TLG 2035 026 :: ATHANASIUS :: Doctrina ad Antiochum ducem [Sp.] ATHANASIUS Theol. Doctrina ad Antiochum ducem [Sp.] Citation: Chapter — section — (line) | ||
1t | Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Διδασκαλίαι πρὸς Ἀντίοχον τὸν ἄρχοντα. | |
1.1 | Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανά‐ σιον δούξ τις ὀνόματι Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατ‐ εχόμενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ πρὸς τὸν κύ‐ ριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρα‐ | |
5 | καλέσαντος τοῦ ἐπισκόπου τὸν φιλάνθρωπον θεὸν ὑγιὴς γέγονεν. καὶ δὴ ἔρχεται φέρων μεθ’ ἑαυτοῦ τὰ ὑπάρ‐ χοντα αὐτοῦ καὶ τίθησιν παρὰ τοὺς πόδας τοῦ ἐπισκό‐ που, παρακαλῶν αὐτὸν δοθῆναι αὐτὰ τοῖς πτωχοῖς, αὐτὸν δὲ λαβόντα τὸ ἅγιον σχῆμα παρὰ ἁγίου ἀν‐ | |
---|---|---|
10 | δρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύσασθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγει τῷ ἐπισκόπῳ ὁ δοὺξ Ἀντίοχος “Ἔδει με ἀφ’ οὗ ἐβα‐ πτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βά‐ πτισμα· ἀλλ’ ἐπειδὴ ἡ ἀφροσύνη μεγάλα ἐν ἐμοὶ εἰρ‐ | |
15 | γάσατο ἀνομήματα, παρακαλῶ τὴν σὴν ἁγιωσύνην δι‐ δάξαι με καὶ κατηχῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμάτων καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι”. Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδίδασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντο‐ | |
20 | λὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεται οὖν λέγειν αὐτῷ “Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρχόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μετανοοῦντα πρὸ πάντων πι‐ στεῦσαι εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν | 3 |
25 | οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονεγενῆ, δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ τὰ ἑξῆς. εἷς θεὸς μόνος πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν καὶ ὃς πάντα δύναται, ἀδυνατεῖ δὲ παρ’ αὐτοῦ οὐδέν. ἐὰν | |
30 | οὖν ἐξ ὅλης τῆς καρδίας σου πιστεύσῃς καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ φοβηθεὶς αὐτὸν ἐγκρατεύσῃ ὧν λέγω σοι, καὶ εἰσακουσθήσεταί σου ἡ δέησις καὶ πιστεύσας λήψῃ παρ’ αὐτοῦ τὴν βοήθειαν καὶ νίκην σωτηρίας εἰς τοὺς αἰῶνας”. | |
1.2 | Καὶ ἀναστάντες ηὔξαντο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ “Ἁπλότητα ἔχε καὶ ἄκακος γίνου, καὶ ἔσῃ ὡς τὰ νήπια μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὸ γένος τῶν ἀνθρώπων. καὶ πρῶτον μὲν μηδενὸς | |
5 | καταλάλει μηδὲ ἡδέως ἄκουε καταλαλούντων· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλα‐ λοῦντος. πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαιμόνιον μήποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστασίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ’ αὐτοῦ, καὶ | |
10 | εἰρήνην πάντοτε ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστιν πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας”. | |
1.3 | Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ “Ἄκουε καὶ ταύτην τὴν τρίτην ἐντολήν· ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκ‐ πορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. | |
5 | οἱ γὰρ ψευδόμενοι ἀθετοῦσιν τὸν κύριον. ἔλαβον γὰρ | |
πνεῦμα ἀληθείας καὶ ἐγένοντο ἀλλότριοι τοῦ ἀληθινοῦ πνεύματος. ὅρκον δὲ δικαίως ἀδίκως φεῦγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν τὴν αἰώνιον”. | 4 | |
1.4 | Καὶ ἀναστάντες ηὔξαντο, καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀνα‐ βαινέτω εἰς τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας | |
5 | ἢ περὶ πορνείας. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τοῦτο τὸ πονηρὸν, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν, ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνό‐ της καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφείλει ἀνα‐ βαίνειν· τοῦτο γὰρ κατορθοῦται διὰ πόνου εὐχῆς καὶ | |
10 | ταπεινώσεως. καὶ τοῦτο ποιῶν ζήσῃ εἰς τοὺς αἰῶνας”. | |
1.5 | Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί‐ σκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς· μακρόθυμος γίνου καὶ συνετὸς, καὶ πάντων ἔργων πονη‐ ρῶν κατακυριεύσῃ. ἐὰν γὰρ καὶ μακρόθυμος ἔσῃ, τὸ | |
5 | πνεῦμα τὸ πανάγιον κατοικήσει ἐν σοί. ἐν δὲ τῇ ὀξυ‐ χολίᾳ ὁ διάβολος. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ ἐν ᾧ κατοι‐ κοῦσιν ἀμφότερα. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυ‐ χολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦ θεοῦ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, | |
10 | οὐδὲ ἐνεργεῖ εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ θεοῦ μετ’ αὐτῶν ἐστιν, ἀποπλανᾷ δὲ τοὺς διψύχους. ὅταν ἴδῃ τοὺς τοιούτους εὐσταθοῦντας, παραβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως κρίνεται ὁ ἄν‐ θρωπος ἕνεκεν βιωτικῶν πραγμάτων. ταῦτα γὰρ πάντα | |
15 | μωρά ἐστιν καὶ κενά. ἡ δὲ μακροθυμία εὐπρόσδεκτος καὶ ἰσχυρά. ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ. τὸ τρυφερὸν πνεῦμα. μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρό‐ τητος κατοικεῖν, ὑποχωρεῖ ἀπὸ τοῦ τοιούτου καὶ ζητεῖ | |
20 | κατοικεῖν μετὰ πραΰτητος καὶ ἡσυχίας. ὅταν δὲ ἀπο‐ | |
στῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρω‐ πος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἄπεχε οὖν | 5 | |
25 | ἀπ’ αὐτῆς, τοῦ πονηροτάτου δαίμονος, ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ τὴν ὑπομονὴν, καὶ ζήσῃ εἰς τοὺς αἰ‐ ῶνας”. | |
1.6 | Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί‐ σκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς· ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν”. ἀπεκρίθη | |
5 | ὁ Ἀντίοχος “Ναὶ, κύριε, οὕτως ἐστίν”. ἀπεκρίθη ὁ ἐπίσκοπος “Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι τὰς δυνά‐ μεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσιν καὶ τὴν ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται οὖν ἐπὶ δικαίου καὶ ἀδίκου. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ | |
10 | μηδὲν πιστεύσῃς. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώ‐ που, ὁ εἷς τῆς πονηρίας καὶ ὁ εἷς τῆς δικαιοσύνης. ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστιν καὶ αἰ‐ σχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δι‐ | |
15 | καιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ παντὸς ἔργου ἀγαθοῦ. ταῦτα πάντα ὅταν εἰς τὴν καρ‐ δίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστίν. ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονη‐ ρίας τὰ ἔργα αὐτοῦ τὰ πονηρά. πρὸ πάντων ὀξύχολός | |
20 | ἐστιν καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρὰ, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι ὅτι ἐκ τοῦ πονηροῦ καὶ μισοκάλου εἰσίν”. Λέγει αὐτῷ ὁ Ἀντίοχος “Πῶς νοήσω μὲν αὐτὸν | |
25 | οὐκ ἐπίσταμαι, ἐὰν μὴ διδαχθῶ κατὰ λόγον”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε λεπτομερῶς καὶ συνετὸς | |
γίνου καὶ μακρόθυμος. εἶτα λοιπὸν ἐπιθυμία γυναικῶν καὶ κραιπαλῶν πολλῶν καὶ ἐπιθυμία πράξεων πλεο‐ νεξίας καὶ ὑπερηφανίας καὶ τὰ τούτοις ὅμοια. ὅταν | 6 | |
30 | ταῦτα ἐπὶ τὴν καρδίαν σου ἀναβῶσιν, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς πονηρίας ἐστὶν μετὰ σοῦ. ἔχεις ἀμφοτέ‐ ρων τὰς ἐνεργείας. σύνες αὐτὰς, καὶ πίστευε τῷ ἀγ‐ γέλῳ τῆς δικαιοσύνης, ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονη‐ ρίας ἀπόστηθι, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔσῃ ηὐλο‐ | |
35 | γημένος εἰς τοὺς αἰῶνας”. | |
1.7 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Μέμνησαι ὅτι εἰς τὴν πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ προσευχῆς καὶ φόβου καὶ ἐγκρατείας”. ἀπεκρίθη αὐτῷ ὁ Ἀντίοχος “Ναὶ, κύριε”. καὶ λέγει | |
5 | αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε καὶ τῆς ἑβδόμης ἐντολῆς· φοβοῦ τὸν θεὸν καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ, καὶ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει· φοβούμενος γὰρ τὸν κύ‐ ριον πάντα καλὰ ἐργάσῃ· τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν, μᾶλλον δὲ φοβήθητι | |
10 | τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, ἵνα μὴ κατακυριευθῇς ὑπ’ αὐτῶν, ὅτι πονηρά εἰσιν. ἐὰν οὖν μὴ θελήσῃς τὸ πονη‐ ρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον πάντοτε, καὶ μὴ ἐπιλάθῃ τὸν φόβον αὐτοῦ· ὁ γὰρ ἔχων τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ οὐδέποτε ἐνθυμεῖται πονη‐ | |
