TLG 2035 023 :: ATHANASIUS :: Sermo major de fide [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo major de fide [Sp.]

Source: Schwartz, E. (ed.), “Der s.g. sermo maior de fide des Athanasius” [Sitzungsberichte der bayerischen Akademie der Wissenschaften, Philosoph.–philol. und hist. Kl. 6] 1925: 5–37.

Citation: Fragment — (line)

1

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμο‐
2tλογητοῦ ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου
3 Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· καθε‐
5λόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ 〈ἀπὸ〉 Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρι‐
10σὶν ἡμέραις ἐγερῶ αὐτόν. ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωο‐ ποίησεν, ὃν ἀνείληφεν: —

2

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου
2 Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωο‐ ποιεῖ. ἔστιν τοίνυν καὶ πηγὴ ζωῆς τῆι ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν,
5ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι’ ἡμᾶς ἀνείληφεν. τὸ γοῦν γεγράφθαι ἐν ἀρχῆι ἦν ὁ λόγος φανερῶς τὴν θεότητα δηλοῖ, τὸ δὲ ὁ λόγος σὰρξ ἐγένετο τὸ ἀνθρώπινον τοῦ κυρίου δείκνυσιν: —

3

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἡ θεότης γοῦν ἐστιν τοῦ Ἰησοῦ ἡ τιθεῖσα καὶ λαμβάνουσα τὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. πλήρη γὰρ ἀνείληφε τὸν ἄνθρωπον, ἵνα πλήρη αὐτὸν καὶ σὺν αὐτῶι τοὺς νεκροὺς ζωο‐
5ποιήσηι: —5

4

(1t)

Καὶ πάλιν
2 Ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέ‐ θανεν, ἀλλ’ ἀφ’ ἑαυτοῦ ἧκεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν, στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῶι ἐνοικήσαντος θεοῦ λόγου
5τοῦ εἰπόντος οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμο· ἀπ’ ἐμαυτοῦ αὐτὴν τίθημι· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν: —

5

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημουργὸς τῶν ὅλων ἐν τῆι παρ‐ θένωι κατασκευάζει αὐτῶι ναὸν τὸ σῶμα καὶ ἰδιοποιεῖται τοῦτο ὥσπερ ὄργανον, ἐν αὐτῶι γνωριζόμενος καὶ ἐνοικῶν: —

6

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου
2 Τούτου ἵνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶι λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ θεοῦ λόγου μεταλαβὸν ἀντὶ πάντων ἱκανὸν γένη‐ ται τῶι θανάτωι καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον
5διαμείνηι: —

7

(1t)

Καὶ μετ’ ὀλίγα
2 Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσαγαγὼν ἀντίψυχον ὑπὲρ πάντων, ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῶι θανάτωι. καὶ ὡς
5συνὼν δὲ διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῆι τῆς ἀνα‐ στάσεως ἐπαγγελίαι. καὶ αὐτὴ γὰρ ἡ ἐν τῶι θανάτωι φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. καὶ ὥσπερ μεγάλου
10βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῆι οἰκιῶν πάντως ἡ τοιαύτη πόλις πολλῆς τι‐
μῆς ἀξιοῦται καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν ἢ ληιστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα, οὕτω καὶ ἐπὶ τοῦ ἡμετέ‐6
15ρου σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ εἰς τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται: —

8

(1t)

Καὶ πάλιν μετ’ ὀλίγα
2 Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῶι σώματι οὐδὲ ἐν σώ‐ ματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν, οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, ἄλλα δὲ τῆς αὐτοῦ προνοίας ἐστερεῖτο, ἀλλά, τὸ παραδοξότατον, λόγος
5ὢν οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός: —

9

(1t)

Καὶ μετ’ ὀλίγα
2 Τῆι δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: —

10

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἔπασχεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν φύσιν ἐκ τοῦ συνοική‐ σαντος αὐτῶι λόγου: —

11

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριημέρωι διαστήματι νεκρὸν γενόμενον τὸ σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἐδείχθη πᾶσιν ὅτι οὐκ ἀσθενείαι φύσεως τοῦ ἐνοικοῦντος λό‐
5γου τέθνηκεν τὸ σῶμα, ἀλλ’ ἐπὶ τῶι τὸν θάνατον ἐξαφανισθῆ‐
ναι ἐν αὐτῶι τῆι δυνάμει τοῦ σωτῆρος: —7

12

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ
2 Ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἐπιβάντος αὐτῶι τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο ἅτε δὴ θνη‐ τὸν ὂν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ
5χάριν καὶ ὁ σωτὴρ κατεσκεύασεν αὐτό· μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γενέσθαι. ὅθεν ἀπέθανεν μὲν ὡς θνητόν, ἀνέζησεν δὲ διὰ τὴν ἐν αὐτῶι ζωήν: —

13

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου
2 Τί ἄπιστον λέγεται παρ’ ἡμῶν, εἰ πλανωμένης τῆς ἀν‐ θρωπότητος καθίσας ὁ λόγος ἐπ’ αὐτὴν ἄνθρωπος ἐπεφάνη, ἵνα χειμαζομένην αὐτὴν περισώσηι διὰ κυβερνήσεως καὶ ἀγαθό‐
5τητος;

14

(1t)

Καὶ μετ’ ὀλίγα
2 Ψυχῆς μὲν ἔργον ἐστὶν θεωρεῖν τὰ ἔσω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ τὰ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνερ‐ γεῖν ἢ τὰ τούτου μακρὰν τῆι παρουσίαι κινεῖν. οὐδέποτε γοῦν
5ἄνθρωπος 〈διανοούμενος τὰ〉 μακράν, ἤδη ταῦτα κινεῖ καὶ μετα‐ φέρει οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῶι, ἤδη καὶ τὸν ἥλιον κινεῖ καὶ τὸν οὐρανὸν περι‐ στρέφει, ἀλλ’ ὁρᾶι μὲν κινούμενα καὶ γινόμενα, οὐ μὴν ὥστε καὶ ἐργάσασθαι, δυνατὸς τυγχάνει. οὐ δὴ τοιοῦτος ὁ τοῦ θεοῦ
10λόγος ἐν τῶι ἀνθρώπωι· οὐ γὰρ συνεδέδετο τῶι σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτωι ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανεν καὶ ἔξωθεν τῶν ὅλων ἦν καὶ ἐν μόνωι τῶι πατρί: —

15

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ’ ἑαυτῶν κινοῦν‐ τες ἀγνοοῦσιν. τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ ἀληθεύουσι λέγοντες. ὁρῶμεν γὰρ αὐτὸν
5καὶ τὸ τούτου μέρος ὅτι ταῖς αἰσθήσεσιν ὑποπίπτει. εἰ τοίνυν
καὶ ἐν τῶι κόσμωι σώματι ὄντι ὁ τοῦ θεοῦ λόγος ἐστὶ καὶ ἐν ὅλοις καὶ ἐν τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκεν, τί θαυ‐ μαστὸν ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπωι φαμὲν αὐτὸν ἐπι‐ δεδημηκέναι;: —8

16

(1t)

Καὶ πάλιν
2 Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως οὐκ ἄτοπον ἐν αὐ‐ τῆι τὸν λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπωι αὐτὸν εἶναι ἄτοπον: —

17

(1t)

Καὶ μετ’ ὀλίγα
2 Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπωι εἶναι τὸν λόγον καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῶι φωτίζεσθαι καὶ κι‐ νεῖσθαι: —

18

(1t)

Τοῦ αὐτοῦ
2tΠερὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως
3tἘκ τῆς ἀπολογίας τῆς ὑπὲρ Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας
4Ὅτε γὰρ ἔλαβεν—αἱ τοιαῦται λέξεις: —

19

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος
2 Ἀπατηθέντα γὰρ τὸν Ἀδὰμ ὑπὸ τοῦ διαβόλου παραβῆναι τὴν τοῦ πλάσαντος αὐτὸν ἐντολὴν καὶ ὑπὸ κατάραν καὶ κατοχὴν θανάτου γενόμενον ὁρῶν ὁ τοῦ παντὸς κτίστης θεὸς λόγος ἐκ
5τῆς ἀπογόνου τοῦ Ἀδὰμ παρθένου Μαρίας πλάσας ἑαυτῶι τὸ χωρῆσαι δυνάμενον ἄχραντον σῶμα πᾶν τὸ πλήρωμα τῆς θεό‐ τητος σωματικῶς καὶ τὰ πάθη τὰ ἀνθρώπεια *, ὑπὲρ παντὸς τοῦ κόσμου αὐτὸ ἑκουσίως παραδέδωκεν, ἵνα τόν ποτε βασι‐ λεύοντα τοῦ θανάτου διάβολον θανατώσηι τῶι τοῦ ἰδίου σώμα‐
10τος θανάτωι: —

