TLG 2035 019 :: ATHANASIUS :: Homilia in illud: Euntem autem illo [Sp.] ATHANASIUS Theol. Homilia in illud: Euntem autem illo [Sp.] Citation: Chapter — section — (line) | ||
t1 | Τοῦ αὐτοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ·» «ὁ δὲ πλεῖστος ὄχλος» ἔχαιρε «χαρὰν μεγάλην» καὶ ἔκραζεν· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» | |
1.1 | Ἐὰν τὰ καθ’ ἕκαστα τῶν ἐξ ἀρχῆς γενομένων πραγμάτων σκοπήσωμεν, ἄπειρά ἐστιν. εἰ οὖν τῶν βλεπομένων καὶ γενομένων παρὰ τοῦ θεοῦ μνησθῆναί τις οὐ δύναται, πῶς ἂν τὰ κεκρυμμένα αὐτοῦ κατα‐ νοῆσαί τις δυνηθείη; | |
1.2 | «τὰ γὰρ πλείονα,» φησί, «τῶν ἔργων τοῦ θεοῦ ἐν ἀποκρύφοις ἐστίν.» οὐκοῦν ἐστιν ἔργα τοῦ θεοῦ ἀόρατα ἅτινα ‘ἐν ἀποκρύφοισ‘ τυγχάνει, περὶ ὧν καὶ ὁ θεσπέσιος ἀπόστολος συμμαρτυρεῖ καὶ λέγει· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι | |
5 | νοούμενα καθορᾶται.» ἀληθῶς γὰρ «ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» | |
---|---|---|
1.3 | ἀμέλει καὶ ὁ προφήτης τῆς | |
αὐτῆς ἐχόμενος γνώμης ἔλεγε· «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» | 29 | |
1.4 | ζητήσωμεν οὖν καὶ ἡμεῖς «πρῶτον τὴν βασιλείαν αὐτοῦ, καὶ» οὕτω «ταῦτα πάντα προστεθήσεται» ἡμῖν· οὕτω γὰρ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐν εὐαγγελίοις διδάσκει λέγων· «ζητεῖτε καὶ εὑρήσετε.» | |
1.5 | ζητοῦμεν δὲ ἡμεῖς οὐ μαργαρίτας οὐδὲ ὑακίνθους, ἅπερ οἱ ἀπει‐ ρόκαλοι τεθαυμάκασιν· ἀλλὰ ζητοῦμεν «θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην,» «ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν,» φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» | |
1.6 | αὕτη δέ ἐστιν ἡ σοφία, περὶ ἧς καὶ ὁ Σολομὼν ἔλεγεν ἐν προφητείᾳ· «ἐξαπόστειλόν μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν·» | |
1.7 | ὅτι δὲ ὁ Χριστὸς καὶ σοφία κηρύσσεται, μαρτυρήσει μοι ὁ Παῦλος λέγων· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.» | |
1.8 | «ζητεῖτε οὖν πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ» οὕτω «ταῦτα πάντα προσ‐ τεθήσεται ὑμῖν.» | |
1.9 | τὰ γὰρ ἑπόμενα τῶν ἡγουμένων δεύτερα τυγχάνει· κἂν γὰρ ἔχῃ λόγον ἡ κατὰ τὸν νόμον σκιά, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν ἀρραβών ἐστιν. | |
2.1 | Ἰουδαῖοι τοιγαροῦν μέχρι σήμερον τῷ γράμματι μᾶλλον ἢ τῷ πνεύματι προσέχοντες ἐπλανήθησαν. ἄκουε γὰρ αὐτῶν λεγόντων· ‘οὗτος ὁ ἄνθρωπος τὸν νόμον ἦλθε καταλῦσαι καὶ τὰ σάββατα.‘ | |
