TLG 2035 010 :: ATHANASIUS :: De synodis Arimini in Italia et Seleuciae in Isauria ATHANASIUS Theol. De synodis Arimini in Italia et Seleuciae in Isauria Source: Opitz, H.G. (ed.), Athanasius Werke, vol. 2.1. Berlin: De Gruyter, 1940: 231–278.
Citation: Chapter — section — (line) | ||
1t | Τοῦ αὐτοῦ ἐπιστολὴ περὶ τῶν γενομένων ἐν τῇ Ἀριμίνῳ τῆς Ἰταλίας καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδων | |
1.1 | Ἔφθασε μὲν ἴσως καὶ παρ’ ὑμᾶς ἡ ἀκοὴ περὶ τῆς καὶ νῦν θρυλουμένης συνόδου· καὶ γὰρ βασιλέως καὶ τῶν ἐπάρχων ἐφοίτησε πανταχῆ γράμματα καλοῦντα τοὺς εἰς ταύτην συνερχομένους· ἐπειδὴ δὲ καὶ φιλομαθεῖς ὄντες ζητεῖτε γνῶναι τὰ πεπραγμένα ἀκόλουθον εἶναι νενόμικα, ἅπερ ἑώρακα καὶ ἔγνων ἀκριβῶς ταῦτα καὶ ὑμῖν δηλῶσαι, ἵνα μὴ παρ’ ἑτέ‐ | |
5 | ρων ἀκούοντες ἀμφίβολον ἔχητε τὴν διάνοιαν, μάλιστα ὅτι τινὲς εἰώθασιν ἑτέρως ἀπαγ‐ | |
---|---|---|
1.2 | γέλλειν τὰ πραττόμενα ἢ ὡς γέγονεν. ἐν μὲν οὖν τῇ Νικαίᾳ, ὥσπερ ἦν ὁρισθέν, οὐκέτι γέγονε τὸ συνέδριον, ἀλλὰ δεύτερον πρόσταγμα πεφοίτηκεν, ὥστε τοὺς μὲν ἐν τοῖς δυτι‐ κοῖς μέρεσιν ἐπισκόπους ἐν Ἀριμίνῳ τῆς Ἰταλίας συνελθεῖν, τοὺς δὲ ἐν τοῖς ἀνατολικοῖς | |
1.3 | μέρεσιν ἐν τῇ λεγομένῃ Τραχείᾳ Σελευκείᾳ τῆς Ἰσαυρίας συγκροτηθῆναι. ἡ δὲ πρό‐ φασις τῆς τοιαύτης συνελεύσεως ἐθρυλεῖτο περὶ πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. οἱ δὲ ταύτην παρασχόντες εἰσὶν ἀπὸ μὲν τῆς Παννονίας Οὐρσάκιος καὶ Οὐάλης καὶ Γερμίνιός τις, ἀπὸ δὲ τῆς Συρίας Ἀκάκιος, Εὐδόξιος καὶ Πατρόφιλος ὁ ἀπὸ | |
1.4 | τῆς ἐπωνύμου τῶν Σκυθῶν πόλεως τυγχάνων. οὗτοι γὰρ ἀεὶ τῆς Ἀρείου μερίδος ὄντες καὶ μὴ «νοοῦντες μήτε πῶς πιστεύουσι μήτε περὶ τίνων διαβεβαιοῦνται», ἀπατῶντες δὲ ἕκαστον ἠρέμα καὶ σπέρματα τῆς αἱρέσεως ἑαυτῶν ἐπισπείροντες ὑφήρπασάν τινας | |
«τῶν δοκούντων εἶναί τι» καὶ αὐτὸν τὸν βασιλέα Κωνστάντιον αἱρετικὸν ὄντα σχηματισά‐ | 231 | |
5 | μενοι περὶ πίστεως, ὥστε ποιῆσαι γενέσθαι σύνοδον, νομίζοντες δύνασθαι καλύψαι τὴν ἐν Νικαίᾳ σύνοδον καὶ τοὺς πάντας μεταπείθειν, ὥστε τὴν ἀσέβειαν ἀντὶ τῆς ἀληθείας κρατῆσαι πανταχοῦ. | |
2.1 | Πρῶτον μὲν οὖν ἔγωγε θαυμάζω (ἡγοῦμαι δὲ καὶ πάντα ὁντιναοῦν φρόνιμον τοῦτο συνορᾶν) ὅτι καθολικῆς ὁρισθείσης συνόδου καὶ ταύτην πάντων προσδοκώντων ἐξαίφνης διῃρέθη· καὶ οἱ μὲν ἐκεῖ συνῆλθον, οἱ δὲ ὧδε συνεκρότησαν ἑαυτούς. ἦν δὲ ἄρα τοῦτο τῆς προνοίας ἔργον, ἵνα ἐν ἑκάστῃ τῶν μὲν τὸ ἄδολον καὶ καθαρὸν τῆς πίστεως δειχθῇ φρό‐ | |
5 | νημα, τῶν δὲ τὸ ὕποπτον καὶ ἀμφίβολον ἦθος ἐλεγχθῇ. ἔπειτα κἀκεῖνο διενοούμην μετὰ τῶν ἐνταῦθα γνησίων ἀδελφῶν καὶ καθ’ ἑαυτοὺς ἠσχάλλομεν θεωροῦντες τὸ ἀπρεπὲς τῆς | |
2.2 | τοσαύτης συνδρομῆς. τί γὰρ τοσοῦτον ἤπειξεν, ὥστε τὴν οἰκουμένην διαταραχθῆναι καὶ τοὺς λεγομένους ἐν τῷ καιρῷ τούτῳ κληρικοὺς διατρέχειν ἄνω καὶ κάτω καὶ ζητεῖν, πῶς ἄρα μάθωσι πιστεύειν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν; εἰ γὰρ ἐπίστευον, οὐκ | |
2.3 | ἂν ὡς μὴ ἔχοντες ἐζήτουν. τοῦτο δὲ τοῖς μὲν κατηχουμένοις οὐκ ὀλίγον σκάνδαλον, τοῖς δὲ Ἕλλησιν οὐ τὸ τυχόν, ἀλλὰ καὶ πλατὺν γέλωτα παρέσχεν, εἰ Χριστιανοὶ ὥσπερ ἐξ ὕπνου νῦν ἐγερθέντες ζητοῦσι, πῶς δεῖ περὶ Χριστοῦ πιστεύειν. οἱ δὲ λεγόμενοι κληρικοὶ τού‐ των καίτοι τὰ πρεσβεῖα παρὰ τῶν λαῶν ἐκδικοῦντες ὡς διδάσκαλοι νῦν ἤλεγξαν ἑαυτοὺς | |
2.4 | ἀπίστους ζητοῦντες ὅπερ οὐκ ἔχουσι. καὶ ἠγνόησαν οἱ περὶ Οὐρσάκιον τούτων αἴτιοι γενόμενοι, ὅσην ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν λέγοντος τοῦ κυρίου διὰ μὲν τῶν ἁγίων· «οὐαὶ δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι», διὰ δὲ ἑαυτοῦ ἐν τοῖς εὐαγγελίοις· «ὃς οὖν ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρε‐ | |
5 | μασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ἢ ἵνα», ὡς ὁ Λουκᾶς προσέθηκε, «σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα». | |
3.1 | Τί γὰρ ἔλειπε διδασκαλίας εἰς εὐσέβειαν τῇ καθολικῇ ἐκκλησίᾳ, ἵνα νῦν περὶ πίστεως ζητῶσι καὶ τὴν ὑπατείαν τῶν παρόντων χρόνων προτάσσωσι τῶν παρ’ αὐτῶν ἐκτιθε‐ μένων ῥημάτων δῆθεν περὶ πίστεως; Οὐρσάκιος γὰρ καὶ Οὐάλης καὶ Γερμίνιος καὶ οἱ | |
3.2 | σὺν αὐτοῖς πεποιήκασιν ὃ μήτε γέγονε μήτε ἠκούσθη πώποτε παρὰ Χριστιανοῖς. Γρά‐ ψαντες γὰρ ὡς ἤθελον αὐτοὶ πιστεύειν προέταξαν τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν τοῦ παρόντος χρόνου, ἵνα δείξωσι πᾶσι τοῖς φρονίμοις ὅτι μὴ πρότερον, ἀλλὰ νῦν ἐπὶ Κωνσταντίου ἀρχὴν ἔχει τούτων ἡ πίστις. πάντα γὰρ πρὸς τὴν ἰδίαν αἵρεσιν | |
5 | βλέποντες ἔγραψαν. πρὸς τούτοις περὶ τοῦ κυρίου προσποιούμενοι γράφειν ἄλλον ‘δεσπότην‘ ὀνομάζουσιν ἑαυτοῖς Κωνστάντιον· αὐτὸς γὰρ ἦν ὁ τὴν δυναστείαν τῆς ἀσε‐ βείας αὐτοῖς παρέχων· καὶ ‘αἰώνιον‘ δὲ αὐτὸν ‘βασιλέα‘ εἰρήκασιν οἱ τὸν υἱὸν ἀίδιον | |
3.3 | ἀρνούμενοι· οὕτως εἰσὶ πρὸς ἀσέβειαν χριστομάχοι. ἀλλ’ ἴσως αὐτοῖς ἐστι πρόφασις τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν, | |
πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων ἔχουσι μνήμην. καὶ Ἡσαίας μὲν καὶ Ὠσηὲ «ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ | 232 | |
5 | Ἐζεκίου» γεγόνασιν, Ἱερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου, Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ Κύρου καὶ Δαρείου καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν οὐ τῆς θεοσεβείας ἀρχὴν καταβαλλό‐ | |
3.4 | μενοι. ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ ἦν καὶ πρὸ καταβολῆς κόσμου ταύτην ἡμῖν ὁ θεὸς ἐν Χριστῷ προητοίμασεν. οὐδὲ τῆς αὐτῶν δὴ πίστεως τοὺς χρόνους ἐσήμαινον· ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί· ἀλλὰ τῆς δι’ αὐτῶν ἀπαγγελίας ἦσαν οἱ | |
3.5 | χρόνοι. ἦν δὲ ἡ ἀπαγγελία προηγουμένη μὲν περὶ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ἐπακο‐ λούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι. καὶ ἦσαν οἱ χρόνοι σημαινό‐ μενοι οὐκ ἀρχῆς πίστεως, καθὰ προεῖπον, ἀλλ’ αὐτῶν τῶν προφητῶν, καθ’ οὓς οὗτοι γενό‐ | |
3.6 | μενοι τοιαῦτα προεφήτευον. οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι οὐδὲ τὰ μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες ‘ἐξετέθη ἡ πίστις ἡ καθολικὴ‘ εὐθὺς προσέθηκαν καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν, ἵνα, ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ τῆς ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν χρόνον ση‐ | |
5 | μάνωσι. καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον ‘νῦν γὰρ ἤρξατο‘ καὶ μὴ ὡς περὶ τῆς καθολι‐ κῆς ἐπεχείρουν· οὐ γὰρ ἔγραψαν ‘οὕτω πιστεύομεν‘, ἀλλ’ ὅτι ‘ἐξετέθη ἡ καθολικὴ πίστισ‘. | |
4.1 | Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν, τὸ δὲ καινὸν ἐπι‐ νόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως. οὕτω γὰρ γράψαντες ἔδειξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί, ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν αὐτῶν καταγγέλ‐ | |
4.2 | λεσθαι. καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐτέθη δόγμα» περὶ τῆς ἀπο‐ γραφῆς καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν ἡμερῶν ἐκείνων ἤρξατο, ἐν αἷς καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι γράψαντες ‘ἐξετέθη νῦν ἡ πίστισ‘ ἔδει‐ | |
4.3 | ξαν ὅτι νεώτερόν ἐστι τὸ τῆς αἱρέσεως αὐτῶν φρόνημα καὶ οὐκ ἦν πρότερον. εἰ δὲ προστιθέασι ‘τῆς καθολικῆσ‘, ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παράνοιαν τῶν ἀπὸ Φρυ‐ γίας, ὥστε καὶ αὐτοὺς κατ’ ἐκείνους εἰπεῖν· ‘ἡμῖν πρῶτον ἀπεκαλύφθη καὶ ἀφ’ ἡμῶν ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν‘. καὶ ὥσπερ ἐκεῖνοι Μαξιμίλλαν καὶ Μοντανόν, οὕτως | |
4.4 | οὗτοι ἀντὶ τοῦ Χριστοῦ Κωνστάντιον ‘δεσπότην‘ ἐπιγράφονται. εἰ δὲ κατ’ αὐτοὺς ἀπὸ τῆς νῦν ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυ‐ ρες, τί δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παρ’ αὐτῶν κατηχηθέντας καὶ πρὸ τῆς ὑπατείας ταύ‐ της κοιμηθέντας, πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι τούτους ἀπαλείψω‐ | |
5 | σιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν ἐπισπείρωσιν αὐτοῖς; οὕτως εἰσὶν ἀμαθεῖς μόνον εἰδότες πλάττειν προφάσεις καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους ἐχούσας ἐγγὺς τὸν ἔλεγχον. | |
5.1 | Ἡ μὲν γὰρ ἐν Νικαίᾳ σύνοδος οὐχ ἁπλῶς γέγονεν, ἀλλ’ εἶχε τὴν χρείαν κατεπεί‐ | |
γουσαν καὶ τὴν αἰτίαν εὔλογον. οἱ μὲν γὰρ ἀπὸ τῆς Συρίας καὶ Κιλικίας καὶ Μεσοποταμίας ἐχώλευον περὶ τὴν ἑορτὴν καὶ μετὰ τῶν Ἰουδαίων ἐποίουν τὸ πάσχα, ἥ τε ἀρειανὴ αἵρεσις ἐπαναστᾶσα ἦν κατὰ τῆς καθολικῆς ἐκκλησίας καὶ προστάτας εἶχεν εἴς τε τὴν ὑπὲρ | 233 | |
5.2 | ἑαυτῆς σπουδὴν καὶ εἰς τὴν κατὰ τῶν εὐσεβούντων ἐπιβουλὴν τοὺς περὶ Εὐσέβιον. καὶ αὕτη αἰτία γέγονεν οἰκουμενικὴν συναχθῆναι σύνοδον, ἵνα πανταχοῦ μία τῆς ἑορτῆς ἡμέρα ἐπιτελῆται καὶ ἡ παραφυεῖσα αἵρεσις ἀναθεματισθῇ. γέγονε γοῦν, καὶ οἱ μὲν ἀπὸ τῆς Συρίας ἐπείσθησαν, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀπεφήναντο πρόδρομον τοῦ ἀντιχρίστου καὶ | |
5.3 | κατ’ αὐτῆς γράψαντες ἐκδεδώκασι καλῶς. καὶ ὅμως γράψαντες καὶ τοσοῦτοι ὄντες οὐδὲν τοιοῦτον τετολμήκασιν οἷον οἱ τρεῖς ἢ τέσσαρες οὗτοι. οὐ γὰρ προέταξαν ὑπατείαν καὶ μῆνα καὶ ἡμέραν, ἀλλὰ περὶ μὲν τοῦ πάσχα ‘ἔδοξε τὰ ὑποτεταγμένα‘. τότε γὰρ ἔδοξε πάντας πείθεσθαι· περὶ δὲ τῆς πίστεως ἔγραψαν οὐκ ‘ἔδοξεν‘, ἀλλ’ ‘οὕτως πιστεύει ἡ κα‐ | |
5 | θολικὴ ἐκκλησία‘ καὶ εὐθὺς ὡμολόγησαν πῶς πιστεύουσιν, ἵνα δείξωσιν ὅτι μὴ νεώτερον, ἀλλ’ ἀποστολικόν ἐστιν αὐτῶν τὸ φρόνημα καὶ ἃ ἔγραψαν οὐκ ἐξ αὐτῶν εὑρέθη, ἀλλὰ ταῦτ’ ἐστιν ἅπερ ἐδίδαξαν οἱ ἀπόστολοι. | |
6.1 | Αἱ δὲ νῦν κινούμεναι παρ’ αὐτῶν σύνοδοι ποίαν ἔχουσιν εὔλογον αἰτίαν; εἰ μὲν γὰρ καινοτέρα τις ἄλλη γέγονεν αἵρεσις μετὰ τὴν ἀρειανήν, εἰπάτωσαν τὰ τῆς ἐπινοίας αὐτῆς ῥήματα καὶ τίνες οἱ ταύτην ἐφευρόντες εἰσί, γράφοντές τε ἀναθεματιζέτωσαν τὰς πρὸ τῆς συνόδου ταύτης αἱρέσεις, ἐν αἷς ἐστι καὶ ἡ ἀρειανή, ὥσπερ οἱ ἐν Νικαίᾳ | |
5 | πεποιήκασιν, ἵνα δόξωσι καὶ αὐτοὶ πιθανήν τινα πρόφασιν ἔχειν τοῦ καινότερα λέγειν· εἰ δὲ μηδέν τι τοιοῦτον γέγονε, μηδὲ δύνανται δεῖξαι (αὐτοὶ δὲ μᾶλλον ἔχοντες τὴν ἀσέβειαν Ἀρείου ταῦτα φθέγγονται καὶ καθημέραν ἐλεγχόμενοι μεταβάλλονται), τίς ἡ χρεία τῶν συνόδων ἀρκούσης τῆς ἐν Νικαίᾳ γενομένης πρός τε τὴν ἀρειανὴν καὶ | |
6.2 | τὰς ἄλλας αἱρέσεις, ἃς κατέκρινε πάσας διὰ τῆς ὑγιαινούσης πίστεως. καὶ γὰρ καὶ ὁ θρυλούμενος Ἀέτιος ὁ ἐπικληθεὶς Ἄθεος οὐκ ἰδίαν ἐφευρὼν μανίαν θρασύνεται, ἀλλ’ εἰς τὴν ἀρειανὴν ἑτεροδοξίαν χειμαζόμενος ἐναυάγησε καὶ αὐτὸς μετὰ τῶν ἀπατηθέντων παρ’ αὐτοῦ. μάτην γοῦν περιτρέχοντες προφασίζονται διὰ πίστιν ἠξιωκέναι γενέσθαι | |
5 | τὰς συνόδους. ἔστι μὲν γὰρ ἱκανωτέρα πάντων ἡ θεία γραφή, εἰ δὲ καὶ συνόδου χρεία περὶ τούτου, ἔστι τὰ τῶν πατέρων. καὶ τούτου γὰρ οὐκ ἠμέλησαν οἱ ἐν Νικαίᾳ συνελ‐ θόντες, ἀλλὰ καὶ ἔγραψαν οὕτω καλῶς, ὥστε τοὺς γνησίως ἐντυγχάνοντας τοῖς ἐκείνων γράμμασι δύνασθαι παρ’ αὐτῶν ὑπομιμνήσκεσθαι τὴν ἐν ταῖς θείαις γραφαῖς καταγ‐ γελλομένην εἰς Χριστὸν εὐσέβειαν. | |
7.1 | Οὐκοῦν, ἐπειδὴ μηδὲν εὔλογόν ἐστι παρ’ αὐτοῖς, ἀποροῦσι δὲ πανταχόθεν, καίτοι καὶ προφάσεις πλάττοντες, τοῦτο λοιπὸν αὐτοῖς περιλείπεται λέγειν· ἡμεῖς ἀντιλέγοντες τοῖς πρὸ ἡμῶν καὶ παραβαίνοντες τὰς τῶν πατέρων παραδόσεις ἠξιώσαμεν σύνοδον γενέσθαι. ἀλλὰ πάλιν φοβηθέντες μὴ πάλιν εἰς ἓν συνελθόντων μάταιος ἡμῖν ἡ σπουδὴ | |
5 | γένηται, ἠξιώσαμεν εἰς δύο διαιρεθῆναι τὴν σύνοδον, ἵνα ἐν μέρει γενόμενοι δείξαντες | |
ἅπερ ἐγράψαμεν ὑφαρπάσαι δυνηθῶμεν τὸ πλέον ἀπειλοῦντες τὸν προιστάμενον τῆς ἀσεβείας Κωνστάντιον, καὶ οὕτω τὰ μὲν ἐν Νικαίᾳ πραχθέντα σχολάσαι ποιήσωμεν | 234 | |
7.2 | σχηματισάμενοι τὴν ἁπλότητα τῶν γραφέντων παρ’ ἡμῶν‘. ταῦτα δὲ εἰ καὶ μὴ τοῖς ῥήμασιν αὐτοῖς εἰρήκασιν, ἀλλὰ τῇ διανοίᾳ ταύτῃ πάντα πεποιήκασί τε καὶ διετά‐ ραξαν. ἀμέλει πολλὰ πολλάκις εἰρηκότες καὶ γράψαντες ἐν διαφόροις συνόδοις οὐδε‐ πώποτε περὶ τῆς ἀρειανῆς αἱρέσεως ὡς φαύλης ἐμνημόνευσαν, ἀλλ’ εἰ καί ποτε παρόντες | |
5 | τινὲς τὰς αἱρέσεις διέβαλλον, αὐτοὶ τὴν ἀρειανὴν ἐξεδίκουν, ἣν ἡ ἐν Νικαίᾳ σύνοδος | |
7.3 | ἀνεθεμάτισε, καὶ μᾶλλον οὗτοι τοὺς τὰ Ἀρείου λέγοντας γνησίως ἐδέχοντο. μέγα μὲν οὖν καὶ τοῦτο τεκμήριον, ὅτι μὴ δι’ ἀλήθειαν, ἀλλ’ ἐπ’ ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων ἡ ἐπίνοια τῶν νῦν συνόδων ἦν· ἃ δὲ καὶ ἐν αὐταῖς ταῖς συνόδοις παρ’ αὐτῶν καὶ τῶν ὁμοίων πέπρακται, δείκνυσιν οὐδὲν ἧττον εἶναι ταῦτα ἀληθῆ. λοιπὸν γὰρ | |
5 | ἀναγκαῖον ὡς ἕκαστα γέγονε δηλῶσαι. | |
8.1 | Πάντων προσδοκώντων εἰς ἓν συνέρχεσθαι, οὓς ἐκάλει τὰ παρὰ βασιλέως γράμ‐ ματα, καὶ μίαν γίνεσθαι τὴν σύνοδον, ἐπειδὴ διῃρέθησαν, καὶ οἱ μὲν εἰς Σελεύκειαν τὴν λεγομένην Τραχεῖαν κατῆλθον, οἱ δὲ ἐν τῇ Ἀριμίνῳ συνῆλθον. ἦσαν δὲ οἱ ἐν αὐτῇ ἐπίσκοποι υʹ καὶ πλέον· εἰς ταύτην ἀνῆλθον καὶ Γερμίνιος καὶ Αὐξέντιος καὶ Οὐάλης | |
8.2 | καὶ Οὐρσάκιος Δημόφιλός τε καὶ Γάιος. ἀλλὰ τῶν ἐπισκόπων πάντων διαλεγο‐ μένων ἀπὸ τῶν θείων γραφῶν οὗτοι χάρτην ἐπεδείκνυον καὶ τὴν ὑπατείαν ἀναγινώσ‐ κοντες ἠξίουν ταῦτα προκρίνεσθαι πάσης συνόδου καὶ τούτων μηδὲν πλέον ζητεῖν παρὰ τῶν αἱρετικῶν μηδὲ ἐρευνᾶσθαι τὴν ἐκείνων διάνοιαν, ἀλλ’ ἀρκεῖσθαι τούτοις | |
5 | μόνοις. καὶ ἔστι τὰ γραφέντα παρ’ αὐτῶν ταῦτα· | |
8.3 | Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν τοῦ εὐσεβεστάτου καὶ καλλινίκου βασιλέως Κωνσταντίου Αὐγούστου τοῦ αἰωνίου Σεβαστοῦ ὑπατείᾳ Φλαυίων Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων ἐν Σιρμίῳ τῇ πρὸ ιαʹ καλανδῶν Ἰουνίων. | |
8.4 | Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν θεὸν πατέρα παντοκράτορα καὶ κτίστην καὶ δημιουργὸν τῶν πάντων, καὶ εἰς ἕνα μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου καὶ πρὸ πάσης καταληπτῆς οὐσίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ θεοῦ, δι’ οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν | |
5 | καὶ τὰ πάντα ἐγένετο, γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς γραφάς, οὗ τὴν γένεσιν οὐδεὶς | |
8.5 | ἐπίσταται εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ. τοῦτον ἴσμεν τοῦ θεοῦ μονογενῆ υἱόν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν ἁμαρτίας καὶ γεν‐ νηθέντα ἐκ Μαρίας τῆς παρθένου καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν | |
οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα | 235 | |
5 | καὶ εἰς τὰ καταχθόνια κατελθόντα καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν «πυλωροὶ ᾅδου ἰδόντες» ἔφριξαν καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα καὶ πεντήκοντα ἡμερῶν πληρου‐ μένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐλευ‐ σόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ ἀποδιδόντα ἑκάστῳ | |
8.6 | κατὰ τὰ ἔργα αὐτοῦ. καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν παράκλητον, κατὰ τὸ γεγραμμένον· «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς | |
8.7 | πάντα». τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον παρὰ τῶν πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο περιέ‐ χειν ἤρεσε τοῦτο περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ θεοῦ εἶναι τοῦ λοιποῦ διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ υἱοῦ οὐσίας μεμνῆσθαι. | |
5 | ὅμοιον δὲ λέγομεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὡς καὶ αἱ ἅγιαι γραφαὶ λέγουσί τε καὶ διδάσκουσι. | |
9.1 | Τούτων ἀναγνωσθέντων οὐ μακρὰν ἐγνώσθη τῶν γραψάντων ἡ πανουργία. Τῶν γὰρ ἐπισκόπων προτεινάντων ἀναθεματισθῆναι τὴν ἀρειανὴν αἵρεσιν μετὰ καὶ τῶν ἄλλων αἱρέσεων πάντων τε ἐπὶ τούτῳ συνθεμένων Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς ἀνένευον. καὶ λοιπὸν κατεγνώσθησαν ὡς οὐ γνησίως, ἀλλ’ ἐπ’ ἀναιρέσει | |
5 | τῶν ἐν Νικαίᾳ πραχθέντων γράψαντες ταῦτα, ἵνα τὴν δυσώνυμον αἵρεσιν ἀντεισάξωσι. | |
9.2 | θαυμάσαντες γοῦν ἐπὶ τοῖς δολίοις αὐτῶν ῥήμασι καὶ πανούργῳ προαιρέσει ἔλεγον· ‘ἡμεῖς οὐ δεόμενοι πίστεως συνήλθομεν (ἔχομεν γὰρ ἐν ἑαυτοῖς ὑγιαίνουσαν τὴν πίστιν), ἀλλ’ ἵνα τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ καὶ καινοτομεῖν ἐπιχειροῦντας ἐντρέψωμεν. εἰ μὲν οὖν ὑμεῖς ὡς νῦν ἀρχόμενοι πιστεύειν ἐγράψατε ταῦτα, οὔπω ἐστὲ κληρικοὶ ἀρχὴν | |
5 | ἔχοντες τοῦ κατηχεῖσθαι, εἰ δὲ τῇ γνώμῃ ᾗ συνήλθομεν ἡμεῖς ταύτην καὶ ὑμεῖς ἔχοντες ἀπηντήσατε, ἔστω πάντων ὁμοφροσύνη καὶ τὰς μὲν αἱρέσεις ἀναθέματι ἀναθεματίσωμεν, τὰ δὲ τῶν πατέρων φυλάξωμεν ὑπὲρ τοῦ μηκέτι διατρέχειν προφάσεις συνόδων ἅπαξ προλαβόντων τῶν ἐν Νικαίᾳ συνελθόντων καὶ πάντα πραξάντων ὑπὲρ τῆς καθολικῆς | |
9.3 | ἐκκλησίασ‘. ἀλλὰ καὶ οὕτω τῶν ἐπισκόπων πάλιν πάντων συνθεμένων ἀνένευσαν οἱ προειρημένοι, καὶ λοιπὸν καταγνόντες αὐτῶν ὡς ἀμαθῶν δολίων τε καὶ μᾶλλον αἱρετικῶν τῇ μὲν ἐν Νικαίᾳ γενομένῃ συνόδῳ συνεψηφίσαντο πάντες καὶ ταύτῃ πάντες ἔκριναν ἀρκεῖσθαι, τοὺς δὲ προειρημένους Οὐρσάκιον καὶ Οὐάλεντα Γερμίνιον Αὐξέντιον Γάιον | |
