ἡμῶν τῶν ἰσραηλιτῶν εἴρηται: ἀθανάσιος: Ἄκουσον τῶν ἑξῆς τῆς προφητείας· ἵνα γνῷς ὅτι περὶ ἡμῶν εἴρηται: | |
5 | ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Λέγει οὕτως· καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖc· καὶ γνωσθήσεται ἐν τοῖc ἔθνεσιν τὸ σπέρμα αὐτῶν: | 37 |
66 | ζακχαίος εἶπε: Τὸ σπέρμα τῶν ἰουδαίων γνωσθήσεται ἐν τοῖς ἔθνεσιν: ἀθανάσιος: Ἀληθῆ λέγεις: οἱ γὰρ ἅγιοι ἀπόστολοι, σπέρμα τοῦ ἀβραὰμ ὄντες, ἡμῖν τοῖς ἔθνεσιν ἐγνώσθησαν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν | |
5 | μέσῳ λαῶν, ἅγιοι μάρτυρες· πᾶc γὰρ ὁρῶν αὐτούc, ἐπιγνώσεται αὐτούc· ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ἀπὸ θεοῦ· καὶ εὐφροσύνῃ 〈εὐφραν‐ θήσονται ἐπὶ κύριον: | |
67 | ζακχαίος εἶπεν: Ηὐφράνθημεν ἡμεῖς ἐπὶ κύριον: ἀθανάσιος: Καὶ πάλιν λέγω: ὑμῶν τίς εὐφροσύνη ἡ〉 αἰώνιος; τῆς γῆς ὑμῶν ἐρημωμένης, καὶ τῶν πόλεων ὑμῶν πυρικαύστων γεγενημένων, καὶ ἀεὶ διὰ τοῦτο παθεῖν ὀφειλόντων; 〈ναὶ ἢ οὔ;〉 εἰπέ: | |
68 | ζακχαίος εἶπεν: Ἀλλ’ εἶπον ὅτι μέλλει γίνεσθαι ταῦτα καὶ | |
οἰκοδομεῖσθαι ἡ πόλις: ἀθανάσιος εἶπεν: Ἴδωμεν τοῦτο ἀπὸ τῶν ἑξῆς εἰ μὴ ἐγένετο· λέγει οὕτως· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον | 38 | |
5 | σωτηρίου, καὶ χιτῶνα εὐφροσύνηc περιέθηκέ μοι. εἰ δὲ ᾔδεις ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς χριστόν, χριστὸν ἐνεδυσάμεθα, καὶ χιτῶνα εὐφροσύνηc, τὴν τοῦ πνεύματος ἐλάβομεν χάριν, καὶ ὡc νυμφίοι μίτραν τὸ σημεῖον τοῦ σταυροῦ ἔχομεν. καὶ ὡc νύμφη κατεκοσμήθημεν κόσμῳ ταῖς πράξεσιν· καὶ ὡc γῆ αὔξουσα τὸ ἄνθοc αὐτῆc, ἡ ἐκκλησία κατ’ ἐνιαυτὸν τοὺς | |
10 | φωτιζομένους ἀνθεῖ· καὶ ὡσεὶ κῆποc τὰ σπέρματα αὐτῆc ἀνατελεῖ τοὺς κατηχουμένους, οὕτωc ἀνατελεῖ κύριοc δικαιοσύνην· ὅτι ἔστιν ἡμέρα σωτηρίας καὶ ἀγαλλιάματος· λέγω δὲ τὴν ἀνάστασιν ἐναντίον πάντων τῶν ἐθνῶν: | |
69 | ζακχαίος: Σεαυτῷ ὡς θέλεις νοεῖς· καὶ τὸ δὴ λεγόμενον, νεομηνίας κηρύττεις: ἀθανάσιος: Ἐπειδὴ ἔτι ἀπειθεῖς, ἄκουε τῶν ἑξῆς· καὶ φοβηθεὶς εἰπὲ τὴν ἀλήθειαν· διὰ σιὼν οὐ σιωπήσομαι· καὶ διὰ ἱερουσαλὴμ οὐκ ἀνήσω· | |
5 | ἕωc ὂν ἐξέλθῃ ὡc φῶc ἡ δικαιοσύνη αὐτῆc, τὸ δὲ σωτήριόν μου ὡc λαμπὰc καυθήσεται· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντεc οἱ βασιλεῖc τὴν δόξαν σου· καὶ καλέσει μου τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριοc ὀνομάσει αὐτό. καὶ ἔσει στέφανοc κάλλουc ἐν χειρὶ κυρίου, καὶ διάδημα βασιλείαc ἐν χειρὶ θεοῦ σου. | |
70 | ζακχαίος: Περὶ τίνος λέγεις, λέγεσθαι ταῦτα; ἀθανάσιος: Περὶ ἱερουσαλήμ· οὐκέτι γάρ ἐστιν ἰουδαίων πόλις· ἀλλὰ χριστιανῶν πόλις, τῷ καινῷ ὀνόματι καλουμένη. ἀπελθὼν ἐκεῖσε ὄψει | |
χριστοῦ τὴν πόλιν ταύτην οὖσαν, καὶ μοναζόντων οἰκητήριον· καὶ τοῦ | 39 | |
5 | χριστοῦ τὴν ἀνάστασιν· καὶ πάντας τοὺς βασιλεῖς τὴν δόξαν αὐτῶν φέροντας· καὶ τὰ ἔθνη μετὰ πάντων τῶν λαῶν τὴν δικαιοσύνην αὐτῆς ἣν ἐδικαιώθη ἀπαγγέλλοντας: ζακχαίος εἶπεν: Οὐκέτι οὖν πυρίκαυστος καὶ ἄδοξος ἐστίν; ἀθανάσιος εἶπεν: Κατεστράφη καὶ ἠτιμάσθη ἰουδαίοις· ᾠκοδομήθη δὲ | |
10 | καὶ ἐδοξάσθη χριστιανοῖς: ζακχαίος εἶπεν: Ἡ προφητεία λέγει· καὶ ἥξουσιν ἀλλογενεῖc ποιμαίνοντεc τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρεc καὶ ἀμπελουργοί· ὑμεῖc δὲ ἱερεῖc κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν· ἰσχὺν ἐθνῶν κατέδεσθε· καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. ὁρᾷς ὅτι ἡμῖν | |
15 | τοῖς ἰουδαίοις τὴν ἐπαγγελίαν ἐπαγγέλλεται: | |
71 | ἀθανάσιος: Ταῦτα ἀληθῶς λέγεις· οὕτως γὰρ καὶ αἱ ἐπαγγελίαι πληροῦνται τοῦ θεοῦ· ἃς ἐπηγγείλατο ὀμόσας τῷ ἀβραὰμ καθ’ ἑαυτοῦ· ἦ μὴν εὐλογῶν εὐλογήσω σε· καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡc τοὺc ἀστέ‐ ραc τοῦ οὐρανοῦ, καὶ ὡc τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλοc τῆc θαλάσσηc· ὤμοσε | |
5 | δὲ καὶ τῷ δαυὶδ ἀλήθειαν καὶ οὐκ ἠθέτησεν αὐτόν· ἀλλὰ τὸ σπέρμα αὐτοῦ καθέξεται ἕως τοῦ αἰῶνος ἐπὶ τοῦ θρόνου αὐτοῦ. πρόδηλον γὰρ ὅτι ἐξ ἰούδα ἀνατέταλκε ὁ αὐτὸς κύριος ἡμῶν ἰησοῦς ὁ χριστός· καὶ ἐν αὐτῷ πᾶσαι αἱ ἐπαγγελίαι πληροῦνται· καὶ οἱ μὲν ἀλλογενεῖς ποιμαίνουσιν αὐτοῦ τὰ λογικὰ πρόβατα· καὶ ἀλλόφυλοι ἀροτῆρες εἰσὶ γεωργοῦντες | |