20

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2tΠερὶ ἐνδύματος
3Αἷμα δὲ οὐκ ἐκ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκ‐
πορεύεται, ἀλλ’ ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου: —9

21

(1t)

Ἐκ τοῦ αὐτοῦ
2 Τὸ ἐγώ εἰμι ἡ ἄμπελος καὶ ὁ πατήρ μου μείζων μού ἐστι καὶ τὸ ἔκτισέν με καὶ ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος καὶ ὅσα ἐν τοῖς εὐαγγελίοις καὶ ἐν τοῖς προφήταις
5εἶπεν ταπεινὰ περὶ αὐτοῦ εἰς τὸ 〈ὃ〉 ἐφόρεσε σῶμα δι’ ἡμᾶς, εἴρηται: —

22

(1t)

Ἐκ τοῦ αὐτοῦ
2 Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ὑπὸ τοῦ πατρὸς
5ἐγεννήθη. δι’ ὃ πρωτότοκός ἐστι πάσης κτίσεως ὁ θεὸς λό‐ γος· ἄτρεπτος γὰρ ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ 〈ὃ〉 δι’ ἡμᾶς ἐφόρεσεν σῶμα κτίσμα[ ἐστίν]: —

23

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασι κατὰ πάντα χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, ἵνα δι’ αὐτοῦ τὸ ἀπολόμενον πρόβατον προσάξηι τῶι πατρί, ὡς πρόβατον
5ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραν‐ τος αὐτὸν ἄφωνος, περὶ οὗ Παῦλος γράφει· ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. καὶ ἐν ἑτέρωι τόπωι φησίν· δι’ ἀνθρώπου ὁ θάνατος καὶ δι’ ἀνθρώπου ἡ ζωή. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀπο‐
10θνήισκουσιν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωο‐
ποιηθήσονται: —10

24

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Δι’ αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ’ ὅνπερ δι’ ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γε‐ γονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί: —

25

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι τῶι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ἐζωοποίησεν τὸ ἐκ τοῦ γένους Ἀδάμ: —

26

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστι, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι’ ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατανοή‐
5σατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὃν καὶ Στέ‐ φανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας
10κυριακὸν σῶμα: —

27

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου
2tΠερὶ τοῦ ὁ δὲ Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ
3tσοφίαι καὶ χάριτι.
4Λέγεται δὲ ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος ὁ
5αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων ἡλικίαι καὶ σο‐ φίαι καὶ χάριτι ἀρχόμενός τε ὢν ὡσεὶ ἐτῶν τριάκοντα, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησι. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν κτίσμα καὶ ποίημα: —

28

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἰησοῦς δὲ ὁ Χριστὸς ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄν‐ θρωπος αὐτός ἐστιν ὁ προκοπὴν ἡλικίας ἐπιδεχόμενος, ποτὲ νήπιος τυγχάνων, ποτὲ ἀνὴρ ἀρχόμενός τε ὡσεὶ ἐτῶν τριά‐
5κοντα, ὥς φησιν ὁ Λουκᾶς: —11

29

(1t)

Ἐκ τοῦ αὐτοῦ
2 Ὁ τοίνυν μεθηλικιούμενος ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὃς ἐγένετο πιστὸς ἀπόστολος καὶ ἀρχιερεὺς τῶι ποιήσαντι αὐτόν, αὐτός ἐστιν ὁ τὴν προκοπὴν ὑπομένων: —

30

(1t)

Τοῦ αὐτοῦ
2tΠερὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ
3tἘκ τοῦ πρὸς Ἀρειανοὺς λόγου
4Καὶ μή τις νομίσηι——εἰς τὴν ἀνθρωπότητα αὐτοῦ: —

31

(1t)

Τοῦ αὐτοῦ
2tΠερὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ
3tἘκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων
4Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνηι ἀσθενείαι——κατὰ τοῦ
5ἐχθροῦ: —

32

(1t)

Τοῦ αὐτοῦ
2tΠερὶ τοῦ δοξασθῆναι τὸν δεσπότην Χριστόν
3tἘκ τοῦ περὶ πίστεως λόγου
4Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ12
5δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ θεοῦ. οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα, ὅπερ ὁ Παῦλος λέ‐ γει καθίσαι ἐκ δεξιῶν τοῦ θεοῦ. περὶ οὗ σώματος Δαυίδ φη‐ σιν προφητικῶς ἐκ προσώπου τοῦ πατρός· κάθου ἐκ δεξιῶν
10μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο‐ δῶν σου, ἐπεὶ προεγίνωσκεν ἐχθροὺς ἐσομένους τὸν διάβολον καὶ τὰς συνεργοὺς αὐτοῦ ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχ‐ θρευον τῶι κυριακῶι ἀνθρώπωι, γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας αὐτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανά‐
15του τὸν διάβολον: —

33

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Οἱ γὰρ τὴν θεότητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυνα‐ μένου τοῦ κυρίου δι’ ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως
5ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. τοῦτο οὖν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ σάρκα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι Δαυὶδ περὶ τοῦ κυριακοῦ ἀνθρώπου γέγραπται· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί: —

34

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει κάθου ἐκ δεξιῶν μου, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες: —

35

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου
2Καὶ ὅταν λέγηι ὁ Πέτρος—περὶ τῆς ἀνθρωπότητος: —

36

(1t)

Καὶ μετ’ ὀλίγα
2Ὁ γὰρ λόγος——κύριον καὶ θεόν: —13

37

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἐκ γὰρ τῶν παλαιῶν πεπαιδευμένος ὁ ἀπόστολος νομομαθής τε ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος ἀκριβῶς φιλολο‐ γήσας **

38

(1t)

Τοῦ αὐτοῦ
2Ὁρᾶτε ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι’ ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατα‐
5νοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν. Ἰησοῦν Χριστὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν: —

39

(1t)

Καὶ μετ’ ὀλίγα
2Ὃ πολλαχοῦ εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σωτῆρος τὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὃν εἶπεν ἡμῖν κατανοεῖν: —

40

(1t)

Καὶ μετ’ ὀλίγα
2Οὐ διαιροῦσιν οἱ ἀμαθεῖς ποῖον πρόσωπον τοῦ προφητικοῦ πνεύματος περὶ τοῦ σώματος τοῦ κυρίου βοᾶι καὶ ποῖον τὴν ἀίδιον αὐτοῦ ἐκ πατρὸς γέννησιν διδάσκει, ἀλλ’ ἕνα καὶ τὸν αὐ‐
5τὸν δηλοῦσιν τὸν ἀπαθῆ λόγον καὶ τὸν παθητὸν ἄνθρωπον τοῦ
Ἰησοῦ: —14

41

(1t)

Τοῦ αὐτοῦ
2Ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι Ἰησοῦ καὶ ὑποταγῆι αὐτῶι, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί, ὑπὲρ πάσης τῆς κτίσεως [ὁ] γενόμενος πιστὸς ἀπόστολος καὶ
5ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βα‐ σιλεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσό‐ μενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς υἱὸς τοῦ θεοῦ ἐχρημάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα θεὸν λόγον: —

42

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Φανερῶς ὁ γενόμενος ἐκ σπέρματος Δαυὶδ Ἰησοῦς ὡρίσθη υἱὸς θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ὅντινα ὁ Παῦλος υἱὸν εἶπεν μέλλοντα ὑποτάσσεσθαι τῶι θεῶι: —

43

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Αὐτὸς γοῦν ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί. ὑπὲρ πάσης τῆς κτίσεως καθάπερ καὶ ὑπὲρ πάντων παθεῖν ἑαυτὸν παρέδωκεν ὁ ἐξ ἀχράντου παρθένου δι’ ἡμᾶς γεννηθείς, ὁ μὴ
5γινώσκων τὴν ἡμέραν τῆς κρίσεως: —

44

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Εἰ γὰρ καὶ μὴ εἶπεν ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ἀλλ’ ἁπλῶς ὁ υἱός, δείκνυται μὴ τὸν θεὸν λόγον δηλῶν ἀγνοοῦντα, ἀλλὰ τὸν ἄνθρωπον: —

45

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ Μαρίας γεννηθείς ἐστιν υἱός. οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ
πατρὸς θεὸς λόγος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν: —15

46

(1t)

Καὶ μετ’ ὀλίγα
2Συγκατέβαινεν γὰρ ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπα‐ τηθέντας ἀλήθεια ὢν ἐλευθερώσηι: —

47

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς εἶπεν εἶναί τινα ἄρρητα ῥήματα, ἃ οὔτε αὐτὸν οὔτε ἕτερον ἐξεῖναι λαλῆσαι, ἀναμφιβόλως ὁ τὰ ἄρρητα αὐτῶι δηλώσας ῥήματα θεὸς λόγος ἐν Χριστῶι
5Ἰησοῦ ἄρρητον ἔχει τὴν ἐκ πατρὸς γέννησιν: —

48

(1t)