5 | Δημόφιλον αἱρετικοὺς ἀπέφηναν καὶ καθελόντες αὐτοὺς ὡς μὴ ὄντας ἀληθῶς Χριστια‐ νούς, ἀλλ’ Ἀρειανοὺς ἔγραψαν κατ’ αὐτῶν Ῥωμαιστὶ μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστὶ | |
κατὰ δύναμιν ταῦτα· | 236 | |
10t | Ἀντίγραφον ἐπιστολῆς παρὰ τῆς συνόδου πρὸς τὸν Αὔγουστον Κωνστάντιον | |
10.1 | Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς | |
10.2 | ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ δια‐ μένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστά‐ | |
5 | του, ἵνα ταύτην κατασχόντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. | |
10.3 | ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, | |
5 | δι’ ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσ‐ θεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει, ὡς, εἴπερ τι θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. ὅθεν Οὐρσάκιός τε καὶ | |
10.4 | Οὐάλης, ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφωνοι τοῦ ἀρειανοῦ δόγματος ἦσαν καθε‐ στηκότες καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν, ἧς ἵνα μετάσχωσιν ἐφ’ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ’ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι’ ὧν ἁπάντων φειδὼ | |
5 | γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ’ ὃν ταῦτα ἐπράτ‐ τετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευ‐ τὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν | |
10.5 | πίστιν ἐκτεθεικότα. ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφει‐ λομένην εἰρήνην ἀνεχώρησεν ἄτοπον, εἶναι 〈ἐνομίσαμεν〉 μετ’ ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητάς, μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα | |
5 | φρονοῦντες διαμεμενήκασιν, ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως | |
10.6 | ὑπῆρξεν, ὡς καὶ τῆς καθ’ ἡμᾶς οἰκουμένης κρατεῖν. πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν πρόσ‐ ταγμα τὸ συνέδριον τῆς συνόδου συγκεκρότητο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν | |
10.7 | σκέψιν. ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν τῆς τοιαύτης ἑταιρίας τοὺς συναλισκομένους εὑρόντες Γερμίνιον, Αὐξέντιον καὶ Γάιον τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας, ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. ὡς δὲ συνεῖδον οὐχὶ τῆς τοιαύτης προαιρέσεως ὄντας οὔτε | 237 |
5 | ὁμογνωμονοῦντας ἐφ’ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν ἕτερόν τι γράφειν· ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. | |
10.8 | ἵνα οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλιν‐ δούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι διωρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι, δι’ ἣν αἰτίαν τοὺς ἀναδιδάξαντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν τὴν γνώμην | |
10.9 | τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους· οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ | |
5 | εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται. | |
10.10 | Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλ‐ λάττειν ἐπιτρέψειας, ἀλλ’ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου | |
10.11 | πεποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ’ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύ‐ σασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύ‐ σῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσα‐ | |
10.12 | σθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προυπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμείνῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν οἰκείων παροικήσεων | |
5 | ἀλλοτρίους ἐπιτρέψειας γίνεσθαι, ἀλλ’ ἵνα οἱ ἑπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ’ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας καὶ σωτηρίας καὶ εἰρήνης, ἣν ἡ θειότης σοι εἰς τὸ διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα. | |
11t | Ἀπόφασις τῆς συνόδου | |
11.1 | Ἕως προσῆκον ἦν καὶ δυνατόν, ἀδελφοὶ τιμιώτατοι, ἡ καθολικὴ σύνοδος καὶ ἡ ἁγία ἐκκλησία τῇ ἰδίᾳ ὑπομονῇ καὶ ἀνεξικακίᾳ ἤνεγκεν οὐκ ἀγενῶς Οὐρσάκιον καὶ Οὐάλην καὶ Γάιον καὶ Γερμίνιον καὶ Αὐξέντιον, οἵτινες ἄλλοτε ἄλλα φρονοῦντες πάσας τὰς ἐκ‐ κλησίας συνετάραξαν, οἳ καὶ νῦν ἐπιχειρῆσαι τετολμήκασι τὸν αἱρετικὸν λογισμὸν τῇ | |
5 | τῶν ὀρθοδόξων πίστει συνάψαι καὶ διαλῦσαι τὴν ἐν Νικαίᾳ σύνοδον, ἥτις ἀντίμαχος | |
ὑπάρχει τῇ τῶν Ἀρειανῶν αἱρέσει, ἔξωθεν ἰδίαν τινὰ καὶ ἀλλοτριωτάτην τῆς ἁγιω‐ τάτης ἐκκλησίας συγγραφεῖσαν πίστιν προσφέροντες, ἥντινα ἡμᾶς δέξασθαι ἀθέμιτον | 238 | |
11.2 | ἡγησάμεθα. ἔκπαλαι γὰρ οὗτοι αἱρετικοὶ ὄντες καὶ τἀναντία φρονοῦντες καὶ νῦν ἀπεδείχθησαν, οὓς πρὸς τὴν ἡμετέραν κοινωνίαν συνελθεῖν οὐκ ἐπιτρέπομεν τῇ ἰδίᾳ φωνῇ παρόντας αὐτοὺς κατακρίναντες καὶ καθαιροῦντες. νῦν τοίνυν ὅπερ δοκεῖ ἀποφήνασθε, | |
11.3 | ἵνα ἑνὸς ἑκάστου ἡ γνῶσις ἐκ τῆς ὑπογραφῆς εἴη βέβαιος. ὁμοθυμαδὸν οἱ ἐπίσκοποι φάσκομεν· ‘οἱ προειρημένοι ἐχθροὶ καθαιρεθῶσιν, ἵνα ἡ καθολικὴ πίστις ἐν εἰρήνῃ διαμείνῃ‘. Καὶ τὰ μὲν ἐν τῇ Ἀριμίνῳ πραχθέντα ταχεῖαν καὶ τοιαύτην ἔσχε τὴν διάλυσιν. | |
5 | οὐδεὶς γὰρ ἐκεῖ διεφώνησεν, ἀλλὰ πάντες συμφώνως ἔγραψαν τὰ δόξαντα καὶ τοὺς Ἀρεια‐ νοὺς καθῄρησαν. | |
12.1 | Τὰ δὲ ἐν Σελευκείᾳ τῇ Τραχείᾳ γενόμενα ταῦτά ἐστι. μὴν μὲν ἦν ὁ κατὰ Ῥωμαίους καλούμενος Σεπτέμβριος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θὼθ καὶ κατὰ Μακεδόνας Γορπιαῖος καὶ ἡμέρα ιϛʹ τοῦ μηνὸς κατ’ Αἰγυπτίους, εἰς ἣν συνέδραμον πάντες οἱ κληθέντες | |
12.2 | συνελθεῖν· ἦσαν δὲ κἀκεῖ που ρξʹ. πολλῶν δὲ ὄντων τῶν ἐν αὐτοῖς κατηγορουμένων καὶ τῶν κατηγορούντων βοώντων κατ’ αὐτῶν Ἀκάκιος καὶ Πατρόφιλος καὶ Οὐράνιος ὁ ἀπὸ Τύρου καὶ Εὐδόξιος ὁ ἐπεισπηδήσας τῇ Ἀντιοχέων ἐκκλησίᾳ Λεόντιός τε καὶ Θεοδόσιος καὶ Εὐάγριος καὶ Θεόδουλος καὶ Γεώργιος ὁ διωχθεὶς ἀπὸ τῆς οἰκουμένης | |
12.3 | πράττουσί τι κακοῦργον. φοβηθέντες γὰρ τοὺς κατ’ αὐτῶν παρὰ τῶν κατηγόρων ἐλέγχους προσελάβοντο τοὺς ἄλλους τῆς Ἀρείου μερίδος τοὺς εἰς αὐτὸ τοῦτο μισθωτοὺς εἰς ἀσέβειαν γινομένους καὶ κατασταθέντας παρὰ Σεκούνδου τοῦ καθαιρεθέντος παρὰ τῆς μεγάλης συνόδου, ἀπὸ μὲν τῆς Λιβύης Στέφανον καὶ Σερὰν καὶ Πολυδεύκην κατηγορου‐ | |
5 | μένους ἐπὶ διαφόροις ἐγκλήμασι καὶ λοιπὸν Παγκράτιον καὶ Πτολεμαῖον Μελιτιανόν τινα· καὶ σχηματισάμενοι δῆθεν περὶ πίστεως ζητεῖν οὐκ ἐλάνθανον τοὺς κατηγόρους | |
12.4 | δεδιότες. καὶ τὴν αἵρεσιν ἐξεδίκουν καὶ λοιπὸν ἐσχίσθησαν. καὶ οἱ μὲν μετὰ τῶν περὶ | |
Ἀκάκιον ἦσαν ὕποπτοι καὶ ὀλίγοι παντελῶς, οἱ δὲ ἄλλοι τὸ πλῆθος ἦσαν. οἱ μὲν οὖν περὶ Ἀκάκιον ἀποχρησάμενοι τῷ τῆς ἀπονοίας θράσει τέλεον ἠρνοῦντο τὰ ἐν Νικαίᾳ γραφέντα καὶ τὴν σύνοδον διέβαλλον, οἱ δὲ ἄλλοι (τὸ πλῆθος δὲ ἦσαν οὗτοι) τὰ μὲν | 239 | |
5 | ἄλλα πάντα τῆς συνόδου ἀπεδέχοντο, μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ὡς ἐκ τῆς | |
12.5 | ἀσαφείας ὕποπτον ἐπροφασίζοντο. ἐγχρονιζόντων τοίνυν ἐν τῷ τόπῳ καὶ τῶν μὲν κατηγόρων ἐπικειμένων, τῶν δὲ κατηγορουμένων φευγόντων καὶ διὰ τοῦτο πλέον ἐν ἀσεβείαις ἐξαγομένων καὶ βλασφημούντων εἰς τὸν κύριον ἠγανάκτησε τὸ πλῆθος τῶν ἐπισκόπων καὶ καθῄρησαν μὲν Ἀκάκιον Πατρόφιλον Οὐράνιον Εὐδόξιον καὶ τὸν ἀπὸ | |
5 | ὑποδεκτῶν Γεώργιον καὶ ἄλλους ἀπὸ τῆς Ἀσίας, Λεόντιον καὶ Θεοδόσιον, Εὐάγριον καὶ Θεόδουλον, ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Αὔγαρον καὶ Βασι‐ | |
12.6 | λικὸν καὶ Φοῖβον καὶ Φιδήλιον καὶ Εὐστάθιον καὶ Εὐτύχιον καὶ Μάγνον. τοῦτο δὲ πεποιήκασιν, ἐπειδὴ κληθέντες ἀπολογήσασθαι ἐφ’ οἷς αὐτῶν πλεῖστοι κατηγόρουν οὐκ ἀπήντησαν. καὶ ὥρισαν οὕτω μένειν αὐτούς, ἕως ἂν ἀπολογησάμενοι δείξωσιν | |
12.7 | ἑαυτοὺς καθαροὺς ἀπὸ τῶν ἐπιφερομένων αὐτοῖς ἐγκλημάτων. γράψαντές τε εἰς τὴν ἑκάστου παροικίαν τὴν κατ’ αὐτῶν γενομένην κρίσιν ἀνῆλθον παρὰ τὸν ἀσεβέστατον Αὔγουστον Κωνστάντιον ἀπαγγελοῦντες αὐτῷ τὰ πεπραγμένα· ταύτην γὰρ εἶχον πρόσταξιν. καὶ τοῦτο τέλος γέγονε καὶ τῆς ἐν Σελευκείᾳ συνόδου. | |
13.1 | Τίς τοίνυν οὐκ ἂν ἀποδέξαιτο μὲν τὴν εὐλάβειαν τῶν ἐν τῇ Ἀριμίνῳ συνόδῳ συνελθόντων ἐπισκόπων; οἳ τοσοῦτον κάματον ὁδοῦ καὶ θαλάττης κινδύνους ὑπέμειναν, ἵνα τοὺς μὲν φρονοῦντας τὰ Ἀρείου καθέλωσι, τοὺς δὲ τῶν πατέρων ὅρους ἀκεραίους φυλάξωσιν ὁσίως καὶ κανονικῶς τοῦτο βουλευσάμενοι. ἡγεῖτο γὰρ ἕκαστος αὐτῶν, εἰ | |
5 | λύσαιεν τὰ τῶν πρὸ αὐτῶν, πρόφασιν διδόναι τοῖς μετὰ ταῦτα, ὥστε λῦσαι τὰ παρ’ | |
13.2 | αὐτῶν νῦν γινόμενα. τίς δὲ οὐκ ἂν καταγνοίη τῆς εὐχερείας τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον, οἳ τὴν τῶν ἑαυτῶν πατέρων τιμὴν προπίνουσι τῇ πρὸς τοὺς Ἀρειομανίτας σπουδῇ καὶ χάριτι; ποία γὰρ πίστις τοῖς παρ’ αὐτῶν γινομένοις, εἰ τὰ τῶν προτέρων | |
καταλύεται; ἢ πῶς ‘πατέρασ‘ ὀνομάζουσιν οὓς διεδέξαντο, ὧν αὐτοὶ τῆς γνώμης κατ‐ | 240 | |
13.3 | ήγοροι γίνονται; μάλιστα δὲ Ἀκάκιος τί ἂν εἴποι πρὸς Εὐσέβιον τὸν ἑαυτοῦ διδάσ‐ καλον, ὃς οὐ μόνον ὑπέγραψεν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀλλὰ γὰρ καὶ δι’ ἐπιστολῆς ἐδήλωσε τοῖς ὑπ’ αὐτὸν λαοῖς ταύτην εἶναι πίστιν ἀληθῆ τὴν ὁμολογηθεῖσαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ; εἰ γὰρ καὶ ὡς ἠθέλησεν ἀπελογήσατο διὰ τῆς ἐπιστολῆς, ἀλλά γε | |
5 | τὰς λέξεις οὐκ ἠρνήσατο, ἀλλὰ καὶ κατηγόρησε τῶν Ἀρειανῶν ὅτι λέγοντες· ‘οὐκ ἦν | |
13.4 | πρὶν γεννηθῇ ὁ υἱὸς, οὐδὲ πρὸ Μαρίας αὐτὸν ἤθελον εἶναι‘. τί ἄρα καὶ διδάξουσι τοὺς λαοὺς τοὺς παρ’ ἐκείνων διδαχθέντας; ὅτι ἐσφάλησαν οἱ πατέρες; καὶ πῶς αὐτοὶ πιστευθήσονται παρ’ αὐτοῖς οὓς διδάσκουσι παρακούειν τῶν διδασκάλων; ποίοις δὲ ὄμμασιν ἐμβλέψονται καὶ τοῖς μνήμασι τῶν πατέρων οὓς ὀνομάζουσι νῦν αἱρετικούς; | |
5 | τί δὲ τοὺς ἀπὸ Οὐαλεντίνου καὶ Φρυγίας καὶ Μανιχαίους διασύρουσι, τοὺς δὲ τὰ ὅμοια φθεγξαμένους, ὡς ὑπονοοῦσιν αὐτοί, ‘ἁγίουσ‘ ὀνομάζουσιν; ἢ πῶς αὐτοὶ ἔτι δύνανται | |
13.5 | εἶναι ἐπίσκοποι, εἰ παρ’ αἱρετικῶν, ὡς αὐτοὶ διαβάλλουσι, κατεστάθησαν; εἰ δὲ καὶ κακῶς ἐφρόνησαν καὶ γράψαντες ἐπλάνησαν τὴν οἰκουμένην, παυθήτω τέλεον καὶ ἡ περὶ τούτων μνήμη. καὶ εἰ τὰ γράμματα αὐτῶν ἐκβάλλεται, ἐκβάλλετε ὑμεῖς ἀπελθόντες ἀπὸ τῶν κοιμητηρίων τὰ λείψανα τούτων, ἵνα γνῶσιν ἅπαντες ἐκείνους μὲν πλάνους, | |
5 | ὑμᾶς δὲ πατροκτόνους. | |
14.1 | Ὁ μὲν οὖν μακάριος ἀπόστολος ἀποδέχεται τοὺς Κορινθίους λέγων· «ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε», οὗτοι δὲ τοιαῦτα περὶ τῶν πρὸ αὐτῶν ἐνθυμούμενοι τἀναντία πάντως τοῖς λαοῖς καὶ εἰπεῖν τολ‐ μήσουσιν· ‘οὐκ ἐπαινοῦμεν ὑμᾶς μνημονεύοντας τῶν πατέρων, ἀλλ’ ἀποδεχόμεθα μᾶλλον | |
14.2 | ὑμᾶς, ὅταν τὰς παραδόσεις αὐτῶν μὴ κατέχητε.‘ καὶ λοιπὸν διαβαλλέτωσαν τὴν ἑαυτῶν δυσγένειαν καὶ λεγέτωσαν· ‘ἡμεῖς οὐκ ἐξ εὐσεβῶν, ἀλλ’ ἐξ αἱρετικῶν γεγόναμεν.‘ τοιαῦτα γὰρ ἁρμόζει λέγειν τοῖς, ὡς προεῖπον, προπίνουσι τὴν τῶν πατέρων τιμὴν καὶ τὴν ἑαυτῶν σωτηρίαν τῇ ἀρειανῇ αἱρέσει καὶ μὴ φοβουμένοις ἀκοῦσαι τὸ ἐν τῇ | |
5 | θείᾳ παροιμίᾳ γεγραμμένον «ἔκγονον κακὸν πατέρα καταρᾶται» καὶ τὴν ἐν τῷ νόμῳ | |
14.3 | κατὰ τῶν τοιούτων κειμένην ἀπειλήν. ἐκεῖνοι μὲν οὖν διὰ τὴν ὑπὲρ τῆς αἱρέσεως σπουδὴν τοιοῦτον φιλόνεικον ἐσχήκασι καὶ τὸ φρόνημα, ὑμεῖς δὲ μὴ διὰ τοῦτο ταραχθῆτε μηδὲ τὴν ἐκείνων τόλμαν ἀλήθειαν ἡγήσησθε. καὶ γὰρ καὶ πρὸς ἑαυτοὺς ἀνθίστανται καὶ τῶν πατέρων ἀποστάντες μίαν οὐκ ἔχουσι τὴν γνώμην, ἀλλὰ ποικίλαις καὶ δια‐ | |
5 | φόροις νήχονται μεταβολαῖς. καὶ πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον ἐρίζοντες πολλὰς μὲν συνόδους πεποιήκασι καὶ αὐτοί, καθ’ ἑκάστην δὲ πίστιν ἐκτιθέμενοι ἐν οὐδεμιᾷ μεμε‐ νήκασιν· ἀλλὰ καὶ οὐ παύσονταί γε ἀεὶ τοῦτο ποιοῦντες, ὅτι κακῶς ζητοῦντες οὐχ | |
14.4 | εὑρήσουσιν ἣν ἐμίσησαν σοφίαν. ὑπέταξα τοίνυν ἀναγκαίως ἀπὸ μέρους τά τε παρὰ Ἀρείου γραφέντα καὶ ὅσα συναγαγεῖν ἠδυνήθην ὧν ἐν διαφόροις οὗτοι συνόδοις ἐξέθεντο, ἵνα γνῶτε καὶ θαυμάσητε, τίνος ἕνεκα πρὸς οἰκουμενικὴν σύνοδον καὶ πρὸς τοὺς ἑαυτῶν | |
πατέρας φιλονεικοῦντες οὐ καταδύονται. | 241 | |
15.1 | Ἄρειος καὶ οἱ σὺν αὐτῷ φρονήσαντες καὶ λέγοντες ‘ἐξ οὐκ ὄντων πεποίηκε τὸν υἱὸν ὁ θεὸς καὶ κέκληκεν ἑαυτῷ υἱόν, καὶ ἓν τῶν κτισμάτων ἐστὶν ὁ τοῦ θεοῦ λόγος, καὶ ἦν ποτε ὅτε οὐκ ἦν, τρεπτὸς δέ ἐστι δυνάμενος, ὅτε βούλεται, τραπῆναι‘ ἐξεβλήθησαν | |
15.2 | τῆς ἐκκλησίας παρὰ τοῦ μακαρίτου Ἀλεξάνδρου. ἀλλ’ ἐκβληθεὶς καὶ ἐπιτριβεὶς Ἄρειος παρὰ τῶν περὶ Εὐσέβιον συνέθηκεν ἑαυτοῦ τὴν αἵρεσιν ἐν χάρτῃ καὶ ὡς ἐν ‘Θαλίᾳ‘ ζηλώσας οὐδένα τῶν φρονίμων, ἀλλὰ τὸν Αἰγύπτιον Σωσάτην ἐν τῷ ἤθει καὶ τῇ ἐκλύσει τοῦ μέλους γράφει μὲν πολλά, ἀπὸ μέρους δέ ἐστιν αὐτοῦ ταῦτα· | |
15.3(1t) | Βλασφημίαι Ἀρείου | |
2 | Αὐτὸς γοῦν ὁ θεὸς καθό ἐστιν ἄρρητος ἅπασιν ὑπάρχει. ἴσον οὐδὲ ὅμοιον, οὐχ ὁμόδοξον ἔχει μόνος οὗτος. ἀγέννητον δὲ αὐτόν φαμεν διὰ τὸν τὴν φύσιν γεννητόν· | |
5 | τοῦτον ἄναρχον ἀνυμνοῦμεν διὰ τὸν ἀρχὴν ἔχοντα, ἀίδιον δὲ αὐτὸν σέβομεν διὰ τὸν ἐν χρόνοις γεγαότα. ἀρχὴν τὸν υἱὸν ἔθηκε τῶν γενητῶν ὁ ἄναρχος καὶ ἤνεγκεν εἰς υἱὸν ἑαυτῷ τόνδε τεκνοποιήσας, ἴδιον οὐδὲν ἔχει τοῦ θεοῦ καθ’ ὑπόστασιν ἰδιότητος, | |
10 | οὐδὲ γάρ ἐστιν ἴσος, ἀλλ’ οὐδὲ ὁμοούσιος αὐτῷ. σοφὸς δέ ἐστιν ὁ θεός, ὅτι τῆς σοφίας διδάσκαλος αὐτός. ἱκανὴ δὲ ἀπόδειξις ὅτι ὁ θεὸς ἀόρατος ἅπασι, τοῖς τε διὰ υἱοῦ καὶ αὐτῷ τῷ υἱῷ ἀόρατος ὁ αὐτός. ῥητῶς δὲ λέξω, πῶς τῷ υἱῷ ὁρᾶται ὁ ἀόρατος· | |
15 | τῇ δυνάμει ᾗ δύναται ὁ θεὸς ἰδεῖν· ἰδίοις τε μέτροις ὑπομένει ὁ υἱὸς ἰδεῖν τὸν πατέρα, ὡς θέμις ἐστίν. ἤγουν τριάς ἐστι δόξαις οὐχ ὁμοίαις, ἀνεπίμικτοι ἑαυταῖς εἰσιν αἱ ὑποστάσεις αὐτῶν, μία τῆς μιᾶς ἐνδοξοτέρα δόξαις ἐπ’ ἄπειρον. | |
20 | ξένος τοῦ υἱοῦ κατ’ οὐσίαν ὁ πατήρ, ὅτι ἄναρχος ὑπάρχει. σύνες ὅτι ἡ μονὰς ἦν, ἡ δυὰς δὲ οὐκ ἦν, πρὶν ὑπάρξῃ. αὐτίκα γοῦν υἱοῦ μὴ ὄντος ὁ πατὴρ θεός ἐστι. λοιπὸν ὁ υἱὸς οὐκ ὢν (ὑπῆρξε δὲ θελήσει πατρῴᾳ) μονογενὴς θεός ἐστι καὶ ἑκατέρων ἀλλότριος οὗτος. | 242 |
25 | ἡ σοφία σοφία ὑπῆρξε σοφοῦ θεοῦ θελήσει. ἐπινοεῖται γοῦν μυρίαις ὅσαις ἐπινοίαις πνεῦμα, δύναμις, σοφία, δόξα θεοῦ, ἀλήθειά τε καὶ εἰκὼν καὶ λόγος οὗτος. σύνες ὅτι καὶ ἀπαύγασμα καὶ φῶς ἐπινοεῖται. ἴσον μὲν τοῦ υἱοῦ γεννᾶν δυνατός ἐστιν ὁ κρείττων, | |
30 | διαφορώτερον δὲ ἢ κρείττονα ἢ μείζονα οὐχί. θεοῦ θελήσει ὁ υἱὸς ἡλίκος καὶ ὅσος ἐστίν, ἐξ ὅτε καὶ ἀφ’ οὗ καὶ ἀπὸ τότε ἐκ τοῦ θεοῦ ὑπέστη, ἰσχυρὸς θεὸς ὢν τὸν κρείττονα ἐκ μέρους ὑμνεῖ. συνελόντι εἰπεῖν τῷ υἱῷ ὁ θεὸς ἄρρητος ὑπάρχει· | |
35 | ἔστι γὰρ ἑαυτῷ ὅ ἐστι τοῦτ’ ἔστιν ἄλεκτος, ὥστε οὐδὲν τῶν λεγομένων κατά τε κατάληψιν συνίει ἐξειπεῖν ὁ υἱός. ἀδύνατα γὰρ αὐτῷ τὸν πατέρα τε ἐξιχνιάσει, ὅς ἐστιν ἐφ’ ἑαυτοῦ. αὐτὸς γὰρ ὁ υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδεν, υἱὸς γὰρ ὢν θελήσει πατρὸς ὑπῆρξεν ἀληθῶς. | |
40 | τίς γοῦν λόγος συγχωρεῖ τὸν ἐκ πατρὸς ὄντα αὐτὸν τὸν γεννήσαντα γνῶναι ἐν καταλήψει; δῆλον γὰρ ὅτι τὸ ἀρχὴν ἔχον, τὸν ἄναρχον, ὡς ἔστιν, ἐμπερινοῆσαι ἢ ἐμπεριδράξασθαι οὐχ οἷόν τέ ἐστιν. | |
16.1 | Ἃ δὲ καὶ δι’ ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν ἐπίσκοπον, ἔστι ταῦτα· | |
16.2 | Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν. Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀίδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, | |
5 | πάντων κριτήν, διοικητήν, οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, «δι’ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε», γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεγεννημένων, | |
16.3 | οὐδ’ ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ’ ὡς Μανιχαῖος | |
μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ’ ὡς Σαβέλλιος τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ’ ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, | 243 | |
5 | μακάριε πάπα, κατὰ μέσην τὴν ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσ‐ ηγησαμένους ἀπηγόρευσας, ἀλλ’ ὥς φαμεν θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, | |
16.4 | συνυποστήσαντος αὐτῷ τοῦ πατρός. οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. ὥστε τρεῖς εἰσιν ὑποστάσεις. καὶ ὁ μὲν θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἔστιν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ | |
5 | θεμελιωθεὶς οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀίδιος ἢ συναίδιος ἢ συναγέννητος τῷ πατρί, οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι, ἀλλ’ ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ υἱοῦ ἔστιν, ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κη‐ | |