10 | αὐτοῦ τὴν ἐκκλησίαν· αὐτὸς δὲ μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει, τὴν ἰσχὺν τῶν ἐθνῶν κατεσθίων· ἐγὼ γάρ φησιν ἐν εὐαγγελίοις βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖc οὐκ οἴδατε, καὶ ἐν τῷ πλούτῳ τῶν ἐθνῶν θαυμάζεται· | |
ὁρᾷς γὰρ τοὺς σοφούς, τοὺς ῥήτορας, καὶ τοὺς ποιητὰς τὸν πλοῦτον τῶν λόγων αὐτῶν αὐτῷ προσφέροντας· καὶ ἀποτασσομένους μέν, τῆς | 40 | |
15 | εἰδωλολατρείας, προσφερομένους δέ, τῷ λόγῳ τῆς χάριτος· καὶ ὑμεῖς θεωροῦντες νεκροὺς ἐγηγερμένους, οὐκ ἐπιστεύσατε· ἀλλ’ ἐνεκρώθητε· τὰ δὲ ἔθνη μετὰ τῶν νεκρῶν συνανέστησαν: | |
72 | ζακχαίος εἶπε: Καὶ τί μέγα νεκροὺς ἀναστῆσαι; μάγοι γὰρ οὐκ ἀνέστησαν νεκρούς; καὶ σημεῖα ἐποίησαν οὕτως, ὥστε καὶ ἀντιστῆναι μωσεῖ; ἀθανάσιος: Μὴ οὖν ἐπειδὴ μάγοι σημεῖα πεποιήκασι καὶ ἀντέστησαν | |
5 | μωσεῖ, οὐδὲν μέγα ἐποίησε μωσῆς; | |
73 | ζακχαίος εἶπε: Μωσῆς μὲν ἐποίησε σημεῖα μεγάλα· οὐκ ἀπὸ τῶν σημείων δὲ πιστεύεται θεός, ἀλλὰ ἀπὸ τῆς ἀληθείας: ἀθανάσιος: Καὶ τί μεῖζον χριστοῦ ἀληθείας; ποῖος γὰρ μάγος πρὸ τοῦ γεννηθῆναι ἴσχυσε σημεῖα καὶ τέρατα ποιῆσαι; | |
74 | ζακχαίος εἶπε: Ποῖον γὰρ σημεῖον ἐποίησεν ὁ χριστὸς πρὸ τοῦ γεννηθῆναι; ἀθανάσιος: Τοὺς προφήτας ἐποίησε περὶ αὐτοῦ εἰπεῖν· ἰδοὺ ἡ παρθένοc ἐν γαcτρὶ ἕξει· καὶ ἕτερα μυρία τοιαῦτα· καὶ ἐν αὐτῇ ὢν τῇ | |
5 | γαστρὶ τὸν ἰωάννην σκιρτῆσαι ἐν ἀγαλλιάσει ἐποίησεν: | |
75 | ζακχαίος εἶπεν: Οὐ πιστεύω τοῖς εὐαγγελίοις σου: ἀθανάσιος εἶπεν: Οὐκοῦν οὐδὲ ὅτι μαρίας ἦν υἱὸς πιστεύεις; ζακχαίος: Ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐγεννήθη· καὶ οἶδα ὅτι μαρίας ἐστὶν υἱός: | |
5 | ἀθανάσιος: Καὶ ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐλισάβετ τὸν ἰωάννην | |
ἐκυοφόρει, ὅτε χριστὸς ἐποίησεν αὐτὸν ἐν ἀγαλλιάσει σκιρτῆσαι· καὶ εὐθέως δὲ γεννηθείς, μάγους ἀπὸ ἀνατολῶν ἥλκυσεν τοῦ προσκυνῆσαι αὐτόν· οὐδεὶς δὲ γεννηθεὶς μάγος ἐποίησεν ἐν οὐρανῷ ἀστέρα φανῆναι, καὶ ἄλλους μάγους ἐλθόντας προσκυνῆσαι αὐτῷ: | 41 | |
76 | ζακχαίος εἶπεν: Ἔχεις μὲ οὖν πεῖσαι ὅτι μάγοι γεννηθέντος αὐτοῦ ἦλθον καὶ προσεκύνησαν αὐτῷ; ἀθανάσιος: Ἐπ’ αὐτῶν τῶν πραγμάτων πείσθητι· ἐρώτησον γὰρ διὰ τί ἡρώδης ἀνεῖλεν ἐν βηθλεὲμ παιδία· καὶ μαθὼν τὴν αἰτίαν γνώσῃ ὅτι | |
5 | διὰ τὸν χριστόν· τῶν μάγων ἐλθόντων καὶ λεγόντων· ποῦ ἐστιν ὁ τεχθεὶc βασιλεὺc τῶν ἰουδαίων· εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν· καὶ τὰ μνημεῖα τῶν παιδίων εἰσὶ φανερὰ ἕως τῆς ἡμέρας ταύτης: | 42 |
77 | ζακχαίος εἶπεν: Οὐ πιστεύομεν ὅτι οὕτως ἐγένετο. ἆρα γὰρ καί πως οὐκ ἠδυνήθη ὁ χριστός σου βοηθῆσαι τοῖς παιδίοις, ἵνα μὴ ἀπο‐ θάνωσιν; ἀθανάσιος: Εἰ μὲν οὖν καταγελᾷς, ἀντίθες τὰ παιδία τὰ ὑπὸ τοῦ | |
5 | φαραῶ ἀναιρεθέντα, ἐν ᾧ καιρῷ ἐγεννήθη μωυσῆc· καὶ εἰπέ· οὐκ ἠδύνατο ὁ θεὸς ῥύσασθαι τὰ παιδία τῶν ἑβραίων; εἰ δὲ δυνάμενος οὐκ ἐρρύσατο 〈καὶ ὁ χριστὸς δὲ δυνάμενος οὐκ ἐρρύσατο〉· αὐτὸς γὰρ καὶ τότε καὶ νῦν μακροθυμῶν: | |
78 | ζακχαίος εἶπεν: Ἀλλ’ ἐπὶ τοῦ μωύσεως ἐξεδίκησεν ὁ θεὸς τὸν θάνατον τὸν τῶν παιδίων, διὰ τῶν πληγῶν ὧν ἐπήγαγεν κύριος τοῖς αἰγυπτίοις: ἀθανάσιος: Εἰ μὴ ἀναισθητοῦσιν ἰουδαῖοι, πλέον ἂν πεπόνθασιν | |
5 | αἰγυπτίων ἐν τῇ ἀναλώσει τῆς ἱερουσαλήμ· καὶ αἰγύπτιοι μέν, ἐνιαυτῷ ἑνὶ ἢ δυσὶ πεπόνθασιν· ἰουδαῖοι δέ, ἀπὸ τοῦ χριστοῦ ἕως τοῦ νῦν τιμωροῦνται· τιμωρηθήσονται δὲ καὶ εἰς τὰ μετὰ ταῦτα, ἐὰν μὴ μετανοήσωσιν: | |
79 | ζακχαίος εἶπε: Κἂν πιστεύσω τῷ χριστῷ, ὡς ἱερεῖ αὐτῷ πιστεύω, μὴ ὡς θεῷ; σὺ γὰρ εἶπας ὅτι μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει: ἀθανάσιος: Ἀλλ’ εἶπον ὅτι αὐτὸς ἐστὶ καὶ ἱερεὺς καὶ κύριος καὶ θεὸς | |
5 | καὶ ποιμήν: | |
80 | ζακχαίος: Ὁ μὲν θεὸς εἴρηται ποιμὴν ὁμολογουμένως. ἐπειδὴ τοῦ λαοῦ ἐστι ποιμήν· ὡς ὁ προφήτης λέγει· ὁ ποιμαίνων τὸν ἰσραήλ, πρόσχεc, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν ἰωσήφ: ἀθανάσιος: Ὁ αὐτὸς προφήτης καὶ κύριον αὐτὸν εἶπε καὶ θεὸν καὶ | 43 |
5 | ἱερέα: | |
81 | ζακχαίος εἶπεν: Ἀνάγνωθί μοι ποῦ γέγραπται: ἀθανάσιος: Ἐν τῷ ῥθ ψαλμῷ οὕτως εἴρηται· εἶπεν ὁ κύριοc τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕωc ἂν θῶ τοὺc ἐχθρούc σου ὑποπόδιον τῶν ποδῶν σου· ῥάβδον δυνάμεωc ἐξαποστελεῖ σοι κύριοc ἐκ σιών· καὶ | |