Καὶ μετ’ ὀλίγα: ἐκ τοῦ περὶ πίστεως μικροῦ λόγου
2tΤοῦ αὐτοῦ
3Ὃς ἐπὶ συντελείαι τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ πατρός, ἐκ τῆς ἀχράντου παρθένου Μαρίας τὸν ἡμέτερον ἀνεί‐
5ληφεν ἄνθρωπον Ἰησοῦν Χριστόν, ὃν ὑπὲρ ἡμῶν παρέδωκεν παθεῖν ἰδίαι προαιρέσει: —

49

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἡ δὲ κτισθεῖσα [ἐν] ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιὰ ἡμῖν τε καὶ οὐ πρὸ ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: —

50

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς
2tΜάξιμον τὸν φιλόσοφον ἐπιστολῆς
3Ἃ γὰρ διὰ τοῦ σώματος——πρόφασιν εὕρηι: —

51

(1t)

Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ Διονυσίου ἀπολογίας
2Τὰ δὲ περὶ τῆς θεότητος——παρ’ αὐτοῦ τοῦ λόγου: —16

52

(1t)

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς
2Εἴρηκεν ὁ σωτήρ——τὴν ἄμπελον, ἥτις ἐστὶν τὸ κυρια‐ κὸν σῶμα: —

53

(1t)

Ἐκ τῆς αὐτῆς ἀπολογίας
2Ἀνάγκη γὰρ ἀμπέλου——ἔστιν τοῦ θεοῦ: —

54

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ
2tπίστεως μείζονος λόγου
3 Πάντα εἰπὼν ἐν αὐτῶι κτισθέντα ὁ μακάριος Παῦλος αὐ‐ τὸν μόνον εἶπεν πρὸ πάντων. ἐκ γὰρ τῶν παλαιῶν πεπαι‐
5δευμένος νομομαθής 〈τε〉 ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος φιλολογήσας καὶ δύο εἴδη περὶ τοῦ κυρίου εὑρών, ἓν μὲν περὶ οὗ ἐκ Μαρίας ἔμελλεν ἀναλαμβάνειν ἀνθρώπου, ἕτερον δὲ περὶ τοῦ πρὸ πάντων αἰώνων ἀιδίως ἐκ τοῦ πατρὸς γεννηθέντος λό‐ γου, [καὶ] περὶ μὲν τοῦ ἐκ Μαρίας Ἰησοῦ γράφει Τιμοθέωι·
10μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα· περὶ δὲ τοῦ ἀεὶ σὺν τῶι πατρὶ θεοῦ λόγου εἶπεν ὅτι ἔστιν πρὸ πάντων. ἐλεγχέσθωσαν τοίνυν παρὰ πάντων τῶν ἁγίων οἱ λέγοντες τὸν τοῦ θεοῦ λόγον ἀρχὴν τῶν ἔργων κτισθέντα καὶ παρὰ μὲν τοῦ Δαυὶδ ἀκουέτω‐
15σαν ὅτι οὔκ ἐστιν ἔργον, ἀλλ’ ἔργων ποιητής, ὡς λέγει· ἔργα χειρῶν σού εἰσιν οἱ οὐρανο· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις: —

55

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. λέγεται 〈δὲ〉 ὁ κατὰ τὸν σωτῆρα νοού‐ μενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων
5ἡλικίαι καὶ 〈σοφίαι καὶ〉 χάριτι ἀρχόμενος 〈τε ὢν〉 ὡσεὶ
ἐτῶν τριάκοντα, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν τὸ κτίσμα καὶ ποίημα: —17

56

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἐλεγχόμενοι τοίνυν παρὰ τῶν ἁγίων οἱ λέγοντες κτίσμα τὸν ἐκ πατρὸς λόγον ἢ πεπαύσθωσαν τῆς δυσσεβοῦς βλασφημίας ἢ ὡς Χριστομάχοι παρὰ πάντων ἀποκηρυττέσθωσαν. ἐν ὧι
5γὰρ [ἡττῶνται] πεποίθασιν, ἐν ταῖς Παροιμίαις τῶι λέγοντι κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ὀλισθάνουσιν. προφητεύων γὰρ Σαλομὼν εἰς τὸν μέλλοντα διὰ τὴν παντὸς τοῦ κόσμου εὐεργεσίαν ἐκ Μαρίας κτίζεσθαι κυριακὸν ἄνθρωπον, εἶπεν ἐκ προσώπου αὐτοῦ τὸ κύριος
10ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ: —

57

(1t)

Καὶ μετ’ ὀλίγα ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. αὐτὸν γοῦν τὸν
5σταυρωθέντα τοῦ κυρίου ἄνθρωπον δεικνύντες διὰ δακτύλου οἱ ἀπόστολοι εἶπαν· τοῦτον τὸν Ἰησοῦν Χριστὸν καὶ κύριον ἐποίη‐ σεν ὁ θεός. αὐτὸς φανερῶς ὁ τοῦ κυρίου ἄνθρωπος καὶ ἀρχὴ ὁδῶν ἐκτίσθη τῶν προγεγραμμένων εἰς εὐεργεσίαν, ἄρχων πάν‐ των τῶν ἁγίων καὶ χρηματιζόντων ὁδῶν καὶ κύριος Ἰησοῦς
10Χριστὸς ὁ ποιηθεὶς καὶ σταυρωθείς, περὶ οὗ καὶ Ἱερεμίας εἶπεν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν· κύριος ἔκτι‐ σέν με σωτηρίαν εἰς καταφύτευμα καινήν, ἐν ἦι σω‐ τηρίαι περιελεύσονται ἄνθρωποι, κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ αὐτοῦ ῥητοῦ λέγει· ἔκτισεν κύριος καινὸν ἐν τῆι
15θηλείαι. ἣν δὲ λέγει σωτηρίαν καινὴν καὶ οὐ παλαιὰν ἡμῖν κτισθεῖσαν καὶ οὐ πρὸ ἡμῶν καὶ ὃν λέγει καινὸν κτισθέντα ἐν τῆι θηλείαι, τὸν κατὰ τὸν σωτῆρα νόει ἄνθρωπον Ἰησοῦν. ἑρ‐ μηνεύεται γὰρ Ἰησοῦς πῆι μὲν σωτήρ, πῆι δὲ σωτηρία (ἐκ τοῦ σωτῆρος ἡ σωτηρία ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός), ὅν‐
20τινα εἶπεν ἄνθρωπον Ἰησοῦν σωτηρίαν ἡμῖν κτισθέντα καινὸν ἐν τῆι θηλείαι, ὅ ἐστιν ἐν τῆι Μαρίαι, μᾶλλον δὲ ἐκ τῆς Μαρίας: —18

58

(1t)

Καὶ μετ’ ὀλίγα
2 Ὃν τοίνυν ὁ Σολομὼν εἶπεν ἀρχὴν ὁδῶν κτισθέντα καὶ ἣν Ἱερεμίας λέγει κτισθεῖσαν σωτηρίαν καινὴν καὶ καινὸν ἐν τῆι θηλείαι, τὸν 〈ὃν〉 ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἡ σοφία ὠικοδό‐
5μησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ’ οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες οὔτε διδάσκειν ὀρθῶς οὔτε διδά‐ σκεσθαι βούλονται: —

59

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Εἰ πάντες χωρεῖν ἠδύναντο πνευματικῶς τὰ θεῖα λόγια, οὐκ ἂν ἠναίνετο μεταδιδόναι αὐτοῖς τὸ πνευματικὸν χάρισμα, οὐδὲ γάλα αὐτοὺς ἐπότιζεν, εἰ τὴν στερεὰν τροφὴν πάντες μετα‐
5λαμβάνειν ἠδύναντο. ἀλλὰ τοῖς ἔτι νηπιάζουσιν περὶ αὐτὸν τὸν τῆς θεογνωσίας λόγον δίκην νηπίων γαλουχουμένων τὸν τῆς κατηχήσεως ἐπιτρέπει δέχεσθαι λόγον οὔπω τὸν τῶν ἀγγέλων ἄρτον τρέφεσθαι δυναμένοις, τὸν ἐν σώματι ἀνθρωπείωι κρυ‐ βέντα θεὸν λόγον: —

