TLG 2035 016 :: ATHANASIUS :: De non participando divinis mysteriis sine discrimine [Sp.] ATHANASIUS Theol. De non participando divinis mysteriis sine discrimine [Sp.] Citation: Page — (line) | ||
82(7t) | ΤΟΥ ΑΓΙΟΥ | |
8t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
9t | ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΟΙΝΩΝΕΙΝ ΑΝΕΞΕΤΑΣΤΩΣ ΤΩΝ ΘΕΙΩΝ | |
10t | ΜΥΣΤΗΡΙΩΝ ΤΟΥΣ ΤΑΙΣ ΙΔΙΑΙΣ ΓΥΝΑΙΞΙ ΜΙΓΝΥΜΕΝΟΥΣ | |
16t | Ε | |
17t | Περὶ τοῦ μὴ κοινωνεῖν ἀνεξετάστως | |
18t | τῶν θείων μυστηρίων τοὺς ταῖς ἰδίας | |
19t | γυναιξὶ μιγνυμένους. | |
20 | Ἐπειδή τινες μετὰ τὸ συγγενέσθαι ταῖς ἰδίαις γυναιξὶν αὐτῇ τῇ ἡμέρᾳ | |
ἀπαρατηρήτως τῶν φρικτῶν μυστη‐ | 82 | |
83 | ρίων τοῦ ἀχράντου σώματος καὶ τοῦ ζωοποιοῦ αἵματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετέχουσιν, ἀκουσάτωσαν τί περὶ τούτου ἐν τῇ θείᾳ ἔγκειται | |
5 | γραφῇ, καὶ τὸ δοκοῦν αὐτοῖς εἶτα ποιησάτωσαν. ‘Καὶ εἶπε Μωϋσῆς τῷ λαῷ· Γίνεσθε ἕτοιμοι· τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί‘· ταῦτα δὲ προσέταττεν ὁ | |
10 | προφήτης Μωϋσῆς κελεύσει θεοῦ. Εἰ δὲ ὑπὲρ τοῦ ἀκοῦσαι μόνον φωνῆς κυρίου τοσούτων ἡμερῶν ἁγνισμὸν προσέταττε, πόσῳ μᾶλλον νῦν πρέ‐ πον ἐστὶ φυλάττειν τινά, ὅτε αὐτοῦ | |
15 | τοῦ θεοῦ μέλλει τὸ ἄχραντον ὑπο‐ δέχεσθαι σῶμα; Καὶ πάλιν ὁμοίως ἐκ τοῦ αʹ. βιβλίου. ‘Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυῒδ καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρα | |
20 | μου, ἀλλὰ ἅγιοι εἰσίν· εἰ πεφυλαγ‐ μένα τὰ παιδάριά εἰσιν ἀπὸ γυναι‐ κός, καὶ φάγονται. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ. Ἀπὸ γυναικὸς ἀπεσχόμεθα χθὲς καὶ | |
25 | τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. Καὶ ἔδωκεν αὐτῷ Ἀβι‐ μελὲχ τοὺς ἄρτους τῆς προθέσεωσ‘. Καὶ εἰ ἐπὶ τῆς ‘σκιᾶσ‘, ἤγουν τῆς | |
30 | παλαιᾶς, τοιαύτη παραίτησις ὑπῆρ‐ | 83 |
84 | χεν, ὥστε συγγινόμενόν τινα τῇ ἰδίᾳ γυναικὶ μὴ ἐσθίειν ἐκ τῶν ἄρτων τῆς προθέσεως, τῶν πολὺ καὶ ἀσυγ‐ κρίτως ἀπεχόντων τῶν ζωοποιῶν | |
5 | μυστηρίων τοῦ ἀχράντου σώματος καὶ αἵματος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ, πόσῳ μᾶλλον νῦν ἐν τῇ ‘χάρι‐ τι‘, ἔνθα πολὺ μείζονα πολιτείας ἀκρίβειαν ἀπαιτούμεθα, ὀφείλομεν | |
10 | ἁγνεύειν ἑαυτούς, μέλλοντες τῶν τοι‐ | |
ούτων φρικτῶν μετέχειν μυστηρίων; | 84 |