TLG 2035 029 :: ATHANASIUS :: De virginitate [Sp.] ATHANASIUS Theol. De virginitate [Sp.] Citation: Section — (line) | ||
t | ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ ΗΤΟΙ ΠΕΡΙ ΑΣΚΗΣΕΩΣ. Ἀρχὴ λόγου σωτηρίας πρὸς τὴν παρθένον. | |
1 | Πρῶτον πάντων πίστευσον εἰς ἕνα θεὸν πατέρα παντο‐ κράτορα, ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν, τὸν ὄντα ἐκ τῆς οὐσίας τοῦ πα‐ τρός, κατὰ πάντα ἰσοδύναμον τῷ πατρί, τὸν πρὸ αἰώνων | |
5 | ὄντα· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν πατρὶ καὶ υἱῷ ὄν, παρὰ τοῦ πατρὸς ἀποστελλόμενον, καὶ διὰ τοῦ υἱοῦ διδόμενον, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μία θεό‐ της, μία δύναμις, ἓν βάπτισμα. αὐτὸς γὰρ ὁ θεὸς ἡμῶν ὁ πατὴρ τῶν ὅλων ἐν ἓξ ἡμέραις ἐποίησε τὸν οὐρανὸν καὶ τὴν | |
---|---|---|
10 | γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. αὐτὸς γὰρ διεκόσμησε τὸν οὐρανὸν ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις παγ‐ κάλοις. καὶ τὴν γῆν εὐπρεπῶς ἐθεμελίωσεν ἐπάνω τῶν ὑδάτων, διακοσμήσας αὐτὴν ἐν φυτοῖς καὶ ξύλοις παντοδαποῖς· καὶ τῇ κελεύσει αὐτοῦ ἐκπορεύονται ποταμοὶ μελίῤῥυτοι καὶ πηγαὶ | |
15 | ἀέναοι. καὶ προσέταξε τῇ γῇ καὶ ἐπήγαγε σάρκα καὶ ἐποίησε πάντα τὰ θηρία τῆς γῆς κατὰ γένος καὶ τὰ πετεινὰ τοῦ | |
οὐρανοῦ κατὰ γένος. ἐκέλευσε τοῖς ὕδασι, καὶ ἐξήγαγεν ἰχθύας καὶ ἐποίησε τὰ κήτη τὰ μεγάλα. ὕστερον δὲ πάντων ἐποίησε τὸν ἄνθρωπον καὶ πάντα παρέδωκεν αὐτῷ εἰς ὑπηρεσίαν. | 35 | |
20 | εἶπεν γὰρ κύριος ὁ Θεὸς τῷ υἱῷ αὐτοῦ· «ποιήσωμεν ἄν‐ θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἔπλασε κύριος ὁ Θεὸς τὸν ἄνθρωπον λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἔβαλε δὲ κύριος ὁ Θεὸς ἐπὶ τὸν Ἀδὰμ ἔκστασιν, καὶ ὕπ‐ | |
25 | νωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλή‐ ρωσε σάρκα ἀντ’ αὐτῆς, καὶ ᾠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδὰμ καὶ εἶπεν Ἀδάμ· αὕτη νῦν σὰρξ ἐκ τῆς σαρκός μου, καὶ ὀστοῦν ἐκ τῶν ὀστέων μου, αὕτη κληθήσεται γυνή, | |
30 | ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἀντὶ τούτου κατα‐ λείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» | |
2 | Ἄκουε, δούλη τοῦ Χριστοῦ καὶ πάντες, ὅσοι θέλουσι σωθῆναι, καὶ ἐνωτίζου τὰ ῥήματά μου· καὶ καταδεξάσθω τὰ ὦτά σου θεοπνεύστους λόγους. «τὸ μυστήριον γὰρ τοῦτο, φησί, μέγα ἐστί» καθὼς εἶπεν ὁ μακάριος Παῦλος, ὅτι πᾶς ὁ | |
5 | κολλώμενος τῇ γυναικὶ ἓν σῶμά εἰσιν ἀμφότεροι. οὕτως πάλιν πᾶς ἀνὴρ ἢ γυνὴ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. εἰ γὰρ οἱ τῷ κόσμῳ συναπτόμενοι καταλιμπάνουσι τὸν πατέρα καὶ τὴν μητέρα καὶ συνάπτονται ἀνθρώποις θνητοῖς, πόσῳ μᾶλλον ἡ παρθένος ἐγκρατευομένη ὀφείλει καταλιπεῖν | |
10 | τὰ γήϊνα πάντα καὶ τῷ κυρίῳ μόνῳ κολληθῆναι. μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ αὐτὸς ὁ ἀπόστολος λέγων· «Ἡ γυνὴ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσ‐ μου, πῶς ἀρέσει τῷ ἀνδρὶ αὐτῆς, καὶ μεμέρισται.» | 36 |
15 | τοῦτο οὖν λέγω, ὅτι πᾶσα παρθένος ἢ χήρα ἐγκρατευομένη, ἐὰν ἔχῃ φροντίδα ἐν τῷ κόσμῳ τούτῳ, αὐτὴ ἡ φροντὶς ἀνὴρ αὐτῆς ἐστι· κἂν κτήματα, κἂν ὑπάρχοντα ἔχῃ, αὐτὴ ἡ μέριμνα μολύνει αὐτῆς τὴν διάνοιαν. ὥσπερ γὰρ διὰ τοῦ ἀνδρὸς τὸ σῶμα μολύνεται, οὕτως καὶ αἱ σχέσεις αἱ κοσμικαὶ τὴν ψυχὴν | |
20 | καὶ τὸ σῶμα τῆς ἐγκρατευομένης μιαίνουσι, καὶ οὐκ ἔστιν ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. ἡ δὲ φροντίζουσα τὸ ἔργον τοῦ Θεοῦ, νύμφιος αὐτῆς ὁ Χριστός ἐστιν. ἡ γὰρ ἁρμοζομένη ἀνδρὶ φθαρτῷ τὸ θέλημα τοῦ ἀνδρὸς αὐτῆς ποιεῖ· οὕτως γὰρ εἴρηται, ὅτι «ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ | |
25 | ἀνήρ.» καὶ πάλιν· «ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.» ἀπ’ αὐτῶν γὰρ τῶν κοσμικῶν, ἐὰν θέλωμεν, καὶ τὰ ἄνω νοοῦμεν. ἡ δὲ συναπτομένη τῷ ἐπουρανίῳ νυμφίῳ τὸ θέλημα τοῦ νυμ‐ φίου ἑαυτῆς κατεργάζεται. | |
3 | Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Χριστοῦ· τὸν κολλώμενον αὐτῷ μηδὲν ὅλως περιφέρεσθαι τοῦ αἰῶνος τούτου, μηδὲν τῶν γηΐνων φροντίζειν, ἀλλὰ μόνον τὸν σταυρὸν τοῦ σταυρω‐ θέντος ὑπὲρ αὐτοῦ βαστάζειν αὐτόν, καὶ ἔχειν φροντίδα καὶ | |
5 | μέριμναν νυκτὸς καὶ ἡμέρας ἀκαταπαύστοις ὕμνοις καὶ δοξο‐ λογίαις ὑμνεῖν αὐτόν, πεφωτισμένον ἔχειν τὸ ὄμμα τῆς διανοίας, εἰδέναι τὸ θέλημα αὐτοῦ καὶ ποιεῖν αὐτό, ἁπλὴν ἔχειν τὴν καρδίαν, καθαρὸν τὸν νοῦν· ἐλεήμονα εἶναι, ἵνα, καθὼς αὐτὸς οἰκτίρμων καὶ ἐλεήμων ἐστί, οὕτως καὶ ἡμεῖς | |
10 | ἐξακολουθῶμεν αὐτῷ· πρᾶον καὶ ἡσύχιον εἶναι, ἀνεξίκακον, | |
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντα· ὕβρεων πολλῶν ἀνεχό‐ μενον, καθὼς αὐτὸς ὑπὸ τῶν Ἰουδαίων ὑβρίσθη καὶ ὑπέμεινε πληγὰς καὶ βασάνους ὑποφέρειν· καὶ γὰρ αὐτὸς ταῦτα ἔπαθε· ῥαπισθεὶς γὰρ ὑπὸ τοῦ δούλου τοῦ ἀρχιερέως, οὐδὲν ἐποίησεν, | 37 | |
15 | ἀλλὰ μόνον εἶπεν· «εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» οὐκ ἠδύνατο ὁ κε‐ λεύσας τῇ γῇ, ἵνα τοὺς Δαθὰν καὶ Ἀβειρῶν ζῶντας καταπίῃ, καὶ τοῦτον τὸν ἐκτείναντα τὴν χεῖρα καὶ τύψαντα τὸν ἑαυτοῦ δημιουργὸν ζῶντα καταπιεῖν. ἀλλ’ ὑπέμεινεν, ἡμῖν ὑπολιμ‐ | |