60

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Χρὴ τοίνυν ἡμᾶς ὡς ἐπιστήμονας οἰκονόμους μυστηρίων θείων μεταδιδόναι τὸν λόγον πρὸς ὃ χωρεῖν ἕκαστος δύναται. ῥήγνυνται γὰρ οἱ παλαιοὶ ἀσκοὶ μὴ χωροῦντες τὸν νέον τῆς
5ἀληθινῆς ἀμπέλου οἶνον, τουτέστιν τὸν λόγον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἐπεὶ τοίνυν τινές, μᾶλλον δὲ καὶ πολλοὶ οἳ μήπω μαθηταὶ γενόμενοι ἐκ προπετείας ἐπὶ τὸ διδάσκειν ἐλη‐ λύθασιν οὐκ εἰδότες οὔτε ἃ λέγουσιν, οὔτε περὶ τίνων διαβεβαι‐ οῦνται, τυφλώττοντες τοὺς τῆς διανοίας ὀφθαλμούς, οὐκ ἔχοντες
10νοῦν ὁρῶντα τὸν θεὸν ὡς ὁ Ἰακὼβ οὔτε καθαρὰν καρδίαν τὴν ὀψομένην τὸν θεόν, τὰ διὰ τὸν ἄνθρωπον τοῦ σωτῆρος ὃν δι’ ἡμᾶς ἐφόρεσεν, γεγραμμένα ῥητὰ καὶ ἔργα ταπεινὰ καὶ πτω‐
χὰς φωνὰς τῆι θεότητι τοῦ λόγου συνάπτοντες πλανῶνται καὶ πλανῶσιν τοὺς ἀμαθεῖς καὶ ἀστηρίκτους, ἀνάγκην ἔσχομεν, ὡς19
15ὁ Ἰούδας γράφει, ἐκθέσθαι διὰ τῆσδε τῆς ἐπιστολῆς ποῖα ῥητὰ τῆι θεότητι τοῦ λόγου ἁρμόζει καὶ ποῖα τῶι δι’ ἡμᾶς ἀναλη‐ φθέντι ἀνθρώπωι. ὡς γὰρ ἐν ἑνὶ βαλλαντίωι χρύσεα νομί‐ σματα καὶ ἀργύριον ἀπόκειται ἑνὸς βασιλέως εἰκόνα καὶ ἐπι‐ γραφὴν τοῦ ὀνόματος ἑκάτερα ἔχοντα, ἀλλ’ οἶδεν ὁ φυλάττων
20αὐτὰ τραπεζίτης τὴν τοῦ χρυσίου ὑπεροχὴν παρὰ τὴν ὑποβεβη‐ κυῖαν τοῦ ἀργυρίου τιμήν, οὕτως κἂν ἐν μιᾶι γραφῆι περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ περὶ οὗ ἐκ Μαρίας δι’ ἡμᾶς ἐφόρεσεν σώματος γέγραπται, ἀλλ’ ἕκαστον αὐτῶν ἐπιγνωσόμεθα ὡς συ‐ νετοὶ μαθηταὶ τοῦ ἑνὸς καὶ ὄντως διδασκάλου. ὅσαι τοίνυν
25ταπειναὶ λέξεις καὶ ἔργα, εἰς τὸ σῶμα τοῦ Ἰησοῦ γεγραμμένα νόει· ὅσα δὲ ἔνδοξα γράμματα, εἰς τὴν τοῦ λόγου θεότητα. ὅταν πεινάσηι μετὰ τὸ νηστεῦσαι, τοῦ σώματος ἐλάττωμα· ἡνίκα δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους χωρὶς παιδίων καὶ γυναικῶν τρέφει καὶ δώδεκα κοφίνους κλασμάτων περισσεύει,
30τῆς θεότητος τοῦ λόγου ἔργον. ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῶι πλοίωι κοιμᾶται, ἀναπαύσεως σωματικῆς ἔργον· ὅταν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῆι τοῖς κύμασιν καὶ τοῖς ἀνέ‐ μοις σιώπα πεφίμωσο, εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῶι πλοίωι μεθ’ ὅρκου ὁμολογούντων ἀληθῶς θεοῦ υἱὸς εἶ. ὅταν
35ἑστὼς πρὸς τῶι μνήματι Λαζάρου δακρύηι καί, ὁπηνίκα πά‐ σχειν ἔμελλεν, λέγηι περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανά‐ του καὶ ἀδημονῆι καὶ τὸ μὲν πνεῦμα τῆς θεότητος πρόθυμον εἰς πᾶσαν οἰκονομίαν λέγηι, τὴν δὲ σάρκα ἀσθενῆ, τοῦ σώματος ἀσθένεια τὸ λυπεῖσθαι καὶ ἀδημονεῖν· ὅταν κελευστικῶς λέγηι
40Λάζαρε, δεῦρο ἔξω καὶ ἀναστῆι ζῶν ὁ νεκρὸς ὁ τεταρταῖος ἤδη λελυμένος, ὃ οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κτίσεως, τῆς θεότητος σημεῖον. ὅταν ἀπὸ τῆς ὁδοιπορίας ὑπὲρ ἡμῶν κεκοπιακὼς ἐπὶ τῆς πηγῆς καθέζηται, τοῦ σώματος τὸ κοπιᾶν· ὅταν λέγηι δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,
45κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔργον τῆς θεότητος τὸ καὶ ἀπὸ σωματικῶν νόσων καὶ κόπων καὶ τῶν κατὰ ψυχὴν κινδύνων ἰᾶσθαι. ὅταν βαπτίζηται ὑπὸ Ἰωάννου ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῶι στόματι αὐτοῦ, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξιλασμός· ὅταν κελεύηι τοὺς ἀποστόλους

60

(50)

βαπτίζειν πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄρει μεταμορφουμένου αὐτοῦ τὴν δόξαν μὴ δυνάμενοι φέρειν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης20
55τὰ πρόσωπα καὶ τὰ γόνατα κλίνωσιν ἐπὶ τὴν γῆν, τῆς δόξης τῆς θεότητος τοῦ λόγου ἰσχύς. ὅταν στερεοποιῆι τοὺς ἀποστόλους λέγων μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, τῆς θεότητος ἡ ἄδηλος καὶ ἰσχυρὰ παράκλησις· ὅταν παραιτῆται τὸ ἀποθανεῖν,
60τοῦ σώματος ἡ δειλία. πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ οὔτε λύπη οὔτε δειλία οὐ κόπος οὐ λιμὸς οὐ θάνατος ἦν: —

61

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἐγώ εἰμι, φησίν, ἡ τῶν σωιζομένων ὁδὸς καὶ ἡ τῶν νεκρῶν ζωὴ καὶ ἡ τῶν ἀποφευγόντων τὸ ψεῦδος ἀλήθεια, λέγων τοῖς ἐν σκότει· ἀνακαλύφθητε, ἐγώ εἰμι τὸ φῶς τοῦ
5κόσμου. τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασιν χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, δι’ αὐτοῦ τὸ ἀπολό‐ μενον πρόβατον προσῆξεν τῶι πατρί, ὡς πρόβατον ἐπὶ σφα‐ γὴν ἀχθεὶς καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, περὶ οὗ ὁ Παῦλος γράφει· ἄνθρωπος Χριστὸς
10Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν. καὶ ἐν ἑτέρωι τόπωι φησὶν ὁ ἀπόστολος· δι’ ἀνθρώπου ὁ θάνατος καὶ δι’ ἀνθρώπου ἡ ζωή. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκομεν, οὕτως καὶ ἐν
τῶι Χριστῶι πάντες ζωοποιηθησόμεθα. καὶ πάλιν ἐν21
15ἑτέρωι τόπωι γράφει· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. τὸν τοίνυν πρῶτον Ἀδὰμ τὸν πρωτόπλαστον τοῦ κόσμου δηλοῖ, τὸν δὲ δεύτερον Ἀδὰμ τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον, ὃς καλεῖται υἱὸς ἀνθρώπου πρόβατον ἄμπελος ἄρτος δένδρον κόκκος σίτου
20καὶ τὰ τούτοις παραπλήσια, καλεῖται δὲ καὶ Ἀδάμ, εἰ καὶ πολλὴ 〈ἡ〉 τοῦ δευτέρον διαφορὰ παρὰ τὸν πρῶτον. ὃ μὲν γὰρ ἐκ γῆς γέγονεν, ὃ δέ, λόγος ὢν τοῦ πατρός, σὰρξ ἐγένετο, οὐ κενωθεὶς τὸ εἶναι λόγος διὰ τὸ σάρκα φορέσαι, καθ’ ὃ οὐδὲ τὸ χρυσίον κενοῦται τῆς δόξης ἔνδον ξένου γλωσσοκόμου τυγ‐
25χάνον: —

62

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἐὰν οὖν λέγηι ὁ ἀπόστολος τὸ ῥητὸν τὸ λέγον· ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγείρει, μὴ αἰσχύνου λέγων· οὐκ ἠδύνατο ὁ κύριος τὸ οἰκεῖον ἀνεγεῖραι
5σῶμα, εἰ μὴ ὁ πατὴρ αὐτὸ ἤγειρεν. λέγουσι δὲ τοῦτο οἱ τὸν κύριον ὑβρίζοντες. νόει τὸν ἐκ νεκρῶν ἐγειρόμενον ἄνθρω‐ πον, ὃν ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. τὸ
10γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ὁ καὶ πάν‐ τας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον
15Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν αὐτὸς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος. εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων σώματα ἤγειρεν, πολλῶι μᾶλλον ἐγεῖραι ἠδύνατο ὃ ἐφόρεσεν σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὡς ὁ Παῦλός φησιν·
ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής: —22

