TLG 2035 013 :: ATHANASIUS :: Epistula ad Amun

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Amun

Citation: Page — (line)

63

(1t)

ΤΟΥ ΑΓΙΟΥ
2tΑΘΑΝΑΣΙΟΥ
3tΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΜΜΟΥΝ ΜΟΝΑΖΟΝΤΑ
9tΑ
10tΠερὶ γονορρυοῦς.
11Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ θεοῦ ποιήματα· οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ θεοῦ πεποίηκε λόγος· ‘Χριστοῦ γὰρ εὐωδία ἐσμὲν
15ἐν τοῖς σῳζομένοισ‘ κατὰ τὸν ἀπό‐ στολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη, καὶ τοὺς ἀκεραιοτέρους τῇ γνώμῃ παρασκευάζει ταράττεσθαι, κωλύει
20τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογι‐
σμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέ‐63

64

ρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν τῇ τοῦ σωτῆ‐ ρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλου‐ στέρων γνώμην στηρίξωμεν.
5‘Πάντα μὲν γὰρ καθαρὰ τοῖς κα‐ θαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συ‐ νείδησις καὶ τὰ πάντα μεμόλυνται‘. Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περ φθορὰ καὶ λύμη ὑπάρχων,
10λογισμοὺς ὑποβάλλει τῷ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἔνεδρα μᾶλλον ἢ δοκιμασία· ἵνα γὰρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀ‐ σκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους
15μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦ‐ το, τοιαῦτά τινα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρή‐ σιμον, κενὰς δὲ ζητήσεις καὶ φλυα‐ ρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ,
20εἰπέ μοι ὦ ἀγαπητὲ καὶ εὐλαβέστα‐ τε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυ‐ σική τις ἔκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιῆσαι ἔγκλημα καὶ τὰς διὰ ῥινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ
25στόματος πτύσματα· ἔτι δὲ καὶ τού‐ των ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ
πρὸς τὸ ζῆν ἀναγκαῖα καθέστηκε.64

65

Ἔτι τε ‘εἰ τῶν τοῦ θεοῦ χειρῶν ἔργον εἶναι πιστεύομεν τὸν ἄνθρω‐ πον‘, κατὰ τὰς θείας γραφάς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον
5τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ ‘γένος τοῦ θεοῦ ὑπάρχομεν‘, κατὰ τὰς θείας τῶν ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον· τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε
10τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργα‐ ζόμεθα· ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προεί‐ πομεν, καὶ τοῦτο ὑπομένομεν.
15Ἀλλ’ ἐπειδή περ οἱ θέλοντες μόνον ἀντιλέγειν τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι ‘οὐ τὰ εἰσερχόμενα κοινοῖ
20τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα‘, ἀναγκαίως καὶ ταύτην αὐτῶν τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ τὰς
γραφὰς κατὰ τὰς ἰδίας ἀμαθίας,65

66

ἀστήρικτοι ὄντες, βιάζονται· ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς λύων
5αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπά‐ την δημοσιεύων, φησὶ ‘μὴ τὰ εἰ‐ σερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα‘· εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα, ‘τὰ ἀπὸ
10καρδίασ‘· ἐκεῖ γὰρ εἶναι τοὺς πο‐ νηροὺς θησαυροὺς τῶν βεβήλων λο‐ γισμῶν καὶ τῶν ἄλλων ἁμαρτημά‐ των γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος, αὐτὸ δεδιδαγμένος, φησί·
15‘Βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ‘· φαίη δ’ ἄν τις καὶ νῦν εὐλό‐ γως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παραστήσει πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα
20κἂν ἐκ τῶν ἔξωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζῴῳ δέδονταί τινες ἀναγκαῖαι διέ‐ ξοδοι κατὰ τῶν ἐν ἡμῖν ἑκάστῳ
μελῶν τρεφομένων τὸ περιττὸν ἀ‐66

