TLG 2035 015 :: ATHANASIUS :: Epistula ad Rufinianum ATHANASIUS Theol. Epistula ad Rufinianum Citation: Page — (line) | ||
9t | ΤΟΥ ΑΥΤΟΥ | |
---|---|---|
10t | ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΡΟΥΦΙΝΙΑΝΟΝ ΕΠΙΣΚΟΠΟΝ | |
13t | Γ | |
14t | Περὶ τῶν δι’ ἀνάγκην ὑποσυρέντων μέν, | |
15t | μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ. | |
16 | Κυρίῳ υἱῷ καὶ ποθεινοτάτῳ συλλει‐ τουργῷ Ῥουφινιανῷ, Ἀθανάσιος ἐν | |
κυρίῳ χαίρειν. | 76 | |
77 | Σὺ μὲν τὰ υἱῷ ἠγαπημένῳ πρέποντα πρὸς πατέρα γράφεις· ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιε‐ πτυξάμην, πάντων ἐμοὶ ποθεινότατε | |
5 | Ῥουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυ‐ νάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις, ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται· ‘σὺ γὰρ ἐμοὶ | |
10 | ἐπιστολή, κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκο‐ μένη ἐν καρδίᾳ‘. Οὕτω τοίνυν δια‐ κείμενος, ναί, πίστευε, προσαγο‐ ρεύω σε καὶ προτρέπω γράφειν· οὐ | |
15 | γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραί‐ νεις τοῦτο ποιῶν. Ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλη‐ σιαστικῶς, τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ, ἠρώτησας περὶ τῶν | |
20 | δι’ ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα περὶ αὐτῶν ἐν ταῖς συνόδοις καὶ παν‐ ταχοῦ, γίνωσκε, κύριέ μου ποθει‐ | |
25 | νότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης | 77 |
78 | τῆς γενομένης βίας, γέγονε σύνοδος παρόντων ἀπὸ τῶν ἔξω μερῶν ἐπι‐ σκόπων· γέγονε δὲ καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουρ‐ | |
5 | γοῖς, οὐδὲν δὲ ἧττον καὶ τοῖς ἐν Σπανίᾳ καὶ Γαλλίᾳ. Καὶ ἤρεσεν ὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμέ‐ νοις τῆς ἀσεβείας συγγινώσκειν μὲν | |
10 | μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς τόπον κλήρου· τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, παρασυρεῖσι δὲ δι’ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδο‐ σθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ | |
15 | τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐκομίσαντο, καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς γεγε‐ νῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ με‐ ταβεβλῆσθαι εἰς ἀσέβειαν, ἵνα δὲ | |
20 | μὴ κατασταθέντες τινὲς ἀσεβέστατοι διαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βα‐ στάσαι τὸ βάρος, ἢ λαοὺς ἀπολέσθαι. | |
Τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖν | 78 | |
79 | πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασί‐ ζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μω‐ σέως ἀδελφόν, ἐν τῇ ἐρήμῳ συν‐ δραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, | |
5 | ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπι‐ μείνῃ τῇ εἰδωλολατρείᾳ· καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες μὲν ἐν τῇ ἐρήμῳ δύνανται παύσασθαι | |
10 | τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοί‐ νυν ἕνεκα σύγγνωστον πρὸς τὸν κλῆ‐ ρον γέγονε. Τοῖς δὲ ἀπατηθεῖσι | |
15 | καὶ βίαν παθοῦσι συγγνώμη δί‐ δοται. Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ θαρρῶν, ὅτι καὶ τὰ δόξαντα ὑποδέ‐ ξεταί σου ἡ θεοσέβεια, καὶ οὐ κατα‐ | |
20 | γνώσεται ἐκκεχειρίας τῶν συνελ‐ θόντων οὕτω. Καταξίωσον δὲ αὐτὰ ἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷ λαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γι‐ νώσκοντες μὴ μέμφωνται οὕτω σὲ | |
25 | διακείμενον περὶ τοὺς τοιούτους· ἀ‐ πρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυνα‐ μένης τῆς σῆς εὐλαβείας καὶ τὴν | |
ἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγ‐ | 79 | |
80 | γεῖλαι καὶ πάντα τὰ λείποντα ἀπο‐ πληρῶσαι. Χάρις τῷ κυρίῳ τῷ πληρώσαντί σε ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. | |
5 | Οἱ μὲν οὖν μετανοοῦντες φανερῶς ἀναθεματιζέτωσαν ὀνομάζοντες Εὐ‐ δοξίου καὶ Εὐζωΐου τὴν κακοπι‐ στίαν· αὐτοὶ γὰρ λοιπὸν βλασφη‐ μοῦντες αὐτὸν κτίσμα, ἀπεγράψαντο | |
10 | τῆς ἀρειανῆς αἱρέσεως προστάται· ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην σύνοδον προκρίνειν ταύτης τῆς συνόδου. | |
15 | Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίῳ προσαγο‐ | |
ρεύει. | 80 |