TLG 2035 012 :: ATHANASIUS :: Apologia de fuga sua ATHANASIUS Theol. Apologia de fuga sua Citation: Section — (line) | ||
t | Τοῦ μεγάλου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία περὶ τῶν διαβαλλόντων τὴν ἐν τῷ διωγμῷ φυγὴν αὐτοῦ. | |
1 | Ἀκούω Λεόντιον τὸν νῦν ἐν Ἀντιοχείᾳ καὶ Νάρκισσον τὸν ἀπὸ τῆς πόλεως Νέρωνος καὶ Γεώργιον τὸν νῦν ἐν Λαοδικείᾳ καὶ τοὺς σὺν αὐτοῖς Ἀρειανοὺς πολλὰ περὶ ἐμοῦ θρυλοῦντας καὶ λοιδοροῦντας, δειλίαν τε ἐγκαλοῦντας | |
5 | ὅτι δή, ζητούμενος ἀναιρεθῆναι παρ’ αὐτῶν, οὐκ ἔκδοτον ἐμαυτὸν αὐτοῖς προσήγαγον. Πρὸς μὲν οὖν τὰς λοιδορίας καὶ τὰς συκοφαντίας αὐτῶν, καίτοι δυνάμενος πολλὰ γράφειν, ἃ μήτ’ αὐτοὶ ἀρνεῖσθαι δύνανται ἀλλὰ καὶ πάντες ἐπιγινώσκουσιν οἱ κατ’ αὐτῶν ἀκούοντες, ὅμως οὐδὲν | |
---|---|---|
10 | προαχθήσομαι λέγειν πρὸς αὐτοὺς ἢ μόνον τὸ τοῦ Κυρίου ῥῆμα καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν ὅτι· «τὸ μὲν ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν», οὔτε δὲ «λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν». Ἀρκεῖ γὰρ αὐτοὺς ἐκ τούτων δειχθῆναι μηδὲν κατὰ τὸ Εὐαγγέλιον μήτε φρονοῦντας | |
15 | μήτε πράττοντας, κατὰ δὲ τὰς ἰδίας ἡδονὰς οἰομένους εἶναι | |
καλὸν ὅπερ αὐτοὶ βούλονται. | 133 | |
2 | Ἐπειδὴ δὲ προσποιοῦνται δειλίαν ἐγκαλεῖν, ἀναγκαῖον ὀλίγα περὶ τούτου γράψαι. Δειχθήσονται γὰρ ἐκ τούτου πονηροί τε τὸν τρόπον καὶ μὴ ἐντετυχηκότες ταῖς θείαις γραφαῖς, ἢ ἐντυχόντες μὲν μὴ πιστεύοντες δὲ εἶναι | |
5 | θεόπνευστα τὰ λόγια τὰ ἐν αὐταῖς. Εἰ γὰρ ἐπίστευον, οὐκ ἂν παρὰ μὲν ταύτας ἐτόλμων, τὴν δὲ κακοήθειαν τῶν κυριοκτόνων Ἰουδαίων ἐζήλουν. Καὶ γὰρ τοῦ Θεοῦ δεδωκότος ἐντολήν· «τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου» καὶ «ὁ κακολογῶν | |
10 | πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω», ἀντενομοθέτουν κἀκεῖνοι, τὴν τιμὴν εἰς ἀτιμίαν μεταφέροντες, καὶ ἀργυρίου τὸ πρὸς τοὺς γονέας καθῆκον παρὰ τῶν τέκνων ἀντικαταλλάσσοντες· καὶ ἀναγινώσκοντες δὲ τὰς τοῦ Δαυὶδ πράξεις, ἀντεμελέτων αὐταῖς καὶ ᾐτιῶντο | |
15 | τοὺς ἀναιτίους τίλλοντας στάχυας καὶ ψώχοντας ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου. Ἔμελε δὲ αὐτοῖς οὔτε τῶν νόμων οὔτε διὰ τὸ σάββατον, ἐν αὐτῷ γὰρ μᾶλλον παρηνόμουν· ἀλλ’ ὅτι τὸν τρόπον ὄντες πονηροί, τοῖς τε μαθηταῖς ἐφθόνουν σῳζομένοις, καὶ μόνον ἠβούλοντο τὰ τῆς ἰδίας | |
20 | γνώμης κρατεῖν. Ἐκεῖνοι μὲν οὖν τῆς ἰδίας παρανομίας ἔχουσι τὰ ἐπίχειρα, ἀνίεροι γενόμενοι καὶ λοιπὸν «ἄρχοντες Σοδόμων καὶ λαὸς Γομόρρας» χρηματί‐ | |
ζοντες. | 134 | |
22 | Καὶ αὐτοὶ δὲ οὐδὲν ἧττον ἐκείνων δοκοῦσίν μοι τὴν ἐπιτιμίαν ἔχειν, ἤδη τὴν τῆς ἰδίας ἀλογίας ἄγνοιαν. Οὔτε γὰρ νοοῦσιν ἃ λέγουσιν, ἀλλὰ καὶ νομίζουσιν εἰδέναι | |
25 | ἅπερ ἀγνοοῦσι· μόνη δὲ γνῶσις ἐν αὐτοῖς ἐστι τοῦ κακοποιεῖν, καὶ καθ’ ἡμέραν χείρονα χείροσιν ἐφευρίσκειν. Καὶ γὰρ καὶ τὴν νῦν φυγὴν ἡμῶν, οὐκ ἐπ’ ἀρετῇ θέλοντες ἡμᾶς ἀνδραγαθήσασθαι, διαβάλλουσι· πόθεν γὰρ εὐχὴ τοιαύτη παρ’ ἐχθροῖς ὑπὲρ «τῶν μὴ συντρεχόντων αὐτοῖς» | |
30 | ἐν τῇ κακοφροσύνῃ; Ἀλλὰ κακοήθεις ὄντες, σχηματίζονται τοιαῦτα περιβομβεῖν, νομίζοντες εὐήθεις ὄντες ἀληθῶς αὐτοί, ὡς ἄρα δέει τῆς παρ’ αὐτῶν λοιδορίας προσάξομεν ἑαυτούς ποτε αὐτοῖς. Θέλουσι γὰρ καὶ διὰ τοῦτο πάντα περιτρέ‐ χουσι· καὶ ὑποκρίνονται μὲν ὡς φίλοι, ἐρευνῶσι δὲ ὡς ἐχθροί, | |
35 | ἵνα αἱμάτων ἐμφορηθέντες ἐκποδὼν ποιήσωσι καὶ ἡμᾶς, ὅτι κατὰ τῆς ἀσεβείας αὐτῶν ἐφρονήσαμεν ἀεὶ καὶ φρονοῦμεν, καὶ τὴν αἵρεσιν αὐτῶν ἐλέγχοντες στηλιτεύομεν. | |
3 | Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτω διέθηκαν, ὡς ἢ τελευτῆσαι κακῶς ἢ λωβηθῆναι | |
πανταχόθεν; | 135 | |
5 | Ἃ γὰρ οἱ δικασταὶ δοκοῦσι ποιεῖν, ταῦτ’ ἐκείνων ἐστὶν ἐνεργήματα· καὶ μᾶλλον οὗτοι τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται. Ποῖος τοίνυν τόπος οὐκ ἔχει τῆς κακίας αὐτῶν ὑπόμνημα; Τίνα φρονοῦντα κατ’ αὐτῶν οὐ συνεσκευάσαντο πλασάμενοι προφάσεις κατὰ | |
10 | τὴν Ἰεζάβελ; Ποία ἐκκλησία νῦν οὐ θρηνεῖ διὰ τὰς ἐκείνων κατὰ τῶν ἐπισκόπων αὐτῶν ἐπιβουλάς; Ἀντιόχεια μὲν δι’ Εὐστάθιον τὸν ὁμολογητὴν καὶ ὀρθόδοξον, Βαλανέαι δὲ δι’ Εὐφρατίωνα τὸν θαυμασιώτατον, καὶ Πάλτος μὲν καὶ Ἀντάραδος διὰ Κυμάτιον καὶ Καρτέριον, ἡ δὲ Ἀδρια‐ | |
15 | νούπολις δι’ Εὐτρόπιον τὸν φιλόχριστον καὶ τὸν μετ’ αὐτὸν Λούκιον, τὸν πολλάκις παρ’ αὐτῶν καὶ ἁλύσεις φορέσαντα καὶ οὕτως ἀποθανόντα, καὶ Ἄγκυρα μὲν διὰ Μάρκελλον, Βέρροια δὲ διὰ Κῦρον καὶ Γάζα δι’ Ἀσκληπᾶν. Τούτους μὲν γὰρ πολλὰ πρότερον ὑβρίσαντες, ἐξορισθῆναι πεποιήκα‐ | |
20 | σιν οἱ δόλιοι. Θεόδουλον δὲ καὶ Ὀλύμπιον ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, καὶ ἡμᾶς, καὶ πρεσβυτέρους ἡμετέρους, οὕτως ἐποίησαν ζητηθῆναι, ὥστε, εἰ εὑρεθείημεν, κεφαλῆς ὑπο‐ στῆναι τιμωρίαν. Καὶ τάχα ἂν ἀπεθάνομεν οὕτως, εἰ μὴ | |
παρὰ γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε. | 136 | |
25 | Τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον Δονάτον, τὰ δὲ καθ’ ἡμῶν πρὸς Φιλάγριον δοθέντα γράμματα. Τὸν γὰρ τῆς Κωνσταντινου‐ πόλεως ἐπίσκοπον Παῦλον, διώξαντες καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασιν ἐν τῇ λεγομένῃ | |
30 | Κουκουσῷ τῆς Καππαδοκίας, δήμιον ἐσχηκότες εἰς τοῦτο Φίλιππον τὸν γενόμενον ἔπαρχον· ἦν γὰρ καὶ τῆς αἱρέσεως αὐτῶν προστάτης καὶ τῶν πονηρῶν βουλευμάτων ὑπηρέτης. | |
