TLG 2035 031 :: ATHANASIUS :: Sermo major (collatio cod. Laurentiani gr. 4.23) [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo major (collatio cod. Laurentiani gr. 4.23) [Sp.]

Source: Nordberg, H. (ed.), Athanasiana I [Commentationes humanarum litterarum 30.2] Helsinki: Centraltryckeriet, 1962: 57–71.

Citation: Fragment — (line)

5

(2)

δημουργὸς] δημιουργὸς; αὐτῷ] ἑαυτῷ*

6

(2)

ἵνεκεν] ἕνεκεν

7

(3)

προσαγαγὼν] προσάγων*;
6τῇ] + περὶ*;
11/12πολλῆς τιμῆς] ~*;
12ἀξιοῦται] καταξιοῦται*;
καταστρέφει] στκτρέφει G; ἢ] οὔτε*;
15εἰς] ἐπὶ*

8

(3)

ἄλλα] τὰ ὅλα*;
5συνεῖχε] συνεῖχ G57

9

(3)

ἐνοικοῦντα] ἐνοικήσαντα*

11

(= Fragm. 87, 18—21)

12

(= Fragm. 88, 5—10) σώματος] + ἅπαξ*

13

(3)

ἐπ’ αὐτὴν] ἐπὶ ταύτην*;
διὰ] + τῆς*

14

(2)

ἔσω] ἔξω*

18

Τοῦ αὐτοῦ περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννή‐ σεως. ἐκ τῆς ἀπολογίας τῆς Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ
5Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ τὸ δεδημιουργῆσθαι καὶ τὸ γεγενῆ‐ σθαι καὶ τὸ πεποιῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμότ‐ τουσιν αἱ τοιαῦται λέξεις.

22

(2)

παντὸς] + κόσμου*;
ἐκτίσθη] ἐκτίσθησαν*; ὑπὸ] ἐκ*;
5
δι’ δ] διό G

26

(8)

ἑστῶτα] + τῆς δυνάμεως*

27

(In marg)

σαφὴς ἔλεγχος ταῦτα τοῦ θεοκτόνου. ση(μαίνει);
6ἀρχόμενος] ἐρχόμενος G1, ἀρχόμενος G2.

28

(4)

ἀρχόμενος] ἐρχόμενος G.58

30

Τοῦ αὐτοῦ περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων ἐλάμβανε τὸ πνεῦμα. αὐτὸς γὰρ τοῦτο ἄνωθεν ἔπεμπεν ὡς θεὸς καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο ὡς ἄνθρωπος.
5ἐξ αὐτοῦ εἰς αὐτὸν κατῄει ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ.

31

Τοῦ αὐτοῦ περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων. Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος τὸν διάβολον·
5τῇ ἑαυτοῦ δυνάμει νικήσας ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ.

32

(12)

συνεργοὺς αὐτοῦ] συνεργούσας αὐτῷ*;
14αὐτὰς] ἑαυτὰς*

33

(6)

σάρκα] σωτῆρα*

35

Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ ὅταν λέγῃ ὁ Πέτρος· «ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι «κύριον
5αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός,» ἀλλὰ περὶ τῆς ἀνθρωπότητος.

36

Καὶ μετ’ ὀλίγα. Ὁ γὰρ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ἀεὶ ἦν κύριος καὶ θεὸς καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη κύριος καὶ θεός, ἀλλ’, ὡς προεῖπον, τὴν ἀν‐
θρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ κύριον καὶ χριστόν.59

45

(3)

υἱός] Ἰησοῦς*

50

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς. Ἃ γὰρ διὰ τοῦ σώματος ὑπέμενεν ὁ Χριστός, ταῦτα ὡς θεὸς ἐμεγάλυνε· καὶ ἐπείνα μὲν σαρκί, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. καὶ εἰ σκανδαλί‐
5ζεταί τι ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω ἐφ’ οἷς ὡς θεὸς ἐργάζεται. πυνθά‐ νεται γὰρ ἀνθρωπίνως ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς, ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος ἀρνήσηται. τέλεον καὶ τὴν δι’ ἡμᾶς ἐπιδημίαν αὐτοῦ. καὶ γὰρ
10ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγένηται οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τούτου, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. ἀκόλουθον δὲ πάλιν ἦν σωματικῶς αὐτὸν ἐλθόντα μὴ κρύψαι τὰ τῆς θεότητος, ἵνα μὴ ὁ Σαμοσατεὺς πρόφασιν εὕρῃ.

