TLG 2035 017 :: ATHANASIUS :: In illud: Profecti in pagum invenietis pullum alligatum [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

In illud: Profecti in pagum invenietis pullum alligatum [Sp.]

Source: Nordberg, H. (ed.), Athanasiana I [Commentationes humanarum litterarum 30.2] Helsinki: Centraltryckeriet, 1962: 1–19.

Citation: Chapter — section — (line)

t

1

Τοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον.»

1

.

1

«Οἱ τὰ ἐπίγεια φρονήσαντες» καὶ τῆς ἐντολῆς τοῦ θεοῦ κατα‐ φρονήσαντες καὶ ἐν τῷ βίῳ τούτῳ μοχθήσαντες, οὗτοι πρὸ τῆς τῶν ἀγαθῶν εὑρέσεως ἐν ἀγνοίᾳ διέτριβον.

1

.

2

οἶμαι γὰρ καὶ τὸν σοφώτατον
Σολομῶντα διὰ τοῦτο λέγειν, ὅτι «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι.»1

1

.

3

τουτέστιν ἥμαρτες· ἡσύχασον. εἰ γὰρ καί ποτε ἐν ἀγνοίᾳ διατρίβων ἀπώλειαν τῇ σεαυτοῦ ψυχῇ περιεποιήσω, ἀλλὰ καιρὸς γέγονε τοῦ ζητῆσαι ἡμᾶς ταύτην.

1

.

4

ὡς καὶ ὁ κύριος 〈καὶ σωτὴρ〉 ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐν εὐαγγελίοις διδάσκει λέγων· «ζητεῖτε καὶ εὑρήσετε.» καὶ πότε δὲ ταύτην εὑρήσωμεν ἢ νῦν ὅτε ὁ κύριος παρὼν ἔλυσεν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν;

1

.

5

ὡς καὶ ὁ μακάριος ἀπόστολος διδάσκει λέγων· «ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.»

1

.

6

καιρὸς οὖν ἠκολούθησε τοῦ ἀπολέσθαι τὴν ἐπισκοτοῦσαν ἁμαρτίαν καὶ καιρὸς ἐκάλεσε τοῦ ζητῆσαι τὸ πεπλανημένον, τοῦ λυθῆναι ἡμᾶς ἐκ τῶν δεσμῶν.

1

.

7

ἦλθε γὰρ «ὁ λύων τοὺς πεπεδημένους καὶ ἀνορθῶν τοὺς κατερραγμένους.» ἦλθεν «ὁ κηρύσσων ἄφεσιν τοῖς αἰχμαλώτοις καὶ τοῖς τυφλοῖς ἀνάβλεψιν.»

1

.

8

«τότε» γὰρ «ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.»

2

.

1

Καὶ ἄλλως δὲ ἐπιβάλωμεν τῷ ῥητῷ. κινεῖ γὰρ ἡμᾶς εἰς πόθον τὸ τοῦ
Σολομῶντος λεξείδιον. φησὶ γάρ· «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι.»2

2

.

2

ἐπειδὴ πολλῷ τῷ χρόνῳ πλανώμενον ἦν τὸ γένος τὸ ἀνθρώπινον καὶ ἀπολλύμενον ταῖς τοῦ διαβόλου πανουργίαις, καιρὸς γέγονε τοῦ ζητηθῆναι τοῦτο καὶ ἀνακληθῆναι ἐκ τῆς αἰχμαλωσίας καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν.

2

.

3

χρεία γὰρ ἦν ζητῆσαι ἡμᾶς καὶ μαθεῖν, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.»

2

.

4

τούτου οὖν ἀνυσθέντος καιρὸς γέγονε τοῦ ἀπολέσθαι τὸν τύπον καὶ τὴν ἐν τῷ γράμμα‐ τι σκιάν.

2

.

5

«μέχρι» γὰρ «καιροῦ διορθώσεως ἦσαν ἐπικείμενα.» τοῦ δὲ τελειοτέρου φανέντος «τὸ ἐκ μέρους κατήργηται.»

2

.

6

«ὅτε» γὰρ «ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.»

2

.

7

ἀμέλει ὁ σωτήρ φησιν· «ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.»