15 | ρὸν ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔχει ζωὴν ἐν ἑαυτῷ εἰς τοὺς αἰῶνας”. | |
1.8 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε καὶ τῆς ὀγδόης ἐντολῆς. περὶ ἐγκρατείας νόη‐ σον ὅτι διπλῆ ἐστίν. ἐπὶ τίνων δεῖ ἐγκρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτά. ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἐρ‐ | |
5 | γαζόμενος τὸ ἀγαθόν. ἄκουε λεπτομερῶς. ἐγκρατεύου ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελείας πλούτου καὶ μνη‐ σικακίας καὶ βλασφημίας. ταῦτα τὰ ἔργα πονηρά εἰσιν | |
τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων δεῖ ἐγκρατεύεσθαι τὸν | 7 | |
10 | δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι. ἄκουε καὶ τὰ ὀνόματα τούτων ἤτοι ἀκόλουθα”. λέγει Ἀντίοχος “Ποῖα γὰρ, κύριε, πονηρά εἰσιν ἔργα”; λέγει αὐτῷ ὁ ἐπίσκοπος “Καὶ πολλά εἰσιν πονηρὰ, ἀφ’ ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι, | |
15 | ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλα‐ ζονεία, καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πο‐ νηρὰ εἶναι ταῦτα”; καὶ ἀπεκρίθη “Ναὶ, δοῦλε τοῦ θεοῦ”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Τούτων πάντων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ, ἵνα ζήσῃ τῷ θεῷ | |
20 | καὶ ἐγγραφῇ μετὰ τῶν ἐγκρατευομένων. πρὸ πάντων πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιο‐ σύνης, ἀλήθεια, ὑπομονή. τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυ‐ λάξῃ, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τὰ τού‐ | |
25 | των ἀκόλουθα ἄκουε· χήραις ὑπηρετεῖν καὶ ὀρφανοῖς, ὑστερουμένοις τοῖς δούλοις τοῦ θεοῦ. φιλόξενον εἶναι, ἥσυχον, ἐνδεεστέρῳ παρέχειν, πάντα ἄνθρωπον σέβε‐ σθαι, ὕβριν ὑποφέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐνδεεῖς | |
30 | μὴ λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. οὐ δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι”; ἀπεκρίθη ὁ Ἀντίοχος “Τί γὰρ δύναται τούτων ἀγαθώτερον εἶναι”; λέγει αὐτῷ ὁ ἐπί‐ σκοπος “Ἐπιγύμναζε οὖν ἑαυτὸν ἐν τούτοις καὶ μὴ ἀποστῇς ἀπ’ αὐτῶν, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας, καὶ πάν‐ | |
35 | τες ὅσοι τὰς ἐντολὰς αὐτοῦ φυλάξωσιν ζήσονται εἰς τοὺς αἰῶνας”. | |
1.9 | Καὶ εἰξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε καὶ τῆς ἐνάτης ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι τῷ θεῷ, λέγων ἐν | |
5 | ἑαυτῷ ὅτι πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ κυρίου | |
λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μηδὲν τοιοῦτον διαλογίζου, ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς τὸν κύριον καὶ αἰτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολ‐ λὴν αὐτοῦ εὐσπλαγχνίαν, ὅτι οὐ μή σε ἐγκαταλείψει, | 8 | |
10 | ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου ταχέως πληρώσει. οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τῷ πλάσματι αὐτοῦ. σὺ οὖν καθάρισόν σου τὸν λογισμὸν καὶ τὴν ψυχὴν ἀπὸ παντὸς ῥύπου ἐχθροῦ καὶ αἴτησαι | |
15 | παρὰ τοῦ κυρίου, καὶ λήψῃ εἴ τι αἰτήσῃ, ὅτι οὐκ ἐγ‐ καταλείπει τοὺς εἰς αὐτὸν ἐλπίζοντας. οἱ γὰρ διστά‐ ζοντες εἰς τὸν θεὸν οὗτοί εἰσιν δίψυχοι, καὶ οὐδὲν ὅλως λαμβάνουσιν τῶν αἰτημάτων αὐτῶν· οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν πίστει πάντα ἃ αἰτοῦνται ὁλοψύχως λαμβά‐ | |
20 | νουσιν. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ καθαρίσῃ τὸν νοῦν τῆς ψυχῆς αὐτοῦ, δυσκόλως σώζεται. ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰτήματά σου ἃ αἰτεῖς λήψῃ. ἐὰν αἰτησάμε‐ νός ποτε παρὰ τοῦ κυρίου αἴτημα καὶ βραδύτερον λά‐ | |
25 | βῃς, μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς καρδίας σου, ἤτοι τῆς ψυχῆς σου. πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμα, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλα‐ βες τὸ αἴτημα τῆς ψυχῆς σου. σὺ οὖν μὴ διαλίπῃς εὐχόμενος ἕως οὗ ἀπολήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς | |
30 | καὶ διψυχήσῃς εὐχόμενος καὶ αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδοῦντά σοι. βλέπε οὖν ὅτι ἡ διψυχία παρὰ τοῦ διαβόλου ἐστίν. σὺ οὖν δούλευε ἐκ τῆς ψυ‐ χῆς σου, καὶ ζήσῃ τῷ θεῷ, καὶ πάντες οἱ ταῦτα φρο‐ νοῦντες ζήσονται εἰς τοὺς αἰῶνας”. | |
1.10 | Καὶ εὐξαμένων αὐτῶν λέγει ὁ ἐπίσκοπος “Ἄκουε καὶ τῆς δεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶ‐ σαν ἐπιθυμίαν πονηρὰν καὶ ἔνδυσαι τὴν ἀγαθὴν καὶ σεμνήν. ἀπὸ δὲ τῆς πονηρᾶς ἐπιθυμίας, καὶ μάλιστα | |
5 | ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ’ αὐτῆς δεινῶς. καὶ μάλιστα τοὺς μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ’ ἐμ‐ πεφυρμένους τῷ αἰῶνι τούτῳ, τούτους οὖν παραδίδω‐ σιν εἰς θάνατον”. καὶ λέγει ὁ Ἀντίοχος “Ποῖά εἰσιν | 9 |
10 | τὰ παραδιδοῦντα τοὺς ἀνθρώπους εἰς θάνατον; καὶ γνώρισόν μοι, ἵνα φύγω ἀπ’ αὐτῶν”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουσον ἐν ποίοις ἔργοις θανατοῖ ἡ ἐπι‐ θυμία ἡ πονηρὰ τοὺς δούλους τοῦ θεοῦ. πρὸ πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυτέλεια πλούτου, ἥτις ἐστὶν | |
15 | φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφόρου γεύσεως, καὶ δόξης ἀν‐ θρωπίνης ματαίας, μᾶλλον δὲ πᾶσα τρυφὴ καὶ ἡδονὴ τοῦ βίου τούτου ματαία ἐστίν. αὗται οὖν αἱ πονηρίαι καὶ αἱ ἐπιθυμίαι θανατοῦσιν τοὺς δούλους τοῦ θεοῦ. | |
20 | ἄπεχε οὖν ἀπ’ αὐτῶν, καὶ ζήσῃ τῷ θεῷ. ἐὰν δουλεύ‐ σῃς τῷ θεῷ ἐν δικαιοσύνῃ, δύνασαι κατακυριεῦσαι τῆς πονηρᾶς ἐπιθυμίας”. ὁ Ἀντίοχος λέγει “Ἤθελον κἀγὼ γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ”. ὁ ἐπίσκοπος λέγει “Ἔργασαι δικαιοσύνην | |
25 | καὶ ἀρετὴν ἀληθείας, φόβον κυρίου καὶ πίστιν καὶ ἀγά‐ πην καὶ ταπεινοφροσύνην καὶ ὑπομονὴν, καὶ τὰ ὅμοια τούτοις, καὶ τοῖς ἀγαθοῖς ἔργοις κολλήθητι. καὶ ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ καὶ δοῦλος θεοῦ εἰς τοὺς αἰῶνας”. | |
30 | Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ὁ διάβολος ὅταν ἴδῃ ὅτι διὰ τοῦ ἰδίου λογισμοῦ οὐ δύναταί σε βλά‐ ψαι, τότε φέρει πρὸς σὲ ἀσθενεστέρους μοναχοὺς, καὶ δι’ αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ διὰ ἔργων ἀνα‐ παύσεως, ἢ ζῆλον σαρκικὸν δίδωσίν σοι εἰς τὸ σκαν‐ | |
35 | δαλίσαι σε καὶ καταρρᾶξαί σε. σὺ δὲ νοῶν ὅτι τοῦ ἐχθροῦ εἰσιν κατασκευαὶ αὗται μὴ ἄρξαις εἰς τὴν διά‐ νοιάν σου λέγειν. ἐγὼ ἀπὸ τοιούτου γένους εἰμὶ μεγά‐ | |
λου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς καὶ ἀσθενὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο | 10 | |
40 | πρόσπεσε αὐτῷ, μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται ‘ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην‘, καὶ μὴ πρότερον ἀποστῇς αὐτοῦ τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ’ εὐχῆς δέξῃ παρ’ αὐτοῦ, | |
45 | ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέ‐ φανος εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
1.11 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο‐ πος “Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην. καὶ γὰρ αὐτὴ ἀδελφή ἐστιν τῆς διψυχίας καὶ τῆς ὀξυχολίας”. λέγει ὁ Ἀντίοχος “Πῶς, κύριε, | |
5 | ἀδελφή ἐστιν τούτων; ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο λύπη”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Διὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; ἐκεῖνοι γὰρ οὐ νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ κοσμικὰ καὶ σαρκικὰ πράγματα. οὐ νοεῖς ὅτι πονηροτάτη ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις τοῦ | |
10 | θεοῦ. οἱ δὲ τὸν φόβον τοῦ θεοῦ ἔχοντες δικαιοσύνης ἔργον καὶ ἀληθείας ἐπιτελοῦσιν, καὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἔχοντες πρὸς κύριον τυγχάνουσιν καὶ συνιοῦ‐ σιν, διότι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φρον‐ τίδος τοῦ βίου καὶ μερίμνης κοσμικῆς καὶ οὐδὲν εἰ μὴ | |
15 | μόνον τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς. ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ ἐστιν σύνεσις πολλή. κολ‐ λήθητι οὖν τῷ κυρίῳ, καὶ πάντα νοήσεις. ἄκουε πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν δι‐ | |
20 | ψυχίαν αὐτοῦ, ἡ λύπη πορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ. εἶτα πά‐ λιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πρά‐ γματός τινος καὶ λίαν πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀν‐ | |