2.2 | ἀλλ’ ἐὰν πτωχὸς λέγῃ κατὰ χρημάτων, οὐ πιστευθήσεται· οὐδ’ ἂν ἀκόλαστος περὶ σωφροσύνης, ἀληθὴς αὐτοῦ ἔσται ἡ μαρτυρία. | |
2.3 | οὐ γὰρ ἐκ δια‐ θέσεως περὶ τούτων διαβεβαιοῦνται· ὁ μὲν γὰρ τὸ μὴ ἔχειν καταπο‐ φαίνεται τοῦ πλούτου· ὁ δὲ μὴ ἐνεργήσας τῇ ἐγκρατείᾳ, μηδὲ μετὰ πόνου σωφροσύνην ἀσκήσας, χλευάζει τοὺς ἐπιποθοῦντας. | 30 |
2.4 | ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔλεγεν· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας ἀλλὰ πληρῶσαι.» | |
2.5 | διὸ καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «πλήρωμα οὖν νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» | |
2.6 | κατα‐ σκεψώμεθα οὖν βαθύτερον περὶ τῶν μαθητῶν, ἀγαπητοί· κατασκεψώμεθα δὲ ἐν τῇ κυρίως καὶ ἄνευ προσθήκης σοφίᾳ καλουμένῃ. | |
2.7 | αὕτη γὰρ γνῶσιν ἔχει θείων μυστηρίων· αὕτη ἐν τῇ διανοίᾳ ἡμῶν ὡς ἐν οἴκῳ κατοικεῖ, ἐὰν μάλιστα καθαρὸς τυγχάνῃ, περὶ τὰ νοητὰ ἀσχολούμενος. | |
2.8 | «εἰς» γὰρ «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.» «καθαρίσωμεν» οὖν «ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ,» ψυχῆς καὶ σώματος. | |
2.9 | ἀκούσωμεν τοῦ προφήτου βοῶντος· «ἁγνίσατε χεῖρας, ἁμαρτωλοί, καθαρίσατε καρδίας, δίψυχοι.» | |
2.10 | οὕτω γὰρ τίς δυνηθείη καὶ τὰ αἰσθητὰ δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; | |
2.11 | ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμεθα.» τοῖς οὖν καλοῖς ὡς ἀναγκαίοις προσέλ‐ θωμεν, τοῖς δὲ ἀδιαφόροις ὅσον ἡ χρεία ἀπαιτεῖ. | |
2.12 | ὁ γὰρ πλοῦτος τῷ ἰδίῳ λόγῳ οὐδὲ ἀγαθὸς οὔτε φαῦλος τυγχάνει, ἀλλὰ τῇ προαιρέσει τοῦ χρωμένου εἰς ἑκάτερα κρίνεται. | |
2.13 | αὐτίκα ὁ μέγας Ἀβραὰμ πλούσιος σφόδρα ἐτύγχανεν, ἀλλ’ οὐ διὰ τοῦτο τῆς ἀρετῆς ἐξέκλινεν. | 31 |
2.14 | ὁμοίως δὲ καὶ ὁ πτωχὸς Λάζαρος ἐν πενίᾳ ὢν εἰς ἀνδρείαν καὶ μεγαλοψυχίαν τῇ σοφίᾳ καὶ τῷ λογισμῷ ἐνηλείφετο. | |
2.15 | οὐκοῦν, ὡς ἔφην, οὔτε ἡ πενία καλὸν οὔτε ὁ πλοῦτος φαῦλος, ἀλλ’ ἡ χρῆσις μετὰ τῆς διαθέσεως τοῦ χρωμένου. | |
2.16 | ἀμέλει τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. τῷ μὲν γὰρ πιστῷ τὰ πάντα ὑποτέτακται καὶ δοῦλα τὰ πάντα τυγχάνει. ἐπειδὴ καὶ πάντων ἄρχει καὶ πάντων καταφρονεῖ. | |
2.17 | ὁ δὲ ἄπιστος πάντων ἐστὶ δοῦλος κυριευόμενος ὑπὸ τοῦ μαμωνᾶ· μηδενὸς ἄρχων ἀλλὰ μᾶλλον ἀρχόμενος. | |
2.18 | καὶ πάντα μὲν τὰ τοῦ θεοῦ ποιήματα καλά· ἡ δὲ τῶν χρωμένων διάθεσις πολὺ τὸ διάφορον ἔχει. | |