4 | Ἆρ’ οὖν διὰ τὰ τοσαῦτα κόρον ἔχουσι καὶ λοιπὸν ἠρέμησαν· Οὐδαμῶς. Οὔτε γὰρ ἐπαύσαντο, ἀλλά, κατὰ τὴν ἐν ταῖς Παροιμίαις βδέλλαν, μᾶλλον νεανιεύονται τοῖς κακοῖς ἐπιφυόμενοι κατὰ τῶν μεγάλων παροικιῶν. Οἷα | |
5 | γὰρ καὶ τανῦν ἔδρασαν, τίς ἂν ἀξίως ἐξείποι; Τίς τοσοῦτον δύναται μνημονεῦσαι, ὅσον ἐκεῖνοι πεποιήκασιν; Ἄρτι γὰρ εἰρήνην ἐχουσῶν τῶν ἐκκλησιῶν, καὶ τῶν λαῶν εὐχομένων ἐν ταῖς συνάξεσιν, ὁ μὲν ἐπίσκοπος τῆς Ῥώμης Λιβέριος, καὶ Παυλῖνος ὁ τῆς μητροπόλεως τῶν Γαλλίων, καὶ | |
10 | Διονύσιος ὁ τῆς μητροπόλεως τῆς Ἰταλίας, καὶ Λουκίφερ ὁ τῆς μητροπόλεως τῶν κατὰ Σερδινίαν νήσων, καὶ Εὐσέβιος ὁ ἀπὸ τῆς Ἰταλίας, οἱ πάντες ἐπίσκοποι ἀγαθοὶ καὶ τῆς ἀληθείας κήρυκες, ἁρπάζονται καὶ ἐξορίζονται, πρόφασιν | |
οὐδεμίαν ἔχοντες ἢ ὅτι μὴ συνέθεντο τῇ ἀρειανῇ αἱρέσει | 137 | |
15 | μηδὲ ὑπέγραψαν αὐτοῖς καθ’ ἡμῶν, ἐν αἷς ἐπλάσαντο διαβολαῖς καὶ συκοφαντίαις. | |
5 | Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου, περιττόν ἐστιν ἐμὲ καὶ λέγειν· ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξορισθῆναι πεποιήκασιν. Οὐ γὰρ ἄσημος, ἀλλὰ καὶ πάντων μάλιστα | |
5 | καὶ μᾶλλον ἐπιφανὴς ὁ γέρων. Ποίας γὰρ οὐ καθηγήσατο συνόδου; Καὶ λέγων ὀρθῶς οὐ πάντας ἔπεισε; Ποία τις ἐκκλησία τῆς τούτου προστασίας οὐκ ἔχει μνημεῖα τὰ κάλλιστα; Τίς λυπούμενός ποτε προσῆλθεν αὐτῷ, καὶ οὐ χαίρων ἀπῆλθε παρ’ αὐτοῦ; Τίς ᾔτησε δεόμενος καὶ οὐκ | |
10 | ἀνεχώρησε τυχὼν ὧν ἠθέλησε; Καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ αὐτός, εἰδὼς ἃς ποιοῦσι διὰ τὴν ἀσέβειαν ἑαυτῶν συκοφαντίας, οὐχ ὑπέγραψε ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς. Εἰ γὰρ καὶ ὕστερον διὰ τὰς πολλὰς ὑπὲρ μέτρον ἐπιφερομένας αὐτῷ πληγὰς καὶ συσκευὰς κατὰ τῶν | |
15 | συγγενῶν αὐτοῦ εἶξεν αὐτοῖς πρὸς ὥραν ὡς γέρων καὶ ἀσθενὴς τῷ σώματι, ὅμως τούτων ἡ πονηρία καὶ ἐκ τούτων δείκνυται σπουδασάντων πανταχόθεν ἑαυτοὺς δεῖξαι μὴ | |
εἶναι Χριστιανοὺς ἀληθῶς. | 138 | |
6 | Ἐκεῖθεν γὰρ καὶ εἰς τὴν Ἀλεξάνδρειαν πάλιν ἐπεφύησαν, ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι, καὶ γέγονε χείρονα τὰ νῦν τῶν προτέρων. Στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ τῶν εὐχῶν | |
5 | ἐγίνετο. Εἶτ’ εἰσελθὼν τῇ τεσσαρακοστῇ ὁ παρ’ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παρ’ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα, παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο | |
10 | οἰκίαι καὶ ἄρτοι, ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα· τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν | |
15 | ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτός, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν μανιχαῖον ὄντα· καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνὰ | |
20 | καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν) τοιαῦτα εἰργάσατο οἷα παρ’ αὐτῶν ἔπρεπεν ἀκούσαντα πρᾶξαι· μυρκαιὰν γὰρ ἀνάψας καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, | |
25 | ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρός, γυμνώσας λοιπὸν οὕτω κατέκοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον μόγις αὐτὰς ἐπιγνωσθῆναι. | 139 |
7 | Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμών, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις | |
5 | χειρουργηθῆναι διὰ τοὺς ἐναποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιληφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν, τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ’ | |
10 | ἔκρυψαν ὡς ἠθέλησαν ἄταφα βαλόντες ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένῃ τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μείζων ἐξηχεῖτο | |
15 | κατ’ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Μούιον, Γάιον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, Νειλάμμωνα, Ἀγαθόν, Ἀνάγαμφον, Μάρκον, Ἀμμώνιον, ἕτερον Μάρκον, Δρακόντιον, Ἀδέλφιον, | |
20 | Ἀθηνόδωρον· καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αὐτούς, ὡς τινὰς μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους τριάκοντα· σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαάβ, εἰ δυνατόν, ἐξᾶραι τὴν | 140 |
25 | ἀλήθειαν. Ἰδοὺ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα. | |
8 | Ταῦτα δρῶντες καὶ μὴ ἐντραπέντες ἐφ’ οἷς πρότερον καθ’ ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν, ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χεῖρας· μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδὼν τέλεον | |
5 | πεποιήκασι· καὶ λοιπὸν προφασίζονται δειλίαν ὀνειδίζειν, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες, εἰς ἑαυτοὺς ἐπιστρέ‐ φουσι μᾶλλον τὴν μέμψιν· εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν· ὁ μὲν γάρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται, ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν | |
10 | γέγραπται, ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει νόμον, καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ φεύγειν παρέχει. Εἴπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς διώκοντας· παυέσθωσαν γὰρ ἐπιβουλεύοντες, καὶ παύσονται καὶ οἱ φεύγοντες εὐθύς. Ἀλλὰ τῆς μὲν ἰδίας πονηρίας | |
15 | οὐ παύονται, τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, οὐκ εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγὴ μέγας ἔλεγχός ἐστι κατὰ τῶν διωκόντων. Οὐδεὶς γὰρ τὸν πρᾶον καὶ | |
φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὸν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον. «Πᾶς γοῦν κατώδυνος καὶ ὑπόχρεως» | 141 | |
20 | ἀπὸ μὲν τοῦ Σαοὺλ ἔφευγε, πρὸς δὲ τὸν Δαυὶδ κατέφευγε. Διὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Ἀλλὰ καὶ ἐν τούτῳ δοκοῦσι τυφλώττειν οἱ ἀεὶ πλανώμενοι· ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ | |
25 | καὶ πλέον ἡ ἐξ ἐπιβουλῆς γινομένη παρ’ αὐτῶν ἀναίρεσις ἢ καὶ ἐξορία προφανεστέρα γενήσεται· ἄν τε γὰρ ἀποκτείνωσιν, ὁ θάνατος μεῖζον ἠχήσει κατ’ αὐτῶν· ἄν τε πάλιν ἐξορίσωσι, πανταχοῦ καθ’ ἑαυτῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν. | |
9 | Εἰ μὲν οὖν ἔσῳζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τού‐ τοις συνεχομένους καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, καὶ ζητοῦντες ἀνελεῖν οὐχ ὁρῶσιν | |
5 | ἑαυτῶν τὴν ἀσέβειαν. Τάχα γὰρ καὶ τὴν Πρόνοιαν αὐτὴν αἰτιᾶσθαι τολμῶσιν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ἐφ’ οἷς αὐτοῖς οὐ παραδίδωσι, προδήλου τούτου τυγχάνοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ὅτι μηδὲ στρουθίον ἄνευ τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς ἐμπεσεῖν εἰς παγίδα | |
10 | δύναται. Καὶ γὰρ καὶ ὅτε παραλαμβάνουσιν οἱ ἀλάστορες, | |
εὐθὺς ἐπιλανθάνονται τῶν τε ἄλλων καὶ πρὸ τῶν ἄλλων ἑαυτῶν· καὶ μόναις ταῖς ἀλαζονείαις τὰς ὀφρῦς ἀνασπάσαντες, οὔτε καιρὸν γινώσκουσιν οὔτε ἀδικοῦντες ἀνθρώπους αἰδοῦνται τὴν φύσιν, κατὰ δὲ τὸν τύραννον τῆς | 142 | |
15 | Βαβυλῶνος ἀγριώτερον ἐπιφύονται καὶ οὔτε τινὰς ἐλεοῦσιν, ἀλλὰ καὶ «τοῦ πρεσβυτέρου τὸν ζυγὸν ἐπιβαρύνουσι» καὶ «ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων», ὡς γέγραπται, προστιθέα‐ σιν οἱ ἀνηλεεῖς. Εἰ μὲν οὖν μὴ ταῦτα δράσαντες ἦσαν, εἰ μὴ τοὺς κατὰ τῆς συκοφαντίας αὐτῶν ὑπὲρ ἡμῶν λέγοντας | |
20 | ἐξορίσαντες ἦσαν, πιθανῶς ἂν λέγοντες παρά τισιν ἐνομίσθησαν· ἐπειδὴ δὲ ἄλλοις τοσούτοις καὶ τηλικούτοις ἐπισκόποις ἐπεβούλευσαν, καὶ οὔτε τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, οὔτε τοῦ ἐπισκόπου Ῥώμης οὔτε τοσούτων ἀπὸ τῶν Σπανίων καὶ Γαλλίων καὶ τῆς Αἰγύπτου | |
25 | καὶ Λιβύης καὶ τῶν ἄλλων μερῶν ἐπισκόπων ἐφείσαντο, ἀλλὰ τοσαῦτα πεποιήκασι κατὰ τῶν ὅλως ἐλεγξάντων αὐτοὺς ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἡμᾶς πρὸ τῶν ἄλλων ἐβουλεύσαντο, καὶ μετ’ ἐκείνους ἐπιθυμοῦσι δὲ κἀκεῖσε ἀνελεῖν; Εἰς τοῦτο γὰρ ἀγρυπνοῦσι καὶ νομίζουσιν ἀδικεῖ‐ | |
30 | σθαι, ἂν βλέπωσι σῳζομένους οὓς οὐκ ἐβούλοντο ζῆν. | |
10 | Τίς τοίνυν οὐ συνορᾷ τὴν πανουργίαν αὐτῶν; Τίνι | |
τοῦτο κατάδηλον οὐκ ἔστιν ὅτι μὴ δι’ ἀρετὴν ὀνειδίζουσι δειλίαν, ἀλλ’ αἵματα διψῶντες, ὥσπερ σαγήναις, χρῶνται ταῖς ἰδίαις κακοτεχνίαις, νομίζοντες ἐν ταύταις συλλαμβά‐ | 143 | |
5 | νεσθαι οὓς ἐὰν ζητῶσιν ἀναιρῆσαι; Τοιούτους γὰρ αὐτοὺς αἱ πράξεις ἔδειξαν καὶ ἤλεγξαν τὸν τρόπον αὐτῶν, θηρίων μὲν ἀγριώτερον, Βαβυλωνίων δὲ ὠμότερον. Καὶ εἰ καὶ αὐτάρκης ἐκ τούτων ἐστὶν ὁ κατ’ αὐτῶν ἔλεγχος, ὅμως, ἐπειδὴ κατὰ «τὸν πατέρα ἑαυτῶν τὸν | |
10 | διάβολον» ἁπαλοῖς τοῖς λογαρίοις σχηματίζονται ὥστε δειλίαν ἐγκαλεῖν, δειλότεροι λαγωῶν ὄντες αὐτοί, φέρε καὶ τὰ ἐκ τῶν θείων γραφῶν περὶ τῶν τοιούτων γεγραμμένα θεωρήσωμεν. Δειχθήσονται γὰρ οὐδὲν ἧττον καὶ πρὸς ταύτας μὲν μαχόμενοι, τῶν δὲ ἁγίων τὰς ἀρετὰς | |
15 | διαβάλλοντες· εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσουσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν Ἡσαῦ, τὸν δὲ Μωσῆν εἰς | |
20 | Μαδιὰμ ἀναχωροῦντα διὰ τὸν φόβον τοῦ Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαυὶδ φεύγοντι τὸν Σαοὺλ ἀπὸ τῆς οἰκίας, ὅτε ἀπέστειλεν αὐτὸν ἀναιρεθῆναι, | |
καὶ κρυπτομένῳ μὲν τοῦτον ἐν τῷ σπηλαίῳ, «ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ», ἕως ἂν παρέλθῃ τὸν Ἀβιμέλεχ | 144 | |
25 | καὶ τὴν ἐπιβουλὴν ἐκκλίνῃ; Τί δ’ ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς, βλέποντες τὸν μέγαν Ἠλίαν ἐπικαλούμενον μὲν τὸν Θεὸν καὶ νεκρὸν ἐγείροντα, κρυπτόμενον δὲ διὰ τὸν Ἀχαὰβ καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἰεζάβελ; Τότε γὰρ ζητούμενοι καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκρύπτοντο | |
30 | λανθάνοντες ἐν τοῖς σπηλαίοις παρὰ τῷ Ἀβδιοῦ. | |
11 | Ἢ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι. Καὶ γὰρ καὶ οἱ μαθηταὶ «διὰ τὸν φόβον τῶν Ἰουδαίων» ἀνεχώρουν κρυπτόμενοι, καὶ ὁ Παῦλος ἐν Δαμασκῷ, παρὰ τοῦ ἐθνάρχου | |
5 | ζητούμενος, «ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς χεῖρας». Τῆς τοίνυν γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας ἐξευρεῖν δυνήσονται; Ἄν τε γὰρ δειλίαν ὀνειδίσωσι κατ’ αὐτῶν, | |
10 | μαινομένων τὸ τόλμημα, ἂν δὲ καὶ ὡς παρὰ τὸ βούλημα τοῦ Θεοῦ ποιοῦντας αὐτοὺς διαβάλλωσιν, οὐκ εἰδότες εἰσὶ παντελῶς τὰς γραφάς. Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν ἐκταγῆναι καὶ πόλεις φυγαδευτηρίων, ὑπὲρ τοῦ τοὺς ζητουμένους εἰς θάνατον, ὅπως δήποτε δύνασθαι διασῴζε‐ | |
15 | σθαι. Ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ τῷ Μωσεῖ λαλήσας Λόγος τοῦ Πατρὸς πάλιν ἐντολὴν ταύτην δίδωσι λέγων· «ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν»· καὶ μετ’ ὀλίγα φησίν· «ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ | 145 |
20 | ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ὑποστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ». Ταῦτα γὰρ εἰδότες οἱ ἅγιοι, | |