25 | θρώπου, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν, καὶ μεταμελεῖται ὅτι πονηρὸν εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι πονηρὸν πράξας μετε‐ νόησεν. ἀμφότεραι οὖν αἱ πράξεις λυποῦσιν τὸν ἄν‐ θρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἔτυχεν τῆς πράξεως | 11 |
30 | αὐτοῦ, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν. ἀμφό‐ τερα οὖν λυπηρά εἰσιν τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον τὴν λύπην ἀπὸ σοῦ καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύξηται κατὰ σοῦ τοῦ θεοῦ καὶ ἀποστῇ ἀπὸ σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ | |
35 | τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρκικὴν οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς προ‐ τέροις ἁμαρτήμασιν μόνη ἔχει ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης· ὁ δὲ | |
40 | λυπηρὸς ἀνὴρ πάντοτε πονηρεύεται. πρῶτον μὲν πο‐ νηρεύεται ὅτι λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον τὸ δοθὲν τῷ ἀνθρώπῳ ἱλαρόν· δεύτερον δὲ λυπῶν τὸ πνεῦμα ἀνο‐ μίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογοίμενος τοῦ θεοῦ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ | |
45 | ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται ἐν τῇ καρδίᾳ αὐτοῦ. με‐ μιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησιν τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν πρὸς τὸ θυ‐ σιαστήριον τοῦ θεοῦ. ὥσπερ γὰρ ὄξος οἴνῳ μεμιγμέ‐ | |
1.11(50) | νον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχει, οὕτως καὶ λύπη με‐ μιγμένη μετὰ τοῦ πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει. καθάρισον οὖν σεαυτὸν ἀπὸ τῆς λύπης τῆς πο‐ νηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ, καὶ ἅπαντες ὅσοι ἀπο‐ βάλλονται τὴν λύπην ἀφ’ ἑαυτῶν καὶ ἐνδύονται ἀγάπην | |
55 | καὶ ἱλαρότητα ζήσονται εἰς τοὺς αἰῶνας. ἀμήν. | 12 |
2t | Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας Διδασκαλία πρὸς Ἀντίοχον δοῦκαν. | |
2.1 | Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανά‐ σιον δοὺξ ὀνόματι Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατεχό‐ μενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ ὅπως, ἐὰν ὑγιάνῃ, ἐπιστρέψει λοιπὸν πρὸς τὸν κύριον, μετανοῶν ἐπὶ τοῖς | |
5 | ἁμαρτήμασιν αὐτοῦ. καὶ παρακαλέσαντος τοῦ ἐπισκό‐ που τὸν φιλάνθρωπον θεὸν ὑγιὴς τῇ ἑξῆς γέγονεν. καὶ δὴ ἤρχετο φέρων μεθ’ ἑαυτοῦ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τίθησι παρὰ τοὺς πόδας τοῦ ἐπισκόπου, παρακαλῶν δο‐ θῆναι τοῖς πτωχοῖς καὶ τοῖς χρείαν ἔχουσιν, αὐτὸν δὲ | |
10 | λαβόντα τὸ σεμνὸν σχῆμα παρὰ τοῦ ἁγίου ἀνδρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύεσθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγει τῷ ἐπι‐ σκόπῳ ὁ δοὺξ Ἀντίοχος “Ἔδει με ἀφ’ οὗ ἐβαπτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βάπτισμα ἔτι· | |
15 | ἀλλ’ ἐπειδὴ ἡ ἀφροσύνη μου μεγάλην ἐν ἐμοὶ εἰργάσατο ἀμέλειαν, παρακαλῶ τὴν σὴν ἁγιωσύνην διδάξαι με καὶ κατηχῆσαι καὶ νουθετῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμά‐ των καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι, καὶ τίνων ἄλλων ἐπιμελήσομαι ἀρετῶν”. | |
20 | Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδί‐ δασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντολὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεται οὖν λέγειν αὐτῷ “Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρ‐ χόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖς | 13 |
25 | προτέροις ἁμαρτήμασι μετανοοῦντα πρὸ πάντων πι‐ στεύειν εἰς ἕνα θεὸν παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονεγενῆ, δι’ οὗ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ | |
30 | γῇ, θεὸν σωτῆρα ἡμῶν ὑπάρχοντα ὁμοούσιον τῷ πατρὶ, καὶ εἰς τὸ ἅγιον πνεῦμα τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμ‐ προσκυνούμενον καὶ συνδοξαζόμενον. εἷς θεὸς μόνος ὁ πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν, καὶ ὅτι πάντα | |
35 | δύναται, ἀδύνατον δὲ αὐτῷ οὐδέν. ἐὰν οὕτως πιστεύ‐ σῃς ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης ἰσχύος σου καὶ φοβηθῇς αὐτὸν καὶ ἐγκρατεύσῃ ὧν λέγω σοι, εἰσακουσθήσεταί σου ἡ ἔντευξις καὶ πιστεύσας λήψῃ παρ’ αὐτοῦ τὴν βοήθειαν καὶ νίκην καὶ σωτηρίαν | |
40 | εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.2 | Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ “Ἁπλότητα ἔχε καὶ ἄκακος γενοῦ, καὶ ἔσο ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὴν σωτηρίαν τῶν ἀνθρώπων. πρῶτον μὲν μηδενὸς κατα‐ | |
5 | λάλει μηδὲ ἡδέως ἄκουε τοῦ καταλαλοῦντος· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλα‐ λοῦντος, ἂν πιστεύσῃς τῇ καταλαλιᾷ ᾗ ἐὰν ἀκούσῃς· ἐπίστευσας γὰρ καὶ σὺ αὐτὸς ἕξεις κατὰ τοῦ ἀδελφοῦ σου. οὕτως οὖν ἔνοχος ἔσῃ τοῦ καταλαλοῦντος. πονηρὸν | |
10 | γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαι‐ μόνιον, μηδέποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστα‐ σίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ’ αὐτοῦ, καὶ εἰρήνην | |
ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστι πονηρὸν, ἀλλὰ | 14 | |
15 | πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.3 | Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν καθ‐ ίσας λέγει αὐτῷ “Ἄκουε καὶ ταύτην τὴν ἐντολήν· ἀλή‐ θειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. | |
5 | οἱ γὰρ ψευδόμενοι ἀθετοῦσι τὸν θεόν. ἔλαβον γὰρ πνεῦμα ἀληθείας καὶ ἐγένοντο οἰκητήρια τοῦ ἀληθινοῦ πνεύματος. ἐὰν οὖν τὴν ἀλήθειαν φυλάξῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι. ὅρκον δὲ δικαίως ἢ ἀδί‐ κως ἔκφευγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν | |
10 | τὴν ἀθάνατον εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.4 | Καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀναβαινέτω ἐπὶ τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας τινὸς, ἢ περὶ | |
5 | τοιούτων ὀνομάτων. τοῦτο γὰρ ποιῶν ἁμαρτίαν μεγά‐ λην ἐργάζῃ, μὴ ταχέως ἀφιστῶν τὸν νοῦν σου τοῦ τοι‐ ούτου αἰσχροῦ φάσματος. ἡ γὰρ ἐνθύμησις αὕτη θεοῦ δούλῳ ἁμαρτία μεγάλη ἐστίν. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τὸ πονηρὸν τοῦτο, θάνατον ἑαυτῷ κατεργάζεται. | |
10 | βλέπε οὖν, ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνότης καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφεί‐ λει ἀναβαίνειν. τοῦτο δὲ κατορθοῦται διὰ πυκνοτέρας καὶ ἐπιπόνου εὐχῆς. τοῦτο οὖν ποίει, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.5 | Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί‐ σκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μακροθυμίαν καὶ γίνου συνε‐ τὸς, καὶ πάντων τῶν πονηρῶν ἔργων κατακυριεύ‐ | |
5 | σεις καὶ ἐργάσῃ πᾶσαν δικαιοσύνην. ἐὰν γὰρ μακρό‐ | |
θυμος ἔσῃ, τὸ πνεῦμα τὸ ἅγιον κατοικοῦν ἐν σοὶ καθαρὸν ἔσται, μὴ σκοτούμενον ὑπὸ πονηροῦ πνεύμα‐ τος, μηδὲ μιαινόμενον ὑπὸ τῆς ὀξυχολίας. ἐν γὰρ τῇ μακροθυμίᾳ ὁ κύριος κατοικεῖ, ἐν δὲ τῇ ὀξυχολίᾳ ὁ διά‐ | 15 | |
10 | βολος. ἀμφότερα οὖν τὰ πνεύματα ἀσύμφορόν ἐστιν ἐν ταὐτῷ κατοικεῖν. ἐὰν γὰρ λαβὼν ἀψινθίου μικρὸν εἰς κεράμιον μέλιτος ἐπιχέῃς, οὐχὶ ὅλον τὸ μέλι ἀφα‐ νίζεται, καὶ τοσοῦτον μέλι ὑπὸ τοῦ ἐλαχίστου ἀψινθίου ἀπόλλυται. ἐὰν δὲ εἰς τὸ μέλι μὴ βληθῇ τὸ ἀψίνθιον, | |
15 | γλυκὺ εὑρίσκεται τὸ μέλι καὶ εὔχρηστον πάντως γίνεται τῷ δεσπότῃ. βλέπε οὖν ὅτι ἡ μακροθυμία γλυκυτάτη ἐστὶν ὑπὲρ τὸ μέλι καὶ εὔχρηστός ἐστι τῷ κυρίῳ καὶ ἐν αὐτῇ κατοικεῖ, ἡ δὲ ὀξυχολία τὴν μακροθυμίαν μιαί‐ νει. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυχολίας πῶς | |
20 | πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦ θεοῦ καὶ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ κυρίου μετ’ αὐτῶν ἐστιν, ἀλλὰ ἀποπλανᾷ τοὺς διψύχους. ὅταν γὰρ ἴδῃ τοὺς | |
25 | τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυ‐ τὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως πικραί‐ νεται ἄνθρωπος ἕνεκεν βιωτικῶν πραγμάτων, ἢ φίλου τινὸς, ἢ περὶ δόσεως καὶ λήψεως, ἢ περὶ τοιούτων μιαρῶν πραγμάτων. ταῦτα πάντα μωρά ἐστι καὶ κενὰ | |
30 | καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ, ἡ δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ὀχυρὰ, ἔχουσα τὴν δύναμιν ἰσχυρὰν καὶ καθημένην ἐν πλατυσμῷ μεγάλῳ. ἱλαρὰ, ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἔχουσα ἐν ἑαυτῇ πικρὸν, παραμένουσα διὰ παν‐ | |
