TLG 2035 009 :: ATHANASIUS :: Historia Arianorum ATHANASIUS Theol. Historia Arianorum Source: Opitz, H.G. (ed.), Athanasius Werke, vol. 2.1. Berlin: De Gruyter, 1940: 183–230.
Citation: Chapter — section — (line) | ||
1t | Τοῦ αὐτοῦ πρὸς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου. | |
1.1 | ... αὐτοὶ δὲ ὧν ταῦτα ἐμηχανήσαντο χάριν, οὐκ εἰς μακρὰν ἐπλήρωσαν. ἅμα γὰρ ἐπεβούλευσαν καὶ εὐθὺς τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. καὶ τὰς μὲν τοσαύτας κατ’ αὐτῶν κρίσεις παρεωράκασι, βασιλικὴν δὲ πάλιν ἐξουσίαν ὑπὲρ αὑτῶν προεφασίσαντο· γράφοντές τε οὐκ ᾐσχύνθησαν εἰπεῖν ὅτι ‘Ἀθανασίου παθόντος ὁ μὲν φθόνος πέπαυται, | |
5 | τοὺς δὲ περὶ Ἄρειον λοιπὸν δεξώμεθα‘, προστιθέντες πρὸς φόβον τῶν ἀκουόντων ὅτι ‘τοῦ‐ | |
---|---|---|
1.2 | το γὰρ βασιλεὺς προσέταξεν‘. εἶτα οὐκ ᾐσχύνθησαν προσθεῖναι, ὅτι καὶ ὀρθῶς φρονοῦ‐ σιν οἱ ἄνθρωποι, μὴ φοβηθέντες τὸ γεγραμμένον· «οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ, οἱ τιθέντες τὸ σκότος φῶς». πάντα γὰρ ὑπὲρ τῆς αἱρέσεως ὑπομένειν εἰσὶν ἕτοιμοι. ἆρ’ οὖν οὐχὶ καὶ ἐκ τούτου πᾶσιν ἄντικρυς δείκνυται, ὡς οὐκ ἐκκλησιαστικῇ κρίσει, ἀλλ’ ἐκ βασιλέως | |
5 | ἀπειλῆς διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ τότε πεπόνθαμεν καὶ νῦν διωκόμεθα; καὶ γὰρ καὶ ἑτέροις οὕτως ἐπεβούλευσαν ἐπισκόποις πλασάμενοι καὶ κατ’ ἐκείνων πάλιν προφάσεις, ὧν οἱ μὲν ἐν τοῖς ἐξορισμοῖς ἐκοιμήθησαν ἔχοντες τὸ καύχημα τῆς εἰς Χριστὸν ὁμολογίας, οἱ δὲ ἔτι καὶ νῦν ὑπερόριοι τυγχάνουσιν, ἀνδριζόμενοι μᾶλλον κατὰ τῆς αἱρέσεως ἐκείνων καὶ λέγοντες· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ». | |
2.1 | Ἔξεστι δὲ καὶ ἐκ τούτου πάλιν αὐτὴν καταμαθεῖν καὶ μᾶλλον αὐτῆς καταγνῶναι. ὁ μὲν γὰρ φίλος καὶ συνασεβῶν ἐκείνοις, κἂν ἐν ἄλλοις πλημμελήμασι καὶ μυρίοις ἐγκλήμασιν ὑπεύθυνος τυγχάνῃ, κἂν ἔχῃ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις λευκοτάτας, οὗτος δόκιμος παρ’ αὐτοῖς καὶ βασιλέως εὐθὺς γίνεται φίλος ἔχων τὴν σύστασιν ἐκ τῆς ἀσεβείας, χρημα‐ | |
5 | τισθείς τε πλεῖστα λαμβάνει καὶ παρρησίαν ποιεῖν, ἃ βούλεται, παρὰ τοῖς δικασταῖς. | |
2.2 | ὁ δὲ τὴν ἀσέβειαν ἐκείνων ἐλέγχων καὶ τὰ Χριστοῦ γνησίως πρεσβεύων, οὗτος, κἂν καθα‐ ρὸς ἐν πᾶσιν ὑπάρχῃ, κἂν μηδὲν ἑαυτῷ συγγινώσκῃ, κἂν μὴ κατήγορον ἔχῃ, ἀλλ’ ἐκείνων προφάσεις πλασαμένων εὐθὺς ἁρπάζεται καὶ κρίσει βασιλέως αὐτὸς μὲν ὑπερόριος γίνεται | 183 |
2.3 | ὡς ὑπεύθυνος, οἷς ἂν ἐκεῖνοι θελήσωσιν, ἢ ὡς βασιλέα ὑβρίσας ὡς ὁ Ναβουθέ. ὁ δὲ πρεσ‐ βεύων τὰ τῆς αἱρέσεως ἐκείνων ζητεῖται καὶ εὐθὺς ἀποστέλλεται εἰς τὴν ἐκκλησίαν ἐκείνου | |
2.4 | καὶ λοιπὸν δημεύσεις καὶ ὕβρεις καὶ πάντα τὰ δεινὰ κατὰ τῶν μὴ δεχομένων ἐκεῖνον. καὶ τὸ παραδοξότατον, ὃν μὲν οἱ λαοὶ βούλονται καὶ γινώσκουσιν ἀνεπίληπτον, τοῦτον ἀφαιρεῖται καὶ ἐξορίζει βασιλεύς, ὃν δὲ μήτε βούλονται μήτε γινώσκουσι, τοῦτον μακρόθεν μετὰ στρατιωτῶν ἀποστέλλει καὶ γραμμάτων ἑαυτοῦ. καὶ λοιπὸν ἀνάγκη πολλὴ μισεῖν | |
5 | μὲν ὃν ἀγαπῶσι τὸν κατηχήσαντα καὶ πατέρα γενόμενον ἐν θεοσεβείᾳ, ἀγαπᾶν δὲ ὃν οὐ βούλονται καὶ πιστεύειν ἑαυτῶν τὰ τέκνα, οὗ τὸν βίον καὶ τὴν ἀναστροφὴν καὶ τίς ἐστιν οὐ γινώσκουσιν, ἢ δηλονότι τιμωρίαν ὑπομένειν, ἢν μὴ πείθωνται βασιλεῖ. | |
3.1 | Ταῦτα καὶ νῦν δρῶσι καὶ πάλαι πεποιήκασιν οἱ δυσσεβεῖς κατὰ τῶν ὀρθοδόξων γνώρισμα τῆς ἑαυτῶν κακοηθείας καὶ ἀσεβείας πανταχοῦ παρὰ πᾶσι παρασχόντες. | |
3.2 | ἔστω γάρ, Ἀθανάσιον ᾐτιάσαντο· τί καὶ οἱ ἄλλοι πεποιήκασιν ἐπίσκοποι; ποίας ἄρα προφάσεις εἶχον ἢ ποῖος ἄρα κἀκεῖ νεκρὸς Ἀρσένιος εὑρέθη; ποῖος παρ’ αὐτοῖς Μακάριος πρεσβύτερος καὶ ποτήριον πέπλασται; ποῖος Μελιτιανὸς ὑπεκρίνετο; ἀλλ’ ὡς ἔοικεν ἐξ ἐκείνων καὶ τὰ κατὰ Ἀθανάσιον δείκνυται ψευδῆ. καὶ ἐξ ὧν δὲ Ἀθανασίῳ ἐπεχείρησαν, | |
3.3 | δῆλα καὶ τὰ κατ’ ἐκείνων ἐστὶ πεπλασμένα. μέγα τι θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐπιβουλήν. καὶ τὸ παράδοξον, ὅτι, καθὰ προεῖπον, οὐδεὶς ἐξ ἐκείνων κατηγορεῖται, ἂν δὲ κατηγορηθῇ, οὐ κρίνεται ἢ δόξας ἀκούεσθαι δικαι‐ | |
5 | οῦται κατὰ τῶν ἐλεγχόντων, καὶ μᾶλλον ὁ ἐλέγχων ἐπιβουλεύεται ἢ ὁ ὑπεύθυνος ὅλως | |
3.4 | ἐντρέπεται. πάντες γοῦν οἱ παρ’ αὐτοῖς μεστοὶ ῥύπου τυγχάνουσι καὶ οἱ παρ’ αὐ‐ τοῖς κατάσκοποι, οὐ γὰρ ἐπίσκοποι, μᾶλλόν εἰσι πάντων ῥυπαρώτεροι. καὶ εἴ τις παρ’ αὐτοῖς ἐπίσκοπος θέλει γενέσθαι, οὐκ ἀκούει· «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι», ἀλλὰ μόνον· ‘φρόνει κατὰ Χριστοῦ καὶ μὴ φρόντιζε περὶ τρόπων, ἀρκεῖ γὰρ | |
3.5 | ἐκεῖνό σοι πρὸς σύστασιν καὶ πρὸς βασιλέως φιλίαν‘. ταῦτα μὲν περὶ τῶν τὰ Ἀρείου φρονούντων, οἱ δὲ τῆς ἀληθείας ζηλωταί, κἂν ἅγιοι καὶ καθαροὶ φαίνωνται, καθὰ προ‐ εῖπον, ἀλλ’ ὑπεύθυνοι γίνονται, ὅταν οὗτοι θέλωσι καὶ ὡς ἂν αὐτοῖς δοκῇ πρόφασιν πλα‐ σαμένοις. καὶ τοῦτο ἔξεστι, καθὰ προεῖπον, ἐκ τῶν παρ’ αὐτῶν πραχθέντων συνιδεῖν. | |
4.1 | Εὐστάθιός τις ἦν ἐπίσκοπος τῆς Ἀντιοχείας, ἀνὴρ ὁμολογητὴς καὶ τὴν πίστιν εὐ‐ σεβής. οὗτος ἐπειδὴ πολὺς ἦν ζηλῶν ὑπὲρ τῆς ἀληθείας τήν τε ἀρειανὴν αἵρεσιν ἐμίσει καὶ τοὺς φρονοῦντας τὰ ἐκείνης οὐκ ἐδέχετο, διαβάλλεται Κωνσταντίνῳ τῷ βασιλεῖ πρόφασίς τε ἐπινοεῖται ὡς τῇ μητρὶ αὐτοῦ ποιήσας ὕβριν. καὶ εὐθὺς ἐξόριστος αὐτός τε | 184 |
5 | γίνεται καὶ πολὺς σὺν αὐτῷ πρεσβυτέρων καὶ διακόνων ἀριθμός. καὶ λοιπὸν οὓς οὐκ | |
4.2 | ἐδέχετο διὰ τὴν ἀσέβειαν εἰς κλῆρον, τούτους μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον οὐ μόνον εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, ἀλλὰ καὶ τοὺς πλείστους ἐπισκόπους κατέστησαν, ἵν’ ἔχωσι συνωμότας ἑαυτῶν εἰς τὴν ἀσέβειαν. ἐκ τούτων ἐστὶ Λεόντιος ὁ ἀπόκοπος ὁ νῦν ἐν Ἀντιο‐ χείᾳ καὶ ὁ πρὸ αὐτοῦ Στέφανος Γεώργιός τε ὁ ἐν Λαοδικείᾳ καὶ ὁ γενόμενος ἐν Τριπόλει | |
5 | Θεοδόσιος Εὐδόξιός τε ὁ ἐν Γερμανικείᾳ καὶ Εὐστάθιος ὁ νῦν ἐν Σεβαστείᾳ. | |
5.1 | Ἆρ’ οὖν μέχρι τούτων ἔστησαν; οὐχί· καὶ γὰρ καὶ Εὐτρόπιος ὁ ἐν Ἀδριανουπόλει γενόμενος ἐπίσκοπος, ἀνὴρ ἀγαθὸς καὶ ἐν πᾶσι τέλειος, ἐπειδὴ πολλάκις τὸν Εὐσέβιον ἤλεγξε τοῖς τε διοδεύουσι συνεβούλευε μὴ πείθεσθαι τοῖς ἀσεβέσιν Εὐσεβίου ῥήμασι, τὰ αὐτὰ τῷ Εὐσταθίῳ πάσχει καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐκβάλλεται. Βασιλίνα γὰρ | |
5.2 | ἦν ἡ πάνυ κατ’ αὐτοῦ σπουδάζουσα. Εὐφρατίων γὰρ ὁ ἐν Βαλανέαις καὶ Κυμάτιος ὁ ἐν Παλτῷ καὶ Καρτέριος [ἕτερος] ὁ ἐν Ἀνταράδῳ καὶ ὁ ἐν Γάζῃ Ἀσκληπᾶς καὶ Κῦρος ὁ ἐν Βεροίᾳ τῆς Συρίας καὶ Διόδωρος ὁ ἐν Ἀσίᾳ καὶ Δομνίων ὁ ἐν Σιρμίῳ καὶ Ἑλλανικὸς ὁ ἐν Τρι‐ πόλει μόνον ἐγνώσθησαν μισοῦντες τὴν αἵρεσιν, καὶ τοὺς μὲν μετὰ προφάσεως, τοὺς δὲ | |
5 | χωρὶς ταύτης βασιλικοῖς γράμμασι μεταστήσαντες τῆς τε πόλεως ἐκβαλόντες ἑτέρους | |
ἀντ’ αὐτῶν, οὓς ἐγίνωσκον ἀσεβοῦντας, εἰς τὰς ἐκείνων ἐκκλησίας κατέστησαν. | 185 | |
6.1 | Καὶ περὶ Μαρκέλλου τοῦ τῆς Γαλατίας ἐπισκόπου περιττὸν ἴσως ἐστὶ λέγειν, πάντες γὰρ ἔγνωσαν, ὡς πρότερον ἐγκαλούμενοι παρ’ αὐτοῦ οἱ περὶ Εὐσέβιον ἀσεβείας ἀντενεκά‐ | |
6.2 | λεσαν αὐτῷ καὶ αὐτοὶ καὶ πεποιήκασιν ἐξορισθῆναι τὸν γέροντα. καὶ αὐτὸς μὲν ἀνελ‐ θὼν εἰς τὴν Ῥώμην ἀπελογήσατο καὶ ἀπαιτούμενος παρ’ αὐτῶν δέδωκεν ἔγγραφον τὴν ἑαυτοῦ πίστιν, ἣν καὶ ἡ κατὰ Σαρδικὴν σύνοδος ἀπεδέξατο, οἱ δὲ περὶ Εὐσέβιον οὔτε ἀπελογήσαντο οὔτε ἐλεγχόμενοι ἐξ ὧν ἔγραψαν ἀσεβεῖς, ἐνετράπησαν, ἀλλὰ καὶ μᾶλλον | |
5 | ἐθρασύνοντο κατὰ πάντων· εἶχον γὰρ τὴν πρὸς βασιλέα παρὰ τῶν γυναικῶν σύστασιν καὶ πᾶσιν ἦσαν φοβεροί. | |
7.1 | Περὶ δὲ Παύλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου νομίζω μηδένα ἀγνοεῖν. ὅσῳ γὰρ ἐπιφανὴς ἡ πόλις, τοσούτῳ καὶ τὸ γενόμενον οὐ κέκρυπται. καὶ κατὰ τούτου τοίνυν πρόφασις ἐπλάσθη. καὶ γὰρ ὁ κατηγορήσας αὐτοῦ Μακεδόνιος ὁ νῦν ἐπίσκοπος ἀντ’ αὐτοῦ γενόμενος παρόντων ἡμῶν κατὰ τὴν κατηγορίαν κεκοινώνηκεν αὐτῷ καὶ πρεσ‐ | |
7.2 | βύτερος ἦν ὑπ’ αὐτὸν τὸν Παῦλον. καὶ ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατὰ Παύλου, καὶ οὐκ ἠμέλησαν τῆς ἐπιβουλῆς, ἀλλ’ ἔμειναν διαβάλ‐ | |
7.3 | λοντες. καὶ τὸ μὲν πρῶτον εἰς τὸν Πόντον ἐξωρίσθη ὑπὸ Κωνστατίνου, τὸ δὲ δεύτερον παρὰ Κωνσταντίου, δεθεὶς ἁλύσεσι σιδηραῖς, εἰς Σίγγαρα τῆς Μεσοποταμίας ἐξωρίσθη, εἶτα ἐκεῖθεν εἰς τὴν Ἔμισαν μετηνέχθη, καὶ τὸ τέταρτον εἰς Κούκουσον τῆς Καππαδοκίας περὶ τὰ ἔρημα τοῦ Ταύρου, ἔνθα καί, ὡς οἱ συνόντες ἀπήγγειλαν, ἀποπνιγεὶς παρ’ | |
7.4 | αὐτῶν ἐτελεύτησε. τοῦτο μέντοι δράσαντες οὐκ ᾐσχύνθησαν οὐδὲ μετὰ θάνατον οἱ μηδὲν ἀληθεύοντες πλάσασθαι πάλιν πρόφασιν ὡς ἀπὸ νόσου τελευτήσαντος αὐτοῦ, | |
7.5 | καίτοι τοῦτο γινωσκόντων πάντων τῶν κατοικούντων τὸν τόπον ἐκεῖνον. καὶ γὰρ καὶ Φιλάγριος, βικάριος ὢν τότε τῶν τόπων ἐκείνων καὶ πάντα τὰ ἐκείνων ὑποκρι‐ νόμενος, ὡς ἂν αὐτοὶ θέλωσιν, ὅμως ἐπὶ τούτῳ θαυμάζων καὶ λυπηθεὶς ἴσως, ὅτι μὴ αὐτὸς ἀλλ’ ἕτερος εἰργάσατο τὸ κακόν, ἀπήγγειλε πολλοῖς τε ἄλλοις καὶ γνωρίμοις | 186 |
5 | ἡμῶν καὶ τῷ ἐπισκόπῳ Σαραπίωνι, ὡς Παῦλος ἀποκλεισθεὶς παρ’ ἐκείνων εἰς τόπον τινὰ βραχύτατον καὶ σκοτεινὸν ἀφείθη λιμῷ διαφθαρῆναι, εἶτα μεθ’ ἡμέρας ἕξ, ὡς εἰσ‐ ελθόντες εὗρον αὐτὸν ἔτι πνέοντα, λοιπὸν ἐπελθόντες ἀπέπνιξαν τὸν ἄνθρωπον. καὶ | |
7.6 | οὕτω τέλος ἔσχε τοῦ βίου τούτου. τοῦ δὲ τοιούτου θανάτου διάκονον ἔλεγον γεγε‐ νῆσθαι Φίλιππον τὸν γενόμενον ἔπαρχον. ἀλλ’ οὐδὲ τοῦτο παρεῖδεν ἡ θεία δίκη· οὐδὲ γὰρ παρῆλθεν ἐνιαυτός, καὶ μετὰ πολλῆς ἀτιμίας καθῃρέθη τῆς ἀρχῆς ὁ Φίλιππος, οὕτως ὡς ἰδιώτην γενόμενον ὑφ’ ὧν οὐκ ἤθελε καταπαίζεσθαι. πάνυ γοῦν καὶ αὐτὸς λυπούμενος | |