51

Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ Διονυσίου ἀπολογίας. Τὰ δὲ περὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος εἰρημένα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα αὐτοῦ γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ
5〈καὶ ὁ περὶ τῆς θεότητοσ〉 ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς σαρκός, ἀλλ’ ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ’ ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπός ἐστιν ὁ κύριος δείκνυσιν ὅτι τὸ μὲν κλαίειν τοῦ ἀνθρώπου ἐστίν, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς.
10θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ’
αὐτοῦ τοῦ λόγου.60

52

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴρηκεν ὁ σωτήρ· «ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός.» ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» καὶ ὥσπερ ἐστὶ τὰ
5κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως ἡμεῖς ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σω‐ τηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυριακὸν σῶμα.

53

Ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἀνάγκη γὰρ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομέ‐ νου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδόντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν
5δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι’ ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ.

59

(3)

ἠναίνετο] ἱμείρετο G

63

(17)

λόγον] λόγου G;
22ἀρχερέα] ἀρχιερέα G

67

(14)

δύξαν] δόξαν G61

78

(9/10)

Σαλομὼν] Σολομὼν G

79

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγ‐ γελικόν. Ἀποστολικὸς κηρύττει λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν
5ἐξαγοράσῃ καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. πάσχων μὲν αὐτὸς ἐβλάπτετο μὲν οὐδὲν ἐχαρίζετο δὲ μᾶλλον καὶ ἀποθνῄσκων οὐκ ἔμενε νεκρός, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζῳοποίει. καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο καὶ αὐτὸς ἔμενεν ἀπαθής.
10Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. δύο πραγμάτων ἐν ταὐτῷ γέγονε σύνοδος. πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. θνητὸν γὰρ ἀθανάτῳ συμπέπλεκτο καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον. ἀπαθὲς γὰρ ἦν, ἀλλ’ ἔμεινε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ
15θανάτου ἐπικρατείᾳ. τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχά‐ νει. διὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον λόγον καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. ὁ δὲ λόγος ἄφθαρτος ὢν ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ. τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.

82

Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες. Καὶ ὥσπερ μεγάλου βασιλέως, εἰσελθόντος εἴς τινα πόλιν μεγάλην, καὶ οἰκήσαντος 〈εἰς μίαν〉 τῶν ἐν αὐτῇ οἰκιῶν παντῶς ἡ τοιαύτη πόλις τιμῆς
5πολλῆς καταξιοῦται, καὶ οὐκέτι 〈τισ〉 ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸ εἰς μίαν αὐτῆς οἰκίαν οἰκῆσαι τὸν βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ πάντων σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται
10καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ’ αὐτῶν ἰσχύουσα.62

83

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῷ σώματι ὁ τοῦ θεοῦ λόγος. οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον,
5λόγος ὤν. οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός. καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὢν ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ’ οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ 〈εἰς πάντα〉 ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ ἕκαστον καὶ πάντα ὁμοίως ζῳοποιῶν, περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος, ἀλλ’ ἐν μόνῳ
10τῷ ἑαυτοῦ πατρὶ ὅλος ὢν κατὰ πάντα, οὕτω καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζῳοποιῶν, εἰκότως ἐζῳοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο καὶ ἔξω τῶν ὅλων ἦν. καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος οὐκ ἀφανὴς ἦν.

84

Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκεν ὅτι τὸ μὲν σῶμα ὡς σῶμα ἐτίκτετο καὶ καταλ‐ λήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι θεὸς λόγος τὰ
5πάντα διακοσμῶν καὶ δι’ ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ θεὸν λόγον ἐγνώριζεν.