2

.

8

τουτέστιν ὁ ζητήσας τὴν ψυχὴν αὐτοῦ καὶ εὑρὼν αὐτὴν οὖσαν ἐν ἁμαρτίαις ταχυνάτω τοῦ ἀπολέσαι αὐτήν, μὴ συγχωρῶν αὐτὴν ἐγχρονίζειν ἐν κακίᾳ, ἵνα καιρὸν λάβῃ, ζητήσας αὖθις εὑρήσει αὐτὴν ἐν ἀρετῇ.

2

.

9

καὶ γὰρ εἴ τις βούλεται
εὑρεῖν τὴν ἑαυτοῦ ψυχὴν ἐκτὸς κολάσεως, ἀπολέσει αὐτὴν πρὸς τὸ παρόν, ἵνα Χριστὸν κερδήσῃ·3

2

.

10

τὸ δὲ ἀπολέσαι ἐνταῦθα διδάσκει ὁ σωτήρ, οὐχ ἵνα ἀπώλειαν τῇ ψυχῇ ἑαυτῶν περιποιησώμεθα, ἀλλ’ ἵνα ἐν καιρῷ μαρτυρίου μὴ φεισώμεθα χρημάτων, μὴ κτημάτων, μὴ τέκνων, μὴ γονέων, μὴ σώματος, μηδὲ αὐτῆς τῆς ψυχῆς· ἀλλὰ παραδῶμεν ἑαυτοὺς μέχρι
5θανάτου, ἵνα, ὡς προεῖπον, εὕρωμεν τὴν ψυχὴν ἑαυτῶν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.

2

.

11

οὕτω γὰρ καὶ ὁ σωτὴρ διδάσκων ἔλεγεν· «ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ἢ τέκνα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ «ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.»

3

.

1

Εἴ τις οὖν βούλεται εὑρεῖν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτὴν ἐν τῷ νῦν καιρῷ. χρὴ τοίνυν ἀπολέσθαι ἐν ἡμῖν τὴν κακίαν, ἵνα ζητήσαντες τὴν ἀρετὴν εὕρωμεν αὐτήν.

3

.

2

ἐὰν γὰρ μή τις παύσηται ὀργῆς, πῶς πραότητα μελετήσει; ἐὰν μή τις ἀπολέσῃ ἀφ’ ἑαυτοῦ τὴν πορνείαν, πῶς σωφροσύνην ἐπαγγέλλεται;

3

.

3

πρῶτον μὲν γὰρ ἀπολέσθαι προσήκει ἐν ἡμῖν πᾶσαν φιλαργυρίαν καὶ εἰδωλολατρίαν καὶ εἶθ’ οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν.
4

3

.

4

«ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμίειον τῆς συλλαβούσης με.»

3

.

5

οὗτος δέ ἐστιν ὁ Χριστὸς ὁ σημαι‐ νόμενος, «κύριος τῶν δυνάμεων,» ὁ διὰ τὰς ἡμετέρας ἁμαρτίας κατελθὼν ἐξ οὐρανοῦ καὶ συλληφθεὶς καὶ τεχθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθείς, ἕως οὗ σώσῃ τὸ γένος τὸ ἀνθρώπινον.

3

.

6

οὕτω γὰρ φειδόμενος ἡμῶν ἀποστέλλει καὶ νῦν τοὺς ἑαυτοῦ μαθητὰς εἰς τὴν κατέναντι κώμην εἰπὼν πρὸς αὐτούς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην 〈καὶ〉 εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.»

3

.

7

καὶ πορεύονται οἱ ἅγιοι ἀπόστολοι καὶ λύουσι τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς ὑπὸ τοῦ κυρίου.

3

.

8

μεγάλων δέ ἐστιν ἀνδρῶν λῦσαι τὸν πῶλον τοῦτον, ἀγαπητοί. μεγάλων δέ φημι, οὐ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ μεγάλων ἐν πίστει, ἐν ἀγάπῃ, ἐν δικαιοσύνῃ, μεγάλων ἐν φρονήσει, ἐν ἀνδρείᾳ, ἐν ἀρετῇ.

