TLG 2035 033 :: ATHANASIUS :: Epistula ad Liberium [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Liberium [Sp.]

Source: Tetz, M. (ed.), “Zur Theologie des Markell von Ankyra III” [Zeitschrift für Kirchengeschichte 83] 1972: 152.

Citation: (Line)

1t[Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξαν‐
2tδρείας ἀντίγραφον ὃ ἔγραψε Λιβερίῳ ἀρχιεπισκόπῳ Ῥώμης, ὅτι
3tτέλειον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς Λόγος ὑπὲρ τῆς ἡμετέρας
4tσωτηρίας.]
5 Εἷς θεὸς ἀθάνατος, ἀόρατος, ἀψηλάφητος· „Πνεῦμα γὰρ ὁ θεόσ“, οὗτος ἀχώρητος μὴ ἔχων τόπον, ὅπου οὐκ ἔστιν. ὁ τούτου Λόγος ἀθάνατος, σοφία ἄφθαρτος, ἀόρατος, τούτου καλεῖται υἱὸς πρωτό‐ τοκος, συνεργός, ἄναρχος, ἀψηλάφητος, „μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτε τέλος ζωῆσ“ προσδοκῶν. „διὰ τούτου ἐγένετο τὰ πάντα καὶ χωρὶς
10αὐτοῦ ἐγένετο οὐδὲ ἕν“. οὗτος ὁ πλάσας τὸν ἄνθρωπον· οὗτος ὁ τὴν κιβωτὸν δείξας, πῶς ἵνα γένηται· οὗτος ὁ τὴν ἐπαγγελίαν δοὺς τῷ Ἀβραάμ· οὗτος ὁ καταβὰς ἐπὶ τῷ σῶσαι τὸν λαόν, ὁ Μωσεῖ τὸν νόμον δούς· οὗτος „ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“, „ὁ ἐν τοῖς προφήταις λαλήσασ“, ὁ διαθέμενος τὴν παλαιὰν
15καὶ τὴν καινὴν διαθήκην· ὁ „ἐπὶ ἐσχάτου τῶν ἡμερῶν“ σάρκα ἐκ παρθένου λαβὼν θνητὴν οὐκ αὐτὸς ὢν θνητός, ἀσθενῆ οὐκ αὐτὸς ἀσθενής, ὀφειλομένην θανάτῳ οὐκ αὐτὸς ὀφειλόμενος, ὁρατὴν οὐκ αὐτὸς ὁρατός· αὕτη ἐκρεμάσθη οὐκ αὐτός, αὕτη ἐτάφη οὐκ αὐτός, αὕτη πάντα τὰ ἀνθρώπινα πάθη ὡς ἄνθρωπος ὑπέμεινεν οὐκ αὐτός·
20ἐκεῖνος δὲ δύναμις θεοῦ, τουτέστι θεός. ὁ τὰ ἄλυτα τοῦ ἅδου λύσας καὶ τὸ κράτος τοῦ διαβόλου καταργήσας ἀνέβη ὅθεν καὶ κατέβη· ἐγείρας ἐκεῖνο τὸ ταφὲν προσήνεγκε τῷ πατρί, ἐλευθερώσας, οὗ ἐκράτει, τοῦ θανάτου. ἐν τούτῳ τὸν πατέρα νοοῦμεν—ἓν γὰρ καὶ ταὐτὸ τῇ θεότητι, τῇ δυνάμει, τῇ οὐσίᾳ, τῇ ὑποστάσει, τῇ
25δόξῃ, τῷ ὀνόματι τοῦ θεοῦ—καὶ αὐτὸν τὸν υἱὸν ἐν τῷ πατρί. οὗτος ὁ μετὰ τὸ λαβεῖν τὴν σάρκα Ἰησοῦς κληθείς, καθότι καὶ ἄνθρωπος, τουτέστιν ἀνέλαβεν ἄνθρωπον ἐν ἑαυτῷ, „ἐν ᾧ πᾶν τὸ πλήρωμα τῆς θεότητος οἰκεῖ σωματικῶσ“. τοῦτον ἔχομεν οὐ διακεχωρισ‐ μένον ἀπὸ τοῦ πατρὸς ἢ τοῦ ἁγίου πνεύματος οὐδὲ τὸν πατέρα
30λέγοντες καταβεβηκέναι καὶ ἐν ἀνθρώπῳ γενέσθαι. οὕτως εἷς θεὸς παντοκράτωρ παρ’ ἡμῖν πιστεύεται. καὶ διὰ τοῦτο ἡ πίστις ἡμῶν ἐστὶν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ εἰς τὸ ἅγιον πνεῦμα· ταῦτα δὲ ἐξ ἑνότητος μιᾶς θεότητος, μιᾶς δυνάμεως,
35μιᾶς ὑποστάσεως, μιᾶς οὐσίας, μιᾶς δοξολογίας, μιᾶς κυριότητος, μιᾶς βασιλείας, μιᾶς εἰκόνος τῆς τριάδος ὁμοούσιον, „δι’ οὗ τὰ πάντα ἐγένετο“. οὕτως καὶ σαρκὸς ἀνάστασιν πιστεύομεν τουτέστιν „τοῦ σώματος ἡμῶν“ κατὰ τὰς ἁγίας γραφάς, τοῦ φθαρτοῦ καὶ θνητοῦ αὐτοῦ μεταβαλλομένου εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ὑπὸ τοῦ θεοῦ.
40ἀμήν.152