85

Ἐκ τοῦ αὐτοῦ λόγου. Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη 〈λοιπὸν〉 καὶ ὑπὲρ πάντων 〈τὴν〉 θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους
5καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ. δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν
οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον. 〈εἰ〉 καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ἦν κατ’ ἀκολουθίαν τῶν ἡμετέρων63
10καὶ ἀπέθνησκε. τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει. οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγου ἐκτὸς ἐγίνετο φθορᾶς. καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παρα‐ δόξως, ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ ἀνθρώπῳ ἐπληροῦτο καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο· θανάτου
15γὰρ ἦν χρεία καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν. ἀθάνατος γὰρ ἦν ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυ‐ νάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ.

86

(14/15)

in the margin in a late hand: ὅρα τό· οὐ δώσ(εις) τ(ὸν) ὅσι(όν);
14/15σου ἰδ(εῖν) διαφθορ(άν);
16ὥσπερ εἶπον] ὡς προεῖπον*

87

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἠδύνατο μὲν γὰρ καὶ παρ’ αὐτὰ τοῦ θανάτου διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν. ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ σωτὴρ 〈οὐ〉 πεποίηκεν. εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυ‐
5κέναι, εἰ παρ’ αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας. τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον. ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι τοῦτο τριταῖον
10ἀνέστησεν. ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμείνῃ καὶ φθαρὲν τέλεον ὕστερον ἀνα‐ στήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ’ ἕτερον σῶμα φέρων. ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων. διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν. ἀλλ’ ἔτι τῶν
15ἀκοῶν ἔναυλον ἐχόντων τὸν λόγον καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχο‐ μένων καὶ τῆς διανοίας αὐτῶν ἀπηρτημένης καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τὸν τόπον ὄντων τῶν θανατωσάντων καὶ μαρτύρων τοῦ θανάτου τοῦ
κυριακοῦ σώματος. αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἀνεδείχθη64
20πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα ἀλλ’ ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ σωτῆρος.

88

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδειξε τί ἔδει
5ποιεῖν τὸν κύριον περὶ τούτου ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος 〈ἐν〉 αὐτῷ τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ ναόν. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε
10μὲν ὡς θνητόν. ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωὴν καὶ τῆς ἀναστάσεώς ἐστι γνώρισμα τὰ ἔργα.

89

Ἐκ τοῦ αὐτοῦ λόγου. Διὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ. μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ, ἀλλ’ ὡς ἐνδυσάμενος τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ
5γὰρ ἐνδυσάμενος φθορὰν οὐκ 〈ἂν〉 ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν. καὶ πάλιν θάνατος καθ’ ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι. διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. πῶς γὰρ
ὁ κύριος ἂν ὅλως ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε.65

90

Ἐκ τοῦ αὐτοῦ λόγου. Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ’ οὗ ὁ τοῦ θεοῦ λόγος κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο καὶ ὃ ἀνέλαβε σῶμα τετήρηκεν ἄφθαρτον,
5ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν.

91

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή· ἐντυχὼν τοῖς νῦν γραφεῖσιν. Πυνθάνεται ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται, —ἄνθρωπος γὰρ ἦν— ἐγείρει δὲ τοῦτον θεϊκῶς—ἦν γὰρ καὶ θεός. ὅθεν μὴ γελάτω τις λέγων
5παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος, ἀρνήσηται τέλεον καὶ τὴν δι’ ἡμᾶς οἰκονομίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγέννηται, οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τοῦ σώματος, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου
10κρατήσῃ.

