TLG 2035 025 :: ATHANASIUS :: Quaestio 136 e quaestionibus ad Antiochum ducem (e cod. Guelferbytano–Gudiano 51) [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Quaestio 136 e quaestionibus ad Antiochum ducem (e cod. Guelferbytano–Gudiano 51) [Sp.]

Source: Dindorf, W. (ed.), Athanasii Alexandrini praecepta ad Antiochum. Leipzig: Weigel, 1857: vii–ix.

Cf. et 2035 077

Citation: (Line)

1 Τὸν τὰς θείας γραφὰς μὴ δεχόμενον ἐξ αὐτῆς λοι‐ πὸν τῆς τῶν πραγμάτων φύσεως περὶ θεογνωσίας
5πεῖσαι ὀφείλομεν. ὁρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει οὐ κατὰ φύσιν, ἀλλ’ ὑπὲρ φύσιν μετ’ ἀλλήλων ὑπαρχούσας. οἷόν τι λέγω.
10φύσις ἡ τῶν ὑδάτων οὐσία ῥευστική ἐστιν καὶ κατωφε‐ ρής. πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας ἐκ τῆς θαλάσσης ὕδωρ πρὸς τὰς
15νεφέλας ἕλκοντας; τὸ δὲ θαυμαστότερον, ὅτι ἁλμυ‐ ρὸν ἀνερχόμενον, γλυκεῖα ταῦτα ἐπὶ τῆς γῆς διὰ τῶν ὄμβρων καταφέρονται. πῶς
20δὲ πάλιν ἡ τῶν λίθων
καὶ σωμάτων φύσις βουλ‐ ληστικὴ κατὰ φύσιν ὑπάρ‐ χουσα ὁρᾶται ἄδυτος καὶ ἀβούλληστος ἐν τοῖς ὕδασιν
25τῆς Μαρμαρικῆς Πενταπό‐ λεως; οὐ μόνον δὲ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχου‐ σα ἐν τῷ ἅμα ἦν ὅτε ἐν
30Λυκίᾳ ἐν τῷ ὄρει τῷ λε‐ γομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκα‐ σιν. καὶ ἄλλα δὲ μυρία τούτοις ὅμοια καὶ παρά‐
35δοξα ἐν τῇ κτίσει ἔστιν τε καὶ ὀνομάζεται καὶ θαυ‐ μάζεται· ἅπερ ἅπαντα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γε‐ νέσθαι ἔμελλον, εἰ μὴ οὐ‐
40σία θεοῦ τις ἐν αὐτοῖς ἦν δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. πῶς δὲ πά‐ λιν, λεγέτωσαν ἡμῖν Ἑλλή‐
45νων παῖδες, βροντῆς στερ‐ ρᾶς γινομένης πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήμα‐

(50)

τος ὡς ὑπὸ δεσπότην ἐστὶν τὸν τὰς βροντὰς ἐργαζό‐ μενον; ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους τῶν Ἑλλή‐
νων εἰς θεογνωσίαν φέ‐
55ρουσιν τὰ ὑποδείγματα. πρὸς γὰρ τοὺς παρ’ αὐτῶν σοφοὺς ἐκ φιλοσόφων ἀρ‐ χαίων δυνατῶν μαρτυρίαις πολλαῖς περὶ θεοσεβείας
60χρήσασθαι. οὐ μόνον θεο‐ σέβειαν τινῶν Ἑλλήνων σο‐ φοὶ ἔφρασαν, ἀλλὰ καὶ τὴν Χριστοῦ οἰκονομίαν ἀμυ‐ δρῶς προεμήνυσαν. καὶ
65γοῦν τις τῶν παρ’ αὐτοῖς σοφῶν πρὸ πολλῶν τῆς Χριστοῦ ἐπιδημίας χρόνων φησὶν ὅτι ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν οὐράνιον γό‐
70νον. καὶ ἄλλος πάλιν ἔφρα‐ σεν οὕτως. ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην κατ‐ έρχεται ὁ θεὸς γῆν, καὶ δίχα πταίσματος σὰρξ γε‐
75νήσεται, ὡς κατάκριτος ἐν ξύλῳ κρεμασθήσεται, καὶ
ἀνίατα πάθη θεραπεύσει.