5 | καὶ κατὰ τὸν Κάιν «στένων καὶ τρέμων» καὶ καθ’ ἡμέραν προσδοκῶν τὸν ἀναιροῦντα ἔξω τῆς ἑαυτοῦ πατρίδος καὶ αὐτὸς καὶ τῶν ἰδίων ὥσπερ ἐκπλαγείς, ἐπεὶ μὴ οὕτως ἤθελεν, | |
7.7 | ἀπέθανε. πλὴν ὅτι καὶ κατὰ νεκρῶν οὐ φείδονται, καθ’ ὧν καὶ ζώντων ἐπλάσαντο προφάσεις· οὕτω γὰρ ἑαυτοὺς πρὸς πάντας φοβεροὺς ἐπιδεικνύειν ἐσπούδασαν, καὶ ζῶντας μὲν ἐξορίζουσιν, ἀποθανόντας δὲ οὐκ ἐλεοῦσιν. ἀλλὰ καὶ τότε μόνοι παρὰ πάντας τοὺς ἀνθρώπους μισοῦσι τοὺς ἀπελθόντας καὶ τοῖς οἰκείοις αὐτῶν ἐπιβουλεύουσιν οἱ | |
5 | τῷ ὄντι ἀπάνθρωποι καὶ μισόκαλοι καὶ πλέον ἐχθρῶν τὸν τρόπον ἄγριον ἔχοντες διὰ τὴν ἑαυτῶν ἀσέβειαν οἱ μὴ ἐξ ἀληθείας, ἀλλ’ ἐκ πεπλασμένων προφάσεων ἡμῖν τε καὶ τοῖς ἑτέροις πᾶσιν ἐπιβουλεύειν σπουδάσαντες. | |
8.1 | Ταῦτα συνορῶντες οἱ τρεῖς ἀδελφοὶ Κωνσταντῖνος Κωνστάντιος καὶ Κώνστας ἐποίησαν πάντας μετὰ θάνατον τοῦ πατρὸς ἐπανελθεῖν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν γράψαντες περὶ μὲν τῶν ἄλλων ἰδίᾳ τῇ ἑκάστου ἐκκλησίᾳ, περὶ δὲ Ἀθανασίου ταῦτα, ἃ πάλιν τὴν μὲν τοῦ πράγματος βίαν δείκνυσι, τὴν δὲ τῶν περὶ Εὐσέβιον ἀνδροφόνον | |
5 | προαίρεσιν ἐλέγχει. | |
82t | Ἀντίγραφον | |
8.2 | Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων. Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας διαπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθα‐ νάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην ... | |
(Ἐγράφη ὀπίσω εἰς τὸν οεʹ λόγον ἀπαραλλάκτως.) | 187 | |
5 | Τὰ μὲν οὖν γραφέντα ταῦτα, τῆς δὲ συσκευῆς αὐτῶν τίς ἕτερος ἀξιόπιστος τούτου μάρτυς ἂν γένοιτο; ταῦτα γὰρ εἰδὼς οὕτως καὶ αὐτὸς ἔγραψεν. | |
9.1 | Οἱ μέντοι περὶ Εὐσέβιον βλέποντες ἐλαττουμένην αὐτῶν τὴν αἵρεσιν γράφουσιν εἰς Ῥώμην, γράφουσι δὲ καὶ τοῖς βασιλεῦσι Κωνσταντίνῳ καὶ Κώνσταντι κατὰ Ἀθα‐ νασίου. ὡς δὲ καὶ οἱ παρὰ Ἀθανασίου ἀποσταλέντες διήλεγξαν τὰ παρ’ ἐκείνων γραφέντα, παρὰ μὲν τῶν βασιλέων ἐνετράπησαν, ὁ δὲ ἐπίσκοπος Ῥώμης Ἰούλιος ἔγραψε χρῆναι | |
5 | γενέσθαι σύνοδον, ἔνθα ἂν ἐθελήσωμεν, ἵνα ἃ μὲν κατηγοροῦσι δείξωσι, περὶ δὲ ὧν κατη‐ γοροῦνται καὶ αὐτοὶ θαρροῦντες ἀπολογήσωνται. τοῦτο γὰρ καὶ οἱ παρ’ αὐτῶν ἀπο‐ | |
9.2 | σταλέντες πρεσβύτεροι βλέποντες ἑαυτοὺς ἐλεγχομένους ἠξίωσαν γενέσθαι. τούτων τοίνυν γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο‐ μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρονται ὡς πρὸς τὸν τῆς αἱρέσεως προστάτην ‘φεῖσαι‘ λέγοντες ‘τῆς αἱρέσεως· ὁρᾷς πάντας | |
5 | ἀποστάντας ἀφ’ ἡμῶν· ὀλίγοι λοιπὸν ὑπελείφθημεν. ἄρξαι διώκειν, ἐπεὶ καὶ παρὰ τῶν ὀλίγων ἀφιέμεθα καὶ μένομεν ἔρημοι. οὓς γὰρ ἐβιασάμεθα τούτων ἐξορισθέντων, | |
9.3 | τούτους ἐπανελθόντες ἔπεισαν πάλιν φρονεῖν καθ’ ἡμῶν. γράψον οὖν κατὰ πάντων καὶ πέμψον Φιλάγριον δεύτερον ἔπαρχον τῆς Αἰγύπτου, αὐτὸς γὰρ ἐπιτηδείως δύναται διώκειν ἤδη μὲν τῇ πείρᾳ δείξας, μάλιστα δὲ καὶ παραβάτης ὤν. πέμψον δὲ καὶ Γρη‐ γόριον ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, καὶ οὗτος γὰρ δύναται συστῆσαι τὴν ἡμετέραν | |
5 | αἵρεσιν‘. | |
10.1 | Γράφει τοίνυν τότε Κωνστάντιος, πάντας δὲ διώκει καὶ πέμπει Φιλάγριον ἔπαρχον καὶ Ἀρσάκιόν τινα εὐνοῦχον, πέμπει δὲ καὶ Γρηγόριον μετὰ στρατιωτικῆς ἐξουσίας. καὶ τοιαῦτα γέγονεν, οἷα καὶ τὸ πρότερον. συναγαγόντες γὰρ πλῆθος βουκόλων καὶ ποιμένων ἄλλων τε ἀγοραίων καὶ ἀσελγῶν νεωτέρων μετὰ ξιφῶν καὶ ῥοπάλων ἐπῆλθον | |
10.2 | ἀθρόως τῇ ἐκκλησίᾳ τῇ καλουμένῃ Κυρίνου. καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατεπά‐ τησαν, ἄλλους τε πληγαῖς κατακόψαντες εἰς δεσμωτήριον ἐνέβαλον καὶ ἐξώριζον, πολλάς τε γυναῖκας κατασύροντες εἷλκον εἰς τὸ δικαστήριον δημοσίᾳ καὶ τῶν τριχῶν ἕλκοντες ὕβριζον, ἄλλους ἐδήμευον, ἄλλων ἄρτους ἀφῃροῦντο δι’ οὐδὲν ἕτερον, ἢ ἵνα τοῖς Ἀρειανοῖς | |
5 | προσθῶνται καὶ Γρηγόριον δέξωνται τὸν ἀπὸ βασιλέως ἀποσταλέντα. | |
11.1 | Ἀθανάσιος μὲν οὖν καὶ πρὶν γενέσθαι ταῦτα καὶ μόνον ἀκούσας ἔπλευσεν εἰς τὴν Ῥώμην εἰδώς τε τὸν θυμὸν τῶν αἱρετικῶν, καὶ ἵνα, ὡς ἤρεσεν, ἡ σύνοδος γένηται· ὁ δὲ Ἰούλιος γράφει καὶ πέμπει πρεσβυτέρους, Ἐλπίδιον καὶ Φιλόξενον, ὁρίσας καὶ προ‐ | |
11.2 | θεσμίαν, ἵνα ἢ ἔλθωσιν ἢ γινώσκοιεν ἑαυτοὺς ὑπόπτους εἶναι κατὰ πάντα. ἀλλ’ οἱ περὶ Εὐσέβιον ὡς μόνον ἤκουσαν ἐκκλησιαστικὴν ἔσεσθαι κρίσιν, ἐν ᾗ κόμης οὐ παρα‐ γίγνεται, οὐ στρατιῶται πρὸ τῶν θυρῶν, οὐ βασιλικῷ προστάγματι τὰ τῆς συνόδου τελειοῦται (ἐν τούτοις γὰρ ἀεὶ κατὰ τῶν ἐπισκόπων ἴσχυσαν καὶ ἄνευ τούτων οὐδ’ ὅλως | |
5 | λαλῆσαι θαρροῦσιν), οὕτω κατέπτηξαν, ὡς τοὺς μὲν πρεσβυτέρους κατασχεῖν καὶ μετὰ τὴν προθεσμίαν, πλάσασθαι δὲ πρόφασιν ἀπρεπῆ ὅτι ‘μὴ δυνάμεθα νῦν ἐλθεῖν διὰ τοὺς | |
11.3 | παρὰ Περσῶν γιγνομένους πολέμουσ‘. τοῦτο δὲ οὐκ ἦν ἀληθές, ἀλλὰ φόβος τοῦ συνειδότος. τί γὰρ κοινὸν πόλεμος πρὸς ἐπισκόπους; ἢ διατί μὴ δυνάμενοι διὰ τοὺς Πέρσας εἰς Ῥώμην ἐλθεῖν καίτοι μακρὰν ἀπέχουσαν καὶ πέραν θαλάττης οὖσαν τοὺς τῆς ἀνατολῆς τόπους καὶ τοὺς ἐγγὺς ἐκείνων περιήρχοντο ὡς λέοντες ζητοῦντες, τίς αὐτοῖς | 188 |
5 | ἐναντιοῦται, ἵνα διαβάλλοντες ἐξορίσωσιν; | |
12.1 | Ἀμέλει τοὺς πρεσβυτέρους ἀπολύσαντες ἐπὶ τῇ ἀπιθάνῳ ταύτῃ προφάσει συνε‐ λάλουν ἀλλήλοις· ‘ἐπεὶ μὴ δυνάμεθα ἐκκλησιαστικῇ κρίσει κρατεῖν, τὴν συνήθη τόλμαν ἐπιδειξώμεθα‘. γράφουσι τοίνυν Φιλαγρίῳ καὶ ποιοῦσιν αὐτὸν μετὰ Γρηγορίου κατ’ ὀλίγον ἐξελθεῖν εἰς τὴν Αἴγυπτον καὶ λοιπὸν ἐπίσκοποι μαστίζονται καὶ ἐδεσμοῦντο | |
12.2 | πικρῶς. Σαραπάμμωνα γοῦν ἐπίσκοπον ὁμολογητὴν ἐξορίζουσι, Ποτάμωνα δὲ ἐπίσκοπον ὁμολογητὴν ἀπολέσαντα καὶ αὐτὸν τὸν ὀφθαλμὸν ἐν τῷ διωγμῷ οὕτω κατέκοψαν ταῖς καταυχενίοις πληγαῖς, ὡς μὴ πρότερον παύσασθαι, πρὶν ἂν νομισθῆναι τὸν ἄνθρωπον νεκρόν. οὕτω γοῦν ἐρρίφη καὶ μόγις μετὰ ὥρας θεραπευόμενος καὶ διαρρι‐ | |
5 | πιζόμενος ἀνέπνευσε τοῦ θεοῦ δεδωκότος τὸ ζῆν. ἀλλὰ μετὰ χρόνον ὀλίγον ἐκ τοῦ πόνου | |
12.3 | τῶν πληγῶν ἀπέθανεν ἔχων ἐν Χριστῷ τὸ καύχημα δευτέρου μαρτυρίου. πόσοι τε ἄλλοι μονάζοντες ἐμαστίζοντο καθεζομένου Γρηγορίου μετὰ Βαλακίου τοῦ λεγομένου δουκός, πόσοι ἐπίσκοποι ἐκόπτοντο, πόσαι παρθένοι ἐτύπτοντο. | |
13.1 | Εἶτα ὁ ἄθλιος Γρηγόριος μετὰ ταῦτα παρεκάλει πάντας κοινωνεῖν αὐτῷ· καίτοι εἰ κοινωνίαν ἠξίους παρ’ αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ’ οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀποστειλάντων πληρῶσαι καὶ τὴν αἵρεσιν συστῆσαι. διὰ τοῦτο καὶ ἀνδροφόνος γέγονε καὶ δήμιος καὶ | |
13.2 | ὑβριστὴς καὶ δόλιος καὶ βέβηλος καὶ τὸ ὅλον χριστομάχος ὁ ἀνόητος. τὴν γοῦν τοῦ ἐπισκόπου θείαν οὕτως ἐδίωξεν, ὡς μηδὲ ἀποθανοῦσαν ἀφεῖναι ταφῆναι. καὶ τοῦτ’ ἂν ἐγεγόνει καὶ ἄταφος ἐρρίφη, εἰ μὴ οἱ ὑποδεξάμενοι αὐτὴν ὡς ἴδιον νεκρὸν ἐξήνεγκαν· | |
13.3 | οὕτω καὶ ἐν τούτοις εἶχεν ἀνόσιον τὸν τρόπον. καὶ γὰρ καὶ χηρῶν καὶ ἄλλων ἀνεξόδων λαβόντων ἐλεημοσύνην ἐκέλευε τὰ δεδομένα διαρπάζεσθαι καὶ τὰ ἀγγεῖα, ἐν οἷς ἔφερον τὸ ἔλαιον καὶ τὸν οἶνον, κατεάσσασθαι, ἵνα μὴ μόνον λαβὼν ἀσεβήσῃ, ἀλλὰ καὶ ἔργοις ἀτιμάζῃ τὸν κύριον ἀκουσόμενος ὅσον οὐδέπω παρ’ αὐτοῦ· «ἐφ’ ὅσον ἠτίμασας τούτους, | |
5 | ἐμὲ ἠτίμασας». | |
14.1 | Πολλά τε ἕτερα ἐποίει, ἃ καὶ λόγου φράσιν ὑπεραίρει καὶ ἀκούσας τις ἄπιστα νομίσειε. ταῦτα δὲ διὰ τοῦθ’ οὕτως ἔπραττεν, ἐπεὶ μήτε ἐκκλησιαστικῷ κανόνι τὴν κατά‐ στασιν εἶχε μήτε ἀποστολικῇ παραδόσει κληθεὶς ἦν ἐπίσκοπος· ἀλλ’ ἐκ παλατίου μετὰ στρατιωτικῆς ἐξουσίας καὶ φαντασίας ἀπέσταλτο ὥσπερ ἀρχὴν κοσμικὴν ἐγκεχειρισμένος. | |
14.2 | διὰ τοῦτο καὶ ἀρχόντων μᾶλλον ηὔχετο φίλος εἶναι ἢ ἐπισκόπων καὶ μοναζόντων. εἴ ποτε οὖν καὶ ὁ πατὴρ Ἀντώνιος ἐκ τοῦ ὄρους ἔγραφεν, ὥσπερ βδέλυγμα ἁμαρτωλῷ | |
14.3 | θεοσέβεια οὕτως ἐβδελύσσετο τὰ τοῦ ἁγίου γράμματα. εἴ ποτε δὲ βασιλεὺς ἢ στρα‐ τηλάτης ἢ ἄλλος δικαστὴς ἐπέστελλεν, οὕτω περιχαρὴς ἐγίγνετο ὡς οἱ ἐν ταῖς Παροιμίαις, καθὼς σχετλιάζων ἔλεγεν ὁ λόγος· «ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, οἱ εὐφραι‐ | |
14.4 | νόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῶν». ἀμέλει τοὺς μὲν ταῦτα κομίζοντας ἐτίμα χρήμασιν, Ἀντωνίου δέ ποτε γράψαντος πεποίηκε τὸν δοῦκα Βαλάκιον καταπτῦσαι τῆς ἐπιστολῆς καὶ ταύτην ἀπορρίψαι. ἀλλ’ οὐ παρεῖδεν ἡ θεία δίκη, μετ’ οὐ πολὺ γὰρ τὸν λεγόμενον δοῦκα ἐπικαθήμενον ἵππῳ καὶ ἀπερχόμενον εἰς τὴν πρώτην | 189 |
5 | μονὴν ἐπιστραφεὶς ὁ ἵππος καὶ δακὼν εἰς τὸν μηρὸν κατέβαλε καὶ τριῶν ἡμερῶν ἀπέθανεν. | |
15.1 | Ἐκεῖνοι μὲν οὖν οὕτως ἔπραττον κατὰ πάντων, ἐν δὲ τῇ Ῥώμῃ συνελθόντες ἐπίσκοποί που πεντήκοντα τοὺς μὲν περὶ Εὐσέβιον ὡς ὑπόπτους καὶ φοβηθέντας ἐλθεῖν οὐκ ἀπε‐ δέξαντο, ἀλλὰ καὶ τὰ γραφέντα παρ’ αὐτῶν ἠκύρωσαν, ἡμᾶς δὲ ἀπεδέξαντο καὶ τὴν | |
15.2 | πρὸς ἡμᾶς κοινωνίαν ἠγάπησαν. ἕως δὲ ταῦτα ἐγίγνετο, ἦλθεν εἰς γνῶσιν τοῦ βασιλέως Κώνσταντος ἥ τε ἐν Ῥώμῃ γενομένη σύνοδος καὶ τὰ ἐν τῇ Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ ἀνατολῇ κατὰ τῶν ἐκκλησιῶν γεγενημένα, καὶ γράφει τῷ ἀδελφῷ Κωνσταντίῳ καὶ λοιπὸν ἀμφοτέροις ἀρέσκει σύνοδον γενέσθαι καὶ διαγνωσθῆναι τὰ πράγματα, ἵν’ | |
5 | οἱ μὲν ἀδικηθέντες μηκέτι πάσχωσιν, οἱ δὲ ἀδικοῦντες μηκέτι τοιαῦτα τολμᾶν δύνωνται. | |