20 | πάνων ὑπογραμμόν, ἵν’ ἡμεῖς τοῖς ἐκείνου ἴχνεσιν ἐπακολουθήσωμεν. σὺ δέ, ἄνθρωπε, οὐ βαστάζεις ὑπὸ τοῦ ὁμογενοῦς σου ἀνθρώπου ὑβρισθῆναι; μίμησαι τὸν δεσπότην σου. εἰ γὰρ ἐκεῖνος Θεὸς ὢν ἐβάσταζε διὰ σὲ ὑπὸ ἀνθρώπου ἁμαρτωλοῦ ῥαπισθῆναι, σὺ ἀγανακτεῖς ὅτι ὅμοιός σου ἄνθρω‐ | |
25 | πος ἐλοιδόρησέ σε, καὶ ζητεῖς ἀνταποδοῦναι αὐτῷ; ὦ πολλῆς ἀνοίας καὶ ἀφροσύνης μεγάλης! διὰ τοῦτο καὶ κόλασις ἡμῖν ἡτοίμασται, καὶ ἑαυτοῖς τὸ πῦρ ἐξάπτομεν· ὅτι καὶ λογικοὶ ὄντες τοῖς ἀλόγοις ζώοις ἑαυτοὺς εἰκάζομεν. ταπεινοφροσύνῃ πολλῇ εἰς τὸν κόσμον τοῦτον ἐλήλυθεν, καὶ πλούσιος | |
30 | ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος δι’ ἡμᾶς, καὶ ἐγεννήθη ἐκ τῆς θεοτόκου Μαρίας, ἵνα ἐλευθερώσῃ ἡμᾶς ἐκ τῆς δυναστείας τοῦ διαβόλου. | |
4 | Ὅθεν ὁ σωθῆναι θέλων ποιεῖ ἑαυτὸν μωρὸν ἐν τῷ κόσμῳ τούτῳ, ἵνα παρὰ τῷ Θεῷ ἀκούσῃ σοφός. οἱ γὰρ ἄνθρω‐ ποι τοὺς εἰδότας δοῦναι καὶ λαβεῖν καὶ ἀγοράζειν καὶ πωλεῖν, καὶ πραγματεύεσθαι καὶ ἀφυστερεῖν τὰ τοῦ πλησίου καὶ πλεο‐ | |
5 | νεκτεῖν καὶ δανείζειν καὶ τὸν ἕνα ὀβολὸν ποιεῖν δύο, τούτους φρονίμους ἀποκαλοῦσιν· ὁ δὲ Θεὸς μωροὺς καὶ ἀσυνέτους καὶ ἁμαρτωλοὺς τοὺς τοιούτους καλεῖ. | |
Ἄκουε γὰρ, φησὶ, τί αὐτὸς ὁ Θεὸς διὰ Ἱερεμίου τοῦ προ‐ φήτου εἴρηκεν· «ὁ λαὸς οὗτος υἱοὶ ἄφρονές εἰσι τοῦ | 38 | |
10 | κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἐπέγνωσαν.» καὶ ὁ μακάριος Παῦλος· «ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι· καὶ ὁ θέλων σοφὸς γενέσθαι μωρὸς γενέσθω, ἵνα γένηται σοφός.» καὶ πάλιν ὁ αὐτὸς λέγει· «ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ | |
15 | τῇ κακίᾳ νηπιάζετε.» ὁ γὰρ Θεὸς εἰς τὰ γήϊνα θέλει μωροὺς εἶναι, εἰς δὲ τὰ ἐπουράνια φρονίμους· καὶ γὰρ αὐτὸς ὁ ἀντίδικος ἡμῶν διάβολος φρόνιμός ἐστι τῇ κακίᾳ, καὶ ἡμᾶς δεῖ αὐτῷ φρονίμως ἔρχεσθαι πρὸς τὸ νικῆσαι αὐτοῦ τὰς κακοτέχνους ἐπιβουλάς. λέγει γὰρ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις· | |
20 | »γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» ὁ δὲ καλούμενος παρ’ αὐτῷ φρόνιμος, οὗτός ἐστι σοφιζόμενος ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ. | |
5 | Μέγα φάρμακόν ἐστι σωτηρίας ἡ ταπεινοφροσύνη· ὁ γὰρ σατανᾶς οὐχ ἕνεκεν πορνείας ἢ μοιχείας ἢ κλοπῆς κατη‐ νέχθη ἐκ τῶν οὐρανῶν, ἀλλ’ ἡ ὑπερηφανία αὐτὸν κατέβαλεν εἰς τὰ κατώτερα μέρη τῆς ἀβύσσου· οὕτως γὰρ εἴρηκεν· «ἀνα‐ | |
5 | βήσομαι, καὶ θήσομαι τὸν θρόνον μου ἐνώπιον τοῦ Θεοῦ, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ» καὶ διὰ τοῦτον τὸν λόγον κατεβλήθη, καὶ ἐγένετο ἡ κληρονομία αὐτοῦ τὸ πῦρ τὸ αἰώνιον. ἡ οὖν ὑπερηφανία ἐν τῷ διαβόλῳ ἐστίν, ἡ δὲ ταπεινο‐ φροσύνη ἐν τῷ Χριστῷ· αὐτὸς γὰρ ὁ κύριος λέγει, ὅτι «ὁ θέ‐ | |
10 | λων ἐν ἡμῖν εἶναι μέγας ἔστω πάντων δοῦλος.» ὁ γὰρ Θεὸς τῶν ταπεινῶν ἐστιν. | |
6 | Ἀγαπήσωμεν σφόδρα τὴν νηστείαν· μέγα γὰρ φυλακτή‐ ριόν ἐστιν ἡ νηστεία καὶ ἡ προσευχὴ καὶ ἡ ἐλεημοσύνη· ἐκ θανάτου γὰρ ῥύονται τὸν ἄνθρωπον. ὥσπερ γὰρ διὰ βρώματος καὶ παρακοῆς ἐξεβλήθη ὁ Ἀδὰμ ἐκ τοῦ παραδείσου, οὕτως πά‐ | 39 |
5 | λιν διὰ νηστείας καὶ ὑπακοῆς ὁ θέλων εἰσέρχεται εἰς τὸν παρά‐ δεισον. ἐν ταύτῃ τῇ ἀρετῇ κόσμησόν σου τὸ σῶμα, ὦ παρθένε, καὶ ἀρέσεις τῷ ἐπουρανίῳ νυμφίῳ· αἱ γὰρ τῷ κόσμῳ συναπτό‐ μεναι καὶ μύροις καὶ θυμιάμασι καὶ εὐωδίαις καὶ ἐν ἱματίοις πολυτελέσι καὶ χρυσῷ καλλωπίζουσαι τὰ σώματα ἑαυτῶν πρὸς | |
10 | τὸ ἀρέσαι τοῖς ἀνθρώποις Θεῷ ἀρέσαι οὐ δύνανται. ὁ δὲ Χρι‐ στὸς οὐδὲν τούτων χρῄζει παρὰ σοῦ, εἰ μὴ μόνον καρδίαν κα‐ θαρὰν καὶ σῶμα ἀμόλυντον ὑπωπιαζόμενον ὑπὸ νηστείας. ἐὰν δὲ ἔρχωνταί τινες καὶ λέγωσί σοι, ὅτι μὴ νήστευε πυκνά, εἰ δὲ μή γε, ἀσθενεστέρα γενήσῃ· οὐ πιστεύσεις αὐτοῖς οὐδ’ οὐ μὴ | |
15 | ὑπακούσεις αὐτοῖς· ὁ γὰρ ἐχθρὸς αὐτοὺς ὑποβάλλει. μνήσθητι τὸ γεγραμμένον, ὁπότε οἱ τρεῖς παῖδες καὶ Δανιὴλ ᾐχμαλωτεύθησαν ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ ἄλλα παιδάρια μετ’ αὐτῶν, καὶ ἔταξεν αὐτοὺς ὁ βασιλεὺς ἐσθίειν ἀπὸ τῆς τρα‐ πέζης αὐτοῦ καὶ πίνειν ἀπὸ τοῦ οἴνου αὐτοῦ· Δανιὴλ δὲ καὶ | |
20 | οἱ τρεῖς παῖδες οὐκ ἤθελον αὐτοὶ ἀλισγηθῆναι ἀπὸ τῆς τρα‐ πέζης τοῦ βασιλέως, ἀλλὰ λέγουσι τῷ εὐνούχῳ τῷ παραλαβόντι αὐτούς· «δὸς ἡμῖν ἀπὸ τῶν σπερμάτων τῆς γῆς, καὶ φαγό‐ μεθα.» Καὶ λέγει αὐτοῖς ὁ εὐνοῦχος· φοβοῦμαι ἐγὼ τὴν βρῶ‐ σιν ὑμῶν καὶ τὴν πόσιν, μήποτε ὀφθῶσι τὰ πρόσωπα | |
25 | ὑμῶν σκυθρωπὰ ἐνώπιον τοῦ βασιλέως παρὰ πάντα τὰ παιδάρια τὰ ἐσθίοντα ἐκ τῆς τραπέζης τοῦ βασιλέως καὶ καταδικάσει με· εἶπον δὲ αὐτῷ πείρασον τοὺς δούλους σου ἡμέρας ὡσεὶ δέκα, καὶ δὸς ἡμῖν· καὶ ἔδωκεν αὐτοῖς ὄσπρια φαγεῖν καὶ ὕδωρ πιεῖν· καὶ εἰσήγαγεν αὐτοὺς | |
30 | ἐνώπιον τοῦ βασιλέως, καὶ ὤφθησαν αἱ ἰδέαι αὐτῶν ἐκλεκταὶ παρὰ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως. | 40 |