3.1 | Ἀμέλει ὁ σοφὸς ἐκκλησιαστὴς μετὰ σοφίας τοῖς πᾶσι τὸν νοῦν ἑαυτοῦ ἐπιστήσας κατεσκέψατο καὶ διέγνω, πῶς πλούτῳ χρήσηται, πῶς πενίαν ἐνέγκῃ, πῶς νόσον ὑπομείνῃ, πῶς δὲ ὑγίειαν καταμίξῃ. αὗται δέ εἰσιν αἱ ἀρεταί, αἵτινες τὴν ἐπιμέλειαν τῷ ἀνθρωπίνῳ γένει | |
5 | ποιοῦνται. | |
3.2 | ἀπεναντίως δὲ τοῖς εἰρημένοις ὁ μὴ σοφὸς διατεθήσεται. τοῦτο δέ ἐστι τὸ «περισπασμὸν πονηρὸν» δεδόσθαι «τοῖς υἱοῖς τῶν ἀνθρώπων» παρὰ τοῦ θεοῦ, ἵνα ἐκ τοῦ ἐπιπόνου μόχθου καὶ τῆς ἐν τοῖς ὁρωμένοις ἀμηχανίας ἐπὶ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ σοφίαν κα‐ | |
5 | ταφύγωσι. | |
3.3 | τούτου χάριν «περισπασμὸν ‘πονηρὸν‘ δέδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων», τουτέστιν ἐπίπονον. | |
3.4 | ὅτι δὲ τὸ ‘πονηρὸν‘ ἐπίπονόν ἐστιν, ἄκουε τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον. φησὶ γάρ· «ἔπαισεν | |
τὸν Ἰὼβ ἕλκει πονηρῷ», τουτέστιν ἐπιπόνῳ. καὶ αἱ πληγαὶ Αἰγύπτου πονηραὶ κέκληνται, τουτέστιν ἐπίπονοι. | 32 | |
3.5 | ἵνα καὶ τὴν διάνοιαν ἑαυτῶν κινήσωσιν οἱ ἄνθρωποι ἐπὶ τὰ θεῖα λόγια καὶ ἐν τούτοις ἀεὶ φρονιμώ‐ τεροι γενόμενοι, ἐπιστήσωσι τὸν νοῦν ἑαυτῶν τῷ ζῳοποιῷ πνεύματι. οἴδατε γάρ, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.» | |
3.6 | πόνῳ οὖν καὶ ἀσκήσει τὴν τῆς ἀρετῆς ὠφέλειαν ἀσπασώμεθα. πόνῳ γὰρ τὸ καλὸν κατορθοῦται, ὡς καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν πληγαῖς, ἐν ἀκαταστασίαις» καὶ τὰ ἑξῆς. | |
3.7 | καὶ πάλιν ὁ αὐτός φησι· «πάντα στέγω, πάντα ὑπομένω,» «ἵνα μή τινα ἐκκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.» | |
4.1 | Ταῦτα δὲ προεθήκαμεν τῷ λόγῳ, ἐπειδὴ τὸ ἀνάγνωσμα δοκεῖ τινα ἔχειν λόγον. φησὶ γάρ· «πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ,» ἵνα τὸν Ἰησοῦν ἐπιβιβάσαντες τῷ πώλῳ ἄρξωνται πορεύεσθαι. τοῦτο δὲ ἡμᾶς τὸ εὐαγγελικὸν διδάσκει ῥητόν. | |
4.2 | καὶ πόσα ὅλως οἱ ἀπόστολοι εἶχον ἑαυτῶν ἱμάτια, ὥστε τὰ μὲν αὐτῶν ἐπιρρίπτειν τῇ ὄνῳ, ἵνα ἐπιβιβάσωσι τὸν Ἰησοῦν, τὰ δὲ ὑποστρωννύειν ἐν τῇ ὁδῷ· ἀκτήμονες ἄνδρες καὶ τὰ πάντα καταλελοιπότες καὶ μετὰ τῶν ἄλλων | |
5 | πάντων καὶ ταύτην τὴν ἐντολὴν φυλάξαντες τὸ «μήτε δύο χιτῶνας ἔχειν;» | |
4.3 | τίς δὲ καὶ ἡ τοσαύτη ὑδαρότης, ὥστε βαδίζοντος ὄνου μὴ θέλειν ἐπιβαίνειν χαμαί, ἀλλ’ ἐπὶ ἱματίων; ταῦτα δὲ ἐκδιῃτημένων ἐστὶ καὶ τρυφώντων. | |