15.3 | συνέρχονται τοίνυν ἀπό τε τῆς ἀνατολῆς καὶ τῆς δύσεως ἐν τῇ Σερδῶν πόλει πλέον ἢ ἔλαττον ροʹ τὸν ἀριθμὸν ἐπίσκοποι. καὶ οἱ μὲν ἀπὸ τῆς δύσεως μόνοι ἦσαν ἐπίσκοποι ἔχοντες πατέρα τὸν Ὅσιον, οἱ δὲ ἀπὸ τῆς ἀνατολῆς ἐπήγοντο μεθ’ ἑαυτῶν παιδαγωγοὺς καὶ συνηγόρους Μουσουνιανὸν κόμητα καὶ Ἡσύχιον τὸν καστρήσιον, δι’ οὓς καὶ προ‐ | |
5 | θύμως ἦλθον νομίζοντες μετ’ ἐξουσίας αὐτῶν πάλιν πάντα πράττεσθαι. οὕτω γὰρ ἀεὶ διὰ τούτων φοβεροὺς ἑαυτοὺς ἐδείκνυον οἷς ἐβούλοντο καὶ ἐπεβούλευον οἷς ἂν αὐτοῖς | |
15.4 | ἐδόκει. ὡς δὲ ἀπαντήσαντες ἑωράκασιν ἐκκλησιαστικὴν δίκην μόνην γενομένην, ὡς ἑωράκασι τοὺς ἀφ’ ἑκάστης ἐκκλησίας καὶ πόλεως κατηγόρους καὶ τοὺς κατ’ αὐτῶν ἐλέγχους, ὡς ἑωράκασιν Ἄρειον καὶ Ἀστέριον, τιμίους ἐπισκόπους, ἀνελθόντας μὲν σὺν αὐτοῖς, ἀποπηδήσαντας δὲ ἀπ’ αὐτῶν καὶ ἐλθόντας μεθ’ ἡμῶν διηγουμένους τε | |
5 | τὴν πανουργίαν ἐκείνων, ὡς ὕποπτοι εἶεν ἐν τοῖς πράγμασι καὶ φοβοῦνται κρίσιν γενέσθαι, μὴ ἐλεγχθῶσι παρ’ ἡμῶν μὲν συκοφάνται, παρὰ δὲ τῶν ἐπλάσαντο κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φοβουμένους, ὡς ἑωράκασι | |
15.5 | καὶ τὴν ἡμῶν προθυμίαν, ἀποκλείουσιν ἑαυτοὺς ἐν τῷ παλατίῳ· ἐκεῖ γὰρ ᾤκουν. καὶ λοιπὸν ἀλλήλοις συνελάλουν· ‘ἤλθομεν ἐπ’ ἄλλοις καὶ ἄλλα βλέπομεν· ἀπηντήσαμεν | |
μετὰ κομήτων καὶ χωρὶς κομήτων ἡ κρίσις γίνεται· κατακρινόμεθα πάντως. οἴδατε πάντες τὰ προστάγματα· ἔχουσιν οἱ περὶ Ἀθανάσιον τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα, | 190 | |
5 | ἐξ ὧν αὐτὸς μὲν καθαρίζεται, ἡμεῖς δὲ καταισχυνόμεθα. τί δὴ οὖν μέλλομεν; τί βραδύ‐ νομεν; πλασώμεθα προφάσεις καὶ ἀπέλθωμεν, μὴ μένοντες κατακριθῶμεν. βέλτιον φεύ‐ γοντας ἐρυθριᾶν ἢ ἐλεγχθέντας συκοφάντας κατακρίνεσθαι. ἐὰν φύγωμεν, δυνάμεθά πως κἂν τῆς αἱρέσεως προίστασθαι· ἐὰν δὲ καὶ φεύγοντας ἡμᾶς κατακρίνωσιν, ἀλλ’ ἔχομεν βασιλέα προστάτην τὸν μὴ ἀφιέντα ἡμᾶς ὑπὸ τῶν λαῶν ἐκβάλλεσθαι ἀπὸ τῶν | |
10 | ἐκκλησιῶν‘. | |
16.1 | Τοιαῦτα μὲν οὖν ἐκεῖνοι διελογίζοντο· Ὅσιος δὲ καὶ οἱ ἄλλοι πάντες ἐπίσκοποι πυκνότερον αὐτοῖς ἐσήμαινον τὴν προθυμίαν τῶν περὶ Ἀθανάσιον καὶ ὡς ‘ἕτοιμοι πρὸς ἀπολογίαν εἰσὶν ἐπαγγελλόμενοι διελέγχειν ὑμᾶς συκοφάντασ‘, ἔλεγόν τε ‘εἰ φοβεῖσθε | |
16.2 | τὴν κρίσιν, τί ἀπηντᾶτε; ἔδει γὰρ ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ φεύγειν‘. ἐκεῖνοι ταῦτα ἀκούοντες καὶ μᾶλλον καταπλήξαντες ἀπρεπεστέρᾳ τῆς ἐν Ἀντιοχείᾳ προφάσεως ἄλλῃ προφάσει χρησάμενοι, ὡς βασιλέως αὐτοῖς ἐπινίκια κατὰ Περσῶν γράψαντος, ἐπεχείρησαν φεύγειν. καὶ ταύτην τὴν πρόφασιν οὐκ αἰδεσθέντες ἔπεμψαν δι’ Εὐσταθίου πρεσβυτέρου | |
16.3 | τῆς κατὰ Σαρδικὴν ἐκκλησίας. ἀλλ’ οὐδὲ οὕτως αὐτοῖς ἡ φυγὴ καταθυμίως ἀπέβη· εὐθὺς γὰρ ἡ ἁγία σύνοδος, ἧς προήγορος ἦν ὁ μέγας Ὅσιος, ἔγραψεν αὐτοῖς φανερῶς· ‘ἢ ἀπαντήσατε ἀπολογησόμενοι πρὸς τὰς ἐπιφερομένας καθ’ ὑμῶν κατηγορίας καὶ ἃς εἰργάσασθε συκοφαντίας, ἢ γινώσκετε ὅτι ὑμᾶς μὲν ὡς ὑπευθύνους ἡ σύνοδος κατα‐ | |
5 | κρίνει, τοὺς δὲ περὶ Ἀθανάσιον ἐλευθέρους καὶ καθαροὺς ἀπὸ πάσης αἰτίας ἀποφαίνεται‘. ἐκεῖνοι τοίνυν ὑπὸ φόβου τοῦ συνειδότος ἠλαύνοντο μᾶλλον ἢ τοῖς γράμμασιν ἐπείθοντο· καὶ γὰρ τοὺς ἀδικηθέντας παρ’ αὐτῶν ὁρῶντες οὐδὲ πρὸς τοὺς λέγοντας ἐπεστρέφοντο, ἀλλ’ ὀξύτερον ἔφευγον. | |
17.1 | Ἐκείνων μὲν οὖν οὕτως αἰσχρῶς καὶ ἀπρεπῶς γέγονεν ἡ φυγή, ἡ δὲ ἁγία σύνοδος ἡ ἀπὸ λεʹ καὶ πλέον ἐπαρχιῶν συναχθεῖσα ἐπιγνοῦσα τὴν τῶν Ἀρειανῶν κακοήθειαν ἐδέξατο τοὺς περὶ Ἀθανάσιον εἰς ἀπολογίαν περὶ ὧν πεπόνθασι κἀκεῖνοι κατηγόρησαν, | |
17.2 | καὶ οὕτως ἀπολογησαμένους, ἅπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἀπεδέξατο καὶ ὑπερ‐ εθαύμασεν, ὥστε αὐτούς τε καὶ τὴν κοινωνίαν αὐτῶν ἀγαπῆσαι καὶ γράψαι πανταχοῦ γράψαι τε καὶ εἰς τὴν ἑκάστου παροικίαν καὶ μάλιστα εἰς Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον καὶ εἰς τὰς Λιβύας, Ἀθανάσιον μὲν καὶ τοὺς σὺν αὐτῷ καθαροὺς καὶ πάσης μέμψεως | |
5 | ἐκτὸς εἶναι, τοὺς δὲ κατ’ αὐτῶν γενομένους συκοφάντας κακούργους καὶ πάντα μᾶλλον | |
17.3 | ἢ Χριστιανοὺς τυγχάνειν. ἀπέλυσαν γοῦν αὐτοὺς μετ’ εἰρήνης, καθεῖλον δὲ Στέφανον καὶ Μηνόφαντον, Ἀκάκιον καὶ Γεώργιον τὸν ἐν Λαοδικείᾳ, Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Θεόδωρον καὶ Νάρκισσον. Γρηγόριον γὰρ τὸν ἀπὸ βασιλέως εἰς Ἀλεξάν‐ δρειαν ἀποσταλέντα οὕτως ἀπεκήρυξαν ὡς μηδὲ ὅλως ἐπίσκοπον γενόμενον μηδὲ ὀφείλοντα | |
5 | Χριστιανὸν ὀνομάζεσθαι. ἠκύρωσαν γοῦν καὶ ἃς ἔδοξε καταστάσεις ποιεῖσθαι προσ‐ | |
τάξαντες μηδὲ αὐτὰς ὅλως ἐν ἐκκλησίαις ὀνομάζεσθαι διὰ τὸ καινὸν τῆς παρανομίας. | 191 | |
18.1 | Οὕτω μὲν οὖν Ἀθανάσιος καὶ οἱ σὺν αὐτῷ ἀπελύθησαν μετ’ εἰρήνης, τά τε γράμματα ἐν τῷ τέλει γέγραπται διὰ τὸ μῆκος τῆς ἐπιστολῆς, καὶ ἡ σύνοδος διαλέλυται, οἱ δὲ καθ‐ αιρεθέντες δέον καὶ οὕτως ἠρεμεῖν, οἱ δὲ καὶ μετὰ τὴν οὕτως αἰσχρὰν φυγὴν κατελθόντες | |
18.2 | τοιαῦτα ἔδρασαν, ὡς ἐκ τούτων μικρὰς αὐτῶν τὰς προτέρας δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασιλεῖ Κωνσταντίῳ καὶ πεποιήκασιν ἀπὸ τῆς ἐκεῖ καλουμένης Φάβρικος δέκα λαικῶν ἀποτμηθῆναι τὰς κεφαλὰς ὑπουργοῦντος αὐτοῖς | |
5 | καὶ εἰς τοῦτο Φιλαγρίου πάλιν ἐκεῖ κόμητος γενομένου. καὶ τούτων τὰ μνήματα πρὸ τῆς πόλεώς ἐστιν, ἅπερ παρερχόμενοι καὶ ἡμεῖς ἑωράκαμεν. εἶτα ὥσπερ κατορθώσαντες, ὅτι διὰ τοῦτ’ ἔφυγον, ἵνα μὴ ἐλεγχθῶσι συκοφάνται, ἅπερ ἐβούλοντο, ταῦτα καὶ βασιλεὺς | |
18.3 | ἐκέλευε. πεποιήκασι γοῦν καὶ ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν ἐξορισθῆναι πρεσβυτέρους δύο καὶ διακόνους τρεῖς. καὶ Ἄρειον μὲν καὶ Ἀστέριον, τὸν μὲν ἀπὸ Πέτρων τῆς Παλαιστίνης, τὸν δὲ ἀπὸ τῆς Ἀραβίας, ἐπισκόπους τοὺς ἀποπηδήσαντας ἀπ’ αὐτῶν οὐ μόνον ἐξώρισαν εἰς τὴν ἄνω Λιβύην, ἀλλὰ καὶ ὕβρεων μετασχεῖν αὐτοὺς πεποιήκασι, | |
19.1 | Λούκιον δὲ τὸν τῆς Ἀδριανουπόλεως ἐπίσκοπον, ἐπειδὴ ἔβλεπον πολλῇ τῇ κατ’ αὐτῶν παρρησίᾳ χρώμενον καὶ ἐλέγχοντα αὐτῶν τὴν ἀσέβειαν, πεποιήκασι πάλιν, ὥσπερ καὶ πρότερον, ἁλύσεσι σιδηραῖς δεθῆναι τὸν τράχηλον καὶ τὰς χεῖρας καὶ οὕτως ἐξώρισαν· | |
19.2 | ἔνθα καὶ ἐτελεύτησεν, ὡς ἐκεῖνοι γινώσκουσι. καὶ Διόδωρον μὲν ἐπίσκοπον ἐκτο‐ πίζουσιν, Ὀλύμπιον δὲ τὸν ἀπὸ Αἴνων καὶ Θεόδουλον τὸν ἀπὸ τῆς Τραιανουπόλεως, ἀμφοτέρους ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, ἀγαθοὺς καὶ ὀρθοδόξους ἄνδρας, ἐπειδὴ ἑωράκασι μισοῦντας τὴν αἵρεσιν, διέβαλον, τὸ πρῶτον μὲν οἱ περὶ Εὐσέβιον καὶ ἔγραψε βασιλεὺς | |
5 | Κωνστάντιος, τὸ δεύτερον δὲ ὑπέμνησαν οὗτοι. ἦν δὲ τὰ γραφέντα μὴ μόνον ἐκβάλλεσθαι τῶν πόλεων καὶ τῶν ἐκκλησιῶν αὐτούς, ἀλλὰ καὶ κεφαλικὴν διδόναι δίκην, εἴ που εὑρεθεῖεν | |
19.3 | οὗτοι. τοῦτο δὲ εἰ καὶ θαυμαστόν, ἀλλ’ οὐκ ἀλλότριον τῆς προαιρέσεως αὐτῶν, ὡς γὰρ μαθόντες τὸ τοιοῦτον ἀπὸ τῶν περὶ Εὐσέβιον καὶ ὥσπερ κληρονόμοι τῆς ἀσεβείας καὶ τῆς προαιρέσεως αὐτῶν τυγχάνοντες ἠθέλησαν ὡς οἱ πατέρες αὐτῶν ἐν τῇ Θρᾴκῃ, οὕτω καὶ οὗτοι ἐν τῇ Ἀλεξανδρείᾳ φοβεροὺς ἑαυτοὺς δεῖξαι, καὶ ποιοῦσι γραφῆναι, | |
5 | ὥστε τοὺς λιμένας καὶ τὰς εἰσόδους τῶν πόλεων τηρεῖσθαι, μήπως διὰ τὴν ἀπὸ τῆς | |
19.4 | συνόδου συγχώρησιν ἐπανέλθωσιν εἰς τὰς ἐκκλησίας. ποιοῦσι δὲ γραφῆναι καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ δικασταῖς περὶ Ἀθανασίου καὶ πρεσβυτέρων τινῶν ἐξ ὀνόματος, ἵνα, εἴτε ἐπίσκοπος εἴτε τις ἐξ ἐκείνων εὑρεθείη τῆς πόλεως ἢ τῶν ὅρων αὐτῆς ἐπιβάς, ἐξῇ τῷ δικαστῇ τῶν εὑρισκομένων τὰς κεφαλὰς ἀποτέμνειν. οὕτως ἡ ἰουδαικὴ νέα αἵρεσις | |
5 | οὐ μόνον ἀρνεῖται τὸν κύριον, ἀλλὰ καὶ φονεύειν μεμάθηκεν. | 192 |
20.1 | Οὐδὲ οὕτω δὲ ἠρέμουν, ἀλλ’ ὥσπερ ὁ πατὴρ τῆς αἱρέσεως αὐτῶν «περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ», οὕτως οὗτοι δημοσίου δρόμου τὴν ἐξουσίαν λαβόντες καὶ περιερχόμενοι, ὃν ἂν ηὕρισκον ὀνειδίζοντα τούτοις τὴν φυγὴν καὶ μισοῦντα τὴν ἀρειανὴν αἵρεσιν, τούτους ἐμάστιζον, ἐδέσμενον, ἐποίουν ἐξορίζεσθαι τῆς ἰδίας πατρίδος, | |
5 | φοβερούς τε ἑαυτοὺς οὕτως ἐποίουν, ὡς πολλοὺς μὲν ὑποκριτὰς ποιῆσαι, πολλοὺς δὲ | |
20.2 | εἰς ἐρημίας φεύγειν ἢ τούτοις βούλεσθαι κἂν ὅλως συντυγχάνειν. τοιαῦτα ἦν αὐτῶν μετὰ τὴν φυγὴν τῆς μανίας τὰ τολμήματα. καὶ γὰρ καὶ δρῶσιν ἄλλο τι καινόν, ὅπερ τῆς μὲν αἱρέσεως αὐτῶν ἐστι κατάλληλον, οὔπω δὲ πρότερον ἠκούσθη, ἀλλ’ οὐδὲ τάχα γενήσεταί ποτε οὐδὲ παρὰ τοῖς ἀσελγεστέροις τῶν Ἑλλήνων, μήτιγε Χριστιανοῖς. τῆς | |
5 | γὰρ ἁγίας συνόδου πρεσβευτὰς ἀποστειλάσης ἐπισκόπους, Βικέντιον μὲν τὸν ἀπὸ Καπύης (ἔστι δὲ αὕτη μητρόπολις τῆς Καμπανίας), Εὐφράτην δὲ τὸν ἀπὸ Ἀγριππίνης (ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς ἄνω Γαλλίας), ἵνα, ὡς ἡ σύνοδος ἔκρινε, συγχωρήσῃ βασιλεὺς εἰς τὰς ἐκκλησίας τοὺς ἐπισκόπους ἐπανελθεῖν, ἐπειδὴ καὶ αὐτὸς ἐξέβαλε, γρά‐ ψαντός τε καὶ τοῦ εὐσεβεστάτου Κώνσταντος τῷ ἀδελφῷ ἑαυτοῦ καὶ συστήσαντος τοὺς | |
20.3 | ἐπισκόπους. οἱ θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι‐ τηδείως ἔχων περὶ τὰ τοιαῦτα. μισθοῦνται τοίνυν πόρνην δημοσίαν ἐν αὐταῖς ταῖς ἡμέραις τοῦ ἁγιωτάτου πάσχα καὶ γυμνώσαντες ταύτην ἐπαφιᾶσι νυκτὸς Εὐφράτῃ τῷ | |
20.4 | ἐπισκόπῳ. καὶ ἡ μὲν πόρνη τὸ πρῶτον νομίσασα νεώτερον εἶναι τὸν καλέσαντα προθύμως ἠκολούθει, ὡς δὲ ῥιφεῖσα παρ’ ἐκείνων εἶδε κοιμώμενον τὸν ἄνθρωπον καὶ μὴ εἰδότα τὸ γιγνόμενον, εἶτα ὡς κατενόησε καὶ εἶδε πρεσβύτου πρόσωπον καὶ ἐπισκόπου κατάστασιν, εὐθὺς ἀναβοήσασα τὴν βίαν ἐβόα. ἐκεῖνοί τε ἠξίουν σιωπᾶν καὶ κατα‐ | |