25 | τοιαύτην εἶχον τὴν τῆς πολιτείας ἀγωγήν. Ἃ γὰρ νῦν προσέταξεν ὁ Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει· καὶ ἔστιν οὗτος ὅρος ἀνθρώποις εἰς τελειότητα φέρων, ὃ δ’ ἂν ὁ Θεὸς προστάξῃ τοῦτο ποιεῖν. | |
12 | Διὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος δι’ ἡμᾶς γενόμενος ἄνθρωπος κατηξίωσε ζητούμενος ὡς ἡμεῖς κρυβῆναι· καὶ πάλιν διωκόμενος, φεύγειν καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι. Ἔπρεπε γὰρ αὐτόν, ὡς ἐκ τοῦ πεινῆν καὶ διψῆν καὶ τοῦ | |
5 | παθεῖν, οὕτως καὶ ἐκ τούτου δεικνύειν ἑαυτὸν φοροῦντα | |
σάρκα καὶ γενόμενον ἄνθρωπον. Ἐξ ἀρχῆς μὲν γὰρ ἅμα τῷ γενέσθαι ἄνθρωπος, ὅτε παιδίον ἦν, αὐτὸς διὰ τοῦ ἀγγέλου ἐνετείλατο τῷ Ἰωσήφ· «ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον· | 146 | |
10 | μέλλει γὰρ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου». Καὶ ἀποθανόντος δὲ Ἡρώδου φαίνεται δι’ Ἀρχέλαον τὸν υἱὸν αὐτοῦ ἀναχωρῶν εἰς τὴν Ναζαρέτ. Ὅτε δὲ λοιπὸν καὶ Θεὸν ἑαυτὸν ἐδείκνυε, καὶ τὴν ξηρὰν χεῖρα πεποίηκεν ὑγιῆ, «οἱ μὲν Φαρισαῖοι ἐξελθόντες συμβούλιον ἔλαβον κατ’ | |
15 | αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν, ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν». Καὶ γὰρ καὶ ὅτε τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, «ἀπ’ ἐκείνης, φησί, τῆς ἡμέρας ἐβουλεύσαντο, ἵνα ἀποκτείνωσιν αὐτόν. Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’ | |
20 | ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου». Εἶτα λέγοντος τοῦ Σωτῆρος· «πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι», οἱ μὲν Ἰουδαῖοι ἦραν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν, ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, καὶ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο καὶ παρῆγεν οὕτως. | |
13 | Ἄρα ταῦτα βλέποντες, μᾶλλον δὲ κἂν ἀκούοντες ἐπεὶ μὴ βλέπουσι, πῶς κατὰ τὸ γεγραμμένον οὐ θελήσουσι γενέσθαι πυρίκαυστοι, ὅτι ἐναντία ὧν ὁ Κύριος ποιεῖ καὶ | |
διδάσκει, βουλεύονται καὶ φθέγγονται; Καὶ γὰρ ὅτε Ἰωάννης | 147 | |
5 | μεμαρτύρηκε καὶ «οἱ μαθηταὶ τὸ σῶμα ἔθαψαν, ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν». Ὁ μὲν οὖν Κύριος ἐποίει ταῦτα καὶ οὕτως ἐδίδασκεν. Εἴθε δὲ οὗτοι κἂν οὕτως αἰσχυνθῶσι, καὶ μέχρι τῶν ἀνθρώπων στήσωσιν ἑαυτῶν τὴν προπέτειαν, καὶ μὴ | |
10 | πλέον μανέντες ἐγκαλέσωσι καὶ τῷ Σωτῆρι δειλίαν, ἅπαξ κατ’ αὐτοῦ βλασφημεῖν μελετήσαντες. Ἀλλ’ οὔτε μαινομένων αὐτῶν τις ἀνέξεται· μᾶλλον δὲ καὶ τὰ εὐαγγέλια μὴ νοοῦντες ἐλεγχθήσονται. Ἔστι γὰρ ἡ πρόφασις τῆς τοιαύτης ἀναχωρήσεως καὶ φυγῆς εὔλογος καὶ ἀληθής, ἣν ἐπὶ | |
15 | μὲν τοῦ Σωτῆρος κειμένην οἱ εὐαγγελισταὶ ἀπεμνημόνευσαν. Δεῖ δὲ ἡμᾶς ἐκ τούτου καὶ ἐπὶ πάντων τῶν ἁγίων τὴν αὐτὴν λογίζεσθαι (ἃ γὰρ περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως γέγραπται, ταῦτα τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀναφέρεσθαι προσήκει· τὸ γὰρ ἡμῶν ἐκεῖνος ἐφόρεσε σῶμα, καὶ τὴν ἀνθρωπίνην | |
20 | ἀσθένειαν ἐνεδείκνυτο), ἣν ὁ Ἰωάννης ἔγραψεν οὕτως· «Ἐζήτουν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ». Καὶ γὰρ καὶ πρὸ τοῦ ταύτην ἐλθεῖν, ἔλεγεν αὐτὸς τῇ μὲν μητρί· «οὔπω ἥκει ἡ ὥρα μου»· τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ· | |
25 | «ὁ ἐμὸς καιρὸς οὔπω πάρεστι». Πάλιν τε ἐλθόντος τοῦ καιροῦ ἔλεγε τοῖς μαθηταῖς· «καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ γὰρ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ | |
ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν». | 148 | |
14 | Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὢν τοῦ Πατρὸς καιρὸν οὐκ εἶχεν· αὐτὸς γὰρ τῶν καιρῶν ἐστι δημιουργός· ἄνθρωπος δὲ γενόμενος καὶ τοῦτο λέγων δείκνυσιν ἑκάστῳ τῶν ἀνθρώπων χρόνον εἶναι μεμετρημένον, καὶ χρόνον οὐ | |
5 | τὸν κατὰ τύχην, ὥς τινες τῶν Ἑλλήνων νομίζοντες μυθολο‐ γοῦσιν, ἀλλ’ ὃν αὐτὸς δημιουργὸς ὤν, ὡς ἠθέλησεν ὁ Πατήρ, ὥρισεν ἑκάστῳ. Καὶ τοῦτο γέγραπται καὶ πᾶσι γέγονε φανερόν· εἰ γὰρ καὶ κέκρυπται καὶ λανθάνει πάντας ἀνθρώπους τὸ πῶς καὶ τὸ πόσον ἑκάστῳ μεμέτρηται, ἀλλ’ | |
10 | ὅμως πᾶς ὁστισοῦν οἶδεν ὅτι, ὡς ἔαρος καὶ θέρους καὶ φθινοπώρου καὶ χειμῶνός ἐστι καιρός, οὕτως κατὰ τὸ γεγραμμένον «καιρὸς τοῦ ἀποθανεῖν καὶ καιρὸς τοῦ ζῆν ἐστι». Διὰ τοῦτο τῆς μὲν κατὰ Νῶε γενεᾶς ὁ χρόνος ἀπετμήθη, καὶ ὡς τοῦ καιροῦ πάντων παρόντος, συνεστάλη | |
15 | τὰ ἔτη, καὶ τῷ Ἐζεκίᾳ προσετέθησαν ἔτη δέκα καὶ πέντε. Τοῦ δὲ Θεοῦ ἐπαγγελλομένου τοῖς γνησίως αὐτῷ λατρεύουσιν, ὅτι «τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω», ὁ μὲν Ἀβραὰμ «πλήρης ἡμερῶν» ἀποθνῄσκει, ὁ δὲ Δαυὶδ παρεκάλει λέγων· «μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν | |
20 | μου». Καὶ ὁ μὲν εἷς τῶν φίλων τοῦ Ἰὼβ Ἐλιφὰζ τοῦτο | |
καλῶς εἰδὼς ἔλεγεν· «ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνία ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα»· ὁ δὲ Σολομών, ἐπισφραγίζων τούτου τὴν φωνήν, φησίν· «ἀφαιροῦνται ἄωροι ψυχαὶ | 149 | |
25 | παρανόμων». Διὸ καὶ παραινεῖ ἐν τῷ Ἐκκλησιαστῇ λέγων· «μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου». | |
15 | Ὥσπερ δὲ ταῦτα γέγραπται, δείκνυσιν ὁ Λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων μεμετρημένον. Τοῦ δὲ μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνου γνώρισμα τὸ λέγειν τὸν Δαυίδ· «τὴν ὀλιγότητα τῶν | |