3

.

9

ὁποῖος μαρτυρεῖται καὶ Μωϋσῆς γεγονέναι, ὡς ὅταν ὁ ἀπόστολος λέγῃ περὶ αὐτοῦ· «πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς φαραώ.» ἀλλὰ καὶ προκόπτων Ἰσαὰκ μέγας ἐγένετο.

3

.

10

τῶν γὰρ οὕτω μεγάλων ἐστὶ λῦσαι τὸν πῶλον τοῦτον. καὶ εἴθε κἀγὼ τηλικοῦτος ἤμην, ὡς δυνηθῆναί με τῶν παρόντων λῦσαι τοὺς δεσμούς.
5

3

.

11

ἕκαστος γὰρ ἡμῶν δέδεται τοῖς τῆς ἁμαρτίας δεσμοῖς ὡς καὶ ἡ γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.»

3

.

12

εὐξώμεθα οὖν, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ ὁ Ἰησοῦς τοὺς ἑαυτοῦ μαθητάς, ὅπως καὶ ἡμᾶς λύσωσιν ἀφ’ ὧν ἕκαστος ἡμῶν δέδεται δεσμῶν.

3

.

13

ὁ μὲν γὰρ ἡμῶν δέδεται φιλαργυρίᾳ, ὁ δὲ συμπέπλεκται πορνείᾳ· καὶ ἄλλος μὲν τῇ μέθῃ συν‐ δέδεται, ἕτερος δὲ κεκράτηται ὑπὸ κενοδοξίας· καὶ ὃς μὲν ἀδικεῖ, ὃς δὲ ἁρπάζει τὰ τοῦ πλησίον καὶ τοῦ πένητος, ἄλλος δὲ τόκον ἐπὶ τόκῳ
5λαμβάνει.

3

.

14

καὶ τέλος πάντες ἠσθενήσαμεν ἐν ταῖς ἀδικίαις ἑαυτῶν καὶ χρῄζομεν τῆς παρὰ τοῦ σωτῆρος ἰάσεως· καὶ χρῄζομεν αὐτοῦ, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ τοὺς ἑαυτοῦ μαθητὰς καὶ λύσωσιν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν.

3

.

15

οὕτω γάρ φησι πρὸς τοὺς μαθητάς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετέ μοι.»
6

3

.

16

κώμην δὲ τὴν κατέναντι ὅταν ἀκού‐ σῃς, τὸν περίγειον τόπον ὑπολάμβανε· ἡ γὰρ πόλις ἐστὶν ἐπουράνιος.

3

.

17

ὡς καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.»

3

.

18

καὶ πάλιν ὁ αὐτός φησιν· «οὐ γὰρ προσεληλύ‐ θατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρί, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει.»

4

.

1

Τοιοῦτοι δὲ ἦσαν πάντες οἱ ἅγιοι καὶ ὅσιοι κατὰ τὸν Παῦλον πολι‐ τευόμενοι ταύτης ὀρέγονται. ἄκουε γὰρ αὐτοῦ λέγοντος· «εἰ γὰρ ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξεβλήθησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.»

4

.

2

τοιοῦτοι δὲ ἦσαν οἱ ἅγιοι ἀπόστολοι καὶ μαθηταὶ τοῦ κυρίου, οἵτινες μετὰ τοῦ Πέτρου λέγουσιν· «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.»

4

.

3

ἀποστέλλονται οὖν λῦσαι τὸν προειρημένον πῶλον. ἡ γὰρ τοῦ σωτῆρος ἡμῶν παρουσία καὶ φιλανθρωπία ἀνεκαλέσατο ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἰερουσαλήμ.
7

4

.

4

οἶμαι γὰρ ὅτι διὰ τὴν γενομένην τοῦ Ἀδὰμ παρακοὴν ἐξεβλήθημεν ἐκ τοῦ παραδείσου καὶ εἰς κώμην τὴν κατέναντι ἀπῳκίσθημεν.

4

.

5

«ἐξέβαλε» γάρ φησιν «ὁ θεὸς τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.» καὶ ὧδε οὖν εἰς τὴν κατέναντι κώμην ἀποστέλλονται οἱ μαθηταὶ ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν προλεχθέντα πῶλον.