5 | κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· μετά σου ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆc δυνάμεώc σου, ἐν ταῖc λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸc πρὸ ἑωσφόρου ἐγέννησά σε· ὤμοσε κύριοc καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺc εἰc τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ: | |
82 | ζακχαίος εἶπε: Καὶ πότε ἐγένετο ἱερεύς; περὶ σολομῶνος εἴρηται κατὰ τὴν τάξιν μελχισεδέκ· καὶ ταῦτα εἰc τὸν αἰῶνα· οὕτως γὰρ εἴρηται· ὤμοσε κύριοc καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺc εἰc τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ: | |
5 | ἀθανάσιος: Σολομὼν οὔτε ἱερεὺς ἐγένετο· οὔτε ἐν ὅλῳ τῷ βίῳ αὐτοῦ εὐηρέστησε τῷ θεῷ· ἀλλὰ καὶ τὸ πονηρὸν ἐνώπιον κυρίου ποιήσας ἀπέθανεν· πῶς οὖν μένει ἱερεὺς εἰς τὸν αἰῶνα; | |
83 | ζακχαίος εἶπε: Τῷ οὖν χριστῷ εἶπεν, κάθου ἐκ δεξιῶν μου, ἕωc ἂν θῶ τοὺc ἐχθροὺc ὑποπόδιον τῶν ποδῶν σου. ἀθανάσιος: Ὁ δαυὶδ 〈εἶπεν〉 εἶπε κύριοc, τοῦτ’ ἔστιν ὁ θεός, τῷ κυρίῳ μου, 〈τῷ χριστῷ· κάθου ἐκ δεξιῶν μου〉 ἕωc ἂν θῶ τοὺc ἐχθρούc | |
5 | σου ὑποπόδιον τῶν ποδῶν σου: | |
84 | ζακχαίος εἶπεν: Καὶ ὁ χριστὸς ἐκ δεξιῶν τοῦ θεοῦ κάθηται; | |
ἀθανάσιος: Τοῦτο λέγει ὁ προφήτης: | 44 | |
85 | ζακχαίος εἶπεν: Οὐκοῦν μείζων ἐστὶν ὁ χριστὸς τοῦ εὐλογουμένου; ἀθανάσιος: Μὴ γένοιτο: ζακχαίος εἶπε: Πῶς οὖν ἐκ δεξιῶν αὐτοῦ καθέζεται; ἀθανάσιος: Ὡς υἱὸς μονογενὴς τοῦ ἑαυτοῦ πατρός: | |
86 | ζακχαίος εἶπε: Καὶ πῶς ἔτι ἱερεὺς ἐστίν, εἰ ἐκ δεξιῶν αὐτοῦ καθέζεται; ἀθανάσιος: Ὅτι οὐ μόνον ἐστὶν ἱερεὺς 〈ἀλλὰ〉 καὶ θεός· διὰ γὰρ τοῦτο θεὸς ὢν τῇ φύσει, ἔλαβε σάρκα ἐκ μαρίας· ἵνα γενόμενος ἄνθρωπος, | |
5 | καὶ τὴν ὑπὲρ ἡμῶν θυσίαν ἀναδεξάμενος, γένηται ἱερεὺς κατὰ τὴν τάξιν μελχισεδέκ· ὃc οὐ κατὰ νόμον ἐντολῆc σαρκίνηc ἐγένετο ἱερεύς, ἀλλὰ πνεύματι ἁγίῳ χρισθείς, ἐστὶν ἱερεὺς εἰς τὸν αἰῶνα: | |
87 | ζακχαίος εἶπε: Καὶ πῶς δύναται ὁ ἐπὶ ποντίου πιλάτου ἀποθανών, εἰς τὸν αἰῶνα ἱερεὺς εἶναι; ἀθανάσιος: Οἱ νεκροὶ τῷ φρονήματι τὸν θάνατον αὐτοῦ περιβλέπονται. οἱ δὲ ζῶντες, τὴν ἀνάστασιν αὐτοῦ ὁρῶσιν: | |
88 | ζακχαίος εἶπε: Καὶ τίς με δύναται πεῖσαι ὅτι ἀνέστη; ἀθανάσιος: Ὁ προφήτης δαυὶδ λέγων ἐν ψαλμῷ ὅτι οὐκ ἐγκαταλείψειc τὴν ψυχήν μου εἰc ᾅδην· οὐδὲ δώσειc τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν: | |
89 | ζακχαίος εἶπεν: Οὐκ οὖν ἄνθρωπος ἦν ἐκ ψυχῆς καὶ σώματος; ἀθανάσιος: Ἄνθρωπος ἦν κατὰ σάρκα· θεὸς δὲ κατὰ πνεῦμα. | |
ἀμέλει· ἄκουε τί λέγει ὁ θεὸς διὰ τοῦ προφήτου ἡσαίου· ἐκοπίασεν αἴγυπτοc καὶ ἐμπορία αἰθιόπων καὶ οἱ σεβοεὶμ ἄνδρεc ὑψηλοὶ ἐπί σε διαβήσονται ... | 45 | |
5 | καὶ ἐντραπήσονται πάντεc οἱ ἀντικείμενοι αὐτῷ· καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρόc με νῆσοι. ἰσραὴλ σώζεται σωτηρίᾳ αἰώνων· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕωc τοῦ αἰῶνοc ... μὴ νομίζεις τὸν προφήτην ψευδῶς λέγοντα· ἰσραὴλ σώζεται ὑπὸ κυρίου | |
10 | σωτηρίᾳ αἰώνων· εἰ θέλεις εἰπεῖν, ὅτι οὔτε ᾐσχύνθημεν, οὔτε ἐνετράπημεν πάντα ἀπολέσαντες, καὶ ῥωμαίων γενόμενοι δοῦλοι· τόλμησον εἰπεῖν ὅτι ψευδεῖς ἐκτήσαντο οἱ πατέρες ἡμῶν προφήτας: ζακχαίος εἶπε: Μὴ γένοιτο ψευδεῖς εἰπεῖν τοὺς προφήτας: | |
91 | ἀθανάσιος: Οὔκουν ἰσραὴλ ἐσώθη σωτηρίᾳ αἰώνων· καὶ οὐ μὴ αἰσχυνθῶσιν, οὐδ’ οὐ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, οἱ ἅγιοι ἀπόστολοι, φύσει ἑβραῖοι ὄντες, καὶ κατὰ σάρκα, καὶ κατὰ πνεῦμα· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ περιτετμημένος ἐστὶν ἰουδαῖοc· ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ τὴν | |
5 | περιτομὴν τῆς καρδίαc ἔχων. μέμφεται οὖν ὁ θεὸς τοὺς ἐν τῷ φανερῷ μόνον ἔχοντας τὴν περιτομὴν καὶ μὴ ἐν τῇ καρδίᾳ, λέγων οὕτως· πάντα τὰ | |
ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ λαόc μου οὗτοc τῇ καρδίᾳ: | 46 | |
92 | ζακχαίος εἶπεν: Ὁ θεὸς ἐντειλάμενος τῷ ἀβραάμ, λέγων· περιτμηθήσεταί σου πᾶν ἀρρενικὸν τῇ ὀγδόῃ ἡμέρᾳ, ἀπεστράφη τὴν περιτομήν; | |
93 | ἀθανάσιος: Διδαχθήσῃ τὸν περὶ τῆς περιτομῆς λόγον· τέως δέ μοι εἰπέ, εἰ νενόηκας τίνι ἔλεγε διὰ τοῦ προφήτου· ἐκοπίασεν αἴγυπτοc καὶ ἐμπορία αἰθιόπων· καὶ οἱ σεβοεὶμ ἄνδρεc ὑψηλοὶ ἐπί σε διαβήσονται καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι | |
5 | δεδεμένοι χειροπέδαιc· καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ θεόc ἐστι καὶ οὐκ ἔστιν θεὸc πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεόc, καὶ οὐκ ᾔδειμεν, θεὸc τοῦ ἰσραήλ, σωτηρία: | |
94 | ζακχαίος εἶπε: Τῇ ἱερουσαλὴμ ἔλεγεν ἐκοπίσσεν αἴγυπτοc, καὶ ἐμπορία αἰθιόπων· καὶ οἱ σεβοεὶμ ἄνδρεc ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται· καὶ σοὶ ἔσονται δοῦλοι· καὶ σοὶ ἀκολουθήσουσι δεδεμένοι χειρο‐ πέδαιc: ... | |
96 | ἀθανάσιος: Αὕτη οὖν ἱερουσαλὴμ καὶ θεός ἐστιν, λέγει γὰρ ὅτι καὶ προσκυνήσουσί σοι· καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεὸc ἔστι, καὶ οὐκ ἔστι θεὸc πλὴν σοῦ· σὺ γὰρ εἶ θεὸc καὶ οὐκ ᾔδειμεν, θεὸc τοῦ ἰσραήλ, σωτήρ: | |
5 | ζακχαίος εἶπε: Τίνι οὖν ἄλλῳ λέγει: | |
97 | ἀθανάσιος: Οὐδενὶ ἄλλῳ· πλὴν τοῦ χριστοῦ: ζακχαίος εἶπε: Πῶς; ἀθανάσιος: Ἐκοπίασεν αἴγυπτοc καὶ ἐμπορία αἰθιόπων, χριστοῦ | |
γεννηθέντος καὶ τῆς εἰδωλολατρείας λυομένης, καὶ τῆς μαγείας καταρ‐ | 47 | |
5 | γουμένης. καὶ οἱ σεβοεὶμ ἄνδρεc ὑψηλοὶ ἐπ’ αὐτὸν διέβησαν· καὶ αὐτοῦ ἐγένοντο δοῦλοι· καὶ ὀπίσω αὐτοῦ ἀκολουθήσουσι· δεδεμένοι χειροπέδαιc πάντες οἱ ὑψηλοὶ τῆς γῆς· καὶ ἐν αὐτῷ προσεύξονται· καὶ προσκυνήσουσιν αὐτόν· καὶ ὁμολογήσουσιν, ὅτι ἐν αὐτῷ θεὸc ἔστι, καὶ οὐκ ἔστι θεὸc πλὴν αὐτοῦ· αὐτὸς γάρ ἐστι θεὸς καὶ οὐκ ᾔδεισαν, θεὸc τοῦ ἰσραήλ, σωτήρ: | |
98 | ζακχαίος εἶπε: Πῶς καὶ ἐν αὐτῷ ἔστι θεὸς καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ; | |
ἀθανάσιος: Διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας· διὰ τὸ ταὐτὸν τῆς δόξης, διὰ τὸ ἀμεσίτευτον τῆς δυνάμεως· διὰ γὰρ τοῦτο κύριος ὁ θεός, | 48 | |
5 | κύριος εἷς ἐστιν· ὅτι ἓν τὸ θέλημα· μία ἐξουσία· ἓν τὸ κράτος· οὐδὲ γὰρ ἄλλο βούλεται ὁ πατήρ, καὶ ἄλλο ὁ υἱός· εἰ δὲ θέλεις καὶ πλειόνων μυστηρίων, ἀνάγνωθι τὸν ἑβδομηκοστὸν πρῶτον ψαλμὸν τοῦ δαυὶδ μετὰ φόβου θεοῦ καὶ ἀληθείας καὶ συνειδήσεως ἀγαθῆς· τάχα γὰρ ἐν τῇ συναγωγῇ ὑμῶν ἀντὶ ᾠδῶν τερπουσῶν τὴν ἀκοήν, ταῦτα ἀναγινώσκετε: | |
99 | ζακχαίος εἶπε: Τί γὰρ λέγει ὁ ψαλμὸς περὶ τοῦ χριστοῦ σου; ἀθανάσιος: Ἀνάγνωθι καὶ εὑρήσεις: ζακχαίος εἶπεν: Ἀνέγνων καὶ εὗρον ὅτι περὶ σολομῶνος λέγει: | |
100 | ἀθανάσιος: Ὁ θεόc, τὸ κρῖμά σου τῷ βασιλεῖ δόc· τίς λέγει; ζακχαίος εἶπεν: Ὁ δαυὶδ ἀξιοῖ τὸν κύριον ἵνα τὸ κρίνειν καλῶς δῷ τῷ υἱῷ αὐτοῦ, τοῦτ’ ἔστιν τῷ σολομῶντι: ἀθανάσιος: Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέωc; | |
5 | ζακχαίος εἶπε: Τῷ υἱῷ τοῦ βασιλέως, λέγει· τῷ ἐμῷ υἱῷ· ἡ βασιλεία γὰρ ἦν δαυὶδ ὅτε ηὔχετο τῷ θεῷ, ἵνα τὴν δικαιοσύνην αὐτοῦ δῷ τῷ σολομῶντι αὐτὸς ὁ θεός: | |
101 | ἀθανάσιος: Ἀκολούθησον αὐτῷ μετὰ φόβου θεοῦ. ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην· κρινεῖ τοὺc πτωχοὺc τοῦ λαοῦ. καὶ σώσει τοὺc υἱοὺc τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην: | 49 |
102 | ζακχαίος λέγει: Ταῦτα πάντα περὶ τοῦ σολομῶνος λέγει: ἀθανάσιος: Ἴδωμεν οὖν καὶ τὰ ἑξῆς: ζακχαίος εἶπεν: Εἰπέ: | |
103 | ἀθανάσιος: Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆc σελήνηc γενεὰc γενεῶν· ἄρα ὁ σολομὼν συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆc σελήνηc γενεὰc γενεῶν; ζακχαίος εἶπε: Τὸ ὄνομα αὐτοῦ συμπαραμενεῖ ἐν τῷ ἡλίῳ. ἰδοὺ γοῦν· | |
5 | καὶ ὑμεῖς οἱ χριστιανοὶ ἐν πάσῃ τῇ γῇ μνημονεύετε τοῦ ὀνόματος αὐτοῦ ὡς σοφοῦ· καὶ ἕως γενεῶν συμπαραμένει αὐτῷ ἡ δόξα τοῦ ὀνόματος: | |
104 | ἀθανάσιος: Καὶ πρὸ τῆc σελήνηc 〈γενεὰc〉 γενεῶν ἦν αὐτοῦ τὸ ὄνομα. ζακχαίος εἶπε: Καὶ ἐγίνωσκεν αὐτοῦ τὸ ὄνομα ὁ θεός· καὶ πρὸ τῆς σελήνης: | |
105 | ἀθανάσιος: Ἄκουσον οὖν τῶν ἑξῆς: ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Καταβήσεται ὡc ὑετὸc ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνεc στάζουσαι ἐπὶ τὴν γῆν, ἀνατελεῖ ἐν ταῖc ἡμέραιc αὐτοῦ δικαιοσύνη, καὶ | |
5 | πλῆθοc εἰρήνηc ἕωc οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσηc ἕωc θαλάσσηc, καὶ ἀπὸ ποταμῶν ἕωc τῶν περάτων τῆc | |
οἰκουμένηc. ἐνώπιον αὐτοῦ προπεσοῦνται αἰθίοπεc, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν. βασιλεῖc θαρσεὶc καὶ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖc ἀράβων καὶ σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντεc οἱ | 50 | |
