TLG 2035 014 :: ATHANASIUS :: Epistula festalis xxxix (fragmentum in collectione canonum)

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula festalis xxxix (fragmentum in collectione canonum)

Citation: Page — (line)

71

(4t)

ΤΟΥ ΑΥΤΟΥ
5tΕΚ ΤΗΣ ΛΘʹ. ΕΟΡΤΑΣΤΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ
8tΒ
9tΠερὶ τῶν θείων γραφῶν.
10Ἀλλ’ ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡ‐ μῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας γραφάς, καὶ φοβοῦμαι μήπως, ὡς ἔγραψε Κορινθίοις Παῦλος, ὀλίγοι
15τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος πλανηθῶσιν ἀπὸ τῆς πανουργίας τῶν ἀνθρώπων, καὶ
λοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξονται71

72

τοῖς λεγομένοις ἀποκρύφοις, ἀπα‐ τώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων, παρακαλῶ, ἀνέχεσθε, εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων
5κἀγὼ μνημονεύων γράφω διά τε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς ἐκ‐ κλησίας. Μέλλων δὲ τούτων μνημο‐ νεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἐμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγ‐
10γελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτός· Ἐπειδή πέρ τινες ἐπεχείρησαν ἀνα‐ τάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπό‐ κρυφα καὶ μῖξαι ταῦτα τῇ θεοπνεύ‐ σθῳ γραφῇ, περὶ ἧς ἐπληροφορή‐
15θημεν, καθὼς παρέδοσαν τοῖς πα‐ τράσιν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, προτραπέντι παρὰ γνησίων ἀδελφῶν καὶ μαθόντι ἄνωθεν ἑξῆς
20ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παρα‐ δοθέντα, πιστευθέντα τε θεῖα εἶναι βιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων, ὁ δὲ καθαρὸς διαμείνας χαίρῃ πάλιν ὑπο‐
25μιμνησκόμενος.
Ἔστι τοίνυν τῆς μὲν παλαιᾶς δια‐72

73

θήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο, τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ’ Ἑβραίοις εἶναι παραδέδοται, τῇ δὲ τάξει καὶ
5τῷ ὀνόματι ἔστιν ἕκαστον οὕτως· πρῶτον Γένεσις· εἶτα Ἔξοδος· εἶτα Λευιτικόν· καὶ μετὰ τοῦτο Ἀριθμοί· καὶ λοιπόν, τὸ Δευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστὶν Ἰησοῦς ὁ τοῦ Ναυῆ·
10καὶ Κριταί· καὶ μετὰ τοῦτο ἡ Ῥούθ· καὶ πάλιν ἑξῆς, Βασιλειῶν βιβλία τέσσαρα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖ‐ ται, τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοί‐
15ως εἰς ἕν· μετὰ δὲ ταῦτα, Παρα‐ λειπομένων πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθ‐ μούμενα· εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον ὁμοίως εἰς ἕν· μετὰ δὲ
20ταῦτα, βίβλος Ψαλμῶν· καὶ ἑξῆς Παροιμίαι· εἶτα Ἐκκλησιαστής· καὶ ᾎσμα ᾀσμάτων· πρὸς τούτοις ἔστι καὶ Ἰώβ· καὶ λοιπόν, Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμού‐
25μενοι, εἶτα Ἡσαΐας, Ἱερεμίας, καὶ
σὺν αὐτῷ Βαρούχ, Θρῆνοι καὶ ἐπι‐73

74

στολή, καὶ μετ’ αὐτὸν Ἰεζεκιὴλ καὶ Δανιήλ. Ἄχρι τούτων τὰ τῆς πα‐ λαιᾶς διαθήκης ἵσταται. Τὰ δὲ τῆς καινῆς πάλιν οὐκ ὀκνη‐
5τέον εἰπεῖν. Ἔστι γὰρ ταῦτα· Εὐαγ‐ γέλια τέσσαρα, κατὰ Ματθαῖον, κα‐ τὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην· εἶτα μετὰ ταῦτα Πράξεις ἀποστόλων, καὶ ἐπιστολαὶ καθολικαὶ
10καλούμεναι τῶν ἀποστόλων ἑπτά, οὕτως· Ἰακώβου μὲν μία, Πέτρου δὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶ μετὰ ταύτας Ἰούδα μία· πρὸς τού‐ τοις Παύλου ἀποστόλου εἰσὶν ἐπι‐
15στολαὶ δεκατέσσαρες, τῇ τάξει γρα‐ φόμεναι οὕτως· πρώτη, πρὸς Ῥω‐ μαίους, εἶτα πρὸς Κορινθίους δύο, καὶ μετὰ ταῦτα πρὸς Γαλάτας, καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φι‐
20λιππησίους, καὶ πρὸς Κολοσσαεῖς, καὶ μετὰ ταῦτα πρὸς Θεσσαλονικεῖς δύο, καὶ ἡ πρὸς Ἑβραίους, καὶ εὐ‐ θὺς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲ Τίτον μία, καὶ τελευταία ἡ πρὸς
25Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου
Ἀποκάλυψις.74

75

Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων· ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγ‐
5γελίζεται· μηδεὶς τούτοις ἐπιβαλ‐ λέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ δὲ τούτων ὁ κύριος Σαδδουκαί‐ ους μὲν ἐδυσώπει, λέγων· ‘Πλανᾶ‐ σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν
10δύναμιν αὐτῶν‘, τοῖς δὲ Ἰουδαίοις παρῄνει· ‘Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ‘. Ἀλλ’ ἕνεκά γε πλείονος ἀκριβείας
15προστίθημι καὶ τοῦτο γράφων ἀ‐ ναγκαίως, ὡς ὅτι ἔστι καὶ ἕτερα βιβλία τούτων ἔξωθεν, οὐ κανονι‐ ζόμενα μέν, τετυπωμένα δὲ παρὰ τῶν πατέρων ἀναγινώσκεσθαι τοῖς
20ἄρτι προσερχομένοις καὶ βουλο‐ μένοις κατηχεῖσθαι τὸν τῆς εὐσε‐ βείας λόγον· Σοφία Σολομῶντος καὶ Σοφία Σιρὰχ καὶ Ἑσθὴρ καὶ Ἰουδὶθ καὶ Τωβίας καὶ Διδαχὴ καλουμένη
25τῶν ἀποστόλων καὶ ὁ Ποιμήν.
Καὶ ὅμως, ἀγαπητοί, κἀκείνων κα‐75

76

νονιζομένων, καὶ τούτων ἀναγινω‐ σκομένων, οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη, ἀλλὰ αἱρετικῶν ἐστιν ἐπί‐ νοια, γραφόντων μὲν ὅτε θέλουσιν
5αὐτά, χαριζομένων δὲ καὶ προστι‐ θέντων αὐτοῖς χρόνους, ἵνα ὡς πα‐ λαιὰ προφέροντες, πρόφασιν ἔχωσιν
ἀπατᾶν ἐκ τούτου τοὺς ἀκεραίους.76