TLG 2035 032 :: ATHANASIUS :: Commentarius de templo Athenarum (cod. Bodleianus Roe 5) [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Commentarius de templo Athenarum (cod. Bodleianus Roe 5) [Sp.]

Source: von Premerstein, A. (ed.), “Ein pseudo–athanasianischer Traktat mit apokryphen Philosophensprüchen im Codex Bodleianus Roe 5” [Εἰς μνήμην Σπυρίδωνος Λάμπρου] Athens: Hestia, 1935: 183–186.

Cf. et 2035 030

Citation: Folio — (line)

149v

Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφρονεστέρους τῶν Ἑλλήνων ἐπιφέρω‐ μεν εἰς θεογνωσίαν ὑποδείγματα. Πρὸς δὲ τοὺς παρ’ αὐτοῖς σοφοὺς ἐκ φιλοσό‐ φων ἀρχαίων καὶ δυνατῶν μαρτυρίας πολλὰς περὶ θεοσεβείας τινὲς Ἑλλήνων σοφοὶ εἶπον καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γὰρ πρὸ πολλῶν

150r

χρόνων τῆς Χριστοῦ ἐπιδημίας σοφός τις ὀνόματι Ἀπόλλων θέοθεν, ὡς οἶμαι, κινηθεὶς ἔκτισε τὸν ἐν Ἀθήναις ναόν, γράψας ἐν αὐτῷ βωμῷ Ἀγνώστῳ Θεῷ. ἐν τούτῳ τοίνυν συνήχθησαν οἱ πρῶτοι τῶν Ἑλλήνων φιλόσοφοι ἐρωτήσον‐ τες αὐτὸν περὶ τοῦ ναοῦ· ὧν καὶ τὰ ὀνόματά εἰσιν αὐτά· Τιτᾶν, Βίας, Σόλων,
5Χίλων, Θουκυδίδης, Μένανδρος καὶ Πλάτων.

151v

συναχθέντες δὲ οἱ σοφοὶ εἶπον τῷ Ἀπόλλωνι· προφήτευσον ἡμᾶς (sic) λέξας, ὦ Ἄπολλον, τίνος μετὰ σὲ ὁ δόμος οὗτος ἔσται; Ἀπόλλων ἀποκρινά‐
μενος τούτοις ἔφη· Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε ποιεῖν, ποιεῖτε, ἐγὼ δὲ ἐφετμεύω τρεῖς ἕνα μοῦνον ὑψιμέδοντα θεόν, οὗ λόγος ἄφ〈θεγκτοσ〉, ἐν ἀδαεῖ183
5κόρῃ ἔγκυμος γενόμενος, ἐν ἅπαντι κόσμῳ

152r

ὥσπερ πυρφόρον τόξον δια‐ δραμὼν ἁλιεύσει τοὺς ἀνθρώπους ὥσπερ ἰχθύας βυθοῦ ἐκ τῆς ἀπιστίας, οὓς καὶ ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τοὔνομα αὐτῆς. καὶ ταῦτα προφητεύ‐ σας Ἀπόλλων εἶπε.

152v

Τιτᾶν οὕτως· εἶπε· Ἥξει ἀνίσχουσα ἐν ἡμῖν κόρη ἡ ἄναν‐ δρος, ἡ μέλλουσα τὸν οὐράνιον τοῦ θεοῦ καὶ πατρὸς παῖδα φύειν. Ὁ Βίας εἶπεν· Οὐκ ἐφικτὸν μὲν ταῦτα πρὸς ἀνοήτους εἰπεῖν, πλὴν τῷ νοῒ ἀκούσατε, ὅτι οὗτός ἐστιν ὁ ἀπ’ οὐρανοῦ μεγάλως βεβηκώς, φλογὸς ἀθάνατον
5ἀένναον ὑποβαλὼν πῦρ, ὃν τρέμει οὐρανὸς γαῖά τε καὶ θάλασσα καὶ τάρταρος βύ‐ θιος δαίμουσιν (sic), αὐτοπάτωρ, τρισόλβιος.

153r

Τῆς σοφωτάτης Σιβύλλης. Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην ἐλάσειε θεὸς γῆν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτοις θεότητος ὅροις ἀνιάτων παθῶν λύσει φθοράς.