35 | τὸς πραότητι καὶ ἡσυχίᾳ. Αὕτη οὖν ἡ μακροθυμία κατοικεῖ μετὰ τῶν πίστιν ἐχόντων ὁλόκληρος, ἡ δὲ ὀξυχολία πρῶτον μὲν μωρία ἐστὶν καὶ ἐλαφρία φρενῶν· εἶτα ἐκ τῆς ἀφροσύνης γίνε‐ | |
ται πικρία, ἐκ δὲ τῆς πικρίας θυμὸς, ἐκ δὲ τοῦ θυμοῦ | 16 | |
40 | ὀργὴ, ἐκ δὲ τῆς ὀργῆς μῆνις. εἶτα ἡ μῆνις ἐκ τοσού‐ των κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος. ὅταν γὰρ πάντα τὰ ἀνθρώπινα ταῦτα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, ὅπου καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐ χω‐ ρεῖ ἐκεῖνο τὸ ἄγγος, ἀλλ’ ὑπερπλεονάζει τὸ τρυφερὸν | |
45 | πνεῦμα, μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρότητος κατοικεῖν. ὑποχωρεῖ οὖν ἀπὸ τοῦ ἀν‐ θρώπου τούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας. εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ | |
2.5(50) | τοῦ πνεύματος τοῦ ἁγίου καὶ λοιπὸν πεπληρωμένος τῶν πνευμάτων τῶν πονηρῶν ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖ ἀπὸ τῶν ἀν‐ θρώπων τῶν πονηρῶν, καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι | |
55 | τοῖς ὀξυχόλοις. ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίας, τοῦ πονηροῦ δαίμονος, ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ ἀντίστηθι τῇ ὀξυχολίᾳ, καὶ ἔσῃ ἐπαινούμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ κυρίου. βλέπε οὖν μὴ παραλογίσῃ τὴν ἐντολὴν ταύτην. ἐὰν γὰρ ταύτην | |
60 | φυλάξῃς, δυνήσῃ καὶ τὰς λοιπὰς τηρῆσαι. ἴσχυε οὖν ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ νικήσεις καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.6 | Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί‐ σκοπος λέγει αὐτῷ “Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς· ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ ἐγκρατεύσῃ”. ἀπεκρίθη | |
5 | ὁ Ἀντίοχος “Ναὶ, κύριε, οὕτως ἔστιν”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι καὶ τὰς δυ‐ νάμεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσι καὶ ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται γὰρ ἐπὶ δικαίῳ καὶ ἀδίκῳ. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ | |
10 | μηδὲν πιστεύσῃς. τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει, τὸ δὲ ἄδικον στρεβλήν. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀν‐ θρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς πονηρίας. καὶ ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστι καὶ αἰσχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν οὖν οὗτος | 17 |
15 | ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ αὐταρκείας καὶ περὶ παντὸς ἔργου δικαίου καὶ περὶ πάσης ἀρετῆς ἐνδόξου. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δι‐ | |
20 | καιοσύνης μετὰ σοῦ ἐστίν. τούτῳ οὖν πίστευε καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ἐγκρατὴς αὐτοῦ γενοῦ. ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα. πρῶτον πάντων ὀξύχολός ἐστι καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐ‐ τοῦ πονηρὰ, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ. | |
25 | ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι αὐτὸν ἐπὶ τῶν ἔργων αὐτοῦ”. Λέγει αὐτῷ ὁ δοὺξ Ἀντίοχος “Πῶς, κύριε, νοήσω αὐτὸν οὐκ ἐπίσταμαι, ἐὰν μὴ διδαχθῶ κατὰ λόγον”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε λεπτομερῶς καὶ ... | |
30 | ... γίνου. ὅταν ὀξυχολία σοί τις προσέλθῃ ἢ πικρία, γίνωσκε· ὅτι αὐτός ἐστιν ἐν σοί. εἶτα λοιπὸν ἐπιθυμίαι πράξεων πολλῶν καὶ πολυτέλεια ἐδεσμάτων καὶ κραι‐ παλῶν πολλῶν καὶ ποικίλων τροφῶν καὶ οὐ δεόντων, καὶ ἐπιθυμίαι γυναικῶν καὶ πλεονεξίαι, ὑπερηφανία τε | |
35 | καὶ ἀλαζονεία καὶ ὅσα τούτοις παραπλήσια. ταῦτα οὖν ὅταν ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγε‐ λος τῆς πονηρίας ἐστὶν ἐν σοί. σὺ οὖν ἐπιγνοὺς τὰ ἔργα αὐτοῦ ἀπόστα ἀπ’ αὐτοῦ καὶ μηδὲν αὐτῷ πίστευε. ἔχεις οὖν ἀμφοτέρων τῶν ἀγγέλων τὰς ἐνεργείας. σύνες | |
40 | αὐτάς. περὶ μὲν [τοῖς ἔργοις] τῆς πίστεως αὕτη ἐστὶν ἡ ἐντολὴ, ἵνα τοῖς ἔργοις τοῦ ἀγγέλου τῆς δικαιοσύνης πιστεύσῃς καὶ ἐργασάμενος αὐτὰ ζήσῃς τῷ θεῷ, ὅτι | |
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν”. | 18 | |
2.7 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Μέμνησαι ὅτι εἰς τὴν πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ φόβου καὶ ἐγκρατείας”. ἀπεκρίθη “Ναὶ, κύριε”. λέγει αὐτῷ “Νῦν ἄκουσον τῆς ἑβδόμης | |
5 | ἐντολῆς περὶ τοῦ φόβου· φοβοῦ τὸν κύριον καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ, καὶ ἔσῃ δυνατὸς ἐν πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος τὸν κύριον πάντα καλὰ ἐργάσῃ· οὗτός ἐστιν ὁ φόβος ὃν δεῖ σε φοβηθῆναι. τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν | |
10 | αὐτῷ οὐκ ἔστιν, οὐδὲ φόβος. ἐν ᾧ δὲ ἡ δύναμις ᾖ ἔν‐ δοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων καὶ φόβον ἔχει. ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται. ὁ δοῦλος οὖν τοῦ κυρίου ἰσχυρός ἐστι καὶ ........... φοβήθητι οὖν τὸν κύριον, καὶ ζήσῃ | |
15 | αὐτῷ φυλάσσων τὰς ἐντολὰς αὐτοῦ εἰς τοὺς αἰῶνας”. | |
2.8 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε καὶ τῆς ὀγδόης ἐντολῆς περὶ ἐγκρατείας· νόη‐ σον ὅτι ἡ ἐγκράτεια διπλῆ ἐστίν. ἐπὶ τινῶν γὰρ δεῖ σε ἐγκρατεύεσθαι, ἐπὶ τινῶν δὲ οὐ δεῖ. τὸ πονηρὸν ἐγ‐ | |
5 | κρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτὸ, τὸ δὲ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτό. ἄκουε δὲ λεπτομερῶς”. λέγει αὐτῷ ὁ Ἀντίοχος “Ναὶ, δέομαί σου, πάντα μοι λεπτομερῶς δήλωσον, ὅτι οὐδέποτε ἤκουσα τοιοῦτον λόγον σωτηρίας, καθοπλίζοντα τὸν ἄνθρωπον κατὰ πά‐ | |
10 | σης μηχανῆς τοῦ διαβόλου. διὰ τοῦτο ἐποίησα καὶ τὸν νοτάριόν μου πᾶσαν τὴν ἔνδοξον καὶ ἐνάρετον ταύτην διδαχὴν γράψαι”. λέγει ὁ ἐπίσκοπος “Ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυ‐ φῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελῶν, | |
15 | πλούτου, καυχήσεως, ὑψηλοφροσύνης καὶ ὑπερηφανίας καὶ ψεύδους καὶ καταλαλιᾶς καὶ ὑποκρίσεως καὶ μνη‐ σικακίας καὶ πάσης βλασφημίας. ταῦτα τὰ ἔργα πονηρά | |
ἐστι τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων οὖν τῶν ἔργων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ | 19 | |
20 | ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι τῷ θεῷ. ἄκουε δὲ καὶ τὰ ἀκόλουθα τούτων”. λέγει ὁ δοὺξ Ἀντίοχος “Ἔτι γὰρ, κύριε, πονηρά εἰσιν ἔργα”; λέγει αὐτῷ ὁ ἐπίσκοπος “Καὶ πολλά εἰσιν ἀφ’ ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι, κλοπὴ, ψεῦδος, ἀποστέρησις, | |
25 | ψευδομαρτυρία, πλεονεξία, ἀλαζονεία, καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα”; ἀπεκρίθη “Καὶ λίαν πονηρὰ τοῖς δούλοις τοῦ θεοῦ”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἐγκράτευσαι οὖν ἀπὸ πάντων τούτων, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφήσῃ μετὰ τῶν ἐγκρατευο‐ | |
30 | μένων. ἃ μὲν οὖν δεῖ ἐγκρατεύεσθαι ταῦτά ἐστιν· ἃ δὲ δεῖ σε μὴ ἐγκρατεύεσθαι, ἀλλὰ ποιεῖν, ἄκουε. πάν‐ των πρῶτον πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιοσύνης, ἀλήθεια, ὑπομονή. τούτων ἀγα‐ θώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα | |
35 | ἐάν τις φυλάσσῃ καὶ μὴ ἐγκρατεύηται ἀπ’ αὐτῶν, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τούτων τὰ ἀκό‐ λουθα ἄκουε· χήραις ὑπηρετεῖν καὶ ὀρφανοὺς ὑστερου‐ μένους ἐπισκέπτεσθαι, ἐξ ἀνάγκης λυτρώσασθαι τοὺς δούλους τοῦ θεοῦ, φιλόξενον εἶναι· ἐν γὰρ τῇ φιλοξε‐ | |
40 | νίᾳ εὑρίσκεται ἀγαθοποίησις· ἡσύχιον εἶναι, ἐνδεέστε‐ ρον γενέσθαι, πάντα ἄνθρωπον πρεσβύτην σέβεσθαι, ἀσκεῖν δικαιοσύνην, ἀδελφότητα συντηρεῖν, ὕβριν ὑπο‐ φέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, κάμνοντας τῇ ψυχῇ παρακαλεῖν, ἐσκανδαλισμένους ἀπὸ τῆς πίστεως | |
45 | μὴ ἀποβαλέσθαι, ἀλλ’ ἐπιστρέφειν καὶ εὐθύμους ποι‐ εῖν, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐν‐ δεεῖς μὴ λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι”; ἀπεκρίθη ὁ Ἀντίοχος “Τί γὰρ, κύριε, δύναται τούτων ἀγαθώτερον εἶναι”; λέγει αὐτῷ | |
2.8(50) | ὁ ἐπίσκοπος “Γύμναζε σεαυτὸν ἐν τούτοις καὶ μὴ ἐγκρα‐ | |
τεύου πάντων, καὶ ζήσῃ τῷ θεῷ εἰς τοὺς αἰῶνας. ἀμήν”. | 20 | |
2.9 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκουε καὶ τῆς ἐνάτης ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι παρὰ τοῦ θεοῦ, λέ‐ | |