20.5 | ψεύδεσθαι τοῦ ἐπισκόπου. ἡμέρας τοίνυν γενομένης διατεθρύλητο τὸ πρᾶγμα καὶ πᾶσα ἡ πόλις συνέτρεχεν, οἵ τε ἀπὸ τοῦ παλατίου ἐκινοῦντο θαυμάζοντες τὸ θρυλού‐ μενον καὶ ἀξιοῦντες μὴ σιωπηθῆναι τοῦτο. γέγονε τοίνυν κρίσις, καὶ ὁ μὲν ἑταιροτρόφος ἤλεγξε τοὺς ἐλθόντας ἐπὶ τὴν πόρνην, ἐκεῖνοι δὲ τὸν Στέφανον· ἦσαν γὰρ αὐτοῦ κληρικοί. | |
5 | ὁ μὲν οὖν Στέφανος καθαιρεῖται, καὶ γίγνεται ἀντ’ αὐτοῦ Λεόντιος ὁ ἀπόκοπος, ἵνα μόνον | |
μὴ λείπῃ τῇ ἀρειανῇ αἱρέσει προστάτης. | 193 | |
21.1 | Ὁ δὲ βασιλεὺς Κωνστάντιος ὀλίγον τι κατανυγεὶς εἰς ἑαυτὸν ἦλθε λογισάμενός τε ἐξ ὧν ἔδρασαν τῷ Εὐφράτῃ ὅτι καὶ τὰ κατὰ τῶν ἄλλων ἐπιχειρήματα τοιαῦτά ἐστι, τοὺς μὲν ἐξορισθέντας ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν πρεσβυτέρους καὶ δια‐ κόνους εὐθὺς ἀπολυθῆναι κελεύει, γράφει δὲ εἰς Ἀλεξάνδρειαν φανερῶς μηκέτι διώκεσθαι | |
21.2 | τοὺς μετὰ Ἀθανασίου κληρικούς τε καὶ λαικούς. εἶτα μετὰ μῆνάς που δέκα τελευτή‐ σαντος Γρηγορίου μεταπέμπεται καὶ Ἀθανάσιον μετὰ πάσης τιμῆς, οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον γράψας αὐτῷ μὲν φιλικά, δι’ ὧν θαρρεῖν καὶ ἐλθεῖν προέτρεπε. πέμπει τε πρεσβύτερον καὶ διάκονον, ἵν’ ἔτι μᾶλλον θαρρῶν ἐπανέλθοι. ἐνόμιζε γὰρ | |
21.3 | διὰ τὸν φόβον τῶν πρότερον γενομένων ὀλιγωρεῖν με περὶ τὴν ἐπάνοδον. γράφει δὲ καὶ τῷ ἀδελφῷ ἑαυτοῦ Κώνσταντι, ἵνα καὶ αὐτὸς ἐπανελθεῖν με προτρέψηται. διε‐ βεβαιοῦτο γὰρ ἐνιαυτὸν ὅλον ἐκδέχεσθαι τὸν Ἀθανάσιον καὶ οὐκ ἄν ποτε ἐπιτρέψαι μὴ γενέσθαι τινὰ καινοτομίαν ἢ καὶ κατάστασιν φυλάττων Ἀθανασίῳ τῷ ἐπισκόπῳ τὰς | |
5 | ἐκκλησίας. | |
22.1 | Οὕτω δὴ οὖν γράψαντος αὐτοῦ καὶ προτρεψαμένου διὰ πολλῶν (καὶ γὰρ καὶ τοὺς κόμητας αὐτοῦ πεποίηκε γράψαι, Πολέμιον, Δατιανόν, Βαρδίωνα, Θάλασσον, Ταῦρον καὶ Φλωρέντιον, οἷς καὶ μᾶλλον πιστεύειν ἦν), τὸ δὲ ὅλον δεδωκὼς τῷ θεῷ τῷ καὶ εἰς τοῦτο κατανύξαντι τὸν Κωνστάντιον ἦλθεν Ἀθανάσιος μετὰ τῶν σὺν αὐτῷ | |
5 | πρὸς αὐτόν, γνησίως τε αὐτὸν ἑώρακε καὶ ἀπέλυσεν εἰσελθεῖν εἰς τὴν πατρίδα καὶ τὰς ἐκκλησίας γράψας καὶ τοῖς κατὰ τόπον δικασταῖς, ἐπειδὴ πρότερον προστάξας ἦν φυ‐ | 194 |
22.2 | λάττεσθαι τὰς διόδους, ἵνα ἀκώλυτον ἔχωσι τὴν πάροδον. εἶτα τοῦ ἐπισκόπου ἀποδυρομένου περὶ ὧν πέπονθε καὶ περὶ τῶν κατ’ αὐτοῦ γραφέντων παρ’ αὐτοῦ παρα‐ τιθεμένου τε, μὴ πάλιν μετὰ τὴν ἀποδημίαν διαβολαὶ γένωνται παρὰ τῶν ἐχθρῶν, καὶ λέγοντος· ‘κάλει τούτους, εἰ βούλει, (ἔξεστι γὰρ ἑστάναι τούτους δι’ ἡμᾶς) καὶ διε‐ | |
5 | λέγχομεν αὐτούσ‘, τοῦτο μὲν οὐ πεποίηκε, πάντα δέ, ὅσα πρότερον ἐκ διαβολῆς ἦν γραφέντα κατ’ αὐτοῦ, ἀναιρεθῆναι ταῦτα καὶ ἀπαλειφῆναι κελεύει διαβεβαιωσάμενος· ‘μηκέτι τοῦ λοιποῦ διαβολῶν ἀνέχεσθαι, ἀλλ’ εἶναι βεβαίαν καὶ ἀμετάβλητον τὴν προαί‐ | |
22.3 | ρεσιν‘. καὶ τοῦτο οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ’ ὅρκοις ἐπεσφράγιζε τοὺς λόγους τὸν θεὸν ἐπὶ τούτοις καλῶν μάρτυρα. πολλοῖς γοῦν καὶ ἑτέροις λόγοις προτρεψάμενος αὐτὸν καὶ θαρρεῖν παρακελευσάμενος γράφει πρὸς τοὺς ἐπισκόπους καὶ τοὺς δικαστὰς ταῦτα· | |
23.1 | Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ κληρικοῖς τῆς καθολικῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος ... (Ἐγράφη ὀπίσω εἰς τὸν ξεʹ λόγον καὶ ἔστιν ἐξ ὁλοκλήρου ὁμοία ταύτης.) | |
23.3(1t) | Ἑτέρα ἐπιστολή | |
2 | Κωνσταντίου πρὸς τὸν τῆς Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν κατελείφθησαν | |
5 | νῦν ἄγραφοι.) | |
6t | Ἑτέρα ἐπιστολή | |
7 | Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ ἐπάρχῳ Αἰγύπτου. Φανερόν ἐστι πρὸ τούτου πρόσταξιν ἡμετέραν γεγενῆσθαι, ὥστε κατὰ τῆς ὑπο‐ λήψεως Ἀθανασίου τοῦ αἰδεσιμωτάτου ἐπισκόπου γράμματά τινα εὑρίσκεσθαι, ταῦτά | |
10 | τε συνέστηκεν ἐν τῇ τάξει τῆς σῆς καθοσιώσεως εἶναι. βουλόμεθα τοιγαροῦν, ἵνα ἡ δεδοκιμασμένη ἡμῖν νηφαλιότης σου πάσας τὰς ἐπιστολὰς ὅσας ἂν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου γενομένας ἐν τῇ ὑπὸ σὲ τάξει ἀκολούθως τῇ ἡμετέρᾳ ταύτῃ κελεύσει | |
εἰς τὸ ἡμέτερον κομητάτον ἀποστείλῃ. | 195 | |
24.1 | Ἃ δὲ καὶ μετὰ θάνατον τοῦ μακαρίου Κώνσταντος ἔγραψεν, ἔστι ταῦτα, Ῥωμαιστὶ μὲν γραφέντα, ἑρμηνευθέντα δὲ Ἑλληνιστί· | |
242n | Νικητὴς Κωνστάντιος Αὔγουστος Ἀθανασίῳ. | |
24.2 | Εὐχὴν ἀεί μοι ταύτην γεγενῆσθαι, ὥστε πάντα καταθυμίως ἀποβαίνειν τῷ ποτέ μου ἀδελφῷ Κώνσταντι, οὐδὲ τὴν σὴν σύνεσιν ἔλαθεν· ἐν ὅσῃ τε λύπῃ διετέθην μαθὼν τοῦτον ἀνῃρῆσθαι παρά τινων ἀνοσιωτάτων, στοχάζεσθαι πάλιν δύναται ἡ σὴ φρόνησις. | |
24.3 | ἐπεὶ οὖν τινές εἰσιν οἱ ἐν τῷ παρόντι καιρῷ, τῷ οὕτω πενθικῷ, πειρώμενοί σε ἐκφοβεῖν, διὰ τοῦτο ταῦτα πρὸς τὴν σὴν στερρότητα δοθῆναι τὰ γράμματα ἐδικαίωσα προτρε‐ πόμενός σε, ἵνα, ὡς πρέπει ἐπίσκοπον, τοὺς λαοὺς τὰ ὀφειλόμενα τῇ θείᾳ θρησκείᾳ δι‐ δάσκῃς καὶ μετ’ αὐτῶν συνήθως εὐχαῖς σχολάζῃς καὶ μὴ ματαίοις θρύλοις, εἴτινες ἂν | |
24.4 | γένοιντο, πιστεύσῃς. ἡμῖν γὰρ τοῦτο ἐν τῇ ψυχῇ πέπηγεν, ὥστε σε ἀκολούθως τῇ ἡμετέρᾳ προαιρέσει διαπαντὸς ἐν τῷ τόπῳ σου θέλειν ἐπίσκοπον εἶναι. ἡ θεία πρό‐ νοια πολλοῖς ἔτεσί σε διατηροίη, γονεῦ προσφιλέστατε. | |
25.1 | Τούτων οὕτω πραχθέντων οὕτω τε συνταξαμένων καὶ τῆς ὁδοῦ λοιπὸν ἐπιβάντων οἱ μὲν φίλοι φίλον ὁρῶντες ἔχαιρον, τῶν δὲ ἄλλων οἱ μὲν ἐδυσωποῦντο βλέποντες αὐτόν, οἱ δὲ καὶ παρρησίαν οὐκ ἔχοντες ἐκρύπτοντο, οἱ δὲ καὶ μετεγίνωσκον ἐφ’ οἷς ἔγραψαν | |
25.2 | κατὰ τοῦ ἐπισκόπου. πάντες γοῦν οἱ ἀπὸ Παλαιστίνης ἐπίσκοποι χωρὶς δύο που ἢ τριῶν καὶ αὐτῶν ὑπόπτων τυγχανόντων οὕτω τὸν Ἀθανάσιον ὑπεδέξαντο καὶ τὴν πρὸς αὐτὸν ἠσπάσαντο κοινωνίαν, ὡς καὶ γράψαι καὶ ἀπολογήσασθαι, ὅτι, ἃ | |
25.3 | πρότερον ἔγραψαν, οὐ κατὰ προαίρεσιν, ἀλλὰ βιαζόμενοι πεποιήκασι. περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐπισκόπων καὶ τῶν ἐν αὐταῖς καὶ τῶν ἐν Ἀλεξανδρείᾳ λαῶν περιττόν ἐστι καὶ λέγειν, πάντων συντρεχόντων καὶ ἀνεκλάλητον ἐχόντων τὴν χαράν, οὐχ ὅτι μόνον τοὺς ἰδίους παρ’ ἐλπίδα ζῶντας ἀπελάμβανον, ἀλλ’ ὅτι καὶ τῶν | |
5 | αἱρετικῶν ὡς τυράννων καὶ λυττώντων κυνῶν ἀπηλλάττοντο. μεγάλη γοῦν ἦν εὐφρο‐ | |
25.4 | σύνη τῶν λαῶν ἐν ταῖς συνάξεσι παροξυνόντων ἀλλήλους εἰς ἀρετήν. πόσαι τῶν ἀγάμων πρότερον οὖσαι πρὸς γάμον ἕτοιμοι ἔμειναν παρθένοι τῷ Χριστῷ· πόσοι νεώ‐ τεροι βλέποντες ἑτέρους τὸν μονήρη βίον ἠγάπησαν· πόσοι πατέρες προέτρεπον τέκνα· πόσοι δὲ καὶ παρὰ τέκνων ἠξιώθησαν, μὴ ἐμποδίζεσθαι τῆς ἐν Χριστῷ ἀσκήσεως· πόσαι | |
5 | γυναῖκες ἔπεισαν ἄνδρας, πόσαι δὲ καὶ παρὰ ἀνδρῶν ἐπείσθησαν «σχολάζειν τῇ προσ‐ ευχῇ», ὡς εἶπεν ὁ ἀπόστολος· πόσαι χῆραι, πόσοι δὲ καὶ ὀρφανοὶ τὸ πρότερον πεινῶντες καὶ γυμνοὶ τυγχάνοντες ἐκ πολλῆς τῆς τῶν λαῶν προθυμίας οὔτε λοιπὸν ἐπείνων, | |
25.5 | ἀλλὰ καὶ ἐνδεδυμένοι προήρχοντο. καὶ ὅλως τοσαύτη ἦν ἅμιλλα περὶ ἀρετήν, ὡς ἑκάστην οἰκίαν καὶ οἶκον ἑκάστου νομίζειν ἐκκλησίαν εἶναι διὰ τὴν τῶν ἐνοικούντων φιλοκαλίαν τε καὶ τὴν πρὸς τὸν θεὸν εὐχήν. εἰρήνη τε ἦν ἐν ταῖς ἐκκλησίαις βαθεῖα καὶ θαυμαστὴ γραφόντων τῶν πανταχόθεν ἐπισκόπων καὶ δεχομένων παρὰ Ἀθανασίου | 196 |
5 | τὰ συνήθη τῆς εἰρήνης γράμματα. | |
26.1 | Καὶ γὰρ καὶ Οὐρσάκιος καὶ Οὐάλης ὥσπερ ὑπὸ τοῦ συνειδότος μαστιζόμενοι μετ‐ έγνωσαν καὶ γράφουσι μὲν αὐτῷ τῷ ἐπισκόπῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν, καίτοι μὴ λαβόντες παρ’ αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο‐ γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ’ αὐτοῦ, ταῦτα εἶναι πάντα | |
26.2 | ψευδῆ καὶ μόνον συκοφαντίαν. οὐχ ἁπλῶς δὲ τοῦτο οὐδ’ αὐτοὶ πεποιήκασιν, ἀλλὰ γὰρ καὶ ἀναθεματίσαντες τὴν ἀρειανὴν αἵρεσιν ἔγγραφον τὴν μετάνοιαν αὐτῶν δεδώκασι γράψαντες Ἰουλίῳ τῷ ἐπισκόπῳ, Ῥωμαιστὶ μέν, μεταβληθέντα δὲ Ἑλληνιστί, ταῦτα· τὸ γὰρ ἀντίγραφον ἀπεστάλη ἡμῖν παρὰ Παύλου ἐπισκόπου Τριβέρων Ῥωμαιστί. | |
26.3(1t) | Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ | |
2 | Κυρίῳ μου μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινά ... (Ἐγράφη ὀπίσω εἰς τὸν ξηʹ λόγον καὶ ἔστι κατὰ πάντα ὁμοία καὶ ἴση.) | |
26.4(1t) | Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ | |
2 | Κυρίῳ μου ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴ ἡμῖν ἐδόθη διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ... (Ἐγράφη ὀπίσω εἰς τὸν αὐτὸν ξηʹ λόγον καὶ ἔστιν ὁμοία καὶ ἴση ἐξ ὁλοκλήρου.) | |
26.5 | Ταῦτα γράψαντες ὑπέγραψαν καὶ τοῖς εἰρηνικοῖς παρερχομένων πρεσβυτέρων Ἀθανασίου Πέτρου τε καὶ Εἰρηναίου καὶ Ἀμμωνίου λαικοῦ, καίτοι μηδὲ δι’ αὐτῶν γρά‐ ψαντος αὐτοῖς. | |
27.1 | Τίς τοίνυν οὐκ ἐθαύμαζε βλέπων ταῦτα καὶ τὴν τοσαύτην τῶν ἐκκλησιῶν εἰρήνην; τίς οὐκ ἔχαιρεν ὁρῶν τῶν τοσούτων ἐπισκόπων τὴν ὁμόνοιαν; τίς οὐκ ἐδόξαζε τὸν κύριον θεωρῶν τῶν λαῶν τὴν ἐν ταῖς συνάξεσιν εὐφροσύνην; πόσοι τῶν ἐχθρῶν μετ‐ ενόουν· πόσοι τῶν πρότερον διαβαλλόντων ἀπελογοῦντο· πόσοι πρότερον μισοῦντες | |
5 | αὐτὸν ὕστερον ἠγάπησαν· πόσοι τῶν γραψάντων κατ’ αὐτοῦ παλινῳδίαν ᾖσαν. | |
27.2 | πολλοὶ καὶ τῶν μὴ προαιρέσει, ἀλλ’ ἀνάγκῃ μετὰ τῶν Ἀρειανῶν ὄντες ἐρχόμενοι νυκτὸς ἀπελογοῦντο, καὶ τὴν μὲν αἵρεσιν ἀνεθεμάτιζον, ἠξίουν δὲ συγγνώμην ἔχειν, ὅτι διὰ τὰς συσκευὰς καὶ τὰς διαβολὰς τὰς παρ’ αὐτῶν γιγνομένας τοῖς μὲν σώμασιν ἐκεῖ φαίνονται, | |