4

.

6

καὶ ὅρα μήποτε διὰ τὸν ἐκβληθέντα ἀπέναντι τοῦ παραδείσου οἱ μαθηταὶ ἀποστέλλονται εἰς τὴν κατέναντι κώμην ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν πῶλον τοῦτον.

4

.

7

διὰ γὰρ τοῦτο ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ’ αὐτῷ. συγχαίρουσι δὲ καὶ οἱ ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.»

4

.

8

ζητητέον δὲ εἰ μόνοι τῆς τοῦ πώλου διακονίας ἕνεκεν ἀπεστάλησαν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. οἶδα γὰρ ὅτι πρὸ τῶν ἀποστόλων ἀόρατοι δυνάμεις διηκόνουν τῷ Ἰησοῦ.

4

.

9

ἴσως οὖν καὶ αὐτὰς τὰς δυνάμεις μαθητευομένας αὐτῷ ὁ κύριος ἀπέστειλεν ἅμα τοῖς περὶ τὸν Πέτρον εἰς τὴν κατέναντι κώμην λῦσαι τὸν πῶλον.
8

4

.

10

ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ κυρίου λέγοντος· «καὶ ἰδού» φησιν «ἄγγελοι ἐλθόντες διηκόνουν αὐτῷ.» περὶ δὲ τῆς ἀνθρωπότητος βοᾷ Δαυὶδ λέγων· «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.»

4

.

11

μηδεὶς τοίνυν ἐν σώματι διατρίβων καὶ εἰς τὸν βίον τοῦτον περισπώμενος νομιζέτω ὅτι ἔνδον ἐστὶ πόλεως. οὐ δύναται γὰρ ὁ «τὰ τῆς σαρκὸς φρονῶν» ἐν ταύτη τῇ μεγάλῃ πόλει εὑρεθῆναι, ἀλλ’ ἐν κώμῃ ἔτι διατρίβει ὁ τοιοῦτος.

4

.

12

«τὸ» γὰρ «φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν.» εἰδέναι οὖν δεῖ, ὅτι ὁ κώμην οἰκῶν οὐ πολιτεύεται τῇ ψυχῇ, οὐ στρατηγεῖ τῇ γνώμῃ, οὐκ ἄρχει ἑαυτοῦ· πόλεως γὰρ μεγάλης ἀληθῶς ταῦτα ἴδια.

4

.

13

ὅταν γάρ τις ἐν ἀρετῇ πολιτεύηται καὶ σωφροσύνην στρατηγήσῃ καὶ σοφίαν βουλεύσηται καὶ ἐγκρατείας ἄρξῃ, τότε τῶν ἁγίων μιμητὴς γενήσεται.

4

.

14

οἱ γὰρ ἅγιοι «οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλ’» ὡς προεῖπον «τὴν μέλλουσαν ἐπιζητοῦσιν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.»

4

.

15

ἄκουε γὰρ τοῦ ἀποστόλου λέγον‐ τος· ἐπὶ τῆς γῆς «περιπατοῦντες» ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχομεν. καὶ ὑμῶν δὲ «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπαρχέτω,» ἀγαπητοί.

4

.

16

σημαίνει γὰρ ὁ ἅγιος Παῦλος διὰ τοῦτο ἐπὶ γῆς ‘περιπατοῦντεσ‘ τὴν προκοπὴν τὴν γενομένην τοῖς μετὰ τὰ ἐνθάδε ἐν οὐρανῷ πολιτεύεσθαι μέλλουσι.
9

5

.

1

Πορευθέντες οὖν οἱ μαθηταὶ ἔλυσαν τὸν πῶλον. μαθητῶν γὰρ ἔργον ἐστὶ τὸ λῦσαι τὸν πῶλον τοῦτον καὶ μαθητῶν δυναμένων ποιεῖν τὰ ὑπὸ τοῦ διδασκάλου λεγόμενα.

5

.

