TLG 2035 028 :: ATHANASIUS :: Epistula ad imperatorem Jovianum [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad imperatorem Jovianum [Sp.]

Source: Bizer, C. (ed.), Studien zu pseudathanasianischen Dialogen der Orthodoxos und Aëtios [Diss. Bonn] 1970: 299–301.

Citation: Volume — page — (line)

M28

532

(1t)

Ἀθανασίου ἐπισκόπου πρὸς Ἰοβιανὸν αὔγουστον
2tπερὶ πίστεως ὀρθοδόξου
3Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τῷ βαπτίσ‐ ματι θεσμοθετῶν τὸν ἀκριβῆ καὶ τετορνευμένον
5τῆς πίστεως ὅρον ἐποίησε, λέγων τοῖς ἁγίοις ἀποστό‐
λοις· “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος”. οὐκοῦν ἡ ἐν πί‐ στει τελείωσις εἰς πατέρα καὶ υἱὸν καὶ299
10ἅγιον πνεῦμά ἐστιν. τῆς οὖν ἁγίας τριάδος προσθή‐ κην οὐκ ἐπιδεχομένης πάντως [ὅτι] καὶ ἐν εὐδοκίᾳ πατρὸς ἑκουσίως μετασχὼν τῶν ἐν ἡμῖν ὁ μονογενὴς αὐτοῦ λόγος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας παρθένου μητρὸς εἷς πάλιν ἐστὶν υἱὸς μετὰ καὶ τῆς προσλή‐
15ψεως τῇ τῆς ἑνώσεως οἰκονομίᾳ. ἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σὰρξ καὶ ἅμα ἔμψυχος λογική,
16ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική· ἐν αὐ‐ τῷ γὰρ καὶ τὴν ὑπόστασιν ἔσχεν. ὅθεν δικαίως μᾶλλον δὲ καὶ ἀληθῶς αὐτοῦ τοῦ κυρίου ἴδια καὶ οὐχ ἑτέρου τινὸς τὸ προσληφθέντα προσομολογηθή‐300
20σονται. πρῶτον μὲν γὰρ ὁ κύριος μετ’ αὐτῆς θεικῶς καὶ τότε ἐξ αὐτῆς ὁ αὐτὸς οἰκονομικῶς παιδίον, διὸ καὶ παρθενομήτωρ ὡς θεοτόκος ἡ ἁγία Μαρία. Μίαν τοίνυν μᾶλλον ἔοικε λέγειν καὶ ὁμολογεῖν τοῦ λόγου φύσιν τε καὶ ὑπόστασιν σεσαρκωμένην καὶ
25τελείως ἐνανθρωπήσασαν, καὶ ὁ τοῦτο μὴ λέγων
θεομάχος ἐστὶ καὶ τῶν ἁγίων πατέρων πολέμιος.301