10 | βασιλεῖc τῆc γῆc, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθόc· φείσεται πτωχοῦ καὶ πένητοc, καὶ ψυχὰc πενήτων σώσει. ἐκ τόκου καὶ ἐξ ἀδικίαc λυτρώσεται τὰc ψυχὰc αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτοῦ. καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆc ἀραβείαc, καὶ | |
15 | προσεύξονται περὶ αὐτοῦ διὰ παντόc, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν· ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν λίβανον ὁ καρπὸc αὐτῶν, καὶ ἐξανθήσουσιν ἐκ πόλεωc ὡσεὶ χόρτοc τῆc γῆc. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰc τοὺc αἰῶναc, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ | |
20 | φυλαὶ τῆc γῆc. πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν· εὐλογητὸc κύριοc ὁ θεὸc ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνοc. καὶ εὐλογημένον τὸ ὄνομα τῆc δόξηc αὐτοῦ τὸ ἅγιον εἰc τὸν αἰῶνα καὶ εἰc τὸν αἰῶνα τοῦ αἰῶνοc· καὶ πληρωθήσεται τῆc δόξηc αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο γένοιτο. | |
106 | ζακχαίος εἶπε: Ταῦτα ὁμολογουμένως περὶ τοῦ χριστοῦ εἴρηται· ἀλλ’ οὐδέπω ἦλθε τέως: ἀθανάσιος: Τί οὐ πεπλήρωται τῶν εἰρημένων; ζακχαίος εἶπε: Πάντα: | |
107 | ἀθανάσιος: Ἄκουε οὖν τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν | |
ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰc τὸν ἀγρὸν τοῦ κεραμέωc καθὰ συνέταξέν μοι κύριοc. ὁρᾷς ὅτι ὁ προδότης καὶ τὰ τριάκοντα ἀργύρια λαβὼν | 51 | |
5 | ἐκ τῶν ἀρχιερέων ἀνέδωκε· καὶ ὁ ἀγρὸς ἠγοράσθη· καὶ ἡ προφητεία ἀπεπληρώθη· καὶ πῶς λέγεις ὅτι οὔπω ἦλθεν ὁ χριστός: | |
108 | ζακχαίος εἶπεν: Οἶδα ὅτι ταῦτα λέγει ὁ προφήτης, ἀλλ’ οὐχὶ περὶ τοῦ χριστοῦ: ἀθανάσιος: Κατεκυρίευσεν ἀπὸ θαλάττηc ἕωc θαλάττηc· καὶ ἀπὸ ποταμῶν ἕωc περάτων τῆc οἰκουμένηc· ἐνώπιον αὐτοῦ πεσοῦνται αἰθίοπεc. | |
5 | καὶ οἱ ἐχθροὶ αὐτοῦ ὑμεῖς· χοῦν ἐσθίετε· καὶ προσκυνήσουσιν αὐτῷ πάντεc οἱ βασιλεῖc τῆc γῆc· πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· καὶ ἐνευλογηθή‐ σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆc γῆc: | |
110 | ζακχαίος εἶπεν: Οἱ σταυρώσαντες αὐτόν, προσκυνήσουσιν αὐτόν; ἀθανάσιος: Οἱ ἐχθροὶ ἀνεγράφησαν, καὶ τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ τιμή, καὶ ἡ δόξα, καὶ ἡ ἀνάστασις· ἀκούεις γοῦν τοῦ δαυὶδ λέγοντος· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖc | |
5 | τῆc γῆc· καὶ οἱ ἄρχοντεc συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτῶν: | |
111 | ζακχαίος εἶπε: Πῶς οὖν κατ’ αὐτοῦ καὶ ὑπὲρ αὐτοῦ; | |
ἀθανάσιος: Ἐπειδὴ καὶ τὰ καλὰ ὁ θεὸς ἐγίνωσκε καὶ τὰ ἄλλα ὡς ἔχοντα, πεποίηκε πάντα γραφῆναι· καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον παρὰ τοῦ θεοῦ, διὰ τοῦ προφήτου· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματοc· καὶ | 52 | |
5 | πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ: | |
112 | ζακχαίος εἶπε: Καὶ ἵνα τί λίθος προσκόμματοc αὐτὸν ἐτίθει, καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ φανεροῦ ὁμολογηθῆναι αὐτὸν ἐποίησεν; ἀθανάσιος: Εἰ μὲν μὴ προεῖπεν οὐ μὴ καταισχυνθῇ· αἰτιῶ τὸν θέμενον· εἰ δὲ προείρηταί σοι, ἑαυτὸν αἰτιῶ μὴ πιστεύσαντα. αὐτὸς γάρ | |
5 | ἐστιν ὁ λίθος, ὁ ἐξουθενηθεὶς ὑφ’ ἡμῶν τῶν οἰκοδομούντων, περὶ οὗ λέγει ὁ δαυίδ· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντεc, οὗτοc ἐγεννήθη εἰc κεφαλὴν γωνίαc: | |
113 | ζακχαίος εἶπεν: Ἡ σοφία τοῦ θεοῦ λίθος ἐγένετο; ἀθανάσιος: Ἡ σοφία τοῦ θεοῦ λίθος ἐκλήθη τὸ κατὰ σάρκα· ἐπειδὴ γὰρ ἔλαβε σάρκα ἐκ τῆς παρθένου, ἵνα καθάπερ ἐν αὐτῇ σαρκὶ ἡμῖν ἐπιφανεῖ, διὰ τοῦτο λίθος ἐκλήθη· καὶ οὗτός ἐστιν ὁ λίθος ὃν ἑρμήνευσεν | |
5 | δανιήλ, τμηθέντα ἐξ ὄρουc ἄνευ χειρῶν, καὶ λεπτύναντα τὴν εἰκόνα τῆς εἰδωλολατρείας: | |
114 | ζακχαίος εἶπε: Καὶ ἀπὸ ποίου ὄρους ἐτμήθη λίθος; ἀθανάσιος: Ὄρος λέγει τὴν παρθένον μαριάμ· διὰ γὰρ τοῦτο καὶ | |
ἄνευ χειρῶν, διὰ τὸ ἄνευ χειρουργίας ἀνδρὸς αὐτὴν γεννῆσαι τὸν λίθον, τοῦτ’ ἐστὶ τὸ σῶμα· λέγει δὲ ἡ προφητεία· ναβουχοδονόσορ εἶδεν ἐνύπνιον· | 53 | |