4.4 | ἆρα καὶ ὁ Ἰησοῦς τρυφῇ ἐσχόλαζεν, ἵνα μὴ βουληθῇ ἐποχουμένου αὐτοῦ χαμαὶ πατεῖν τὴν ὄνον; ἀγαπητοί, οὐκ ἔστι τρυφώντων τὸ διδασκάλιον. | 33 |
4.5 | ἀλλ’ οὐδὲ τῶν πώποτέ τις ἱστόρηται τοῦτο ποιήσας, οὐδὲ γὰρ ὁ παρ’ Ἕλλησι Ναβουχοδονόσορ τοῦτο πεποίηκεν· οὐδὲ ὁ τοῦτον διαδεξάμενος Βαλτάσαρ· οὔτε μὴν ὁ μέγας Σολομών, ὅτε ἦν ἐν τῇ βασιλείᾳ αὐτοῦ. | |
4.6 | προειρήκαμεν γάρ, ὅτι ἐγίνωσκε, ‘πῶς χρήσηται τῷ πλούτῳ, πῶς πενίαν ἐνέγκῃ‘ καὶ τὰ ἑξῆς. | |
4.7 | αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι λέγοντος· «κύριε, μή μοι δῷς πλοῦτον μηδὲ πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» | |
4.8 | σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρίου, «ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν.» | |
4.9 | πόθεν δὲ καὶ τοσαῦτα ἱμάτια τοῖς μαθηταῖς, ὥστε ἀπὸ Βηθανίας ἕως εἰσέλθῃ εἰς Ἱεροσόλυμα ὑποστρωννύναι τῇ ὄνῳ βαδιζούσῃ; | |
5.1 | Ἀλλὰ νύττει με ὁ λόγος ἐλθεῖν ἐπὶ τὴν ἀναγωγὴν καὶ ἐκζητῆσαι τὰ ἀποστολικὰ ἱμάτια. ἐπαναγάγωμεν οὖν ἑαυτοὺς ἐκ τῆς γῆς ὀλίγον. | |
5.2 | φημὶ τοίνυν τὰ ὑποστρωννύμενα ἱμάτια 〈ἐν〉 τῇ ὁδῷ τὰ ἠθικὰ εἶναι παιδεύματα, ῥιπτόμενα ὑπὸ τοὺς πόδας αὐτοῦ. | |
5.3 | ταῦτα δέ ἐστι τὸ «οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου» καὶ τὰ τούτοις ὅμοια παραγγέλματα. | |
5.4 | μηκέτι οὖν χαμαὶ πατῶμεν. ἱματίων γὰρ ἀποστολικῶν ἡμῖν ὑπεστρω‐ | |
μένων χαμαὶ πατεῖν οὐκ ὀφείλωμεν, ἵνα μὴ τοὺς πόδας ἑαυτῶν τῆς ψυχῆς μολύνωμεν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ἀλλὰ καὶ ἐάν τις ἡμᾶς ἐπὶ τοῦτο προσ‐ καλέσηται, εἴπωμεν αὐτῷ· «ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;» | 34 | |
5.5 | καὶ τάχα διὰ τοῦτο νίπτει 〈ὁ〉 Ἰησοῦς τῶν μαθητῶν τοὺς πόδας, ἵνα, ἥνπερ εἶχον πρότερον κόνιν ἀποβαλόντες, μηκέτι χαμαὶ πατῶσι μηδὲ μολύνωσιν ἑαυτῶν τοὺς πόδας ἀπὸ τοῦ χοῦ τῆς γῆς, ἀλλὰ καθαροὶ γενόμενοι ἐπὶ ἱματίων ἐπιβαίνωσιν. | |
5.6 | «ὡς ὡραῖοι» γάρ, φησίν, «οἱ πόδες τῶν εὐαγ‐ γελιζομένων τὰ ἀγαθά.» περιζωσώμεθα οὖν καὶ ἡμεῖς «τὰς ὀσφύας τῆς διανοίας» ἡμῶν καὶ ὑποδησώμεθα «τοὺς πόδας ἡμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης.» | |
5.7 | συνέβη γὰρ ἡμᾶς ποτε καὶ γῆς πειραθῆναι, ὅτε κατὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας ἐξῃχμαλωτίσθημεν εἰς τὴν γῆν τῶν Χαλδαίων. διὰ τοῦτο γὰρ καὶ ὁ προφήτης στενάζων ἔλεγεν· «ἡ τρυφερά μου ἐπορεύθη ὁδοὺς τραχείας.» | |
5.8 | πρὸ γὰρ τῆς παρουσίας τοῦ σωτῆρος πεῖραν ἔλαβεν ὁ ποῦς τῆς τρυφερᾶς ψυχῆς βαίνειν ἐπὶ τῆς γῆς. | |