5 | ἡμερῶν μου ἀνάγγειλόν μοι», ὃ γὰρ οὐκ ἠπίστατο τοῦτο μαθεῖν ἠξίου. Διὰ τοῦτο γοῦν ὁ πλούσιος, νομίζων ἔτι πολὺν ζήσεσθαι χρόνον, ἤκουσεν· «ἄφρον, ταύτῃ τῇ νυκτὶ ζητοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας τίνι ἔσται»; Ὁ δὲ Ἐκκλησιαστὴς ἀποφαίνεται θαρρῶν τῷ Πνεύματι τῷ | |
10 | Ἁγίῳ καί φησι· «καί γε οὐκ ἔγνω ἄνθρωπος τὸν καιρὸν αὐτοῦ». Διὰ τοῦτο γὰρ καὶ ὁ πατριάρχης Ἰσαὰκ ἔλεγε τῷ υἱῷ αὐτοῦ τῷ Ἡσαῦ· «ἰδοὺ ἐγὼ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου». Ὁ μὲν οὖν Κύριος, καίτοι Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρός, καὶ εἰδὼς τὸν μετρηθέντα | |
15 | τοῖς πᾶσι δι’ αὐτοῦ καιρὸν καὶ γινώσκων ὃν αὐτὸς ὥρισε | |
καὶ τῷ ἰδίῳ σώματι χρόνον εἰς τὸ παθεῖν, ἐπειδὴ δι’ ἡμᾶς ἄνθρωπος γέγονε, τὰς μὲν πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἡμέρας καὶ αὑτός, ὡς ἡμεῖς, ἐκρύπτετο ζητούμενος, διωκόμενός τε ἔφευγε, καὶ τὰς ἐπιβουλὰς ἐκκλίνων οὕτως διήρχετο, | 150 | |
20 | καὶ «διὰ μέσου αὐτῶν ἐπορεύετο»· ὅτε δὲ καὶ τὸν ὁρισθέντα παρ’ αὐτοῦ καιρὸν ἤγαγεν αὐτός, ἐν ᾧ καὶ παθεῖν σωματικῶς ὑπὲρ πάντων ἤθελε, τοῦτον μὲν προσφωνεῖ τῷ Πατρὶ λέγων· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν», οὐκέτι δὲ λοιπὸν τοὺς ζητοῦντας ἐκρύπτετο, | |
25 | ἀλλ’ εἱστήκει θέλων κρατηθῆναι παρ’ αὐτῶν. Εἶπε γάρ, φησί, τοῖς ἐλθοῦσι πρὸς αὐτόν· «τίνα ζητεῖτε; τῶν δὲ ἀποκριναμένων· Ἰησοῦν τὸν Ναζωραῖον, ἔλεγεν αὐτοῖς· ἐγώ εἰμι ὃν ζητεῖτε», καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον πεποίηκε· καὶ οὕτως λοιπὸν ἀπήγαγον αὐτὸν πρὸς τὸν | |
30 | Πιλάτον. Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ καιροῦ παρόντος ἐκρύπτετο, ἀλλὰ καὶ ἔκδοτον ἑαυτὸν ἐδίδου τοῖς ἐπιβουλεύουσιν, ἵνα δείξῃ πᾶσι τῆς ἄνωθεν κρίσεως ἠρτῆσθαι τὴν ζωὴν καὶ τὸν θάνατον τῶν ἀνθρώπων, καὶ ὅτι ἄνευ τοῦ Πατρὸς ἡμῶν | |
35 | τοῦ ἐν τοῖς οὐρανοῖς οὐδὲ θρὶξ ἀνθρώπου δύναται λευκὴ ἢ μέλαινα γενέσθαι οὐδὲ στρουθίον εἰς παγίδα ἐμπεσεῖν ποτε. | |
16 | Ὁ μὲν οὖν Κύριος οὕτως ἑαυτὸν προσῆγεν ὑπὲρ πάντων, ὡς προείρηται· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ Σωτῆρος μαθόντες (παρ’ αὐτοῦ γὰρ καὶ πρὸ | |
τούτου καὶ ἀεὶ πάντες ἐδιδάσκοντο), πρὸς μὲν τοὺς | 151 | |
5 | διώκοντας ἀγωνιζόμενοι, νομίμως ἔφευγον, καὶ ζητούμενοι παρ’ αὐτῶν ἐκρύπτοντο· ἀγνοοῦντες δέ, ὡς ἄνθρωποι, τοῦ ὁρισθέντος αὐτοῖς παρὰ τῆς Προνοίας χρόνου τὸ τέλος, οὐκ ἐβούλοντο παρέχειν ἁπλῶς ἑαυτοὺς ἐκδότους τοῖς ἐπιβουλεύουσιν· εἰδότες δὲ πάλιν τὸ γεγραμμένον, ὅτι | |
10 | «ἐν ταῖς χερσὶ τοῦ Θεοῦ εἰσιν οἱ κλῆροι» τῶν ἀνθρώπων καὶ «Κύριος θανατοῖ καὶ Κύριος ζωοποιεῖ», μᾶλλον ἕως τέλους ὑπέμενον, ὡς εἴρηκεν ὁ Ἀπόστολος· «περιερχό‐ μενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ἐν σπηλαίοις | |
15 | καὶ ταῖς ὀπαῖς τῆς γῆς» κρυπτόμενοι, ἕως ἂν ἢ ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ τὸν χρόνον ὁρίσας Θεὸς λαλήσῃ πρὸς αὐτοὺς καὶ παύσῃ τοὺς ἐπιβουλεύοντας, ἢ δηλονότι παραδῷ τοὺς διωκομένους τοῖς διώκουσιν, ὡς ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν. Καὶ τοῦτο περὶ πάντων ἀπὸ | |
20 | τοῦ Δαυὶδ ἔστι μαθεῖν καλῶς· ὅτε γὰρ κατὰ τοῦ Σαοὺλ παρώξυνεν αὐτὸν Ἰωάβ, ἔλεγεν αὐτός· «ζῇ Κύριος, ἐὰν μὴ ὁ Κύριος αὐτὸν παίσῃ ἢ ἔλθῃ ἡ ἡμέρα» τοῦ θανάτου αὐτοῦ, «ἢ καταβῇ εἰς πόλεμον καὶ προστεθῇ» εἰς τοὺς ὑπεναντίους, οὐ μὴ ἐποίσω «χεῖρά μου ἐπὶ χριστὸν Κυρίου». | |
17 | Εἰ δέ ποτε καὶ φεύγοντες προσήρχοντο τοῖς ζητοῦσιν, | |
οὐδὲ τοῦτο ἁπλῶς ἔπραττον· τοῦ γὰρ Πνεύματος λαλοῦντος αὐτοῖς, οὕτως ἀπήντων ἐκείνοις θεοφιλεῖς τυγχάνοντες καὶ οὕτω πάλιν τὴν ἑαυτῶν ὑπακοὴν καὶ προθυμίαν ἐπιδεικνύ‐ | 152 | |
5 | μενοι. Οἷος ἦν Ἠλίας ἀκούων παρὰ τοῦ Πνεύματος, καὶ φαινόμενος τῷ Ἀχαάβ, Μιχαίας τε ὁ προφήτης ἐρχό‐ μενος πρὸς αὐτὸν τὸν Ἀχαάβ, καὶ ὁ ἐπικαλεσάμενος προ‐ φήτης ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας, καὶ ἐντρέπων τὸν Ῥοβοάμ, καὶ Παῦλος ἐπικαλούμενος Καίσαρα. Οὐ | |
10 | γὰρ δὴ διὰ δειλίαν ἔφευγον, μὴ γένοιτο· μᾶλλον γὰρ τὴν φυγὴν εἶχον ἀγῶνα καὶ μελέτην κατὰ τοῦ θανάτου. Ἀλλὰ δύο ταῦτ’ ἐφύλαττον καὶ ἐβουλεύοντο καλῶς, ὅτι μήτε ἑαυτοὺς ἁπλῶς προσῆγον· τοῦτο γὰρ ἦν ἑαυτὸν ἀποκτεῖναι ὑπεύθυνόν τε θανάτου γενέσθαι, καὶ ἀντιπρᾶξαι τῷ Κυρίῳ | |
15 | λέγοντι· «ἃ ὁ Θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω»· μήτε μέμψιν ὀλιγωρίας ἤθελον ὑπομένειν, ὡς ἀτονήσαντες πρὸς τὰς ἐν τῇ φυγῇ θλίψεις μείζονα καὶ δεινότερον πόνον ἐχούσας τοῦ θανάτου. Ὁ μὲν γὰρ ἀποθανὼν πέπαυται τοῦ πονεῖν, ὁ δὲ φεύγων προσδοκῶν καθ’ ἡμέραν τὰς παρὰ | |
20 | τῶν ἐχθρῶν ἐφόδους, κουφότερον ἡγεῖται τὸν θάνατον· ὥστε καὶ τοὺς ἐν τῇ φυγῇ τελειωθέντας μὴ ἀκλεῶς ἀποθνῄσκειν, ἀλλ’ ἔχειν καὶ αὐτοὺς τοῦ μαρτυρίου τὸ καύχημα. Διὰ | |
τοῦτο γὰρ καὶ ὁ Ἰὼβ ἐν ἀνδρείᾳ μέγας ἐγνώσθη, ἐπειδὴ ζῶν τοσούτους καὶ τηλικούτους ὑπέμεινε πόνους, ὧν οὐδεμίαν | 153 | |
25 | αἴσθησιν ἐλάμβανεν εἰ τελευτήσας ἦν. Διὰ τοῦτο καὶ αὐτοὶ οἱ μακάριοι πατέρες τοιαύτην εἶχον τῆς πολιτείας τὴν ἀγωγήν· διωκόμενοι μὲν γὰρ οὐκ ἐδειλίων, ἀλλὰ καὶ μᾶλλον ἐδείκνυον ἑαυτῶν τὴν τῆς ψυχῆς ἀνδρείαν, οὕτως ἐν πνιγηροῖς καὶ σκοτεινοῖς τόποις ἑαυτοὺς κατα‐ | |
30 | κλείοντες, καὶ σκληρῶς ἑαυτοὺς ἄγοντες· παρόντα δὲ πάλιν τοῦ θανάτου τὸν καιρὸν οὐ παρῃτοῦντο. Ἔμελε γὰρ αὐτοῖς μήτε τοῦτον παρόντα πτήσσειν μήτε τὴν ὡρισμένην παρὰ τῆς Προνοίας κρίσιν προλαμβάνειν, μήτ’ αὖ πρὸς τὴν οἰκονομίαν αὐτῆς ἀντιπράττειν, εἰς ἣν καὶ φυλαττομένους | |