5 | τὸ δὲ ἐνύπνιον ἀπῆλθεν ἀπ’ αὐτοῦ, τουτέστιν ἐπελάθετο· καὶ καλέσας τοὺς ἐπαοιδοὺc καὶ τοὺc μάγουc καὶ τοὺς σοφοὺς βαβυλῶνος, ἔλεγεν αὐτοῖς· ὅτι τὸ ἐνύπνιον ἀπέστη ἀπ’ ἐμοῦ. νῦν ἀναγγείλατέ μοι αὐτό, καὶ τὸ σύγκριμα αὐτοῦ τοῦ ἐνυπνίου. καὶ τῶν μάγων καὶ τῶν ἐπαοιδῶν λεγόντων ὅτι οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς ὃς δυνήσεται τὸ ῥῆμα τοῦ βασιλέως | |
10 | ἀναγγεῖλαι, ἀλλ’ ἢ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία ἐπὶ τῆc γῆc. ἐκέλευσε ναβουχοδονόσορ πάντας ἀπολέσθαι τοὺς ἐπαοιδούς, καὶ τοὺς μάγους, καὶ τοὺς σοφούς· καὶ γνοὺς τοῦτο τὸ πρᾶγμα τοῦ βασιλέως ὁ δανιήλ, ἠξίωσε δοθῆναι αὐτῷ τῶν τριῶν ἡμερῶν προθεσμίαν. καὶ λαβὼν παρὰ τοῦ βασιλέως, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ· ἐδεήθη τοῦ κυρίου, καὶ ἀπεκα‐ | |
15 | λύφθη αὐτῷ τὸ ἐνύπνιον ὃ εἶδεν ὁ βασιλεύς, καὶ τὸ σύγκριμα αὐτοῦ· ἦν δὲ τὸ ἐνύπνιον τοῦτο. εἰκών, ἧς ἡ πρόσοψιc ὑπερφερήc· ἡ ὅρασιc αὐτῆc φοβερά· ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ χεῖρεc καὶ τὸ στῆθοc καὶ οἱ βραχίονεc αὐτῆc ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ· αἱ κνῆμαι σιδηραῖ· οἱ πόδεc μέροc μέν τι σιδηροῦν, μέροc δέ τι ὀστράκινον· | |
20 | ἐθεώρει ἕωc ἐτμήθη λίθοc ἐξ ὄρουc ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺc πόδαc τοὺc σιδηροῦc καὶ ὀστρακίνουc· καὶ ἐλέπτυνεν αὐτοὺc εἰc τέλοc· τότε ἐλεπτύνθησαν εἰc ἅπαξ, τὸ ὄστρακον, ὁ σίδηροc, καὶ ὁ χαλκόc· ὁ ἄργυροc καὶ ὁ χρυσόc· καὶ ἐγένετο ὡσεὶ κονιορτόc, ἀπὸ ἅλωνοc θερινῆc· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθοc τοῦ πνεύματοc· καὶ τόποc οὐκ | |
25 | εὑρέθη αὐτοῖc· καὶ ὁ λίθοc ὁ πατάξαc τὴν εἰκόνα, ἐγεννήθη ὄροc μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν· τοῦτο οὖν τὸ ἐνύπνιον τοῦ βασιλέως· καὶ | |
ἑρμηνεύει δανιὴλ τὸ ἐνύπνιον· ἦν δὲ διάφορον εἰκόνα λέγων, διαφόρους βασιλειάς, καὶ τὸν λίθον βασιλείαν· ἥτιc εἰc τοὺc αἰῶναc οὐ διαφθα‐ ρήσεται. ἔστι δὲ αὕτη ἡ χριστοῦ βασιλεία λίθῳ παρεικασθεῖσα, διὰ τὸ | 54 | |
30 | προσκόψαι ἐν αὐτῇ τοὺς πατέρας ὑμῶν: | |
115 | ζακχαίος: Νῦν ἀκούω ὅτι ὁ χριστὸς ὑμῶν λίθῳ παρείκασται: ἀθανάσιος: Ἀεὶ τὰ ἀφανῆ καὶ ἀόρατα, διὰ παραβολῶν φανερῶν ἀναγινώσκονται· ἢ οὐκ ἤκουσας τοῦ θεοῦ διὰ τοῦ προφήτου λέγοντος· καὶ ἔσομαι ὡσεὶ πάνθηρ τῷ ἐφραὶμ καὶ ὡσεὶ πάρδαλιc τῷ οἴκῳ ἰούδα· | |
5 | καὶ ἐν ἄλλῳ· καὶ ἀπαντήσω αὐτοῖc ὡc ἄρκοc ἀπορουμένη· ἄρα ἄρκῳ καὶ τοῖς ἄλλοις ζώοις παραβαλλόμενον τὸ θεῖον ὑβρίζεται; | |
116 | ζακχαίος εἶπε: Μὴ γὰρ ἀληθῶς ἄρκος ἐγένετο ὁ θεός; διὰ τὸ φοβερὸν λέγει: ἀθανάσιος: Οὕτως διὰ τοὺς πολλοὺς προσκόψαι, κατ’ ἐπίνοιαν εἰς τὸν χριστόν, λίθος ἐκλήθη· ἄκουε δὲ καὶ ἄλλης προφητείας εἰς τὸν χριστὸν ἐκ | |
5 | τοῦ αὐτοῦ προφήτου· ἐθεώρουν φησὶ καὶ τέσσαρα θηρία μεγάλα· ἀνέβαινον ἐκ τῆc θαλάσσαc, διαφέροντα ἀλλήλων· τὸ πρῶτον ὡσεὶ λέαινα, ἔχουσα πτερὰ καὶ τὰ πτερὰ αὐτῆc ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕωc οὗ ἐξετείλοι τὰ πτερὰ αὐτῆc· καὶ ἐξήρθη ἀπὸ τῆc γῆc· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. καὶ ἰδοὺ θηρίον | |
10 | δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰc μέροc ἓν ἐστάθη· καὶ τρία πλευρὰ ἐν τῷ | |
στόματι αὐτῆc ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆc· καὶ οὕτωc ἔλεγον αὐτῇ· ἀνάστηθι καὶ φάγε σάρκαc πολλάc· ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδού, θηρίον ὡσεὶ πάρδαλιc· καὶ αὐτὴ πτερὰ τέσσαρα, πετεινοῦ ὑπεράνω αὐτῆc, καὶ τέσσαρεc κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῇ. ὀπίσω | 55 | |
15 | τούτου ἐθεώρουν, καὶ ἰδοὺ τέταρτον θηρίον φοβερὸν καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶc· [οἱ ὀδόντεc αὐτοῦ σιδηροῖ· ἐσθίων· λεπτύνων καὶ τὰ ἐπίλοιπα τοῖc ποσὶν αὐτοῦ συνεπάτει καὶ αὐτὸ ἰσχυρὸν περισσῶc] παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ δέκα κέρατα αὐτῷ· προενόουν τοῖc κέρασιν αὐτοῦ· καὶ ἰδοὺ κέραc ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν· | |
20 | καὶ τρία κέρατα αὐτοῦ τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡc ὁ ὀφθαλμὸc ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα· ἐθεώρουν ἕωc οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸc ἡμερῶν ἐκάθητο· καὶ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ θρὶξ τῆc κεφαλῆc αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνοc αὐτοῦ φλὸξ πυρόc· οἱ | |