153v

καὶ τούτῳ φθόνος λαοῦ γενήσεται καὶ πρὸς ὕψος κρεμασθήσεται ὡς θανάτου κατάδικος καὶ πάντα πραέως πείσεται. Σόλων εἶπε· Γόνος ἐκ γόνου κατελθὼν τοῦ γεννήτορος γόνιμον ὕδωρ ἐποίησε τὸ τῆς γῆς.

154r

Χείλων ἔφη· Ἀκάματος φύσις θεοῦ γενήσεται· ἐξ αὐτοῦ δὲ ὁ αὐτὸς οὐσία καὶ λόγος. Θουκυδίδης ὁ ῥήτωρ εἶπε· Θεὸν σέβου καὶ μάνθανε, καὶ μὴ ζήτει, ὁποῖός ἐστιν· ὡς ὄντα τοῦτον καὶ σέβου καὶ γνῶθι· εὐσεβὴς γὰρ τὸν νοῦν

154v

ὁ θέλων μανθάνειν θεόν. καὶ ταῦτα μὲν ὁ Θουκυδίδης εἶπε. Ὁ Μένανδρος ἔφη· Ὁ παλαιὸς νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ γόνος καὶ ὁ γόνος πατήρ· ἓν τρία· ἄσαρκον σαρκικόν. γῆ τέτοκε τὸν οὐράνιον βασιλέα.184

155r

Πλάτων εἶπε· Ἐπειδὴ ὁ θεὸς ἀγαθός ἐστι, οὐ πάντων ἦν αἴτιος, ὡς οἱ πολλοὶ νομίζουσιν, πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο φαμὲν ἢ αἴτιον μόνον εἶναι 〈τῶν ἀγαθῶν〉, κακῶν δὲ οὐκέτι. Βλέπε οὖν ὁ ἀναγινώσκων καὶ ὁ ἀκροώμενος, ὅτι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ
5καλῶς τινες ἐξ αὐτῶν προεφήτευσαν καὶ τὸν προάναρχον Θεὸν καὶ τὸν συνάναρχον Υἱὸν καὶ τὸ ὁμοούσιον καὶ σύνθρονον αὐτοῦ Πνεῦμα ἐκήρυξαν καὶ τὴν

155v

παναγίαν Παρθένον ὠνόμασαν καὶ αὐτὰ τὰ τίμια τοῦ Χριστοῦ πάθη τὰ ἐν σταυρῷ γεγονότα προεῖπον. Ἕτεροι χρησμοὶ τοῦ Ἑρμοῦ τοῦ Ἕλληνος περὶ θεότητος· Ἀκοιμήτου πυρὸς ὄμμα, γρήγορε, δρόμον αἰθέρος ζωογονῶν, ἡλίου θέρμην κρατύνων, λαίλαπι
5μεθιστῶν νέφη, τοὔνομα μὴ χωροῦν ἐν κόσμῳ, ἄφθιτον, ἀένναον, παντεπίσκοπον, ἐπίφοβον ὄνομα.

156r

Ἕτερος χρησμὸς Ἀπόλλωνος ἐν Δελφοῖς, ἐν ᾧ καὶ ἐρώτησίς τις βασιλέως Ἰάσωνος, ὅτε ἐκτίζετο ὁ ναὸς τοῦ Ἀπόλλωνος εἰς τὸ Πύθιον εἰς τὸ Ἄργος Εἷς με βιάζεται οὐράνιος φώς· καὶ ὁ παθὼν θεός ἐστιν καὶ οὐ θεότης ἔπαθεν· ἄμφω γὰρ βροτὸς ὁμῶς καὶ ἄβροτος, ὁ αὐτὸς θεὸς ἢ καὶ ἀνήρ,
5πάντα φέρων παρὰ πατρός, ἔχων δὲ τῆς μητρὸς ἅπαντα, πατρὸς δὲ ζώων ἀλκήν, μητρὸς δὲ θνητῆς σταυρόν, τάφον, ὕβριν ἀλίτην· τοῦ καὶ ἀπὸ

156v

βλεφά‐ ρων ποτὲ χεύατο δάκρυα θερμά. ὃς πέντε χιλιάδας ἐκ πέντε πυρῶν κορέσατο, θελητὴν ἄβροτος ἀλκήν. Χριστὸς ὁμῶς θεός ἐστιν, ἐν ξύλῳ τανύσθη, ὃς θάνεν, ὃς ἐτάφη, εἰς πόλον ὦρτο.
185

157v

Βίβλος αὕτη τετέλεσθαι.186