τῇ δὲ καρδίᾳ μετὰ Ἀθανασίου συνάγονται καὶ ἀεὶ μετ’ αὐτοῦ τυγχάνουσι· ναὶ πιστεύσατε. | 197 | |
28.1 | Ἀλλὰ ταῦτα ἀκούοντες καὶ βλέποντες οἱ κληρονόμοι τῆς γνώμης καὶ τῆς ἀσεβείας τῶν περὶ Εὐσέβιον, Λεόντιος ὁ ἀπόκοπος, ὃν οὐδὲ ὡς λαικὸν κοινωνεῖν ἐχρῆν, διότι ἑαυτὸν ἀπέκοψεν ὑπὲρ τοῦ μετ’ ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου τινός, γυναικὸς μὲν δι’ αὐτόν, λεγομένης δὲ παρθένου, Γεώργιός τε καὶ Ἀκάκιος καὶ Θεόδωρος καὶ Νάρ‐ | |
28.2 | κισσος, οἵτινες καὶ ἐν τῇ συνόδῳ καθῃρέθησαν, μεγάλως ᾐσχύνοντο. εἶτα βλέποντες τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων συμφωνίαν τε καὶ εἰρήνην, πλείους δὲ ἦσαν υʹ, ἀπό τε τῆς μεγάλης Ῥώμης καὶ τῆς Ἰταλίας πάσης Καλαβρίας τε καὶ Ἀπουλίας καὶ Καμπανίας Βριττίας τε καὶ Σικελίας Σερδινίας τε καὶ Κορσικῆς καὶ πάσης τῆς Ἀφρικῆς | |
5 | τούς τε ἀπὸ Γαλλίων καὶ Βριττανίας καὶ Σπανίων μετὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, ἔπειτα τοὺς ἀπὸ τῶν Παννονίων καὶ Νωρικοῦ καὶ Σισκίας Δαλματίας τε καὶ Δαρδανίας Δακίας τε καὶ Μυσίας Μακεδονίας Θεσσαλίας καὶ πάσης τῆς Ἀχαίας καὶ Κρήτης Κύπρου τε καὶ Λυκίας καὶ πλείστους τῆς Παλαιστίνης τε καὶ Ἰσαυρίας Αἰγύπτου | |
28.3 | καὶ Θηβαίδος καὶ πάσης Λιβύης καὶ Πενταπόλεως· ταῦτα βλέποντες ἐκεῖνοι φθόνῳ καὶ φόβῳ συνεσχέθησαν, φθόνῳ μὲν διὰ τὴν τοσούτων κοινωνίαν, φόβῳ δὲ μὴ οἱ παρ’ αὐτῶν ἀπατηθέντες προστεθῶσι τῇ τῶν τοσούτων ὁμοψυχίᾳ καὶ λοιπὸν ἡ αἵρεσις αὐτῶν παραδειγματισθεῖσα θριαμβευθῇ καὶ στηλιτευθῇ πανταχοῦ. | |
29.1 | Πρῶτον μὲν τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα ὡς τοὺς κύνας μεταπείθουσι μετα‐ βαλέσθαι καὶ εἰς τὸν ἴδιον ἐμετὸν ἐπιστρέψαι καὶ ὡς τοὺς χοίρους εἰς τὸν πρότερον βόρ‐ βορον τῆς ἀσεβείας πάλιν κυλισθῆναι πρόφασίν τε τῆς μετανοίας πλάσασθαι, ὡς διὰ φόβον τοῦ θεοσεβεστάτου Κώνσταντος εἶεν τοῦτο πεποιηκότες, καίτοι, εἰ καὶ φόβος | |
29.2 | ἦν, ἀλλ’ οὐκ ἐχρῆν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν, προδότας τούτων γίγνεσθαι. ὅτε δὲ οὐδὲ φόβος, ἀλλ’ ἐψεύδοντο, πῶς οὐκ ἄξιοι πάσης καταγνώσεώς εἰσιν; οὔτε γὰρ στρατιώτου παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ’ οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ’ | |
5 | αὐτοὶ θέλοντες ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ ἐν τῇ ἐκκλησίᾳ, ἔνθα φόβος μὲν ἔξωθεν οὐκ ἦν, μόνος δὲ ὁ τοῦ θεοῦ φόβος ἐστὶ καὶ ἐλευθέραν ἕκαστος ἔχει τὴν προαίρεσιν δι’ ἑαυτῶν μετενόησαν καὶ ἔγραψαν. καὶ ὅμως Ἀρειανοὶ δεύτερον γενόμενοι τοιαύτην πάλιν ἀπρεπῆ | |
πρόφασιν ἐπινοήσαντες οὐκ ἐρυθριῶσιν. | 198 | |
30.1 | Ἔπειτα κοινῇ προσελθόντες παρεκάλουν τὸν βασιλέα Κωνστάντιον λέγοντες ‘καὶ τὸ πρῶτον ἀξιοῦντες οὐκ ἐπιστεύθημεν· ἐλέγομεν γάρ, ὅτε μετεπέμπου τὸν Ἀθα‐ νάσιον, ὅτι τοῦτον προσκαλούμενος τὴν ἡμετέραν αἵρεσιν ἐκβάλλεις. οὗτος γὰρ ἐξ ἀρχῆς | |
30.2 | κατ’ αὐτῆς γέγονε καὶ οὐ παύεται ταύτην οὗτος ἀναθεματίζων. αὐτὸς μὲν οὖν ἤδη πεπλήρωκε τὰ πανταχοῦ γράφων καθ’ ἡμῶν, καὶ οἱ μὲν πλεῖστοι τὴν μετ’ αὐτοῦ κοι‐ νωνίαν ἔχουσι, τῶν δὲ καὶ δοξάντων μεθ’ ἡμῶν εἶναι οἱ μὲν προσετέθησαν αὐτῷ, οἱ δὲ μέλλουσιν· ἡμεῖς δὲ ἐμείναμεν μόνοι. καὶ φόβος μὴ καὶ ἡ αἵρεσις γνωσθῇ καὶ λοιπὸν | |
5 | ἡμεῖς καὶ σὺ χρηματίσωμεν αἱρετικοί. κἂν τοῦτο γένηται, σκόπει μὴ μετὰ Μανιχαίων λογισθῶμεν. ἄρξαι πάλιν οὖν διώκειν καὶ πρόστα τῆς αἱρέσεως· καὶ γὰρ καὶ αὕτη σὲ | |
30.3 | βασιλέα ἔχει.‘ τοιαῦτα μὲν οὖν ἦν τούτων τὰ τῆς πανουργίας ῥήματα. καὶ αὐτὸς δὲ διερχόμενος, ὅτε πρὸς Μαγνέντιον ἔσπευδε, καὶ βλέπων τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων κοινωνίαν, ὡς ὑπὸ πυρὸς ἀναφθεὶς μετεβάλλετο τὴν γνώμην καὶ οὔτε τῶν ὅρκων ἐμνημόνευσεν, ἀλλὰ καὶ ὧν ἔγραψεν ἐπελάθετο καὶ τῶν πρὸς τὸν ἀδελφὸν καθη‐ | |
5 | κόντων ἀγνώμων γέγονε. καὶ γὰρ καὶ αὐτῷ γράφων καὶ Ἀθανάσιον ἑωρακὼς ὅρκους δέδωκε, μὴ ἄλλως ποιήσειν, ἢ ὡς ἂν ὁ λαὸς βούληται καὶ τῷ ἐπισκόπῳ καταθυμίως | |
30.4 | τυγχάνοι. ἀλλ’ ἡ πρὸς τὴν ἀσέβειαν σπουδὴ πάντων ἀθρόως αὐτὸν ἐπιλαθέσθαι πεποίηκεν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ μετὰ τοσαῦτα γράμματα καὶ τοσούτους ὅρκους ἠλλοιώθη Κωνστάντιος, ὅπουγε καὶ ὁ τῆς Αἰγύπτου τότε τύραννος Φαραὼ πολλάκις ἐπαγγελ‐ λόμενος καὶ διὰ τοῦτο λαμβάνων τῶν βασάνων ἄνεσιν μετετίθετο, ἕως εἰς τέλος ἀπώλετο | |
5 | σὺν αὐτοῖς τοῖς ὁμονοήσασιν αὐτῷ. | |
31.1 | Τούτους μὲν οὖν κατὰ πόλιν πρῶτον ἐβιάζετο μετατίθεσθαι, γενόμενος δὲ ἐν τῇ Ἀρελατῷ καὶ τῇ Μεδιολάνῳ λοιπόν, ὡς οἱ αἱρετικοὶ συνεβούλευσαν καὶ ὑπέθεντο, οὕτως | |
αὐτὸς ἔπραττε, μᾶλλον δὲ οὕτως καὶ αὐτοὶ διεπράττοντο καὶ ἐνήλλοντο κατὰ πάντων | 199 | |
31.2 | ἔχοντες τὴν ἐξουσίαν. καὶ εὐθὺς ὧδε μὲν ἐντολαὶ καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα τέως ὁ σῖτος ἀφαιρεθῇ παρὰ Ἀθανασίου καὶ δοθῇ τοῖς τὰ Ἀρείου φρονοῦσι, καὶ ἵνα ἐξῇ ὑβρίζειν τοῖς βουλομένοις τοὺς μετ’ αὐτοῦ συναγομένους. ἀπειλή τε ἦν τοῖς δικασταῖς, εἰ μὴ συνάγοιντο μετὰ τῶν Ἀρειανῶν. ἦν δὲ ταῦτα προοίμια τῶν μετὰ | |
31.3 | ταῦτα γενομένων διὰ τοῦ δουκὸς Συριανοῦ. εἰς δὲ τὰ ἔξω μέρη προστάγματα πάλιν, καὶ νοτάριοι κατὰ πόλιν καὶ παλατινοὶ φέροντες ἀπειλὰς ἀπεστέλλοντο πρός τε τοὺς ἐπισκόπους καὶ τοὺς δικαστάς, ἵν’ οἱ μὲν δικασταὶ ἐπείγωσιν, οἱ δὲ ἐπίσκοποι ἢ ἵνα κατὰ Ἀθανασίου γράφωσι κοινωνίαν ἔχοντες πρὸς τοὺς Ἀρειανοὺς ἢ τιμωρίαν αὐτοὶ | |
5 | μὲν ὑπομένωσιν ἐξοριστίας, οἱ δὲ τούτοις συνερχόμενοι λαοὶ δεσμὰ καὶ ὕβρεις καὶ πληγὰς | |
31.4 | κατ’ αὐτῶν καὶ ἀφαίρεσιν τῶν ἰδίων ὑπαρχόντων ἔσεσθαι γινώσκοιεν. οὐκ ἠμελεῖτο δὲ τὸ πρόσταγμα· καὶ γὰρ εἶχον οἱ ἀποσταλέντες μεθ’ ἑαυτῶν κληρικοὺς Οὐρσακίου καὶ Οὐάλεντος, ἵνα καὶ παροξύνωσι καὶ ἀμελοῦντας τοὺς δικαστὰς κατενέγκωσι τῷ βασιλεῖ. καὶ τὰς μὲν αἱρέσεις ὡς μικροτέρας ἑαυτῶν ἀδελφὰς συνεχώρουν βλασφημεῖν εἰς τὸν κύριον, | |
5 | μόνοις δὲ τοῖς Χριστιανοῖς ἐπεβούλευον οὐ φέροντες ἀκούειν περὶ Χριστοῦ λόγων εὐσεβῶν. πόσοι τοιγαροῦν ἐπίσκοποι κατὰ τὸ γεγραμμένον «ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἤχθησαν» | |
31.5 | καὶ παρὰ δικαστῶν ἤκουσαν· ‘ἢ ὑπογράψατε ἢ τῶν ἐκκλησιῶν ἀναχωρεῖτε, καθαιρεθῆναι γὰρ ὑμᾶς βασιλεὺς προσέταξε‘. πόσοι διεσείσθησαν παρ’ αὐτῶν κατὰ πόλιν, ἵνα μὴ | |
31.6 | ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφετο, καὶ ἦν ἀπειλή, ζημία χρημάτων, εἰ μὴ ἀναγκάζοι ἕκαστος τὸν τῆς ἰδίας πόλεως ἐπίσκοπον ὑπογράφειν. καὶ ὅλως πᾶς τόπος καὶ πᾶσα πόλις ἐπεπλήρωτο φόβου καὶ ταραχῆς τῶν μὲν ἐπισκόπων ἑλκομένων, τῶν δὲ δικαστῶν ὁρώντων τοὺς ὀδυρμοὺς καὶ στεναγμοὺς | |
5 | τῶν λαῶν. | |
32.1 | Ταῦτα μὲν παρὰ τῶν ἀποσταλέντων παλατινῶν ἐπράττετο, οἱ δὲ θαυμαστοὶ θαρροῦντες αἷς ἔχουσι προστασίαις σπουδὴν τίθενται· καὶ οὕτω τῶν ἐπισκόπων τοὺς μὲν πρὸς βασιλέα καλοῦσι, τοὺς δὲ πάλιν διὰ γραμμάτων μεθοδεύουσι πλάττοντες κατ’ αὐτῶν προφάσεις, ἵν’ οἱ μὲν παρόντα Κωνστάντιον καταπτήξωσιν, οἱ δὲ τοὺς ἀπο‐ | |
5 | σταλέντας καὶ τὰς ἀπειλὰς τῆς ἐκ προφάσεως συκοφαντίας φοβηθέντες μεταθῶνται τῆς | |
32.2 | ἑαυτῶν ὀρθῆς καὶ εὐσεβοῦς μνήμης. οὕτω γοῦν ἐβιάσατο βασιλεὺς τὸ τοσοῦτον τῶν ἐπισκόπων πλῆθος, τὰ μὲν ἀπειλῶν, τὰ δὲ ἐπαγγελλόμενος, εἰπεῖν· ‘οὐκέτι κοινωνοῦμεν | |
Ἀθανασίῳ‘. οἱ γὰρ ἐρχόμενοι πρὸς αὐτὸν οὐ πρότερον ἔβλεπον αὐτὸν οὔδ’ ὅλως ἄνεσιν ἔχειν τινὰ ἢ προιέναι τῆς ἰδίας οἰκήσεως ἐπετρέποντο, πρὶν ἂν ὑπογράψωσιν ἢ ἀνα‐ | 200 | |
32.3 | νεύοντες ἐξορισθῶσιν. ἐποίει δὲ τοῦτο διὰ τὸ συνορᾶν ἀπὸ πάντων μισεῖσθαι τὴν αἵρεσιν, διὸ μάλιστα καὶ ἠνάγκασε τοὺς τοσούτους τοῖς ὀλίγοις συναριθμηθῆναι. καὶ ἐσπούδασεν ὄχλον ὀνομάτων συναγαγεῖν, πρὸς φθόνον μὲν κατὰ τοῦ ἐπισκόπου, φαν‐ τασίας δὲ χάριν τῆς ἀρειανῆς ἀσεβείας, ἧς αὐτὸς προίσταται οἰόμενος ὅτι ὡς τοὺς | |
5 | ἀνθρώπους οὕτω καὶ τὴν ἀλήθειαν μεταστρέψαι δυνήσεται, οὐκ εἰδὼς οὐδὲ ἀναγνοὺς ὅτι οὐδὲ Σαδδουκαῖοι καὶ Ἡρωδιανοὶ προσλαβόμενοι τοὺς Φαρισαίους ἴσχυσαν ἐπι‐ | |
32.4 | κρύψαι τὴν ἀλήθειαν. μᾶλλον γὰρ καὶ οὕτως αὕτη μὲν καθημέραν λαμπρὰ δείκνυται, οὗτοι δὲ καὶ κράξαντες· «οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», καὶ ἔχοντες τὴν Πιλάτου κρίσιν οὐδὲν ἧττόν εἰσιν ἔρημοι καὶ πάσης αἰσχύνης, προσδοκῶντες ὅσον οὐδέπω μένειν καὶ αὐτοὶ κατὰ ‘τὸν πέρδικα‘ γυμνοί, ὅταν ἴδωσι καὶ τὸν προστάτην ἑαυτῶν ἀπο‐ | |
5 | θνήσκοντα. | |
33.1 | Εἰ δὲ καὶ ἀπρεπὲς τὸ ὅλως ἐπὶ τούτοις φοβηθέντας τινὰς τῶν ἐπισκόπων μετα‐ θέσθαι, ἀλλὰ μᾶλλον ἀπρεπέστερον καὶ οὐ θαρρούντων οἷς πεπιστεύκασι τὸ βιάζεσθαι | |
33.2 | καὶ ἀναγκάζειν τοὺς μὴ βουλομένους. οὕτως ὁ μὲν διάβολος ἐπεὶ μηδὲν ἀληθὲς ἔχει «ἐν πελέκει καὶ λαξευτηρίῳ» ἐπιβαίνων κατεάσσει τὰς θύρας τῶν μὴ δεχομένων αὐτόν, ὁ δὲ σωτὴρ οὕτως ἐστὶ πρᾶος, ὡς διδάσκειν μὲν «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν» καὶ «ὁ θέλων εἶναί μου μαθητής», ἐρχόμενον δὲ πρὸς ἕκαστον μὴ βιάζεσθαι, ἀλλὰ μᾶλλον κρούειν | |
5 | τε καὶ λέγειν· «ἄνοιξόν μοι, ἀδελφή μου νύμφη», καὶ ἀνοιγόντων μὲν εἰσέρχεται, ὀκνούν‐ | |
33.3 | των δὲ καὶ μὴ θελόντων ἐκείνων ἀναχωρεῖ. οὐ γὰρ ξίφεσιν ἢ βέλεσιν οὐδὲ διὰ στρατιω‐ τῶν ἡ ἀλήθεια καταγγέλλεται, ἀλλὰ πειθοῖ καὶ συμβουλίᾳ. ποία οὖν πειθώ, ἔνθα βασι‐ λέως φόβος; ἢ ποία συμβουλία, ἐν ᾗ ὁ ἀντιλέγων τὸ τέλος ἐξορισμὸν ἔχει καὶ θάνατον; | |