67

ποπέμπειν· οἷον, κεφαλῆς περιττώ‐ ματα, τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα καὶ γαστρὸς διαχωρήματα, καὶ τοίνυν τῶν σπερ‐
5ματικῶν πόρων ἐκεῖνο περίττω‐ μα. Ποία τοίνυν ἐστί, πρὸς θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῷον δεσπό‐ του θελήσαντος καὶ ποιήσαντος ταῦ‐
10τα τὰ μέλη τοιαύτας ἔχειν διεξό‐ δους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν· οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδὲ
15ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται· πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύ‐ σωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν καὶ ὁ θεὸς
20ἐπέτρεψε, ‘αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘· ἣν καὶ ὁ ἀπόστολος ἀπεδέξατο, εἰ‐ πών· ‘Τίμιος ὁ γάμος καὶ ἡ κοίτη
ἀμαίαντοσ‘, ἢ τὴν δημώδη μέν,67

68

λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελου‐ μένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον,
5φονεύειν οὐκ ἔξεστιν, ἀλλ’ ἐν πολέ‐ μοις ἀναιρεῖν τοὺς ἀντιπάλους καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον· οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται,
10καὶ στῆλαι τούτων ἐγείρονται κη‐ ρύττουσαι τὰ κατορθώματα· ὥστε τὸ αὐτὸ κατά τι μὲν καὶ κατὰ καιρὸν οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως ἀφίεται καὶ συγκεχώρηται. Ὁ αὐτὸς
15οὖν λόγος καὶ περὶ τῆς μίξεως. ‘Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον τῇ φύσει πρὸς παι‐ δοποιίαν κέχρηται‘· εἰ δὲ πρὸς ἀ‐ σέλγειαν, ‘πόρνους καὶ μοιχοὺσ‘
20ἡ παρὰ τῷ ἀποστόλῳ γραφεῖσα τι‐ μωρία ἐκδέξεται. Δύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς
μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ68

69

γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγε‐ λικῆς καὶ ἀνυπερβλήτου, τῆς παρ‐ θενίας, εἰ μέν τις τὴν κοσμικήν, τουτέστι τὸν γάμον, ἕλοιτο, μέμψιν
5μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται· λήψεται γάρ, ἐπεί περ φέρει καὶ αὐτὸς ‘καρπὸν τὸν τριά‐ κοντα‘· εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τρα‐
10χεῖα παρὰ τὴν πρώτην καὶ δυσκα‐ τόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρί‐ σματα θαυμασιώτερα, τὸν γὰρ τέ‐ λειον καρπόν, τὴν ἑκατοντάδα, ἐ‐ βλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐ‐
15τῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχε καὶ παρὰ τῶν θείων γρα‐ φῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν ἀπο‐
20στολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγ‐ γελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλ‐ μῶν συμβουλεύων· ‘Ζῆσόν με, λέ‐ γων, κατὰ τὸ λόγιόν σου‘, λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας
25λατρεύειν αὐτῷ· τοῦτο γὰρ εἰδὼς ὁ69

70

αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸν με‐ ταφράζων, λέγει· ‘Καρδίαν καθα‐ ρὰν κτίσον ἐν ἐμοί, ὁ θεόσ‘, ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι·
5πάλιν Δαυίδ· ‘Καὶ πνεύματι ἡγε‐ μονικῷ στήριξόν με‘, ἵνα κἄν ποτε λογισμοί με θορυβήσωσιν, ἰσχυρά τις παρὰ σοῦ δύναμις στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς
10τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμ‐ βουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· ‘Διδάξω ἀνόμους τὰς ὁδούς σου‘· καὶ θαρ‐ ρῶν κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι
15τῆς τοιαύτης κακίας, ψάλλε· ‘Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι‘. Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζη‐ τοῦντας παύσασθαι τῆς τοιαύτης μα‐ ταιοπονίας, τοὺς δὲ δι’ εὐήθειαν
20ἐνδοιαστῶς ἔχοντας, ‘ἡγεμονικῷ πνεύματι‘ κρατυνθῆναι. Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀρραγῆ ταύτην κατέχετε καὶ ἀσά‐
λευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ70
25ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς
αἰῶνας. Ἀμήν.71