7 | Ὁρᾷς τί ποιεῖ ἡ νηστεία· καὶ νόσους θεραπεύει καὶ ῥεύ‐ ματα σωματικὰ ξηραίνει καὶ δαίμονας ἐκβάλλει καὶ λογισμοὺς πονηροὺς ἀποδιώκει καὶ τὸν νοῦν λαμπρότερον ποιεῖ καὶ καρ‐ δίαν καθαρὰν καὶ σῶμα ἡγιασμένον καὶ τῷ θρόνῳ τοῦ Θεοῦ | |
5 | παρίστησι τὸν ἄνθρωπον· καὶ, ἵνα μὴ νομίσῃς, ὅτι ταῦτα ἁπλῶς λέγονται, ἔχεις μαρτυρίαν ἐν τοῖς εὐαγγελίοις παρὰ τοῦ σωτῆ‐ ρος εἰρημένην· ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· κύριε, δεῖξον ἡμῖν, ποίῳ τρόπῳ τὰ ἀκάθαρτα πνεύματα φυγα‐ δεύονται. εἶπεν δὲ ὁ κύριος· «τοῦτο τὸ γένος οὐκ ἐκβάλ‐ | |
10 | λεται, εἰ μὴ ἐν νηστείαις καὶ προσευχαῖς.» πᾶς οὖν ὁ ὑπὸ πνεύματος ἀκαθάρτου ὀχλούμενος, ἐὰν νοήσῃ καὶ χρήσηται τῷ φαρμάκῳ τούτῳ, λέγω δὴ τῇ νηστείᾳ, εὐθὺς τὸ πνεῦμα τὸ πονηρὸν στενοχωρούμενον ἀναχωρεῖ, φοβούμενον τὴν νηστείαν. πάνυ γὰρ τέρπονται οἱ δαίμονες τῇ κραιπάλῃ καὶ τῇ ἀναπαύσει | |
15 | τοῦ σώματος. μεγάλη δύναμις νηστεία, καὶ μεγάλα κατορθώματα γίνεται δι’ αὐτῆς, ἐπεὶ πόθεν καὶ οἱ ἄνθρωποι μεγάλας δυνά‐ μεις ἐπιτελοῦσι, καὶ σημεῖα δι’ αὐτῶν γίνεται, καὶ ἰάματα τοῖς κάμνουσι δι’ αὐτῶν δωρεῖται ὁ Θεὸς, εἰ μὴ πάντως δι’ ἀσκή‐ σεως καὶ ταπεινοφροσύνης καὶ πολιτείας ἀγαθῆς; νηστεία γὰρ | |
20 | ἀγγέλων βίος ἐστί, καὶ ὁ χρώμενος αὐτῇ ἀγγελικὴν τάξιν ἔχει. καὶ μὴ νομίσῃς, ἀγαπητέ, ὅτι οὕτως ἁπλῶς ἐστιν ἡ νηστεία· οὐ γὰρ ὁ νηστεύων ἀπὸ βρωμάτων μόνον ἐκεῖνος κατώρθωσεν, ἀλλ’ ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τούτῳ λογίζεται ἡ νηστεία· ἐὰν γὰρ νηστεύσῃς καὶ μὴ τηρήσῃς τὸ | |
25 | στόμα σου λαλῆσαι λόγον πονηρὸν ἢ ὀξυχολίαν ἢ κεῦδος ἢ ἐπι‐ ορκίαν ἢ καταλαλήσῃς κατὰ τοῦ πλησίον σου· ἐὰν ταῦτα ἐξέλθῃ | |
ἐκ τοῦ στόματος τοῦ νηστεύοντος, οὐδὲν ὠφέλησεν, ἀλλὰ καὶ ὅλον τὸν κόπον αὐτοῦ ἀπώλεσε. σὺ οὖν, δούλη τοῦ Χριστοῦ. καὶ πάντες ὅσοι θέλουσι σωθῆναι, ἐὰν νηστεύσῃς, ἅγνισον σε‐ | 41 | |
30 | αυτὴν ἀπὸ πάσης φιλαργυρίας· ὅτι ὁ ἀγαπῶν ἀργύριον οὐ δύ‐ ναται τὸν Θεὸν ἀγαπᾶν. «ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.» | |
8 | Τὴν κενοδοξίαν καὶ τὴν ἀλαζονείαν ἰσχυρῶς φεῦγε. ἐὰν ὑποβάλῃ σοι λογισμός, ὅτι μεγάλη γέγονας καὶ καλή, προβεβη‐ κυῖα τῇ ἀρετῇ, μὴ πιστεύσῃς αὐτῷ· ὁ ἐχθρὸς γάρ ἐστιν ὁ ἐμ‐ ποδίζων καὶ κενοδοξίαν ὑποβάλλων· οὐκ ἀνέξῃ οὖν τοῦ λογι‐ | |
5 | σμοῦ ἐπαινοῦντός σε· ἐὰν δὲ ὑποβάλῃ σοι ὁ λογισμὸς λέγων, ὅτι μὴ θέλε κοπιᾶν οὕτως δυσκόλως, δύνασαι σωθῆναι, οὐκ ἀκούσεις αὐτοῦ· ὁ ἐχθρὸς γάρ ἐστιν ὁ ὑποβάλλων χαύνωσιν καὶ ὀλιγωρίαν, ἵνα σε καταβάλῃ ἀπὸ τῆς ἐναρέτου σου πολιτείας· πολλὰ γάρ ἐστι μηχανήματα ἐκ τοῦ ἐχθροῦ γινόμενα τοῖς δού‐ | |
10 | λοις τοῦ Θοῦ· ὑποβάλλει γὰρ τοῖς ἀνθρώποις ἔρχεσθαι καὶ ἐπαινεῖν λόγους πρὸς τὸ ὑψωθῆναι τὴν καρδίαν αὐτοῦ. σὺ δὲ μὴ καταδέξῃ ἔπαινον ἀνθρώπων· ἐὰν δέ τίς σοι εἴπῃ «μακά‐ ριος εἶ», λέγε αὐτῷ, ἐὰν ἐξέλθω ἐκ τοῦ σώματος τούτου καλῶς τελειώσας, τότε μακαρισθήσομαι· ἄρτι γὰρ οὐ πιστεύω ἐμαυτῷ | |
15 | ὅτι μακάριος εἰμί· οἱ γὰρ ἄνθρωποι ὡς ἄνεμος οὕτω μετα‐ βαλλόμεθα. πολλάκις δὲ ὑποβάλλει σοι ἐξουθενεῖν τοὺς ἐσθίον‐ τας· μὴ πιστεύσῃς αὐτῷ· ἀλλότριος γάρ ἐστι· πάντων γὰρ ἐλαχιστότερον σεαυτὸν λογίζου, ἵνα πολλοὺς προάξῃς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ παρὰ Θεῷ ὑψωθήσῃ· ὑποβάλλει | |
20 | δὲ ὁ ἐχθρὸς καὶ ἄσκησιν μεγάλην, ἵνα τὸ σῶμα ἀσθενὲς καὶ ἀχρήσιμον ποιήσῃ. σοῦ οὖν ὁ νηστεία μέτρον ἐχέτω· νήστευσον ὅλον τὸν ἐνιαυτὸν χωρὶς πάσης ἀνάγκης· ὥρᾳ δὲ ἐνάτῃ τῆς ἡμέρας, ἐν ὕμνοις καὶ προσευχαῖς διατελέσασα, μεταλάμβανε τὸν ἄρτον σου ἐν λαχάνῳ ἀναπεποιημένῳ ἐλαίῳ· πάντα ἁγνὰ ὅσα | 42 |
25 | ἄψυχα. | |
9 | Σὺ δὲ, ὦ παρθένε, μηδεὶς καταμανθανέτω τὴν ἄσκησίν σου μηδὲ αὐτῶν τῶν ἰδίων σου συγγενῶν· ἀλλ’ εἴ τι ποιεῖς, ἐν κρυπτῷ ποίει· καὶ ὁ πατήρ σου ὁ οὐράνιος ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι· ἐὰν δὲ φανερώσῃς σου τὸν | |
5 | βίον, κενοδοξία σοι τίκτεται καὶ ζημιοῖ· ἐὰν δὲ εὕρῃς ψυχὴν ὁμοσύμφωνον πονοῦσαν τῷ Θεῷ, ὡς καὶ σύ, ταύτῃ μόνῃ ἀπο‐ κάλυψον ἐν μυστηρίῳ· ἐκεῖ οὐκ ἔστι κενοδοξία· ἐλάλησας γάρ, ἵνα σωθῇ ψυχή· πολὺν μισθὸν λήψῃ, ἐὰν σωθῇ διὰ σοῦ ψυχή. τοῖς ἔχουσι πόθον ἀκούειν λάλει τὰ συμφέροντα. ἐὰν δὲ ἀκούῃ | |
10 | καὶ μὴ ποιῇ, μηδὲν λάλει. λέγει γὰρ ὁ κύριος· «μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμ‐ προσθεν τῶν χοίρων·» κύνας γὰρ καὶ χοίρους ἀποκαλεῖ ὁ Θεὸς τοὺς ἐν ἀτίμῳ βίῳ διάγοντας· μαργαρῖται γὰρ τίμιοί εἰσιν οἱ τοῦ Θεοῦ λόγοι τοῖς ἀξίοις μόνοις διδόμενοι. | |
10 | Ὦ μακαρία ψυχή, ἡ ἀκούσασα τούτους τοὺς λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τούτῳ καὶ ποιοῦσα! μαρτύρομαι παντὶ ἀκούοντι τὰ ῥήματα ταῦτα καὶ ποιοῦντι, ὅτι τὸ ὄνομα αὐτοῦ γραφήσεται ἐν τῇ βίβλῳ τῆς ζωῆς, καὶ ἐν τῷ τρίτῳ | |
5 | τάγματι τῶν ἀγγέλων εὑρεθήσεται. ἐὰν προσεύχῃ ἢ ψάλλῃς ἢ ἀναγινώσκῃς, κατ’ ἰδίαν κάθου· μηδεὶς ἀκουέτω, εἰ μὴ σὺ μόνη. καὶ ἐὰν ἔχῃς ὁμοψύχους μίαν ἢ δύο παρθένους· λέγει γὰρ ὁ Χριστός· «ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» ἀπόθου τὸ γυ‐ | 43 |