25 | τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸc πυρὸc εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδεc ἐλειτούργουν αὐτῷ· καὶ μύριαι μυριάδεc παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν ἐν ὁράματι τῆc νυκτὸc καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡc υἱὸc ἀνθρώπου ἐρχόμενοc· καὶ ἕωc τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη | |
30 | αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμή, καὶ ἡ βασιλεία· καὶ πάντεc οἱ λαοί, φυλαί, γλῶσσαι, δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιοc, ἥτιc οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ, οὐ διαφθαρήσεται· ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ δανιήλ· καὶ ἡ ὅρασιc τῆc κεφαλῆc μου | |
ἐτάρασσέ με· καὶ προσῆλθον ἑνὶ τῶν εἱστηκότων· καὶ τὴν ἀκρίβειαν | 56 | |
35 | ἐζήτουν παρ’ αὐτοῦ μαθεῖν περὶ πάντων τούτων· καὶ εἶπέ μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν εὔλογον ἐγνώρισέ μοι· ταῦτα τὰ θηρία τὰ τέσσαρα, τέσσαρεc βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆc γῆc, αἳ ἀρθήσονται καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου· καὶ καθέξουσιν αὐτήν, ἕωc αἰῶνοc αἰώνων: | |
117 | ζακχαίος εἶπε: Καὶ τίνες εἰσὶν αἱ τέσσαρες βασιλεῖαι, καὶ τίνες οἱ ἅγιοι; ἀθανάσιος: Ὁ παλαιὸc ἡμερῶν τίς ἐστίν; εἰ οἶδας εἰπέ: ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὁ θεός· τίνι γὰρ ἄλλῳ χίλιαι χιλιάδεc | |
5 | λειτουργοῦσιν· καὶ μύριαι μυριάδεc παραστήκουσιν, εἰ μὴ τῷ θεῷ; | |
118 | ἀθανάσιος: Καλῶς εἶπας· καὶ ὁ ἐλθὼν μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὁμοίωμα ἔχων υἱοῦ ἀνθρώπου, τίς ἦν; ζακχαίος εἶπεν: Ὁ χριστός: | |
119 | ἀθανάσιος: Καὶ οἱ ἅγιοι δηλονότι οἱ τὴν βασιλείαν καθέξοντες, οἱ δυνάσται αὐτοῦ· καὶ οἱ τέσσαρες βασιλεῖς, οἱ τῶν τεσσάρων μερῶν τῆς οἰκουμένης βασιλεῖς, καὶ αὐτῶν τῶν ἁγίων εὐχόμενοι εἶναι δοῦλοι: | |
120 | ζακχαίος εἶπεν: Ἀλλ’ οὐ τὸν χριστὸν εἶπον ὃν σὺ λέγεις, ἀλλ’ ὃν ἡμεῖς προσδοκῶμεν: ἀθανάσιος: Καὶ πάλιν οὖν λέγω· ἐὰν ἔλθῃ ὃν σὺ προσδοκᾷς, εὑρήσει πάντα προληφθέντα παρὰ τοῦ ἀληθινοῦ· καὶ γὰρ καὶ τὰ ἔτη τῶν χρόνων | |
5 | συνέφθασε· καὶ παρ’ αὐτοῦ τοῦ προφήτου ἐδιδάχθημεν· καὶ τὰ ἔθνη ἐσώθησαν τῆς εἰδωλολατρείας λυθείσης· καὶ πάντα συνέφθασε τὰ προφητευθέντα: | 57 |
121 | ζακχαίος εἶπε: Ποῦ γέγραπται ὁ χρόνος; ἀθανάσιος: Αὐτὸς πάλιν ὁ δανιὴλ λέγει· καὶ ἔτι μου λαλοῦντοc καὶ προσευχομένου καὶ ἐξαγορεύοντοc τὰc ἁμαρτίαc τοῦ λαοῦ μου ἰσραήλ· καὶ ῥίπτοντοc τὸν ἔλεόν μου κατέναντι τοῦ θεοῦ περὶ τοῦ ὄρουc κυρίου τοῦ | |
5 | θεοῦ τοῦ ἁγίου· καὶ ἔτι μου λαλοῦντοc ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει τῇ πρώτῃ πετόμενοc, ἥψατό μου ὡσεὶ ὥρᾳ θυσίαc ἑσπερινῆc, καὶ συνέστησέ με· καὶ ἐλάλησε μετ’ ἐμοῦ καὶ εἶπεν: δανιήλ· νῦν ἐξῆλθον συνβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆc δεήσεώc σου ἐξῆλθεν ὁ λόγοc· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ | |
10 | ἐπιθυμιῶν εἶ σύ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματί σου, καὶ σύνεc ἐν τῇ ὀπτασίᾳ· ἑβδομάδεc ἑβδομήκοντα συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν· τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίαc, καὶ τοῦ ἀπολεῖψαι τὰc ἀδικίαc, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον | |
15 | ἁγίων· καὶ γνώσῃ καὶ συνήσειc ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι ἱερουσαλήμ· ἕωc χριστοῦ ἡγουμένου ἑβδομάδεc ἑπτά, καὶ ἑβδομάδεc ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχοc· καὶ ἐκκαινωθήσονται οἱ καιροί· καὶ μετὰ τὰc ἑβδομάδαc τὰc ἑξήκοντα δύο· ἐξολοθρευθήσεται χρῖσμα· καὶ κρῖμα οὐκ ἔστιν ἐν | |
20 | αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθείρει. ἤκουσας φανερῶς· | |
ὅτι ἕωc χριστοῦ ἡγουμένου, ἑβδομάδεc ἑπτὰ ἐτῶν, καὶ ἑβδομάδεc ἑξήκοντα δύο. ὅ ἐστιν ἑβδομάδες ἑξήκοντα ἐννέα· τοῦτ’ ἐστὶν ἔτη υπγ. 〈Lege igitur τὸν Chronographum et inuenies a Dario filio Arshauri usque Christum esse annos CCCCLXXXIII.〉 ἐν γὰρ τῷ πρώτῳ ἔτει δαρίου | 58 | |