16.5 | ρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει καὶ τὰς δόξας καὶ τὸ ζῆν καὶ τὰ πάντα αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ὤν. εἰ δὲ τὸ «ἐξ αὐτοῦ» καὶ τὸ «ἐκ γαστρὸς» καὶ τὸ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω» ὡς μέρος αὐτοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύν‐ | |
5 | θετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς καὶ σῶμα κατ’ αὐτοὺς καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος θεός. | |
17.1 | Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ Ἄρειον ἐστί· πρὸ δὲ τοῦ γενέσθαι τὴν ἐν Νικαίᾳ σύνοδον ἔγραψαν καὶ οἱ περὶ Εὐσέβιον Νάρ‐ κισσόν τε καὶ Πατρόφιλον καὶ Μάριν Παυλῖνόν τε καὶ Θεόδοτον καὶ Ἀθανάσιον τὸν | |
17.2 | ἀπὸ Ναζαρβῶν τὰ ὅμοια αὐτοῖς. καὶ ὁ μὲν ἀπὸ τῆς Νικομηδείας Εὐσέβιος κατὰ περιττὸν ἔγραψεν Ἀρείῳ ὅτι «καλῶς φρονῶν εὔχου πάντας οὕτως φρονεῖν· παντὶ γὰρ «δῆλόν ἐστιν ὅτι τὸ πεποιημένον οὐκ ἦν πρὶν γενέσθαι. τὸ γενόμενον δὲ ἀρχὴν ἔχει τοῦ | |
17.3 | «εἶναι»· ὁ δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης Εὐσέβιος γράφων πρὸς Εὐφρατίωνα τὸν ἐπίσκοπον οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν ὅτι ‘ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς θεόσ‘. | |
17.4 | καὶ Ἀθανάσιος δὲ ὁ ἀπὸ Ναζαρβῶν ἔτι γυμνότερον ἀπεκάλυπτε τὴν αἵρεσιν ἕνα τῶν ἑκατὸν προβάτων λέγων εἶναι τὸν υἱὸν τοῦ θεοῦ. γράφων γὰρ πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον ἀπετόλμησεν οὕτως εἰπεῖν· «τί μέμφῃ τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· ἐξ οὐκ «ὄντων κτίσμα πεποίηται ὁ υἱὸς τοῦ θεοῦ καὶ ἓν τῶν πάντων ἐστίν; ἐν ἑκατὸν γὰρ προ‐ | |
5 | «βάτοις παραβαλλομένων πάντων τῶν πεποιημένων εἷς ἐστι καὶ ὁ υἱὸς ἐξ αὐτῶν. εἰ μὲν | |
«οὖν τὰ ἑκατὸν οὐκ ἔστι κτίσματα καὶ γενητὰ ἢ ἔνι πλέον τι τῶν ἑκατόν, δηλονότι μηδὲ «ὁ υἱὸς ἔστω κτίσμα καὶ εἷς τῶν πάντων. εἰ δὲ τὰ ἑκατὸν πάντα γενητὰ καὶ οὐδέν ἐστιν ἐκτὸς «τῶν ἑκατὸν πλὴν μόνου τοῦ θεοῦ, τί ἄτοπον λέγουσιν οἱ περὶ Ἄρειον, εἰ ἓν ἐν τοῖς ἑκατὸν | 244 | |
17.5 | «περιλαβόντες καὶ ἀριθμοῦντες τὸν Χριστὸν ἕνα τῶν πάντων αὐτὸν εἰρήκασι»; Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ δια‐ τρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραφεν ὅτι· «μὴ μέμφου τοῖς περὶ Ἄρειον, «εἰ λέγουσιν· ἦν ποτε, ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ. καὶ γὰρ ὁ Ἡσαίας υἱὸς γέγονεν Ἀμώς, | |
5 | «καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἡσαίαν, ὁ δὲ Ἡσαίας οὐκ ἦν πρότερον, | |
17.6 | «ἀλλὰ μετὰ ταῦτα γέγονε.» πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· «τί μέμφεσθε Ἀλεξάνδρῳ «τῷ πάπᾳ λέγοντι ἐκ τοῦ πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ «τοῦ θεοῦ τὸν υἱόν. εἰ γὰρ ὁ ἀπόστολος ἔγραψε· ‘τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ‘, καὶ ἔστι δῆλον «ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχ‐ | |
17.7 | «θείη ἂν καὶ ὁ υἱὸς ἐκ τοῦ θεοῦ οὕτως, ὥσπερ καὶ τὰ πάντα λέγεται ἐκ τοῦ θεοῦ.» ἐξ ἐκείνου γοῦν ἔμαθον οἱ τὰ Ἀρείου φρονοῦντες ὑποκρίνεσθαι τὴν λέξιν τὴν ‘ἐκ τοῦ θεοῦ‘, καὶ λέγειν μὲν τὴν λέξιν, μὴ φρονεῖν δὲ καλῶς. αὐτὸς δὲ ὁ Γεώργιος καθῃρέθη ὑπὸ Ἀλεξάν‐ δρου καὶ δι’ ἄλλα μέν, ὅτι δὲ καὶ ἀσεβὴς ἐφάνη· πρεσβύτερος γὰρ ἦν αὐτός, καθὰ προ‐ | |
5 | είρηται. | |
18.1 | Καὶ ὅλως ἔγραφον οὗτοι τοιαῦτα ὡς ἕκαστον ἐρίζειν καὶ φιλοτιμεῖσθαι, τίς πλέον αὐξήσει τὴν ἀσέβειαν τῆς αἱρέσεως καὶ μᾶλλον αὐτὴν δείξει γυμνότερον. καὶ τὰς μὲν ἐπιστολὰς αὐτῶν οὐκ ἔσχον ἐν ἑτοίμῳ, ὥστε καὶ ἀποστεῖλαι, εἰ δ’ οὖν, καὶ ἀντίγραφα καὶ | |
18.2 | αὐτῶν ὑμῖν ἔπεμψα ἄν, τοῦ δὲ κυρίου θέλοντος, ἐὰν εὐπορήσω καὶ τοῦτο ποιήσω. καὶ Ἀστέριος δέ τις ἀπὸ Καππαδοκίας, πολυκέφαλος σοφιστής, εἷς ὢν τῶν περὶ Εὐσέβιον, ἐπειδὴ θύσας ἐν τῷ προτέρῳ διωγμῷ τῷ κατὰ τὸν πάππον Κωνσταντίου οὐκ ἠδύνατο παρ’ αὐτῶν εἰς κλῆρον προαχθῆναι, ποιεῖ μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συνταγμάτιον, | |
18.3 | ὁποῖον μὲν ἤθελον αὐτοί, ἴσον δὲ τῷ τῆς θυσίας αὐτοῦ τολμήματι. ἐν γὰρ τούτῳ τὴν ἀκρίδα καὶ τὴν κάμπην τῷ Χριστῷ συγκρίνας, μᾶλλον δὲ προτιμήσας αὐτοῦ, καὶ λέγων ἄλλην εἶναι παρὰ τὸν Χριστὸν ἐν τῷ θεῷ σοφίαν τὴν τοῦ Χριστοῦ καὶ τοῦ κόσμου δημι‐ ουργικὴν περιήρχετο τὰς ἐν τῇ Συρίᾳ καὶ τὰς ἄλλας ἐκκλησίας κατὰ σύστασιν τῶν περὶ | |
5 | Εὐσέβιον, ἵνα ἅπαξ ἀρνεῖσθαι μελετήσας οὕτω καὶ νῦν θρασύνηται κατὰ τῆς ἀληθείας. ἐπέβαινεν οὖν εἰς τοὺς μὴ ἐξὸν αὐτῷ τόπους ὁ πάντα τολμηρός, καὶ εἰς τὸν τῶν κληρικῶν τόπον καθεζόμενος ἀνεγίνωσκε δημοσίᾳ τὸ συνταγμάτιον, καίτοι τῶν ἄλλων δυσανασχε‐ | |
18.4 | τούντων ἐπ’ αὐτῷ. καὶ τὸ μὲν συνταγμάτιον διὰ πολλῶν ἐστι γεγραμμένον, μέρη δὲ αὐτοῦ ἐστι ταῦτα· «οὐ γὰρ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν ἰδίαν αὐτοῦ «δύναμιν ἢ τὴν σοφίαν αὐτοῦ, τουτέστι τοῦ θεοῦ, ἀλλὰ δίχα τῆς προσθήκης ‹δύναμιν «θεοῦ καὶ θεοῦ σοφίαν›, ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ θεοῦ δύναμιν, τὴν ἔμφυτον | 245 |
5 | «αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν, δηλονότι | |
18.5 | «τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου. περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους «ἐπιστολῇ διδάσκων ἔλεγε· ‹τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο‐ «ούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότησ›. ὥσπερ γὰρ τὴν εἰρημένην ἐν‐ «ταυθοῖ θεότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ’ αὐτὸν ὑπάρχειν τὸν πατέρα, οὕτως, | |
5 | «οἶμαι, καὶ ἡ ἀίδιος αὐτοῦ δύναμις οὐχ ὁ μονογενὴς θεός, ἀλλ’ ὁ γεννήσας ὑπάρχει πατήρ. «ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει θεοῦ τὴν διὰ τοῦ Χριστοῦ δεικνυμένην δηλονότι | |
18.6 | «καὶ διὰ τῶν ἔργων αὐτῶν τῆς διακονίας αὐτοῦ γνωριζομένην». καὶ πάλιν· «καίτοιγε ἡ «μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαί‐ «νονται λογισμοί, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή, πολλαὶ δὲ αἱ καθ’ ἕκαστον ὑπ’ αὐτοῦ «κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτη‐ | |
5 | «μένον ἀνήρτηνται καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται | |
18.7 | «δικαίως. οἷον ὁ μὲν προφήτης ‹τὴν ἀκρίδα› δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων «θεήλατον γινομένην οὐ ‹δύναμιν› μόνον θεοῦ, ἀλλὰ καὶ ‹μεγάλην› φησὶν ὑπ’ αὐτοῦ προσ‐ «αγορεύεσθαι τοῦ θεοῦ, ὁ δέ γε μακάριος Δαυὶδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, «ἀλλὰ καὶ ‹δυνάμεσιν› αἰνεῖν παρακελεύεται τὸν θεόν· καὶ πάσας γε ἐπὶ τὸν ὕμνον παρα‐ | |
5 | «καλῶν καὶ τὸ πλῆθος παρίστησι καὶ ‹λειτουργοὺς θεοῦ› καλεῖν οὐ παραιτεῖται καὶ ‹ποιεῖν «αὐτοῦ τὸ θέλημα› διδάσκει». | |
19.1 | Τοιαῦτα τολμήσας κατὰ τοῦ σωτῆρος οὐκ ἠρκέσθη, ἀλλὰ καὶ πλέον ἐπεκτείνει τὰς βλασφημίας αὐτοῦ λέγων ὅτι εἷς τῶν πάντων ἐστὶν ὁ υἱός· «πρῶτον γάρ ἐστι τῶν γενη‐ τῶν καὶ εἷς τῶν νοητῶν φύσεών ἐστι, καὶ ὥσπερ ἥλιος ἐν τοῖς βλεπομένοις εἷς μὲν ἔστι τῶν φαινομένων, λάμπει δὲ παντὶ τῷ κόσμῳ κατὰ πρόσταξιν τοῦ πεποιηκότος, οὕτως ὁ υἱὸς | |
5 | εἷς ὢν τῶν νοητῶν φύσεων φωτίζει καὶ λάμπει καὶ αὐτὸς πᾶσι τοῖς ἐν τῷ νοητῷ κόσμῳ». | |
19.2 | πάλιν τέ φησιν· ‘ἦν ποτε, ὅτε οὐκ ἦν‘ οὕτω γράφων· «καὶ πρὶν τῆς γενέσεως τοῦ υἱοῦ ὁ πατὴρ προυπάρχουσαν εἶχε τὴν τοῦ γεννᾶν ἐπιστήμην, ἐπεὶ καὶ ἰατρὸς πρὸ τοῦ ἰατρεύειν | |
19.3 | εἶχε τὴν τοῦ ἰατρεύειν ἐπιστήμην». καὶ πάλιν φησίν· «εὐεργετικῇ φιλοτιμίᾳ ἐκτίσθη ὁ υἱός, καὶ περιουσίᾳ δυνάμεως ἐποίησεν αὐτὸν ὁ πατήρ» καὶ πάλιν· «εἰ τὸ θέλειν τοῦ θεοῦ διὰ πάντων ἐφεξῆς τῶν ποιημάτων διελήλυθε, δηλονότι καὶ ὁ υἱὸς ποίημα ὢν βουλήσει γέγονε καὶ πεποίηται.» ταῦτα δὲ Ἀστέριος ἔγραφε μόνος, οἱ δὲ περὶ Εὐσέβιον ἐφρόνουν | |
5 | αὐτὰ κοινῇ μετ’ αὐτοῦ. | 246 |
20.1 | Ταῦτά ἐστιν ὑπὲρ ὧν ἀγωνίζονται, διὰ ταῦτα μάχονται πρὸς τὴν ἀρχαίαν σύνοδον, ὅτι μὴ τὰ ὅμοια αὐτῶν ἔγραψαν οἱ συνελθόντες ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἀνεθεμάτισαν τὴν ἀρειανὴν αἵρεσιν, ἣν ἐσπούδαζον οὗτοι συστῆσαι. διὰ τοῦτο καὶ Ἀστέριον τὸν θύσαντα, σοφιστὴν ὄντα, συνήγορον τῆς ἀσεβείας ἑαυτῶν προὐβάλλοντο, ἵνα μὴ φείδηται μήτε κατὰ | |
20.2 | τοῦ κυρίου φθέγγεσθαι μήτε τοὺς ἀκεραίους τῇ πιθανολογίᾳ πλανᾶν. καὶ ἠγνόησάν γε οἱ ἀμαθεῖς ὅτι καθ’ ἑαυτῶν εἰργάζοντο τοῦτο. ἡ γὰρ δυσωδία τῆς εἰς τὰ εἴδωλα θυσίας τοῦ συνηγόρου ἔτι πλέον τὴν αἵρεσιν Χριστομάχον ἐδείκνυε. διὰ τοῦτο καὶ νῦν πάντα κινοῦσι καὶ θορυβοῦσι νομίζοντες ὅτι, κἂν πλείονας ἀποκτείνωσι καὶ συνόδους κατὰ μῆνα συγ‐ | |
20.3 | κροτήσωσι, παύσεταί ποτε ἡ κατὰ τῆς ἀρειανῆς αἱρέσεως ἀπόφασις. ἐοίκασι δὲ πάλιν ἀγνοεῖν ἢ εἰδέναι μέν, ἀποπροσποιεῖσθαι δέ, ὅτι καὶ πρὸ τῆς Νικαίας ἡ αἵρεσις ἦν βδελυκτή, ὅτε ταύτην Ἀρτεμᾶς κατεβάλλετο καὶ πρὸ αὐτοῦ τὸ τοῦ Καιάφα καὶ τὸ τῶν τότε Φαρι‐ | |
20.4 | σαίων συνέδριον. καὶ ἀεὶ δὲ τὸ χριστομάχον ἐργαστήριον βδελυκτόν ἐστι, καὶ οὐ παύ‐ σεται τοῦ εἶναι μισητὸν ἐρασμίου ὄντος τοῦ κυριακοῦ ὀνόματος καὶ καμπτούσης πάσης τῆς κτίσεως τὰ γόνατα καὶ ἐξομολογουμένης «ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». | |
21.1 | Πλὴν ὅτι συνόδους συνεχεῖς κατὰ τῆς οἰκουμενικῆς ποιοῦντες οὐδέπω κεκμήκασι. μετὰ γὰρ τὴν ἐν Νικαίᾳ σύνοδον οἱ περὶ Εὐσέβιον καθῃρέθησαν. ἀλλὰ μετὰ χρόνον ἐπι‐ βάντες ἀναισχύντως ταῖς ἐκκλησίαις ἤρξαντο τοῖς μὲν ἀντιλέγουσιν αὐτοῖς ἐπισκόποις ἐπιβουλεύειν, ἀντὶ δὲ τούτων τοὺς τῆς αἱρέσεως ἑαυτῶν καθιστάνειν εἰς τὰς ἐκκλησίας, | |
5 | ἵν’ ὅτε βούλονται ποιήσωσι τὰς συνόδους ἔχοντες τοὺς συντρέχοντας αὐτοῖς, οὓς ἐπίτηδες εἰς αὐτὸ τοῦτο προεχειρίσαντο. συνέρχονται τοίνυν ἐν Ἱερουσαλὴμ καὶ γράφουσι ταῦτα· | |
21.2 | Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ τοῖς κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν. | |
21.3 | Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου βασι‐ λέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ Χριστοῦ χάρις παρέσχεν, ἣν ἐποίησεν αὐτός τε | |
5 | ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ’, ὅπερ ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν μακρὰν ἀπελάσαι βασκανίαν, δι’ ἧς | |
τὰ τοῦ Χριστοῦ μέλη πάλαι πρότερον διειστήκει, ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς ἐκκλησίας | 247 | |
21.4 | εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πί‐ στεως ὀρθοτομίαν, ἣν παρ’ αὐτῶν πυθόμενος αὐτός τε δι’ ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο ἡμῖν τε φανερὰν κατεστήσατο, ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν ἀνδρῶν ὀρθοδοξίαν, ἣν ἐπέγνωμεν οἱ πάντες ὑγιῆ τε οὖσαν καὶ ἐκκλη‐ | |
21.5 | σιαστικήν. καὶ εἰκότως παρεκάλει τοὺς ἄνδρας ὑποδεχθῆναι καὶ ἑνωθῆναι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ὥσπερ οὖν καὶ αὐτοὶ ἐκ τῶν ἰσοτύπων εἴσεσθε τῆς αὐτῆς ἐπιστολῆς, ἧς πρὸς | |
21.6 | τὴν ὑμετέραν εὐλάβειαν διεπεμψάμεθα. πιστεύομεν ὅτι καὶ ὑμῖν αὐτοῖς, ὡς ἂν τὰ οἰκεῖα μέλη τοῦ ὑμετέρου σώματος ἀπολαμβάνουσι, μεγάλη χαρὰ καὶ εὐφροσύνη γενήσεται τὰ ἑαυτῶν σπλάγχνα καὶ τοὺς ἑαυτῶν ἀδελφούς τε καὶ πατέρας γνωρίζουσί τε καὶ ἀπολαμ‐ βάνουσιν, οὐ μόνον τῶν πρεσβυτέρων τῶν περὶ Ἄρειον ἀποδοθέντων ὑμῖν, ἀλλὰ καὶ παν‐ | |
5 | τὸς τοῦ λαοῦ καὶ τῆς πληθύος ἁπάσης, ἣ προφάσει τῶν εἰρημένων ἀνδρῶν μακρῷ χρόνῳ | |
21.7 | παρ’ ὑμῖν διειστήκει. καὶ πρέπει γε ἀληθῶς γνόντας ὑμᾶς τὰ πεπραγμένα, καὶ ὡς ἐκοινώνησαν οἱ ἄνδρες παρεδέχθησάν τε ὑπὸ τῆς τοσαύτης ἁγίας συνόδου, προθυμότατα καὶ αὐτοὺς ἀσπάσασθαι τὴν πρὸς τὰ οἰκεῖα μέλη συνάφειάν τε καὶ εἰρήνην, ὅτι μάλιστα τὰ τῆς ἐκτεθείσης ὑπ’ αὐτῶν πίστεως ἀναμφήριστον σώζει τὴν παρὰ τοῖς πᾶσιν ὁμολογουμένην | |
5 | ἀποστολικὴν παράδοσίν τε καὶ διδασκαλίαν. | |
22.1 | Αὕτη τῶν συνόδων αὐτῶν ἡ ἀρχὴ γέγονεν, ἐν ᾗ καὶ τὴν προαίρεσιν ἑαυτῶν ταχέως ἐξήγγειλαν καὶ οὐκ ἠδυνήθησαν κρύψαι. εἰρηκότες γὰρ ἐξηλᾶσθαι πάντα φθόνον καὶ μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον γράφοντες δεῖν δεχθῆναι Ἄρειον καὶ τοὺς σὺν αὐτῷ ἔδειξαν ὅτι διὰ τοῦτο αὐτῷ τε τῷ Ἀθανασίῳ ἐπεβούλευον καὶ | |
5 | τοῖς ἄλλοις πᾶσιν ἐπισκόποις τοῖς ἀντιλέγουσιν αὐτοῖς ἐπεβούλευσαν ὑπὲρ τοῦ τοὺς περὶ | |
22.2 | Ἄρειον δέξασθαι καὶ τὴν αἵρεσιν εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν. καὶ εἰ καὶ πᾶσαν τὴν Ἀρείου κακοφροσύνην ἐπῄνεσαν ἐν ταύτῃ καὶ εἰς κοινωνίαν προσέταξαν αὐτοὺς δεχθῆναι, αὐτοὶ πρότερον τοῦτο ποιήσαντες, ὅμως ἡγούμενοι λείπειν αὐτοῖς ἔτι πρὸς ὃ βούλονται συγκροτοῦσιν ἐν Ἀντιοχείᾳ σύνοδον προφάσει τῶν λεγομένων Ἐγκαινίων. καὶ ἐπειδὴ | |
5 | ἀεὶ ὑπὸ πάντων κατηγοροῦντο περὶ τῆς αἱρέσεως γράφουσι διαφόρως τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως. καὶ τὰ μὲν ἐν μιᾷ ἐπιστολῇ γραφέντα παρ’ αὐτῶν ἐστι ταῦτα· | |
22.3 | Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθοῦμεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινὰ πίστιν παρὰ τὴν ἐξ ἀρχῆς παραδοθεῖσαν ἐδεξάμεθα. | |
22.4 | ἀλλὰ καὶ αὐτοὶ ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι μᾶλλον αὐτὸν | |
22.5 | προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν· γνώσεσθε δὲ ἀπὸ τῶν λεγομένων. μεμαθήκαμεν | |
γὰρ ἐξ ἀρχῆς εἰς ἕνα θεὸν τὸν τῶν ὅλων θεὸν πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθη‐ | 248 | |
22.6 | τῶν δημιουργόν τε καὶ προνοητήν, καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ μονογενῆ, πρὸ πάντων αἰώνων ὑπάρχοντα καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν πατρί, δι’ οὗ καὶ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν καὶ ἐπ’ ἐσχάτων ἡμερῶν κατ’ εὐδοκίαν τοῦ πατρὸς κατελ‐ θόντα καὶ σάρκα ἐκ τῆς παρθένου ἀνειληφότα καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βούλησιν | |
5 | συνεκπεπληρωκότα, πεπονθέναι καὶ ἐγηγέρθαι καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένοντα | |
22.7 | βασιλέα καὶ θεὸν εἰς τοὺς αἰῶνας. πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον πνεῦμα· εἰ δὲ δεῖ προσθεῖναι πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου. | |
23.1 | Ἃ δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ δεύτερον ἐν τοῖς αὐτοῖς Ἐγκαινίοις ἐκτίθενται μετα‐ γνόντες μὲν ἐπὶ τοῖς προτέροις, ἐπινοήσαντες δὲ καινότερά τινα καὶ πλείονα ἔστι ταῦτα· | |
23.2 | Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει εἰς ἕνα θεὸν πα‐ τέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητὴν καὶ προνοητήν, ἐξ οὗ τὰ | |
23.3 | πάντα· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν μονογενῆ θεόν, δι’ οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, κύριον ἀπὸ κυρίου, λόγον ζῶντα, σοφίαν ζῶσαν, φῶς ἀληθινόν, ὁδόν, ἀλήθειαν, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε | |
5 | καὶ ἀναλλοίωτον, τῆς θεότητος οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν θεόν, | |
23.4 | λόγον θεὸν κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ· «καὶ θεὸς ἦν ὁ λόγος», δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς καὶ ἄνθρωπον γενόμενον, μεσίτην θεοῦ καὶ ἀνθρώπων ἀπόστολόν τε τῆς πίστεως ἡμῶν καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησιν | |
5 | ὅτι «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», τὸν παθόντα ὑπὲρ ἡμῶν καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς οὐρανούς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνά‐ | |
23.5 | μεως κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ τελείωσιν τοῖς πιστεύουσι διδόμενον, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διετάξατο τοῖς μαθηταῖς λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτί‐ | |
23.6 | ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», δηλονότι πατρός, ἀληθῶς πατρὸς ὄντος, υἱοῦ δὲ ἀληθῶς υἱοῦ ὄντος, τοῦ δὲ ἁγίου πνεύματος ἀληθῶς ἁγίου πνεύματος ὄντος, τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶς κειμένων, ἀλλὰ σημαινόν‐ των ἀκριβῶς τὴν οἰκείαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν, | |
23.7 | ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ συμφωνίᾳ ἕν. ταύτην οὖν ἔχοντες τὴν πίστιν καὶ ἐξ ἀρχῆς καὶ μέχρι τέλους ἔχοντες ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ πᾶσαν αἱρετικὴν | |
23.8 | κακοδοξίαν ἀναθεματίζομεν. καὶ εἴ τις παρὰ τὴν ὑγιῆ τῶν γραφῶν [ὀρθὴν] πίστιν διδάσκει λέγων ἢ χρόνον ἢ καιρὸν ἢ αἰῶνα ἢ εἶναι ἢ γεγονέναι πρὸ τοῦ γεννηθῆναι τὸν | |
23.9 | υἱόν, ἀνάθεμα ἔστω. καὶ εἴ τις λέγει τὸν υἱὸν κτίσμα ὡς ἓν τῶν κτισμάτων ἢ γέννημα | |
ὡς ἓν τῶν γεννημάτων ἢ ποίημα ὡς ἓν τῶν ποιημάτων καὶ μὴ ὡς αἱ θεῖαι γραφαὶ παραδέ‐ δωκαν τῶν προειρημένων ἕκαστον [ἀφ’ ἑκάστου], ἢ εἴ τι ἄλλο διδάσκει ἢ εὐαγγελίζεται, | 249 | |
23.10 | παρ’ ὃ παρελάβομεν, ἀνάθεμα ἔστω. ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων γραφῶν παρα‐ δεδομένοις ὑπό τε προφητῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφόβως καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν. | |