5.9 | ὅτε δὲ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς «κηρύξαι τοῖς αἰχμαλώτοις ἄφεσιν,» τότε ἔβαλεν «ὕδωρ εἰς τὸν νιπτῆρα» καὶ ἀποτίθεται «τὰ ἱμάτια» καὶ «λέντιον» περιζώννυται καὶ νίπτει «τῶν μαθητῶν τοὺς | |
5 | πόδας» καὶ μετὰ τὸ νίψαι αὐτῶν τοὺς πόδας ἐνδιδύσκεται «τὰ ἱμάτια αὐτοῦ» καὶ ἐνδεδυμένος συνεστιᾶται αὐτοῖς. | |
5.10 | ὥστε διὰ τοῦτο ὑπ‐ έστρωσαν τὰ ἱμάτια αὐτῶν οἱ μαθηταὶ ἐν τῇ ὁδῷ, ἵνα μὴ ἐπὶ τῆς γῆς βαίνωμεν, μηδὲ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευώμεθα, ἀλλ’ ἀντὶ τοῦ | |
τὸ στῆθος ἡμῶν ἐπὶ τῆς γῆς ἐπανακλίνεσθαι ἐπανακλίνωμεν μᾶλλον | 35 | |
5 | αὐτό, ὡς Ἰωάννης, ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ. | |
5.11 | κἂν γὰρ ἔτι ἐπὶ τῆς γῆς ὁ τοιοῦτος διατρίβῃ, οὐκ ἔχει τοὺς πόδας συρομένους ἐπὶ τῆς γῆς, ἀλλ’ ὡς ὁ Παῦλος ἐπὶ τῆς γῆς περιπατῶν «ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχει.» | |
6.1 | «Ἐπεκάθισαν» οὖν, φησί, «τὸν Ἰησοῦν ἐπὶ τὸν πῶλον.» «καὶ πορευομέ‐ νου αὐτοῦ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» «οἱ δὲ ὄχλοι οἱ προ‐ άγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὠσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» | |
6.2 | θαῦμα καινὸν καὶ παράδοξον, ἀγαπητοί. ἆρα γὰρ πλῆθος ἦν μαθητῶν μετὰ τοῦ Ἰησοῦ, οὐχ οἱ δώδεκα ἦσαν μόνοι; καὶ πῶς πλῆθος ἐνταῦθα σημαίνει τὸ εὐαγγέλιον; | |
6.3 | ἀλλὰ τάχα καὶ ἄγγελοι αὐτῷ συμπαρῆσαν καὶ δυνάμεις θεῖαι αὐτῷ ἐμαθήτευον; πρὸ γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν Γαβριὴλ αὐτῷ μαθητεύεται. | |
6.4 | αὐτὸς γάρ ἐστιν ὁ ἀποσταλεὶς πρὸς τὴν ἐκ σπέρματος Δαυὶδ μεμνηστευμένην παρθένον Μαρίαν. αὐτός ἐστιν ὁ λέγων· «ἆρον τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον.» | |
6.5 | αὐτός ἐστιν ὁ εἰρηκώς· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» | |
6.6 | αὐτός ἐστιν ὁ καὶ ἐν τῷ μνημείῳ ἀποκυλίσας τὸν λίθον. αὐτός ἐστιν ὁ καὶ ταῖς γυναιξὶν εὐαγγελισάμενος καὶ εἰπών· «οὐκ ἔστιν ὧδε, ὃν ζητεῖτε· ἀνέστη ἐκ τῶν νεκρῶν, ὥσπερ εἴρηκε.» | |
6.7 | «δεῦτε», φησίν, «ἴδετε τὸν τόπον ὅπου ἔκειτο» ὁ κύριος. «ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε.» | |
6.8 | διὸ καὶ ὁ προφήτης πρὸ πολλοῦ βοᾷ λέγων· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» | |
6.9 | καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.» καὶ πάντες αὐτῷ μαθητεύοντες χαίρουσιν· «ἤρξαντο» γάρ, φησίν, «οἱ ὄχλοι καὶ ἅπαν τὸ πλῆθος τῶν μαθητῶν | 36 |