10 | ναικεῖον φρόνημα καὶ λάβε θάρσος καὶ ἀνδρείαν. ἐν γὰρ τῇ βα‐ σιλείᾳ τῶν οὐρανῶν οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ, ἀλλὰ πᾶσαι αἱ εὐαρεστήσασαι γυναῖκες ἀνδρῶν τάξιν λαμβάνουσιν. ἐπιλαθοῦ τὰ νεωτερικὰ σχήματα, ἵνα λάβῃς τιμὴν τῆς καλῆς χήρας. λέγει γὰρ ὁ ἅγιος Παῦλος· «τίμα χήρας, τὰς ὄντως | |
15 | χήρας· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ | |
20 | ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. νεωτέρας δὲ χήρας παραι‐ τοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέ‐ τησαν.» | |
11 | Σὺ δέ, εἰ μὲν οὐ ποιεῖς τὰ νεωτερικὰ σχήματα, οὐκ ἀκούεις νεωτέρα, ἀλλὰ καὶ πρεσβύτης ἀποκαλῇ καὶ τιμὴν ἔχεις ὡς πρεσβυτέρα· ἡ ὑπόστασις τῶν ἱματίων σου μὴ ἤτω πολύτιμος. Ὁ ἐπενδύτης σου μέλας. μὴ βεβαμμένος ἐν βαφῇ, ἀλλ’ αὐτοφυὴς | |
5 | ἰδιόχροος ἢ ὀνυχίζων· καὶ τὸ μαφόριον ἄκροσσον, ὡσαύτως τῆς | |
αὐτῆς χρόας· καὶ χειρίδια ἐρεᾶ περικαλύπτοντα τοὺς βραχίονας ἕως τῶν δακτύλων τῶν χειρῶν, τὰς τρίχας τῆς κεφαλῆς περι‐ κεκομμένας καὶ κεφαλοδέσμιον ἐρεοῦν, περισφίγγον τὴν κεφαλὴν καὶ κουκούλιον καὶ ἐπώμιον ἄκροσσον. ἐὰν δὲ συναντᾷς ἀν‐ | 44 | |
10 | θρώπῳ, τὸ πρόσωπον κατακεκαλυμμένον ἔστω, κάτω νεῦον, καὶ οὐκ ἐπάρῃς ἀνθρώπῳ τὸ πρόσωπόν σου, εἰ μὴ μόνον τῷ Θεῷ σου. Ὅταν στῇς εἰς προσευχὴν τοὺς πόδας σου περικεκαλυμ‐ μένους ἔχε ἐν ὑποδήμασιν· αὐτὸς γὰρ ὁ στολισμὸς ἱεροπρε‐ | |
15 | πής ἐστιν· οὐκ ἐκδύσῃ γυμνή· νυκτὸς δὲ καὶ ἡμέρας τὸ ἱμάτιόν σου ἔστω καλύπτον τὴν σάρκα σου. οὐ μὴ ἴδῃ ἄλλη γυνὴ τὸ σῶμά σου γυμνὸν ἄνευ πάσης ἀνάγκης· ἀλλ’ οὐδὲ αὐτὴ κατα‐ νοήσεις ἀποκεκαλυμμένη τῷ σώματι. ἐξότου γὰρ ἐτάξω τῷ Θεῷ ἐγκρατεύεσθαι, τὸ σῶμά σου ἡγιασμένον ἐστὶ καὶ ναὸς | |
20 | Θεοῦ. οὐ χρὴ οὖν τὸν ναὸν τοῦ Θεοῦ ἀποκαλύπτεσθαι ὑπό τι‐ νος. οὐ πορεύσῃ εἰς βαλανεῖον ὑγιαίνουσα ἄνευ πάσης ἀνάγ‐ κης, οὐ μὴ βάψῃς ὅλον τὸ σῶμά σου εἰς ὕδωρ, ὅτι ἁγία εἶ κυ‐ ρίῳ τῷ Θεῷ· καὶ οὐ μιανεῖς τὴν σάρκα σου ἐν οὐδενὶ κοσμικῷ, ἀλλὰ μόνον τὸ πρόσωπόν σου νίψαι, καὶ τὰς χεῖρας καὶ τοὺς | |
25 | πόδας· ὅταν νίψῃς τὸ πρόσωπόν σου, οὐ νίψῃ ταῖς δύο χερσὶν οὐδὲ μὴ ἐκτρίψῃ τὰ μῆλα τῆς ὄψεώς σου οὐδὲ μὴ βάλῃς πόαν οὐδὲ νίτρον οὐδὲ τὰ ὅμοια τούτοις. αἱ κοσμικαὶ γὰρ ταῦτα ποιοῦσιν· ἀλλ’ ἐν ὕδατι καθαρῷ νίψῃ. | |
12 | Οὐκ ἐπιχρίσῃ τὸ σῶμά σου μύρῳ πολυτελεῖ, οὐδὲ ἐπι‐ βαλεῖς ἐπὶ τὰ ἱμάτιά σου ἀρώματα πολύτιμα. Ἐὰν δὲ τὸ σῶμά σου ἀσθενέστερον γένηται, χρῆσαι οἴνῳ ὀλίγῳ διὰ τὸν στό‐ μαχον. ἐὰν δέ, ὃ μὴ γένοιτο, εἰς κάκωσιν ἐμπέσῃς, σεαυτῆς ἐπι‐ | |
5 | μελοῦ· μὴ δῷς τόπον τοῖς ἀνθρώποις λέγειν, ὅτι ἐκ τῆς ἀσκή‐ σεως αὐτῆς συνέβη αὕτη ἡ κάκωσις, ἀλλὰ πρὶν ἤ τινα εἰπεῖν σοι, σὺ σεαυτῆς φρόντισον, ἕως ἂν ταχὺ ἀναστῇς, καὶ πάλιν τὸν κανόνα σου ἑλκύσῃς. ὅλον τὸν χρόνον τῆς ζωῆς σου ἐν νηστείαις καὶ προσευχαῖς καὶ ἐλεημοσύναις διατέλει. μακάριος ὁ ἀκούων | 45 |
10 | ταῦτα. νυκτὸς καὶ ἡμέρας μὴ ἀποστήτω ὁ λόγος τοῦ Θεοῦ ἐκ τοῦ στόματός σου. ἤτω δὲ τὸ ἔργον σου διαπαντὸς μελέτη τῶν θείων γραφῶν. ψαλτήριον ἔχε καὶ τοὺς ψαλμοὺς μάνθανε. ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ τρίτην ὥραν συνάξεις ἐπιτέλει, ὅτι ταύτῃ τῇ ὥρᾳ ἐπάγη | |
15 | τὸ ξύλον τοῦ σταυροῦ· ἕκτῃ ὥρᾳ ἐπιτέλει τὰς προσευχὰς μετὰ ψαλμῶν καὶ κλαυθμοῦ καὶ δεήσεως, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ἐ‐ κρεμάσθη ὁ υἱὸς τοῦ Θεοῦ ἐπὶ σταυροῦ· ἐνάτῃ ὥρᾳ πάλιν ἐν ὕμνοις καὶ δοξολογίαις μετὰ δακρύων ἐξομολογουμένη τὰ παρα‐ πτώματά σου, τὸν Θεὸν ἱκέτευε, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ὁ κύριος | |
20 | κρεμάμενος ἐπὶ σταυροῦ ἀπέδωκε τὸ πνεῦμα. καὶ μετὰ τὴν σύναξιν τῆς ἐνάτης ἔσθιε τὸν ἄρτον σου, εὐχαριστήσασα τῷ Θεῷ ἐπὶ τῆς τραπέζης σου οὕτως· εὐλογητὸς ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος μου, «ὁ διδοὺς τροφὴν πάσῃ σαρκί»· πλή‐ ρωσον χαρᾶς καὶ εὐφροσύνης τὴν καρδίαν μου, ἵνα πάντοτε | |
25 | πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ’ οὗ σοι δόξα, τιμή, κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων, ἀμήν. | 46 | |
13 | Καὶ ὅταν καθεσθῇς ἐπὶ τῆς τραπέζης καὶ ἔρχῃ κλᾶσαι τὸν ἄρτον, σφραγίσασα αὐτὸν τρίτον, οὕτως εὐχαριστοῦσα λέγε· εὐχαριστοῦμέν σοι πάτερ ἡμῶν ὑπὲρ τῆς ἁγίας ἀναστάσεώς σου· διὰ γὰρ Ἰησοῦ τοῦ παιδός σου ἐγνώρισας ἡμῖν αὐτήν· καὶ | |
5 | καθὼς ὁ ἄρτος οὗτος ἐσκορπισμένος ὑπάρχει ὁ ἐπάνω ταύτης τῆς τραπέζης καὶ συναχθεὶς ἐγένετο ἕν, οὕτως ἐπισυναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν βασιλείαν σου, ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | |
10 | Ἐὰν δὲ συμπαρῶσι μετὰ σοῦ δύο ἢ τρεῖς παρθένοι εὐχαρισ‐ τήτωσαν ἐπὶ τὸν προκείμενον ἄρτον καὶ συνευχέσθωσαν. ἐὰν | |
δὲ εὑρεθῇ κατηχουμένη ἐν τῇ τραπέζῃ, μὴ συνευχέσθω μετὰ τῶν πιστῶν, οὐδὲ μὴ καθίσῃς φαγεῖν τὸν ἄρτον σου μετ’ αὐτῆς οὐδὲ πάλιν καθίσεις φαγεῖν τὸν ψωμόν σου μετὰ γυναικῶν | 47 | |
15 | ἀμελεστέρων καὶ γελοιαστριῶν ἄνευ ἀνάγκης· σὺ γὰρ ἁγία εἶ κυρίῳ τῷ Θεῷ, καὶ τὸ βρῶμά σου καὶ τὸ πόμα σου ἡγιασ‐ μένον ἐστί· διὰ γὰρ τῶν προσευχῶν καὶ τῶν ἁγίων ῥημάτων ἁγιάζεται. παρθένοι εὐλαβεῖς καὶ θεοσεβεῖς συμφάγονταί σοι· οὐ συνδειπνήσεις μετὰ γυναικῶν ὑπερηφάνων, οὐδ’ οὐ μὴ | |