24.1 | Καὶ Θεοφρόνιος δέ τις ἐπίσκοπος Τυάνων συνθεὶς καὶ αὐτὸς ἐξέθετο τὴν πίστιν ταύτην ἔμπροσθεν τῶν πάντων, ᾗ καὶ πάντες ὑπέγραψαν ἀποδεξάμενοι τὴν τοῦ ἀνθρώπου πίστιν· | |
24.2 | Οἶδεν ὁ θεός, ὃν μάρτυρα καλῶ ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι οὕτως πιστεύω· εἰς θεὸν | |
24.3 | πατέρα παντοκράτορα, τὸν τῶν ὅλων κτίστην καὶ ποιητήν, ἐξ οὗ τὰ πάντα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, θεόν, λόγον, δύναμιν καὶ σοφίαν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ οὗ τὰ πάντα, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς πρὸ τῶν αἰώνων, θεὸν τέλειον ἐκ θεοῦ τελείου καὶ ὄντα πρὸς τὸν θεὸν ἐν ὑποστάσει, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν κατελ‐ | |
5 | θόντα καὶ γεννηθέντα ἐκ τῆς παρθένου κατὰ τὰς γραφάς, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα ἀπὸ τῶν νεκρῶν καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ πατρὸς αὐτοῦ καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ | |
24.4 | νεκροὺς καὶ μένοντα εἰς τοὺς αἰῶνας. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸν παράκλητον, «τὸ πνεῦμα τῆς ἀληθείας», ὃ καὶ διὰ τοῦ προφήτου ἐπηγγείλατο ὁ θεὸς ἐκχέειν ἐπὶ τοὺς ἑαυτοῦ δούλους καὶ ὁ κύριος ἐπηγγείλατο πέμψαι τοῖς ἑαυτοῦ μαθηταῖς, ὃ καὶ ἔπεμψεν, | |
24.5 | ὡς αἱ Πράξεις τῶν Ἀποστόλων μαρτυροῦσιν. εἰ δέ τις παρὰ ταύτην τὴν πίστιν δι‐ δάσκει ἢ ἔχει ἐν ἑαυτῷ, ἀνάθεμα ἔστω. καὶ 〈κατὰ〉 Μαρκέλλου τοῦ Ἀγκύρας ἢ Σαβελλίου ἢ Παύλου τοῦ Σαμοσατέως· ἀνάθεμα ἔστω καὶ αὐτὸς καὶ πάντες οἱ κοινωνοῦντες αὐτῷ. | |
25.1 | Ἦσαν δὲ οἱ συνελθόντες ἐν τοῖς Ἐγκαινίοις ἐπίσκοποι ἐνενήκοντα, ὑπατείᾳ Μαρ‐ κελλίνου καὶ Προβίνου, ἰνδικτιῶνος ιδʹ, ἐκεῖ ὄντος Κωνσταντίου τοῦ ἀσεβεστάτου. ταῦτα πράξαντες ἐν Ἀντιοχείᾳ τοῖς Ἐγκαινίοις, νομίσαντες δὲ μὴ τελείως γεγραφέναι, ῥεμβο‐ μένην δὲ τὴν διάνοιαν ἔχοντες αὖθις πάλιν συντιθέασιν ἄλλο γράμμα δῆθεν περὶ πίστεως | |
5 | μετὰ μῆνας ὀλίγους, καὶ ἀποστέλλουσιν εἰς τὰς Γαλλίας Νάρκισσον, Μάριν, Θεόδωρον καὶ Μάρκον. κἀκεῖνοι ὡς ἀπὸ συνόδου πεμφθέντες ἐπιδεδώκασι τῷ τῆς μακαρίας μνήμης | |
Κώνσταντι τῷ Αὐγούστῳ καὶ τοῖς ἐκεῖ πᾶσι ταῦτα· | 250 | |
25.2 | Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, | |
25.3 | «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται». καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεννη‐ θέντα, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, δι’ οὗ ἐγένετο τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς ἀλη‐ | |
5 | θινόν, τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναληφθέντα εἰς οὐρανὸν καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάλυτος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζό‐ | |
25.4 | μενος ἐν δεξιᾷ τοῦ πατρὸς οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ εἰς | |
25.5 | τὸ ἅγιον πνεῦμα, τουτέστι τὸν παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀπέστειλε διδάξαι αὐτοὺς καὶ ὑπομνῆσαι πάντα, δι’ οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ θεοῦ καὶ ‘ἦν ποτε χρόνος | |
5 | ὅτε οὐκ ἦν‘ ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. | |
26.1 | Ἐπὶ τούτοις ὥσπερ μεταγνόντες συλλέγουσι πάλιν τὸ συνέδριον ἑαυτῶν μετὰ ἔτη τρία, καὶ ἀποστέλλουσιν Εὐδόξιον, Μαρτύριον καὶ Μακεδόνιον τὸν ἀπὸ Κιλικίας καὶ σὺν αὐτοῖς ἑτέρους τινὰς εἰς τὰ μέρη τῆς Ἰταλίας ἀποφέροντας πίστιν διὰ πολλῶν γραφεῖσαν προσθήκας τε ἔχουσαν πλείστας παρὰ τὰς προτέρας, ὡς γὰρ καινότερά τινα ἐπινοήσαντες | |
5 | ἀπεδήμησαν ἔχοντες ταῦτα· | |
26,11 | Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάν‐ | |
26,12 | των, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ πατρὸς γεννη‐ θέντα, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, δι’ οὗ ἐγένετο τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς ἀληθι‐ | |
5 | νόν, τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα ἐκ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναληφθέντα εἰς οὐρανὸν καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐρχόμε‐ νον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· καθέζεται | |
26,13 | γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. πιστεύ‐ ομεν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανὸν ἄνοδον ἀπέστειλε διδάξαι αὐτοὺς καὶ ὑπομνῆσαι πάντα, δι’ οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. | 251 |
26,21 | Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ θεοῦ καὶ ὅτι ἦν χρόνος ποτὲ ἢ αἰών, ὅτε μὴ ἦν, ἀλλοτρίους οἶδεν ἡ καθολικὴ καὶ ἁγία ἐκ‐ κλησία. ὁμοίως καὶ τοὺς λέγοντας τρεῖς εἶναι θεοὺς ἢ τὸν Χριστὸν μὴ εἶναι θεὸν ἢ πρὸ τῶν αἰώνων μήτε Χριστὸν μήτε υἱὸν αὐτὸν εἶναι θεοῦ ἢ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ἢ | |
5 | ἅγιον πνεῦμα ἢ ἀγέννητον υἱὸν ἢ ὅτι οὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. | |
26,31 | Οὔτε γὰρ ἐξ οὐκ ὄντων τὸν υἱὸν λέγειν ἀσφαλές, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεο‐ πνεύστων γραφῶν φέρεται περὶ αὐτοῦ, οὔτε μὴν ἐξ ἑτέρας τινὸς ὑποστάσεως παρὰ τὸν πατέρα προυποκειμένης, ἀλλ’ ἐκ μόνου τοῦ θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διοριζόμεθα. | |
26,32 | ἓν γὰρ τὸ ἀγέννητον καὶ ἄναρχον τὸν Χριστοῦ πατέρα ὁ θεῖος διδάσκει λόγος. ἀλλ’ οὐδὲ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας χρονικόν τι διάστημα προ‐ ενθυμητέον αὐτοῦ, ἀλλ’ ἢ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα θεόν· καὶ χρόνοι γὰρ | |
26,33 | καὶ αἰῶνες γεγόνασι δι’ αὐτοῦ. οὔτε μὴν συνάναρχον καὶ συναγέννητον τῷ πατρὶ τὸν υἱὸν εἶναι νομιστέον· συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως πατὴρ ἢ υἱὸς λεχθή‐ σεται. ἀλλὰ τὸν μὲν πατέρα μόνον ἄναρχον ὄντα καὶ ἀγέννητον γεγεννηκέναι ἀνεφίκτως καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν, τὸν δὲ υἱὸν γεγεννῆσθαι πρὸ αἰώνων καὶ μηκέτι ὁμοίως τῷ | |
5 | πατρὶ ἀγέννητον εἶναι καὶ αὐτόν, ἀλλ’ ἀρχὴν ἔχειν τὸν γεννήσαντα πατέρα· «κεφαλὴ γὰρ Χριστοῦ ὁ θεός». | |
26,41 | Οὔτε μὴν τρία ὁμολογοῦντες πράγματα καὶ τρία πρόσωπα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κατὰ τὰς γραφὰς τρεῖς διὰ τοῦτο τοὺς θεοὺς ποιοῦμεν, ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον ἄναρχόν τε καὶ ἀόρατον θεὸν ἕνα μόνον οἴδαμεν, τὸν θεὸν καὶ πατέρα τοῦ μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς | |
26,42 | ἄλλοις πᾶσιν ἀφθόνως τοῦτο χαριζόμενον. οὔτε μὴν ἕνα θεὸν μόνον λέγοντες εἶναι τὸν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πατέρα, τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα καὶ τὸν Χριστὸν θεὸν εἶναι πρὸ αἰώνων, ὁποῖοί εἰσιν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τεθεοποιῆσθαι λέγοντες τῷ τὴν φύσιν | |
26,43 | ψιλὸν ἄνθρωπον γεγονέναι. οἴδαμεν γὰρ καὶ αὐτόν, εἰ καὶ ὑποτέτακται τῷ πατρὶ καὶ τῷ θεῷ, ἀλλ’ ὅμως πρὸ αἰώνων γεννηθέντα ἐκ τοῦ θεοῦ θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ καὶ μὴ ἐξ ἀνθρώπων μετὰ ταῦτα θεόν, ἀλλ’ ἐκ θεοῦ ἐνανθρωπῆσαι δι’ ἡμᾶς, καὶ μηδέποτε ἀπολωλεκότα τὸ εἶναι. | |
26,51 | Βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς λόγον μὲν μόνον αὐτὸν ψιλὸν τοῦ θεοῦ καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικὸν λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον, Χριστὸν δὲ αὐτὸν καὶ υἱὸν τοῦ θεοῦ καὶ μεσίτην καὶ εἰκόνα τοῦ θεοῦ μὴ εἶναι πρὸ αἰώνων θέλοντας, | |
5 | ἀλλ’ ἐκ τότε Χριστὸν αὐτὸν γεγονέναι καὶ υἱὸν τοῦ θεοῦ, ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς παρθένου σάρκα ἀνείληφε πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν. ἐκ τότε γὰρ τὸν Χριστὸν ἀρχὴν βασι‐ | |
λείας ἐσχηκέναι ἐθέλουσι καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ τὴν κρίσιν. | 252 | |
26,61 | Τοιοῦτοι δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ Σκοτεινοῦ τῶν Ἀγκυρογαλατῶν, οἳ τὴν προαιώνιον ὕπαρξιν τοῦ Χριστοῦ καὶ τὴν θεότητα καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασι‐ λείαν ὁμοίως Ἰουδαίοις ἀθετοῦσιν ἐπὶ προφάσει τοῦ συνίστασθαι δοκεῖν τῇ μοναρχίᾳ. | |
26,62 | ἴσμεν γὰρ αὐτὸν ἡμεῖς οὐχ ἁπλῶς λόγον προφορικὸν ἢ ἐνδιάθετον τοῦ θεοῦ, ἀλλὰ ζῶντα θεὸν λόγον καθ’ ἑαυτὸν ὑπάρχοντα καὶ υἱὸν θεοῦ καὶ Χριστὸν καὶ οὐ προγνωστικῶς συν‐ όντα καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ πατρὶ καὶ πρὸς πᾶσαν διακονησάμενον | |
26,63 | αὐτῷ τὴν δημιουργίαν εἴτε τῶν ὁρατῶν εἴτε τῶν ἀοράτων. οὗτος γάρ ἐστι πρὸς ὃν εἶπεν ὁ πατὴρ ὅτι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ὁ καὶ τοῖς πατριάρχαις αὐτοπροσώπως ὀφθείς, δεδωκὼς τὸν νόμον καὶ λαλήσας διὰ τῶν προ‐ φητῶν καὶ τὰ τελευταῖα ἐνανθρωπήσας καὶ τὸν ἑαυτοῦ πατέρα πᾶσιν ἀνθρώποις φανε‐ | |
5 | ρώσας καὶ βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας. οὐδὲν γὰρ πρόσφατον ὁ Χριστὸς προσείληφεν ἀξίωμα, ἀλλ’ ἄνωθεν τέλειον αὐτὸν καὶ τῷ πατρὶ κατὰ πάντα ὅμοιον εἶναι πεπιστεύκαμεν. | |
26,71 | Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμ‐ βάνοντας εἰκότως ἀποκηρύσσομεν τῆς ἐκκλησίας, ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ πατέρα χωρητὸν ἅμα καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑποτίθενται. τοιοῦτοι γάρ εἰσιν οἱ | |
26,72 | Πατροπασσιανοὶ μὲν παρὰ Ῥωμαίοις, Σαβελλιανοὶ δὲ καλούμενοι παρ’ ἡμῖν. οἴδαμεν γὰρ ἡμεῖς τὸν μὲν ἀποστείλαντα πατέρα ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμενηκέναι, τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν πεπλη‐ ρωκέναι. | |
26,81 | Ὅμως δὲ καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννῆσθαι τὸν υἱὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον καὶ ἀπροαίρετον περιτεθεικότας τῷ θεῷ, ἵνα ἄκων γεννήσῃ τὸν υἱόν, δυσσεβεστάτους καὶ τῆς ἐκκλησίας ξένους ἐπιγινώσκομεν, ὅτι τε παρὰ τὰς κοινὰς περὶ θεοῦ ἐννοίας καὶ δὴ καὶ παρὰ τὸ βούλημα τῆς θεοπνεύστου γρα‐ | |
26,82 | φῆς τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι. αὐτοκράτορα γὰρ ἡμεῖς τὸν θεὸν καὶ κύριον αὐτὸν ἑαυτοῦ εἰδότες ἑκουσίως αὐτὸν καὶ ἐθελοντὴν τὸν υἱὸν γεγεννηκέναι εὐ‐ σεβῶς ὑπειλήφαμεν. πιστεύοντες δὲ ἐμφόβως καὶ τῷ περὶ ἑαυτοῦ λέγοντι· «κύριος ἔκτι‐ σέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», οὐχ ὁμοίως αὐτὸν τοῖς δι’ αὐτοῦ γενομένοις κτίσ‐ | |
26,83 | μασιν ἢ ποιήμασι γεγενῆσθαι νοοῦμεν. ἀσεβὲς γὰρ καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον τὸ τὸν κτίστην τοῖς δι’ αὐτοῦ κεκτισμένοις δημιουργήμασι παραβάλλειν καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἄλλοις τρόπον ἔχειν καὶ αὐτὸν νομίζειν. μόνον γὰρ καὶ μόνως τὸν μονογενῆ υἱὸν γεγεννῆσθαι γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι γραφαί. | |
26,91 | Ἀλλ’ οὐδὲ τὸν υἱὸν καθ’ ἑαυτὸν εἶναι ζῆν τε καὶ ὑπάρχειν ὁμοίως τῷ πατρὶ λέγοντες διὰ τοῦτο χωρίζομεν αὐτὸν τοῦ πατρὸς τόπους καὶ διαστήματά τινα μεταξὺ τῆς | |
26,92 | συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες. πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἀλλήλοις ἐπισυνῆφθαι καὶ ἀχωρίστους ὑπάρχειν ἑαυτῶν, ὅλου μὲν τοῦ πατρὸς ἐνστερνισμένου τὸν υἱόν, ὅλου δὲ τοῦ υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ | |
26,93 | πατρὶ καὶ μόνου τοῖς πατρῴοις κόλποις ἐπαναπαυομένου διηνεκῶς. πιστεύοντες οὖν εἰς τὴν παντέλειον τριάδα τὴν ἁγιωτάτην, τουτέστιν εἰς τὸν πατέρα καὶ εἰς τὸν υἱὸν καὶ | |
εἰς τὸ πνεῦμα τὸ ἅγιον, καὶ θεὸν μὲν τὸν πατέρα λέγοντες, θεὸν δὲ καὶ τὸν υἱόν, οὐ δύο τού‐ τους θεούς, ἀλλ’ ἓν ὁμολογοῦμεν τῆς θεότητος ἀξίωμα καὶ μίαν ἀκριβῆ τῆς βασιλείας τὴν | 253 | |
5 | συμφωνίαν, πανταρχοῦντος μὲν καθόλου πάντων καὶ αὐτοῦ τοῦ υἱοῦ μόνου τοῦ πατρός, τοῦ δὲ υἱοῦ ὑποτεταγμένου τῷ πατρί, ἐκτὸς δὲ αὐτοῦ πάντων μετ’ αὐτὸν βασιλεύοντος τῶν δι’ αὐτοῦ γενομένων καὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρου‐ μένου πατρικῷ βουλήματι. οὕτω γὰρ τὸν περὶ τῆς εἰς Χριστὸν μοναρχίας συνίστασθαι λόγον παρέδοσαν ἡμῖν οἱ ἱεροὶ λόγοι. | |
26,101 | Ταῦτα ἠναγκάσθημεν μετὰ τὴν ἐν ἐπιτομῇ προεκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι οὐ κατὰ περιττὴν φιλοτιμίαν, ἀλλ’ ἵνα πᾶσαν τὴν τῆς ἡμετέρας ὑπο‐ λήψεως ἀλλοτρίαν ἀνακαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ’ ἡμᾶς ἀγνοοῦσι καὶ γνῶσιν οἱ κατὰ τὴν δύσιν πάντες ὁμοῦ μὲν τῆς συκοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, | |
5 | ὁμοῦ δὲ τῶν ἀνατολικῶν τὸ ἐκκλησιαστικὸν ἐν κυρίῳ φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων γραφῶν παρὰ τοῖς ἀδιαστρόφοις. | |
27.1 | Ἀλλ’ οὐδὲ τούτοις ἐνέμειναν· πάλιν γὰρ ἐν Σιρμίῳ συνελθόντες κατὰ Φωτεινοῦ τότε συνέθηκαν αὖθις πίστιν οὐκέτι μὲν οὕτω σχοινοτενῆ οὐδὲ τοσαύτην τοῖς ῥήμασιν, ἀφελόντες δὲ τὰ πλεῖστα καὶ προσθέντες ἄλλα, ὥσπερ ἐξ ὑποβολῆς παρά τινων ἀκού‐ σαντες, ἔγραψαν ταῦτα· | |
27.2 | Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· καὶ εἰς τὸν μονο‐ γενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, δι’ οὗ ἐγένετο τὰ πάντα τά τε | |
5 | ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωήν, τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναληφθέντα εἰς οὐρανὸν καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς | |
10 | καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα δια‐ μένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα ἔπεμψε, δι’ οὗ καὶ ἁγιάζονται αἱ | |
15 | τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. | |
273,1 | Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ θεοῦ καὶ ὅτι ἦν χρόνος ἢ αἰών, ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. | |
273,2 | Πάλιν οὖν ἐροῦμεν· εἴ τις τὸν πατέρα καὶ τὸν υἱὸν δύο λέγει θεούς, ἀνάθεμα ἔστω. | |
273,3 | Καὶ εἴ τις λέγων θεὸν τὸν Χριστὸν πρὸ αἰώνων υἱὸν τοῦ θεοῦ ὑπουργηκότα | |
τῷ πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. | 254 | |
273,4 | Εἴ τις τὸν ἀγέννητον ἢ μέρος αὐτοῦ ἐκ Μαρίας λέγειν γεγενῆσθαι τολμῷ, ἀνάθεμα ἔστω. | |
273,5 | Εἴ τις κατὰ πρόγνωσιν πρὸ Μαρίας λέγοι τὸν υἱὸν εἶναι καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον πρὸς τὸν θεὸν εἶναι καὶ δι’ αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. | |
273,6 | Εἴ τις τὴν οὐσίαν τοῦ θεοῦ πλατύνεσθαι ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω. | |
273,7 | Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ θεοῦ τὸν υἱὸν λέγοι ποιεῖν ἢ τὸν πλα‐ τυσμὸν τῆς οὐσίας αὐτοῦ υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω. | |
273,8 | Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν 〈λόγον〉 λέγοι τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα ἔστω. | |
273,9 | Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν ἐκ Μαρίας υἱόν, ἀνάθεμα ἔστω. | |
273,10 | Εἴ τις θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων θεὸν τὸν ἀγέννητον οὕτω νοοῖ, ἀνάθεμα ἔστω. | |
273,11 | Εἴ τις τὸ «ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεὸς ἐπ’ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων θεῶν εἰρημένον ἐπ’ ἀναιρέσει τοῦ μονογενοῦς πρὸ αἰώνων θεοῦ Ἰουδαικῶς ἐκλαμβάνοι, ἀνάθεμα ἔστω. | |
273,12 | Εἴ τις τὸ «ὁ λόγος σὰρξ ἐγένετο» ἀκούων τὸν λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα λέγοι, ἀνάθεμα ἔστω. | |
273,13 | Εἴ τις τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐσταυρωμένον ἀκούων τὴν θεότητα αὐτοῦ φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ μείωσιν ἢ ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω. | |
273,14 | Εἴ τις τὸ «ποιήσωμεν ἄνθρωπον» μὴ τὸν πατέρα πρὸς τὸν υἱὸν λέγειν, ἀλλ’ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. | |
273,15 | Εἴ τις μὴ τὸν υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον θεὸν ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω. | |
273,16 | Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον θεὸν ἢ μέρος αὐτοῦ λέγοι, ἀνάθεμα ἔστω. | |
273,17 | Εἴ τις τὸ «ἔβρεξε κύριος πῦρ παρὰ κυρίου» μὴ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκλαμβάνοι, ἀλλ’ αὐτὸν παρ’ ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω· ἔβρεξε γὰρ κύριος ὁ υἱὸς παρὰ κυρίου τοῦ πατρός. | |
273,18 | Εἴ τις ἀκούων κύριον τὸν πατέρα καὶ τὸν υἱὸν κύριον καὶ κύριον τὸν πατέρα καὶ τὸν υἱόν, ἐπεὶ κύριος ἐκ κυρίου, δύο λέγοι θεούς, ἀνάθεμα ἔστω. οὐ γὰρ συντάσσομεν υἱὸν τῷ πατρί, ἀλλ’ ὑποτεταγμένον τῷ πατρί. οὔτε γὰρ κατῆλθεν ἐπὶ Σόδομα ἄνευ βουλῆς τοῦ πατρὸς οὔτε ἔβρεξεν ἀφ’ ἑαυτοῦ, ἀλλὰ παρὰ κυρίου αὐθεντοῦντος δηλαδὴ τοῦ | |
5 | πατρός, οὔτε κάθηται ἐκ δεξιῶν ἀφ’ ἑαυτοῦ, ἀλλ’ ἀκούει λέγοντος τοῦ πατρός· «κάθου ἐκ δεξιῶν μου». | |
273,19 | Εἴ τις τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἓν πρόσωπον λέγει, | |
ἀνάθεμα ἔστω. | 255 | |