5 | γων ἐν ἑαυτῷ ὅτι πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μὴ δια‐ λογίζου ταῦτα, ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς κύριον καὶ αἰτοῦ παρ’ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυευσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλίπῃ, ἀλλὰ | |
10 | τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. σὺ οὖν καθάρισον τὴν καρδίαν σου ἀπὸ πάν‐ των τῶν ματαίων τούτων καὶ τῶν προειρημένων σοι | |
15 | ῥημάτων, καὶ αἰτοῦ παρὰ τοῦ κυρίου, καὶ λήψῃ, καὶ πάντων τῶν αἰτημάτων σου ἀστέρητος ἔσῃ, ἐὰν ἀδι‐ στάκτως αἰτήσῃς· ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου. οἱ γὰρ διστά‐ ζοντες εἰς τὸν θεὸν, οὗτοί εἰσιν ὡς δίψυχοι καὶ οὐδὲν | |
20 | ὅλως λαμβάνουσι τῶν αἰτημάτων αὐτῶν. οἱ δὲ ὁλοτε‐ λεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν θεὸν καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦν‐ ται μηδὲν διψυχοῦντες. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται. καθάρισον οὖν τὴν | |
25 | καρδίαν σου ἀπὸ τῆς διψυχίας, ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰ‐ τήματά σου ἃ αἰτῇ λήψῃ, καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι καὶ βραδύτερον λάβῃς, μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς | |
30 | σου. πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμά τι, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλαβες. σὺ οὖν μὴ διαλίπῃς εὐχό‐ μενος τὸ αἴτημα τῆς ψυχῆς σου, ἕως οὗ ἀπολήψῃ αὐτό. | |
ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν μὴ διδοῦντά σοι. βλέπε οὖν τὴν διψυ‐ | 21 | |
35 | χίαν ταύτην. πονηρὰ γάρ ἐστι καὶ ἀσύνετος καὶ πολ‐ λοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως, καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. καταφρόνησον οὖν αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν. ἡ γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ, ἡ δὲ | |
40 | διψυχία μὴ καταπιστεύουσα ἑαυτὴν πάντων ἀποτυγχά‐ νει τῶν ἔργων αὐτῆς ὧν πράσσει. σὺ οὖν δούλευε τῇ εὐχῇ σου, τῇ δυνάμει τῆς πίστεως, καὶ ζήσῃ τῷ θεῷ καὶ πάντες οἱ καταφρονοῦντες εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.10 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο‐ πος “Ἄκουε καὶ τῆς δεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶσαν ἐπιθυμίαν πονηρὰν, ἔνδυσαι τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν καὶ σεμνήν. ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν | |
5 | ταύτην μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν· ἀγρία γὰρ ἐπιθυμία εἰς τάδε. ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ’ αὐτῆς δει‐ νῶς. δαπανᾷ δὲ τούτους μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ’ ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ. τούτους | |
10 | οὖν παραδίδωσιν εἰς θάνατον”. καὶ λέγει ὁ Ἀντίοχος “Ποῖα, κύριε, εἰσὶ τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ πα‐ ραδιδοῦντα τοὺς ἀνθρώπους εἰς θάνατον; γνώρισόν μοι, ἵνα φύγω ἀπ’ αὐτῶν”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ἄκου‐ σον. πρῶτον πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυ‐ | |
15 | τέλεια πλούτου, ἥ ἐστι φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφό‐ ρων γεύσεων, καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν, καὶ δόξης ἀνθρωπίνης καὶ ματαίας. πᾶσα τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ. ἀπέχεσθαι οὖν | |
20 | δεῖ τῶν ἐπιθυμιῶν τούτων, ἵνα ἀπεχόμενοι ζήσητε τῷ· θεῷ. ἐὰν δὲ δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ, δύνασαι κατακυριεῦσαι τῆς ἐπιθυμίας | |
τῆς πονηρᾶς καὶ ὑποτάξαι αὐτὴν καθὼς βούλει”. ὁ Ἀντίοχος λέγει “Ἤθελον γνῶναι ποίοις τρόποις δεῖ | 22 | |
25 | με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ”. ὁ ἐπίσκοπος λέγει “Ἄκουε· ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀλη‐ θείας, καὶ φόβον κυρίου καὶ πίστιν καὶ ἀγάπην καὶ ταπεινοφροσύνην καὶ ἀκτημοσύνην .....ιθην ποιῆσαι τῆς κοσμικῆς .......ότητος, καὶ ὅσα τούτοις ὅμοια | |
30 | τοῖς προειρημένοις. ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ δοῦλος θεοῦ εἰς τοὺς αἰῶνας. ἀμήν”. Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος “Ὁ διάβολος ὅταν ἴδῃ ὅτι δι’ ἑαυτοῦ, τουτέστιν διὰ τοῦ ἰδίου λογισμοῦ, οὐδὲν δύναταί σε βλάψαι, τότε φέρει πρὸς σὲ ἀσθενε‐ | |
35 | στέρους μοναχοὺς, καὶ δι’ αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ ἔργων, ἢ ἀναπαύσεως, ἢ ζήλου σαρκικοῦ δί‐ δωσίν σοι εἰς τὸ σκανδαλίσαι καὶ ταράξαι. σὺ δὲ νοῶν τοῦ ἐχθροῦ εἶναι κατασκευὴν τοῦτο μὴ ἄρξῃ εἰς τὴν διάνοιάν σου λέγειν. ἐγὼ ἀπὸ τοῦ τοιούτου γένους εἰμὶ | |
40 | μεγάλου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο πρόσ‐ πεσε αὐτῷ, μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται ‘ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν | |
45 | ἄλλην‘, καὶ μὴ πρότερον αὐτοῦ ἀποστῇς τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ’ εὐχῆς παρ’ αὐτοῦ δέξῃ, ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. ἀμήν”. | |
2.11 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο‐ πος “Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην· καὶ γὰρ αὕτη ἀδελφή ἐστι τῆς διψυχίας καὶ τῆς ὀξυχολίας”. λέγει ὁ Ἀντίοχος “Πῶς, κύριε, | |
5 | ἀδελφή ἐστι τούτων; ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο διψυχία καὶ ἄλλο λύπη”. λέγει αὐτῷ ὁ ἐπίσκοπος “Διὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; καὶ γὰρ ἐκεῖνοι οὐ | |
νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ σαρκικὰ καὶ κοσμικὰ πράγματα. οὐ νοεῖς ὅτι ἡ λύπη πάντων τῶν παθῶν | 23 | |
10 | πονηροτέρα ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις τοῦ θεοῦ, καὶ παρὰ πάντα τὰ πνεύματα καταφθείρει τὸν ἄνθρω‐ πον. οἱ δὲ φόβον ἔχοντες θεοῦ καὶ ἐρευνῶντες περὶ θεοῖ ἔργων καὶ ἀληθείας, καὶ τὴν καρδίαν ἔχοντες πρὸς κύριον πάντα τὰ λεγόμενα αὐτοῖς τάχιον νοοῦσι, καὶ | |
15 | συνιοῦσιν ὅτι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φροντίδος καὶ μερίμνης κοσμικῆς καὶ οὐδὲν ἄλλο εἰ μὴ τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς. ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ καὶ σύνεσις πολλή. κολλήθητι οὖν τῷ κυρίῳ καὶ πάντα νοήσεις. ἄκουε οὖν πῶς ἡ | |
20 | λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν διψυχίαν αὐτοῦ, ἡ λύπη ἐκπορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ αὐτό. εἶτα πάλιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ | |
25 | περὶ πράγματός τινος καὶ λίαν πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου τοῦ ὀξυχολήσαντος, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν καὶ μετανοεῖ, ὅτι πονηρὸν εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, | |
30 | ὅτι τὸ πονηρὸν πράξας μετενόησεν. ἀμφότεραι δὲ τῶν πράξεων λυποῦσι τὸν ἄνθρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἐπέτυχε τῆς πράξεως, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν. ἀμφότερα οὖν λυπηρά ἐστι τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον οὖν ἀπὸ σοῦ τὴν λύπην καὶ μὴ θλῖβε τὸ | |
35 | πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύ‐ ξηται τῷ θεῷ καὶ ἀποστῇ ἀπὸ σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρ‐ κικὴν οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι μόνη ἔχει ὠφέλειαν, ἐὰν | |
40 | μὴ πάλιν ἁμαρτήσῃς. ἔνδυσαι οὖν τὴν ἱλαρότητα τὴν | |
πάντοτε ἔχουσαν χάριν παρὰ τῷ θεῷ καὶ εὐπρόσδεκτον οὖσαν αὐτῷ, καὶ ἐντρύφησον ἐν αὐτῇ. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης· ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε ὀργίζεται | 24 | |
45 | καὶ ἀνομίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογού‐ μενος τῷ θεῷ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευ‐ ξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστή‐ ριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται εἰς τὴν καρδίαν αὐτοῦ. μεμιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐν‐ | |
2.11(50) | τεύξεως οὐκ ἀφίησι τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν εἰς τὸ θυσιαστήριον. ὥσπερ γὰρ ὄξος οἴνῳ μεμιγμέ‐ νον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχουσιν, οὕτως καὶ λύπη μεμιγμένη μετὰ τοῦ ἁγίου πνεύματος τὴν αὐτὴν ἔντευ‐ ξιν οὐκ ἔχει. καθάρισον οὖν ἑαυτὸν ἀπὸ τῆς λύπης | |
55 | τῆς πονηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ εἰς τοὺς αἰῶ‐ νας. ἀμήν”. | |