2

πολλοὶ γὰρ δοκοῦντες εἶναι τοῦ Ἰησοῦ μαθηταί, οὐχ ὅπως τὰ ὑπ’ αὐτοῦ λεγόμενα ποιῶσιν, ἀλλὰ καὶ ἐπιβουλεύουσι τῷ διδασκάλῳ ὡς ὁ τρισάθλιος καὶ προδότης Ἰούδας.

5

.

3

πηλίκος δέ ἐστιν ὁ πῶλος οὗτος, ἀγαπητοί, ὡς μὴ ἕνα κύριον ἔχειν ἀλλὰ πολλούς; εἶπον γὰρ πρὸς τοὺς μαθητὰς οἱ κύριοι τοῦ πώλου· «τί λύετε τὸν πῶλον;»

5

.

4

ἆρα εἰ ἦν αἰσθητὸς ὁ πῶλος οὗτος, οὐκ ἤρκει ἕνα κύριον αὐτῷ παρακαθέζεσθαι; νῦν δὲ πολλοὶ αὐτοῦ εἰσι κύριοι κατὰ τὸ εὐαγγέλιον. «εἶπον» γάρ φησιν «οἱ κύριοι αὐτοῦ πρὸς τοὺς μαθητάς· τί λύετε τὸν πῶλον;»

5

.

5

ἴσως γὰρ ἐροῦσι πρὸς αὐτούς· οὐχ ὁρᾶτε πόσοι αὐτῷ παρακαθεζόμεθα; πῶς δεδεμένος ἐστίν; πῶς ἐσχήκαμεν αὐτὸν ἔκδοτον; τί ἀποσπᾶτε ἀφ’ ἡμῶν τὴν ἐργασίαν ἡμῶν; τί λύετε τὴν προσδοκίαν ἡμῶν;

5

.

6

ἔτι οὗτος ἡμῖν ὑπολέλειπται
καὶ τούτου ἡμᾶς ἀποστῆσαι βούλεσθε; ἐὰν οὗτος λυθῇ ἀπὸ τῶν δεσμῶν, ἡμεῖς ἀντ’ αὐτοῦ δεσμευόμεθα· τούτου γὰρ ἐλευθερουμένου ἡμεῖς καταδι‐ καζόμεθα.10

5

.

7

ἐφοβοῦντο τοιγαροῦν οἱ ἀλιτήριοι δαίμονες ὁρῶντες λυόμενον τὸν πῶλον. ἐταράσσοντο ἐν ἑαυταῖς αἱ ἀντικείμεναι δυνάμεις, αἵτινες ᾐχμαλώτευσαν ἡμᾶς.

5

.

8

ἀλλ’ ὅτε ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς καὶ ἐπέγνωσαν αὐτοῦ τὴν παρουσίαν, ἐφοβήθησαν ἀκούσαντες· «ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.»

5

.

9

ἐφοβήθησαν ἀκούσαντες. «ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.»

5

.

10

ἐφοβήθησαν ἀκούσαντες· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.»

5

.

11

ἐφοβήθησαν μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων. ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· «Γαλι‐ λαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.»

5

.

12

πάντες οὖν περὶ τοῦ πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν.

5

.

13

ἆρα, εἰ ἦν αἰσθητὸς οὗτος, οἱ κύριοι αὐτοῦ παρεκαθέζοντο αὐτῷ καὶ ὀνάριον αἰσθητὸν πολλῶν κυρίων γίνεται κτῆμα καὶ πάντες οἱ κεκτημένοι αὐτῷ παρακαθέζονται; οὐδεὶς αὐτῶν πραγμα‐ τεύεται; οὐδεὶς αὐτῶν ἐν ἀγορᾷ βαδίζει; ἄλλο ἔργον οὐκ ἔχουσιν, ἀλλὰ
11
5πάντες αὐτῶν ὁμοῦ περὶ αὐτὸ ἠσχόληνται;

5

.

14

ἢ ὀνάριον αἰσθητὸν ἐπὶ ἀμφόδου δέδεται· ἔπαυλιν οὐκ ἔχει· φάτνην οὐκ ἔχει· εἰς ἀγορὰν οὐκ ἀπέρχεται· ἀλλὰ πῶλος αἰσθητὸς ἐπὶ ἀμφόδου δέδεται καὶ πάντες οἱ κύριοι αὐτοῦ αὐτῷ παρακαθέζονται τηροῦντες αὐτόν;

5

.

