TLG 2035 024 :: ATHANASIUS :: Quaestio 136 e quaestionibus ad Antiochum ducem (e cod. Paris. 635) [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Quaestio 136 e quaestionibus ad Antiochum ducem (e cod. Paris. 635) [Sp.]

Source: Dindorf, W. (ed.), Athanasii Alexandrini praecepta ad Antiochum. Leipzig: Weigel, 1857: vii–ix.

Cf. et 2035 077

Citation: (Line)

1pΤῷ (τοὺς τῷ Montef.) εὐαγγελίῳ μὴ πιστεύον‐
2pτας Ἕλληνας καὶ τὰς θείας πάσας γραφὰς εὐτελίζοντας
3pπῶς αὐτοὺς πεῖσαι ὀφείλομεν ὅτι ἔστι θεὸς ἄκτιστος,
4pποιητὴς οὐρανοῦ καὶ γῆς, εἷς καὶ μόνος, καὶ οὐ πολλοὶ
5pθεοὶ, ὡς αὐτοὶ πλανώμενοι νομίζουσιν; respondetur
1 Τῶν τὰς θείας γραφὰς μὴ δεχομένων, ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμά‐ των φύσεως περὶ θεολο‐
5γίας πεῖσαι ὀφείλομεν. ὁ‐ ρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει, οὐ κατὰ φύσιν, ἀλλ’ ὑπὲρ φύσιν μετ’ ἀλ‐ λήλων ὑπαρχούσας. οἷόν
10τι λέγω. φύσει ἡ τῶν ὑδάτων οὐσία ῥευστικὴ καὶ καταφερὴς ὑπάρχει. πῶς οὖν ὁρῶμεν τοὺς λεγομέ‐ νους σίφωνας ἐκ τῆς θα‐
15λάσσης ὕδωρ τὰς νεφέλας ἀνέλκοντας; τὸ δὲ θαυμα‐ στότερον, ὅτι ἁλμυρὰ ἀν‐ ερχόμενα, γλυκεῖα λοιπὸν ταῦτα ἐπὶ γῆς διὰ τῶν
20ὄμβρων κατέρχονται. πῶς
δὲ πάλιν καὶ ἡ τῶν σω‐ μάτων φύσις βολιστικὴ κα‐ τὰ φύσιν ὑπάρχουσα. ὁρᾶ‐ ται, ἄδυτος καὶ ἀβόλιστος
25ἐν τοῖς ὕδασι τῆς Μαρ‐ μαρικῆς Πενταπόλεως; οὐ μόνον δὲ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα, ἐν τῷ
30ἅμα ἦν, ὅτε ἐν Λυκίᾳ τῷ ὄρει τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασιν. καὶ ἄλλα δὲ μυρία τούτοις ὅμοια καὶ
35παράδοξά ἐστιν ἐν τῇ κτί‐ σει ὁρώμενα καὶ θαυμα‐ ζόμενα· ἅπερ ἅπαντα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γί‐ νεσθαι ἔμελλον, εἰ μὴ οὐ‐
40σία τις θεοῦ ἦν τούτων δε‐ σπόζουσα καὶ τούτοις ἐπι‐ τρέπουσα ἀλλήλοις μὴ ἀν‐ τιτάττεσθαι. πῶς δὲ πάλιν λέγουσιν ἡμῖν Ἑλλήνων
45παῖδες, βροντῆς στερρᾶς γινομένης, ἅπασα ἡ φύσις τῶν ἀνθρώπων τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήμα‐

(50)

τος ὡς ὑπὸ δεσπότην ἐστὶν τὸν τὰς βροντὰς ἐργαζό‐ μενον. καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους Ἑλλή‐
νων εἰς θεογνωσίαν φέ‐
55ροντα ὑποδείγματα. πρὸ γὰρ τοῖς παρ’ αὐτοῖς σο‐ φοῖς, ἐκ φιλοσόφων ἀρ‐ χαίων δυνατῶν, μαρτυρίαις πολλαῖς περὶ θεοσεβείᾳ
60τινὲς Ἑλλήνων σοφοὶ ἔφρα‐ σαν. ἀλλὰ καὶ τὴν Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προε‐ μήνυσαν. καὶ γοῦν τις τῶν παρ’ αὐτοῖς σοφῶν πρὸ
65πολλῶν τῆς Χριστοῦ ἐπι‐ δημίας χρόνων φησίν. ὅτι ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν οὐράνιον γόνον. καὶ ἄλλος πάλιν ἔφρασεν οὕτως· ὀψέ
70ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην κατέρχεται ὁ θεὸς γῆν, καὶ δίχα πταίσματος σὰρξ γενήσεται, ὡς κατά‐ κριτος ἐν ξύλῳ κρεμασθή‐
75σεται, καὶ ἀνίατα πάθη
θεραπεύσει.