63

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου
2 Ὅταν δὲ ὁ ἡμέτερος διδάσκαλος φάσκηι ἐν ἑτέρωι τόπωι· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, μὴ
5δόξηις ποίημα εἶναι τὸν ἀπ’ ἀρχῆς πρὸς τὸν πατέρα θεὸν λόγον. οὐ γὰρ τὴν ἀόρατον θεότητα λέγει κατανοεῖν, ἀλλὰ τὸν κυρια‐ κὸν ἄνθρωπον, ὃν εἶπεν ὁ Παῦλος μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν τὸν δόντα ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν εἶπεν κατανοεῖν, Ἰησοῦν πιστὸν ὄντα τῶι ποιή‐
10σαντι αὐτόν, ὥς φησιν ὁ κύριος κατανοήσατε τοὺς κό‐ ρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατα‐ νοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν. τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑτέρας κτίσεις ἀοράτους. κἂν γὰρ λέγηι Ἀμβακοὺμ ὁ προφήτης κατενόησα
15τὰ ἔργα σου καὶ ἐξέστην, ἔργα λέγει κατενόησα καὶ οὐ τὸν τῶν ἔργων ποιητὴν καὶ ὁ ἀπόστολος τὸ φαινόμενον τοῦ κυρίου σῶμα λέγει κατανοεῖν, οὐ τὴν ἀόρατον τοῦ λόγον θεό‐ τητα. θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε οὔτε ἰδεῖν δύναται, καίπερ θεὸς ἦν ὁ λόγος καὶ ἔστιν, ὥς φησιν ὁ θεο‐
20λόγος Ἰωάννης. ὃν τοίνυν κατανοεῖν ἀκούομεν ἄνθρωπον Χριστὸν Ἰησοῦν, ὃς δέδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν λέγει ἀπόστολον καὶ ἀρχερέα πιστὸν ὄντα, τὸ ποίημα νοεῖν λέ‐ γει· πάντα οὖν ἐκτίσθησαν, κτίσμα δὲ οὔκ ἐστιν ὁ τοῦ θεοῦ λόγος, ὅς ἐστιν υἱός, ἀλλὰ γέννημα κατὰ φύσιν. τὰ γὰρ πάντα
25ὁ πατὴρ διὰ τοῦ λόγου ἔκτισεν, ὥς φησιν ὁ Παῦλος, ἐν ὧι τὰ πάντα ἐκτίσθησαν, καὶ ὡς ὁ Ἰωάννης λέγει, πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, αὐτὸν δὲ τὸν λόγον οὐ κτίζει, ἀλλὰ γεννᾶι. δι’ αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ’ ὅνπερ δι’ ἡμᾶς
30ἐφόρεσεν ἄνθρωπον γεγονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί:—23

64

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα τὸ μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ζωοποιήσει τὸ ἐκ τοῦ Ἀδὰμ γένος, θανατωθεὶς σαρκ, ζωο‐
5ποιηθεὶς δὲ πνεύματι, ὡς ὁ Πέτρος γράφει ** ὅτι σαρκὶ θανατωθέντα αὐτὸν ὑπὲρ ἡμῶν λέγει καὶ οὐ τῆι ἀθανάτωι ζωο‐ ποιῶι θεότητι. φησὶν γὰρ ὁ κύριος ἐγώ εἰμι ἡ ζωή· ἡ γοῦν ζωὴ οὐκ ἀποθνήισκει, τοὺς νεκροὺς δὲ μᾶλλον ζωοποιεῖ. ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῶι τόπωι, οὐδὲ ἡ ζωὴ
10παθεῖν τι δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης: —

65

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Τίς γάρ φησιν, ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; μόνος ὁ υἱὸς σύμ‐ βουλός ἐστιν τοῦ πατρὸς καὶ τὸν νοῦν αὐτοῦ ἔγνω ὁ λέγων
5οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ πατὴρ καὶ ὧι ἐὰν ὁ υἱὸς ἀποκαλύψηι. λέγει τοίνυν καὶ Ἰωάννης περὶ τοῦ κυ‐ ρίου· ὅταν φανερωθῆι, ὅμοιοι αὐτῶι ἐσόμεθα καὶ ὀψό‐ μεθα αὐτὸν καθὼς ἔστιν. ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς
10εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι’ ἡμᾶς ἄνθρωπον, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὃν καὶ Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώ‐
15που ἐκ δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ θεοῦ. οὐκ εἶ‐ πεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ τῆς Μαρίας κυριακὸν σῶμα, ὃ καὶ Παῦλος λέγει· ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ· περὶ οὗ
σώματος ὁ Δαυίδ φησιν ἐκ προσώπου τοῦ πατρὸς προφητικῶς·24
20κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, οὓς προεγίνωσκεν ἐχθροὺς ἐσο‐ μένους, τὸν διάβολον καὶ τὰς συνεργούσας αὐτῶι ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχθρευον τῶι κυριακῶι ἀνθρώπωι γινώσκου‐ σαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας ἑαυτὰς καὶ τὸν τὸ
25κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον καὶ τοὺς ἐχθρεύσαντας αὐτῶι Ἰουδαίους, εἰς οὓς τὸ γεγραμμένον πληροῦται ὅτι ἐμίση‐ σάν με δωρεάν, ἀνθ’ ὧν τὰ πρὸς ὠφέλειαν διδασκόμενοι μαστίζειν καὶ σταυροῦν ἐτόλμων, Σαμαρείτην αὐτὸν καὶ δαι‐ μονιζόμενον καὶ ἄνθρωπον ἁμαρτωλὸν λέγοντες, καίτοι δι’ αὐ‐
30τοῦ τῆς ἁμαρτίας κατακριθείσης. εἰς ὃν γέγραπται· ὄψονται εἰς ὃν ἐξεκέντησαν, ὅνπερ ἐν τῆι κρίσει ὁρῶντες κρίνοντα ζῶντας καὶ νεκρούς, ὥς φησιν Ἰωάννης περὶ τοῦ κυρίου, καθὼς ἔδωκεν αὐτῶι κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν, μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν
35ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι. ἔστιν τοίνυν εἰς τὸ τοῦ κυρίου σῶμα τὸ γραφὲν διὰ τοῦ Δαυὶδ κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. πρὸ γὰρ τῆσδε τῆς διὰ Δαυὶδ προφητείας ἐν κόλποις τοῦ πατρὸς ἦν ὁ
40λόγος· οὐκ εἶχεν ἐχθροὺς ἐν οὐρανῶι. οὐδεὶς γὰρ ἦν σὺν τῶι πατρὶ πρὸ κτίσεως, εἰ μὴ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· ὁ πατὴρ γὰρ διὰ τοῦ υἱοῦ ἐποίησεν τοὺς ἀπείρους αἰῶνας ἀρχάς τε καὶ ἐξουσίας καὶ πᾶσαν κτίσιν. ὁ τοίνυν πρὸς μηδένα ἔχων κοι‐ νὸν κτῆμα ἢ χρῆμα, ἀλλὰ πάντων κύριος ὢν θεὸς λόγος, ὧι
45οὐδεὶς δύναται ἀντιστῆναι, πῶς εἶχεν ἐχθρούς; οἱ γὰρ τὴν θεό‐ τητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυναμένου τοῦ κυρίου δι’ ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· τοῦτο δὲ κἂν νῦν γινω‐

65

(50)

σκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι Δαυὶδ γέγραπται περὶ τοῦ κυριακοῦ ἀνθρώπου· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί, καὶ
πάλιν· μάστιξ οὐκ ἐγγιεῖ τῶι σκηνώματί σου: —25