273,20 | Εἴ τις τὸ πνεῦμα τὸ ἅγιον παράκλητον λέγων τὸν ἀγέννητον λέγοι θεόν, ἀνάθεμα ἔστω. | |
273,21 | Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς ὁ κύριος, μὴ ἄλλον λέγοι τὸν παράκλητον παρὰ τὸν υἱόν· εἴρηκε γὰρ «καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν ὁ πατὴρ ὃν ἐρωτήσω ἐγώ», ἀνά‐ θεμα ἔστω. | |
273,22 | Εἴ τις τὸ πνεῦμα τὸ ἅγιον μέρος λέγοι τοῦ πατρὸς ἢ τοῦ υἱοῦ, ἀνάθεμα ἔστω. | |
273,23 | Εἴ τις τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα τρεῖς λέγοι θεούς, ἀνάθεμα ἔστω. | |
273,24 | Εἴ τις βουλήσει τοῦ θεοῦ ὡς ἓν τῶν ποιημάτων γεγονέναι λέγοι τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα ἔστω. | |
273,25 | Εἴ τις μὴ θελήσαντος τοῦ πατρὸς γεγεννῆσθαι λέγοι τὸν υἱόν, ἀνάθεμα ἔστω. οὐ γὰρ βιασθεὶς ὁ πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθείς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν υἱόν, ἀλλ’ ἅμα τε ἠβουλήθη καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν. | |
273,26 | Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν υἱόν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων καὶ δύο ποιῶν θεούς, ἀνάθεμα ἔστω. κεφαλὴ γάρ, ὅ ἐστιν ἀρχὴ πάντων, ὁ υἱός. «κεφαλὴ δέ», ὅ ἐστιν ἀρχή, «τοῦ Χριστοῦ ὁ θεός», οὕτω γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δι’ υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν. | |
273,27 | Καὶ πάλιν συνδιακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν, ὅτι εἴ τις Χριστὸν θεὸν υἱὸν τοῦ θεοῦ προαιώνιον ὄντα καὶ ὑπουργηκότα τῷ πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ’ ἐξ οὗ ἐκ Μαρίας ἐγεννήθη, ἐκ τότε καὶ Χριστὸν καὶ υἱὸν κεκλῆσθαι καὶ ἀρχὴν εἰληφέναι τοῦ θεὸν εἶναι, ἀνάθεμα ἔστω. | |
28.1 | Ταῦτα πάντα παρωσάμενοι, καὶ ὥσπερ βελτίονα ἐπινοήσαντες δογματίζουσιν ἄλλην πίστιν καὶ γράφουσι ταῦτα ἐν Σιρμίῳ Ῥωμαιστὶ μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστί· | |
28.2 | Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γενέσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρευνήθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ | |
28.3 | τῶν λοιπῶν. συνέστηκεν ἕνα θεὸν εἶναι πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται, καὶ ἕνα μονογενῆ υἱὸν αὐτοῦ, τὸν κύριον ἡμῶν Ἰησοῦν | |
28.4 | Χριστόν, ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθέντα. δύο θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ αὐτὸς ὁ κύριος εἴρηκε· «πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου | |
28.5 | καὶ θεὸν ὑμῶν». διὰ τοῦτο καὶ πάντων θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν· | |
«ἢ Ἰουδαίων μόνων ὁ θεός, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει | 256 | |
28.6 | περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ πίστεως». καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ καὶ οὐδεμίαν ἔχει ἀμφιβολίαν. ἐπειδὴ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαιστὶ μὲν ‘σουβσταντίασ‘, Ἑλληνιστὶ δὲ λεγομένης ‘οὐσίασ‘, τουτέστιν ἵνα ἀκρι‐ βέστερον γνωσθῇ τὸ ὁμοούσιον ἢ τὸ λεγόμενον ὁμοιοούσιον, οὐ χρή τινα τούτων | |
5 | παντελῶς μνήμην γίνεσθαι οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι ἐν τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμόν, ὅτι ἐν ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ ὅτι ταῦτα ὑπὲρ τὴν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπων νοῦν ἐστι, καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; μόνον γὰρ εἰδέναι τὸν πατέρα φανερόν ἐστι, πῶς τὸν υἱὸν ἐγέννησε, καὶ | |
28.7 | πάλιν τὸν υἱόν, πῶς αὐτὸς γεγέννηται παρὰ τοῦ πατρός. οὐδενὶ δὲ ἀμφίβολόν ἐστι μείζονα εἶναι τὸν πατέρα. οὐδὲ γὰρ διστάσειεν ἄν τις τὸν πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θειότητι καὶ αὐτῷ τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρουμένου αὐτοῦ τοῦ | |
28.8 | υἱοῦ· «ὁ ἐμὲ πέμψας πατὴρ μείζων μού ἐστι». καὶ τοῦτο δὲ καθολικὸν εἶναι οὐδεὶς ἀγνοεῖ δύο πρόσωπα εἶναι πατρὸς καὶ υἱοῦ, καὶ τὸν μὲν πατέρα μείζονα, τὸν δὲ υἱὸν | |
28.9 | ὑποτεταγμένον τῷ πατρὶ μετὰ πάντων, ὧν αὐτῷ ὁ πατὴρ ὑπέταξε, τὸν δὲ πατέρα ἀρχὴν μὴ ἔχειν καὶ ἀόρατον εἶναι καὶ ἀθάνατον εἶναι καὶ ἀπαθῆ εἶναι, τὸν δὲ υἱὸν γε‐ γεννῆσθαι ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, καὶ τούτου τὴν γένεσιν, καθὼς | |
28.10 | προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν πατέρα, αὐτὸν δὲ τὸν υἱὸν καὶ κύριον καὶ θεὸν ἡμῶν σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, ἀνειληφέναι ἀπὸ Μαρίας τῆς παρθένου, καθάπερ καὶ ὁ ἄγγελος προευηγγελίσατο, καθὼς δὲ πᾶσαι αἱ γραφαὶ διδάσ‐ κουσι καὶ μάλιστα αὐτὸς ὁ ἀπόστολος ὁ διδάσκαλος τῶν ἐθνῶν· ἄνθρωπον ἀνέλαβεν | |
28.11 | ὁ Χριστὸς ἀπὸ Μαρίας τῆς παρθένου, δι’ οὗ πέπονθε. τὸ δὲ κεφάλαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστίν, ἵνα τριὰς ἀεὶ φυλάττηται, καθὼς ἀνέγνωμεν ἐν τῷ εὐαγ‐ γελίῳ· «πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ | |
28.12 | καὶ τοῦ ἁγίου πνεύματος». ἀκέραιος δὲ καὶ τέλειός ἐστιν ὁ ἀριθμὸς τῆς τριάδος. ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον δι’ υἱοῦ ἀποσταλὲν ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστεύοντας ἀναδιδάξῃ καὶ ἁγιάσῃ. | |
29.1 | Ταῦτα γράψαντες καὶ μεταγνόντες συνέθηκαν μὲν ἐκείνην, ἣν μετὰ τῆς ὑπατείας ἐπιδείξαντες ἠρυθρίασαν. συνήθως δὲ ὥσπερ καταγνόντες καὶ ταύτης ἐποίησαν μὲν αὐτὴν ἁρπασθῆναι ἀπὸ τῶν ἐχόντων ἀντίγραφα διὰ Μαρτινιανοῦ νοταρίου. καὶ ποιή‐ σαντες τὸν βασιλέα Κωνστάντιον κατ’ αὐτῆς προθεῖναι διάταγμα δογματίζουσι πάλιν | |
5 | ἄλλην καὶ προσθέντες, ὡς εἰώθασι, λέξεις τινάς, γράφουσι ταῦτα ἐν τῇ Ἰσαυρίᾳ· | |
29.2 | Οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς Ἐγκαινίοις τοῖς κατὰ Ἀντιό‐ χειαν προκομίζοντες αὐτήν, εἰ καὶ τὰ μάλιστα οἱ πατέρες ἡμῶν κατ’ ἐκεῖνο καιροῦ πρὸς | |
29.3 | τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον. ἐπειδὴ δὲ πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον | |
καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παρεληλυθόσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλομεν ὡς ἀλλότριον τῶν γραφῶν, τὸ δὲ ἀνόμοιον ἀναθεμα‐ | 257 | |
29.4 | τίζομεν καὶ πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα σαφῶς ὁμολογοῦμεν κατὰ τὸν ἀπόστολον τὸν λέγοντα | |
29.5 | περὶ τοῦ υἱοῦ· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». ὁμολογοῦμεν δὲ καὶ πιστεύο‐ μεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν πάντων | |
29.6 | καὶ ἀοράτων. πιστεύομεν δὲ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν, σοφίαν, δύναμιν, δι’ οὗ τὰ πάντα ἐγένετο, τὰ | |
29.7 | ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρ‐ θένου καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρός, πάλιν ἐρχόμενον ἐν δόξῃ | |
29.8 | κρῖναι ζῶντας καὶ νεκρούς. πιστεύομεν καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλε, δι’ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας | |
29.9 | καὶ βαπτιζομένους ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν γνωρίζουσιν οἱ ἐντυγχάνοντες. | |
30.1 | Ταῦτα γράψαντες ἐν τῇ Ἰσαυρίᾳ ἀνελθόντες εἰς τὴν Κωνσταντινούπολιν ὥσπερ μεταγνόντες ἤλλαξαν συνήθως ταῦτα καὶ προσθέντες λεξείδιά τινα, ὥστε μηδὲ ‘ὑπόστασιν‘ λέγειν ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, διεπέμψαντο αὐτὰ τοῖς ἐν Ἀριμήνῳ καὶ ἠνάγκαζον καὶ τοὺς ἐν τοῖς μέρεσι τούτοις ὑπογράφειν, τοὺς δὲ ἀντιλέγοντας αὐτοῖς | |
5 | ἐποίουν ἐξορίζεσθαι παρὰ Κωνσταντίου. ἔστιν οὖν ταῦτα· | |
30.2 | Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα, καὶ εἰς τὸν μονο‐ γενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ | |
30.3 | θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρὸς, θεὸν ἐκ θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς | |
30.4 | γραφάς, οὗ τὴν γένεσιν οὐδεὶς γινώσκει εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ. τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παραγεγενῆσθαι ἐκ τῶν οὐρανῶν, | 258 |
30.5 | ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου, ἐκ Μαρίας τῆς παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀνα‐ στραφέντα μετὰ τῶν μαθητῶν καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατεληλυ‐ | |
30.6 | θέναι, ὅντινα καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν, ὅστις καὶ ἀνέστη ἐκ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ διέτριψε μετὰ τῶν μαθητῶν, καὶ πληρωθεισῶν τεσσαράκοντα ἡμερῶν ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ καθέζεται ἐν δεξιᾷ τοῦ πατρὸς ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ | |
30.7 | τῆς ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδῷ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ Χριστὸς ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων παράκλητον, καθάπερ γέγραπται· | |
30.8 | «τὸ πνεῦμα τῆς ἀληθείας», ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνῆλθεν εἰς τοὺς οὐρανούς. τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην τοῦ λοιποῦ γίνεσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ | |
30.9 | οὐδαμῶς ἐμνημόνευσαν περὶ οὐσίας πατρὸς καὶ υἱοῦ. καὶ γὰρ οὐδὲ ὀφείλει ὑπόστασις περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀνομάζεσθαι. ὅμοιον δὲ λέγομεν τῷ πατρὶ | |
30.10 | τὸν υἱόν, ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. πᾶσαι δὲ αἱ αἱρέσεις, αἵ τε ἤδη πρότερον κατεκρίθησαν, καὶ αἵτινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν. | |
31.1 | Ἀλλ’ οὐδὲ τούτοις ἐνέμειναν. κατελθόντες γὰρ ἀπὸ Κωνσταντινουπόλεως εἰς τὴν Ἀντιόχειαν μετέγνωσαν, ὅτι ὅλως ἔγραψαν ‘ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡς λέγουσιν αἱ γραφαί.‘ καὶ συνθέντες ἅπερ ἐπενόησαν ἤρξαντο πάλιν ἀνατρέχειν εἰς τὰ πρῶτα ἑαυτῶν καὶ λέγειν ὅτι ‘παντελῶς ἀνόμοιός ἐστιν ὁ υἱὸς τῷ πατρὶ καὶ κατ’ οὐδένα τρόπον ὅμοιός | |
31.2 | ἐστιν ὁ υἱὸς τῷ πατρί.‘ τοσοῦτον μετεβάλοντο ὡς καὶ τοὺς τὰ Ἀρείου γυμνότερον | |
λέγοντας προσδέχεσθαι καὶ τὰς ἐκκλησίας αὐτοῖς παραδιδόναι, ἵνα ἐπ’ ἀδείας τὰ τῆς | 259 | |
31.3 | βλασφημίας προσφέρωσι. διὰ γοῦν τὴν πολλὴν ἀναίδειαν τῆς ἀσεβείας αὐτῶν Ἀνόμοιοι παρὰ πᾶσιν ἐκλήθησαν ἔχοντες καὶ τὴν ‘ἐξουκόντιον‘ ἐπωνυμίαν καὶ τὸν αἱρετικὸν Κωνστάντιον προστάτην τῆς ἀσεβείας αὐτῶν, ὃς μέχρι τέλους διαμείνας ἐν ἀσεβείᾳ καὶ λοιπὸν ἀποθνήσκων ἔδοξε βαπτίζεσθαι, οὐ παρὰ εὐσεβῶν ἀνδρῶν, ἀλλ’ | |
5 | ὑπὸ Εὐζωίου τοῦ διὰ τὴν ἀρειανὴν αἵρεσιν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καθαιρεθέντος, καὶ ὅτε διάκονος ἦν, καὶ ὅτε ἐν Ἀντιοχείᾳ ἐκαθέσθη. | |
32.1 | Τέως μὲν οὖν ἄχρι τούτου φθάσαντες ἔστησαν καὶ καθῃρέθησαν οἱ προειρημένοι. ἀλλ’ οὐδὲ οὕτως εὖ οἶδα ὅτι στήσονται, ὅσοι καὶ νῦν ὑπεκρίναντο, ἀεὶ δὲ συστάσεις ποιήσουσι κατὰ τῆς ἀληθείας, ἕως ἂν εἰς ἑαυτοὺς ἐλθόντες εἴπωσι καὶ οὗτοι· ‘ἀναστάντες πορευσώμεθα πρὸς τοὺς πατέρας ἑαυτῶν καὶ ἐροῦμεν αὐτοῖς· ἀναθεματίζομεν μὲν τὴν | |
5 | ἀρειανὴν αἵρεσιν, ἐπιγινώσκομεν δὲ τὴν ἐν Νικαίᾳ σύνοδον‘. πρὸς ταύτην γὰρ ἔχουσι | |
32.2 | τὴν ἔριν. τίς οὖν ἔτι κἂν ὀλίγην αἴσθησιν ἔχων ἀνέξεται τούτων; τίς βλέπων καθ’ ἑκάστην σύνοδον τὰ μὲν ἀφαιρούμενα, τὰ δὲ προστιθέμενα οὐ συνορᾷ τούτους ὕποπτον καὶ ὕπουλον ἔχοντας κατὰ Χριστοῦ τὴν διάνοιαν; τίς ὁρῶν αὐτοὺς διὰ μακρῶν ἐκτείνοντας ἑαυτῶν τήν τε τῆς πίστεως σύνθεσιν καὶ τὴν ἀπολογίαν περὶ ὧν ἐγκαλοῦνται οὐχ ὁρᾷ | |
5 | τούτους καταγινώσκοντας ἑαυτῶν καὶ πολλὰ γράφοντας ἐπίτηδες, ἵνα δόξωσι διὰ τῆς ἀκαίρου φιλοτιμίας καὶ τῆς τοσαύτης πολυλογίας ὑφαρπάζειν τοὺς ἀκεραίους καὶ λαν‐ | |
32.3 | θάνειν οἷοι τὴν αἵρεσιν τυγχάνουσιν ὄντες; ἀλλ’ ὥσπερ οἱ ἐθνικοί, ὡς εἶπεν ὁ κύριος, βαττολογοῦντες ἐν ταῖς εὐχαῖς οὐδὲν ὠφελοῦσιν, οὕτως οὗτοι τοσαῦτα καταντλήσαντες οὐκ ἠδυνήθησαν σβέσαι τὴν κατὰ τῆς ἀρειανῆς αἱρέσεως κρίσιν, ἀλλὰ καὶ μᾶλλον ἐλεγ‐ χθέντες καθῃρέθησαν, καὶ εἰκότως γε. ποίαν γὰρ αὐτῶν ὁ ἀκούων ἀποδέξεται συγ‐ | |
32.4 | γραφήν; ἢ ποῖα θαρρήσαντες αὐτοὶ κατηχήσουσι τοὺς ἐρχομένους πρὸς αὐτούς; εἰ μὲν γὰρ αἱ πᾶσαι μίαν καὶ τὴν αὐτὴν ἔχουσι συμφωνίαν, τίς ἡ χρεία τῶν πολλῶν; εἰ δὲ τοσούτων χρεία γέγονε, δῆλόν ἐστιν ἑκάστην ἐνδεῆ καὶ μὴ πλήρη τυγχάνειν. καὶ τοῦτο μᾶλλον ἡμῶν αὐτοὶ διελέγχουσιν ἐν τῷ πάσας ἐναλλάττειν καὶ μεταποιεῖν. τὸ δὲ | |
5 | πλῆθος τῶν συνόδων καὶ ἡ διαφορὰ τῶν γραφομένων δείκνυσι τοὺς ἐν αὐταῖς συνελθόντας μαχομένους μὲν πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον, ἀσθενοῦντας δὲ πρὸς τὴν ἀλήθειαν. | |
33.1 | Ἐπειδὴ δὲ οὕτως αὐτοὶ πρός τε ἑαυτοὺς καὶ πρὸς τοὺς πρὸ ἑαυτῶν διετέθησαν, φέρε λοιπὸν ἡμεῖς ἐξετάσαντες μάθωμεν παρ’ αὐτῶν, ποῖον ἄτοπον ἄρα θεωρήσαντες ἢ τίνα λέξιν αἰτιώμενοι τῶν ἐγγεγραμμένων ἀπειθεῖς μὲν γονεῦσι γεγόνασι, διαμάχονται δὲ πρὸς οἰκουμενικὴν σύνοδον. τὸ ἐκ τῆς οὐσίας, φησί, καὶ τὸ ὁμοούσιον οὐκ ἤρεσεν | |
33.2 | ἡμῖν· ταῦτα γάρ τινας ἐσκανδάλισε καὶ πολλοὺς ἐθορύβησεν. ἐκεῖνοι μὲν οὖν οὕτω | |
γράφοντες εἰρήκασιν, ἀπαντήσειε δ’ ἄν τις αὐτοῖς εὐλόγως οὕτως· ‘εἰ μὲν οὖν αὐτὰ τὰ ῥήματα καθ’ ἑαυτὰ τυγχάνει ὄντα αἴτια τούτοις εἰς σκάνδαλον, ἔδει μή τινας σκαν‐ δαλίζεσθαι μηδὲ πολλοὺς θορυβεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς καὶ τοὺς ἄλλους πάντας ταὐτὸν | 260 | |
5 | ἐκείνοις πάσχειν ἐξ αὐτῶν· εἰ δὲ οἱ μὲν πάντες ἀγαπῶσι τὰ ῥήματα, οἱ δὲ ταῦτα γράψαντες οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ ἐκ πάσης τῆς οἰκουμένης συνελθόντες εἰσὶ καὶ τούτοις ἐπιμαρτυ‐ ροῦσιν οἱ νῦν ἐν τῇ Ἀριμήνῳ συνελθόντες ἐπίσκοποι υʹ καὶ πλείους, πῶς οὐκ ἄντικρυς ἐλέγχει τοῦτο τοὺς κατὰ τῆς συνόδου λέγοντας, ὡς οὐ τὰ ῥήματά ἐστιν αἴτια, ἀλλ’ ἡ | |
33.3 | κακόνοια τῶν παρεξηγουμένων τὰ τοιαῦτα; πόσοι κακῶς ἐντυγχάνοντες ταῖς θείαις γραφαῖς καὶ παρανοοῦντες ταύτας κατηγοροῦσι τῶν ἁγίων, οἷοι γεγόνασιν οἱ μὲν τότε Ἰουδαῖοι μὴ δεξάμενοι τὸν κύριον, οἱ δὲ νῦν Μανιχαῖοι βλασφημοῦντες τὸν νόμον, καὶ | |
33.4 | οὐχ αἱ γραφαὶ γεγόνασιν αὐτοῖς αἴτιαι, ἀλλ’ ἡ σφῶν αὐτῶν κακοφροσύνη. εἰ μὲν οὖν ἀποδεῖξαι δύνασθε τὰ ῥήματα φαῦλα, τοῦτο ποιεῖτε, καὶ λόγος ἡγείσθω τῆς ἀπο‐ δείξεως· καὶ μὴ προφασίζεσθε τοὺς σκανδαλιζομένους, ἵνα μὴ ταυτὸν πάθητε τοῖς τότε Φαρισαίοις. καὶ γὰρ κἀκείνων προφασιζομένων σκανδαλίζεσθαι ἐπὶ ταῖς τοῦ κυρίου | |
5 | διδαχαῖς ἔλεγεν αὐτοῖς ὁ κύριος· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος | |
33.5 | ἐκριζωθήσεται». τοῦτο δὲ λέγων ἐδείκνυεν ὡς οὐ τὰ τοῦ πατρὸς δι’ αὐτοῦ φυτευόμενα ῥήματα σκάνδαλον ἦσαν αὐτοῖς, ἀλλ’ αὐτοὶ κακῶς ἐκδεχόμενοι τὰ καλῶς λεγόμενα ἐσκαν‐ δάλιζον ἑαυτούς. ἐπεὶ καὶ οἱ αἰτιώμενοι τότε τὰς ἐπιστολὰς τοῦ ἀποστόλου, οὐ τοῦ Παύλου, ἀλλὰ τῆς ἑαυτῶν ἀμαθίας καὶ στρεβλῆς διανοίας κατηγόρουν. | |
34.1 | Ἐπεὶ (καλὸν γὰρ αὐτοὺς ἐρέσθαι τοῦτο) εἴπατε, τίνες εἰσὶν οὓς προφασίζεσθε σκαν‐ δαλίζεσθαι καὶ θορυβεῖσθαι ἐπὶ τούτοις; τῶν μὲν γὰρ εὐσεβούντων εἰς τὸν Χριστὸν οὐ‐ δείς, αὐτὰ γὰρ πρεσβεύουσι καὶ ἐκδικοῦσιν. εἰ δὲ τῶν Ἀρειανῶν εἰσιν οἱ τοῦτο πάσχοντες, τί θαυμαστόν, εἰ ἐπὶ τοῖς ἀναιροῦσιν αὐτῶν τὴν αἵρεσιν ἄχθονται; οὐ γάρ ἐστιν αὐτοῖς | |
5 | σκάνδαλον τὰ ῥήματα, ἀλλὰ λύπη ὅτι στηλογραφία κατὰ τῆς ἀσεβείας αὐτῶν ἐστιν. | |
34.2 | οὐκοῦν παύσασθε γογγύζοντες κατὰ τῶν πατέρων καὶ τοιαῦτα προφασιζόμενοι, ἐπεὶ ὥρα ὑμᾶς καταμέμφεσθαι καὶ τῷ κυριακῷ σταυρῷ ὅτι «Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν, ἔθνεσι δὲ μωρία», ὡς εἶπεν ὁ ἀπόστολος. ἀλλ’ ὥσπερ οὐ φαῦλος ὁ σταυρός· ἡμῖν γὰρ τοῖς πιστεύουσίν ἐστι «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία», κἂν Ἰουδαῖοι μαίνωνται, οὕτως | |
5 | οὐ φαῦλα τὰ τῶν πατέρων ῥήματα, ἀλλ’ ὠφέλιμα τοῖς γνησίως ἐντυγχάνουσι καὶ ἀναι‐ ρετικὰ πάσης ἀσεβείας ἐστί, κἂν οἱ Ἀρειανοὶ πολλάκις διαρρηγνύωνται κατακρινόμενοι | |
34.3 | παρ’ αὐτῶν. ὅτε τοίνυν ἡ περὶ τῶν σκανδαλιζομένων ἀπίθανος δέδεικται πρόφασις, εἴπατε λοιπὸν ὑμεῖς, πῶς οὐκ ἀρέσκεσθε τῷ ἐκ τῆς οὐσίας ὀνόματι; τοῦτο γὰρ πρῶτον ἀναγκαῖον ἀνακρῖναι, καίτοι καὶ ὑμεῖς ἐγράψατε ἐκ τοῦ πατρὸς γεγεννῆσθαι τὸν υἱόν. | |
34.4 | εἰ μὲν οὖν τὸν πατέρα ὀνομάζοντες ἢ τὸ θεὸς ὄνομα λέγοντες οὐκ οὐσίαν σημαίνετε οὐδὲ αὐτὸν τὸν ὄντα ὅπερ ἐστὶ κατ’ οὐσίαν νοεῖτε, ἀλλ’ ἕτερόν τι περὶ αὐτὸν ἢ τὸ γοῦν χεῖρον, ἵνα μὴ παρ’ ἐμοῦ λέγηται, διὰ τούτων σημαίνετε, ἔδει μὴ γράφειν ὑμᾶς ‘ἐκ τοῦ πατρὸσ‘ τὸν υἱόν, ἀλλ’ ‘ἐκ τῶν περὶ αὐτὸν ἢ τῶν ἐν αὐτῷ‘, ἵνα φεύγοντες λέγειν ἀληθῶς πατέρα τὸν | |
5 | θεὸν σύνθετον δὲ τὸν ἁπλοῦν καὶ σωματικῶς αὐτὸν ἐπινοοῦντες καινοτέρας βλασφημίας ἐφευρεταὶ γένησθε. οὕτω δὲ νοοῦντες ἐξ ἀνάγκης καὶ τὸν λόγον καὶ τὸ υἱὸς οὐκ οὐσίαν, ἀλλ’ ὄνομα μόνον νομίζετε καὶ λοιπὸν ἄχρις ὀνομάτων ἔχετε τὴν ἑαυτῶν φαντασίαν· καὶ ἃ λέγετε οὐκ εἶναι πιστεύετε, ἀλλὰ μὴ εἶναι φρονεῖτε. | 261 |