35 | ἑαυτοὺς ἐγίνωσκον, ἵνα μὴ καὶ προπετῶς πράττοντες ἑαυτοῖς αἴτιοι τοῦ πτοεῖσθαι γένωνται· Οὕτω γὰρ καὶ γέγραπται· «ὁ προπετὴς χείλεσι πτοήσει ἑαυτόν». | |
18 | Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φεύγων πρότερον τὸν Ἡσαῦ, οὐκ ἐφοβήθη παρόντα τὸν θάνατον, | |
5 | μᾶλλον γὰρ ἐν αὐτῷ τῷ καιρῷ κατ’ ἀξίαν ἕκαστον τῶν πατριαρχῶν ηὐλόγει· ὁ δὲ μέγας Μωσῆς κρυπτόμενος πρὸ τούτου τὸν Φαραὼ καὶ δι’ αὐτὸν ἀποδημήσας εἰς Μαδιὰμ ἀκούσας· «ἄπελθε εἰς Αἴγυπτον» οὐκ ἐφοβήθη, | |
πάλιν τε προσταχθείς· «ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρεὶ | 154 | |
10 | καὶ τελεύτα» οὐ δειλιάσας ἀπέμεινεν, ἀλλὰ καὶ ἄσμενος ὥρμησεν εἰς αὐτό. Καὶ ὁ μὲν Δαυὶδ φεύγων πρότερον τὸν Σαούλ, οὐκ ἐφοβεῖτο προκινδυνεύων ἐν τοῖς πολέμοις ὑπὲρ τῶν λαῶν, ἀλλὰ καὶ περὶ θανάτου καὶ φυγῆς αἵρεσιν ἀκούσας, ἐξὸν αὐτῷ φεύγειν καὶ ζῆν, μᾶλλον εἵλετο τὸν | |
15 | θάνατον ὁ σοφός· ὁ δὲ μέγας Ἠλίας κρυπτόμενος πάλαι τὴν Ἰεζάβελ οὐκ ἐδειλίασεν ἀκούσας παρὰ τοῦ Πνεύματος ἀπαντῆσαι τῷ Ἀχαὰβ καὶ τὸν Ὀχοζίαν ἐλέγξαι. Πέτρος δὲ ὁ διὰ τὸν φόβον τῶν Ἰουδαίων κρυπτόμενος, καὶ Παῦλος ὁ ἀπόστολος ἐν σαργάνῃ χαλασθεὶς καὶ φυγών, ἀκούσαντες | |
20 | «εἰς Ῥώμην δεῖ ὑμᾶς μαρτυρῆσαι» οὐκ ἀνεβάλοντο τὴν ἀποδημίαν, χαίροντες δὲ μᾶλλον ἀπῆλθον. Καὶ ὁ μέν, ὡς πρὸς τοὺς ἰδίους σπεύδων, ἐγάννυτο σφαζόμενος, ὁ δὲ καὶ παρόντα τὸν καιρὸν οὐ κατέπτησσεν, ἀλλὰ καὶ ἐκαυχᾶτο λέγων· «ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς | |
25 | μου ἐφέστηκε». | |
19 | Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρείας | |
αὐτῶν τὴν ἀρετὴν ἀνακηρύττει. Οὐδὲ γὰρ ἀντὶ ῥαθυμίας | 155 | |
5 | εἶχον τὴν ἀναχώρησιν, ἀλλὰ καὶ μείζονα τότε τὸν τόνον τῆς ἀσκήσεως ἐπέτεινον· οὐδὲ κατεγινώσκοντο φεύγοντες, οὐδὲ κατηγοροῦντο δειλίας παρὰ τοιούτων, οἷοι νῦν εἰσιν οὗτοι οἱ φιλαίτιοι· ἀλλὰ καὶ μᾶλλον ἐμακαρίζοντο παρὰ τοῦ Κυρίου λέγοντος· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν | |
10 | δικαιοσύνης». Ἀλλ’ οὐδὲ ἀνωφελὴς αὐτοῖς ὁ τοιοῦτος ἐγίνετο κάματος· ὡς γὰρ «χρυσὸν ἐν χωνευτηρίῳ δοκι‐ μασθέντας», ὡς εἶπεν ἡ Σοφία, «εὕρισκεν αὐτοὺς ὁ Θεὸς ἀξίους ἑαυτοῦ». Καὶ αὐτοὶ τότε μᾶλλον ὡς σπινθῆρες ἀνέλαμπον», σῳζόμενοι μὲν ἀπὸ τῶν καταδιωκόντων | |
15 | αὐτούς, ῥυσθέντες δὲ ἐκ τῶν ἐπιβούλων, καὶ διὰ τοῦτο φυλαχθέντες τοῖς λαοῖς εἰς διδασκαλίαν, ὥστε καὶ τὴν φυγὴν αὐτῶν, καὶ τὸ διαδρᾶναι τῶν ζητούντων τὸν θυμὸν, κατ’ οἰκονομίαν τοῦ Κυρίου γεγενῆσθαι. Τότε γὰρ οὕτως καὶ θεοφιλεῖς ἐγίνοντο καὶ καλλίστην εἶχον τῆς ἀνδραγαθίας | |
20 | τὴν μαρτυρίαν. | |
20 | Ὁ γοῦν πατριάρχης Ἰακὼβ φεύγων πλειόνων ὀπτα‐ σιῶν, καὶ τούτων θείων, κατηξιοῦτο· καὶ μᾶλλον ἠρεμῶν αὐτὸς ἔσχεν ὑπὲρ ἑαυτοῦ τὸν Κύριον τὸν μὲν Λάβαν ἐντρέ‐ ποντα, τὸν δὲ Ἡσαῦ ἐμποδίζοντα. Καὶ μετὰ ταῦτα γέγονε | |
5 | τοῦ Ἰούδα πατήρ, ἐξ οὗ κατὰ σάρκα ἀνέτειλεν ὁ Κύριος, καὶ τὰς εὐλογίας τοῖς πατριάρχαις διηκόνησε. Μωσῆς τε ὁ θεοφιλής, ὅτε ἔφευγε, τότε καὶ τὴν μεγάλην ὅρασιν εἶδε, καὶ διασωθεὶς ἀπὸ τῶν διωκόντων, προφήτης εἰς Αἴγυπτον | |
ἀπεστέλλετο, διάκονός τε τῶν τοσούτων σημείων καὶ | 156 | |
10 | τοῦ νόμου γενόμενος καθηγήσατο τοῦ τοσούτου λαοῦ ἐν τῇ ἐρήμῳ. Καὶ ὁ μὲν Δαυὶδ διωκόμενος ἐδίδασκεν· «ἐξηρεύ‐ ξατο ἡ καρδία μου λόγον ἀγαθόν» καὶ «ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξει· ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται»· καὶ μᾶλλον δὲ ἴσχυε λέγων· «ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός | |
15 | μου», καὶ πάλιν «ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος». Φεύγων τε καὶ ἀποδιδράσκων ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον, ἔλεγεν· «ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς κατα‐ πατοῦντάς με· ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ | |
20 | τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων». Οὕτω δὲ σωθεὶς κατ’ οἰκονομίαν καὶ αὐτὸς γέγονε μετὰ ταῦτα βασιλεύς, καὶ τὴν ἐπαγγελίαν ἔσχεν ἐκ σπέρματος αὐτοῦ τοῦ τὸν Κύριον ἡμῶν ἀνατεῖλαι. Ὁ δὲ μέγας Ἠλίας ἀναχωρῶν εἰς τὸ Καρμήλιον ὄρος | |
25 | ἐπεκαλεῖτο τὸν Θεόν, καὶ τοὺς μὲν τῆς Βάαλ προφήτας τετρακοσίους ὄντας καὶ πλείους ἀθρόως ἀπήλειψε, τοὺς δὲ πεμφθέντας ἐπ’ αὐτὸν δύο πεντηκοντάρχους μετὰ τῶν ἑκατόν, λέγων· «καταβήτω πῦρ ἀπ’ οὐρανοῦ», ἐν τούτῳ καὶ τούτοις ἐπετίμησε· τετήρηται δὲ καὶ αὐτός, ὥστε τὸν | |
30 | Ἐλισσαῖον ἀνθ’ ἑαυτοῦ χρῖσαι καὶ τύπος εἰς ἄσκησιν γενέσθαι τοῖς υἱοῖς τῶν προφητῶν. Παῦλος δὲ ὁ μακάριος γράφων· «οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με | |
ἐρρύσατο ὁ Κύριος καὶ ῥύσεται» μᾶλλον ἴσχυε λέγων· «ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, οὐδὲν γὰρ ἡμᾶς | 157 | |
35 | χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»· τότε γὰρ καὶ «ἕως τρίτου οὐρανοῦ ἡρπάσθη καὶ εἰς τὸν παράδεισον» ἀπηνέχθη, ἔνθα «καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» διὰ τοῦτο καὶ πεφύλακται, «ὥστε ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, πληρῶσαι τὸ | |
40 | εὐαγγέλιον». | |
21 | Οὐ μεμπτέα ἄρα, οὐδὲ ἀργὴ τῶν ἁγίων ἡ φυγή· εἰ γὰρ μὴ ἐξέκλινον τοὺς διώκοντας, πῶς ἐγίνετο τὸ ἐκ σπέρματος Δαυὶδ ἀνατεῖλαι τὸν Κύριον; ἢ τίνες ἔμελλον εὐαγγελίζεσθαι τὸν λόγον τῆς ἀληθείας; Καὶ γὰρ καὶ οἱ | |