66

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου
2 Κύριος, φησίν, ἐν τῶι οὐρανῶι ἡτοίμασεν τὸν θρό‐ νον αὐτοῦ. ἕτερόν ἐστιν ὁ οὐρανός μοι θρόνος καὶ ἕτε‐ ρόν ἐστιν ἑτοιμάζεσθαι θρόνον ἐν τῶι οὐρανῶι ὡς ἐπὶ τόπου
5τινός. πολὺς μὲν ὁ περὶ τούτων λόγος ἐπὶ τοῦ παρόντος εἰς διήγησιν, οἱ δὲ προδεδηλωμένοι θρόνοι δηλοῦσιν τὴν ὑποταγὴν πάσης κτίσεως. ταῦτα δὲ προεθέμεθα περὶ τοῦ κάθου ἐκ δεξιῶν μου, ὅτι εἰς τὸν κυριακὸν ἄνθρωπον λέλεκται. εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρ, λέγει κύριος, ὥς
10φησιν Ἱερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ’ οὐδενὸς δὲ χωρεῖ‐ ται, εἰς ποῖον καθέζεται θρόνον; τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει κάθου ἐκ δεξιῶν μου, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διά‐ βολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, δι’ οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονεν καὶ ἐχρημάτι‐
15σεν, δι’ οὗ παρέδωκεν ἡμῖν μυστήριον λέγων· τοῦτό ἐστιν μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης, οὐ τῆς παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ’ ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρω‐ πον, αἴτιος τούτων γέγονεν, περὶ οὗ εἶπαν οἱ ἀπόστολοι· Ἰη‐
20σοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ἡμᾶς. Ναζαρὲθ πόλιν ἐπίγειον λέγει καὶ οὐχὶ οὐ‐ ράνιον ἄνδρα τε αὐτόν φασιν καὶ οὐ θεὸν πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς ὁμοίως αὐτοῖς κατὰ σάρκα φρονοῦντας ἔκτοτε καὶ νῦν [καὶ] οἱ ἀπόστολοι. καὶ αὐτὸς ὁ κύριος περὶ ἑαυτοῦ ἀνθρω‐
25πίνως ἀπεκρίνατο λέγων· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρω‐ πον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; οὐκ εἶπεν ζητεῖτε με ἀποκτεῖναι θεὸν ὄντα· θεὸς γὰρ ἀπαθὴς καὶ ἀθάνατος ὢν τὸν μὲν θάνατον καταργεῖ, τοὺς δὲ νεκροὺς ζωοποιεῖ, λέγων· ἐγώ εἰμι ἡ ζωή. πρὸς δὲ Φίλιππον ἅμα τῶι ἀκοῦσαι πιστεύοντα
30διδάσκει σὺν τοῖς λοιποῖς ἀποστόλοις καὶ τοῖς δυναμένοις ὁ‐ μοίως πνευματικῶς χωρῆσαι λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρα‐ κεν τὸν πατέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν καὶ ἐγὼ ἐν
τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί: —26

67

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἔχεις τοίνυν ἐξ αὐτῆς τῆς τῶν γραφῶν ἀποδείξεως τὸν ἄνθρωπον τοῦ σωτῆρος, ὃν κατανοεῖν διδασκόμεθα, αὐτὸν εἶναι ποίημα· οὐ γὰρ τὴν ἀόρατον θεότητα τοῦ λόγου τὴν ἐν κόλποις
5πατρώιοις ἀποκεκρυμμένην, ἣν οὐδεὶς ἕως τοῦ δεῦρο τεθέαται. καὶ τοῦτο Παῦλος οἶδεν ἡμῶν μᾶλλον, λέγων· περιήστραψέν με φῶς ἱκανὸν καὶ ἔπεσα εἰς τὸ ἔδαφος καὶ ἤκουσα φω‐ νῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; σκλη‐ ρόν σοι πρὸς κέντρα λακτίζειν. κἀγὼ εἶπον· τίς ε, κύριε;
10καὶ ὁ κύριός φησιν πρός με· ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώ‐ κεις. ὁμολογεῖ δὲ ἀπὸ τῆς δόξης τοῦ φωτὸς τοῦ κυρίου τετυφλῶσθαι καὶ μετὰ τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προ‐ στάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλο‐ γῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς
15ἡμᾶς διδάσκει τὴν θεότητα αὐτοῦ τοῦ λόγου κατανοεῖν; ἀλλ’ ὃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σω‐ τῆρος τὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτὸν εἶπεν ἡμῖν κατανοεῖν: —

68

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Μιμηταί μου γίνεσθε, φησί, καθὼς κἀγὼ Χριστοῦ. δῆλον ὅτι τοῦ ἀνθρώπου λέγει τοῦ κειμένου θεμελίου. τῆς γὰρ θεότητος τοῦ λόγου οὔτε Παῦλος οὔτε ἕτερος τις γενέσθαι
5δύναται μιμητὴς εἰ μὴ ἐν τοῖς παθήμασιν καὶ πραύτητι τοῦ Χριστοῦ, περὶ ὧν ὁ Πέτρος λέγει ἐπακολουθεῖν ἡμᾶς τοῖς ἴχνε‐ σιν αὐτοῦ, καθὼς καὶ ὁ Παῦλος εἶπεν τὰ ὑστερήματα τῶν θλί‐
ψεων τοῦ Χριστοῦ ἀναπληροῦν ἐν τῆι ἰδίαι σαρκί. ἀναντιρρή‐ τως οὖν ὁ πρὸ τοῦ αἰῶνος θεμελιωθεὶς εἰς τὰ ἀπόκρυφα τῆς27
10πατρώιας διανοίας ἐν προγνώσει ἦν ὃν ἔμελλεν ἐκ Μαρίας κυ‐ ριακὸν ἄνθρωπον κτίζειν: —

69

(1t)

Τοῦ αὐτοῦ ἁγίου ἐκ τοῦ αὐτοῦ λόγου
2 Περὶ δὲ τὸ κυριακὸν σῶμα φανερῶς προεφητεύθη τῶι Ἰούδαι· ἐκ σοῦ ἐξελεύσεταί μοι ἡγούμενος καὶ ἡ ἀρχὴ αὐτοῦ ἀπ’ ἀρχῆς ἀφ’ ἡμερῶν αἰῶνος, καίπερ ἐπὶ συντελείαι
5τῶν αἰώνων ἐκ φυλῆς Ἰούδα ἀνείληφεν ὁ θεὸς λόγος τὸν ἄνθρωπον: —

70

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ὅταν, φησίν, ὑποταγῆι αὐτῶι τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι ὑποτάξαντι αὐτῶι τὰ πάντα. ζητήσωμεν τοίνυν τίς ἐστιν ὁ μὴ ὑποτασσόμενος τῶι
5θεῶι εἰ μὴ πρότερον τὰ πάντα αὐτῶι ὑποταγῆι. τί γὰρ οὐκ εἶχεν ὑποτεταγμένον ὁ ἐκ πατρὸς λόγος πρὶν τῆς δι’ οὗ ἐφόρε‐ σεν ἀνθρώπου δι’ ἡμᾶς οἰκονομίας; πάντα γὰρ τὰ ποιήματα τῶι πεποιηκότι ὑποτάσσεται. τῶι δὲ ἀναληφθέντι ἀνθρώπωι ἕως νῦν οὐ τὰ πάντα ὑποτέτακται· φησὶν γὰρ ὁ Παῦλος· οὔ‐
10πω βλέπομεν αὐτῶι τὰ πάντα ὑποτεταγμένα. τοῖς γὰρ Ἰουδαίοις σκάνδαλόν ἐστιν, ἔθνεσιν δὲ μωρία, ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι υἱῶι καὶ ὑποταγῆι αὐτῶι, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται
15τῶι πατρί, ὑπὲρ πάσης κτίσεως γενόμενος πιστὸς ἀπόστολος καὶ ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βασι‐ λεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσόμενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς [ὁ] υἱὸς τοῦ θεοῦ ἐχρη‐
20μάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα λόγον: —

71

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ὡς ὁ Λουκᾶς γενεαλογῶν εἶπεν ἦν δὲ Ἰησοῦς ἀρχό‐ μενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο,
τοῦ Ἰωσήφ, καὶ διελθὼν τοὺς ἐφεξῆς γενεαλογουμένους μέχρις28
5ἐπὶ τὸν Ἀδὰμ εἶπεν τοῦ Ἀδὰμ τοῦ θεοῦ, ἵνα δείξηι καὶ τὸ 〈ὃ〉 ἐκ τοῦ Ἀδὰμ ἐφόρεσεν σῶμα καὶ τὴν ἐκ τοῦ πατρὸς θεότητα: —

72

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἔστιν δὲ ἓν τῶν πάντων ὧν ἐν τῶι υἱῶι ἐργάζεται καὶ δεικνύει ὁ πατήρ, τὸ γινώσκειν τὴν ἡμέραν καὶ ὥραν τῆς κρί‐ σεως αὐτῶι τε καὶ πᾶσαν τὴν κρίσιν παραδέδωκεν, ἵνα καθὼς
5τιμῶσι τὸν πατέρα, τιμῶσι καὶ τὸν υἱόν. εἰ δὲ τὴν κρίσιν αὐτῶι πᾶσαν παραδέδωκεν ποιεῖσθαι, δῆλον ὅτι καὶ τὴν γνῶ‐ σιν αὐτῆς πότε καὶ πῶς γίνεται. ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ τῆς Μαρίας γεννηθείς ἐστιν Ἰησοῦς· οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ πατρὸς θεὸς λόγος ὁ εἰδὼς
10τὰ πάντα πρὶν γενέσεως αὐτῶν: —

73

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Εἰ τοίνυν λέγει ὁ Ἰησοῦς· ὁ πατήρ μου μείζων μού ἐστιν, λέγει δὲ καὶ ἴσον ἑαυτὸν τῶι θεῶι, μάθωμεν διὰ τί καὶ μείζονα λέγει τὸν πατέρα ἑαυτοῦ καὶ ἴσον. μείζων ἐστιν τοῦ
5υἱοῦ διὰ τὸ σῶμα ὃ ἐφόρεσεν παθητόν, ἴσος δὲ καθ’ ὅτι ὅλος ὅλον τέλειον ἐγέννησεν ὁ πατὴρ ἀιδίως τὸν υἱόν: —