20 | κτήσῃ φίλην γυναῖκα ἀλαζόνα. λέγει γὰρ ἡ θεία γραφή· «ὁ ἁπτό‐ μενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερη‐ φάνῳ ὁμοιωθήσεται αὐτῷ.» καθεζομένης πλουσίας μετά σου ἐπὶ τῆς τραπέζης, ἐὰν ἴδῃς γυναῖκα πενιχρὰν, καλέσεις αὐτὴν εἰς τὸ φαγεῖν καὶ οὐκ αἰσχυνθήσῃ εἰς τὴν πλουσίαν. | |
25 | μὴ ἀγαπήσῃς τὴν δόξαν τῶν ἀνθρώπων ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ· ὁ γὰρ Θεὸς τῶν πτωχῶν καὶ τῶν ἐξουδενωμένων ἐστί. μακαρία ψυχὴ ἡ φυλάσσουσα ταῦτα. | |
14 | Οὐκ ἀγαθὸν νεωτέραν συναναστρέφεσθαι μετὰ νεω‐ τέρας· εἰ δὲ μή γε, οὐδὲν καλὸν πράττουσι· μία γὰρ τῆς μιᾶς παρακούει καὶ μία τῆς μιᾶς καταφρονεῖ. ἀλλὰ ὑπὸ πρεσβύτιδα εἶναι ἀγαθόν. ἡ γὰρ πρεσβύτις οὐ συγκαταβαίνει τοῖς θελή‐ | |
5 | μασι τῆς νεωτέρας. οὐαὶ παρθένῳ τῇ μὴ οὔσῃ ὑπὸ κακόνα. ἔστι γὰρ ὡς πλοῖον τὸν κυβερνῶντα μὴ ἔχον. κεκλασμένων γὰρ τῶν αὐχένων μὴ ἔχον τὸν ὁδηγὸν ῥίπτεται ὑπὸ τῶν κυμάτων ὧδε κἀκεῖσε, ἕως προσκρούει πρὸς πέτραν καὶ εὐθὺς ἀπόλλυται· οὕτως ἐστὶ πᾶσα παρθένος μὴ ἔχουσα, ὃν φοβεῖται. | |
10 | μακαρία παρθένος ἡ οὖσα ὑπὸ κακόνα· ἔσται γὰρ ὡς ἄμπε‐ λος ἐν παραδείσῳ καρποφόρος· καὶ ἐλθὼν ὁ γεωργὸς αὐτῆς | |
διακαθαίρει τὰ κλήματα αὐτῆς καὶ ποτίζει καὶ κνίζει τὰς σαπρὰς βοτάνας τὰς κύκλῳ αὐτῆς. ἐκείνη δὲ ἔχουσα τὸν πο‐ νοῦντα ἀποδίδωσι τίμιον τὸν καρπὸν αὐτῆς ἐν καιρῷ | 48 | |
15 | εὐθέτῳ. φύλασσε δὲ καὶ ποίει τὰς δοξολογίας τὰς ἐπὶ τῆς τραπέζης, καὶ ἔσται σοι τὸ βρῶμα καὶ τὸ πόμα ἡγιασμένον· ὅταν οὖν ἀναστῇς ἐκ τῆς τραπέζης, πάλιν εὐχαριστοῦσα λέγε ἐπὶ τρίς· «ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. δόξα πατρὶ καὶ υἱῷ καὶ | |
20 | ἁγίῳ πνεύματι». καὶ μετὰ τὴν δοξολογίαν πάλιν τὴν εὐχὴν πλήρωσον λέγουσα οὕτως· «Ὁ Θεὸς ὁ παντοκράτωρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, εὐχα‐ ριστοῦμέν σοι καὶ αἰνοῦμέν σε, ὅτι κατηξίωσας ἡμᾶς μετα‐ λαβεῖν τῶν ἀγαθῶν τῶν σῶν, τῶν σαρκικῶν τροφῶν. δεό‐ | |
25 | μεθα καὶ παρακαλοῦμέν σε, κύριε, ἵνα καὶ τὰς ἐπουρανίους τροφὰς ἡμῖν δωρήσῃ· καὶ δὸς ἡμῖν τρέμειν καὶ φοβεῖσθαι τὸ φρικτὸν καὶ ἔντιμον ὄνομά σου, καὶ μὴ παρακούειν τῶν ἐντολῶν σου· τὸν νόμον σου καὶ τὰ δικαιώματά σου ἐγκατά‐ θου ἐν ταῖς καρδίαις ἡμῶν, ἁγίασον δὲ ἡμῶν τὸ πνεῦμα | |
30 | καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τοῦ ἠγαπημένου σου παιδός, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ σοι δόξα, τιμή, κρά‐ τος εἰς τοὺς αἰῶμας τῶν αἰώνων, ἀμήν.» | |
15 | Εἰσὶ γὰρ πλείονες τῶν κοσμικῶν, οἵτινές εἰσιν ἀνόη‐ τοι καὶ ὡς τὰ ἄλογα ζῶα τρεφόμενοι, ἀνιστάμενοι πρωῒ καὶ ζητοῦντες, τίνα πλεονεκτήσουσι, τίνα καταδυναστεύσουσιν, ἵνα | |
ἐμπλήσωσι τὴν αἰσχρὰν αὐτῶν γαστέρα· οὗτοι οὐκ οἴδασι τὸν | 49 | |
5 | Θεὸν δοξάζειν ἐπὶ τῆς τραπέζης. ἐπὶ τούτων εἶπεν ὁ θεσπέ‐ σιος Παῦλος· «οὗτοί εἰσιν οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.» οὗτοι χείρονες καὶ τῶν | |
10 | θηρίων καὶ τῶν κτηνῶν εἰσι· τὰ γὰρ κτήνη καὶ τὰ θηρία οἴδασι τὸν ποιήσαντα αὐτοὺς Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν· οἱ δὲ ἄνθρωποι, οἱ ὑπὸ τῶν χειρῶν αὐτοῦ πλασθέντες καὶ εἰκόνα αὐτοῦ φοροῦντες, οὐκ οἴδασι τὸν ποιήσαντα αὐτούς· ἀλλ’ ὁμολογοῦσιν αὐτὸν μὲν ἐν τῷ στόματι αὐτῶν, τοῖς δὲ | |
15 | ἔργοις ἀρνοῦνται αὐτόν· «σὺ πιστεύεις ὅτι ἔστι Θεός; κα‐ λῶς ποιεῖς, καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττου‐ σιν· ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.» τί γὰρ ὠφελεῖται ἄνθρωπος ὁμολογῶν, ὅτι ἔνι Θεὸς, τοῖς δὲ ἔργοις αὐτοῦ τοῖς πονηροῖς ἀρνεῖται αὐτόν; πῶς ὁμολογεῖ δεσπότην | |
20 | ἔχειν, μὴ δουλεύων αὐτῷ; διὰ τοῦτο γὰρ ἀκούει τοῦ κυρίου αὐτοῦ καὶ οἱ δοῦλοι οἴδασι τοὺς ἀγοράσαντας αὐτοὺς καὶ τιμῶσιν αὐτοὺς, καὶ ἡμεῖς ὀφείλομεν τιμᾶν αὐτὸν, οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ· αὐτὸς γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ εὐαγγελίῳ ἐμαρτύρησε λέγων· «οὐ πᾶς ὁ λέ‐ | |
25 | γων μοι κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» καὶ πάλιν· «οὐ μὴ λήψῃ τὸ ὄνομα κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.» καὶ πάλιν προσέ‐ ταξεν ἡμῖν λέγων· «ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.» θέλεις δὲ γνῶναι, ὅτι | |
30 | τὰ θηρία καὶ τὰ κτήνη οἴδασι τὸν Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν; ἄκουε τοῦ ἁγίου πνεύματος προστάττοντος αὐτοῖς ἐν ὕμνοις· «εὐλογεῖτε τὰ θηρία καὶ πάντα τὰ κτήνη τὸν | |
κύριον·» εἰ μὴ εὐλόγουν, οὐκ ἂν αὐτοῖς προσέταττεν. οὐκ αὐτὰ δὲ μόνον εὐλογοῦσι τὸν Θεὸν, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις ἡ | 50 | |
35 | φαινομένη καὶ ὁρωμένη τὰ ἀμφότερα αὐτὸν ἀκαταπαύστως ὁμολογεῖ. | |
16 | Καὶ σὺ οὖν δούλη τοῦ Θεοῦ, εἴτε ἐγείρῃ, εἴτε καθέζῃ, εἴτε ἔργον τι ποιεῖς, εἴτε ἐσθίεις, εἴτε ἐπὶ τῆς κοίτης σου ἔρχῃ πρὸς ὕπνον, εἴτε ἀνισταμένη, μὴ ἀποστήτω ὁ ὕμνος τοῦ Θεοῦ ἀπὸ τῶν χειλέων σου. μακάρια τὰ ὦτα τὰ δεχόμενα | |