5 | διώκοντες διὰ τοῦτο ἐζήτουν τοὺς ἁγίους, ἵνα μὴ ᾖ ὁ διδάσκων, ὁποῖα Ἰουδαῖοι παρήγγειλαν τοῖς ἀποστόλοις· ἀλλὰ διὰ τοῦτο πάντα ὑπέμενον, ἵνα τὸ εὐαγγέλιον κηρυχθῇ. Ἰδοὺ γοῦν καὶ οὕτως ἀγωνιζόμενοι οὐκ ἀργὸν εἶχον τὸν τῆς φυγῆς καιρόν, οὐδὲ διωκόμενοι ἐπελανθάνοντο τῆς | |
10 | ἑτέρων ὠφελείας, ἀγαθοῦ δὲ λόγου διάκονοι τυγχάνοντες οὐκ ἐφθόνουν οὐδὲ ταύτης μεταδιδόναι τοῖς πᾶσιν· ἀλλὰ καὶ φεύγοντες τὸ εὐαγγέλιον ἐκήρυττον, καὶ προύλεγον μὲν τῶν ἐπιβουλευόντων τὰς πανουργίας, ἠσφαλίζοντο | |
δὲ τοὺς πιστοὺς ταῖς παραινέσεσιν. Ὁ μὲν οὖν μακάριος | 158 | |
15 | Παῦλος πείρᾳ μαθὼν προύλεγε μέν· «ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ, διωχθήσονται», ἐπήλειφε δὲ εὐθὺς τοὺς φεύγοντας εἰπών· «δι’ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα». Κἂν γὰρ αἱ θλίψεις ὦσι συνεχεῖς, ἀλλ’ «ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ | |
20 | ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». Ὁ δὲ προφήτης Ἡσαίας, προσδοκωμένης τοιαύτης περιστάσεως, ὑπεμίμνησκε καὶ ἐβόα· «βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ | |
25 | ἡ ὀργή». Ὁ δὲ Ἐκκλησιαστὴς εἰδὼς τὰς κατὰ τῶν θεοσεβῶν ἐπιβουλὰς καὶ λέγων· «ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν τῇ χώρᾳ, μὴ θαυμάσῃς ἐν τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπ’ αὐτῆς καὶ περισσεία γῆς». | |
30 | Εἶχε τὸν πατέρα ἑαυτοῦ τὸν Δαυὶδ πείρᾳ, καὶ αὐτὸν μαθόντα τὰ ἐν τοῖς διωγμοῖς καὶ ἀσφαλιζόμενον τοὺς πάσχοντας ἐν τῷ λέγειν· «ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον»· τοῖς γὰρ οὕτως | |
ὑπομένουσιν οὐκ ἄνθρωπος, ἀλλ’ αὐτός φησι· «Κύριος | 159 | |
35 | βοηθήσει, καὶ ῥύσεται αὐτούς, ὅτι ἤλπισαν ἐπ’ αὐτόν»· καὶ γὰρ κἀγὼ «ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου κατωτάτου καὶ ἀπὸ πηλοῦ ἰλύος». Ὠφέλιμος ἄρα τοῖς λαοῖς καὶ οὐκ ἄκαρπος ἡ φυγὴ τῶν ἁγίων | |
40 | δείκνυται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ. | |
22 | Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες κατὰ περιττὸν καὶ δι’ οἰκονομίαν ἐφυλάττοντο ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ’ ἄλλοις καὶ πᾶσιν ἁπλῶς ἡμῖν τοῖς ἀνθρώποις νόμος οὗτος, φεύγειν διωκομένους καὶ | |
5 | κρύπτεσθαι ζητουμένους, καὶ μὴ προπετεύεσθαι μὲν ἐν τῷ πειράζειν τὸν Κύριον, περιμένειν δὲ αὐτούς, καθὰ προεῖπον, ἕως ἂν ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ κριτής τι περὶ αὐτῶν βουλεύσηται, ὅπερ ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν· εἶναι μέντοι τούτους ἑτοίμους, ὥστε καιροῦ καλέσαν‐ | |
10 | τος καὶ κρατηθέντας «ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου». Ταῦτα καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς ἐφύλαττον, καὶ διωκόμενοι μὲν ἔφευγον, καὶ λανθάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ ἐμαρτύρουν. Εἰ δὲ καί τινες ἐξ αὐτῶν ἑαυτοῖς προσήρχοντο τοῖς διώ‐ | |
15 | κουσι, καὶ τοῦτο οὐχ ἁπλῶς ἔπραττον· ἐμαρτύρουν γὰρ εὐθὺς καὶ πᾶσιν ἐγίνετο φανερὸν ὅτι παρὰ τοῦ Πνεύματος | |
ἦν καὶ αὐτῶν ἡ προθυμία καὶ ἡ τοσαύτη πρόσοδος. | 160 | |
23 | Οὐκοῦν ὅτε τοιαῦτα τοῦ Σωτῆρός ἐστι τὰ παραγγέλματα, καὶ τοιαῦται τῶν ἁγίων αἱ πράξεις, εἰπάτωσαν ἡμῖν οἱ μηδ’ ὁτιοῦν ἄν τις εἴποι κατ’ ἀξίαν ἑαυτῶν ἀκούοντες, πόθεν ἔμαθον αὐτοὶ τὸ διώκειν; Ἀπὸ | |
5 | μὲν γὰρ τῶν ἁγίων, οὐκ ἂν εἴποιεν· ἀπὸ δὲ τοῦ διαβόλου (τοῦτο γὰρ αὐτοῖς περιλείπεται) τοῦ λέγοντος· «διώξας καταλήψομαι». Καὶ τὸ μὲν φεύγειν ὁ Κύριος προσέταξε, καὶ οἱ ἅγιοι ἔφευγον, τὸ δὲ διώκειν διαβολικόν ἐστιν ἐπιχείρημα, καὶ κατὰ πάντων αὐτὸς αἰτεῖται τοῦτο. | |
10 | Τίνι τοίνυν δεῖ προσθέσθαι, πάλιν λεγέτωσαν· τοῖς τοῦ Κυρίου ῥήμασιν ἢ ταῖς αὐτῶν μυθολογίαις; Τίνων δὲ δεῖ μιμεῖσθαι τὰς πράξεις· τῶν ἁγίων ἢ ὧν ἂν ἐπινοήσωσιν αὐτοί; Ἐπειδὴ δὲ ἴσως οὐδὲ ταῦτα διακρίνειν αὐτοὶ δύνανται (πεπήρωνται γὰρ τὴν διάνοιαν καὶ τὴν συνείδησιν, ὡς | |
15 | εἶπεν Ἡσαίας, καὶ νομίζουσι «τὸ πικρὸν εἶναι γλυκὺ καὶ τὸ φῶς σκότος»), παρελθών τις ἐξ ἡμῶν Χριστιανὸς ἐντρεψάτω τούτους μεγάλῃ τῇ φωνῇ λέγων· «ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον», ἢ ταῖς τούτων προσέχειν μωρολογίαις. Τὰ μὲν γὰρ τοῦ Κυρίου ῥήματα ζωὴν αἰώνιον | |
20 | ἔχει, τὰ δὲ παρὰ τούτων προφερόμενα πανουργίας καὶ | |
αἱμάτων ἐστὶ μεστά. | 161 | |
24 | Ἱκανὰ μὲν οὖν ταῦτα τὴν μανίαν τῶν ἀσεβῶν ἀνατρέψαι, καὶ δεῖξαι μηδὲν ἕτερον αὐτοὺς σπουδάζοντας ἢ ἵνα μόνον εἰς λοιδορίας καὶ βλασφημίας φιλονεικῶσιν. Ἐπειδὴ δὲ ἅπαξ χριστομάχοι τολμήσαντες εἶναι, λοιπὸν | |
5 | καὶ φιλοπράγμονες γεγόνασιν, ἐξεταζέτωσαν ὅμως καὶ τὸν τρόπον τῆς ἀναχωρήσεως, καὶ μανθανέτωσαν παρὰ τῶν ἰδίων. Ἦσαν γὰρ Ἀρειανοὶ συνδραμόντες τοῖς στρατιώταις εἰς τὸ παροξύνειν αὐτούς, καὶ ἀγνοοῦσιν αὐτοῖς δεικνύειν ἡμᾶς. Καὶ εἰ καὶ οὕτως ἀσυμπαθεῖς τυγχάνουσιν, ἀλλὰ | |
10 | κἂν ἀκούοντες ἠρεμείτωσαν αἰσχυνόμενοι. Νὺξ μὲν γὰρ ἤδη ἦν, καὶ τοῦ λαοῦ τινες ἐπαννύχιζον προσδο‐ κωμένης συνάξεως· ὁ δὲ στρατηλάτης Συριανὸς ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλεῖον πεντακισχιλίων ἐχόντων ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη καὶ ῥόπαλα, | |
15 | καθὰ καὶ πρότερον εἴρηται. Καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε στήσας τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἀπὸ τῆς ἐκκλησίας ἐξελθόντας παρελθεῖν αὐτούς. Ἐγὼ δὲ ἄλογον ἡγούμενος ἐν τοσαύτῃ συγχύσει καταλεῖψαι τοὺς λαοὺς καὶ μὴ μᾶλλον προκινδυνεύειν | |