92

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή· ἐν ἡμέρᾳ σαββάτου συνήθη〈μεν οὐ〉 νοσοῦντες Ἰουδαισμόν. Ἐπετίμων φησὶν τῷ σωτῆρι λέγοντες· «ἴδε τί ποιοῦσιν οἱ μαθηταί σου ὃ
5οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ» ὁ δὲ σωτὴρ πρὸς αὐτούς· οὐδὲ τοῦτο ἀνέγνωτε μελετᾶν ἐπαγγέλλεσθε· τὴν δὲ γνῶσιν οὐκ ἔχετε οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαυίδ· ὁ ἐκ Δαυὶδ μνημονεύει τοῦ Δαυίδ· ὁ ἐκ Δαυὶδ κατὰ σάρκα, πρὸ δὲ Δαυὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ Δαυὶδ υἱός, κατὰ δὲ πνεῦμα τοῦ Δαυὶδ δεσπότης. ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας,
10ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν
τὸ γένος ὡς ποίμνιον συνάγουσα.66

93

G in the margin at the beginning: σημ(αίνει), at the end: σημ(αίνει)

94

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή· περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ συγγί‐ νωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν.
5Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν τοῦτο εἰπεῖν οὐκ ὀκνητέον. τὸ διψῆν, τὸ κοπιᾷν, τὸ κοιμᾶσθαι, 〈τὸ ῥαπίζεσθαι〉, τὸ ἐσθίειν, ἀνθρώπου ἐστὶν ἴδια· τὰ δὲ ἔργα ἃ ἐποίει ὁ κύριος οὐκέτι ἀνθρώπου ἀλλὰ θεοῦ ἦν αὐτὰ ποιεῖν.

95

Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἐὰν οὖν θεωρῆτε», φησίν. «τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή» καὶ ἐνταῦθα γὰρ
5ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα. καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα διέστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ ἀλλὰ καὶ πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως
10ἐμνημόνευσε τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελκύσῃ καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνωθεν οὐράνιον καὶ πνευματικὴν τροφὴν παρ’ αὐτοῦ διδομένην μάθωσιν. «ἃ γὰρ λελάληκα», φησίν, «ὑμῖν πνεῦμά ἐστι καὶ ζωή.» ἴσον τῷ εἰπεῖν· τὸ μὲν δεικνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ,
15ἀλλ’ αὐτὴ ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ’ ἐμοῦ πνευματικῶς δοθήσεται τροφή, ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι πᾶσι φυλακτήριον
εἰς ἀνάστασιν ζωῆς αἰωνίου.67

96

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή· ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς. Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο πιστεύων τῷ διὰ
5τοῦ λόγου λαλοῦντι αὐτῷ θεῷ. ὁ δὲ λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ’ αὐτοῦ.

97

Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·» δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀνέλαβεν ὁ κύριος.

98

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ ἡ πρώτη 〈ἡ〉 διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο καὶ ἀντὶ τοῦ παρα‐ δείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον ἠκούσαμέν τε· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος βουλήσει τοῦ πατρὸς
5ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζῳοποιήσῃ καὶ «ἐνκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,» ὡς εἴρηκεν ὁ ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.»

99

Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δ’ λόγον, οὐ ἡ ἀρχή· οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες. Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι ‘θεὸς ὤν, ἴδιον ἔσχε σῶμα καὶ τούτῳ χρώμενος ὀργάνῳ,
5γέγονεν ἄνθρωποσ‘, καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης ‘αὐτοῦ‘ λέγεται,
ἐπειδὴ ἐν αὐτῇ, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ πάσχειν, τὸ κοπιᾷν καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ λόγου ἴδια ἔργα, οἷά ἐστι τὸ ἐγείρειν νεκροὺς καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν καὶ τὴν αἱμορ‐ ροοῦσαν ἰᾶσθαι αὐτόν, διὰ τοῦ ἰδίου σώματος αὐτοῦ ἐποίει. καὶ ὁ μὲν68
10λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας ὡς ἰδίας. αὐτοῦ γὰρ ἦν 〈ἡ〉 σὰρξ καὶ ἡ σὰρξ δὲ ὑπουργεῖ τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγίνετο. θεοῦ γὰρ ἦν σῶμα.