35.1 | Τοῦτο δὲ Σαδδουκαίων μᾶλλον καὶ τῶν παρ’ Ἕλλησι λεχθέντων ἀθέων ἐστὶ τὸ τόλ‐ μημα. διὸ οὐδὲ τὴν κτίσιν αὐτοῦ τοῦ ὄντος θεοῦ δημιούργημα εἶναι φήσετε, εἴ γε τὸ πατὴρ καὶ τὸ θεὸς οὐκ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαίνουσιν, ἀλλ’ ἕτερόν τι ὅπερ ὑμεῖς | |
35.2 | ἀναπλάττετε. ἀλλὰ τοῦτο δυσσεβὲς καὶ λίαν ἀπρεπές ἐστι καὶ μόνον ἐνθυμεῖσθαι. εἰ δὲ ὅταν ἀκούωμεν «ἐγώ εἰμι ὁ ὢν» καὶ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ «τάδε λέγει κύριος παντοκρά‐ τωρ», οὐχ ἕτερόν τι ἀλλ’ αὐτὴν τὴν ἁπλῆν καὶ μακαρίαν καὶ ἀκατάληπτον τοῦ ὄντος | |
5 | οὐσίαν νοοῦμεν, κἂν γὰρ ἀδυνάτως ἔχωμεν καταλαβεῖν, ὅ τι ποτέ ἐστιν, ἀλλ’ ἀκούοντες τὸ πατὴρ καὶ τὸ θεὸς καὶ τὸ παντοκράτωρ οὐχ ἕτερόν τι, ἀλλ’ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν | |
35.3 | σημαινομένην νοοῦμεν. εἰρήκατε δὲ καὶ ὑμεῖς ‘ἐκ τοῦ θεοῦ τὸν υἱόν‘, δηλονότι ‘ἐκ τῆς οὐσίας τοῦ πατρὸσ‘ αὐτὸν εἰρήκατε. ἐπειδὴ δὲ καὶ πρὸ ὑμῶν λέγουσιν αἱ γραφαὶ τὸν κύριον υἱὸν τοῦ πατρός, καὶ πρὸ αὐτῶν αὐτὸς ὁ πατὴρ εἴρηκεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγα‐ | |
35.4 | πητός», υἱὸς δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ πατρὸς γέννημα· πῶς οὐ φαίνονται καλῶς εἰρηκότες οἱ πατέρες ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν λογισάμενοι ταυτὸν εἶναι τὸ εἰπεῖν ὀρθῶς ἐκ τοῦ θεοῦ καὶ τὸ εἰπεῖν ἐκ τῆς οὐσίας; τὰ μὲν γὰρ κτίσματα πάντα, κἂν ἐκ τοῦ θεοῦ λέγηται γεγενῆσθαι, ἀλλ’ οὐχ ὡς ὁ υἱός εἰσιν ἐκ τοῦ θεοῦ· οὐ γὰρ γεννήματα, | |
35.5 | ἀλλὰ ποιήματά εἰσι τὴν φύσιν. «ἐν ἀρχῇ γοῦν ὁ θεὸς» οὐκ ‘ἐγέννησεν‘ ἀλλ’ «ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς» εἴρηται. καὶ οὐχ ‘ὁ γεννῶν‘ ἀλλ’ «ὁ | |
35.6 | ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα». εἰ δὲ ὁ ἀπόστολος εἴρηκεν· «εἷς θεός, ἐξ οὗ τὰ πάντα», ἀλλ’ οὐ τὸν υἱὸν συναριθμῶν τοῖς πᾶσι τοῦτό φησιν. ἀλλ’ ἐπειδὴ τῶν Ἑλλήνων οἱ μὲν νομίζουσι κατὰ τύχην καὶ ἐξ ἀτόμων συμ‐ πλοκῆς καὶ ὁμοιομερῶς ἐκ ταυτομάτου συνεστάναι τὴν κτίσιν καὶ μὴ ἔχειν τὸν αἴτιον, οἱ | |
5 | δὲ ἐξ αἰτίου μὲν αὐτὴν γεγονέναι, οὐ μὴν καὶ διὰ τοῦ λόγου, τῶν δὲ αἱρετικῶν ἕκαστος ὡς ἠθέλησεν ἀνεπλάσατο καὶ περὶ τῆς κτίσεως μυθολογεῖ, τούτου χάριν ὁ ἀπόστολος | |
35.7 | ἀναγκαίως συνείρηκε τὸ ἐκ τοῦ θεοῦ· ἵνα καὶ τὸν ποιητὴν γνωρίσῃ καὶ τὴν ἐκ τοῦ βου‐ λήματος αὐτοῦ τῶν πάντων δημιουργίαν ἀποδείξῃ, εὐθὺς δ’ οὖν ἐπιφέρει «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα», ἵνα τῶν πάντων ἐξάρῃ τὸν υἱόν. τὰ γὰρ ‘ἐκ τοῦ θεοῦ‘ λεγόμενα πάντα ταῦτα δι’ υἱοῦ γέγονε καὶ οὐχ οἷόν τε ὁμοίαν ἔχειν τὰ δημιουργούμενα | |
5 | τῷ δημιουργοῦντι τὴν γένεσιν, καὶ ἵνα τὸ ‘ἐκ τοῦ θεοῦ‘ λεγόμενον ὧδε ἄλλως ἐπὶ τῶν ποιημάτων αὐτὸ σημαίνεσθαι διδάξῃ, ἢ ὡς ἐπὶ υἱοῦ λεγόμενον νοεῖται. ὁ μὲν γὰρ γέννημα, τὰ δὲ ποιήματά ἐστι. διὸ καὶ ὁ μὲν υἱὸς ἴδιον τῆς οὐσίας γέννημα, τὰ δὲ τοῦ βουλήματος | |
δημιουργήματα. | 262 | |
36.1 | Ταῦτα καὶ ἡ σύνοδος συνορῶσα καὶ εἰδυῖα τὴν ἐκ τῆς ὁμωνυμίας διαφορίαν ὑπὲρ τοῦ μή τινας ὑπονοεῖν κατὰ τὴν κτίσιν οὕτω λέγεσθαι καὶ τὸν υἱὸν ‘ἐκ τοῦ θεοῦ‘ λευκότερον | |
36.2 | ἔγραψαν ‘ἐκ τῆς οὐσίασ‘ τὸν υἱόν. ἐκ μὲν γὰρ τούτου τὸ γνήσιον ἀληθῶς υἱοῦ πρὸς τὸν πατέρα γνωρίζεται, ἐκ δὲ τοῦ λέγεσθαι ἁπλῶς ‘ἐκ τοῦ θεοῦ‘ τὸ βούλημα τῆς δημι‐ ουργίας τοῦ κτίζοντος σημαίνεται. εἰ μὲν οὖν καὶ αὐτοὶ τοιαύτην ἔχοντες διάνοιαν ἔγραψαν ‘ἐκ τοῦ πατρὸσ‘ τὸν λόγον, μὴ μεμφέσθωσαν τὴν σύνοδον· εἰ δὲ ὡς ἐπὶ τῆς κτί‐ | |
5 | σεώς ἐστι γεγραμμένον, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ φρονοῦσι τὸ ἐκ τοῦ θεοῦ, ἔδει τὰ ἐπὶ τῆς κτίσεως λαμβάνοντας αὐτοὺς μὴ λέγειν υἱόν, ἵνα μὴ δοκῶσι φύρειν βλασφημίαν τῇ εὐσε‐ βείᾳ καὶ ἢ τὸν κύριον μὴ συναριθμεῖν τοῖς κτίσμασιν ἢ μὴ ἀνάξια καὶ μὴ ἁρμόζοντα περὶ τοῦ υἱοῦ γράφειν. εἰ γὰρ υἱός ἐστιν, οὐκ ἔστι κτίσμα· εἰ δὲ κτίσμα ἐστίν, οὐκ ἔστιν | |
36.3 | υἱός. τοιαῦτα δὲ διανοούμενοι ἀρνήσονταί που καὶ τὸ ἅγιον λουτρόν, ὅτι εἰς πατέρα | |
36.4 | καὶ εἰς υἱὸν καὶ οὐκ εἰς κτίστην καὶ κτίσμα δίδοται, ὡς αὐτοὶ νομίζουσιν. ‘ἀλλ’ οὐ γέ‐ γραπται ταῦτα‘, φησίν, ‘καὶ ὡς ἀγράφους τὰς φωνὰς ἐκβάλλομεν‘. ἀλλὰ καὶ τοῦτο πάλιν πρόφασις αὐτοῖς ἐστιν ἀναίσχυντος. εἰ γὰρ ἐκβλητέα νομίζουσι τὰ μὴ γεγραμμένα, διὰ τί τῶν περὶ Ἄρειον ἐξ ἀγράφων ἐπινοησάντων τοσούτων ῥηματίων συρφετὸν τὸ | |
5 | ‘ἐξ οὐκ ὄντων‘ καὶ τὸ ‘οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ καὶ ἦν ποτε ὅτε οὐκ ἦν καὶ τρεπτός ἐστι καὶ ἄρρητος καὶ ἀόρατος ὁ πατὴρ τῷ υἱῷ καὶ ὁ υἱὸς οὐκ οἶδεν οὐδὲ τὴν ἑαυτοῦ οὐσίαν‘ καὶ ὅσα ἐν τῇ γελοίῳ καὶ ἀσεβεῖ Θαλίᾳ ἑαυτοῦ φρονῶν ἐξήμεσεν Ἄρειος οὐκ ἀντειρήκασιν, ἀλλὰ καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἀγωνίζονται καὶ διὰ ταῦτα πρὸς τοὺς πατέρας ἑαυτῶν δια‐ | |
36.5 | μάχονται; ἐκ ποίας δὲ γραφῆς καὶ αὐτοὶ εὑρόντες τὸ ἀγένητον καὶ τὸ οὐσίας ὄνομα καὶ ‘τρεῖς εἰσιν ὑποστάσεισ‘ καὶ ‘οὐκ ἔστιν ἀληθινὸς θεὸς ὁ Χριστὸσ‘ καὶ ‘εἷς ἐστι τῶν ἑκατὸν προβάτων‘ καὶ ‘ἡ μὲν σοφία τοῦ θεοῦ ἀγέννητος καὶ ἄναρχός ἐστι, πολλαὶ δέ εἰσιν αἱ | |
36.6 | κτισθεῖσαι δυνάμεις, ὧν μία ἐστὶν ὁ Χριστόσ‘; ἢ πῶς ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἀγράφοις χρησάμενοι λέξεσιν οἱ περὶ Ἀκάκιον καὶ Εὐσέβιον καὶ εἰπόντες ‘οὐσίας τε καὶ δυνάμεως καὶ βουλῆς καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν πρωτότοκον τῆς κτίσεωσ‘ γογγύζουσι κατὰ τῶν πατέρων ὡς ἀγράφων αὐτῶν μνημονευσάντων λέξεων καὶ οὐσίας | |
5 | μνημονευσάντων; ἔδει γὰρ αὐτοὺς ἢ καθ’ ἑαυτῶν γογγύζειν ἢ μηδὲν τοὺς πατέρας αἰτιᾶσθαι. | |
37.1 | Εἰ μὲν οὖν ἄλλοι τινὲς ἐπροφασίζοντο τὰς τῆς συνόδου λέξεις, ἠδύναντό πως ἢ | |
ἀγνοίας ἢ εὐλαβείας ὑπόνοιαν ἔχειν. καὶ περὶ μὲν Γεωργίου τοῦ Καππάδοκος τοῦ ἐκβληθέν‐ τος ἀπὸ τῆς Ἀλεξανδρείας λόγος οὐδείς, ἀνθρώπου μήτε ἐκ προάγοντος βίου τὴν μαρ‐ τυρίαν ἔχοντος μήτε ὅλως Χριστιανοῦ τυγχάνοντος, ἀλλὰ μόνον ὑποκριναμένου διὰ τὸν | 263 | |
5 | καιρὸν τὸ ὄνομα καὶ «πορισμὸν ἡγησαμένου τὴν εὐσέβειαν». διὸ οὐδὲ μέμψαιτο ἄν τις αὐτὸν εἰκότως πταίοντα περὶ τὴν πίστιν, ἄνθρωπον «μήτε εἰδότα περὶ ὧν λέγει μήτε περὶ ὧν διαβεβαιοῦται», ἀλλὰ πᾶσι κατὰ τὸ γεγραμμένον ὡς κέπφον ἐπακολουθοῦντα. | |
37.2 | Ἀκάκιος δὲ καὶ Εὐδόξιος καὶ Πατρόφιλος ταῦτα λέγοντες πῶς οὐκ ἄξιοι πάσης εἰσὶ κατα‐ γνώσεως; γράψαντες γὰρ ἄγραφα καὶ αὐτοὶ καὶ ἀποδεξάμενοι πολλάκις ὡς καλὸν τὸ τῆς οὐσίας ὄνομα, μάλιστα καὶ διὰ τὴν ἐπιστολὴν Εὐσεβίου αἰτιῶνται νῦν τοὺς πρὸ αὐτῶν ὡς τοιαύταις χρησαμένους λέξεσιν. ἀλλὰ καὶ εἰπόντες αὐτοὶ ‘θεὸν ἐκ θεοῦ καὶ λόγον ζῶντα, | |
5 | τῆς οὐσίας τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα τὸν υἱὸν‘ κατηγοροῦσι τῶν ἐν Νικαίᾳ εἰπόν‐ | |
37.3 | των ‘ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον τὸν γεννηθέντα τῷ γεγεννηκότι‘. τί δὲ θαυμαστὸν εἰ τοῖς πρὸ αὐτῶν καὶ τοῖς ἰδίοις πατράσι διαμάχονται, ὅπου γε καὶ αὐτοὶ ἑαυτοῖς ἐναντι‐ ούμενοι τοῖς ἑαυτῶν προσκόπτουσιν; ἐκθέμενοι γὰρ ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἐν Ἀντιο‐ χείᾳ ‘τῆς οὐσίας τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα εἶναι τὸν υἱὸν‘ ὀμόσαντές τε οὕτω | |
5 | φρονεῖν καὶ ἀναθεματίσαντες τοὺς ἄλλως φρονοῦντας, ἀλλὰ γὰρ καὶ ἐν τῇ Ἰσαυρίᾳ γρά‐ ψαντες· ‘οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς Ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν‘ (ἐν αὐτοῖς δὲ ἐγράφη τὸ τῆς οὐσίας ὄνομα) ὥσπερ ἐπιλαθόμενοι τούτων, μετ’ ὀλίγον ἐν τῇ αὐτῇ Ἰσαυρίᾳ τἀναντία ἔγραψαν λέγοντες· ‘τὸ ὁμοούσιον καὶ τὸ ὁμοιο‐ ούσιον ἐκβάλλομεν ὡς ἀλλότριον τῶν γραφῶν, καὶ τὸ τῆς οὐσίας ὄνομα περιαιροῦμεν ὡς | |
10 | μὴ κείμενον ἐν ταῖς γραφαῖσ‘. | |
38.1 | Τίς οὖν ἔτι τοὺς τοιούτους Χριστιανοὺς ἡγήσεται; ἢ ποία πίστις παρὰ τούτοις, παρ’ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιρὸν ἀλλάσσεται καὶ μετα‐ | |
38.2 | βάλλεται; εἰ γάρ, ὦ Ἀκάκιε καὶ Εὐδόξιε, οὐ φεύγετε τὴν ἐκτεθεῖσαν ἐν τοῖς Ἐγκαινίοις πίστιν, ἐν αὐτῇ δὲ γέγραπται· ‘οὐσίας ἀπαράλλακτος εἰκών ἐστιν ὁ υἱόσ‘, πῶς ἐν τῇ Ἰσαυρίᾳ γράφετε· ‘ἐκβάλλομεν τὸ ὁμοούσιον‘; εἰ γὰρ οὐκ ἔστι κατ’ οὐσίαν ὅμοιος ὁ υἱὸς τῷ πατρί, πῶς ‘ἀπαράλλακτος τῆς οὐσίας εἰκών‘ ἐστιν; εἰ δὲ μετέγνωτε γράψαντες τὸ | |
5 | ‘τῆς οὐσίας ἀπαράλλακτος εἰκών‘, πῶς ἀναθεματίζετε τοὺς ‘ἀνόμοιον‘ εἶναι λέγοντας τὸν υἱόν; εἰ γὰρ οὐχ ‘ὅμοιος κατ’ οὐσίαν‘ πάντως ‘ἀνόμοιόσ‘ ἐστι. τὸ δὲ ἀνόμοιον οὐκ ἂν εἴη | |
38.3 | ‘εἰκών‘. εἰ δὲ οὕτω καθ’ ὑμᾶς ἐστιν, οὐκ ἄρα «ὁ τὸν υἱὸν ἑωρακὼς ἑώρακε τὸν πατέρα» πλείστης ὅσης οὔσης διαφορᾶς, μᾶλλον δὲ τὸ ὅλον ὄντος τούτου πρὸς ἐκεῖνον ἀνομοίου. τὸ δὲ ἀνόμοιον οὐχ οἷόν τε ὅμοιον λέγεσθαι. ποίᾳ τοίνυν μηχανῇ τὸ ἀνόμοιον ὅμοιον λέγετε καὶ τὸ ὅμοιον ἀνόμοιον φρονεῖτε καὶ ὑποκρίνεσθε λέγοντες ‘εἰκόνα εἶναι τοῦ πατρὸς τὸν | |
5 | υἱόν‘; εἰ γὰρ οὐκ ἔστι κατ’ οὐσίαν ὅμοιος ὁ υἱὸς τοῦ πατρός, λείπει τι τῇ εἰκόνι καὶ οὐκ | |
38.4 | ἔστι πλήρης εἰκὼν οὐδὲ τέλειον ἀπαύγασμα. πῶς οὖν ἀναγινώσκετε τὸ «ἐν αὐτῷ κατοι‐ κεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς» καὶ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν»; πῶς τὸν Ἀρειανὸν Ἀέτιον ὡς αἱρετικὸν ἐκβάλλετε, καίτοι τὰ αὐτὰ ἐκείνῳ λέ‐ γοντες; καὶ γὰρ σοῦ μέν, ὦ Ἀκάκιε, ἑταῖρός ἐστιν, Εὐδοξίου δὲ διδάσκαλος εἰς τὴν τοιαύτην | 264 |
5 | ἀσέβειαν γέγονεν, ἧς ἕνεκα καὶ Λεόντιος αὐτὸν ὁ ἐπίσκοπος διάκονον κατέστησεν, ἵνα ὡς ἐν ἐνδύματι προβάτου τῷ ὀνόματι τῆς διακονίας χρώμενος ἐπ’ ἀδείας ἐξεμεῖν δύνηται τὰ τῆς βλασφημίας ῥήματα. | |
39.1 | Τί οὖν ὑμᾶς ἄρα τοιοῦτον ἔπεισεν, ὥστε καὶ ἑαυτοῖς εἰς τὸ ἐναντίον περιπεσεῖν καὶ το‐ σαύτην αἰσχύνην ἀπενέγκασθαι; ἀλλ’ οὐδὲν εὔλογον ἂν εἴποιτε· τοῦτο δὲ μόνον περι‐ λείπεται νοεῖν ὅτι πάντα νῦν ὑποκρίνεσθε καὶ πάντα προσποιούμενοι πλάττετε διὰ τὴν | |
39.2 | παρὰ Κωνσταντίου προστασίαν καὶ τὸ παρὰ τοῦ τοιούτου κέρδος. καὶ κατηγορεῖτε μὲν εὐχερῶς τῶν πατέρων, προφασίζεσθε δὲ ἁπλῶς τὰς λέξεις ὡς ἀγράφους, καὶ κατὰ τὸ γεγραμμένον «διετείνατε τὰ σκέλη παντὶ παρόδῳ», ὥστε τοσαυτάκις ὑμᾶς μεταβάλλεσθαι, ὁσάκις ἂν ὑμᾶς οἱ μισθούμενοι καὶ χορηγοῦντες ὑμῖν βούλωνται. καίτοι κἂν ἀγράφους τις | |
39.3 | λαλῇ λέξεις, οὐδὲν διαφέρει, ἕως εὐσεβῆ τὴν διάνοιαν ἔχει. ὁ δὲ αἱρετικὸς ἀνήρ, κἂν τὰς ἀπὸ τῶν γραφῶν χρήσηται λέξεις, οὐδὲν ἧττον ὕποπτος ὢν καὶ τὸν νοῦν διεφθαρμένος ἀκούσεται παρὰ τοῦ πνεύματος «ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου». οὕτως ὁ μὲν διάβολος καίτοι λαλῶν ἀπὸ τῶν γρα‐ | |
5 | φῶν πεφίμωται παρὰ τοῦ σωτῆρος· ὁ δὲ μακάριος Παῦλος κἂν ἐκ τῶν ἔξωθεν λαλῇ· «Κρῆτες ἀεὶ ψεῦσται», καὶ «τοῦ γὰρ καὶ γένος ἐσμὲν» καὶ «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί», ἀλλ’ ὅμως ἅγιος ὢν ἔχει τὴν διάνοιαν εὐσεβῆ καὶ «τοῦ Χριστοῦ νοῦν ἔχων διδάσκαλός ἐστιν | |
39.4 | ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ», καὶ ἃ λαλεῖ μετ’ εὐσεβείας φθέγγεται. ποία τοίνυν ἐν τοῖς ἀρειανοῖς ῥηματίοις κἂν πιθανότης ἐστίν, ἐν οἷς προτιμᾶται τοῦ σωτῆρος ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ λοιδορεῖται παρ’ αὐτῶν· ‘οὐκ ἦς ποτε καὶ ἐκτίσθης ξένος τε κατ’ οὐσίαν τοῦ θεοῦ τυγχάνεισ‘ καὶ ὅλως οὐδὲν δυσφημίας ἐν αὐτοῖς παραλέλειπται; τί δὲ πρὸς εὐφημίαν | |
5 | παρῆκαν οἱ πατέρες; καὶ οὐ μᾶλλον ὑψηλὴ διάνοια καὶ φιλόχριστος εὐσέβεια παρ’ αὐτοῖς | |
39.5 | ἐστι; καὶ ὅμως ταῦτα μὲν ἔγραψαν ὅτι ‘ἐκβάλλομεν‘, ἐκείνων δὲ τῶν κατὰ τοῦ κυρίου λοιδοριῶν ἀνέχονται καὶ φανεροὺς ἑαυτοὺς πᾶσι καθιστῶσιν, ὅτι δι’ οὐδὲν ἕτερον μάχονται πρὸς τὴν σύνοδον ἐκείνην τὴν μεγάλην ἢ ὅτι τὴν ἀρειανὴν αἵρεσιν κατέκρινε. διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διαβάλλουσι κακῶς αὐτοὶ φρονοῦντες καὶ περὶ αὐτῆς. | |
39.6 | εἰ γὰρ ἐπίστευον ὀρθῶς καὶ τὸν μὲν πατέρα πατέρα ἀληθῶς ὡμολόγουν, τὸν δὲ υἱὸν γνήσιον υἱὸν καὶ φύσει ἀληθινὸν λόγον καὶ σοφίαν ἐπίστευον εἶναι τοῦ πατρὸς τό τε ‘ἐκ | |
τοῦ θεοῦ‘ λέγειν τὸν υἱόν, εἰ μή, ὥσπερ λέγεται περὶ τῶν κτισμάτων, οὕτως ἔλεγον καὶ περὶ αὐτοῦ, ἀλλὰ τῆς οὐσίας τοῦ πατρὸς ἴδιον αὐτὸν ἐνόουν εἶναι γέννημα ὡς ἔστι τὸ | 265 | |
5 | ἀπαύγασμα ἐκ τοῦ φωτός, οὐκ ἂν ἕκαστος αὐτῶν κατηγόρει τῶν πατέρων, ἀλλ’ ἐθάρρουν, ὅτι καλῶς ἔγραψεν ἡ σύνοδος καὶ οὕτως ἐστὶν ἡ ὀρθὴ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πίστις. | |
40.1 | Ἀλλ’ ‘ἀσαφήσ‘, φησίν, ‘ἐστὶν ἡμῖν τῶν τοιούτων λέξεων ἡ διάνοια‘. καὶ τοῦτο γὰρ προεφασίσαντο λέγοντες ὅτι ‘μὴ δυνάμενοι καταλαβεῖν τὴν ἑρμηνείαν αὐτῶν ἐκ‐ | |
40.2 | βάλλομεν ταύτας τὰς λέξεισ‘. τοῦτο δὲ εἰ ἀληθῶς ἔλεγον, οὐκ ἔδει λέγειν αὐτοὺς ‘ἐκ‐ βάλλομεν ταύτασ‘, ἀλλ’ ἀξιοῦν μαθεῖν παρὰ τῶν ἐπισταμένων, ἐπεὶ ὀφείλουσί γε, καὶ ἅπερ ἂν ἐν ταῖς θείαις γραφαῖς μὴ νοήσωσιν ἐκβάλλειν καὶ κατηγορεῖν τοὺς γράψαντας αὐτά. | |
40.3 | ἀλλὰ τοῦτο μᾶλλον αἱρετικῶν καὶ οὐχ ἡμῶν τῶν Χριστιανῶν τὸ τόλμημα. ἃ γὰρ ἀγνοοῦμεν ἐν τοῖς λογίοις, οὐκ ἐκβάλλομεν, ἀλλὰ ζητοῦμεν οὓς ἀπεκάλυψεν ὁ κύριος καὶ παρ’ αὐτῶν μανθάνειν ἀξιοῦμεν. ἐπειδὴ δὲ καὶ οὕτω προφασίζονται τὴν ἀσάφειαν τῶν τοιούτων λέξεων, ὁμολογείτωσαν γοῦν τὰ εὐθὺς ἐπιφερόμενα καὶ ἀναθεματιζέτωσαν τοὺς | |
5 | φρονοῦντας ‘ἐξ οὐκ ὄντων εἶναι τὸν υἱὸν‘ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ‘ καὶ ὅτι ‘κτίσμα καὶ ποίημά ἐστιν ὁ τοῦ θεοῦ λόγοσ‘ καὶ ‘τρεπτός ἐστι τῇ φύσει‘ καὶ ‘ἐξ ἑτέρας ὑποστάσεωσ‘, καὶ ὅλως ἀναθεματιζέτωσαν τὴν ἀρειανὴν αἵρεσιν τὴν ἐφευροῦσαν τὴν τοιαύτην ἀσέβειαν. | |
40.4 | καὶ λοιπὸν μὴ λεγέτωσαν ‘ἐκβάλλομεν τὰς λέξεισ‘, ἀλλ’ ὅτι ‘οὔπω νοοῦμεν αὐτάσ‘, ἵνα οὕτω πιθανήν τινα πρόφασιν ἔχωσι τοῦ παραιτεῖσθαι ταύτας. εὖ δὲ οἶδα καὶ πέπεισμαι καὶ αὐτοὶ δὲ τοῦτο γινώσκουσιν ὅτι ταῦτα ἐὰν ὁμολογήσωσι καὶ ἀναθεματίσωσι τὴν | |
40.5 | ἀρειανὴν αἵρεσιν οὐκ ἀρνήσονται κἀκείνας τὰς τῆς συνόδου λέξεις. διὰ τοῦτο γὰρ καὶ οἱ πατέρες εἰρηκότες ‘ἐκ τῆς οὐσίας γεννητὸν τὸν υἱὸν ὁμοούσιον τῷ πατρὶ‘ εὐθὺς ἐπήγα‐ γον· ‘τοὺς δὲ λέγοντασ‘ τὰ προειρημένα, ἅπερ ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως, ‘ἀναθεματίζο‐ μεν‘ ἵνα δείξωσιν ὅτι ὡς ἐκ παραλλήλου λέλεκται παρ’ αὐτῶν καὶ αἱ λέξεις ἐκεῖναι ταῦτα | |
5 | σημαίνουσι, καὶ ὃς ἂν ἐκείνας ὁμολογήσῃ, πάντως καὶ ταῦτα διανοηθήσεται· οἱ δὲ μήτε ταῦτα φρονοῦντες, ἀλλὰ κἀκεῖνα διαβάλλοντες οἱ τοιοῦτοι πανταχόθεν ἐλέγχονται χριστομάχοι. | |
41.1 | Καὶ περὶ μὲν τῶν ἐξ ὅλου τὴν σύνοδον ἀρνουμένων ἀρκεῖ πρὸς ἔλεγχον τὰ ὀλίγα ταῦτα, πρὸς δὲ τοὺς ἀποδεχομένους τὰ μὲν ἄλλα πάντα τῶν ἐν Νικαίᾳ γραφέντων, περὶ δὲ μόνον τὸ ὁμοούσιον ἀμφιβάλλοντας χρὴ μὴ ὡς πρὸς ἐχθροὺς διακεῖσθαι. καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὡς πρὸς Ἀρειομανίτας οὐδ’ ὡς μαχομένους πρὸς τοὺς πατέρας ἐνιστάμεθα, | |
5 | ἀλλ’ ὡς ἀδελφοὶ πρὸς ἀδελφοὺς διαλεγόμεθα τὴν αὐτὴν μὲν ἡμῖν διάνοιαν ἔχοντας, περὶ | |
41.2 | δὲ τὸ ὄνομα μόνον διστάζοντας. καὶ γὰρ ὁμολογοῦντες ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι | |
καὶ μὴ ἐξ ἑτέρας ὑποστάσεως τὸν υἱὸν κτίσμα τε μὴ εἶναι μηδὲ ποίημα αὐτόν, ἀλλὰ γνήσιον καὶ φύσει γέννημα ἀιδίως τε αὐτὸν συνεῖναι τῷ πατρὶ λόγον ὄντα καὶ σοφίαν οὐ μακράν εἰσιν ἀποδέξασθαι καὶ τὴν τοῦ ὁμοουσίου λέξιν. τοιοῦτος δέ ἐστι Βασίλειος ὁ ἀπὸ Ἀγ‐ | 266 | |
41.3 | κύρας γράψας περὶ πίστεως. τὸ μὲν γὰρ ‘ὅμοιον‘ μόνον λέγειν ‘κατ’ οὐσίαν‘ οὐ πάντως σημαίνει καὶ τὸ ‘ἐκ τῆς οὐσίασ‘, ἐξ οὗ μᾶλλον, ὡς καὶ αὐτοὶ εἰρήκασι, σημαίνεται τὸ γνήσιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα. καὶ γὰρ καὶ κασσίτερος ὅμοιός ἐστι μόνος τῷ ἀρ‐ γύρῳ καὶ λύκος τῷ κυνὶ καὶ χαλκὸς χρυσίζων τῷ ἀληθινῷ χρυσῷ, οὔτε δὲ κασσίτερος ἐκ | |
41.4 | τοῦ ἀργύρου τυγχάνει οὔτε λύκος ὡς υἱὸς τοῦ κυνὸς ἂν νομισθείη. ἐπειδὴ δὲ καὶ ‘ἐκ τῆς οὐσίασ‘ καὶ ‘ὁμοιοούσιον‘ αὐτὸν εἰρήκασι, τί ἕτερον σημαίνουσιν ἐκ τούτων ἢ τὸ ὁμοούσιον; καὶ γὰρ ὥσπερ ὁ λέγων μόνον ‘ὁμοιοούσιον‘ οὐ πάντως καὶ τὸ ἐκ τῆς οὐσίας γνωρίζει οὕτως ὁ λέγων ὁμοούσιον ἀμφοτέρων τοῦ τε ὁμοιοουσίου καὶ τοῦ ἐκ τῆς οὐσίας | |
41.5 | σημαίνει τὴν διάνοιαν. καὶ αὐτοὶ γοῦν ἐνιστάμενοι πάλιν πρὸς τοὺς κτίσμα λέγοντας εἶναι τὸν λόγον, καὶ μὴ θέλοντας αὐτὸν γνήσιον υἱὸν εἶναι ἐξ ἀνθρωπίνων παραδειγμάτων υἱοῦ καὶ πατρὸς εἰλήφασι τὰς κατ’ αὐτῶν ἀποδείξεις, ἐξαιρουμένου τούτου ὅτι μὴ ὡς ἄν‐ θρωπός ἐστιν ὁ θεὸς μηδὲ ὡς ἀνθρωπίνη γονὴ οὕτως ἐστὶν ἡ τοῦ υἱοῦ γέννησις, ἀλλ’ ὡς | |
41.6 | ἡ θεῷ πρέπουσα καὶ ἡμᾶς ἁρμόζουσα νοεῖν. καὶ γὰρ καὶ πηγὴν εἰρήκασι τὸν πατέρα τῆς σοφίας καὶ τῆς ζωῆς, τὸν δὲ υἱὸν ἀπαύγασμα φωτὸς ἀιδίου καὶ αὐτὸν εἶναι τὸ ἐκ τῆς πη‐ γῆς γέννημα λέγοντα· «ἐγώ εἰμι ἡ ζωὴ» καὶ «ἐγώ εἰμι ἡ σοφία, κατεσκήνωσα βουλήν». τὸ δὲ ἐκ φωτὸς ἀπαύγασμα καὶ ἐκ πηγῆς γέννημα καὶ ἐκ πατρὸς υἱὸν πῶς ἄν τις ἁρμοζόντως | |
41.7 | ὀνομάσειεν ἢ ὁμοούσιον; ἆρ’ οὖν μὴ ἐπειδὴ τὰ ἐξ ἀνθρώπων γεννήματα ὁμοούσιά ἐστιν, εὐλαβεῖσθαι δεῖ μὴ καὶ ὁ υἱὸς λεγόμενος ὁμοούσιος νομισθείη καὶ αὐτὸς ὡς ἀνθρώπινον γέν‐ | |