2.12 | Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο‐ πος “Βλέπε στερεῶς καὶ ἐξ ὅλης τῆς καρδίας σου ἐπί‐ στρεφε πρὸς κύριον καὶ μὴ φοβηθῇς τὸν διάβολον· δύ‐ ναμις γὰρ ἐν αὐτῷ οὐκ ἔστιν κατὰ τῶν δούλων τοῦ | |
5 | θεοῦ· ὁ θεὸς γάρ ἐστιν ὁ παρέχων τὴν νίκην. ὁ διά‐ βολος μόνον φόβον ἔχει, ὁ δὲ φόβος αὐτοῦ τόνους οὐκ ἔχει. μὴ φοβηθῇς οὖν αὐτὸν, καὶ φεύξεται ἀπὸ σοῦ, μηδὲ τὴν ἀπειλὴν αὐτοῦ δειλιάσῃς· ἄτονος γὰρ ὡς νε‐ κροῦ νεῦρα. οὐ δύναται γὰρ καταδυναστεύειν τῶν δού‐ | |
10 | λων τοῦ θεοῦ τῶν ἐξ ὅλης καρδίας ἐλπιζόντων ἐπ’ αὐ‐ τόν. δύναται οὖν ὁ διάβολος παλαῖσαι, καταπαλαῖσαι δὲ οὐ δύναται. ἐὰν οὖν ἀντιστῇς αὐτὸν, νικηθεὶς φεύ‐ ξεται ἀπὸ σοῦ κατῃσχυμμένος. μᾶλλον φοβήθητι τὸν κύριον τὸν δυνάμενον σῶσαι καὶ ἀπολέσαι. μὴ δειλιά‐ | |
15 | σῃς μηδὲ φοβηθῇς τὸν θάνατον· φθαρτὸς γάρ ἐστιν· ἀλλὰ φοβοῦ τὴν ἁμαρτίαν· προαιρετικὴ γάρ ἐστι. φύ‐ λασσε σεαυτὸν ἀπὸ τῶν τριῶν μελῶν τοῦ σώματός | |
σου, ὀφθαλμοῦ, στόματος καὶ ἀκοῆς, μή ποτε διὰ τῶν ὀφθαλμῶν σου φθονερῶς καὶ ἀκολάστως προσέχῃς τινὶ | 25 | |
20 | καὶ διὰ στόματος τοῦ μὴ λαλεῖν ποτε ἀσύμφορα, καὶ ἀκοὴν τῇ ὑγιαινούσῃ ..... μήποτε καταδέξῃ λογίον ...... ......βεῖς, μή ποτε ἡττηθῇς ἀσυνέτοις λογισμοῖς, ἀκοῇ βλαβερᾷ, καὶ ἐπιστρέψῃς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, ἀλλὰ λάβε μᾶλλον εἰς τὴν σὴν ἔννοιαν τὴν ἐσχάτην | |
25 | ἡμέραν. οὐ γὰρ μόνος τὸν αἰῶνα βιώσεις, ἀλλὰ τὴν τότε μνήσθητι συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπόφασιν θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπι‐ σπεύδοντας καὶ ψυχὴν ἐν τούτοις θορυβουμένην καὶ ἅμα τῷ συνειδότι πικρῶς μαστιγουμένην καὶ πρὸς τὰ | |
30 | ὧδε ἐλεεινῶς ἐπιστρέφουσαν. καὶ τὴν ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην διάγραψόν μοι τῇ διανοίᾳ, τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ τῶν ἁγίων. ἥξει γὰρ καὶ οὐ πα‐ | |
35 | ρασιωπήσεται, ὅταν ἔλθῃ ὁ κύριος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μνήσθητι τὸν πύρινον ποταμὸν, τὸν σκώληκα τὸν ἀκοί‐ μητον, τὸν δεινὸν ᾅδην, τὸ σκότος τὸ ἐξώτερον, τὸν πικρὸν κλαυθμὸν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν ἄσβε‐ | |
40 | στον κάμινον. πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα παραστήσεται, ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φο‐ βερὸν ἠχήσασα τοὺς ἀπ’ αἰῶνος ἐξεγερεῖ καθεύδοντας ‘καὶ ἐκπορείσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνά‐ στασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν | |
45 | κρίσεωσ‘. μνήσθητι τῆς τοῦ Δανιὴλ ὀπτασίας, πῶς ὑπ’ ὄψεσιν ἄγει τὴν κρίσιν ‘ὅτι‘ φησὶν ‘ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρὸν, ὁ θρόνος αὐτοῦ ὡς φλὸξ πυρός· οἱ | |
2.12(50) | τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἔμ‐ | |
προσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκά‐ θισεν καὶ βίβλοι ἠνεώχθησαν‘. τὰ ἀγαθὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, | 26 | |
55 | τὰ ἐνθυμήματα. εὐθέως οὖν εἰς ἐξάκουστον τοῖς πᾶσιν καὶ ἀγγέλοις καὶ ἀνθρώποις σοφῶς ἀνακαλύψει. πάντα γὰρ, ὡς προεῖπον, γυμνὰ καὶ τετραχηλισμένα παραστή‐ σει τῷ βήματι τῷ φοβερῷ. βλέπε λοιπὸν τὸν χρόνον ἐν ᾧ δεῖ σε καρπώσασθαι τὸ ἀμέτρητον αὐτοῦ ἔλεος, | |
60 | μὴ ἐν ματαιότητι ἀναλώσῃς, καὶ ἐν πύλαις ᾅδου ζητή‐ σεις τοῦτο καὶ οὐχ εὑρήσεις ὃ ἐν τῷ ὕψει τῶν ἡμε‐ ρῶν σου προκείμενον οὐκ ἠθέλησας. μνήσθητι οὖν καὶ ταύτην τὴν φρικτὴν τῆς ἀπολογίας ἡμέραν τῆς κρίσεως, καὶ ἴδε πῶς μέλλεις ἀπολογεῖσθαι τῷ πλάσαντί σε | |
65 | θεῷ, ὅτι αὐτός ἐστι κριτὴς ζώντων καὶ νεκρῶν, ὅτι δε‐ δόξασται τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς ἀπ’ ἀρχῆς καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν”. | |
2.13 | Καὶ συντελέσας τὰς δώδεκα ταύτας ἐντολὰς ὁ ἐπίσκοπος λέγει αὐτῷ “Πορεύου ἐν ταῖς ἐντολαῖς ταύ‐ ταις καὶ παρακάλει καὶ τοὺς ἀκούοντας πορεύεσθαι ἐν αὐταῖς, ἵνα ἡ μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοι‐ | |
5 | πὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, θαρροῦντας ὅτι λήψονται οὐ μόνον ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν κληρονομίαν τῆς ἐπουρανίου βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ σὺν τῷ ἁγίῳ καὶ | |
10 | ζωοποιῷ πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν”. | |
2.14 | Ταύτας ἀκούσας τὰς ἐντολὰς ὁ Ἀντίοχος καὶ γράψας αὐτὰς ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς ἐν βιβλίῳ, σπεύσας ὠρθοδρόμησε τῷ κοινοβίῳ, λέγων ἐν ἑαυτῷ “Μή πως κατὰ μόνας οἰκῶν ὑψωθῶ καὶ βλάψω ἑαυ‐ | |
5 | τὸν, ἀλλὰ μᾶλλον δίδωμι ἐμαυτὸν εἰς ὑπακοὴν ἀδελφῶν καὶ θεωρῶν ἑνὸς ἑκάστου τὴν πολιτείαν ζήλῳ κρατού‐ μενος κἀγὼ τῇ τοῦ θεοῦ χάριτι τὴν αὐτὴν πληρώσω ἀρετήν”. ὅπερ καὶ γέγονεν. εἰσελθὼν γὰρ εἰς κοινό‐ βιον οὕτως ἐπολιτεύσατο μετὰ τῆς ἀδελφότητος ὡς νο‐ | 27 |
10 | μίζειν αὐτὸν μὴ μετὰ ἀνθρώπων οἰκεῖν, ἀλλὰ μετὰ ἀγγέλων θεοῦ, καὶ τὰ κελευόμενα μετὰ πάσης σπουδῆς καὶ προθυμίας καὶ χαρᾶς ἐποίει. πάντα τῦφον καὶ ὑπερηφανίαν καὶ μνήμην κοσμικὴν ἐκ ποδῶν ποιήσας πᾶσαν ἤσκει σωφροσύνην, ὑπακοὴν, ταπεινοφροσύνην, | |
15 | φιλαδελφίαν, σιωπὴν, ἀγάπην, οὐδὲν ἄλλο ἐννοῶν εἰ μὴ τὰς ἐντολὰς καὶ νουθεσίας τοῦ ἁγίου πατρὸς καὶ ἐπισκόπου Ἀθανασίου καὶ τὴν ἐλπίδα τὴν ἐν Χριστῷ Ἰησοῦ. καὶ πάντες ὠφελοῦντο οἱ ἀδελφοὶ βλέποντες τὸν ἄνδρα ποτὲ μὲν ἐν τῷ κόσμῳ πλούσιον καὶ ἔνδοξον | |
20 | καὶ μετὰ πάσης πολιτείας ἀνατραφέντα, νῦν δὲ μὴ λο‐ γιζόμενον ἑαυτὸν ἄνθρωπον εὐγενῆ καὶ ἐλεύθερον, ἀλλὰ πᾶσαν εὐτέλειαν ἀσκοῦντα. καὶ ἐδόξαζον τὸν θεὸν τὸν πλείονα χαριζόμενον τοῖς ἀνθρώποις ὧν αἰτοῦσιν ἢ ζητοῦσιν αὐτόν. ὅνπερ ἰδὼν ὁ ἡγούμενος τοῦ μοναστη‐ | |
25 | ρίου τοσούτων τῇ τοῦ θεοῦ χάριτι γέμοντα κατορθω‐ μάτων καὶ πᾶσαν ἀρετὴν ἠμφιεσμένον τῷ δευτέρῳ ἐνιαυτῷ τῆς εἰσόδου αὐτοῦ κατέστησεν αὐτὸν ἀποκρι‐ σιάριον τῆς μονῆς, ὅπως ἐξερχόμενος ἐπὶ τὴν πόλιν πᾶσαν χρείαν μετὰ πάσης εὐλαβείας διακονήσῃ, ᾧτινι | |
30 | καὶ πᾶσα ἡ ἀδελφότης συνῄνεσεν. Ὁ δὲ δοῦλος τοῦ θεοῦ Ἀντίοχος, ἀντιλέγειν μὴ εἰδὼς, μετὰ πάσης εὐλαβείας ὡς ἀπ’ ἀρχῆς καὶ ταύτην ἐποίησε τὴν ὑπακοὴν, καὶ αἰτήσας εὐχὴν παρὰ πάσης τῆς ἀδελφότητος ἐξήρχετο λοιπὸν ἐπὶ τὴν πόλιν εἰς πᾶσαν | |
35 | ἀπόκρισιν τοῦ μοναστηρίου. εὑρὼν δὲ εἰς τὴν πόλιν φίλον ἀρχαῖον, διάκονον τῆς ἐκκλησίας, ὀνόματι Πιστὸν, παρ’ αὐτῷ ἔμενεν, ὅτε ἤρχετο εἰς τὴν πόλιν προφά‐ | |
σει διακονίας. ἰδὼν οὖν ὁ φθονερὸς δαίμων τὴν τοσ‐ αύτην ἐπιστήμην καὶ ἀρετὴν τοῦ ἀνδρὸς καὶ μὴ φέρων | 28 | |
40 | ὅρα τί μηχανᾶται. | |
2.15 | Θυγάτηρ ἦν μονογενὴς τῷ διακόνῳ. ταύτην πολλάκις προσεδρεύσας τις ἀναγνώστης, ὀνόματι Ἀλέ‐ ξανδρος, ἔφθειρεν, καὶ τῆς κόρης ἐγκύου γεναμένης φο‐ βηθεὶς ὁ ἀναγνώστης τὸν ἐπίσκοπον καὶ τὴν αἰσχύνην | |
5 | μὴ φέρων ὑπέθετο τῇ κόρῃ τὴν αἰτίαν τῷ δούλῳ τοῦ θεοῦ Ἀντιόχῳ ἐπιγράψαι, ᾧ καὶ συνέθετο ἡ κόρη τοὺς πάντας οὕτως πληροφορῆσαι. καὶ μεθ’ ἡμέρας τεσσα‐ ράκοντα τῆς τοῦ παιδίου γεννήσεως φανερὰ γέγονε τῷ ἐπισκόπῳ τὰ κατὰ τὴν κόρην, καὶ προσκαλεσάμενος | |
10 | αὐτὴν ὁ ἐπίσκοπος ἐπυνθάνετο μετὰ πολλῆς ἀπειλῆς τίς ἂν εἴη ὁ τοῦτο πεποιηκώς. ἡ δὲ ἀπεκρίθη “Ἀπὸ τοῦ μονάζοντος Ἀντιόχου, καθά φησιν, ἐν συνηθείᾳ ἐστὶ τοῦ ἔρχεσθαι πρὸς ἡμᾶς”. καὶ ἐπίστευσεν ὁ ἐπίσκο‐ πος καὶ πάντες οἱ παρεστῶτες. καὶ πέμψας μετὰ πολ‐ | |
15 | λοῦ θυμοῦ εἰς τὸ μοναστήριον .... τὸν δοῦλον τοῦ θεοῦ. μεθ’ ὕβρεως δὲ εἰσελθόντες μετ’ αὐτοῦ εἰς τὴν πόλιν ἄλλος μὲν ὕβριζεν αὐτὸν, ἄλλος ἐνέπτυεν, ἕτερος ὠνείδιζεν, αὐτὸς δὲ παρέστη τῷ ἐπισκόπῳ. καὶ ἐρω‐ τηθεὶς περὶ τῆς κόρης καὶ περὶ τοῦ γεγονότος εἶπεν ὁ | |
20 | Ἀντίοχος “Ἐὰν εἴπω τὴν ἀλήθειαν, ἡ ἀλήθειά μου ἐν τῷ ὑμετέρῳ ψεύδει οὐ μὴ πιστευθῇ”. καὶ παρεστῶ‐ τος ὅλου τοῦ ὄχλου εἶπεν ἡ κόρη κράζουσα “Τί ἔχεις εἰπεῖν; οὐ δύνασαι ἀρνήσασθαι· ἀπὸ σοῦ γὰρ γεγένη‐ ται τὸ παιδίον. καὶ τί αἰσχύνῃ; ὁμολόγησον ὃ ἐποίη‐ | |
25 | σας”. τότε στενάξας ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος λέ‐ γει “Δότε μοι τὸ παιδίον, καὶ ἴδω εἰ ἐξ ἐμοῦ γεγένη‐ ται”. καὶ λαβὼν τὸ παιδίον τεσσαράκοντα ἡμερῶν ὂν καὶ κρατήσας ἐν ταῖς χερσὶν αὐτοῦ, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶπεν τῷ παιδίῳ “Ἐν ὀνόματι τοῦ· κυρίου, εἰπὲ, | |
30 | παιδίον, ἐξ ἐμοῦ γεγένησαι σύ”; τότε βοᾷ τὸ παιδίον | |
χάριτι τοῦ θεοῦ μεγάλῃ τῇ φωνῇ “Οὐχὶ, δοῦλε τοῦ θεοῦ· καθαρὸς σὺ ἐνώπιον τοῦ θεοῦ. ὁ δὲ τοῦτο τὸ σκάνδαλον ποιήσας Ἀλέξανδρός ἐστιν ὁ ἀναγνώστης”. τότε ἡ μὲν κόρη κατανοήσασα τὴν τοῦ θεοῦ ἔλεγξιν | 29 | |