33.4 | καὶ ὁ μὲν Δαυὶδ καίτοι βασιλεὺς ὢν καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρας ἔχων θέλοντάς τε τοὺς στρατιώτας ἀποκτεῖναι τὸν ἐχθρὸν οὐ τῇ ἐξουσίᾳ κεκώλυκεν, ἀλλ’, ὡς ἡ γραφή φησιν, ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι | |
33.5 | τὸν Σαούλ. αὐτὸς δὲ τὸν λόγον οὐκ ἔχων μετ’ ἐξουσίας πάντας βιάζεται, ἵνα δειχθῇ πᾶσιν ὅτι ἡ φρόνησις αὐτῶν οὐκ ἔστι κατὰ θεόν, ἀλλ’ ἀνθρωπίνη, καὶ ὅτι οἱ τὰ Ἀρείου | |
33.6 | φρονοῦντες ‘οὐκ ἔχουσιν ἀληθῶς βασιλέα εἰ μὴ Καίσαρα‘. δι’ αὐτοῦ γὰρ πάντα μὲν ὅσαπερ βούλονται καὶ πράττουσιν οἱ χριστομάχοι, δόξαντες δὲ δι’ αὐτοῦ πολλοῖς ἐπιβουλεύειν ἠγνόησαν πολλοὺς ποιήσαντες ὁμολογητὰς γενέσθαι, ἐξ ὧν εἰσιν οἱ νῦν λαμπρᾷ χρησάμενοι τῇ ὁμολογίᾳ ἄνδρες εὐλαβεῖς καὶ ἐπίσκοποι ἀγαθοί, Παυλῖνος ὁ | |
5 | ἀπὸ Τριβέρων τῆς μητροπόλεως τῶν Γαλλίων ἐπίσκοπος καὶ Λουκίφερ ὁ ἀπὸ μητρο‐ πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ Διονύσιος | |
33.7 | ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς Ἰταλίας. τούτους γὰρ βασιλεὺς | |
καλέσας ἐκέλευσε κατὰ Ἀθανασίου μὲν ὑπογράφειν, τοῖς δὲ αἱρετικοῖς κοινωνεῖν. εἶτα ἐκείνων θαυμαζόντων τὸ καινὸν ἐπιτήδευμα τοῦτο καὶ λεγόντων, μὴ εἶναι τοῦτον ἐκ‐ κλησιαστικὸν κανόνα, εὐθὺς ἐκεῖνος· ‘ἀλλ’ ὅπερ ἐγὼ βούλομαι, τοῦτο κανών‘, ἔλεγε· | 201 | |
5 | ‘νομιζέσθω· οὕτω γάρ μου λέγοντος ἀνέχονται οἱ τῆς Συρίας λεγόμενοι ἐπίσκοποι. ἢ τοίνυν πείσθητε ἢ καὶ ὑμεῖς ὑπερόριοι γενήσεσθε‘. | |
34.1 | Ταῦτα ἀκούσαντες οἱ ἐπίσκοποι πάνυ γε θαυμάσαντες καὶ τὰς χεῖρας ἀνατείναντες πρὸς τὸν θεὸν πολλῇ τῇ κατ’ αὐτοῦ παρρησίᾳ μετὰ λόγων ἐχρήσαντο διδάσκοντες, μὴ εἶναι τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ τοῦ δεδωκότος θεοῦ, ὃν καὶ φοβεῖσθαι αὐτὸν ἠξίουν, μὴ ἐξαίφνης αὐτὴν ἀφέληται· ἠπείλουν τε τὴν ἡμέραν τῆς κρίσεως καὶ συνεβούλευον | |
5 | αὐτῷ, μὴ διαφθείρειν τὰ ἐκκλησιαστικὰ μηδὲ ἐγκαταμίσγειν τὴν ῥωμαικὴν ἀρχὴν τῇ τῆς ἐκκλησίας διαταγῇ μηδὲ τὴν ἀρειανὴν αἵρεσιν εἰσάγειν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. | |
34.2 | ἀλλ’ οὔτε ἤκουεν ἐκεῖνος οὔτε τι πλέον αὐτοὺς λέγειν ἐπέτρεπεν, ἀλλὰ καὶ μᾶλλον ἠπείλει καὶ ξίφος ἐγύμνου κατ’ αὐτῶν καὶ ἀπάγεσθαι δέ τινας ἐξ αὐτῶν ἐκέλευσε· καὶ πάλιν | |
34.3 | ὡς ὁ Φαραὼ μετεγίνωσκεν. ἐκτινάξαντες τοίνυν οἱ ἅγιοι τὸν κονιορτὸν καὶ πρὸς τὸν θεὸν ἀναβλέψαντες οὔτε ἀπειλὴν βασιλέως ἐφοβήθησαν οὔτε ξίφους γυμνουμένου προδεδώκασιν, ἀλλὰ καὶ τὸν ἐξορισμὸν ὡς λειτούργημα διακονίας ἐσχήκασι. διερχόμενοι γὰρ κατὰ τόπον καὶ κατὰ πόλιν, καίπερ ἐν δεσμοῖς ὄντες, εὐηγγελίζοντο τὴν μὲν εὐσεβῆ | |
5 | πίστιν κηρύττοντες, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀναθεματίζοντες καὶ τὴν μετάνοιαν Οὐρ‐ | |
34.4 | σακίου καὶ Οὐάλεντος στηλιτεύοντες. ἐγίγνετο δὲ τοῦτο πρὸς ἐναντίου τοῖς ἐπι‐ βουλεύουσιν. ὅσῳ γὰρ πολὺ τὸ διάστημα τῆς ἐξοριστίας, τοσούτῳ μεῖζον τὸ κατ’ αὐτῶν μῖσος ηὔξανε, καὶ κήρυγμα ἦν κατὰ τῆς ἀσεβείας αὐτῶν ἡ τούτων ἀποδημία. τίς γὰρ βλέπων τούτους διερχομένους οὐκ αὐτοὺς μὲν ὡς ὁμολογητὰς ὑπερεθαύμαζεν, | |
5 | ἐκείνους δὲ οὐκ ἀπεστρέφετο καὶ ἐβδελύττετο οὐκέτι μόνον ὡς ἀσεβεῖς, ἀλλὰ καὶ ὡς δημίους καὶ φονευτὰς καὶ πάντα μᾶλλον ἢ Χριστιανοὺς ὀνομάζων; | |
35.1 | Βέλτιον μὲν οὖν ἦν κατὰ τὴν ἀρχὴν Κωνστάντιον μηδ’ ὅλως τῆς αἱρέσεως ταύτης γενέσθαι ἢ γενόμενον μὴ τοσοῦτον ἐνδοῦναι τοῖς ἀσεβέσιν ἢ ἐνδόντα μέχρι τούτων στῆναι μετ’ αὐτῶν, ἵνα κἂν ἕως τούτων ἔχωσι κοινὴν τὴν κρίσιν. ὡς δὲ ἔοικε, κατὰ τοὺς ἄφρονας δεσμοῖς τῆς ἀσεβείας ἑαυτοὺς περιπείροντες μείζονα καθ’ ἑαυτῶν τὴν κρίσιν ἐπι‐ | |
35.2 | σπῶνται. καὶ γὰρ οὐδὲ Λιβερίου τοῦ ἐπισκόπου Ῥώμης κατὰ τὴν ἀρχὴν ἐφείσαντο, ἀλλὰ καὶ μέχρι τῶν ἐκεῖ τὴν μανίαν ἐξέτειναν, καὶ οὐχ ὅτι ἀποστολικός ἐστι θρόνος ᾐδέσθη‐ σαν, οὔδ’ ὅτι μητρόπολις ἡ Ῥώμη τῆς Ῥωμανίας ἐστὶν ηὐλαβήθησαν, οὔδ’ ὅτι πρότερον | |
35.3 | ‘ἀποστολικοὺς αὐτοὺς ἄνδρασ‘ γράφοντες εἰρήκασιν ἐμνημόνευσαν. ἀλλὰ πάντα ὁμοῦ φύραντες πάντων ἀθρόως ἐπελάθοντο καὶ μόνης τῆς ὑπὲρ τῆς ἀσεβείας σπουδῆς ἐφρόντι‐ σαν. ἐπειδὴ γὰρ ἑωράκασιν αὐτὸν ὀρθοδοξοῦντα καὶ μισοῦντα μὲν τὴν ἀρειανὴν αἵρεσιν, | |
σπουδάζοντα δὲ πάντας πείθειν ἀποστρέφεσθαι καὶ ἀναχωρεῖν ἀπ’ αὐτῆς, ἐλογίσαντο | 202 | |
35.4 | οἱ δυσσεβεῖς ὅτι· ‘εἰ τὸν Λιβέριον πείσαιμεν, πάντων ταχέως κρατήσομεν‘. καὶ δια‐ βάλλουσι βασιλεῖ· κἀκεῖνος ταχέως προσδοκήσας διὰ Λιβερίου πάντας ἕλκειν πρὸς ἑαυτὸν γράφει καὶ πέμπει σπάδοντα Εὐσέβιόν τινα καλούμενον μετὰ γραμμάτων καὶ δώρων, ἵνα τοῖς μὲν δώροις κολακεύσῃ, τοῖς δὲ γράμμασιν ἀπειλήσῃ. ἀπελθὼν τοίνυν ὁ σπάδων | |
35.5 | εἰς τὴν Ῥώμην πρῶτον παρεκάλει τὸν Λιβέριον κατὰ Ἀθανασίου μὲν ὑπογράψαι, τοῖς δὲ Ἀρειανοῖς κοινωνῆσαι, λέγων· ‘τοῦτο βασιλεὺς βούλεται καὶ κελεύει σε ποιῆσαι‘. εἶτα ἐπιδεικνὺς τὰ δῶρα παρεκάλει καὶ χειρῶν ἥπτετο λέγων· ‘πείσθητι βασιλεῖ καὶ ταῦτα δέξαι‘. | |
36.1 | Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· ‘πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθα‐ νασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος πανταχόθεν συναχθεῖσα καλῶς ἐκαθάρισε καὶ ἡ Ῥωμαίων δὲ ἐκκλησία μετ’ εἰρήνης ἀπέλυσε, πῶς δυνάμεθα κατακρῖναι; ἢ τίς ἡμᾶς ἀποδέξεται, εἰ ὃν παρόντα ἠγαπήσαμεν καὶ εἴχομεν τῇ κοινωνίᾳ, τοῦτον ἐὰν | |
5 | ἀποστραφῶμεν ἀπόντα; οὐκ ἔστιν οὗτος ἐκκλησιαστικὸς κανὼν οὐδὲ τοιαύτην πώποτε παράδοσιν ἔσχομεν παρὰ τῶν πατέρων τῶν καὶ αὐτῶν παραλαβόντων παρὰ τοῦ μακα‐ | |
36.2 | ρίου καὶ μεγάλου ἀποστόλου Πέτρου. ἀλλ’ εἴπερ ἄρα μέλει τῷ βασιλεῖ περὶ τῆς ἐκ‐ κλησιαστικῆς εἰρήνης, εἰ κελεύει λυθῆναι τὰ παρ’ ἡμῖν περὶ Ἀθανασίου γραφέντα, λυέσθω καὶ τὰ παρ’ ἐκείνων κατ’ αὐτοῦ γενόμενα, λυέσθω δὲ καὶ τὰ κατὰ πάντων καὶ γενέσθω λοιπὸν ἐκκλησιαστικὴ σύνοδος μακρὰν τοῦ παλατίου, ἐν ᾗ βασιλεὺς οὐ πάρεστιν, οὐ κόμης | |
5 | παραγίνεται, οὐ δικαστὴς ἀπειλεῖ, ἀλλὰ μόνον ὁ τοῦ θεοῦ φόβος ἀρκεῖ καὶ ἡ τῶν ἀποστόλων διάταξις, ἵν’ οὕτως προηγουμένως ἡ μὲν ἐκκλησιαστικὴ πίστις σώζηται, καθὼς οἱ πατέρες ὥρισαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, οἱ δὲ τὰ Ἀρείου φρονοῦντες ἐκβάλλωνται καὶ ἡ αἵρεσις | |
36.3 | αὐτῶν ἀναθεματισθῇ. καὶ τότε λοιπὸν κρίσεως γενομένης περὶ ὧν Ἀθανάσιος καὶ εἴ τις ἕτερος ἐγκαλεῖται καὶ περὶ ὧν ἐγκαλοῦνται καὶ αὐτοί, οἱ μὲν ὑπεύθυνοι ἐκβάλλωνται, οἱ δὲ καθαροὶ παρρησίαν ἔχωσιν. οὐ γὰρ οἷόν τε συνόδῳ συναριθμηθῆναι τοὺς περὶ πίστιν ἀσεβοῦντας οὐδὲ πρέπει προκρίνεσθαι πράγματος ἐξέτασιν τῆς περὶ πίστεως ἐξετάσεως. | |
36.4 | χρὴ γὰρ πρῶτον πᾶσαν περὶ τῆς πίστεως διαφωνίαν ἐκκόπτεσθαι καὶ τότε τὴν περὶ τῶν πραγμάτων ἔρευναν ποιεῖσθαι. καὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ πρότερον ἐθε‐ ράπευε τοὺς πάσχοντας, πρὶν ἂν δείξωσι καὶ εἴπωσιν ὁποίαν πίστιν εἶχον εἰς αὐτόν. | |
36.5 | ταῦτα παρὰ τῶν πατέρων ἐμάθομεν, ταῦτα ἀπάγγειλον τῷ βασιλεῖ, ταῦτα γὰρ καὶ αὐτῷ συμφέρει καὶ τὴν ἐκκλησίαν οἰκοδομεῖ. μὴ ἀκουέσθω δὲ Οὐρσάκιος καὶ Οὐάλης, καὶ γὰρ καὶ ἐν τοῖς προτέροις μετενόησαν καὶ νῦν λέγοντες οὐκ εἰσὶ πιστοί‘. | |
37.1 | Ὁ μὲν οὖν ἐπίσκοπος Λιβέριος τοιαῦτα, ὁ δὲ εὐνοῦχος λυπηθεὶς οὐ τοσοῦτον, ὅτι μὴ | |
ὑπέγραψεν, ἀλλ’ ὅτι τῆς αἱρέσεως ἐχθρὸν αὐτὸν εὗρεν, ἐπιλαθόμενός τε ὅτι πρὸς ἐπίσκο‐ πον ἦν μεγάλως ἀπειλήσας ἐξήρχετο μετὰ τῶν δώρων. πράττει δέ τι παράνομον Χριστια‐ νῶν μὲν ἀλλότριον, σπαδόντων δὲ τολμηρότερον. τὴν γὰρ παράβασιν τοῦ Σαοὺλ μιμησά‐ | 203 | |
5 | μενος ἀπελθὼν εἰς τὸ μαρτύριον Πέτρου τοῦ ἀποστόλου τὰ δῶρα αὐτῷ ἀνέθηκεν. ἀλλὰ μαθὼν ὁ Λιβέριος πρὸς μὲν τὸν τηροῦντα τὸν τόπον καὶ μὴ κωλύσαντα μεγάλως ἠγανάκ‐ τησεν, αὐτὰ δὲ ὡς ἄθυτον θυσίαν ἀπέρριψε, καὶ τοῦτο μᾶλλον εἰς ὀργὴν ἐκίνει τὸν θλαδίαν. | |
37.2 | παροξύνει τοίνυν βασιλέα λέγων· ‘οὐκέτι περὶ τοῦ γράψαι Λιβέριόν ἐστιν ἡμῖν ἡ φροντίς, ἀλλ’ ὅτι κατὰ τῆς αἱρέσεως οὕτω φρονεῖ, ὡς ἐξ ὀνόματος τοὺς Ἀρειανοὺς ἀναθεματίζειν‘. εἰς τοῦτο δὲ κινεῖ καὶ τοὺς ἑτέρους σπάδοντας, πολλοὶ δέ, μᾶλλον δὲ τὸ ὅλον εἰσὶν εὐνοῦχοι παρὰ Κωνσταντίῳ καὶ πάντα δύνανται παρ’ αὐτῷ, χωρίς τε τούτων οὐδέν ἐστιν ἐκεῖ γε‐ | |
37.3 | νέσθαι. γράφει δὴ οὖν βασιλεὺς εἰς Ῥώμην, καὶ πάλιν παλατινοὶ καὶ νοτάριοι καὶ κόμητες ἀποστέλλονται καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα ἢ πλανήσαντες δόλῳ τὸν Λιβέριον ἐξαγάγωσιν ἀπὸ τῆς Ῥώμης καὶ πέμψωσιν εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἢ βίᾳ τοῦτον διώξωσι. | |
38.1 | Τοιούτων δὴ ὄντων τῶν γραφέντων λοιπὸν κἀκεῖ φόβος καὶ ἐπιβουλὴ κατὰ πᾶσαν τὴν πόλιν ἤκμαζε. κατὰ πόσων γοῦν οἴκων ἀπειλὴ γέγονε; πόσοι πόσας ἐπαγγελίας εἰλήφασι κατὰ Λιβερίου; πόσοι ταῦτα βλέποντες ἐκρύβησαν ἐπίσκοποι; πόσοι τῶν ἐλευθέρων | |
38.2 | ἀνεχώρησαν εἰς χωρία διὰ τὰς διαβολὰς τῶν χριστομάχων; πόσοις ἀσκηταῖς ἐπεβού‐ λευσαν; πόσους ἐκεῖ διατρίβοντας καὶ λοιπὸν τὸ ἐφέστιον ἔχοντας ἐκεῖ διωχθῆναι πεποι‐ ήκασι, ποσάκις καὶ ὅπως ἐφύλαξαν τὸν λιμένα καὶ τὰς εἰσόδους τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ | |
5 | ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον, πῶς καὶ αἱ ἕτεραι ἐκκλησίαι κατὰ | |
38.3 | πόλιν ἐπορθήθησαν παρ’ αὐτῶν. εὐνοῦχοι δὲ ἦσαν οἱ καὶ ταῦτα καὶ τὰ κατὰ πάντων κινοῦντες. καὶ τὸ παράδοξον τῆς ἐπιβουλῆς τοῦτό ἐστιν, ὅτι ἡ ἀρειανὴ αἵρεσις ἀρνουμένη τὸν υἱὸν τοῦ θεοῦ ἐξ εὐνούχων ἔχει τὴν βοήθειαν, οἵτινες ὡς τῇ φύσει οὕτως καὶ τὴν ψυχὴν | |