15

ταῦτα λέγων οὐκ ἀναιρῶ τὴν ἱστορίαν· οὐ γὰρ ἀναιροῦμεν τὸ γράμμα διὰ τὸ πνεῦμα, ἀλλὰ σῴζομεν τὴν τοῦ πνεύματος δύναμιν διὰ τοῦ γράμματος.

6

.

1

Ἀληθῶς ἐπὶ ὀναρίου αἰσθητοῦ ὁ κύριος ἐπεκαθέσθη εἰσερχόμενος ἀπὸ Βηθανίας εἰς Ἱεροσόλυμα. οὕτω γὰρ καὶ Ζαχαρίας προφητεύει λέγων· «εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.»

6

.

2

τῆς οὖν ἱστορίας ἀληθευούσης ζητῶ τὰ ἐν αὐτῇ καταχωρισθέντα πράγματα· ζητοῦμεν τὸν
ἐναποκείμενον ἡμῖν θησαυρόν, ζητοῦμεν τοῦ πνεύματος τὴν δύναμιν. οὐ γὰρ ψιλῇ ἱστορίᾳ προσέχομεν· Ἰουδαίων γὰρ ἡ τοιαύτη ἀπόνοια.12

6

.

3

ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔφησεν· «ἐρευνᾶτε τὰς γραφάς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν,» ἀλλ’ Ἰουδαῖοι μὲν ψιλῷ τῷ γράμματι προσέχοντες ἐλιμοκτονήθησαν.

6

.

4

εἰδότες οὖν, ἀγαπητοί, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ,» οὐ μόνον τῇ ἱστορίᾳ τῶν γραφῶν ἐξακολουθοῦμεν, οὐδὲ ὡς Ἰουδαῖοι ψιλῷ τῷ γράμματι προσέχομεν, ἀλλ’ ὡς γέγραπται ‘ἐρευνᾶν τὰς γραφὰσ‘ ὀφείλομεν, ἵν’ οὕτω τὴν ἐκ τούτων μαρτυρίαν περὶ τοῦ Ἰησοῦ
5καταλαβεῖν δυνηθῶμεν.

6

.

5

γελάσουσι γὰρ καὶ Ἕλληνες καθ’ ἡμῶν λέγον‐ τες, ὅτι ὁ θεὸς τῶν Χριστιανῶν, ὁ καλούμενος Χριστός, εἰς ὀνάριον ἐπεκα‐ θέσθη.

6

.

6

καὶ ἡμεῖς μὲν οὐκ ἀμφιβάλλομεν οὐδὲ ἀρνούμεθα αὐτοῦ τὴν ἐν σώματι παρουσίαν. διὰ γὰρ τοῦτο ἐπεδήμησεν, ἵνα τὸ ἀπολωλὸς ζητήσας εὕρῃ καὶ τὸ πλανώμενον ἐπιστρέψῃ.

6

.

7

οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου βοᾷ λέγων· «ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, κἀγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» πράγματα οὖν ἐστι τὰ σημαινόμενα ἐν ταῖς θείαις γραφαῖς, ἀγαπητοί.
13

6

.

8

μέγας ἐστὶν οὗτος ὁ πῶλος, ὃς καὶ ἀλλαχοῦ λέγεται «υἱὸς νεώτερος.» καὶ γὰρ ὁ πῶλος ὄνος ἐστὶ νέος. καὶ ἡμεῖς οὖν ἐσμὲν ὁ πῶλος.

6

.

9

ἐὰν δὲ λέγω ‘ἡμεῖσ‘, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὅντινα ἄνθρωπον οἱ αἰχμαλωτεύσαντες πρὸ τούτου κύριοι, αὐτοὶ ἔδησαν δεσμοῖς ἀλύτοις καὶ ἕκαστος αὐτῶν δεσμὸν ἐπὶ δεσμὸν κατέδησαν.

6

.