25 | λέγει ἑωρακέναι τὴν ἀποκάλυψιν ὁ προφήτης· καὶ ὅτι συμφθάσαντος τοῦ θαυμαστοῦ, ἐξολοθρεύσεται χρῖσμα καὶ κρῖμα· τοῦτ’ ἔστι βασιλεὺς καὶ κριτής· οὐκέτι γὰρ παρ’ ὑμῖν οὔτε βασιλεύς, οὔτε κριτής· ἀλλὰ καὶ ἡ πόλις καὶ τὸ ἅγιον διεφθάρη. | |
122 | ζακχαίος εἶπεν: Ἐπηγγείλω μοι λέγειν τὴν αἰτίαν, δι’ ἣν τὴν ἐκ τῶν πατέρων περιτομὴν οὐ προσίεσθε: ἀθανάσιος: ὅτι ὁ θεὸς διαταξάμενος τοῖς πατράσιν τὴν περιτομὴν αὐτὸς εἶπεν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριοc· καὶ διαθήσομαι τῷ οἴκῳ | |
5 | ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖc πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου τῆc χειρὸc αὐτῶν, ἐξαγαγεῖν αὐτοὺc ἐκ γῆc αἰγυπτίου· διδοὺc νόμουc μου ἐπὶ καρδίαc αὐτῶν· οὐκέτι γὰρ ἐν τῇ ἀκροβυστίᾳ νόμος, ἵνα μὴ 〈ᾖ〉 ἡ δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ ἀλλ’ ἐν τῇ καρδίᾳ: | |
123 | ζακχαίος εἶπε: Καὶ ὁ θεὸς ὁ ἐντειλάμενος τοῖς πατράσιν ἡμῶν λέγων ὅτι πᾶν ἄρσεν ὃ ἐὰν οὐ περιτμηθῇ τῇ ὀγδόῃ ἡμέρᾳ, ἐξολοθρεύσεται ἐκ τοῦ λαοῦ· οὐκέτι βούλεται τὴν περιτομήν; ἀθανάσιος: Οἶδε τὸ σύμφερον· καὶ τότε μὲν ἀπῄτει τὴν σκιάν· νῦν | |
5 | δὲ τὴν ἀλήθειαν· καὶ γὰρ οὐ τοῦτο ἦν ὃ προηγουμένως ἀπῄτει· ὥστε περιτέμνεσθαι 〈carnem praeputii; sed uolens inde significare〉 τὴν ἀλήθειαν· ἀμέλει αἰτιᾷ αὐτοὺς λέγων· πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί. ὁ δὲ λαὸc οὗτοc, τῇ καρδίᾳ· ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομή, ἐντεῦθεν ἐστὶ 〈δῆλον, ὅτι Ἀβραὰμ ἀπερίτμητος εὐηρέστησε τῷ θεῷ πρῶ〉τον | 59 |
10 | γὰρ αὐτῷ ὤφθη· καὶ τότε αὐτῷ τὴν ἐντολὴν τῆς περιτομῆς δίδωσι· καὶ οἱ ἐν τῇ ἐρήμῳ δὲ γεννηθέντες ἐν τοῖς τεσσαράκοντα ἔτεσιν, ἀπερίτμητοι ἦσαν: | |
124 | ζακχαίος εἶπεν: Οὐκ ἔχεις δεῖξαι: ἀθανάσιος: Οἶδα ὅτι ὅτε ἔμελλεν εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τότε κατ’ ἐντολὴν τοῦ θεοῦ, λαβὼν ἰησοῦς ὁ τοῦ ναυῆ λίθους πετρίνους, καὶ ἐν αὐτοῖς τοῖς λίθοις, περιτέμνει τὸν λαόν: | |
5 | ζακχαίος: Εἰ τοίνυν οἶδας ὅτι μέλει τῷ θεῷ τῆς περιτομῆς χάριν, πῶς σὺ λέγεις, ἡ περιτομὴ οὐδέν ἐστιν; | |
125 | Ὅτι τοῦ θεοῦ ἐστι τὸ πρόσταγμα φανερόν, διὸ προσετάττετο· ἐπειδὴ γὰρ παραδοξάζειν ἠβούλετο μεταξὺ τῶν αἰγυπτίων, καὶ αὐτῶν τῶν υἱῶν ἰσραήλ, πρὸ τοῦ ἀπελθεῖν εἰς αἴγυπτον, δίδωσιν αὐτοῖς τὴν | |
περιτομήν· ἵνα φανερὸν ᾖ τὸ γένος πᾶσι τοῖς ἀνθρώποις· καὶ γενομένους | 60 | |
5 | πάλιν αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐκ ἀπῄτει τὴν περιτομήν· μόνοι γὰρ ἦσαν αὐτοί. καὶ οὐκ ἦν ὁ ἀναμιγνύμενος· ὅτε δὲ ἔμελλεν ἀναμίγνυσθαι ἑτέροις ἔθνεσιν, πάλιν βούλεται αὐτοὺς περιτέμνεσθαι· ἵνα φανερὸν ᾖ τὸ ἔθνος τοῖς οἰκείοις αὐτῶν. καὶ τότε λέγει τῷ ἰησοῦ λαβεῖν μαχαίρας πετρίνας καὶ περιτέμνειν αὐτούς· τοῦτο οὐκ ἀργῶς, ἀλλὰ συμβολικῶς· ἡ γὰρ | |
10 | πέτρα ἐστὶν ὁ χριστός· ἐν ᾧ περιτεμνώμεθα, οὐ τὴν σάρκα τῆς ἀκρο‐ βυστίας· εἰ δὲ μὴ συμβολικῶς ἐγίνετο ταῦτα, διὰ τί μὴ σιδήρῳ περιετέμ‐ νοντο, ἀλλὰ πέτραις; | |
126 | ζακχαίος εἶπεν: Ἵνα δειχθῇ τὰ μεγαλεῖα τοῦ θεοῦ· ὅτι καὶ πέτραις ἠδυνήθησαν περιτμηθῆναι: ἀθανάσιος: Ἔτι πλέον ἐδείκνυτο, εἰ λόγῳ ψιλῷ περιτμηθέντες ἦσαν | |
ἄνευ ὕλης τινός· ἵνα δὲ γνῷς ὅτι ἡ περιτομὴ οὐ δικαιοῖ· νῶε ἄνθρωπος | 61 | |
5 | δίκαιος καὶ θεοσεβὴς ἦν ἄνευ τῆς περιτομῆς, ἐνὼχ μετετέθη ὡς γέγραπται ἀπερίτμητος ὤν: | |
127 | ζακχαίος εἶπε: Πόθεν γάρ μοι ἔχεις δεῖξαι, ὅτι ἀπερίτμητοι ἦσαν; ἀθανάσιος: Ὅτι ἀπὸ τοῦ ἀβραὰμ ἤρξατο ἡ περιτομή· αὐτῷ γὰρ πρώτῳ ἐνετείλατο ὁ θεὸς περιτμηθῆναι, καὶ τῷ σπέρματι αὐτοῦ: | |
128 | ζακχαίος εἶπε: Πεῖσόν με διὰ τί τὰς θυσίας παραιτεῖσθε ποιεῖν; πρώτων τῶν ἁγίων θυσιασάντων τῷ θεῷ· ἢ καὶ τοῦτο ἔχεις εἰπεῖν ἀπὸ ἀβραὰμ τὴν ἀρχὴν εἰληφέναι; ὅπως τῆς γραφῆς λεγούσης ὅτι ἀπὸ ἀδὰμ ἔθυσαν, καὶ προσεδέχθησαν αὐτῶν αἱ θυσίαι ἀπὸ ζώων οὖσαι. | |
129 | ἀθανάσιος: Καὶ ἡμεῖς ἴσμεν, ὅτι πάντες οἱ ἅγιοι πρὸ τῆς χριστοῦ ἐπιδημίας ἔθυον· μετὰ δὲ τὸν χριστὸν πέπαυται θυσία ἡ διὰ ζώων ἀλόγων· ηὔξηται δὲ ἡ διὰ τοῦ πνεύματος· τοῦ θεοῦ διαρρήδην βοῶντος μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι· θῦσον τῷ θεῷ θυσίαc | |
5 | αἰνέσεωc: | 62 |