35 | παραχρῆμα πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ ἐξέψυξεν· ὁ δὲ ἐπίσκοπος ἀμνησικακίας χάριν ᾐτήσατο παρ’ αὐτοῦ· ὁ δὲ ἀναγνώστης, πολλὰ ἐπιθεὶς ἑαυτῷ σίδηρα καὶ μα‐ κρὰν ἀπὸ τῆς πόλεως ἀπελθὼν, ἐγκλείσας ἑαυτὸν ἐν κελλίῳ μικρῷ, ἕως τῆς τελευτῆς αὐτοῦ ἐν τῇ μετανοίᾳ | |
40 | τέλειον τῷ θεῷ ἀπεδίδου τὴν ἐξομολόγησιν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶ‐ νας. ἀμήν. | |
2.16 | Καὶ ἐπανερχομένου αὐτοῦ εἰς τὸ μοναστήριον ἐγγὺς τῆς πύλης τῆς πόλεως προσπίπτει αὐτῷ τις νεώ‐ τερος γονυπετῶν καὶ λέγων “Δοῦλε τοῦ θεοῦ, συγχώ‐ ρησόν μοι ὅτι ἐνέπτυσα εἰς τὸ πρόσωπόν σου, πιστεύ‐ | |
5 | σας τῇ ἀνόμῳ κόρῃ ἐκείνῃ περὶ τῶν κατὰ σοῦ λεχθέν‐ των, καὶ νηστεύω ἕνεκεν τῆς τόλμης ταύτης, καὶ πα‐ ρακαλῶ τὸν κύριον”. ὁ δὲ δοῦλος τοῦ θεοῦ Ἀντίοχος λέγει αὐτῷ “Μὴ κλαῖε περὶ ἐμοῦ μηδὲ νήστευε, ἀλλὰ κλαῖε καὶ νήστευε διὰ τὸ ἱμάτιον ὃ ἔκλεψας τῆς γυναι‐ | |
10 | κὸς τῆς χήρας καὶ πτωχῆς πρὸ τριῶν ἡμερῶν. καὶ σὺ ἔχων πέντε ἱμάτια τὸ ἓν τῆς χήρας ἔκλεψας”. τότε ὁ νεώτερος ἐλεγχθεὶς καὶ φρίξας καὶ θαυμάσας πῶς φα‐ νερὸν γέγονεν ὃ κρυφῆ καὶ ἐν ἑσπέρᾳ ἔπραξε μόνος ἀπέρχεται τρέμων, καὶ φέρει τὰ ἴδια πέντε ἱμάτια καὶ | |
15 | τὸ ἓν τῆς χήρας, καὶ ὅλα δίδωσιν τῇ γυναικὶ, παρακα‐ λῶν αὐτῇ σὺν αὐτῷ προσπεσεῖν τῷ δούλῳ τοῦ θεοῦ. ἰδὼν δὲ ἀμφοτέρους προσπίπτοντας καὶ ἀπὸ καρδίας τὸν αἴτιον μετανοοῦντα ἐδέξατο αὐτὸν ἐν φιλήματι ἁγίῳ, καὶ λέγει ὁ νεώτερος “Θέλω, κύριέ μου, νηστεῦσαι πολλὰς | |
20 | ἡμέρας, ὅτι πολλαί εἰσιν αἱ ἁμαρτίαι μου”. λέγει αὐτῷ ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος “Πῶς θέλεις νηστεῦ‐ | |
σαι”; ὁ δὲ εἶπεν αὐτῷ “Ἀπὸ τοῦ πρωῒ ἕως ἑσπέρας”. καὶ λέγει αὐτῷ ὁ Ἀντίοχος “Καὶ μὴ τρώγων ποῦ διάγεις”; ὁ δὲ εἶπεν “Τοὺς φίλους καὶ τὰ πράγματά | 30 | |
25 | μου βλέπω, καὶ πάλιν ὀλίγον καθεύδω, καὶ ὅταν γένη‐ ται ἑσπέρα, μεταλαμβάνω”. λέγει αὐτῷ ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος “Τοῦτο οὐκ ἔστιν νηστεία· ἐὰν γὰρ νη‐ στεύσῃς ἀπὸ βρωμάτων καί τινα κακαλογήσῃς, ἢ λυ‐ πήσῃς, ἢ διαβάλῃς, ἢ μνησικακήσῃς ἀπὸ προτέρας μά‐ | |
30 | χης, ἢ ἑσπέρας ποιήσῃς πολύτιμον δεῖπνον, καὶ ἄρξῃ μεθύσκεσθαι ἢ αἰσχρὰ ἐργάζεσθαι, ἢ κατ’ ἔννοιαν ἐπι‐ θυμεῖν τι τοιοῦτον, πολὺ συμφέρει σοι πέμπτον τῆς ἡμέρας ἐσθίειν καὶ τούτων φείσασθαι ἢ μὴ γευσάμε‐ νον ἐκείνοις συμφύρεσθαι. τίς γὰρ ὠφέλεια βρωμάτων | |
35 | ἀπέχεσθαι, πάσης δὲ ἄλλης ἐπιθυμίας ἐμφορεῖσθαι; ἢ οὐκ οἶδας ὅτι πᾶς ὁ τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶν κατ’ ἔννοιαν καὶ ἐκτὸς τῶν ἔξωθεν βρωμάτων ἤδη κε‐ κόρεσται καὶ μεθύει; ἀλλ’ εἰ θέλεις ἐγκρατεύσασθαι καὶ νηστεῦσαι, ἵνα ἡ νηστεία σου δεκτὴ ᾖ τῷ θεῷ, | |
40 | πρῶτον πάντων φύλαξαι νηστεύειν ἀπὸ παντὸς ῥήμα‐ τος πονηροῦ καὶ ἀκοῆς πονηρᾶς, καὶ καθάρισόν σου τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ καὶ μνησικακίας καὶ αἰσχροκερδίας, καὶ ἐν ἡμέρᾳ ᾗ νηστεύεις ἀρκέσθητι ἄρτῳ καὶ λαχάνοις καὶ ὕδατι, εὐχαριστῶν τῷ θεῷ. συμψη‐ | |
45 | φίσας δὲ τὴν ποσότητα τῆς δαπάνης τοῦ ἀρίστου οὗ ἔμελλες ἐσθίειν κατ’ ἐκείνην τὴν ἡμέραν, δὸς χήρᾳ ἢ ὀρφανῷ ἢ ὑστερουμένῳ, πρὸς ὃν δὴ σαφῶς ἐμπλήσας τὴν ἑαυτοῦ ψυχὴν εὔξεται ὑπὲρ σοῦ πρὸς κύριον. ἐὰν οὖν τελέσῃς τὴν νηστείαν ὡς ἐνετειλάμην σοι, ἔσται ἡ | |
2.16(50) | θυσία σου δεκτὴ ἐνώπιον κυρίου καὶ ἐγγεγραμμένη ἐν τοῖς οὐρανοῖς ἐν ἡμέρᾳ ἀνταποδόσεως τῶν ἡτοιμασμέ‐ νων ἀγαθῶν τοῖς δικαίοις”. Ταῦτα ἀκούσας ὁ νεώτερος καὶ καταλείψας πάντα ἐβιάσατο τὸν δοῦλον τοῦ θεοῦ λαβεῖν αὐτὸν εἰς τὴν | |
55 | μονήν. καὶ ἀκολουθήσας αὐτῷ, πάντα ὅσα ἐδιδάχθη παρ’ αὐτοῦ φυλάξας, ἐν πολλῇ ἐγκρατείᾳ καὶ δάκρυσι καὶ στεναγμοῖς πληρώσας ἐνιαύσιον χρόνον ἐν εἰρήνῃ ἐκοιμήθη, παραδοὺς τὸ πνεῦμα τῷ κυρίῳ. | 31 |
2.17 | Καὶ μετὰ τρία ἔτη, μέλλοντος τοῦ ἡγουμένου τῆς μονῆς τελευτᾶν, ἦλθον εἰς ἐπίσκεψιν αὐτοῦ τινὲς ἅγιοι ἐπίσκοποι, καὶ παρεκάλει αὐτοὺς ὁ ἡγούμενος ὅπως ἀντ’ αὐτοῦ τὸν φιλάδελφον καὶ ἀμνησίκακον καὶ | |
5 | ταπεινόφρονα Ἀντίοχον καταστήσωσι, καὶ πᾶσα δὲ ἡ ἀδελφότης συμπαρεκάλει. τοῦ δὲ ἀντιλέγοντος καὶ ὀδυ‐ ρομένου, μετὰ πολλῆς βίας καὶ ἀνάγκης χειροτονήσαν‐ τες τοῦτον οἱ ἐπίσκοποι πρεσβύτερον κατέστησαν καὶ ἡγούμενον. καὶ παραθέμενος αὐτῷ ὁ ἡγούμενος πᾶσαν | |
10 | τὴν ἐν Χριστῷ ἀδελφότητα ἐκοιμήθη ἐν εἰρήνῃ. λαβὼν οὖν τὴν φροντίδα ὁ Ἀντίοχος ἐν πολλῇ σπουδῇ καὶ ἐγκρατείᾳ καὶ ἀγρυπνίᾳ καὶ εὐχαῖς διετέλει, πολλά τε ἔνδοξα καὶ κατορθώματα διεπετέλει ὁ Χριστός. | |
2.18 | Καὶ μετὰ δύο ἔτη τοῦ ἡγήσασθαι αὐτὸν τῆς μονῆς δύο ἀδελφοὶ ὀλιγόψυχοι κοινῇ γνώμῃ ἐξῆλθον τοῦ μοναστηρίου καὶ ἐπέστρεψαν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, σπαταλῶντες καὶ ἐντρυφῶντες ἐπὶ ταῖς βιω‐ | |
5 | τικαῖς ἀσελγείαις. καὶ ταῦτα μαθὼν ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος πάνυ ἔθλιψεν ἑαυτὸν, θρηνῶν τοὺς δύο ἀδελφοὺς, καὶ ἐδέετο περὶ αὐτῶν τοῦ κυρίου. ψαλλόν‐ των δὲ αὐτῶν τὴν ἐνάτην, ὡς ἔκλινε τὰ γόνατα σὺν τοῖς ἀδελφοῖς, γέγονεν ἐν ἐκστάσει, καὶ παραλαμβάνε‐ | |
10 | ται ἡ ψυχὴ αὐτοῦ ὑπὸ ἀγγέλου. καὶ πολλῆς ὥρας παρελθούσης καὶ μὴ ἐγειρομένου αὐτοῦ ἐγείρεται ὁ δευτεράριος αὐτοῦ καὶ μετ’ ἐπιεικείας παρεκάλει ἀνα‐ στῆναι καὶ τελέσαι τὴν λειτουργίαν τῆς εὐχῆς. ὡς δὲ εἶδον ὅτι οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις, ἐγνώρι‐ | |
15 | σαν ὀπτασίαν αὐτὸν βλέπειν, καὶ ὑπεχώρησαν ἀπ’ αὐ‐ τοῦ πληρώσαντες τὸν κανόνα. μέλλοντος δὲ δύνειν τοῦ | |
ἡλίου κράξας εἶπεν “Δόξα σοι ὁ θεὸς, δόξα σοι”. τότε προσῆλθον αὐτῷ πᾶσα ἡ συνοδία ἱκετεύουσα μηδὲν ἀπ’ αὐτῶν κρύψαι ὧν ὁ θεὸς αὐτῷ ἀπεκάλυψεν. καὶ μὴ | 32 | |
20 | δυνηθεὶς κρύψαι διὰ τὴν πολλὴν ὄχλησιν τῶν ἀδελφῶν ποιήσας εὐχὴν ἤρξατο λέγειν “Παραληφθεὶς χάριτι Χριστοῦ ὑπὸ ἀγγέλου ἦλθον εἰς πεδίον, καὶ δείκνυσί μοι ποιμένα νεανίσκον ἐνδεδυμένον σύνθεσιν ἱματίων κροκαίων, βόσκοντα πρόβατα πολλὰ λίαν, καὶ τὰ πρό‐ | |
25 | βατα ταῦτα ἦν ὡσεὶ τρυφῶντα καὶ λίαν σπαταλῶντα καὶ ἱλαρὰ, σκιρτῶντα ὧδε κἀκεῖ· καὶ αὐτὸς ὁ ποιμὴν πάνυ ἱλαρὸς ἐπὶ τῷ ποιμνίῳ αὐτῷ ἦν, καὶ περιέτρεχε τὰ πρόβατα. καὶ ἄλλα πρόβατα εἶδον σπαταλῶντα καὶ τρυφῶντα ἐν τόπῳ ἑνὶ, οὐ μέντοι σκιρτῶντα· καὶ λέγει | |
30 | μοι “Βλέπεις τὸν ποιμένα τοῦτον”; “Βλέπω” φημὶ “κύριε”. “Οὗτος” φησὶν “ἄγγελος τρυφῆς καὶ ἀπάτης ἐστίν· οὗτος ἐκτρίβει τὰς ψυχὰς τῶν δούλων τοῦ θεοῦ καὶ καταστρέφει ἀπὸ τῆς ἀληθείας ἀπατῶν αὐτὰς ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς, ἐν αἷς ἀπόλλυνται ἐπιλαν‐ | |
35 | θανόμενοι τῶν ἐντολῶν τοῦ θεοῦ τοῦ ζῶντος, καὶ πο‐ ρευόμενοι ταῖς ματαίαις τρυφαῖς καὶ ἀπάταις τοῦ βίου τούτου. διὸ καὶ ἀπόλλυνται ὑπὸ τοῦ ἀγγέλου τούτου εἰς θάνατον καὶ καταφθοράν”. λέγω αὐτῷ “Οὐ γι‐ νώσκω, κύριε, τί ἐστιν εἰς θάνατον καὶ καταφθοράν”. | |
40 | καὶ λέγει μοι “Ἄκουε”· φησὶν “ἃ εἶδες πρόβατα ἱλαρὰ καὶ σκιρτῶντα, οὗτοί εἰσιν οἱ ἀπεσπασμένοι ἀπὸ τοῦ θεοῦ εἰς τέλος καὶ παραδεδωκότες ἑαυτοὺς ταῖς ἐπι‐ θυμίαις τοῦ αἰῶνος τούτου. ἐν τούτοις οὖν μετάνοια ζωῆς οὐκ ἔστιν, ὅτι καὶ τὸ ὄνομα τοῦ θεοῦ δι’ αὐτοὺς | |
45 | βλασφημεῖται. τῶν τοιούτων ἡ ζωὴ θάνατός ἐστιν. ἃ δὲ εἶδες μὴ σκιρτῶντα, ἀλλὰ καὶ ἐν τόπῳ βοσκόμενα, οὗτοί εἰσιν οἱ παραδεδωκότες μὲν τῇ τρυφῇ καὶ ἀπάτῃ ἑαυτοὺς, εἰς δὲ τὸν κύριον μὴ βλασφημήσαντες. οὗτοι οὖν κατεφθαρμένοι εἰσὶν ἀπὸ τῆς ἀληθείας· ἐν τούτοις | |
2.18(50) | ἐλπίς ἐστιν μετανοίας, ἐν ᾗ δύνανται ζῆσαι. ἡ καταφθορὰ οὖν ἐλπίδα ἔχει ἀναστάσεως ἕως τινὸς, ὁ δὲ θάνατος ἀπώλειαν ἔχει αἰώνιον. | 33 |
2.19 | Πάλιν προέβημεν μικρὸν, καὶ δείκνυσί μοι ἕτερον ποιμένα μέγαν, ὡς ἄγριον τῇ ἰδέᾳ, περικείμε‐ νον δέρμα αἴγειον λευκὸν, καὶ πήραν τινὰ εἶχεν ἐπὶ τὸν ὦμον, καὶ ῥάβδον σκληρὰν λίαν καὶ ὄζους ἔχουσαν, | |
5 | καὶ τὸ βλέμμα εἶχεν πικρὸν, ὥστε φοβηθῆναί με αὐτόν. οὗτος οὖν ὁ ποιμὴν παρελάμβανε τὰ πρόβατα ἀπὸ τοῦ ποιμένος τοῦ πρώτου τοῦ νεανίσκου, ἐκεῖνα τὰ σπατα‐ λῶντα καὶ τρυφῶντα, μὴ σκιρτῶντα δὲ, καὶ ἔβαλλεν αὐτὰ εἴς τινα τόπον κρημνώδη καὶ ἀκανθώδη καὶ τρι‐ | |
10 | βολώδη, ὥστε ἀπὸ τῶν ἀκανθῶν καὶ τριβόλων μὴ δύ‐ νασθαι ἐκπλέξαι τὰ πρόβατα, ἀλλ’ ἐμπλέκεσθαι ταῖς ἀκάνθαις καὶ τριβόλοις, καὶ λίαν ἐταλαιπώρουν δαιρό‐ μενα ὑπ’ αὐτοῦ· καὶ ὧδε κἀκεῖ περιήλαυνεν αὐτὰ, καὶ ὅλως ἀνάπαυσιν αὐτοῖς οὐκ ἐδίδου, οὐδὲ ἵσταντο. | |
15 | Βλέπων οὖν αὐτὰ ἐγὼ οὕτως μαστιζόμενα καὶ τα‐ λαιπωροῦντα ἐλυπούμην ἐπ’ αὐτοῖς, ὅτι οὕτως ἐβασα‐ νίζοντο καὶ ἀνοχὴν ὅλως οὐκ εἶχον. καὶ λέγω τῷ ἀγ‐ γέλῳ τῷ μετ’ ἐμοῦ λαλοῦντι “Κύριε, τίς ἐστιν οὗτος ὁ ποιμὴν ὁ ἄσπλαγχνος καὶ πικρός”; καὶ λέγει μοι “Οὗ‐ | |