10

καὶ σφοδρῶς αὐτὸν ἠσφαλίσαντο καὶ ὡς οἶμαι, ὅτι καὶ τοὺς πόδας αὐτοῦ κατέδησαν μὴ συγχω‐ ροῦντες αὐτῷ διαβῆναι ἐπὶ τὰ βελτίω. ἀλλ’ ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ὁ διὰ τοῦτο ἐπιδημήσας κελεύει τοῖς μαθηταῖς αὐτοῦ εἰπὼν πρὸς
5αὐτούς·

6

.

11

«πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.»

7

.

1

Πολλὰ οὖν παρέσχεν ἡμῖν ἀγαθὰ ὁ κύριος, ἀγαπητοί. οὐ μόνον γὰρ τοὺς δεσμοὺς ἡμῶν, τοὺς ἀπὸ τῆς ἁμαρτίας, ἔλυσεν.

7

.

2

ἀλλὰ καὶ «ἐξουσίαν
ἡμῖν ἔδωκε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.»14

7

.

3

ἦν γὰρ ὁ διάβολος καὶ «οἱ κοσμοκράτορες τοῦ σκότους τούτου» λαβόντες ἡμᾶς αἰχμαλώτους καὶ δήσαντες ἡμᾶς προκόπτειν οὐκ ἐπέτρεπον καὶ δεσμοῖς ἀλύτοις δήσαντες οὐ συνεχώρουν βαδίζειν τῇ ὁδῷ τῇ ἀγαθῇ οὐδ’ οὕτως ἡμῶν ἀφίσταντο.

7

.

4

ἀλλὰ καὶ δεδεμένους ἡμᾶς ἐσχηκότες πάλιν περιεκάθηντο, ὠμοί τινες ὄντες καὶ ἄγριοι δεσπό‐ ται. ἀλλ’ ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπεδήμησε «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.»

7

.

5

ἀμέλει ἀπο‐ στέλλει τοὺς μαθητὰς ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει.

7

.

6

τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί· «κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε.»

7

.

7

καὶ πάλιν· «ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.»

7

.

8

στραφέντες οὖν λοιπὸν εὐαισθητότεροι γενώμεθα καὶ ἀναγνωρίσωμεν ἑαυτῶν τὸν εὐεργέτην καὶ τὰ ὑπ’ αὐτοῦ δεδομένα ἡμῖν ἀγαθὰ προθύμως δεξώμεθα.15

7

.

9

οὕτω γὰρ εὐχαριστοῦντες δυνάμεθα λέγειν σὺν τῷ Δαυίδ· «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με.»

7

.

10

τοιοῦτον γάρ ἐστι καὶ τό· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ τάχα διὰ τοῦτον τὸν πῶλον ὁ Ἰησοῦς ἐπὶ φάτνης ἀνακλίνεται.

7

.

11

ἆρα γὰρ τόπον οὐκ εἶχεν ὁ Ἰωσήφ; ἀνὴρ εὐγενὴς ὑπάρχων, ἀνὴρ ἀπὸ γένους βασιλικοῦ καταγόμενος, υἱὸς Δαυὶδ χρηματίζων καὶ τόπον οὐκ εἶχεν εἰ μὴ τὸ κατάλυμα, ἄλλος οὐχ ὑπῆρχε τόπος; ἢ δηλονότι πράγματα θεῖα ἦν τὰ οἰκονομούμενα.

7

.

12

ἀμέλει καὶ τότε πάλιν ὁ ἀντίδικος ἡμῶν διάβολος ὁρῶν τὰ κατορ‐ θούμενα τῷ τῶν ἀνθρώπων γένει συνήθως ἐφθόνησε.

7

.

13

νομίσας γὰρ ἕνα τῶν πάντων εἶναι τὸν κύριον παρασκευάζει τὸν Ἡρώδην ζητῆσαι τὸν τεχθέντα ἀληθινὸν βασιλέα, ὅπως αὐτὸν ἀπολέσῃ.

7

.

14

ἴδιον γάρ ἐστι τοῦ παμμιάρου καὶ παγκακίστου τὸ ἀπολλύειν καὶ ἀπο‐ κτένειν· τοῦ δὲ Ἰησοῦ ἴδιόν ἐστι τὸ σῴζειν καὶ τὸ περιποιεῖσθαι.