41.8 | νημα; μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. ἀλλὰ καὶ ταχεῖαν ἔχει τὴν λύσιν τοῦτο· λόγος γάρ ἐστι καὶ σοφία τοῦ πατρὸς ὁ υἱός, ἐξ ὧν τὸ ἀπαθὲς καὶ τὸ ἀμέριστον τῆς ἐκ πατρὸς γεννήσεως γνωρίζεται. λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων μέρος ἐστὶν οὐδὲ κατὰ πάθος ἐξ αὐτῶν προέρχεται, μήτι γε ὁ τοῦ θεοῦ, ὃν υἱὸν εἶναι ἑαυτοῦ ὁ πατὴρ ἐδήλωσεν, ἵνα μὴ πάλιν τις | |
5 | ἀκούων μόνον λόγον νομίσῃ τοιοῦτον εἶναι, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων ἀνυπόστατος, ἀλλ’ ἀκούων ὅτι υἱός ἐστι γινώσκῃ τοῦτον εἶναι ζῶντα λόγον καὶ ἐνούσιον σοφίαν. | |
42.1 | Ἔπειτα ὥσπερ τὸ γέννημα λέγοντες οὐκ ἀνθρωπίνως νοοῦμεν καὶ πατέρα τὸν θεὸν | |
εἰδότες οὐ σωματικήν τινα περὶ αὐτοῦ λαμβάνομεν ἔννοιαν, ἀλλὰ τὰ μὲν παραδείγματα καὶ τὰς τοιαύτας λέξεις ἀκούομεν, ἁρμοζόντως δὲ περὶ θεοῦ νοοῦμεν· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός· οὕτως ἄρα καὶ τὸ ὁμοούσιον ἀκούοντες ὑπερβαίνειν ὀφείλομεν πᾶσαν αἴσθησιν καὶ | 267 | |
5 | κατὰ τὴν θείαν παροιμίαν «νοητῶς νοεῖν τὰ παρατιθέμενα ἡμῖν», ὥστε μέντοι γινώσκειν ὅτι μὴ θελήσει ἀλλὰ ἀληθῶς υἱός ἐστιν ἐκ πατρὸς γνήσιος ὡς ἐκ πηγῆς ζωὴ καὶ φωτὸς ἀπαύ‐ | |
42.2 | γασμα. ἢ διὰ τί τὸ μὲν γέννημα καὶ τὸ υἱὸς οὐ σωματικῶς, τὸ δὲ ὁμοούσιον ὡς ἐπὶ σωμάτων διανοούμεθα, καὶ μάλιστα ὅτι οὐ περὶ ἄλλου καὶ ἄλλου ἐστὶ τὰ λεγόμενα, ἀλλὰ περὶ οὗ τὸ γέννημα, περὶ τούτου καὶ τὸ ὁμοούσιον ἐλέχθη, καὶ πρέπει τὴν αὐτὴν διάνοιαν ἀμφοτέρων τῶν λέξεων ἐπὶ τοῦ σωτῆρος διασώζειν καὶ μὴ τὸ μὲν γέννημα καλῶς ἐξηγεῖσθαι, | |
5 | τὸ δὲ ὁμοούσιον ἄλλως, ἐπεὶ ἀκόλουθόν ἐστιν οὕτω διακειμένους ὑμᾶς καὶ λέγοντας λόγον καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱὸν διάφορον ἔχειν καὶ περὶ τούτων τὴν διάνοιαν, καὶ ἄλλως μὲν τὸν λόγον νοεῖν, ἑτέρως δὲ τὴν σοφίαν. ἀλλ’ ὥσπερ ἄτοπον τοῦτο, λόγος γὰρ καὶ σοφία τοῦ πατρός ἐστιν ὁ υἱὸς καὶ ἕν ἐστι τὸ ἐκ πατρὸς γέννημα καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ, οὕτως εἷς ἐστιν ὁ νοῦς τοῦ γεννήματος καὶ τοῦ ὁμοουσίου καὶ ὁ φρονῶν γέννημα τὸν υἱὸν | |
10 | φρονεῖ τοῦτον ὀρθῶς καὶ ὁμοούσιον. | |
43.1 | Αὐτάρκη μὲν οὖν ταῦτα δεῖξαι τῶν ἀγαπητῶν τὴν διάνοιαν μὴ ἀλλοτρίαν μηδὲ μακρὰν οὖσαν τοῦ ὁμοουσίου. ἐπειδὴ δέ, ὡς αὐτοί φασι (τὴν γὰρ ἐπιστολὴν οὐκ ἔσχον ἐγώ), οἱ τὸν Σαμοσατέα κατακρίναντες ἐπίσκοποι γράφοντες εἰρήκασι μὴ εἶναι ὁμοούσιον τὸν υἱὸν τοῦ θεοῦ τῷ πατρί, καὶ λοιπὸν αὐτοὶ διὰ τὴν πρὸς τοὺς εἰρηκότας εὐλάβειάν τε | |
5 | καὶ τιμὴν οὕτω περὶ τὴν λέξιν διάκεινται· καλὸν μετ’ αὐτῶν μετ’ εὐλαβείας καὶ περὶ | |
43.2 | τούτου διασκέψασθαι. συγκρούειν μὲν τούτους πρὸς ἐκείνους ἀπρεπές· πάντες γάρ εἰσι πατέρες· διακρίνειν δὲ πάλιν ὡς οὗτοι μὲν καλῶς, ἐκεῖνοι δὲ τοὐναντίον εἰρήκασιν οὐχ ὅσιον· οἱ πάντες γὰρ ἐκοιμήθησαν ἐν Χριστῷ. οὐ χρὴ δὲ φιλονεικεῖν οὐδὲ τῶν συνελθόντων τὸν ἀριθμὸν συμβάλλειν, ἵνα μὴ δοκῶσιν οἱ πλείους τοὺς ἐλάττονας ἐπικρύπτειν, οὐδ’ αὖ | |
5 | πάλιν τὸν χρόνον ἀναμετρεῖν, ἵνα μὴ δοκῶσιν οἱ προλαβόντες ἀφανίζειν τοὺς μετὰ ταῦτα | |
43.3 | γενομένους. οἱ πάντες γάρ, καθὰ προείρηται, πατέρες εἰσί· καὶ ὅμως οὐδὲ οἱ τʹ νεώτερόν τι φρονήσαντες ἔγραψαν οὐδὲ ἑαυτοῖς καταθαρσήσαντες ἀγράφων προέστησαν λέξεων, | |
43.4 | ἀλλ’ ἐκ πατέρων ὁρμώμενοι καὶ αὐτοὶ τοῖς ἐκείνων ἐχρήσαντο ῥήμασι. Διονύσιοι γὰρ δύο γεγόνασιν ἔμπροσθεν πολὺ τῶν ἑβδομήκοντα τῶν καθελόντων τὸν Σαμοσατέα· τού‐ | |
των ὁ μὲν τῆς Ῥώμης, ὁ δὲ τῆς Ἀλεξανδρείας ἦν ἐπίσκοπος. ἀλλά τινων αἰτιασαμένων παρὰ τῷ ἐπισκόπῳ Ῥώμης τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον ὡς λέγοντα ποίημα καὶ μὴ | 268 | |
5 | ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ ἡ μὲν κατὰ Ῥώμην σύνοδος ἠγανάκτησεν, ὁ δὲ τῆς Ῥώμης ἐπίσκοπος τὴν πάντων γνώμην γράφει πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ. κἀκεῖνος λοιπὸν ἀπο‐ λογούμενος τὸ μὲν βιβλίον ἐπιγράφει ‘ἐλέγχου καὶ ἀπολογίασ‘. γράφει δὲ ταῦτα πρὸς ἐκεῖνον· | |
44.1 | «Καὶ δι’ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα κατ’ ἐμοῦ «ψεῦδος ὂν ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό «φημι μὴ εὑρηκέναι μηδ’ ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά «μου τὰ ἑξῆς ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπείαν γονὴν | |
5 | «παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν «τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα. | |
44.2 | «καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ’ οὖν, «αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἀνέπεμψα τὸ ἀντίγραφον· ὅπερ ἐὰν «εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· «καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάσ‐ | |
5 | «τησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον καὶ «σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν «λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν «εἶναι τὸ ἐκ τῆς πηγῆς γεννώμενον.» οὕτως εἴρηκεν ὁ ἐπίσκοπος. | |
45.1 | Εἴπερ οὖν μέμφεταί τις τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ὡς εἰρηκόσι παρὰ τὰ δόξαντα τοῖς πρὸ αὐτῶν, ὁ αὐτὸς μέμψαιτ’ ἂν εἰκότως καὶ τοῖς ἑβδομήκοντα, ὅτι μὴ τὰ τῶν πρὸ αὐτῶν ἐφύλαξαν· πρὸ αὐτῶν δὲ ἦσαν οἱ Διονύσιοι καὶ οἱ ἐν Ῥώμῃ τὸ τηνικαῦτα συνελθόντες | |
45.2 | ἐπίσκοποι. ἀλλ’ οὔτε τούτους οὔτε ἐκείνους ὅσιον αἰτιάσασθαι· πάντες γὰρ ἐπρέσβευον τὰ Χριστοῦ καὶ πάντες σπουδὴν ἐσχήκασι κατὰ τῶν αἱρετικῶν, καὶ οἱ μὲν τὸν Σαμοσατέα, οἱ δὲ τὴν ἀρειανὴν αἵρεσιν κατέκριναν. ὀρθῶς δὲ καὶ οὗτοι κἀκεῖνοι καὶ καλῶς πρὸς τὴν | |
45.3 | ὑποκειμένην ὑπόθεσιν γεγράφασι. καὶ ὥσπερ ὁ μακάριος ἀπόστολος Ῥωμαίοις μὲν ἐπιστέλλων ἔλεγεν· «ὁ νόμος πνευματικός ἐστι» καὶ «ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή», καὶ μετ’ ὀλίγον· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει», Ἑβραίοις δὲ ἔγραφεν· «ὁ νόμος οὐδένα τετελείωκε», καὶ Γαλάταις μέν· «ἐν νόμῳ οὐδεὶς δικαιοῦται», | |
5 | Τιμοθέῳ δὲ ὅτι «καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται», καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἅγιον ὡς ἐναντία καὶ μαχόμενα γράφοντα, ἀλλὰ καὶ μᾶλλον θαυμάσειεν ἁρμοζόντως πρὸς ἑκάστους ἐπιστέλλοντα, ἵνα οἱ μὲν Ῥωμαῖοι καὶ οἱ ἄλλοι μάθωσιν ἀπὸ τοῦ γράμ‐ ματος ἐπιστρέφειν εἰς τὸ πνεῦμα, οἱ δὲ Ἑβραῖοι καὶ Γαλάται παιδευθῶσι μὴ εἰς τὸν νόμον, ἀλλ’ εἰς τὸν κύριον τὸν δεδωκότα τὸν νόμον ἔχειν τὰς ἐλπίδας, οὕτως εἰ ἀμφοτέρων τῶν | |
10 | συνόδων οἱ πατέρες διαφόρως ἐμνημόνευσαν περὶ τοῦ ὁμοουσίου, οὐ χρὴ πάντως ἡμᾶς διαφέρεσθαι πρὸς αὐτούς, ἀλλὰ τὴν διάνοιαν αὐτῶν ἐρευνᾶν, καὶ πάντως εὑρήσομεν | |
45.4 | ἀμφοτέρων τῶν συνόδων τὴν ὁμόνοιαν. οἱ μὲν γὰρ τὸν Σαμοσατέα καθελόντες σω‐ | |
ματικῶς ἐκλαμβάνοντες τὸ ὁμοούσιον τοῦ Παύλου σοφίζεσθαί τε θέλοντος καὶ λέγοντος· ‘εἰ μὴ ἐξ ἀνθρώπου γέγονεν ὁ Χριστὸς θεός, οὐκοῦν ὁμοούσιός ἐστι τῷ πατρὶ καὶ ἀνάγκη τρεῖς οὐσίας εἶναι, μίαν μὲν προηγουμένην, τὰς δὲ δύο ἐξ ἐκείνησ‘, διὰ τοῦτ’ εἰκότως | 269 | |
5 | εὐλαβηθέντες τὸ τοιοῦτον σόφισμα τοῦ Σαμοσατέως εἰρήκασι μὴ εἶναι τὸν Χριστὸν ὁμοούσιον· οὐκ ἔστι γὰρ οὕτως ὁ υἱὸς πρὸς τὸν πατέρα ὡς ἐκεῖνος ἐνόει· οἱ δὲ τὴν ἀρειανὴν αἵρεσιν ἀναθεματίσαντες, θεωρήσαντες τὴν πανουργίαν τοῦ Παύλου, καὶ λογισάμενοι μὴ οὕτως καὶ ἐπὶ τῶν ἀσωμάτων καὶ μάλιστα ἐπὶ θεοῦ τὸ ὁμοούσιον σημαίνεσθαι γινώσκοντές τε μὴ κτίσμα, ἀλλ’ ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν λόγον καὶ τὴν οὐσίαν τοῦ πατρὸς | |
10 | ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν εἶναι τοῦ υἱοῦ καὶ αὐτοαληθὴς ὁμοιότης ἦν τοῦ γεννήσαντος, οὐχ ὡς ἑτεροφυὴς ὥσπερ ἡμεῖς ἐσμεν, χωριζόμενός ἐστι τοῦ πατρός, ἀλλ’ ὡς ἐξ αὐτοῦ υἱὸς ἀδιαίρετος ὑπάρχει ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, ἔχοντες δὲ καὶ τὰ τῶν περὶ Διονύσιον παραδείγματα τὴν πηγὴν καὶ τὴν περὶ τοῦ ὁμοουσίου ἀπολογίαν, πρὸ δὲ τούτων τὴν τοῦ σωτῆρος ἑνοειδῆ φωνήν, «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς | |
45.5 | ἐμὲ ἑώρακε τὸν πατέρα», τούτου ἕνεκεν εἰκότως εἰρήκασι καὶ αὐτοὶ ὁμοούσιον τὸν υἱόν. καὶ ὥσπερ, καθὰ προεῖπον, οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἀπόστολον, εἰ περὶ τοῦ νόμου Ῥωμαίοις μὲν οὕτως, Ἑβραίοις δὲ οὕτως ἔγραψε, τὸν αὐτὸν τρόπον οὔτε οἱ νῦν τοῖς προτέροις ἐγκαλέσαιεν βλέποντες αὐτῶν τὴν ἑρμηνείαν, οὔτε οἱ πρότεροι τοὺς μετ’ αὐτοὺς | |
5 | μέμψαιντ’ ἂν ὁρῶντες τὴν ἑρμηνείαν αὐτῶν καὶ τὴν χρείαν δι’ ἣν οὕτως ἔγραψαν περὶ τοῦ κυρίου. καὶ γὰρ καὶ τὴν αἰτίαν ἑκάστη σύνοδος εὔλογον ἔχει δι’ ἣν οἱ μὲν οὕτως, | |
45.6 | οἱ δὲ οὕτως εἰρήκασιν. ἐπειδὴ γὰρ ὁ Σαμοσατεὺς ἐφρόνει μὴ εἶναι πρὸ Μαρίας τὸν υἱόν, ἀλλ’ ἀπ’ αὐτῆς ἀρχὴν ἐσχηκέναι τοῦ εἶναι, τούτου ἕνεκεν οἱ τότε συνελθόντες καθεῖλον μὲν αὐτὸν καὶ αἱρετικὸν ἀπέφηναν, περὶ δὲ τῆς τοῦ υἱοῦ θεότητος ἁπλούστερον γράφοντες οὐ κατεγένοντο περὶ τὴν τοῦ ὁμοουσίου ἀκρίβειαν, ἀλλ’ οὕτως ὡς ἐξειλήφασι | |
5 | περὶ τοῦ ὁμοουσίου εἰρήκασι. τὴν φροντίδα γὰρ εἶχον πᾶσαν, ὅπερ ἐπενόησεν ὁ Σαμο‐ σατεὺς ἀνελεῖν καὶ δεῖξαι πρὸ πάντων εἶναι τὸν υἱὸν καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε θεός, ἀλλὰ θεὸς ὢν ἐνεδύσατο δούλου μορφὴν καὶ λόγος ὢν γέγονε σάρξ, ὡς εἶπεν ὁ | |
45.7 | Ἰωάννης καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται. ἐπειδὴ δὲ καὶ οἱ περὶ Εὐσέβιον καὶ Ἄρειον πρὸ χρόνων μὲν εἶναι τὸν υἱὸν ἔλεγον, πεποιῆσθαι μέντοι καὶ ἕνα τῶν κτισμάτων αὐτὸν ἐδίδασκον, καὶ τὸ ἐκ τοῦ θεοῦ οὐχ ὡς υἱὸν ἐκ πατρὸς γνήσιον ἐπίστευον, ἀλλ’ ὡς τὰ κτίσματα, οὕτω καὶ ἐπ’ αὐτοῦ τὸ ἐκ τοῦ θεοῦ εἶναι | |
5 | διεβεβαιοῦντο, τήν τε τῆς ὁμοιώσεως ἑνότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα οὐκ ἔλεγον κατὰ τὴν οὐσίαν οὐδὲ κατὰ τὴν φύσιν, ὡς ἔστιν υἱὸς ὅμοιος πατρί, ἀλλὰ διὰ τὴν συμ‐ φωνίαν τῶν δογμάτων καὶ τῆς διδασκαλίας, ἀλλὰ γὰρ καὶ ἀπεσχοίνιζον καὶ ἀπεξενοῦντο παντελῶς τὴν οὐσίαν τοῦ υἱοῦ ἀπὸ τοῦ πατρὸς ἑτέραν ἀρχὴν αὐτῷ τοῦ εἶναι παρὰ τὸν πατέρα ἐπινοοῦντες καὶ εἰς τὰ κτίσματα καταφέροντες αὐτόν, τούτου χάριν οἱ ἐν Νικαίᾳ | 270 |
10 | συνελθόντες θεωρήσαντες τὴν πανουργίαν τῶν οὕτω φρονούντων καὶ συναγαγόντες ἐκ τῶν γραφῶν τὴν διάνοιαν λευκότερον γράφοντες εἰρήκασι τὸ ὁμοούσιον, ἵνα καὶ τὸ | |
45.8 | γνήσιον ἀληθῶς ἐκ τούτου γνωσθῇ τοῦ υἱοῦ καὶ μηδὲν κοινὸν ἔχῃ πρὸς τοῦτον τὰ γενητά. ἡ γὰρ τῆς λέξεως ταύτης ἀκρίβεια τήν τε ὑπόκρισιν αὐτῶν ἐὰν λέγωσι τὸ ἐκ τοῦ θεοῦ ῥητόν, διελέγχει καὶ πάσας αὐτῶν τὰς πιθανότητας, ἐν αἷς ὑφαρπάζουσι τοὺς ἀκεραίους, ἐκβάλλει. πάντα γοῦν δυνάμενοι σοφίζεσθαι καὶ μεταποιεῖν ὡς θέλουσι, | |
5 | ταύτην μόνην τὴν λέξιν ὡς διελέγχουσαν αὐτῶν τὴν αἵρεσιν δεδίασιν, ἣν οἱ πατέρες ὥσπερ ἐπιτείχισμα κατὰ πάσης ἀσεβοῦς ἐπινοίας αὐτῶν ἔγραψαν. | |
46.1 | Πεπαύσθω τοίνυν πᾶσα φιλονεικία καὶ μηκέτι προσκόπτωμεν ἡμεῖς, εἰ διαφόρως ἐξειλήφασιν αἱ σύνοδοι τὴν τοῦ ὁμοουσίου λέξιν. ἔχομεν γὰρ εἰς ἀπολογίαν εὐλόγους | |
46.2 | περὶ αὐτῶν αἰτίας, τὰς προειρημένας μέν, καὶ ταύτην δέ. τὸ ἀγέννητον εἰ καὶ μὴ παρὰ τῶν γραφῶν τοῦτο μεμαθήκαμεν (οὐδαμοῦ γὰρ ἀγέννητον τὸν θεὸν εἰρήκασιν αἱ γραφαί), ὅμως ἐπειδὴ καὶ πολλοὶ τῶν δοκούντων ἐμνημόνευσαν τοῦ ὀνόματος, φιλοπευστήσαντες ἔγνωμεν ὅτι καὶ τοῦτο τὸ ὄνομα διάφορα ἔχει τὰ σημαινόμενα. καὶ οἱ μὲν τὸ ὂν μέν, | |
5 | μήτε δὲ γεννηθὲν μήτε ὅλως ἔχον τὸν αἴτιον λέγουσιν ἀγέννητον, οἱ δὲ τὸ ἄκτιστον. | |
46.3 | ὥσπερ οὖν τούτων οὕτω σημαινομένων, εἰ μέν τις ἀποβλέπων εἰς τὸ πρότερον σημαινό‐ μενον τὸ ‘μὴ ἔχον τὸν αἴτιον‘ ἔλεγε ‘μὴ εἶναι ἀγέννητον τὸν υἱόν‘, οὐκ ἂν κατηγόρει βλέπων ἕτερον βλέποντα εἰς τὸ μὴ εἶναι ποίημα μηδὲ κτίσμα, ἀλλ’ ἀίδιον γέννημα καὶ λέγοντα ἀγέννητον τὸν υἱόν· ἀμφότεροι γὰρ πρὸς τὸν ἴδιον σκοπὸν ὁρῶντες καλῶς | |
5 | εἰρήκασιν· οὕτως εἰ καὶ τῶν πατέρων οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασι περὶ τοῦ ὁμο‐ ουσίου, μὴ φιλονεικῶμεν ἡμεῖς, ἀλλ’ εὐσεβῶς τὰ παρ’ αὐτῶν δεχώμεθα, ἕως μάλιστα τὴν σπουδὴν εἶχον εἰς εὐσέβειαν. | |
47.1 | Ἰγνάτιος οὖν ὁ μετὰ τοὺς ἀποστόλους ἐν Ἀντιοχείᾳ κατασταθεὶς ἐπίσκοπος καὶ μάρτυς τοῦ Χριστοῦ γενόμενος γράφων περὶ τοῦ κυρίου εἴρηκεν «εἷς ἰατρός ἐστι, σαρκικὸς καὶ πνευματικός, γενητὸς καὶ ἀγένητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ.» τινὲς δὲ καὶ τῶν μετὰ Ἰγνάτιον διδάσκαλοι καὶ αὐτοὶ γράφουσιν | |
5 | «ἓν τὸ ἀγένητον ὁ πατὴρ καὶ εἷς ὁ ἐξ αὐτοῦ υἱὸς γνήσιος, γέννημα ἀληθινόν, λόγος καὶ | 271 |
47.2 | σοφία τοῦ πατρός.» εἰ μὲν οὖν καὶ πρὸς τούτους ἐναντίως διακείμεθα, ἔστω καὶ πρὸς τὰς συνόδους ἡμῖν ἡ μάχη· εἰ δὲ τὴν ἐν Χριστῷ πίστιν αὐτῶν γινώσκοντες πεπείσμεθα ὅτι καὶ ὁ μακάριος Ἰγνάτιος ὀρθῶς ἔγραψε γενητὸν αὐτὸν λέγων διὰ τὴν σάρκα (ὁ γὰρ Χριστὸς σὰρξ ἐγένετο), ἀγένητον δέ, ὅτι μὴ τῶν ποιημάτων καὶ γενητῶν ἐστιν, ἀλλ’ | |
5 | υἱὸς ἐκ πατρός, οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ οἱ εἰρηκότες ἓν τὸ ἀγένητον τὸν πατέρα λέγοντες οὐχ ὡς γενητοῦ καὶ ποιήματος ὄντος τοῦ λόγου οὕτως ἔγραψαν, ἀλλ’ ὅτι μὴ ἔχει τὸν αἴτιον· καὶ μᾶλλον αὐτὸς πατὴρ μέν ἐστι τῆς σοφίας, τὰ δὲ γενητὰ πάντα ἐν σοφίᾳ πεποίηκε· διὰ τί μὴ καὶ τοὺς πατέρας τούς τε τὸν Σαμοσατέα καθελόντας καὶ τὴν ἀρειανὴν αἵρεσιν στηλιτεύσαντας εἰς εὐσέβειαν συνάγομεν, ἀλλὰ διαστέλλομεν ἀνὰ μέσον αὐτῶν | |
10 | καὶ οὐ μᾶλλον ὀρθῶς περὶ αὐτῶν φρονοῦμεν; ὅτι κἀκεῖνοι, καθάπερ εἶπον, πρὸς τὸ σόφισμα τοῦ Σαμοσατέως καὶ τὴν ἑρμηνείαν αὐτοῦ τὴν διάνοιαν ἔχοντες ἔγραψαν· ‘οὐκ ἔστιν | |
47.3 | ὁμοούσιοσ‘, καὶ οὗτοι δὲ καλῶς νοήσαντες εἰρήκασιν ὁμοούσιον εἶναι τὸν υἱόν. καὶ γὰρ κἀγὼ τοιαῦτα μὲν νοῶν περὶ τῶν εὐσεβούντων εἰς τὸν Χριστὸν δι’ ὀλίγων ἔγραψα, εἰ δὲ δυνατὸν ἦν εὐπορῆσαι καὶ τῆς ἐπιστολῆς ἣν λέγουσιν ἐκείνους γεγραφέναι, ἡγοῦμαι πλείους εὑρεθήσεσθαι τὰς προφάσεις, δι’ ἃς ἠναγκάσθησαν οὕτω γράψαι οἱ μακάριοι | |
47.4 | ἐκεῖνοι. δεῖ γὰρ ἡμᾶς καὶ πρέπει τοιαῦτα φρονεῖν τοιαύτην τε σώζειν ἀγαθὴν συνείδησιν πρὸς τοὺς πατέρας, εἴγε μὴ νόθοι τυγχάνομεν, ἀλλ’ ἐξ αὐτῶν ἔχομεν τὰς παραδόσεις καὶ παρ’ αὐτῶν τὴν τῆς εὐσεβείας διδασκαλίαν. | |
48.1 | Τοιαύτη μὲν οὖν ἡ διάνοια τῶν πατέρων λεγέσθω καὶ πιστευέσθω. φέρε δὲ καὶ μετ’ αὐτῶν πάλιν ἐξετάσωμεν τὸ πρᾶγμα πράως καὶ μετὰ συνειδήσεως ἀγαθῆς μνημο‐ νεύσαντες καὶ τῶν προειρημένων, εἰ μὴ τῷ ὄντι δείκνυνται καλῶς φρονήσαντες οἱ ἐν τῇ | |
48.2 | Νικαίᾳ συνελθόντες ἐπίσκοποι. εἰ μὲν ποίημά ἐστιν ὁ λόγος καὶ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας, ὥστε καὶ χωρίζεσθαι αὐτὸν ἀπὸ τοῦ πατρὸς τῷ ἑτεροφυεῖ χωρισμῷ, οὐκ ἂν εἴη ὁμοούσιος τῷ πατρί, ἀλλὰ μᾶλλον ὁμογενὴς τῇ φύσει τοῖς ποιήμασι, κἂν ὑπερβάλλῃ τῇ χάριτι· εἰ δὲ ὁμολογοῦμεν μὴ εἶναι αὐτὸν ποίημα, ἀλλὰ γνήσιον ἐκ τῆς | |
5 | οὐσίας τοῦ πατρὸς γέννημα, ἀκόλουθον ἂν εἴη καὶ ἀχώριστον αὐτὸν εἶναι τοῦ πατρὸς ὁμοφυῆ ὄντα διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι. τοιοῦτος δὲ ὢν εἰκότως καὶ ὁμοούσιος ἂν | |
48.3 | λέγοιτο. ἔπειτα εἰ μὴ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τῇ οὐσίᾳ λόγος ἐστὶ καὶ σοφία τοῦ πατρός, ἡ δὲ οὐσία αὕτη τῆς οὐσίας τῆς πατρικῆς ἐστι γέννημα καὶ ὁμοιότης αὐτῆς ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός· λέγει δὲ ὁ υἱὸς «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα»· πῶς δεῖ νοεῖν ταύτας τὰς φωνάς; ἢ πῶς αὐτὰς ἐκλαμ‐ | |
48.4 | βάνοντες σώσομεν τὸ ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱόν; εἰ μὲν οὖν τῇ συμφωνίᾳ | |
τῶν δογμάτων καὶ τῷ μὴ διαφωνεῖν πρὸς τὸν πατέρα, ὡς οἱ Ἀρειανοὶ λέγουσι, φαῦλος ὁ τοιοῦτος νοῦς. καὶ γὰρ καὶ οἱ ἅγιοι καὶ μᾶλλόν γε ἄγγελοι καὶ ἀρχάγγελοι τὴν τοιαύτην ἔχουσι πρὸς τὸν θεὸν συμφωνίαν καὶ οὐδεμία παρ’ αὐτοῖς ἐστι διαφωνία. ὁ γὰρ δια‐ | 272 | |
5 | φωνήσας διάβολος ἐθεωρήθη πίπτων ἐκ τῶν οὐρανῶν, ὡς εἶπεν ὁ κύριος. οὐκοῦν εἰ διὰ τὴν συμφωνίαν ἕν ἐστιν ὁ πατὴρ καὶ ὁ υἱός, εἴη ἂν καὶ τῶν γενητῶν τὰ συμφωνοῦντα | |
48.5 | οὕτω πρὸς τὸν θεὸν καὶ εἴποι ἂν ἕκαστος· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». εἰ δὲ τοῦτο ἄτοπον· ἄτοπον γάρ ἐστιν ἀληθῶς· ἀνάγκη λοιπὸν κατὰ τὴν οὐσίαν νοεῖν καὶ τὴν υἱοῦ καὶ πατρὸς ἑνότητα. τὰ μὲν γὰρ γενητά, κἂν συμφωνίαν ἔχῃ πρὸς τὸν πεποιηκότα, ἀλλ’ ἐν κινήσει καὶ μετουσίᾳ καὶ νῷ ταύτην ἔχει, ἥνπερ ὁ μὴ φυλάξας ἐκβέβληται τῶν | |
5 | οὐρανῶν, ὁ δὲ υἱὸς ἐκ τῆς οὐσίας ὢν γέννημα τῇ οὐσίᾳ ἕν ἐστιν αὐτὸς καὶ ὁ γεννήσας αὐτὸν πατήρ. | |
49.1 | Διὰ τοῦτο γὰρ καὶ τὸ ἰσάζον ἔχει πρὸς τὸν πατέρα ταῖς ἑνοειδέσι φωναῖς καὶ τὰ ἐπὶ τοῦ πατρὸς λεγόμενα ταῦτα καὶ ἐπὶ υἱοῦ λέγουσιν αἱ γραφαὶ χωρὶς μόνου τοῦ λέγεσθαι | |
49.2 | αὐτὸν πατέρα. αὐτὸς γὰρ εἶπεν ὁ υἱός· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι», τῷ τε πατρὶ ἔλεγε· «πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά», οἷον τὸ θεός· «θεὸς γὰρ ἦν ὁ λόγος», τὸ παντοκράτωρ· «τάδε λέγει ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ·», τὸ εἶναι φῶς· «ἐγώ εἰμι», φησί, «τὸ φῶς», τὸ δημιουργικὸν αἴτιον· «πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο» | |