5 | χαίρειν χαρὰν μεγάλην.» | |
7.1 | Ζητῶ οὖν ἐπὶ τίνι χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις καὶ «χαίρουσιν αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ.» | |
7.2 | ἆρα ὅτι ὁ κύριος ἐπὶ ψιλοῦ ὀναρίου ἐκαθέσθη; καὶ διὰ τοῦτο χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις, ὅτι ὁ κύριος ἐπὶ ὀναρίου ἐπωχεῖτο; | |
7.3 | τίς ἡ τοσαύτη ἀπειροκαλία; ἐάν τις ἐπὶ ὄνου καθεσθῇ, χαρᾶς ἄξιόν ἐστι; καὶ ἐπὶ τούτῳ τις ὀφείλει χαίρειν, καὶ ταῦτα οἱ τοῦ κυρίου μαθηταί; | |
7.4 | ἐγὼ οὐκ οἶμαι διὰ τοῦτο χαίρειν τοῦ Ἰησοῦ τοὺς μαθητάς, μάλιστα καὶ ἀγγέλων συνόντων αὐτοῖς καθὼς ὑπεθέμεθα. ἐκεῖνοι γὰρ ἴσασι, διὰ ποῖα πράγματα χαίρουσι. | |
7.5 | πάντως γὰρ ὁρῶσί τινα πράγματα, ἐφ’ οἷς ἄξιον ἦν αὐτοῖς χαίρειν. πρόσχες γάρ, τί φησι τὸ εὐαγγέλιον· ὅτι ἔχαιρον «ἐπὶ πασῶν ὧν εἶδον δυνάμεων.» | |
7.6 | εἰ δὲ δυνάμεις ἐθεώρουν οἱ μαθηταὶ ἐν τῷ ἐπικαθῆσθαι τῇ ὄνῳ τὸν Ἰησοῦν, οὐκ ἦν ψιλὸν τὸ πρᾶγμα, ἀλλὰ διὰ τῆς ἱστορίας ἐθεώρουν τινὰ μυστήρια καὶ δυνάμεις θείας. | |
7.7 | ἄκουε γὰρ τοῦ σωτῆρος λέγοντος ὅτι «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.» | |
7.8 | διὸ καὶ ἐν ἑτέρῳ ἐδίδασκεν αὐτοὺς λέγων ἐν παραβολαῖς· «ἄνθρωπός τις ἔχων ἑαυτοῦ ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα τὰ μὴ πεπλανημένα καὶ πορεύεται ζητῶν τὸ πεπλανημένον; καὶ εὑρὼν αὐτὸ χαρᾷ χαίρει ἐπ’ | 37 |
5 | αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.» τὰ γὰρ μὴ πεπλανημένα «χρείαν οὐκ ἔχουσι μετανοίας.» | |
7.9 | οὗτος οὖν ὁ πῶλος καὶ «πρόβατον» καλεῖται καὶ «υἱὸς νεώτερος.» «πρόβατον» γάρ, φησί, «πλανώμενον ἐγενήθη ὁ λαός μου.» | |
7.10 | καὶ πάλιν· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ· «ὁ υἱός μου οὗτος», «ὁ νεώτερος,» «ἀπολωλὼς ἦν καὶ εὑρέθη, νεκρὸς ἦν καὶ ἀνέζησεν.» | |
8.1 | Ταῦτα οὖν πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος ὁ κύριος· τὸν ἄνθρωπον ἐνεδύσατο καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ ἐπὶ ὀναρίου ἐπεκαθέσθη καὶ «ἀπέθανε» καὶ «ἐτάφη κατὰ τὰς γραφάς.» | |
8.2 | καὶ τὸ μὲν σῶμα αὐτοῦ ἔκειτο ἐν τῷ μνημείῳ, ἡ δὲ θεότης ἐσκύλευσε τὸν ᾅδην. καὶ ἔλυσε τοὺς πεπεδημένους καὶ ἐλυτροῦτο τοὺς αἰχμαλώτους καὶ ἐζῳοποίει τοὺς τεθα‐ νατωμένους. | |