38.4 | ἀρετῆς ἄγονοι τυγχάνοντες οὐ φέρουσιν ἀκούειν ὅλως περὶ υἱοῦ. ὁ μὲν οὖν ἐκ τῆς Αἰθιοπίας εὐνοῦχος μὴ νοῶν ἃ ἀνεγίνωσκεν ἐπείσθη τῷ Φιλίππῳ διδάσκοντι περὶ τοῦ σωτῆρος, οἱ δὲ τοῦ Κωνσταντίου σπάδοντες οὔτε τοῦ Πέτρου ὁμολογοῦντος ἀνέχονται, ἀλλὰ καὶ τὸν πατέρα δεικνύντα τὸν υἱὸν ἀποστρέφονται καὶ μαίνονται κατὰ τῶν λεγόν‐ | |
5 | των γνήσιον εἶναι τὸν υἱὸν τοῦ θεοῦ ἐκδικοῦντες σπαδόντων αἵρεσιν, μηδὲν εἶναι γνήσιον | |
38.5 | καὶ ἀληθινὸν ἐκ τοῦ πατρός. διὰ τοῦτο γὰρ καὶ ὁ νόμος εἴργει τούτους εἰς ἐκκλη‐ σιαστικὴν συμβουλίαν προσλαμβάνεσθαι, καὶ ὅμως τούτους νῦν τῶν ἐκκλησιαστικῶν κρι‐ μάτων κυρίους ἐλογίσατο, καὶ ὅπερ ἂν αὐτοῖς δόξῃ, τοῦτο Κωνστάντιος κρίνει καὶ οἱ λε‐ γόμενοι ἐπίσκοποι ὑποκρίνονται. ὦ τίς ἂν γένοιτο τούτων λογογράφος; τίς ἀπαγγείλαι | |
5 | ταῦτα εἰς γενεὰν ἑτέραν; τίς ἄρα πιστεύσειεν ἀκούων ὅτι σπάδοντες οἱ οἰκειακὰς ὑπηρεσίας μόγις πιστευόμενοι (φιλήδονον γὰρ τὸ τούτων εἶδος, καὶ οὐδὲν ἄλλο μεριμνῶσιν ὡς τοῦθ’, ὅπερ αὐτοὺς ἡ φύσις ἀφείλατο, ἐμποδίζειν) οὗτοι νῦν τῶν ἐκκλησιαστικῶν κατάρ‐ | |
χουσι, καὶ τούτοις ὑποπίπτων Κωνστάντιος πᾶσιν ἐπεβούλευσε καὶ Λιβέριον ἐξώρισεν; | 204 | |
39.1 | Ἐπειδὴ γὰρ πολὺς ἦν εἰς Ῥώμην γράφων, ἀπειλῶν, ἀποστέλλων, ἐπιβουλεύων, λοιπὸν δ’ ἐγεγόνει καὶ ὁ κατὰ Ἀλεξάνδρειαν διωγμός. ἕλκεται καὶ Λιβέριος πρὸς βασι‐ | |
39.2 | λέα καὶ πολλῇ καὶ αὐτὸς κέχρηται τῇ παρρησίᾳ· ‘παῦσαι‘, λέγων, ‘διώκων Χριστια‐ νούς· μὴ πείραζε δι’ ἡμῶν εἰσάξαι τὴν ἀσέβειαν εἰς τὴν ἐκκλησίαν. πάντα ὑπομένειν ἐσμὲν ἕτοιμοι ἢ Ἀρειομανῖται κληθῆναι. Χριστιανοὺς ὄντας ἡμᾶς μὴ ἀνάγκαζε χριστομάχους | |
39.3 | γενέσθαι. τοῦτο καὶ σοὶ συμβουλεύομεν· μὴ μάχου πρὸς τὸν δεδωκότα σοι τὴν ἀρχὴν ταύτην· μὴ ἀντ’ εὐχαριστίας ἀσεβήσῃς εἰς αὐτόν· μὴ δίωκε τοὺς πιστεύοντας εἰς αὐτόν· μὴ ἀκούσῃς καὶ σύ· «σκληρόν σοι πρὸς κέντρα λακτίζειν». ἀλλ’ εἴθε κἂν ἀκούσῃς, ἵνα καὶ | |
39.4 | σὺ πεισθῇς ὡς ὁ ἅγιος Παῦλος. ἰδοὺ πάρεσμεν, ἤλθομεν, πρὶν πλάσωνται πρόφασιν· διὰ τοῦτο γὰρ καὶ ἐσπεύσαμεν εἰδότες ὅτι ἐξορισμὸς ἡμᾶς μένει παρὰ σοῦ, ἵνα, πρὶν προ‐ φάσεως πάθωμεν, καὶ πᾶσι δειχθῇ φανερῶς ὅτι καὶ οἱ ἄλλοι πάντες οὕτω πεπόνθασιν ὡς ἡμεῖς καὶ αἱ λεχθεῖσαι κατ’ αὐτῶν προφάσεις ἐπλάσθησαν παρὰ τῶν ἐχθρῶν καὶ πάντα | |
5 | τὰ κατ’ αὐτούς ἐστι συκοφαντία καὶ ψευδῆ‘. | |
40.1 | Οὕτω μὲν οὖν ὁ Λιβέριος τότε λέγων ἐθαυμάζετο παρὰ πάντων, ὁ δὲ ἀντὶ τοῦ ἀπο‐ κρίνασθαι μόνον ἐκέλευσε καὶ ἐξώρισεν ἕκαστον διαστήσας, ὅπερ καὶ ἐπὶ τῶν προτέρων πεποίηκε. τοῦτον γὰρ ἐξορίζων τὸν τύπον αὐτὸς ἐποίησεν, ἵνα καὶ ἐν ταῖς τιμωρίαις ὠμό‐ | |
40.2 | τερος τῶν πρὸ αὐτοῦ τυράννων καὶ διωκτῶν γένηται. τῷ μὲν γὰρ προτέρῳ διωγμῷ κοινῇ καὶ πολλοὺς ἅμα κελεύων ὁ τότε Μαξιμιανὸς ἐξώριζεν ὁμολογητὰς καὶ τὴν τιμωρίαν ἐπεκούφιζε παραμυθούμενος αὐτοὺς τῇ συνουσίᾳ, οὗτος δὲ κἀκείνου γέγονεν ὠμότερος καὶ διέστησε τοὺς κοινῇ παρρησιασαμένους καὶ ὁμολογήσαντας καὶ διεχώρισε τοὺς συνδε‐ | |
5 | θέντας τῇ πίστει, ἵνα καὶ ἀποθνήσκοντες ἀλλήλους μὴ βλέπωσι, νομίζων ὡς ὁ χωρισμὸς τοῦ σώματος πάντως καὶ τὴν τῆς ψυχῆς διάθεσιν διίστησιν ἢ χωρισθέντες ἀφ’ ἑαυτῶν ἐπι‐ λάθωνται τῆς ἀλλήλων ὁμοφροσύνης τε καὶ ὁμοψυχίας· οὐκ εἰδὼς ὅτι, κἂν ἕκαστος ἀπο‐ μείνῃ, ἀλλ’ ἔχει μεθ’ ἑαυτοῦ πάλιν ὃν κοινῇ συνόντες ὡμολόγησαν κύριον, ὃς καὶ πλείους εἶναι ποιήσει μεθ’ ἑκάστου (ὡς πεποίηκεν ἐπὶ Ἑλισσαίου τοῦ προφήτου) ἤπερ εἰσὶ μετὰ | |
40.3 | Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ’ ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτοὺς μεγάλως ἠδίκη‐ σαν. ὅλως μὲν γὰρ εἰ συνῆσαν ἀλλήλοις καὶ ἐπὶ τὸ αὐτὸ ἐτύγχανον, ἐξ ἑνὸς τόπου τῶν ἀσεβῶν ἐγνωρίζετο τὸ μύσος, νῦν δὲ διαστήσαντες αὐτοὺς πεποιήκασιν εἰς πάντα τόπον | |
5 | διαδραμεῖν ἑαυτῶν καὶ γνωσθῆναι τὴν ἀσεβῆ αἵρεσιν καὶ πονηρίαν. | |
41.1 | Οἷα γὰρ καὶ ταῦτα πράττοντες ἔδρασαν, τίς ἀκούσας οὐχ ἡγήσεται πάντα μᾶλλον | |
αὐτοὺς ἢ Χριστιανοὺς εἶναι; Λιβερίου γὰρ ἀποστείλαντος πρὸς βασιλέα Εὐτρόπιον πρεσ‐ βύτερον καὶ διάκονον Ἱλάριον μετὰ γραμμάτων, ὅτε καὶ οἱ περὶ Λουκίφερον ὡμολόγουν, τὸν μὲν πρεσβύτερον εὐθὺς ἐξώρισαν, τὸν δὲ διάκονον Ἱλάριον γυμνώσαντες καὶ τὰ νῶτα | 205 | |
5 | μαστίξαντες ἐξώρισαν ἐπιφωνοῦντες· ‘διὰ τί μὴ ἀντέστης Λιβερίῳ, ἀλλὰ καὶ παρ’ αὐτοῦ κεκόμικας γράμματα‘; ἐποίουν δὲ τοῦτο Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς σπάδον‐ | |
41.2 | τες. καὶ ὁ μὲν διάκονος μαστιζόμενος ηὐλόγει τὸν κύριον μνησθεὶς αὐτοῦ λέγοντος· «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας». οἱ δὲ καὶ μαστίζοντες ἐγέλων καὶ ἐχλεύαζον αὐτὸν οὐκ ἐρυθριῶντες, ὅτι Λευίτην ὕβριζον· πρέποντα δὲ ἑαυτοῖς καὶ οὗτοι γελῶντες ἐφρόνουν κἀκεῖνος εὐλογῶν ὑπέμενε. τὸ μὲν γὰρ τύπτεσθαι Χριστιανῶν ἴδιόν ἐστι, τὸ δὲ μαστίζειν | |
41.3 | Χριστιανοὺς Πιλάτου καὶ Καιάφα τὸ τόλμημα. οὕτω μὲν οὖν καὶ τὴν Ῥωμαίων ἐκ‐ κλησίαν καὶ κατὰ τὴν ἀρχὴν ἐπεχείρησαν διαφθεῖραι θελήσαντες ἐγκαταμίξαι καὶ ἐν αὐτῇ τὴν ἀσέβειαν, ὁ δὲ Λιβέριος ἐξορισθεὶς ὕστερον μετὰ διετῆ χρόνον ὤκλασε καὶ φοβηθεὶς τὸν ἀπειλούμενον θάνατον ὑπέγραψεν. ἀλλὰ καὶ τοῦτο δείκνυσιν ἐκείνων μὲν τὴν βίαν, | |
5 | Λιβερίου δὲ τὸ κατὰ τῆς αἱρέσεως μῖσος καὶ τὴν ὑπὲρ Ἀθανασίου ψῆφον, ὅτε τὴν προ‐ | |
41.4 | αίρεσιν εἶχεν ἐλευθέραν. τὰ γὰρ ἐκ βασάνων παρὰ τὴν ἐξ ἀρχῆς γνώμην γιγνόμενα, ταῦτα οὐ τῶν φοβηθέντων, ἀλλὰ τῶν βασανιζόντων ἐστὶ βουλήματα. πάντα μέντοι ποιεῖν ὑπὲρ τῆς αἱρέσεως ἐπεχείρησαν. καθ’ ἑκάστην δὲ ἐκκλησίαν τηροῦντες ἣν ἔμαθον πίστιν, τοὺς μὲν διδασκάλους προσδοκῶσι, τὴν δὲ χριστομάχον αἵρεσιν κατέβαλον καὶ | |
5 | πάντες ὡς ὄφιν ἐκτρέπονται. | |
42.1 | Τοιαῦτα δὲ καὶ τοσαῦτα ποιήσαντες οἱ δυσσεβεῖς οὐδὲν ἐνόμιζον πεποιηκέναι, ἕως ὁ μέγας Ὅσιος ἀπείρατος ἦν αὐτῶν τῆς πονηρίας. καὶ γὰρ καὶ κατὰ τοῦ τηλικούτου γέ‐ ροντος ἐκτεῖναι τὴν μανίαν ἑαυτῶν ἐσκέψαντο. καὶ οὔθ’ ὅτι πατήρ ἐστι τῶν ἐπισκόπων ᾐσχύνθησαν, οὔθ’ ὅτι γέγονεν ὁμολογητὴς ηὐλαβήθησαν, οὔτε τὸν χρόνον τῆς ἐπισκοπῆς, | |
5 | ὅτι ἑξήκοντα ἔτη καὶ πλεῖον ἔχει ἐν αὐτῇ, ᾐδέσθησαν, ἀλλὰ πάντα ἐξουθένουν καὶ πρὸς μόνην τὴν αἵρεσιν ἔβλεπον, ἄνθρωποι ἀληθῶς «μήτε τὸν θεὸν φοβούμενοι μήτε ἄνθρωπον | |
42.2 | ἐντρεπόμενοι». προσελθόντες τοίνυν Κωνσταντίῳ τοιούτοις πάλιν ἐχρήσαντο ῥήμασι· ‘πάντα μὲν πεποιήκαμεν καὶ ἐξωρίσαμεν τὸν Ῥωμαίων ἐπίσκοπον, ἐξωρίσαμεν δὲ καὶ πρὸ αὐτοῦ πλείστους ὅσους ἐπισκόπους, πάντα τε τόπον φόβου πεπληρώκαμεν· ἀλλ’ εἰς οὐδὲν ἡμῖν ἐστι τὰ τηλικαῦτά σου ἔργα οὐδὲ κατώρθωται ὁτιοῦν ἡμῖν, ἕως Ὅσιος περι‐ | |
5 | λείπεται. ἐκείνου γὰρ ὄντος ἐν τοῖς ἰδίοις καὶ πάντες ἐν ταῖς ἰδίαις ἐκκλησίαις εἰσίν, | |
42.3 | ἱκανός ἐστιν ἐν λόγῳ καὶ πίστει πείθειν πάντας καθ’ ἡμῶν. οὗτος καὶ συνόδων καθη‐ γεῖται καὶ γράφων ἀκούεται πανταχοῦ· οὗτος καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐξέθετο καὶ τοὺς Ἀρειανοὺς ἐκήρυξεν αἱρετικοὺς εἶναι πανταχοῦ. ἂν τοίνυν οὗτος μείνῃ, περιττὸς ὁ τῶν | |
ἑτέρων ἐξορισμὸς γέγονεν· ἡ γὰρ αἵρεσις ἡμῶν ἐκποδὼν γίγνεται. ἄρξαι τοίνυν καὶ | 206 | |
5 | τοῦτον διώκειν καὶ μὴ φείσῃ, κἂν ἀρχαῖος ᾖ. καὶ γὰρ ἡ αἵρεσις ἡμῶν οὐκ οἶδεν οὐδὲ γερόντων τιμᾶν πολιάν‘. | |
43.1 | Ταῦτα ἀκούων οὐκ ἐμέλλησε βασιλεύς, ἀλλ’ εἰδὼς τὸν ἄνθρωπον καὶ τὸ ἱκανὸν τοῦ γέροντος γράφει καὶ κελεύει τοῦτον ἐλθεῖν πρὸς αὐτόν, ἡνίκα καὶ Λιβέριον κατὰ τὴν ἀρχὴν ἐπείραζεν. ἐλθόντα δὴ οὖν αὐτὸν ἠξίου καὶ προέτρεπε τὰ συνήθη λέγων, οἷς δὴ καὶ τοὺς ἄλλους ἀπατᾶν ἐνόμιζεν, ἵνα καθ’ ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω‐ | |
43.2 | νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι τοιοῦτον, ἐπιπλήξας καὶ πείσας αὐτὸν ἀνεχώρησεν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἑαυτοῦ. ἀλλὰ τῶν αἱρετικῶν ἀποδυρομένων καὶ πάλιν παροξυνόντων (εἶχε δὲ καὶ τοὺς εὐνούχους ὑπομιμνήσκοντας καὶ μᾶλλον παροξύνοντας) γράφει λοιπὸν βασιλεὺς μετὰ | |
43.3 | ἀπειλῆς. καὶ ὑβρίζεται μὲν ὁ Ὅσιος, οὐ κινεῖται δὲ διὰ τὸν φόβον τῆς ἐπιβουλῆς, ἀλλ’ ἑστηκὼς τῷ φρονήματι καὶ ἐπὶ τὴν πέτραν οἰκοδομήσας ἑαυτοῦ τὴν τῆς πίστεως οἰκίαν ἐπαρρησιάζετο κατὰ τῆς αἱρέσεως ῥανίδας καὶ πνοὰς ἀνέμων ἡγούμενος τὰς ἐκ τῶν | |
43.4 | γραμμάτων ἀπειλάς. πολλάκις γοῦν γράψαντος Κωνσταντίου καὶ τὰ μὲν κολακεύοντος ὡς πατέρα, τὰ δὲ ἀπειλοῦντος καὶ τοὺς ἐξορισθέντας ὀνομάζοντος καὶ λέγοντος· ‘ἔτι σὺ μόνος τυγχάνεις ὁ κατὰ τῆς αἱρέσεως; πείσθητι καὶ γράψον κατὰ Ἀθανασίου. ὁ γὰρ κατ’ ἐκείνου γράφων πάντως τὰ Ἀρειανῶν μεθ’ ἡμῶν φρονήσει‘. οὐ κατορρωδήσας ὁ | |
5 | Ὅσιος, ἀλλὰ καὶ πάσχων ὕβρεις ἔγραψε καὶ αὐτὸς τοιαῦτα, καὶ τὴν ἐπιστολὴν ἀνέγνωμεν, καὶ ἔστιν ἐν τῷ τέλει γεγραμμένη. | |
44.1 | ... Ἐγὼ μὲν ὡμολόγησα καὶ τὸ πρῶτον, ὅτε διωγμὸς γέγονεν ἐπὶ τῷ πάππῳ σου Μαξιμιανῷ. εἰ δὲ καὶ σύ με διώκεις, ἕτοιμος καὶ νῦν πᾶν ὁτιοῦν ὑπομένειν ἢ ἐκκενοῦν ἀθῶον αἵμα καὶ προδιδόναι τὴν ἀλήθειαν, σὲ δὲ οὐκ ἀποδέχομαι τοιαῦτα γράφοντα καὶ ἀπειλοῦντα. παῦσαι τοῦ τοιαῦτα γράφειν καὶ μὴ φρόνει τὰ Ἀρείου, μηδὲ ἄκουε τῶν | |
5 | ἀνατολικῶν μηδὲ πίστευε τοῖς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα. ἃ γὰρ ἐκεῖνοι λέγουσιν, οὐ δι’ Ἀθανάσιον φθέγγονται, ἀλλὰ διὰ τὴν ἰδίαν αἵρεσιν. πίστευέ μοι, Κωνστάντιε, | |