5 | τοὺς λόγους τούτους. ἐὰν δὲ εἰσέλθῃ ἡ δωδεκάτη ὥρα, μει‐ ζοτέραν καὶ μακροτέραν ἐπιτελέσεις τὴν σύναξιν μετὰ τῶν ὁμοψύχων σου παρθένων· ἐὰν δὲ μὴ ἔχῃς ὁμόψυχον, μόνη ἐπιτέλει τοῦ Θεοῦ συνόντος καὶ ἀκούοντος. καλὸν τὸ ἐκχέειν δάκρυον ἐνώπιον τοῦ Θεοῦ. μνημόνευε τὴν δωδεκάτην ὥραν, | |
10 | ὅτι ἐν αὐτῇ καταβέβηκεν ὁ κύριος ἡμῶν εἰς τὸν ᾅδην· καὶ ἰδὼν αὐτὸν ἔφριξε καὶ ἐξέστη λέγων· τίς ἐστιν οὗτος, ὁ ἐν ἐξουσίᾳ καὶ μεγάλῃ δυνάμει κατελθών; τίς οὗτος ὁ τὰς πύλας τοῦ ᾅδου τὰς χαλκὰς συντρίβων καὶ τοὺς μοχλοὺς τοὺς ἀδαμαντίνους συνθλάσας; τίς οὗτος ὁ ἐξ οὐρανῶν | |
15 | κατελθὼν καὶ σταυρωθεὶς καὶ ὑπ’ ἐμοῦ τοῦ θανάτου μὴ κρα‐ τούμενος; τίς οὗτος ὁ λύων τὰ δεσμὰ τῶν ὑπ’ ἐμοῦ κρατου‐ μένων; τίς οὗτος ὁ τῷ ἰδίῳ θανάτῳ ἐμὲ τὸν θάνατον καταλύων; | |
17 | Διὰ τοῦτο ὀφείλομεν ἑαυτοῖς προσέχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ ἐν δάκρυσιν ἐν νυκτὶ παρακαλεῖν τὸν κύριον· μεγάλη γὰρ ἀρετή ἐστι τὸ δάκρυον, μέγα κατόρθωμα, μεγάλαι ἁμαρτίαι καὶ ἀνομίαι διὰ δακρύων ἀπαλείφονται, μαρτυρεῖ δέ μοι τὸ | |
5 | ἅγιον εὐαγγέλιον· ὅτε γὰρ ὁ σωτὴρ παρεδόθη τοῖς Ἰουδαίοις, ὁ Πέτρος μεθ’ ὅρκου τρίτον αὐτὸν ἠρνήσατο πρὶν ἀλέκτορα φωνῆσαι. ὁ δὲ κύριος στραφεὶς ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπε‐ μνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου, ὡς εἶπεν αὐτῷ· »πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν | 51 |
10 | ἔξω ἔκλαυσε πικρῶς.» ὁρᾷς τὸ φάρμακον τῶν δακρύων, ἐθεάσω οἵαν ἀνομίαν ἐξήλειψε. τί γὰρ χεῖρον τοῦ κακοῦ τούτου, ὅτι τρίτον μεθ’ ὅρκου τὸν δεσπότην ἑαυτοῦ ἠρνήσατο, καὶ τὴν τηλικαύτην ἀνομίαν διὰ δακρύων ἐξήλειψεν. ὁρᾷς ἡλίκην δύναμιν ἔχουσι τὰ δάκρυα. ἐκεῖνα γὰρ ἐγράφη εἰς τὴν ἡμε‐ | |
15 | τέραν νουθεσίαν, ἵνα ἡμεῖς ἐπακολουθήσαντες ζωὴν αἰώνιον κληρονομήσωμεν. οὐχ οἱ πολλοὶ ἔχουσι τὸ χάρισμα τῶν δακρύων, ἀλλ’ ὅσοι τὸν νοῦν ἔχουσιν ἄνω, ὅσοι τῶν γηΐνων ἐπιλανθάνονται, ὅσοι τῆς σαρκὸς πρόνοιαν οὐ ποιοῦσιν, οἵτινες οὐκ ἐπίστανται ὅλως, εἰ ἔνι κόσμος, οἵτινες ἐνέκρωσαν τὰ μέλη | |
20 | τὰ ἐπὶ τῆς γῆς· τούτοις μόνοις δίδοται πένθος δακρύων. κα‐ θαρὸν γὰρ ἔχοντες τὸν νοῦν καὶ ὀξύδορκον τὸ βλέμμα τῆς δια‐ νοίας ἔτι ὄντες ἐπὶ τῆς γῆς βλέπουσι τὰς κολάσεις τὰς ἐν τῷ ᾅδῃ καὶ τὰς βασάνους τὰς αἰωνίους, ἐν αἷς οἱ ἁμαρτωλοὶ κο‐ λάζονται καὶ τὸ πῦρ τὸ αἰώνιον καὶ τὸ σκότος τὸ ἐξώτερον, | |
25 | ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. βλέπουσι δὲ καὶ τὰ ἐπουράνια χαρίσματα, ἃ ἐχαρίσατο ὁ Θεὸς τοῖς ἁγίοις καὶ τὰς δόξας καὶ τοὺς στεφάνους καὶ τὰς στολὰς τὰς ἁγίας καὶ τὰ βασιλικὰ ἐνδύματα καὶ τὰ φωτεινὰ ταμιεῖα καὶ τὰς τρυφὰς τὰς ἀνεκδιηγήτους καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τί ἔτι λέγω; | |
30 | καὶ τὸ μεῖζον πάντων θαῦμα, ὅτι ὁ ἔχων καθαρὸν τὸν νοῦν καὶ αὐτὸν τὸν Θεὸν ἐν τοῖς ἔνδον ὀφθαλμοῖς καθορᾷ. πῶς οὖν οὐ θέλεις κλαῦσαι καὶ πενθῆσαι ὁ ταῦτα βλέπων; κλαίει | |
μὲν γὰρ καὶ ὀδύρεται, ὅπως ῥυσθῇ ἀπὸ τῶν δεινῶν κολάσεων· καὶ πάλιν κλαίει καὶ ἀξιοῖ δεόμενος, ὅπως ἀξιωθῇ τῶν ἐπου‐ | 52 | |
35 | ρανίων ἐκείνων ἀγαθῶν. | |
18 | Διὰ τοῦτο οἱ ἅγιοι ἐμίσησαν τὸν κόσμον τοῦτον, εἰδότες, ὁποῖα ἀγαθὰ μέλλουσι κληρονομεῖν. ὥστε οὖν ὁ ἔχων ἀνάπαυσιν ἐν τῷ κόσμῳ τὴν αἰώνιον ἀνάπαυσιν μὴ ἐλπιζέτω λαβεῖν· ἡ βασιλεία γὰρ τῶν οὐρανῶν οὐκ ἔστι τῶν ἀναπαυομέ‐ | |
5 | νων ἐνθάδε ἀλλ’ ἐκείνων ἐστὶ τῶν ἐν θλίψει πολλῇ καὶ στε‐ νοχωρίᾳ διαξάντων τὸν βίον τοῦτον· οὐ γὰρ ἔλαβον αὐτὴν δωρεάν, ἀλλὰ μετὰ μεγάλου μόχθου καὶ γενναίων ἱδρώτων αὐτὴν ἐκτήσαντο οἱ καταξιωθέντες. οὐ μέλει αὐτοῖς, ὅσον ἐὰν κοπιάσωσιν ὧδε· εἰσελθόντες γὰρ ἐκεῖ ἐπιλανθάνονται τῶν | |
10 | πόνων καὶ τῶν ὀδυνῶν, ὅσα ἔπαθον ἐν τῷ ματαίῳ κόσμῳ τούτῳ ἀπὸ τῆς πολλῆς καὶ ἀνεκδιηγήτου ἀναπαύσεως τῆς δε‐ δομένης αὐτοῖς. τί λέγεις, ἄνθρωπε; ἰδοὺ δύο ὁδοὶ παρετέθησαν ἐνώπιόν σου, ἡ ζωὴ καὶ ὁ θάνατος· ὅπου ἐὰν θέλῃς, πορεύου. καὶ ἰδοὺ πῦρ καὶ ὕδωρ· ὅπου ἐὰν θέλῃς, ἔκτεινον τὴν | |
15 | χεῖρά σου· ἐπὶ σοί ἐστιν, ἐὰν θέλῃς κτήσασθαι τὴν ζωὴν, καὶ ἐπὶ σοί ἐστιν, ἐὰν θέλῃς κτήσασθαι τὸν θάνατον. ὁ οὖν θάνα‐ τός ἐστιν ὁ κόσμος, ἡ δὲ ζωή ἐστιν ἡ δικαιοσύνη. μακρὰν οὖν ὁ κόσμος ἀπὸ τῆς δικαιοσύνης, καθ’ ὅσον ὁ θάνατος ἀπὸ τῆς ζωῆς· ἐὰν οὖν πορεύῃ ἐν τῷ κόσμῳ, ἐν τῷ θανάτῳ πορεύῃ | |
20 | καὶ ἐκτὸς τοῦ Θεοῦ γίνῃ κατὰ τὴν θείαν γραφήν. ἐὰν τῇ δι‐ καιοσύνῃ πορεύῃ, ἐν τῇ ζωῇ πεπόρευσαι, καὶ οὐ μὴ ἅψηταί σου θάνατος· οὐκ ἔστι γὰρ παρὰ τοῖς δικαίοις θάνατος, ἀλλὰ μετά‐ θεσις· μετατίθεται γὰρ ἐκ τοῦ κόσμου τούτου εἰς τὴν αἰώνιον | |
ἀνάπαυσιν· καὶ ὥσπερ τις ἀπὸ φυλακῆς ἐξέλθοι, οὕτως καὶ οἱ | 53 | |
25 | ἅγιοι ἐξέρχονται ἀπὸ τοῦ μοχθηροῦ βίου τούτου εἰς τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα αὐτοῖς· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοί‐ μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» οἱ δὲ ἁμαρτωλοὶ καὶ ὧδε κακῶς μοχθοῦσι καὶ ἐκεῖ πάλιν τὸ πῦρ αὐτοὺς μένει· | |