8.3 | διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὸν σταυρὸν ἀνέρχεται θριαμβεύων τὸν ἐχθρὸν καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα καὶ στεφανούμενος ὑπὲρ ἡμῶν ἐξ ἀκανθῶν, ἵνα τῆς γενόμενος καθ’ ἡμῶν ἀποφάσεως ἐλευθερώσῃ. | |
8.4 | λέλεκται δὲ τῷ Ἀδὰμ ὅτι «ἀκάνθας ἀνατελεῖ σοι» ἡ γῆ. διὸ τὸν ἐξ ἀκανθῶν στέφανον ἀναδέχεται καὶ κάλαμον τῇ δεξιᾷ χειρὶ κατέχειν παρεσκεύασαν, ἵνα διὰ τούτου τοῦ ὄφεως ῥᾳδίως τὴν ἀναίρεσιν ποιήσηται. | |
8.5 | οὕτω γὰρ πάλιν ἀντὶ τοῦ ἰοῦ τοῦ ὄφεως, οὗ μετέλαβεν Ἀδὰμ ἐν τῷ | |
παραδείσῳ, αὐτὸς ὑπὲρ ἡμῶν «χολὴν μετ’ ὄξους» ποτίζεται· καὶ ἀντὶ τῆς πλευρᾶς, ἐξ ἧς ἐξῆλθεν Εὔα, αὐτὸς τὴν ἑαυτοῦ πλευρὰν παρέσχεν εἰς σφαγήν. | 38 | |
8.6 | γυνὴ Εὔα, γυνὴ Μαρία, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός. ἄνθρωπος ὁ Ἀδάμ, ἄνθρωπος, ὃν ἐφόρεσεν ὁ Χριστός. παράδεισος, ἐξ οὗ ἐξεβλήθη ὁ Ἀδάμ, παράδεισος, ὃν ἠνέῳξε τῷ λῃστῇ ὁ Χριστός. | |
8.7 | οὗτος οὖν ὁ πῶλος «ὁ εἷς ἁμαρτωλός ἐστιν ὁ μετανοῶν,» ὃν ἔλυσεν ὁ κύριος «ἐκ τῶν τοῦ διαβόλου παγίδων», περὶ οὗ χαρὰ γίνεται οὐ μόνον ἐπὶ τῆς γῆς ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. | |
8.8 | μετὰ οὖν τὸ λυθῆναι τὸν πῶλον ὑπὸ τῶν μαθητῶν φέρουσιν αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ «χαίρουσι χαρὰν μεγάλην.» ἔτι μὴν καὶ ἄγγελοι καὶ αἱ θεῖαι δυνάμεις χαίρουσιν ἐπὶ τῷ ἀπολωλότι καὶ εὑ‐ ρεθέντι. | |
8.9 | ὁ οὖν ἐπιμελῶς προσέχων τοῖς λεγομένοις καὶ τοὺς εὐαγγελικοὺς λόγους μυστικῶς ἀναγινώσκων ὄψεται ὡς ὁ πῶλος οὗτος ὁ ἁμαρτωλὸς Ἀδάμ ἐστιν. ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. | |
8.10 | οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθα. θηρία δὲ λέγω πᾶσαν τὴν ἀντικειμένην δύναμιν καὶ αὐτὸν τὸν μεγαλοδαίμονα σατανᾶν. | |
9.1 | Ὅτε οὖν ἐπεδήμησεν ὁ κύριος πρὸς ἡμᾶς καὶ «δέδωκεν ἡμῖν ἐξουσίαν ὥστε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,» τότε καὶ ἡμεῖς θαρροῦντες λέγωμεν σὺν τῷ προφήτῃ· «οὐ παραδώσεις τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» | |
9.2 | «συνέθλασε» γὰρ 〈ὁ〉 κύριος «τὰς κεφαλὰς τῶν δρακόντων.» διὸ καὶ ὁ προφήτης βοᾷ λέγων· «ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» | |
9.3 | ἐκυρίευσαν οὖν οὗτοι, ὡς προεῖπον, τοῦ πώλου. καὶ οὗτοι ἦσαν οἱ δήσαντες αὐτὸν καὶ οἱ καταδουλώσαντες αὐτόν. | 39 |
9.4 | οἶμαι γὰρ καὶ τὸν προφήτην Ἠσαΐαν διὰ τοῦτο λέγειν· «λέων καὶ σκύμνος, λέοντες ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετώμενα, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν.» | |