5 | καὶ «ἃ βλέπω τὸν πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ», τὸ εἶναι ἀίδιον· «ἥ τε γὰρ ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης» καὶ «ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τὸ εἶναι κύριος· «ἔβρεξε γὰρ | |
49.3 | κύριος θεῖον καὶ πῦρ παρὰ κυρίου». καὶ ὁ μὲν πατήρ φησιν· «ἐγὼ κύριος» καὶ «τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ», περὶ δὲ τοῦ υἱοῦ ὁ Παῦλός φησιν· «εἷς κύριος Ἰησοῦς | |
49.4 | Χριστός, δι’ οὗ τὰ πάντα». καὶ τῷ μὲν πατρὶ λειτουργοῦσιν ἄγγελοι, ὁ δὲ υἱὸς προσκυνεῖται παρ’ αὐτῶν· «καὶ προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ». λέγεται δὲ εἶναι καὶ κύριος ἀγγέλων· «διηκόνουν γὰρ αὐτῷ οἱ ἄγγελοι» καὶ «ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ», τὸ τιμᾶσθαι ὡς τὸν πατέρα· «ἵνα γάρ», | |
5 | φησί, «τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα», τὸ εἶναι ἴσα θεῷ· «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», τὸ εἶναι ἐξ ἀληθινοῦ ἀλήθειαν καὶ ἐκ ζῶντος ζωὴν ὡς πηγῆς ὄντος τοῦ πατρός, τὸ ζωοποιεῖν τὸν υἱὸν καὶ ἐγείρειν τοὺς νεκροὺς ὥσπερ ὁ πατήρ· οὕτω | |
49.5 | γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται, καὶ περὶ μὲν τοῦ πατρὸς γέγραπται· «κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ «θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν», περὶ δὲ τοῦ υἱοῦ· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν» καὶ «ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών». πάλιν τε περὶ μὲν τοῦ θεοῦ φησιν ὁ Ἡσαίας· «τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ | |
5 | ὑπερβαίνων ἀδικίας;» ὁ δὲ υἱὸς ἔλεγεν οἷς ἤθελεν· «ἀφέωνταί σου αἱ ἁμαρτίαι», ὅτε καὶ τῶν Ἰουδαίων γογγυζόντων ἔργῳ τὴν ἄφεσιν ἐδείκνυε λέγων τῷ παραλυτικῷ· «ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου». καὶ περὶ μὲν τοῦ θεοῦ ἔλεγεν ὁ Παῦλος· «τῷ δὲ βασιλεῖ τῶν αἰώνων», περὶ δὲ τοῦ υἱοῦ ὁ μὲν Δαυὶδ ἔψαλλεν· «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς | 273 |
10 | δόξης», ὁ δὲ Δανιὴλ ἤκουσεν· «ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος» καὶ «ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται». καὶ ὅλως ὅσα ἂν εὕροις περὶ τοῦ πατρὸς λεγόμενα, τοσαῦτα ἂν εὕροις καὶ περὶ τοῦ υἱοῦ λεγόμενα χωρὶς μόνου τοῦ εἶναι αὐτὸν πατέρα, καθάπερ εἴρηται. | |
50.1 | Εἰ μὲν οὖν ἄλλην ἀρχὴν ἐνθυμεῖταί τις καὶ ἄλλον πατέρα διὰ τὸ ἰσάζον τῶν λεγο‐ μένων, μανικὸν τὸ ἐνθύμημα, εἰ δὲ διὰ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱὸν πάντα τὰ τοῦ πατρὸς ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τοῦ υἱοῦ ἐστι, λογισώμεθα εὐμενῶς, εἰ ξένη οὐσία τῆς τοῦ πατρὸς οὐσίας δεκτικὴ τῶν τοιούτων ἐστί, καὶ εἰ ὁ τοιοῦτος ἑτεροφυὴς καὶ ἀλλοτριοούσιός ἐστι, | |
50.2 | καὶ οὐχ ὁμοούσιος τῷ πατρί. εὐλαβητέον γὰρ μὴ τὰ τοῦ πατρὸς ἴδια μεταφέροντες ἐπὶ τὸ ἀνομοιοούσιον αὐτῷ καὶ ἐν ἀνομοιογενεῖ καὶ ἀλλοτριοουσίῳ χαρακτηρίζοντες τὴν τοῦ πατρὸς θεότητα, ξένην μὲν ἄλλην εἰσάξωμεν οὐσίαν, δεκτικὴν τῶν τῆς πρώτης οὐσίας ἰδιωμάτων, ἐντραπῶμεν δὲ ὑπ’ αὐτοῦ τοῦ θεοῦ λέγοντος· «τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» | |
5 | καὶ εὑρεθῶμεν προσκυνοῦντες τῷ ἀλλοτρίῳ καὶ νομισθῶμεν εἶναι τοιοῦτοι, οἷοι ἦσαν οἱ τότε Ἰουδαῖοι λέγοντες· «διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν», ὅτε καὶ τὰ τοῦ πνεύ‐ ματος μεταφέροντες ἐβλασφήμουν λέγοντες ὅτι· «ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια». | |
50.3 | εἰ δὲ τοῦτο ἀπρεπές, δῆλον ὅτι οὐκ ἀνομοιοούσιος ἂν εἴη ὁ υἱός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· καὶ γὰρ εἰ τὰ τοῦ πατρὸς φυσικῶς τοῦ υἱοῦ ἐστιν, αὐτός τε ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστι καὶ διὰ τὴν τοιαύτην ἑνότητα τῆς θεότητος καὶ τῆς φύσεως αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι, καὶ «ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα», εἰκότως ἐλέχθη παρὰ τῶν πατέρων ὁμοούσιος, οὐ | |
5 | γὰρ ἑτεροουσίου τὰ τοιαῦτα ἔχειν ἐστί. | |
51.1 | Πάλιν τε εἰ, καθὰ προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τὰ μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ θεοῦ χάριν, αὐτὸς δὲ τοῦ πατρὸς σοφία καὶ λόγος ἐστίν, οὗ μετέχει τὰ πάντα, δῆλον ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ φωτιστικὸν τοῦ πατρός, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ ἀλλοτριοούσιός ἐστι τοῦ πατρός, ἀλλ’ ὁμο‐ | |
5 | ούσιος. τούτου γὰρ μεταλαμβάνοντες τοῦ πατρὸς μετέχομεν διὰ τὸ τοῦ πατρὸς εἶναι | |
51.2 | ἴδιον τὸν λόγον. ὅθεν εἰ ἦν ἐκ μετουσίας καὶ αὐτὸς καὶ μὴ ἐξ αὑτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ πατρός, οὐκ ἂν ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. οὐ γὰρ οἷόν τε τὸν ἐκ μετουσίας ἔχοντα μεταδιδόναι τῆς μεταλήψεως ἑτέροις, ὅτι μὴ αὐτοῦ ἐστιν ὃ ἔχει, ἀλλὰ τοῦ | |
51.3 | δεδωκότος, καὶ ὃ ἔλαβε μόγις τὴν ἀρκοῦσαν αὐτῷ χάριν ἔλαβε. καὶ τὴν αἰτίαν δὲ ὅμως, δι’ ἥν τινες, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ ἄρα | |
μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ υἱὸς τῷ πατρί. φασὶ τοίνυν, ὡς ὑμεῖς ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ, ὅτι ὁ λέγων ὁμοούσιον τρία λέγει, οὐσίαν | 274 | |
5 | τινὰ προυποκειμένην καὶ τοὺς ἐκ ταύτης γεννωμένους ὁμοουσίους εἶναι. καὶ ἐπιλέγουσιν· ‘ἐὰν οὖν ὁ υἱὸς ὁμοούσιος ᾖ τῷ πατρί, ἀνάγκη προυποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεν‐ | |
51.4 | νήθησαν, καὶ μὴ εἶναι τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, ἀλλ’ ἀμφοτέρους ἀδελφούς.‘ ταῦτα εἰ καὶ Ἑλλήνων εἰσὶν ἑρμηνεῖαι καὶ οὐκ ἀναγκαῖα ἡμῖν τὰ παρ’ ἐκείνων, ἀλλ’ ἴδωμεν τὰ εἰρημένα τὰ ὁμοούσια τὰ ἐκ τῆς προνοουμένης οὐσίας ἀδελφά, πότερον ἑαυτῶν εἰσιν ὁμο‐ | |
51.5 | ούσια ἢ τῆς οὐσίας ἐξ ἧς καὶ ἐγεννήθησαν. εἰ μὲν γὰρ ἑαυτῶν ἑτεροούσια καὶ ἀνόμοια ἔσται πρὸς τὴν γεννήσασαν αὐτὰ οὐσίαν· ἀντίκειται γὰρ τῷ ὁμοουσίῳ τὸ ἑτεροούσιον· εἰ δὲ τῆς γεννησάσης αὐτὰ οὐσίας ἐστὶν ἕκαστον ὁμοούσιον, δῆλον ὅτι τὸ ἔκ τινος γεννώ‐ μενον ὁμοούσιόν ἐστι τῷ γεννήσαντι. καὶ οὐκέτι χρὴ ζητεῖν τρεῖς οὐσίας, ἀλλὰ μόνον | |
51.6 | ζητεῖν, εἰ τόδε ἀληθὲς ἐκ τοῦδέ ἐστι. κἂν γὰρ συμβῇ μὴ εἶναι δύο ἀδελφούς, ἀλλὰ καὶ μόνον ἕνα ἐξ ἐκείνης τῆς οὐσίας γενέσθαι, οὐ διὰ τὸ μὴ εἶναι ἕτερον ἀλλοτριοούσιος ἂν λεχθείη ὁ γεννηθείς, ἀλλὰ καὶ μόνος ὢν εἴη ἂν καὶ αὐτὸς ὁμοούσιος τῷ γεννήσαντι. ἐπεὶ τί ἂν εἴποιμεν περὶ τῆς θυγατρὸς τοῦ Ἰεφθάε ὅτι «μονογενὴς ἦν καὶ οὐκ ἦν», φησίν, «ἄλλο | |
5 | τέκνον αὐτῷ», καὶ περὶ τοῦ υἱοῦ δὲ τῆς χήρας, ὃν ἤγειρεν ἐκ νεκρῶν ὁ κύριος, ὅτι καὶ αὐτὸς οὐκ εἶχεν ἀδελφόν, ἀλλὰ μονογενὴς ἦν, ἆρα οὐκ ἦν ὁμοούσιος ἕκαστος αὐτῶν τῷ γεννήσαντι; καὶ μὴν ἦσαν· τέκνα γὰρ ἦσαν· καὶ τοῦτο τέκνων ἴδιόν ἐστι πρὸς γονέας. | |
51.7 | οὕτω καὶ τὸν τοῦ θεοῦ υἱὸν ἐκ τῆς οὐσίας εἰπόντες οἱ πατέρες εἰκότως καὶ ὁμοούσιον εἰρή‐ κασι· ταύτην γὰρ ἔχει καὶ τὸ ἀπαύγασμα δύναμιν πρὸς τὸ φῶς. ἕπεται δὲ τούτοις μηδὲ τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος γεγονέναι. οἱ γὰρ κατὰ πάθος γεννῶντες ἄνθρωποι αὐτοὶ καὶ τὴν ὑποκειμένην ὕλην ἐργάζονται, καὶ ἄλλως οὐκ ἂν δύναιντο ποιεῖν· εἰ δὲ τὸ κτίζειν οὐκ | |
5 | ἀνθρωπίνως νοοῦμεν ἐπὶ θεοῦ, πολλῷ μᾶλλον οὐδὲ τὸ γεννᾶν ἀνθρωπίνως πρέπει νοεῖν ἐπὶ θεοῦ οὐδὲ τὸ ὁμοούσιον σωματικῶς ἐκλαμβάνειν, ἀλλ’ ἀναχωρεῖν δεῖ ἀπὸ τῶν γενητῶν, καὶ ἀποτιθέντας κάτω που τὰς ἀνθρωπίνας εἰκόνας καὶ πάσας ἁπλῶς τὰς αἰσθήσεις ἀνιέναι ἐπὶ τὸν πατέρα, μὴ λάθωμεν ἀφαιροῦντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς καὶ προστι‐ θέντες τοῖς ἑαυτοῦ κτίσμασι. | |
52.1 | Καὶ ἄλλως δέ, εἰ μὲν πατέρα καὶ υἱὸν ὁμολογοῦντες δύο τινὰς ἀρχὰς ἢ δύο θεοὺς καθάπερ Μαρκίων καὶ Οὐαλεντῖνος λέγομεν ἢ ἕτερόν τινα τρόπον θεότητος ἔχειν τὸν υἱὸν καὶ μὴ εἰκόνα καὶ χαρακτῆρα τοῦ πατρὸς εἶναι τὸν υἱὸν διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι, ἔστω ἀνόμοιος· ξέναι γάρ εἰσι παντάπασιν ἀλλήλων αἱ τοιαῦται οὐσίαι· εἰ δὲ μίαν οἴδαμεν καὶ | |
5 | μόνην θεότητα τὴν τοῦ πατρὸς τούτου τε λόγον καὶ σοφίαν εἶναι τὸν υἱὸν καὶ οὕτω πιστεύ‐ οντες οὐ λέγομεν δύο θεοὺς τήν τε ἑνότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα οὐχ ὁμοιώσει διδα‐ σκαλίας, ἀλλὰ κατὰ τὴν οὐσίαν καὶ ἀληθείᾳ φρονοῦμεν, ὥστε διὰ τοῦτο μὴ λέγειν δύο | |
52.2 | θεούς, ἀλλ’ ἕνα θεὸν ἑνὸς ὄντος εἴδους θεότητος ὡς ἔστι τὸ φῶς καὶ τὸ ἀπαύγασμα. τοῦτο γὰρ ὤφθη τῷ πατριάρχῃ Ἰακώβ, καί φησιν ἡ γραφή· «ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ». καὶ τοῦτο θεωροῦντες οἱ ἅγιοι προφῆται καὶ νοοῦντες, τίνος ἐστὶν υἱὸς καὶ εἰκών, ἔλεγον· «ἐγένετο λόγος κυρίου πρὸς μέ» γινώσκοντες τὸν ἐν αὐτῷ | 275 |
5 | θεωρούμενον καὶ ἀποκαλυπτόμενον πατέρα ἐθάρρουν εἰπεῖν· «ὤφθη μοι ὁ θεὸς τῶν πα‐ | |
52.3 | τέρων ἡμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». τούτου δὲ οὕτως ὄντος, διὰ τί τὸν ἕνα ὄντα πρὸς τὸν πατέρα καὶ φαινόμενον ὡς ἔστι πατέρα, κατὰ τὴν ὁμοιότητα καὶ μίαν θεότητα εὐλαβούμεθα εἰπεῖν ὁμοούσιον; εἰ μὲν γάρ, ὥσπερ εἴρηται πολλάκις, οὐκ ἔχει τὴν ἰδιότητα τῆς πατρικῆς οὐσίας οὐδὲ τὴν ἐμφέρειαν ὡς υἱός, καλῶς εὐλαβούμεθα, εἰ δὲ | |
5 | τοῦτό ἐστι τὸ φωτιστικὸν καὶ δημιουργικὸν τὸ ἰδιαίτατον τοῦ πατρός, οὗ ἄνευ οὔτε δη‐ μιουργεῖ οὔτε γινώσκεται («πάντα γὰρ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε»), διὰ τί τὸ πρᾶγμα νοοῦντες παραιτούμεθα τὴν τοῦτο σημαίνουσαν λέξιν εἰπεῖν; τί γάρ ἐστι τὸ | |
52.4 | οὕτως ὁμοφυὲς τῷ πατρὶ ἢ ὁμοούσιον αὐτοῦ; οὐ γὰρ ἀλλότριον ὡς ὑπουργοῦ δεόμενος προσελάβετο ὁ θεὸς τὸν υἱὸν οὐδὲ τὰ ποιήματα ἰσάξια τοῦ κτίσαντος, ὥστε τιμᾶσθαι ταῦτα ὡς ἐκεῖνον ἢ νομίζειν ὅτι ταῦτα καὶ ὁ πατὴρ ἕν εἰσιν. ἢ τολμησάτω τις διελεῖν καὶ εἰπεῖν δύο φῶτα εἶναι τὸν ἥλιον καὶ τὸ ἀπαύγασμα ἢ ἑτέραν τινὰ εἶναι οὐσίαν ἢ ὅτι ἐπισυμβέβηκε | |
5 | τὸ ἀπαύγασμα καὶ μὴ ἁπλοῦν εἶναι καὶ καθαρὸν γέννημα ἐκ τοῦ ἡλίου τοῦτο, ὥστε δύο μὲν εἶναι ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ φῶς διὰ τὸ ἐκ τοῦ ἡλίου εἶναι τοῦτο γέννημα. | |
52.5 | τοιαύτης δὲ οὔσης καὶ μᾶλλον ἀδιαιρέτου τῆς φύσεως τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ οὐκ ἐπισυμβάσης τῆς θεότητος τῷ υἱῷ, ἀλλὰ τῆς πατρικῆς θεότητος οὔσης ἐν τῷ υἱῷ, ὥστε τὸν ἑωρακότα τὸν υἱὸν ὁρᾶν ἐν αὐτῷ τὸν πατέρα, διὰ τί ὁ τοιοῦτος μὴ ἂν λέγοιτο ὁμοούσιος; | |
53.1 | Ἔστι μὲν οὖν ἱκανὰ καὶ ταῦτα πεῖσαι ὑμᾶς μὴ κατηγορεῖν τῶν εἰρηκότων ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ αὐτὴν δὲ ὅμως τὴν τοῦ ὁμοουσίου λέξιν καθ’ ἑαυτὴν ἐξετάσω‐ μεν ἵνα γνῶμεν, εἰ χρὴ λέγειν ὅλως ὁμοούσιον καὶ εἰ κυρία λέξις ἐστὶ καὶ ἁρμοζόντως ἐστὶν | |
53.2 | αὕτη ἐπὶ υἱοῦ λεγομένη. οἴδατε γὰρ καὶ ὑμεῖς καὶ οὐδ’ ἄν τις ἀμφιβάλλοι ὅτι τὸ ὅμοιον οὐκ ἐπὶ τῶν οὐσιῶν, ἀλλ’ ἐπὶ σχημάτων καὶ ποιοτήτων λέγεται ὅμοιον· ἐπὶ γὰρ τῶν | |
53.3 | οὐσιῶν οὐχ ὁμοιότης, ἀλλὰ ταυτότης ἂν λεχθείη. ἄνθρωπος γοῦν ἀνθρώπῳ ὅμοιος λέγεται οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα καὶ τὸν χαρακτῆρα· τῇ γὰρ οὐσίᾳ ὁμοφυεῖς εἰσι. καὶ πάλιν ἄνθρωπος κυνὶ οὐκ ἀνόμοιος λέγεται, ἀλλ’ ἑτεροφυής· οὐκοῦν τὸ μὲν ὁμοφυὲς καὶ ὁμοούσιον, τὸ δὲ ἑτεροφυὲς καὶ ἑτεροούσιον. διὸ καὶ ὁ λέγων ὅμοιον | |
5 | κατ’ οὐσίαν ἐκ μετουσίας τοῦτο λέγει ὅμοιον. τὸ γὰρ ὅμοιον ποιότης ἐστίν, ἥτις τῇ οὐσίᾳ προσγένοιτ’ ἄν. τοῦτο δὲ τῶν ποιημάτων ἴδιον ἂν εἴη· ταῦτα γὰρ ἐκ μετοχῆς ὁμοιοῦται τῷ θεῷ. «ὅταν γάρ», φησί, «φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα» ὅμοιοι δηλονότι οὐ τῇ | |
53.4 | οὐσίᾳ, ἀλλὰ τῇ υἱότητι, ἧς μεταλαμβάνομεν παρ’ αὐτοῦ. εἰ μὲν οὖν καὶ τὸν υἱὸν ἐκ μετουσίας λέγετε, λεγέσθω μὲν παρ’ ὑμῶν ὁμοιοούσιος. οὐκ ἔστι μέντοι λεγόμενος οὕτως ἀληθείᾳ οὐδὲ ὅλως φῶς οὐδὲ φύσει θεός. τὰ γὰρ ἐκ μετουσίας οὐκ ἀληθείᾳ, ἀλλ’ ὁμοιώσει | |
τῆς ἀληθείας λέγεται ὅμοια, ὥστε καὶ μεταπίπτειν καὶ ἀφαιρεῖσθαι δύνασθαι ἀπὸ τῶν μετ‐ | 276 | |
53.5 | εχόντων τὴν μετάληψιν. τοῦτο δὲ πάλιν ἴδιον τῶν κτισμάτων καὶ ποιημάτων ἐστίν. οὐκ‐ οῦν εἰ τοῦτο ἄτοπον, οὐκ ἂν εἴη ἐκ μετουσίας, ἀλλὰ φύσει καὶ ἀληθείᾳ υἱός, φῶς, σοφία, θεός. φύσει δὲ ὢν καὶ οὐ μετοχῇ οὐκ ἂν κυρίως λεχθείη ὁμοιοούσιος, ἀλλ’ ὁμοούσιος. ὃ δὲ μηδὲ ἐπ’ ἄλλων ἄν τις εἴποι· ἐδείχθη γὰρ τὸ ὅμοιον μὴ ἐπὶ τῶν οὐσιῶν λεγόμενον· πῶς | |
5 | οὐκ ἀνόητον μὲν ἢ τάχα καὶ χαλεπὸν τοῦτο προφέρειν ἐπὶ υἱοῦ καὶ μὴ μᾶλλον τὸ ὁμοούσιον; | |
54.1 | Διὰ τοῦτο γὰρ καὶ ἡ ἐν Νικαίᾳ σύνοδος καλῶς ἔγραψεν, ὅπερ ἔπρεπεν εἰπεῖν, γεννη‐ τὸν ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν ὁμοούσιον. ταῦτα καὶ ἡμεῖς μαθόντες μὴ σκιαμαχῶ‐ μεν καὶ μάλιστα γινώσκοντες ὅτι καὶ οἱ ταῦτα γράψαντες οὐχ ὡς παρεξηγούμενοι τὴν ἀλήθειαν, ἀλλ’ ἐκδικοῦντες μὲν τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν, καθαιροῦντες δὲ | |
54.2 | τὰς κατ’ αὐτοῦ τῶν Ἀρειομανιτῶν βλασφημίας οὕτως ὡμολόγησαν τὴν πίστιν. σκεπ‐ τέον γὰρ καὶ κατανοητέον ἀκριβῶς ὅτι λέγοντες μὲν ἀνομοιοούσιον καὶ ἑτεροούσιον οὐ σημαίνομεν τὸν ἀληθινὸν υἱόν, ἀλλ’ ἕν τι τῶν ποιημάτων καὶ τὸν εἰσποιητὸν καὶ θέσει υἱόν, ὅπερ τοῖς αἱρετικοῖς δοκεῖ· λέγοντες δὲ μὴ ἐριστικῶς τὸ ὁμοούσιον υἱὸν σημαίνομεν | |
5 | γνήσιον ἐκ τοῦ πατρὸς πεφυκότα, κἂν ἐν τούτῳ διαρρηγνύωνται πολλάκις οἱ χριστομάχοι. | |
54.3 | ταῦτα μὲν ἅπερ ἔγνων ἐγὼ καὶ διαλεγομένων ἤκουσα φρονίμων δι’ ὀλίγων γέγραφα, ὑμεῖς δὲ μένοντες ἐπὶ «τὸν θεμέλιον τῶν ἀποστόλων» καὶ τὰς παραδόσεις τῶν πατέρων κατέχοντες εὔχεσθε, ἵνα ἤδη ποτὲ παύσηται πᾶσα λοιπὸν ἔρις καὶ ζῆλος, τῶν τε αἱρετικῶν αἱ μωραὶ ζητήσεις καταγνωσθῶσι καὶ πᾶσα λογομαχία, καὶ ἡ μὲν δυσώνυμος καὶ ἀνθρω‐ | |
5 | ποκτόνος τῶν Ἀρειανῶν αἵρεσις ἐξαφανισθείη, ἀναλάμψειε δὲ πάντων ἐν ταῖς καρδίαις ἡ ἀλήθεια, ὥστε πάντας πανταχοῦ «τὸ αὐτὸ λέγειν» καὶ τὸ αὐτὸ φρονεῖν, μηδεμιᾶς δὲ ἔτι περιλειπομένης ἀρειανῆς δυσφημίας λέγηται καὶ ὁμολογῆται κατὰ πᾶσαν ἐκκλησίαν «εἷς κύριος, μία πίστις, ἓν βάπτισμα», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
55.1 | Μετὰ τὸ γράψαι με τὰ περὶ τῶν συνόδων ἔγνων γράψαντα τὸν ἀσεβέστατον Κων‐ στάντιον πρὸς τοὺς ἐν Ἀριμήνῳ μείναντας ἐπισκόπους. καὶ σπουδὴν ἔσχον λαβεῖν τὰ ἀντίγραφα παρὰ γνησίων ἀδελφῶν καὶ ἀποστεῖλαι ὑμῖν καὶ τὰ παρὰ τῶν ἐπισκόπων ἀντιγραφέντα, ἵνα γνῶτε τοῦ μὲν βασιλέως τὴν ἀσεβῆ πανουργίαν τῶν δὲ ἐπισκόπων | |
5 | τὸ ἑδραῖον καὶ ἀκλινὲς τῆς πρὸς τὴν ἀλήθειαν γνώμης. | |
552t | Ἑρμηνεία τῆς ἐπιστολῆς | |
55.2 | Κωνστάντιος Νικητὴς καὶ Θριαμβευτὴς Αὔγουστος πᾶσιν ἐπισκόποις τοῖς ἐν Ἀρι‐ μήνῳ συνελθοῦσιν. Ἀεὶ μὲν προηγουμένην ἡμᾶς ἔχειν φροντίδα περὶ τοῦ θείου καὶ προσκυνητοῦ νόμου | |
οὐδὲ ἡ ὑμετέρα χρηστότης ἀγνοεῖ, ἀλλὰ νῦν τοὺς παρὰ τῆς συνέσεως ὑμῶν ἀποσταλέντας | 277 | |
5 | εἴκοσιν ἐπισκόπους ἀναδεξαμένους τὴν παρ’ ὑμῶν πρεσβείαν τέως οὐκ ἠδυνήθημεν αὐτοὺς ἰδεῖν. ἀναγκαία γάρ τις ἡμᾶς ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδός, καί, ὡς οἴδατε, πρέπει τὴν ψυχὴν καθαρὰν οὖσαν ἀπὸ πάσης φροντίδος τὰ περὶ τοῦ θείου νόμου διαγυμνάζειν. | |
55.3 | τοιγαροῦν τοὺς ἐπισκόπους διεκελεύσαμεν ἐν τῇ Ἀδριανουπόλει ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον, ἵνα, ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ἅπερ ἂν ὑπο‐ βάλωσιν ἀκοῦσαι καὶ δοκιμάσαι δυνηθῶμεν. τῇ μέντοι στερρότητι ὑμῶν μὴ βαρὺ φαινέσθω, ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἵνα, ἐπειδὰν ἐπανέλθωσι κομίζοντες ὑμῖν τὰς ἡμε‐ | |
5 | τέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ. | |
55.4 | Ταῦτα ἐδέξαντο οἱ ἐπίσκοποι ἐπαγομένων τριῶν. | |
2t | Ἀντίγραφον τῶν ἐπισκόπων | |
3 | Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέρους πρέσ‐ | |
5 | βεις θεωρῆσαι, ἡμᾶς τε κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἕως ἂν τὰ παρ’ ἡμῶν | |
55.5 | ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ’ αὐτῶν ἡ σὴ εὐσέβεια. ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα μηδαμῶς ἡμᾶς ἀναχωρεῖν | |
55.6 | τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα. ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει τά τε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κε‐ λεύσῃς ἀναγνωσθῆναι, ἀλλὰ γὰρ κἀκεῖνα, ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα, ἡδέως | |
55.7 | ὑποδέξῃ. ἐκεῖνο μέντοι συνορᾷ μεθ’ ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς σοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσί· καὶ διὰ τοῦτο καὶ πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοσεβέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσῃς ἡμᾶς | |
5 | εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ποιοῦμεν | |
εὐχόμενοι. | 278 |