30 | καὶ τοὺς τοιούτους διπλῶς δεῖ κλαῦσαι, ὅτι καὶ ὧδε ἐν στενο‐ χωρίᾳ εἰσὶ καὶ ἐκεῖ τὴν εὐρυχωρίαν οὐκ ἀπολαμβάνουσι. διὰ τοῦτο εἴρηκεν ἡ θεία γραφή· «ὅπου ἐὰν στραφῇ ὁ ἀσεβὴς ἀφανίζεται.» στενὰ γὰρ αὐτῷ πάντοθεν· καὶ ἐκεῖ ὀδύναι, καὶ ὧδε θλίψεις· οὐκ ἔνι γὰρ ἄνθρωπος ὁ μὴ κοπιῶν ἐν τῷ μο‐ | |
35 | χθηρῷ βίῳ τούτῳ· καὶ ὁ πτωχὸς καὶ ὁ πλούσιος καὶ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος καὶ ὁ ἁμαρτωλὸς καὶ ὁ δίκαιος, πάντες ὁμοίως κοπιῶσι, καὶ ἓν συνάντημα τοῖς πᾶσι συμβήσεται καὶ τῷ ἁμαρ‐ τωλῷ καὶ τῷ δικαίῳ ὧδε ἐν τῷ κόσμῳ τούτῳ. | |
19 | Ἐκεῖ δὲ οὐκ ἔστιν οὕτως, ἀλλὰ ἄλλη καὶ ἄλλη τάξις· ἄλλος γὰρ ὁ κόπος τοῦ δικαίου ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἄλλος τοῦ ἁμαρτωλοῦ. ὁ μὲν γὰρ δίκαιος κοπιᾷ, οὐχ ἵνα πλήσῃ γαστέρα, οὐδὲ γὰρ ὅλως τῆς σαρκὸς πρόνοιαν ποιεῖται, οὐδὲ λογίζεται. | |
5 | ὅτι σάρκα φορεῖ· ἀλλὰ κοπιᾷ νυκτὸς καὶ ἡμέρας ζητῶν τὸν Θεὸν, πολλὰ τοῦ ὕπνου μὴ χορταζόμενος, ἄρτου καὶ ὕδατος μὴ ἐμπιπλῶν τὴν ψυχὴν, ἐπὶ ἐρήμοις πλανώμενος, ὑπωπιάζων τὸ σῶμα ἐν κακοπαθείᾳ πολλῇ, ἕως οὗ ἀπολάβῃ τὸν ἀμαράντινον στέφανον τὸν ἀποκείμενον αὐτῷ. ὁ δὲ ἁμαρτωλὸς κοπιᾷ καὶ | |
10 | μοχθεῖ οὐχ ἕνεκεν δικαιοσύνης, ἀλλ’ ἕνεκεν τῆς ταλαιπώρου σαρκὸς ταύτης, ἕνεκεν τῆς αἰσχρᾶς γυναικὸς, ἄλλως καὶ ἄλλως μοχθῶν, μὴ ἀρκούμενος τοῖς παροῦσι, ἐν κακίᾳ καὶ φθόνῳ διατρίβων. ἀλλὰ τούτων οὐδὲν ἐπίστανται οἱ ἄφρονες· ἀπε‐ | |
τύφλωσεν γὰρ αὐτοὺς ἡ ὕλη καὶ αἱ πολλαὶ φροντίδες τοῦ κόσ‐ | 54 | |
15 | μου, καὶ πλανῶνται, ἕως ἀποσταλῇ ἐπ’ αὐτοὺς ὁ ἀπότομος στρατιώτης. ὅστις οὐ θαυμάζει πρόσωπα οὐδ’ οὐ μὴ λάβῃ δῶρα. ἀχθήσονται γὰρ αἱ ψυχαὶ αὐτῶν μετὰ βίας ὑπὸ ἀγγέλων ἀνελεημόνων καὶ λήψονται τὴν ἀπόφασιν αὐτῶν παρὰ τοῦ Θεοῦ. κενοὶ γὰρ ὄντες εἰς κενὰ καὶ ἐμόχθησαν ἐν τῷ κόσμῳ τούτῳ· | |
20 | τὰ τῆς γῆς εἰργάσαντο, διὰ τοῦτο καὶ αὐτοὶ εἰς ἀπώλειαν ἐχώρησαν. οὐ γὰρ ἐμνήσθησαν τοῦ Θεοῦ ἐπὶ τῆς γῆς ὄντες, οὐδὲ ἐμέλησεν αὐτοὺς μνησθῆναι τοῦ φόβου τοῦ Θεοῦ· διὰ τοῦτο οὐδὲ αὐτῷ μέλει περὶ αὐτῶν. δίκαιος γὰρ ὁ Θεὸς, καὶ δικαία ἡ κρίσις αὐτοῦ· ὅταν γὰρ ἔλθῃ κρῖναι τὸν κόσ‐ | |
25 | μον, τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μακαρία ἡ καρδία ἡ δεχομένη ταῦτα. | |
20 | Μεσονύκτιον ἐγερθήσῃ, καὶ ὑμνήσεις κύριον τὸν Θεόν σου· ἐν αὐτῇ γὰρ τῇ ὥρᾳ ἀνέστη ὁ κύριος ἡμῶν ἐκ νεκρῶν καὶ ὕμνησε τὸν πατέρα· διὰ τοῦτο ἐν αὐτῇ τῇ ὥρᾳ προσετάγη ἡμῖν ὑμνεῖν τὸν Θεόν. ἀνισταμένη δὲ πρῶτον τοῦτον τὸν | |
5 | στίχον εἶπον· «μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσ‐ θαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου·» καὶ εὖξαι, καὶ ἄρξαι λέγειν τὸν πεντηκοστὸν ὅλον ψαλμὸν, ἕως ἂν τελέσῃς, καὶ ταῦτα ἔστωσάν σοι καθ’ ἑκάστην ἡμέραν τεταγμένα. τοσού‐ τους δὲ ψαλμοὺς εἰπέ, ὅσους δύνῃ στήκουσα εἰπεῖν· καὶ κατὰ | |
10 | ψαλμὸν εὐχὴ καὶ γονυκλισία ἐπιτελείσθω, μετὰ δακρύων ἐξα‐ γορεύουσα κυρίῳ τὰς ἁμαρτίας σου καὶ ἀξιοῦσα, ἵνα ἀφεθῶσί σοι. μετὰ δὲ τρεῖς ψαλμοὺς λέγε τὸ ἀλληλούϊα. ἐὰν δὲ καὶ παρθένοι εἰσὶ μετὰ σοῦ, καὶ αὗται ψαλλέτωσαν καὶ μία παρὰ | |
μίαν τὴν εὐχὴν ἐπιτελεῖτε. πρὸς ὄρθρον δὲ τὸν ψαλμὸν τοῦτον | 55 | |
15 | λέγετε· «ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου·» διάφαυμα δέ· «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε· δόξα ἐν ὑψίστοις Θεῷ» καὶ τὰ ἑξῆς. | |
21 | Τὴν δὲ ἀγάπην φυλάξωμεν τὴν πάντων μείζονα. »ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου, ὡς ἑαυτόν· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νό‐ | |
5 | μος καὶ οἱ προφῆται κρέμανται·» ὁ Θεὸς ἀγάπη ἐστὶ καὶ αὐτὸς πρῶτος ἠγάπησε τὸν ἄνθρωπον, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα ἡμᾶς λυτρώσηται ἀπὸ πά‐ σης ἀνομίας. εἰ οὖν αὐτὸς ὁ κύριος ἡμῶν ἀπέθανεν ὑπὲρ ἡμῶν. καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς | |
10 | ἡμῶν θεῖναι. ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ ἔχων τὴν ἀγά‐ πην τὸν Θεὸν ἔχει. αὐτὸς γὰρ εἴρηκεν· ἐν τούτῳ γνώ‐ σονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους·» ὅσον γὰρ ἐὰν κοπιάσῃ ἄνθρωπος καὶ μὴ ἔχῃ τὴν ἀγάπην εἰς τὸν πλησίον, εἰς μάτην ἐκοπίασεν. οὕτως δὲ δείξεις | |
15 | τὴν ἀγάπην εἰς τὸν πλησίον, οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ. οὐ κρατήσεις κακίαν τινὸς εἰς τὴν καρδίαν σου· εἰ δὲ μή γε, οὐκ ἀνέρχεται ἡ εὐχή σου καθαρά· «οὐκ ἐπιδύσεται γὰρ ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν·» πραότητα ἔχε, ὑπομονὴν ἔχε, μακροθυμίαν, νηπιότητα. λέγει γὰρ ὁ κύριος· «ἐὰν μὴ | |
20 | στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε | |
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» | 56 | |
22 | Οὐ μὴ λυπηθήσῃ χαλεποῦ τινος συμβαίνοντός σοι, οὔτε ἐπὶ ζημίᾳ λυπηθήσῃ, οὔτε ἐπὶ ὕβρει· «ἡ λύπη γὰρ τοῦ κόσμου τούτου θάνατον κατεργάζεται.» ὑπὲρ τῶν ἁμαρ‐ τιῶν σου μόνον λυπηθήσῃ, ὑπὲρ ἄλλου δὲ πράγματος μικροῦ | |
5 | οὐ λυπηθήσῃ. μὴ ὑψώσῃς τὴν φωνήν σου ὀργιζομένη πρός τινα· δούλην γὰρ κυρίου οὐ δεῖ μάχεσθαι. οὐκ ἐξελεύσεται κατάρα ἐκ τοῦ στόματός σου, οὐχ ὕβρις, οὐ κακολογία. τὸ στόμα σου γὰρ ἡγιασμένον ἐστὶν ἐν τοῖς ὕμνοις καὶ δοξο‐ λογίαις τοῦ Θεοῦ. οὐκ ἔστι καλὸν τὸ προέρχεσθαί σε χωρὶς | |