74

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ὡς καὶ ὁ Ἔσδρας προφητεύει ἐκ προσώπου τοῦ Ζορο‐ βάβελ λέγων περὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ζῆι ἡ ἀλήθεια καὶ νικᾶι καὶ κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 〈δηλῶν〉
5τὸ 〈ὃ〉 ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ 〈τε〉 ἡμῶν ἀπο‐ θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομένην ἀλήθειαν τουτέστιν τὸν λόγον τοῦ πατρός, συγκατέβαινεν μὲν ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπατηθέντας αὐτὸς ἀλήθεια ὢν ἐλευ‐
10θερώσηι, ὃν 〈δὲ〉 τρόπον εἴ τις βασιλεὺς ἐν φυλακῆι ἐπισκέψα‐ σθαι τοὺς ἐκεῖσε κατεχομένους δεσμώτας εἰσελθὼν βλάπτεται μὲν οὐδέν, ὠφελεῖ δὲ τοὺς ὑπὸ κατοχὴν τυγχάνοντας, οὕτως ὁ θεὸς λόγος οὐδὲν βλαπτόμενος δι’ οὗ ἐφόρεσεν ὑπὲρ ἡμῶν θνητοῦ σώματος ὠφέλησεν τοὺς ἐν τῆι τοῦ ἅιδου φυλακῆι ἐν τῶι πνεύ‐
15ματι τῆς θεότητος: —29

75

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Εὐλογῶν δὲ ὁ Ἰακὼβ τὸν Ἰούδαν, ἐξ οὗ ὁ κύριος ἔμελλεν τὸ ἀνθρώπινον ἀναδέχεσθαι σῶμα, λέγει· πλυνεῖ ἐν οἴνωι τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περι‐
5βολὴν αὐτοῦ. καὶ τοῦτο κατὰ τὴν ἱστορίαν οὐ πεποίηκεν· οὐδὲ γὰρ ἐν οἴνωι ἔπλυνεν τὴν ἑαυτοῦ στολήν. τί δὲ μετὰ τὸ εἰπεῖν αὐτὸν οἴνωι πλυνεῖν τὴν στολὴν αὐτοῦ λέγει καὶ ἐν αἵ‐ ματι σταφυλῆς; μὴ ἕτερός ἐστιν ὁ οἶνος καὶ ἕτερον αἷμα στα‐ φυλῆς; μᾶλλον ἡμῶν οἶδεν Ἡσαίας λέγων τὸ ἔνδυμα αὐτοῦ
10ὡς ἀπὸ πατήματος ληνο, πλήρης καταπεπατημένης. ὃ τοίνυν ἔνδυμα τὸ ἐν οἴνωι καὶ ἐν αἵματι σταφυλῆς προφητεύει πλυνόμενον, οὐ χιτών ἐστιν 〈ὃν πλύνει〉 ὁ χειροτέχνης· ἄλογον γὰρ καὶ ἄτακτον ἐν οἴνωι τὸ ἱμάτιον πλύνειν αὐτόν, ὃ μηδὲ τῶν ἀφρόνων τις ἀνθρώπων δείκνυται πεποιηκώς· ἐπειδὴ δὲ
15προεγίνωσκεν ἐκ τοῦ ἁγίου πνεύματος μέλλοντα τὸν τοῦ θεοῦ υἱὸν φορεῖν σῶμα δι’ ἡμᾶς ἐκ τοῦ Ἰουδαικοῦ λαοῦ τοῦ χρη‐ ματίζοντος ἀμπέλου καὶ ἀμπελῶνος, διὰ τοῦτο εἶπεν· ἐκ βλα‐ στοῦ ἀνέβης, υἱέ μου Ἰούδα, καὶ τὸ πλύνειν ἐν αἵματι τὴν στολὴν 〈τὸ πλύνειν〉 ἐν τῶι ἰδίωι αἵματι τὸ σῶμα τῆς περιβολῆς
20δηλοῖ, δι’ οὗ σώματος καὶ αἵματος ἀποπλύνας τὰς ἁμαρτίας τῶν ἀνθρώπων πάντας αὐτοὺς ἐν τῶι ἰδίωι σώματι ἐνεδύσατο: —

76

(1t)

Καὶ πάλιν
2 Ἐντεῦθεν τοίνυν ἐντρεπέσθωσαν οἱ διορίζοντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ὥσπερ τὴν ἄμπελον ἀπὸ τοῦ γεωργοῦ, πληρο‐ φορούμενοι ἐκ τῶν γραφῶν εἰς τὸ σῶμα τοῦ κυρίου τὴν παρα‐
5βολὴν λελέχθαι καὶ οὐκ εἰς τὴν θεότητα. ἐπιτελῶν γὰρ τὸ ἅγιον μυστήριον εὐλογήσας εἶπεν· πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστιν τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. καίπερ οὐκ αἷμα τοῦ κυρίου ἐστὶν ὁ οἶνος, ἀλλὰ τῆς ἀμπέλου, δι’ ὃ εἶπεν ὁ κύριος περὶ τοῦ ἰδίου
10σώματος· ἐγώ εἰμι ἡ ἄμπελος. αἷμα δὲ οὐκ ἐκ τοῦ πνεύ‐ ματος τῆς τοῦ λόγου θεότητος ἐκπορεύεται, ἀλλ’ ἐξ οὗ ἐφόρε‐ σεν ἀνθρώπου: —30

77

(1t)

Καὶ μετ’ ὀλίγα
2 Φησὶν ὁ θεὸς διὰ τοῦ προφήτου Ἱεζεκιήλ· ὦ ποιμένες ποιμένες, μὴ ἑαυτοὺς βόσκουσιν οἱ ποιμένες, οὐχὶ τὰ πρόβατα; ὑμεῖς δὲ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ
5ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐσωματοποιήσατε, τὸ χωλὸν οὐ κατε‐ δήσατε, ἀλλὰ καὶ τὸ ἰσχῦον κατειργάσασθε μόχθωι. διὰ τοῦτο ἀναστήσω ἐμαυτῶι ποιμένα πιστὸν τὸν δοῦλόν μου τὸν Δαυὶδ καὶ ἔσται ποιμὴν καὶ ἄρχων εἰς τὸν αἰῶνα. ἡνίκα δὲ Ἱεζεκιὴλ ταῦτα ἐπροφήτευσεν ἐν Βαβυλῶνι, πρὸ δεκατεσσάρων γενεῶν ἦν
10Δαυὶδ κοιμηθείς, τὸν δὲ κυριακὸν ἄνθρωπον ἐπροφήτευσεν ἐκ σπέρματος Δαυὶδ ἐγειρόμενον, περὶ οὗ Παῦλος Τιμοθέωι γρά‐ φει· μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νε‐ κρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα: —

78

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Οὐ βουλόμενοι παιδεύεσθαι οἱ σαρκόφρονες παρὰ τῶν πνευματικῶν πεπληροφορημένων τὴν τῶν γραφῶν ἐπίγνωσιν, ἀλλὰ καὶ τοὺς ἀκεραιοτέρους δοκοῦντες διδάσκειν εἰς βόθρον
5ἕλκουσιν (ἐφ’ οἷς πληροῦται τὸ γεγραμμένον· τυφλὸς τυφλὸν ὁ‐ δηγῶν ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται, ὅ ἐστιν εἰς τὸν ἅι‐ δην, τυφλὸς δὲ κατὰ τὴν ἱστορίαν τυφλὸν ὁδηγῆσαι οὐ δύναται, ἀλλὰ τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο‐
10μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐ‐ τοῦ; καὶ δι’ ἑαυτοῦ λέγει ὁ υἱός· ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν, καὶ πάλιν εἶπεν· ἀπ’ ἐμαυτοῦ οὐδὲν λαλῶ, ὁ πατήρ μοι ἐνετείλατο τί εἴπω καὶ τί λαλήσω, καὶ τὸ οὐκ ἦλθον, ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμ‐
15ψαντός με πατρός ** ἕτερον ἔχει θέλημα ὁ πατὴρ καὶ ἕτερον ὁ υἱός, ὡς αὐτοὶ φρονοῦσιν. εἰ γὰρ μεμερισμένον ἔχουσιν τὸ θέλημα, πῶς λέγει ποιήσωμεν ἄνθρωπον καὶ τὰ ἑξῆς; οὐ διακρίνουσιν δὲ ποῖα ῥητὰ τῆι θεότητι ἁρμόττει καὶ
ποῖα ὧι ἐφόρεσεν ἀνθρώπωι: —31

79

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς
2tἡ ἀρχή· Τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγγελικόν
3Ἀποστολικὸς κηρύττει λόγος——ὑπὸ τοῦ κρείττονος εὐ‐ λογεῖται: —