20 | τός ἐστιν ὁ ἄγγελος τῆς τιμωρίας· ἐκ δὲ τῶν ἀγγέλων τῶν δικαίων ἐστὶ, τεταγμένος δὲ ἐπὶ τῆς τιμωρίας. πα‐ ραλαμβάνει οὖν τοὺς ἀποπλανηθέντας ἀπὸ τοῦ θεοῦ καὶ πορευθέντας ταῖς ἐπιθυμίαις αὐτῶν, καὶ τιμωρεῖται αὐτοὺς καθὼς ἄξιοί εἰσι, δειναῖς καὶ ποικίλαις τιμω‐ | |
25 | ρίαις”. λέγω αὐτῷ “Ἤθελον γνῶναι, κύριε, τὰς ποι‐ κίλας ταύτας τιμωρίας, ποταπαί εἰσιν”. “Ἄκουε” φησίν· “αἱ ποκίλαι τιμωρίαι καὶ βάσανοι βιωτικαί εἰσι βάσανοι· ἐπὰν γὰρ ἀποστῶσιν τοῦ θεοῦ, νομίζοντες ἐν ἀναπαύσει εἶναι καὶ πλούτῳ, τότε τιμωροῦνται οἱ μὲν | |
30 | ζημιούμενοι, οἱ δὲ ὑστερούμενοι, οἱ δὲ ἀσθενείαις ποι‐ | |
κίλαις περιπίπτοντες, ἄλλοι ἐν ἀκαταστασίαις, ἕτεροι ὑβριζόμενοι ὑπὸ ἐλαττόνων, καὶ ἑτέραις ποκίλαις πράξεσι. πολλοὶ γὰρ ἀκαταστατοῦντες ἐν ταῖς βουλαῖς αὐτῶν ἐπι‐ βάλλονται εἰς πολλὰ πράγματα, καὶ οὐδὲν αὐτοῖς ὅλως | 34 | |
35 | ὑποβαίνει, καὶ δυσχεραίνουσιν, καὶ οὐ γινώσκουσιν ὅτι διὰ τὰ πονηρὰ ἃ ἔπραξαν οὐκ εὐοδοῦνται, καὶ λοιπὸν αἰτιῶν‐ ται τὸν κύριον, καὶ οὐκ ἀνέχονται τὰς λοιπὰς ἡμέρας αὐτῶν ἐπιστρέψαντες δουλεῦσαι τῷ θεῷ ἐν καθαρᾷ καρδία. ἂν δὲ μετανοήσωσι καὶ ἀνανήψωσι, τότε συ‐ | |
40 | νιοῦσιν ὅτι διὰ τὰ ἔργα αὐτῶν τὰ πονηρὰ οὐκ εὐωδοῦν‐ το, καὶ οὕτως δοξάζουσι τὸν κύριον ὅτι δίκαιος κρι‐ τής ἐστι καὶ δικαίως ἔπαθον καὶ ἐπαιδεύθησαν κατὰ τὰς πράξεις αὐτῶν. ἄκουε οὖν ἀμφοτέρων τὴν δύνα‐ μιν, τῆς τρυφῆς καὶ τῆς βασάνου. τῆς τρυφῆς καὶ | |
45 | τῆς ἀπάτης ὁ χρόνος ὥρα ἐστὶ μία, τῆς δὲ βασάνου ὧραι τριάκοντα, ἡμερῶν δύναμιν ἔχουσαι. ἐὰν οὖν μίαν ἡμέραν τις τρυφήσῃ καὶ ἀπατηθῇ, μίαν δὲ ἡμέ‐ ραν βασανισθῇ, ἐνιαυτοῦ ὁλοκλήρου ἰσχὺν ἔχει ἡ ἡμέρα ἐκείνη τῆς βασάνου. ὅσας οὖν ἡμέρας τρυφήσῃ τις, | |
2.19(50) | τοσούτους ἐνιαυτοὺς βασανισθήσεται. βλέπεις οὖν ὅτι τῆς τρυφῆς καὶ ἀπάτης ὁ χρόνος οὐδέν ἐστιν, τῆς δὲ τιμωρίας καὶ βασάνου πολύς. ὁ τρυφῶν καὶ ἀπατώ‐ μενος καὶ πράσσων ἃ βούλεται πολλὴν ἀφροσύνην ἐν‐ δέδυται· ἀντὶ γὰρ τῆς τρυφῆς καὶ ἀπάτης ἑκάστης | |
55 | ἡμέρας ἀποτίσει βάσανον μεγάλην, ἐνιαυτὸν τῇ ἡμέρᾳ”. καὶ λέγω τῷ ἀγγέλῳ “Ποῖαι τρυφαί εἰσι βλαβεραί”; λέ‐ γει μοι “Πᾶσα πρᾶξις σαρκικὴ τρυφή ἐστιν, ἐὰν ἡδέως ποιῇ αὐτήν. ὁ γὰρ ὀξύχολος τῷ ἑαυτοῦ πάθει τὸ ἱκανὸν ποιῶν τρυφᾷ, ὁμοίως καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος καὶ | |
60 | ὁ κατάλαλος καὶ ὁ ψεύστης καὶ ὁ πλεονέκτης καὶ ὁ ἀποστερητὴς, καὶ ὅσα τοιαῦτα· τρυφῶσι γὰρ ἐν τῇ αὐ‐ τῶν πράξει. αὗται δὲ αἱ πράξεις βλαβεραί εἰσι τοῖς δούλοις τοῦ θεοῦ. εἰσὶ δὲ καὶ τρυφαὶ σώζουσαι τοὺς | |
ἀνθρώπους· πολλοὶ γὰρ ἀγαθὰ ἐργαζόμενοι τρυφῶσιν. | 35 | |
65 | αὕτη οὖν ἡ τρυφὴ τοῖς δούλοις τοῦ θεοῦ περιποιεῖται ζωὴν, αἱ δὲ προειρημέναι τρυφαὶ βάσανον”. ταῦτά μοι φανερώσας ὁ ἄγγελος ἀπέστρεψέ με εἰς τὸν τόπον μου. δοξάσωμεν οὖν, ἀδελφοὶ, τὴν τοῦ θεοῦ φιλαν‐ θρωπίαν, πῶς μακρόθυμος καὶ εὔσπλαγχνός ἐστιν ἐπὶ | |
70 | τῇ τοσαύτῃ κακίᾳ τῶν ἀνθρώπων. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
2.20 | Καὶ μετ’ ὀλίγον χρόνον οἱ δύο ἀδελφοὶ οἱ ἐξελθόντες τοῦ μοναστηρίου ἐνέπεσαν εἰς πειρασμὸν καὶ θλίψεις. τῷ γὰρ ἑνὶ ἕλκος ἀνεφάνη εἰς τὴν πλευ‐ ρὰν καὶ εἰσελθὼν εἰς νοσοκομεῖον εἰς δύο μῆνας τρίτον | |
5 | ἐχειρουργήθη ὑπὸ τοῦ ἰατροῦ καὶ οὐδὲ οὕτως ἐθερα‐ πεύθη. τῷ δὲ ἑτέρῳ ἐμπεσόντι μετὰ τῶν στασιαστῶν συνέβη νώτῳ καὶ κοιλίᾳ μαστιγωθέντι σιδηροδέσμιον ἐμβληθῆναι ἐν τῇ φυλακῇ καὶ ἐν σκότει διάγειν ἐπὶ πολλὰς ἡμέρας. ἀλλ’ ἐπειδὴ ἡ εὐχὴ τοῦ ὁσίου πατρὸς | |
10 | Ἀντιόχου ἐδυσώπει τὸν ἐλεήμονα θεὸν, μεθ’ ἡμέρας ἔδωκεν ὁ Χριστὸς καὶ ἐξεβλήθη ἐν τῇ φυλακῇ, καὶ πάλιν ἐκεῖνος ἀπελθὼν ἐν τῷ νοσοκομείῳ ἔτι ἐν τῇ ἀλγηδόνι ὄντα τὸν ἀδελφὸν διαβαστάζων ὀλίγον, τῇ χειρὶ ἀναπαυόμενον ἤγαγεν εἰς τὸ μοναστήριον, καὶ ὡς | |
15 | ἐσήμανεν ὁ θυρωρὸς, εὗρεν τοὺς ἀδελφοὺς πρὸ τοῦ πυλεῶνος, καὶ εὐχαριστήσας τῷ φιλανθρώπῳ θεῷ ἐδέ‐ ξατο αὐτούς. καὶ εὐχὴν ἐπ’ αὐτοὺς ποιήσας παρα‐ χρῆμα ὑγιεῖς τῷ σώματι ἀπεκατέστησε. καὶ λοιπὸν μετανοοῦντες ἐφ’ οἷς ἔπραξαν ἐν πολλῇ ἀσκήσει δα‐ | |
20 | κρύοντές τε καὶ ἀγρυπνοῦντες διετέλουν ἐν πολλῇ τα‐ πεινοφροσύνῃ. καὶ οὕτως μετὰ τρεῖς ἐνιαυτοὺς μετ’ εἰρήνης καὶ ἀγαθῆς ἐξομολογήσεως ἐκοιμήθησαν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
2.21 | Ἄλλοτε καθημένου καὶ ἀναγινώσκοντος αὐτοῦ τὴν βίβλον τῶν ἐντολῶν τοῦ ὁσίου πατρὸς καὶ ἐπισκό‐ | |
που Ἀθανασίου μετὰ φωνῆς καὶ ἡδονῆς πολλῆς εἷς τῶν ἀδελφῶν ἀκροασάμενος ἀκριβῶς ὅλας λέγει αὐτῷ | 36 | |
5 | “Κύριε, αἱ ἐντολαὶ αὗται μεγάλαι καὶ καλαὶ καὶ δυνα‐ ταί εἰσι, δυνάμεναι εὐφρᾶναι τὴν καρδίαν τοῦ δυναμένου τηρῆσαι αὐτάς. οὐκ οἶδα, κύριε, εἰ δύνανται αἱ ἐντο‐ λαὶ αὗται ὑπὸ πολλῶν φυλαχθῆναι, διότι σκληραί εἰ‐ σιν”. ἐμβλέψας δὲ αὐτὸν ὁ δοῦλος τοῦ θεοῦ μετὰ | |
10 | πολλῆς αὐστηρίας εἶπεν “Ἄνανδρε, ἀκηδιαστὰ, ῥάθυμε καὶ ὀλιγόψυχε, οὐκ οἶδας ὅτι, ἐὰν σὺ ἑαυτῷ προθῇ ὅτι δύνανται φυλαχθῆναι, εὐκόλως αὐτὰς φυλάξεις, καὶ οὐκ ἔσονται σκληραί; εἰ δὲ ἀναβῇ ἐπὶ τὴν καρδίαν σου μὴ δύνασθαι αὐτὰς ὑπὸ ἀνθρώπου φυλαχθῆναι, οὐ φυ‐ | |
15 | λάξεις αὐτάς. οὐ νοεῖς τὴν δόξαν τοῦ θεοῦ πῶς μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ θαυμαστὴ, ὅτι ἔκτισεν τὸν κόσμον διὰ τὸν ἄνθρωπον καὶ τὴν ἐξουσίαν ἅπασαν ἔδωκεν αὐτῷ κυριεύειν πάντων τῶν ἐπὶ τῆς γῆς. εἰ οὖν πάν‐ των τούτων ὁ ἄνθρωπος κύριός ἐστιν καὶ πάντων δύ‐ | |
20 | ναται κατακυριεῦσαι, πῶς οὐ δυνήσεται καὶ τούτων τῶν ἐντολῶν κατακυριεῦσαι; πῶς Δαυὶδ ἐτροπώσατο τὸν ἀλλόφυλον γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον πάντο‐ θεν καθωπλισμένον; οὐχὶ μόνον τῇ προαιρέσει καὶ τῇ ἀπὸ καρδίας πίστει; ἐκεῖνος μόνον ταῦτα προσήνεγκε | |
25 | τῷ θεῷ, ὁ δὲ θεὸς ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ τὴν ἀπὸ καρδίας πίστιν καὶ ἐλπίδα λοιπὸν αὐτὸς εἰρ‐ γάσατο τὴν νίκην καὶ δι’ ἑνὸς ...... κατέβαλεν τὸν ὑπεναντίον. καὶ μάθῃς ὅτι οὐχὶ Δαυὶδ, ἀλλ’ ὁ θεὸς τὸ ἔργον εἰργάσατο. κατανόησον Στέφανον τὸν πρω‐ | |
30 | τομάρτυρα πόσους λίθους ὑπὸ τοσούτων ἀνθρώπων ἐδέξατο, καὶ εἰ μὴ αὐτὸς παρεκάλεσε τὸν δεσπότην Χριστὸν, οὐκ ἂν παρέδωκε τὸ πνεῦμα. τί δὲ λέγωμεν περὶ ἀνδρῶν; κατανόει μοι τὴν Ἰουδὶθ πρὸς τὸν Ὁλο‐ φέρνην πορευομένην καὶ μὴ κατανοήσασαν τὴν ἑαυτῆς | |
35 | ἀσθένειαν, τὸ εὐπρεπὲς, τὸ εὐάλωτον, πῶς οὐκ εἶπεν | |
ἐν ἑαυτῇ “Τοσοῦτοι ἄνθρωποι ἐν τῇ πόλει ἰσχυροὶ καὶ δυνατοὶ καὶ φρόνιμοι καὶ εὐμήχανοι, καὶ οὐδεὶς ἐπιχειρεῖ τοῦτο ποιῆσαι, κἀγὼ τὸ ἀσθενέστερον μέρος τοῦτο ποιῆσαι τολμήσω”; οὐδὲν τοιοῦτον ἐλογίσατο, | 37 | |
40 | ἀλλὰ πάσῃ προθυμίᾳ καὶ πίστει προσῆλθεν τῷ παντο‐ κράτορι θεῷ θαρροῦσα, καὶ ὁ θεὸς ὁ παντοδύναμος, δεξάμενος παρ’ αὐτῆς ταύτην τὴν πεποίθησιν, τὸ πᾶν λοιπὸν αὐτὸς ἐπετέλεσεν. ὁ γὰρ ἐλεήμων θεὸς οὐ ζητεῖ σώματος δύναμιν, ἀλλὰ προαίρεσιν καὶ σπουδὴν καὶ | |
45 | ὑπομονήν. πᾶσα οὖν ἀφορμὴ ἀνθρώπου ἐκ ποδῶν γε‐ νέσθω. οὐ γὰρ ἔστιν λέγειν θεῷ “Ἐγὼ ἀσθενής εἰμι”. ὁ θεὸς γὰρ ἀπὸ σοῦ ἰσχὺν οὐ ζητεῖ, ἀλλὰ προαίρεσιν ἀπὸ καρδίας. εἰπέ μοι, ποίαν δύναμιν εἶχεν ὁ λῃ‐ στὴς ἐμπαγεὶς ἐν τῷ ξύλῳ ....ιων; οὐχὶ ὅλος ἐν | |
2.21(50) | τῷ ᾅδῃ ἦν π.........χεν ἡ ἀλείψασα τὸν κύριον μύρῳ ................... τοὺς πόδας, οὐχὶ τῇ προαιρέσει καὶ τῇ πίστει μόνον ἐσώθη; οὐ θέλω λέ‐ γειν τὰ περὶ Θέκλης καὶ τὰς λοιπὰς γυναῖκας, αἵτινες ἐν τῷ μέλλοντι αἰῶνι μετὰ δόξης στεφανοφοροῦσαι | |
55 | παρασταθήσονται τῷ Χριστῷ. οἱ δὲ ὀλιγόψυχοι καὶ ῥάθυμοι κατῃσχυμμένοι πορεύσονται εἰς τὴν αἰώ‐ νιον κόλασιν. δύναται πασῶν τῶν ἐντολῶν τούτων κατακυριεῦσαι ὁ ἄνθρωπος ὁ ἔχων τὸν κύριον ἐν τῇ καρδίᾳ αὐτοῦ. οἱ δὲ ἐπὶ τὰ χείλη ἔχοντες τὸν κύ‐ | |
60 | ριον, τὴν δὲ καρδίαν πεπωρωμένην, καὶ μακρὰν ὄν‐ τες ἀπὸ τοῦ κυρίου διὰ τὴν ἑαυτῶν ῥαθυμίαν, ἐκεί‐ νοις αἱ ἐντολαὶ αὗται σκληραί εἰσιν καὶ δυσκατόρθωτοι. θέσθε οὖν ὑμεῖς οἱ ὀλιγόψυχοι καὶ ἐλαφροὶ τῇ πίστει τὸν κύριον ἀδιαλείπτως εἰς τὰς καρδίας ὑμῶν, καὶ γνώ‐ | |
65 | σεσθε ὅτι οὐδέν ἐστιν εὐκολώτερον τῶν ἐντολῶν τού‐ των, οὔτε γλυκύτερον, οὔτε ἡμερώτερον. βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ· τῷ γὰρ αἰτοῦντι δίδοται, καὶ ὁ ἐμπόνως ζητῶν εὑρήσει, καὶ τῷ ἀπὸ καρδίας καὶ | |
ὑπομονῆς κρούοντι ἀνοιγήσεται, καὶ πλείονα χαρίζεται | 38 | |
70 | ὧν αἰτοῦμεν· μάταιος γάρ ἐστιν ἄνθρωπος ὅστις καὶ ὧδε θέλει ἀπολαῦσαι καὶ ἀναπαύεσθαι κἀκεῖ σὺν Χρι‐ στῷ σι...............σαι οὖν σεαυτὸν ........ .............. τὸν παντοκράτορα θεὸν, ὅτι παρ’ αὐτῷ ἡ ῥίζα τῆς ἀγαθότητος καὶ ἡ πηγὴ τοῦ ἐλέους | |
75 | καὶ τὸ πέλαγος τῶν οἰκτιρμῶν. αὐτῷ ἡ δόξα καὶ ἡ | |
μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν”. | 39 |