100

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ λόγου φύσεως καὶ τὰς διὰ τὴν σάρκα λεγομέ‐ νας ἀσθενείας γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου. ἀξιόπιστος γὰρ οὗτος γένοιτ’ ἂν μάρτυς περὶ τοῦ σωτῆρος. γράφει
5τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν καὶ διψᾷν καὶ κάμνειν καὶ μὴ εἰδέναι καὶ καθεύδειν καὶ κλαίειν καὶ αἰτεῖν καὶ φεύγειν καὶ γεννᾶσθαι καὶ παραι‐ τεῖσθαι τὸ ποτήριον καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκός, λεχθείη ἂν ἀκολούθως ἐφ’ ἑκάστου ‘Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν
10σαρκί.‘ καὶ μὴ εἰδέναι λέγοντος καὶ ῥαπιζομένου καὶ κάμνοντος ‘ὑπὲρ ἡμῶν σαρκί‘. καὶ ὑψουμένου πάλιν καὶ γεννωμένου καὶ αὐξάνοντος καὶ φοβουμένου καὶ κρυπτομένου ‘σαρκὶ‘ καὶ λέγοντος· «εἰ δυνατὸν παρελθάτω 〈ἀπ’ ἐμοῦ〉 τὸ ποτήριον» καὶ τυπτομένου καὶ λαμβάνοντος ‘ὑπὲρ ἡμῶν σαρκί‘. ‘καὶ ὅλως πάντα τὰ τοιαῦτα ‘ὑπὲρ ἡμῶν σαρκί‘.‘ καὶ γὰρ καὶ
15αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτο εἴρηκε ‘Χριστοῦ οὖν παθόντοσ‘ οὐ θεότητι ἀλλ’ ‘ὑπὲρ ἡμῶν σαρκί‘, ἵνα μὴ αὐτοῦ τοῦ λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι’ ἣν ἐνεδύσατο σάρκα λέγεται
20περὶ αὐτοῦ ταῦτα, ‘ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα,‘ τοῦ δὲ σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν ὡς ἔστι διαμένει μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων
αὐτά.69

101

Ἐκ τοῦ αὐτοῦ λόγου. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵν’ ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ
5πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθησόμεθα. ἐὰν δέ τις θεϊκῶς τὰ παρ’ αὐτοῦ μόνου γινόμενα βλέπων ἀρνήσηται τὸ σῶμα ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων ἀρνήσηται τὴν τοῦ
10λόγου ἔνσαρκον παρουσίαν ἢ καὶ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ τοῦ λόγου φρονήσῃ, ὁ τοιοῦτος ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, ‘σκάνδαλον‘ νομίσει τὸν σταυρὸν ὡς δὲ Ἕλληνων ‘μωρίαν‘ ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. τὰ γὰρ ἀν‐ θρώπινα βλέποντες τοῦ σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. οὐκοῦν
15ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν καὶ λοιπὸν καὶ Μανιχαίους ἑαυτοὺς συγκα‐ ταριθμεῖν.

102

Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ καὶ ἐκτείναντος χεῖρας καὶ φωνήσαντος Λάζαρον οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένετο ἀλλὰ θεοῦ. οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ
5σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες καὶ ὡς ἀλλότρια τὰ τοῦ θεοῦ τυγχάνοντα μὴ τῇ θεότητι τοῦ λόγου ταῦτα
λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι.70

103

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκούοντες δὲ τὸ ‘ἔκλαυσε‘ καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχειν τὴν ἀφορμὴν εὔλογον, ὅτι τὸ μὲν ὡς περὶ θεοῦ γέγραπται, τὸ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται.
5οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν γένοιτο, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν. θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. διὸ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, 〈αὐτοῦ〉 λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. εἴ τε τοίνυν ἔκλαυσε καὶ ἐταράχθη, οὐκ ἦν ὁ λόγος, ᾗ λόγος
10ἐστίν, ὁ κλαίων καὶ ταραττόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο. εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος καὶ τὸ λέγει «ἵνα τί με
ἐγκατέλιπες»;71