7

.

15

φείδεται γὰρ τῶν ἑαυτοῦ κτισμάτων, ἐπειδὴ καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο.» ἐπιζητήσωμεν τοιγαροῦν τὸν ἀληθινὸν βασιλέα, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστόν.

7

.

16

ἐξετάσωμεν ἑαυτούς, εἰ ἐλύθησαν ἡμῶν οἱ δεσμοί. καὶ εἰ λελυμένοι εἰσί, προκόψωμεν ἐπὶ τὰ βελτίω. εἰ δὲ
μήπω λέλυνταί σοι οἱ δεσμοί, ἐπίδος σεαυτὸν τοῖς μαθηταῖς τοῦ Ἰησοῦ.16

7

.

17

θάρσει γάρ· πάρεισι καὶ νῦν οἱ λύοντες ἡμᾶς. ἐξουσίαν ταύτην εἰληφότες παρὰ τοῦ σωτῆρος, ὅτι «ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμέ‐ νον ἐν τοῖς οὐρανοῖς.»

7

.

18

καὶ πάλιν· «ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς.» «μακάριοι» τοιγαροῦν «ὧν ἀφέθησαν αἱ ἁμαρτίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι.»

8

.

1

Εἶπον οὖν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· «τί λύετε τὸν πῶλον;» οἱ δὲ ἀποκριθέντες εἶπον, «ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.»

8

.

2

ὁρᾷς τῶν μαθητῶν τὴν σοφὴν ἀπόκρισιν. ἀκούσαντες γὰρ οἱ ψευδεῖς κύριοι τοῦ πώλου ὅτι ὁ ὄντως καὶ ἀληθὴς κύριος αὐτοῦ χρείαν ἔχει δεύτερον οὐκ ἀποκρίνονται.

8

.

3

ἀλλὰ νῶτα δίδωσιν, οὐκέτι πρὸς τὰ λεγόμενα ἀποκρι‐ νόμενοι, εὐθὺς γοῦν σπεύδουσι πρὸς τὸν ἄρχοντα ἑαυτῶν τὸν διάβολον
ἀπαγγεῖλαι αὐτῷ τὰ συμβεβηκότα. καὶ ὁρᾷς ἐκεῖ θόρυβον καὶ σκέψιν καὶ συμβούλιον κατὰ τοῦ κυρίου γενόμενον.17

8

.

4

συνάγεται γὰρ ἐκεῖ πᾶσα ἡ ἀντικειμένη δύναμις καὶ γίνεται ἐκκλησία πονηρευομένων, ὅπως πληρωθῇ τὸ εἰρημένον διὰ τοῦ προφήτου λέγοντος· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ
5τοῦ χριστοῦ αὐτοῦ.»

8

.

5

λέγουσι γὰρ πρὸς τὸν διάβολον οἱ ἀλιτήριοι δαίμονες· τί ποιοῦμεν; ὁ πῶλος λέλυται. ἀπῆλθε γὰρ πρὸς τὸν κύριον ἑαυτοῦ· οὐκέτι σου ἐστὶν ὑποχείριος, οὐκέτι αὐτοῦ κυριεύεις.

8

.

6

διελογίζετο λοιπὸν ὁ δείλαιος διάβολος τί ποιήσει τῷ Ἰησοῦ. τότε συνάγονται οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς εἰς τὴν αὐλὴν τοῦ λεγομένου Καϊαφᾶ καὶ συνεβουλεύσαντο κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.

8

.

7

ἠγνόησαν γὰρ οἱ ἄθλιοι, ὅτι ὁ τούτου θάνατος ἡμῖν τὴν ἀθανασίαν χαρίζεται καὶ ἡ αὐτοῦ κατάβασις ἡμῖν τὴν ἄνοδον προεξένησεν.

8

.

8

ἀνέστη γὰρ ὁ κύριος τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τὸν θάνατον λύσας, τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας καὶ τοὺς
πεπεδημένους ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.»18

8

.

9

ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, μίαν θεότητα ὁμολογήσωμεν. οὕτω γὰρ πολιτευόμενοι βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ
5κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.19