80

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Καὶ πάλιν ἐκ προσώπου τοῦ πατρὸς ὁ Δαυὶδ πρὸς τὸν υἱὸν φήσας υἱός μου εἶ σ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴ‐ τησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν
5σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, διὰ μὲν τοῦ ὀνόματος τῆς γεννήσεως δηλοῖ τὴν ἐξ αὐτοῦ ὁ πατὴρ θεο‐ λογίαν τοῦ λόγου, διὰ δὲ τοῦ αἰτεῖσθαι καὶ πέρατα τῆς γῆς λαμβάνειν, ἅπερ αὐτὸς ὁ λόγος ἐποίησεν, δεικνύει ὃν ἐφόρεσεν ἄνθρωπον: —

81

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως μικροῦ λόγου,
2tοὗ ἡ ἀρχή· Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ τὸν πρὸ αἰώνων
3Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ
5συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου κοινοῦ τῶν καθ’ ἡμᾶς καὶ μὴ προσκυνητὴν ὡς κυρίου, τοῦτον ἀναθεματίζει ἡ ἁγία ἐκκλησία: —

82

(1t)

Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· Αὐτάρκως μὲν τοῖς πρὸ
2tτούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες
3Καὶ ὥσπερ μεγάλου βασιλέως—ἡ πάλαι κατ’ αὐτῶν ἰσχύ‐
ουσα: —32

83

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου
2Οὐ γὰρ περικεκλεισμένος—οὐκ ἀφανὴς ἦν: —

84

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ὅταν τοίνυν ἐσθίοντα—θεὸν λόγον ἐγνώριζεν: —

85

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος—ἄφθαρτον ἐπιδεικνύ‐ μενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον—ὅτι τε ὁ πάντων θάνατος ἐν τῶι κυριακῶι ἀνθρώπωι ἐπληροῦτο—
5αὐτὸ προσενέγκηι: —

86

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Διὰ ταύτην τοίνυν τὴν αἰτίαν, οὐ νόσωι διὰ τὸ ἀπρεπές, οὐκ ἰδίαι διὰ τὸ ἀπίθανον, οὐχ ὃν αὐτὸς ἐπενόησεν θάνατον διὰ τὰς τῶν ἀπίστων ὑπονοίας, ἀλλὰ τὸν ἐξ ἐπιβουλῆς τῶν ἐχθρῶν
5ἐδέχετο τὸ σῶμα θάνατον καὶ ὑψηλῶς καὶ ἐπηρμένως ἐσταυ‐ ροῦτο, ἵνα τοῦ θανάτου πᾶσιν φανερωθέντος φανερὰ πᾶσιν καὶ ἡ τούτου ἀνάστασις διαβοηθῆι καὶ πιστευθῆι. πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνηισκεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ συνοικήσαντος αὐτῶι λόγου.
10οὐ γὰρ ἀποθνήισκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ’ ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ τῶι σώματι μᾶλλον διεκώλυεν ἀπ’ αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ἧι φησιν καὶ τὸ πνεῦμα πρὸς αὐτόν· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν
15διαφθοράν. τὸ μὲν οὖν σῶμα ἅτε δὴ σῶμα ὂν ἀνθρώπινον, ὥσπερ εἶπον, ἐνεκροῦτο τῆι τοῦ λόγου διαλύσει, αὐτὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ λόγος ὢν καὶ τῶν πάντων αὐτὸς ζωή, οὐδ’ οὕτως μὲν ἀφανῆ ἑαυτὸν οὐδὲ ἐν τῶι σταυρῶι ἀφῆ‐ κεν, ἀλλὰ κατὰ περιττὸν τὴν 〈μὲν κτίσιν ἐποίει μαρτυρεῖν τὴν〉
20τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ 〈μένειν〉 ἀνασχόμενος, ἀλλὰ μόνον δείξας νεκρὸν
τῆι τοῦ θανάτου πρὸς αὐτὸν συμπλοκῆι τριταῖον εὐθέως ἀνέστη‐ σεν, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: —33

87

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἠδύνατο μὲν γὰρ—τῆι δυνάμει τοῦ σωτῆρος: —

88

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἔοικεν δὲ ὁ περὶ τῆς ἀναστάσεως—γνώρισμα τὰ ἔργα: —

89

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Διὰ τοῦτο εἰκότως ἐνεδύσατο—τὸ θνητὸν ἐζωοποίησεν: —34

90

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Πότε δὲ καταγινώσκεσθαι—ἐκ τῶν νεκρῶν: —

91

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς,
2tἧς ἡ ἀρχή· Ἐντυχὼν τοῖς νῦν γραφεῖσιν
3Πυνθάνεται ἀνθρωπίνως—Μανιχαίου κρατήσηι: —

92

(1t)

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή·
2tἘν ἡμέραι σαββάτου συνήχθημεν οὐ νοσοῦντες Ἰουδαισμόν
3Ἐπετίμων, φησίν, τῶι σωτῆρι λέγοντες—ποίμνιον συνάγουσα: —

93

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ ἆισμα τῶν ἀισμάτων, ἔστιν δὲ ἡ ἀρχὴ
2tαὕτη· Οἱ λόγοι καὶ ἐράσμιοι καὶ εἰς οὐρανοὺς ἀνάγοντες
3Οὗτος ὁ κρεμάμενος—ἆρ’ οὖν ἐν τῶι βορρᾶι ἔκειτο τὸ σῶμα τοῦ κυρίου; ναί· γεγόναμεν γὰρ ἐν τῶι τόπωι ἐκείνωι ἐν ὧι
5ἦν σταυρωθεὶς ὁ κύριος, καὶ ἦν ἐκ βορρᾶ τῆς Ἱερουσαλήμ. διὰ τοῦτο ὁ Δαυὶδ παρατετηρημένως ἔλεγεν· ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βορρ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου· διὰ τοῦτο καὶ ἡμεῖς ὅτε γεγόναμεν ἐν τῶι τόπωι ἐκείνωι ὅπου ἐσταυρώθη ὁ Χριστός, [καὶ] ἦμεν ἑστῶτες ἐν τῆι ἀνατολῆι καὶ
10προσευχόμενοι καὶ ἦν βορρινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ κύριος· διὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῶι κελλίωι κρυπτόμενοι λεγέτωσαν· ἐξεγέρθητι, βορρ, καὶ ἔρχου νότε. ἐξε‐ γέρθητι οὖν βορρᾶ, τουτέστιν τὸ ἐν τῶι βορρᾶι κείμενον σῶμα· τὸ δὲ ἔρχου νότε ἔρχου λόγε εἰς τὸν βορρᾶν, τουτέστιν
15ἐκ τοῦ νότου εἰς τὸ σῶμα. τοῦτο γὰρ καὶ ἐν τοῖς προφήταις γέγραπται ὅτι ὁ θεὸς ἐκ Θαιμὰν ἥξει. τριημέρου δὲ κει‐ μένου τοῦ σώματος ἐν τῶι βορρᾶι, ἔρχεται ὁ σωτὴρ ἐκ τοῦ
νότου καὶ λαμβάνει τὸ σῶμα τὸ ἐν τῶι βορρᾶι κείμενον: —35

94

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸ πᾶσα
2tἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή·
3tΠερὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ, συγγίνωσκε, ἀγαπητέ,
4tσυνείδησιν ἔχων ἀγαθήν
5Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν—ἦν αὐτὰ ποιεῖν: —

95

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἐὰν οὖν θεωρῆτε—εἰς ἀνάστασιν ζωῆς αἰωνίου: —

96

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου,
2tοὗ ἡ ἀρχή· Ἐγὼ μὲν ὤιμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς
3Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο—ἐν τῶι κατασκευασθέντι ὑπ’ αὐτοῦ: —

97

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἡ σοφία ὠικοδόμησεν ἑαυτῆς οἶκον· δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα ὅπερ ἀνέλαβεν ὁ κύριος: —

98

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἐπειδὴ γὰρ ἡ πρώτη—τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ: —

99

(1t)

Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δ λόγου, οὗ ἡ ἀρχή·
2tΟἱ Ἀρειομανῖται, ὡς ἔοικεν, κρίναντες
3Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος—θεοῦ γὰρ ἦν σῶμα: —

100

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἵνα δὲ καὶ τὸ ἀπαθὲς—καὶ ἀπολλύων αὐτά: —

101

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ταῦτα ἀναγκαίως προεξητάσαμεν—ἑαυτοὺς συγκαταριθμεῖν: —36

102

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Καὶ ὥσπερ πτύσαντος αὐτοῦ—λογισώμεθα, ἀλλὰ τῆι ἀνθρω‐ πότητι: —

103

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2Ἀκούοντες δὲ τὸ ἔκλαυσεν καὶ τὰ ὅμοια—καὶ τὸ λέγειν ἵνα
τί με ἐγκατέλιπες: —37