10 | ἀνάγκης μεγάλης. τὴν ἡσυχίαν ἀγάπα ὅσον δύνασαι. τῶν δούλων τοῦ Θεοῦ μὴ ἐπιλάθῃ, μηδὲ ἀπαλειφθήτωσαν ἐκ τῆς καρδίας σου. ἐὰν ἅγιος ἔλθῃ εἰς τὴν οἰκίαν σου, οὕτως αὐτὸν πρόσδεξαι ὡς τὸν υἱὸν τοῦ Θεοῦ· λέγει γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς· «ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται.» ἐὰν | |
15 | εἰσέλθῃ ἀνὴρ δίκαιος εἰς τὸν οἶκόν σου, μετὰ φόβου καὶ τρόμου ἀπαντήσεις αὐτῷ, καὶ προσκυνήσεις ἐνώπιον τῶν ποδῶν αὐτοῦ ἐπὶ τὴν γῆν· οὐ γὰρ αὐτὸν προσκυνήσεις, ἀλλὰ τὸν Θεὸν τὸν ἀποστείλαντα αὐτόν. λήψῃ δὲ ὕδωρ καὶ νίψεις τοὺς πόδας αὐτοῦ καὶ μετὰ πάσης εὐλαβείας ἀκούσεις τῶν | |
20 | λόγων αὐτοῦ. οὐ μὴ θαῤῥήσῃς ἐπὶ τῇ σωφροσύνῃ σου, ἵνα μὴ πέσῃς· ἀλλὰ φοβοῦ· ἐφ’ ὅσον γὰρ φοβῇ, οὐδέποτε πίπτεις. συμφέρει τῇ ἐγκρατευομένῃ καταμόνας τὸν ἑαυτῆς ἄρτον ἐσθίειν. ἐὰν καθίσῃς μετὰ παρθένων ἐπὶ τραπέζης, πᾶν τὸ παρατι‐ θέμενον ἔσθιε μετ’ αὐτῶν· ἐὰν γὰρ μὴ φάγῃς, εὑρίσκῃ ὡς | |
25 | κατακρίνουσα αὐτάς. οὐκ ἀναγγελεῖς τὴν ἄσκησίν σου. ἐὰν | |
δὲ καὶ οἶνον πίνωσι, καὶ οὐ πίνῃς, δι’ αὐτὰς πίε ὀλίγον. ἐὰν δέ εἰσι μεγάλαι πρεσβύτιδες καὶ ἀναγκάζωσί σε πιεῖν περισσόν, μὴ ἀκούσῃς αὐτῶν, ἀλλὰ λέγε αὐταῖς· ὑμεῖς κατε‐ τρίψατε τὴν νεότητα ὑμῶν ἐν ἀσκήσει πολλῇ· ἐγὼ δὲ οὔπω | 57 | |
30 | ἔφθασα οὐδὲ εἰς πρῶτον βαθμόν. περὶ τῆς φιλοξενίας καὶ τῆς ἐλεημοσύνης οὐ χρείαν ἔχεις νουθετεῖσθαι. ἀπὸ σεαυτῆς γὰρ ποιήσεις. | |
23 | Ἐν ἐκκλησίᾳ σιώπα, καὶ μηδὲν λάλει, ἀλλὰ τῇ ἀνα‐ γνώσει μόνον πρόσεχε. ἐὰν ἐπαναβῇ εἰς τὴν καρδίαν σου λογισμός, ἵνα ποιήσῃς πρᾶγμά τι, μὴ προπετῶς αὐτὸ ποίει, ἵνα μὴ ἐμπαίξῃ σοι ὁ ἐχθρός. μετὰ βουλῆς τῶν μειζοτέρων | |
5 | σου πάντα ποίει. ὅταν ψάλλῃς ἢ ὅταν προσεύχῃ, μὴ ἄφιε ξένους λογισμοὺς εἰσιέναι εἰς τὴν καρδίαν σου. παρακαλῶ σε, ἀγαπητὴ, πρόσεχε καὶ ἄκουε τῶν ἐντολῶν τούτων τῶν γε‐ γραμμένων ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴ μόνον τοῖς ὀφθαλ‐ μοῖς τοῖς φαινομένοις κατανόει τὰ γεγραμμένα, ἀλλὰ καὶ τοῖς | |
10 | ἔνδοθεν. καὶ πρόσεχε μιᾷ ἑκάστῃ ἐντολῇ, καὶ ποίει αὐτήν. ἐὰν γὰρ φυλάξῃς ταῦτα, καταξιωθήσῃ τοῦ νυμφῶνος τοῦ βασιλικοῦ· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ὅτι, πῶς δύναμαι ποιῆσαι ταῦτα; μὴ δειλίαν λάβῃ ὁ λογισμός σου· ἀλλὰ μετὰ πάσης προθυμίας φυλάξῃς αὐτάς· τοῖς φοβουμένοις γὰρ τὸν Θεὸν αἱ ἐντολαὶ | |
15 | τοῦ Θεοῦ οὐκ εἰσὶ βαρεῖαι. πάσῃ ὥρᾳ μὴ λειψάτω ἔλαιον τῇ λαμπάδι σου, μή ποτε ἔλθῃ ὁ νυμφίος καὶ εὕρῃ αὐτὴν σβεσθεῖσαν. οὐκ οἶδας γὰρ πότε ἔρχεται ἢ πρωτοΰπνιον ἢ πρωΐ. γενοῦ οὖν ἕτοιμος· ἵνα, ὅταν ἔλθῃ, μετὰ τῶν φρονίμων | |
ἀπαντήσῃς αὐτῷ ἔχουσα τὸ ἔλαιον ἐν τῇ λαμπάδι σου, του‐ | 58 | |
20 | τέστι τὰ ἔργα σου τὰ καλά. πᾶσαν ὥραν μνημόνευε τῆς ἐξό‐ δου σου· ἔχε καθ’ ἡμέραν πρὸ ὀφθαλμῶν τὸν θάνατον· μνη‐ μόνευε τίνι σε δεῖ παραστῆναι. | |
24 | Βαρύ ἐστιν ἄσκησις καὶ δυσβάστακτον ἐγκράτεια· ἀλλ’ οὐδέν ἐστι γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου. ὧδε κάμνομεν ὀλίγον, ἐκεῖ δὲ τὴν αἰωνίαν ζωὴν ἀποληψόμεθα· λέγει γὰρ ὁ ἅγιος Παῦλος· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν | |
5 | καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» καλὸν ἀποφυγεῖν ἀπὸ ὄχλου καὶ ἀναχωρεῖν καταμόνας. μεγάλη ἀρετὴ ἐγκράτεια, μέγα καύχημά ἐστιν ἁγνεία, μεγάλα ἐγκώμια τῆς παρθενίας. ὦ παρθενία, πλοῦτος ἀκατάληπτος! ὦ παρθενία, στέφανος ἀμαράντινος! ὦ παρθενία, ναὸς Θεοῦ | |
10 | καὶ ἁγίου πνεύματος οἰκητήριον! ὦ παρθενία, μαργαρῖτα τίμιε παρὰ πολλοῖς ἀφανὴς, ὀλίγοις δὲ μόνοις εὑρισκόμενος! ὦ ἐγκρά‐ τεια φίλη Θεοῦ καὶ παρὰ ἁγίοις ἐγκωμιαζομένη! ὦ ἐγκράτεια παρὰ πολλοῖς μισουμένη, τοῖς δὲ ἀξίοις σου γνωριζομένη! ὦ ἐγκράτεια θάνατον καὶ ᾅδην ἀποφεύγουσα, καὶ ὑπὸ ἀθανασίας | |
15 | κατεχομένη! ὦ ἐγκράτεια, χαρὰ προφητῶν, καὶ ἀποστόλων καύχημα! ὦ ἐγκράτεια, ἀγγέλων βίος, καὶ ἁγίων ἀνθρώπων στέφανος! μακάριος ὁ κατέχων σε, μακάριος ὁ προσκαρτερῶν σου τῇ ὑπομονῇ· ὅτι ὀλίγον κοπιάσας πολὺ χαρήσεται ἐν σοί. μακάριος ὁ νηστεύσας ὅλον τὸν χρόνον τοῦτον, ὅτι ἐν | |
20 | τῇ ἄνω Ἱηρουσαλὴμ κατοικήσας μετὰ ἀγγέλων χορεύσει καὶ μετὰ ἁγίων προφητῶν καὶ ἀποστόλων ἀναπαύσεται. | |
25 | Ταῦτα ἔγραψά σοι, ἀγαπητὴ ἀδελφὴ, χορεύτρια Χριστοῦ, πρὸς στηριγμὸν καὶ ὠφέλειαν τῆς ψυχῆς σου. Μὴ ἐκκλίνῃς οὖν ἀπὸ τῶν λεγομένων τούτων δεξιὰ ἢ ἀρι‐ στερά. ὃς γὰρ ἐὰν ἀκούσῃ τοὺς λόγους τούτους καὶ κατα‐ | 59 |
5 | φρονήσῃ, κρῖμα μέγα αὐτῷ ἐστι. σὺ δὲ τιμιωτάτη ἀδελφὴ ἡ κτωμένη τὸ βιβλίον τοῦτο, δῴη σοι ὁ Θεὸς ταῦτα φυλάττειν, ἐν τούτοις ἀναστρέφεσθαι πεφωτισμένην τὴν διάνοιαν, καθαρὸν τὸν νοῦν, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας, ἵνα λάβῃς τὸν ἀμαράντινον στέφανον, ὃν ἡτοίμασεν ὁ Θεὸς τοῖς | |
10 | ἀγαπῶσιν αὐτὸν διὰ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ | |
Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | 60 |