20 | αὐτῶν, καθεσθεὶς ἐπὶ τοῦ θρόνου, προέτρεπον τὸν μὲν διάκονον ἀναγινώσκειν ψαλμόν, τοὺς δὲ λαοὺς ὑπακούειν· «ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ» καὶ πάντας οὕτως ἀναχωρεῖν καὶ εἰς τοὺς οἴκους ἀπιέναι. Ἀλλὰ τοῦ | |
στρατηλάτου βίᾳ λοιπὸν ἐπεισελθόντος, καὶ τῶν στρατιωτῶν | 162 | |
25 | περιλαβόντων τὸ ἱερατεῖον ἕνεκα τοῦ συλλαβεῖν ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ καὶ οἱ ἀπὸ τῶν λαῶν ἐβόων, ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς· ἐγὼ δὲ μᾶλλον ἀντέλεγον, μὴ πρότερον ἀναχωρήσειν εἰ μὴ πάντες καθ’ ἕκαστον ὑπεξέλθοιεν. Ἀναστὰς γοῦν καὶ προστάξας εὐχὴν οὕτως | |
30 | ἀντηξίουν ἀπιέναι πρότερον τοὺς πάντας, «βέλτιον εἶναι, λέγων, ἐμὲ κινδυνεύειν ἢ βλαβῆναί τινας ἐξ ὑμῶν». Ἐξελθόντων τοίνυν τῶν πλείστων, καὶ τῶν λοιπῶν ἐπακολουθούντων οἱ σὺν ἡμῖν ὄντες ἐκεῖ μοναχοὶ καί τινες τῶν κληρικῶν ἀνελθόντες εἵλκυσαν ἡμᾶς. Καὶ οὕτως, ἐπὶ | |
35 | μάρτυρι τῇ ἀληθείᾳ, τῶν στρατιωτῶν τῶν μὲν περιεστηκότων τὸ ἱερατεῖον, τῶν δὲ περιερχομένων τὴν ἐκκλησίαν διήλθομεν, τοῦ Κυρίου ὁδηγοῦντος καὶ αὐτοῦ φυλάττοντος, λαθόντες αὐτοὺς ἀνεχωρήσαμεν, δοξάζοντες μεγάλως αὐτὸν τὸν Θεόν, ὅτι μήτε προδεδώκαμεν τὸν λαόν, ἀλλὰ | |
40 | καὶ προπέμψαντες αὐτοὺς διασωθῆναι καὶ διαφυγεῖν τὰς χεῖρας τῶν ζητούντων ἠδυνήθημεν. | |
25 | Τῆς τοίνυν Προνοίας οὕτως καὶ παραδόξως ῥυσαμένης, τίς ἂν δικαίως μέμψιν ἐπαγάγοι ὅτι μὴ τοῖς ζητοῦσιν ἑαυτοὺς ἐκδότους δεδώκαμεν, ἢ ὑποστρέψαντες | |
ἐνεφανίσαμεν ἑαυτούς; Τοῦτο γάρ ἐστιν ἄντικρυς | 163 | |
5 | ἀχαριστῆσαι τῷ Κυρίῳ, παρ’ ἐντολήν τε αὐτοῦ πρᾶξαι καὶ ταῖς τῶν ἁγίων μάχεσθαι πράξεσιν. Ἢ ὁ τοῦτο μεμφόμενος τολμησάτω καὶ τὸν μέγαν ἀπόστολον Πέτρον αἰτιάσασθαι, ὅτι καίτοι συγκλεισθεὶς καὶ τηρούμενος ὑπὸ στρατιωτῶν ἠκολούθησε τῷ καλοῦντι ἀγγέλῳ καὶ ἐξελθὼν | |
10 | ἀπὸ τῆς φυλακῆς καὶ διασωθείς, οὐχ ὑπέστρεψε καὶ παρέδωκεν ἑαυτόν, καίπερ ἀκούσας ἃ πεποίηκεν Ἡρώδης. Μεμφέσθω δὲ μανεὶς ὁ Ἀρειανὸς ὅτι μήτε Παῦλος ὁ ἀπόστολος, χαλασθεὶς ἀπὸ τοῦ τείχους καὶ διασωθείς, μετέγνω καὶ ὑποστρέψας ἔκδοτον ἑαυτὸν δέδωκε· μήτε | |
15 | ὅτι Μωσῆς ὑπέστρεψεν ἀπὸ Μαδιὰμ εἰς Αἴγυπτον, ἵνα κρατηθῇ παρὰ τῶν ζητούντων, μήτε ὁ Δαυὶδ ἐν τῷ σπηλαίῳ ἔδειξεν ἑαυτὸν τῷ Σαούλ, ἀλλὰ καὶ οἱ υἱοὶ τῶν προφητῶν ἔμειναν ἐν τοῖς σπηλαίοις καὶ οὐ παρέδωκαν ἑαυτοὺς τῷ Ἀχαάβ. Τοῦτο γὰρ ἦν πάλιν παρ’ ἐντολὴν ποιεῖν λεγούσης | |
20 | τῆς γραφῆς· «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου». | |
26 | Τοῦτο γοῦν εὐλαβούμενος κἀγώ, καὶ ταῦτα μαθὼν οὕτως ἐμαυτὸν ἤγαγον καὶ οὐκ ἀθετῶ τὴν εἰς ἐμὲ γενομένην παρὰ τοῦ Κυρίου χάριν καὶ βοήθειαν, κἂν οὗτοι μαινόμενοι | |
τρίζωσι τοὺς ὀδόντας καθ’ ἡμῶν. Καὶ γὰρ τοιοῦτος ὁ τρόπος | 164 | |
5 | τῆς ἀναχωρήσεως ἡμῶν γέγονε, καὶ ἡγοῦμαι μηδεμίαν αὐτὴν ἔχειν μέμψιν παρ’ οἷς ἐστιν ὁ λογισμὸς ὑγιής, ὅπουγε καὶ κατὰ τὴν θείαν γραφὴν οὗτος ἡμῖν παρὰ τῶν ἁγίων εἰς διδασκαλίαν ὁ τύπος παρεδόθη. Ἀλλ’ οὗτοι, ὡς ἔοικεν, οὔτε τι τῶν ἀτολμήτων παρορῶσιν, οὔτε παραλιμπάνειν | |
10 | τι βούλονται, ὃ μὴ τὴν πονηρίαν αὐτῶν καὶ τὴν ὠμότητα δείκνυσι. Καὶ γὰρ καὶ ὁ βίος αὐτῶν τοιοῦτός ἐστιν, οἷοί εἰσι καὶ τῷ φρονήματι καὶ ταῖς φλυαρίαις· καὶ οὐκ ἂν εἴποι τις τοιαῦτα καὶ τοσαῦτα κατ’ αὐτῶν, οἷα καὶ ὅσα πράττοντες αὐτοὶ οὐκ αἰσχύνονται. Ὁ μὲν γὰρ Λεόντιος, | |
15 | διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέρας λεγομένης Εὐστολίου καὶ κωλυόμενος συνοικεῖν αὐτῇ, δι’ αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν’ ἐπ’ ἀδείας ἔχῃ διατρίβειν μετ’ αὐτῆς. Καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὢν καθῃρέθη, εἰ καὶ Κωνστάντιος | |
20 | ὁ αἱρετικὸς ἐβιάσατο λέγεσθαι αὐτὸν ἐπίσκοπον· ὁ δὲ Νάρκισσος ἄλλα τε πολλὰ κακὰ ἔχων καὶ τρίτον ἐν διαφόροις συνόδοις καθῃρέθη· καὶ νῦν αὐτός ἐστιν ἐν αὐτοῖς ὁ πονηρότατος. Ὁ δέ γε Γεώργιος καὶ πρεσβύτερος μὲν ὢν διὰ τὴν κακίαν αὐτοῦ καθῃρέθη, καὶ ὀνομάσας δὲ ἑαυτὸν | |
25 | ἐπίσκοπον οὐδὲν ἧττον πάλιν καθῃρέθη ἐν τῇ κατὰ Σαρδικὴν | |
μεγάλῃ συνόδῳ. Ἔχει δέ τι καὶ πλέον, ὅτι καὶ ζῶν ἀσώτως οὐκ ἔλαθεν· ἀλλὰ καὶ παρὰ τῶν οἰκείων καταγινώσκεται τὸ τέλος τοῦ ζῆν καὶ τὴν εὐθυμίαν ἐν τοῖς αἰσχίστοις μετρῶν. | 165 | |
27 | Ἕκαστος μὲν οὖν τὸν ἕτερον ἐν τοῖς ἰδίοις πλεονεκτεῖ κακοῖς, κοινὸς δὲ σπῖλός ἐστιν αὐτοῖς, ὅτι τὴν αἵρεσίν εἰσι χριστομάχοι καὶ οὐκέτι Χριστιανοί, ἀλλὰ μᾶλλον Ἀρειανοὶ καλοῦνται. Ἰδοὺ ταῦτα διαβάλλειν αὐτοὺς ἔδει· | |
5 | ἀλλότρια γὰρ τῆς ἐν Χριστῷ πίστεώς ἐστιν. Ἀλλὰ ταῦτα μὲν δι’ ἑαυτοὺς κρύπτουσιν, οὐδὲν δὲ θαυμαστὸν εἰ τοιοῦτοι ὄντες τῷ φρονήματι καὶ τοιούτοις συμπλεκόμενοι κακοῖς, τοὺς μὴ συντρέχοντας αὐτῶν τῇ ἀσεβεστάτῃ αἱρέσει διώκοντες ζητοῦσι. Καὶ ἀναιροῦντες μὲν χαίρουσι, μὴ | |
10 | τυγχάνοντες δὲ ὧν εὔχονται, λυποῦνται καὶ νομίζουσιν ἀδικεῖσθαι, ὅταν, καθὰ προεῖπον, βλέπωσι ζῶντας οὓς ἀποθνήσκειν βούλονται. Εἴη δὲ τούτους οὕτως ἀδικεῖσθαι, ὥστε αὐτοὺς μὲν ἀσθενεῖν ἐν ταῖς ἀδικίαις αὐτῶν, τοὺς δὲ διωκομένους παρ’ αὐτῶν εὐχαριστεῖν τῷ Κυρίῳ καὶ λέγειν | |
15 | τὰ ἐν τῷ εἰκοστῷ ἕκτῳ ψαλμῷ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές | |
με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον»· καὶ | 166 | |
20 | πάλιν ἐν τῷ τριακοστῷ ψαλμῷ· «ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου». Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ τῷ Πατρὶ ἐν Ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς αἰῶνας τῶν | |
25 | αἰώνων· ἀμήν. | 167 |