9.5 | παιδεῦσαι οὖν ἡμᾶς βουλόμενος ὁ προφήτης τὰς ἀντικειμένας δυνάμεις διὰ τῶν θηρίων ἐγνώρισεν· αἵτινες ἀντικείμεναι δυνάμεις τὸν ἑαυτῶν ὀλέθριον πλοῦτον ἐφόρτιζον τὴν ἀνθρωπότητα. | |
9.6 | τίς δέ ἐστιν ὁ πλοῦτος τοῦ διαβόλου; ἡ κακία καὶ ἡ εἰδωλολατρία καὶ ἡ ἡδονὴ καὶ ἡ ἀφροσύνη καὶ πᾶσα ἁμαρτία. | |
9.7 | τοῦτον γὰρ αὐτὸν τὸν πλοῦτον ἡ ὄνος καὶ ὁ πῶλος κατὰ πολλὴν τὴν ἀνάγκην ἐβάσταζε καὶ ἐδέδετο τοῖς τῆς ἁμαρτίας δεσμοῖς. | |
9.8 | οὐδὲν γὰρ ἁμαρτίας βαρύτερόν ἐστι. διὸ καὶ μολύβδῳ εἴκασται παρὰ τῷ προφήτῃ. ἀπὸ οὖν τούτων ἁπάντων Ἰησοῦς ἡμᾶς ἐπιδημήσας ἠλευθέρωσε καὶ ἀποφορτίσας τὸν ἐκείνων πλοῦτον καὶ λύσας ἐπεκα‐ θέσθη τῷ πώλῳ. | |
9.9 | διὸ καὶ οἱ μαθηταὶ ῥίπτουσιν ἐπ’ αὐτόν τινα τῶν ἱματίων, τινὰ δὲ καὶ ὑποστρωννύουσιν ἐν τῇ ὁδῷ. | |
10.1 | Ταῦτα δέ εἰσι τὰ ἠθικὰ παιδεύματα ὡς προείπομεν. χαίρουσιν οὖν οἱ μαθηταὶ χαρὰν μεγάλην. καὶ γὰρ κατὰ ἀλήθειαν χαρᾶς ἐστιν ἄξιον μεγάλης ἐπὶ τούτοις πᾶσιν, οἷς ὁ Ἰησοῦς ἐπιδημήσας εὐεργέτησε τὴν ἀνθρωπότητα. | |
10.2 | ἐπιμεληθῶμεν οὖν καὶ ἡμεῖς τῶν τῆς διανοίας ὀφθαλμῶν καὶ γενώμεθα μαθηταὶ τῆς σοφίας, ὅπως ἴδωμεν τὰς δυνάμεις τὰς καθ’ ἑκάστην ὥραν διακονούσας τῷ Ἰησοῦ. | |
10.3 | τηλικούτων οὖν ἀγαθῶν κα‐ | |
ταξιωθέντες χαίρωμεν καὶ ἡμεῖς χαρὰν μεγάλην, διότι κατηξίωσεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπιδημῆσαι πρὸς ἡμᾶς καὶ παθεῖν ὑπὲρ ἡμῶν. | 40 | |
10.4 | ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τῆς θλιβούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας. | |
10.5 | διὸ καὶ «συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις,» «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» τοῦ πατρός, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν ἀνῆλθεν αὐτὸς ὁ Χριστὸς» «αἰωνίαν λύτρωσιν εὑράμενος.» | |
10.6 | εἴπωμεν οὖν καὶ ἡμεῖς μεγάλῃ τῇ φωνῇ· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» | |
10.7 | προσκυνήσωμεν οὖν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· τρεῖς μὲν ὑποστάσεις κηρύττοντες μίαν θεότητα ὁμολογοῦντες. | |
10.8 | ἀρετὴν προτιμήσωμεν, ἀγαπητοί, καὶ τοὺς ὑπὲρ ταύτης πόνους ἑκουσίως ἀσπασώμεθα· ἐγκράτειαν ἀσκήσωμεν, τῶν πτωχῶν μνημονεύσωμεν. | |
10.9 | οὕτω γὰρ διάγοντες καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα | |
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 41 |