44.2 | πάππος εἰμί σου καθ’ ἡλικίαν. ἐγενόμην αὐτὸς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ, ὅτε σύ τε καὶ ὁ μακαρίτης ἀδελφός σου Κώνστας πάντας ἡμᾶς συνήγαγε. καὶ δι’ ἐμαυτοῦ τοὺς ἐχθροὺς Ἀθανασίου προσεκαλεσάμην ἐλθόντας αὐτοὺς εἰς τὴν ἐκκλησίαν, ἐν ᾗ ᾤκουν ἐγώ, ἵν’, εἴ τι ἔχοιεν κατ’ αὐτοῦ, λέγωσιν, ἐπαγγειλάμενος αὐτοῖς θαρρεῖν καὶ | |
44.3 | μὴ ἄλλο τι προσδοκᾶν ἢ ὀρθὸν τὸ κριτήριον ἐπὶ πᾶσιν ἔσεσθαι. τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον ἐποίησα προτρέπων, εἰ μὴ θέλοιεν ἐπὶ πάσης τῆς συνόδου, κἂν ἐπ’ ἐμοῦ μόνου, ἐπαγγειλάμενος πάλιν ὅτι, ἂν μὲν ὑπεύθυνος δειχθῇ, πάντως ἀποβλη‐ θήσεται καὶ παρ’ ἡμῶν, ἂν δὲ ἀναίτιος εὑρεθῇ καὶ ἐλέγξῃ συκοφάντας ὑμᾶς, εἰ παραιτεῖσθε | |
5 | τὸν ἄνθρωπον, ἐγὼ μετ’ ἐμαυτοῦ πείθω τὸν Ἀθανάσιον ἐλθεῖν εἰς τὰς Σπανίας. καὶ ὁ μὲν | |
Ἀθανάσιος ἐπὶ τούτοις ἐπείθετο καὶ οὐκ ἀντέλεγεν, ἐκεῖνοι δὲ πρὸς πάντα μὴ θαρροῦντες | 207 | |
44.4 | ἴσως ἀνένευον. ἐγένετο δὲ πάλιν ὁ Ἀθανάσιος εἰς τὸ σὸν στρατόπεδον, ἡνίκα μετεπέμψω γράψας αὐτῷ, καὶ παρόντας ἐν αὐτῇ τῇ Ἀντιοχείᾳ τοὺς ἐχθροὺς κληθῆναι πάντας ἢ ἕκαστον αὐτῶν ἠξίωσεν, ἵν’ ἢ ἐλέγξωσιν ἢ ἐλεγχθῶσι, καὶ ἵνα ἢ παρόντα δείξωσιν οἷον λέγουσιν ἢ ἀπόντα μὴ διαβάλλωσι. καὶ οὔτε σὺ λέγοντος ἠνέσχου, ἀλλὰ κἀκεῖνοι | |
44.5 | παρῃτήσαντο. τί τοίνυν ἀκούεις ἔτι τῶν κακολογούντων αὐτόν; πῶς ἀνέχῃ Οὐάλεντος καὶ Οὐρσακίου, καίτοι μετανοησάντων αὐτῶν καὶ ἐγγράφως αὐτῶν ὁμολογησάντων τὴν συκοφαντίαν; ὡμολόγησαν γὰρ οὐ βίαν παθόντες, ὡς αὐτοὶ προφασίζονται, οὐ στρατιωτῶν ἐπικειμένων, οὐκ εἰδότος τοῦ ἀδελφοῦ σου (οὐκ ἐγίγνετο γὰρ παρ’ αὐτῷ | |
5 | τοιαῦτα, οἷα νῦν γίγνεται, μὴ γένοιτο), ἀλλ’ αὐτοὶ θέλοντες ἑαυτοῖς ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων παρόντων ἔγραψαν. γράψαντες πρότερον καὶ Ἀθανασίῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν. εἰ δὲ βίαν προφασίζονται, | |
44.6 | καὶ τοῦτο γιγνώσκουσι κακόν, οὐκ ἀποδέχῃ δὲ οὐδὲ σύ. παῦσαι τοῦ βιάζεσθαι καὶ μήτε γράφε μήτε πέμπε κόμητας. ἀλλὰ καὶ τοὺς ἐξορισθέντας ἀπόλυσον, ἵνα μὴ βίαν αἰτιωμένου σου μείζονας βίας ἐκεῖνοι ποιῶσι. τί γὰρ τοιοῦτον γέγονε παρὰ Κώνσταντος; τίς ἐπίσκοπος ἐξωρίσθη; πότε κρίσεως ἐκκλησιαστικῆς μέσος γέγονε; ποῖος αὐτοῦ | |
5 | παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνεις, φοβήθητι τὴν ἡμέραν | |
44.7 | τῆς κρίσεως, φύλαξον σεαυτὸν εἰς ἐκείνην καθαρόν. μὴ τίθει σεαυτὸν εἰς τὰ ἐκκλησιαστικά, μηδὲ σὺ περὶ τούτων ἡμῖν παρακελεύου, ἀλλὰ μᾶλλον παρ’ ἡμῶν σὺ μάνθανε ταῦτα. σοὶ βασιλείαν ὁ θεὸς ἐνεχείρισεν, ἡμῖν τὰ τῆς ἐκκλησίας ἐπίστευσε. καὶ ὥσπερ ὁ τὴν σὴν ἀρχὴν ὑποκλέπτων ἀντιλέγει τῷ διαταξαμένῳ θεῷ, οὕτω φοβήθητι, μὴ καὶ σὺ τὰ τῆς | |
5 | ἐκκλησίας εἰς ἑαυτὸν ἕλκων ὑπεύθυνος ἐγκλήματι μεγάλῳ γένῃ. «ἀπόδοτε», γέγραπται, «τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ». οὔτε τοίνυν ἡμῖν ἄρχειν ἐπὶ τῆς γῆς | |
44.8 | ἔξεστιν οὔτε σὺ τοῦ θυμιᾶν ἐξουσίαν ἔχεις, βασιλεῦ. ταῦτα μὲν οὖν κηδόμενος τῆς σῆς σωτηρίας γράφω, περὶ δὲ ὧν ἐπέστειλας ταύτης εἰμὶ τῆς γνώμης. ἐγὼ οὔτε Ἀρειανοῖς συγκατατίθεμαι, ἀλλὰ καὶ τὴν αἵρεσιν αὐτῶν ἀναθεματίζω, οὔτε κατὰ Ἀθανασίου γράφω, ὃν ἡμεῖς τε καὶ ἡ Ῥωμαίων ἐκκλησία καὶ πᾶσα ἡ σύνοδος ἐκαθάρισε. καὶ γὰρ | |
5 | ταῦτα καὶ σὺ συνορῶν μετεπέμψω τὸν ἄνθρωπον καὶ συνεχώρησας αὐτῷ μετὰ τιμῆς | |
44.9 | εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἐπανελθεῖν. τίς τοίνυν γέγονε πρόφασις τῆς τοσαύτης μεταβολῆς; οἱ αὐτοὶ γὰρ ἐχθροὶ οἱ καὶ πρότερον ὄντες καὶ νῦν εἰσιν αὐτοῦ. καὶ ἃ νῦν ψιθυρίζουσιν (οὐ γὰρ παρόντος αὐτοῦ φθέγγονται), ταῦτα καὶ πρὶν μεταπέμψῃ τὸν Ἀθανάσιον κατελάλουν. ταῦτα καὶ ἐλθόντες εἰς τὴν σύνοδον διεθρύλουν καὶ ἀπαι‐ | |
5 | τούμενοι παρ’ ἐμοῦ, καθὰ προεῖπον, τὰς ἀποδείξεις οὐκ ἴσχυσαν παρασχεῖν· εἰ γὰρ | |
44.10 | εἶχον, οὐκ ἂν ἔφυγον οὕτως αἰσχρῶς. τίς οὖν ἔπεισέ σε μετὰ τοσοῦτον χρόνον ἐπιλαθέσθαι τῶν σαυτοῦ γραμμάτων καὶ ῥημάτων; ἐπίσχες καὶ μὴ πείθου κακοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τὸ πρὸς ἀλλήλους καθῆκον σαυτὸν ὑπεύθυνον ποιήσῃς. ὧδε γὰρ τούτοις καθη‐ | |
44.11 | κεύεις ἐν δὲ τῇ κρίσει μόνος μέλλεις ἀπολογεῖσθαι. οὗτοι τὸν ἴδιον ἐχθρὸν διὰ σοῦ θέλουσιν ἀδικεῖν καὶ βούλονταί σε διάκονον τῆς ἑαυτῶν πονηρίας γενέσθαι, ἵνα διὰ σοῦ καὶ τὴν μυσαρὰν αἵρεσιν εἰς τὴν ἐκκλησίαν ἐπισπείρωσιν. οὐκ ἔστι δὲ φρόνιμον δι’ ἄλλων ἡδονὴν ἑαυτὸν εἰς προῦπτον κίνδυνον ἐμβάλλειν. παῦσαι, παρακαλῶ, καὶ πείσθητί μοι, Κων‐ | 208 |
5 | στάντιε. ταῦτα γὰρ πρέπει καὶ ἐμὲ γράφειν καὶ σὲ τούτων μὴ καταφρονεῖν ... | |
45.1 | Ταῦτα μὲν ὁ Ἀβραμιαῖος γέρων, ὁ ἀληθῶς Ὅσιος ἐφρόνησέ τε καὶ ἔγραψεν, ὁ δὲ οὔτε τοῦ ἐπιβουλεύειν ἀνεχώρει οὔτε πρόφασιν κατ’ αὐτοῦ ζητῶν πέπαυται, ἀλλὰ καὶ ἀπειλῶν ἐπέμενε δεινῶς, ἵνα ἢ βιαζόμενος μεταγάγῃ ἢ μὴ πειθόμενον ἐξορίσῃ. | |
45.2 | πρόφασιν μὲν οὖν ὥσπερ οἱ τακτικοὶ καὶ σατράπαι τῆς Βαβυλῶνος ζητοῦντες «οὐχ εὕρισκον κατὰ τοῦ Δανιὴλ εἰ μὴ ἐν νόμοις θεοῦ αὐτοῦ», οὕτω καὶ οἱ νῦν σατράπαι τῆς ἀσεβείας οὐδὲ πλάσασθαι κατὰ τοῦ γέροντος ἄλλην ἠδυνήθησαν (πᾶσι γὰρ γνώριμος ἦν ὁ ἀληθῶς Ὅσιος καὶ ὁ τούτου βίος ἀνεπίληπτος), εἰ μὴ τὸ κατὰ τῆς αἱρέσεως μῖσος. | |
45.3 | διαβάλλουσι τοίνυν καὶ αὐτὸν οὐκέτι ὡς ἐκεῖνον Δαρείῳ (ἀηδῶς γὰρ ἤκουε Δαρεῖος κατὰ τοῦ Δανιήλ), ἀλλ’ ὡς Ἰεζάβελ κατὰ τοῦ Ναβουθαὶ καὶ ὡς οἱ Ἰουδαῖοι τῷ Ἡρώδῃ λέγοντες· ‘οὐ μόνον οὐχ ὑπογράφει κατὰ Ἀθανασίου, ἀλλὰ καὶ ἡμᾶς δι’ αὐτὸν κατα‐ κρίνει καὶ τὴν αἵρεσιν οὕτω μισεῖ, ὡς καὶ ἄλλοις γράφειν θάνατον μᾶλλον ὑπομένειν | |
5 | ἢ προδότας γίγνεσθαι τῆς ἀληθείας. δι’ αὐτὴν γὰρ καὶ ὁ ἀγαπητὸς ἡμῶν Ἀθανάσιος διώκεται καὶ Λιβέριος ὁ Ῥωμαίων ἐπίσκοπος καὶ οἱ ἄλλοι πάντες ἐπιβουλεύονται‘. | |
45.4 | ταῦτα ἀκούσας ὁ τῆς ἀσεβείας προστάτης καὶ τῆς αἱρέσεως βασιλεὺς Κωνστάντιος καί, ὅτι μάλιστα καὶ ἕτεροί εἰσι κατὰ τὰς Σπανίας ταυτὰ τῷ Ὁσίῳ φρονοῦντες, πειράσας κἀκείνους ὑπογράψαι καὶ μὴ δυνηθεὶς ἀναγκάσαι μεταπέμπεται τὸν Ὅσιον. καὶ ἀντὶ ἐξορισμοῦ κατέχει τοῦτον ὅλον ἐνιαυτὸν ἐν τῷ Σερμίῳ οὔτε τὸν θεὸν φοβηθεὶς ὁ ἄθεος | |
5 | οὔτε τοῦ πατρὸς τὴν διάθεσιν, ἣν εἶχε πρὸς τὸν Ὅσιον, αἰδεσθεὶς ὁ ἀνόσιος οὔτε τὸ | |
45.5 | γῆρας (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ’ ἡμῶν γενόμενος. τοσαύτην γὰρ βίαν πεποίηκε τῷ γέροντι καὶ τοσοῦτον αὐτὸν συνέσχεν, ὡς θλιβέντα αὐτὸν μόγις κοινωνῆσαι μὲν τοῖς περὶ Οὐάλεντα καὶ Οὐρσάκιον, μὴ ὑπογράψαι δὲ κατὰ Ἀθανασίου. | |
5 | ἀλλὰ καὶ οὕτως οὐκ ἠμέλησεν ὁ γέρων, μέλλων γὰρ ἀποθνήσκειν ὥσπερ διατιθέμενος ἐμαρτύρατο τὴν βίαν καὶ τὴν ἀρειανὴν αἵρεσιν ἀνεθεμάτιζε καὶ παρήγγελλε μηδένα ταυτὴν ἀποδέχεσθαι. | |
46.1 | Τίς ταῦτα βλέπων ἢ καὶ μόνον ἀκούων οὐκ ἐξίσταται καὶ αὐτὸς καὶ καταβοήσει | |
πρὸς κύριον λέγων· «μὴ ἆρα εἰς ἐξάλειψιν σὺ ποιήσῃς τὸν Ἰσραήλ;» τίς ταῦτα κατα‐ νοῶν οὐκ εὐκαίρως καὶ αὐτὸς ἀναβοήσει λέγων· «ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς» καὶ «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἡ γῆ ἐπὶ πλεῖον ἔφριξε σφόδρα»; οἱ πατέρες | 209 | |
5 | τῶν λαῶν καὶ διδάσκαλοι τῆς πίστεως αἴρονται καὶ οἱ ἀσεβεῖς εἰς τὰς ἐκκλησίας εἰσάγονται. | |
46.2 | τίς, ὅτε Λιβέριος ὁ ἐπίσκοπος Ῥώμης ἐξωρίσθη καὶ ὁ πατὴρ τῶν ἐπισκόπων ὁ μέγας Ὅσιος, [οὕτω πάσχοντα ἢ τίς] ὁρῶν τοσούτους ἐπισκόπους ἀπὸ τῆς Σπανίας καὶ τῶν ἄλλων μερῶν ἐξοριζομένους οὐκ ἐπέγνω, κἂν ὀλίγην αἴσθησιν ἔχῃ, ὅτι καὶ τὰ κατὰ Ἀθανάσιον καὶ τοὺς ἄλλους προφάσεις εἰσὶ ψευδεῖς καὶ πάντα συκοφαντίας μεστά· | |
5 | τούτου γὰρ χάριν κἀκεῖνοι πάντα παθεῖν ὑπέμειναν συνορῶντες τὴν γενομένην ἐκ συκο‐ | |
46.3 | φαντίας ἐκείνων ἐπιβουλήν. ἐπεὶ ποῖον ἔγκλημα καὶ Λιβερίῳ; ἢ ποία κατηγορία κατὰ τοῦ γέροντος Ὁσίου; τίς κἂν ἐψεύσατο κατὰ Παυλίνου καὶ Λουκιφέρου καὶ Διονυσίου καὶ Εὐσεβίου; ἢ ποῖον ἁμάρτημα κατὰ τῶν ἄλλων ἐξορισθέντων ἐπισκόπων καὶ πρεσ‐ βυτέρων καὶ διακόνων; οὐκ ἔστι τοῦτο, μὴ γένοιτο, οὐ γὰρ δι’ ἐγκλήματα γεγόνασιν | |
5 | αἱ συσκευαὶ οὐδὲ διὰ κατηγορίαν ἕκαστος ἐξωρίσθη, ἀλλ’ ἐπανάστασίς ἐστι τῆς ἀσεβείας κατὰ τῆς εὐσεβείας, καὶ σπουδὴ μὲν ὑπὲρ τῆς ἀρειανῆς αἱρέσεως, προοίμια δὲ τῆς τοῦ ἀντιχρίστου παρόδου Κωνσταντίου ταύτην προκατασκευάζοντος ἐκείνῳ. | |
47.1 | Μετὰ γὰρ τὸ διαπράξασθαι πάντα, ὅσαπερ ἠθέλησεν εἰς τὰς ἐκκλησίας τὰς ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἄλλα μέρη, μετὰ τὸ τοὺς μὲν ἐξορίσαι, τοὺς δὲ ἀναγκάσαι καὶ πληρῶσαι φόβου τὰ πανταχοῦ λοιπὸν εἰς Ἀλεξάνδρειαν ὥσπερ τι νόσημα τὸν ἑαυτοῦ θυμὸν | |
47.2 | ἔστρεψεν· ἐγίγνετο δὲ τοῦτο πανούργως παρὰ τῶν χριστομάχων. ἵνα γὰρ φαντασίαν ἔχωσιν ὑπογραφῆς πολλῶν ἐπισκόπων, καὶ ἵνα διωχθεὶς Ἀθανάσιος μὴ ἔχῃ κἂν ἀπο‐ δύρεσθαι πρὸς ἐπίσκοπον, διὰ τοῦτο προλαμβάνοντες τὰ πανταχοῦ πεπληρώκασι φόβου. καὶ τοῦτον ἔφεδρον εἰς τὴν ἐπιβουλὴν ἐτήρησαν οὐκ εἰδότες οἱ ἄφρονες ὅτι οὐ | |
5 | προαίρεσιν ἐπισκόπων, ἀλλὰ τὴν παρ’ αὐτῶν γενομένην βίαν ἐπεδείκνυντο, καὶ ὅτι, κἂν ἀδελφοὶ καταλείψωσι, κἂν φίλοι καὶ γνώριμοι μακρὰν ἀποστῶσι καὶ μηδεὶς εὑρεθῇ συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ’ ὑπὲρ πάντα μᾶλλον ἡ πρὸς θεὸν ἐξαρκεῖ κατα‐ | |
47.3 | φυγή. μόνος γὰρ ἦν καὶ Ἠλίας διωκόμενος καὶ πάντα καὶ ἐν πᾶσιν ἦν ὁ θεὸς τῷ ἁγίῳ. καὶ τοῦτον δὲ τύπον δέδωκεν ἡμῖν ὁ σωτὴρ καὶ μόνος καταλειφθεὶς ὑπὸ τῶν ἐχθρῶν ἐπεβουλεύετο, ἵνα, κἂν ἡμεῖς διωκόμενοι καταλειφθῶμεν ὑπὸ ἀνθρώπων, μὴ ἐκκακῶ‐ μεν, ἄλλ’ ἔχωμεν εἰς αὐτὸν τὴν ἐλπίδα καὶ μὴ προδίδωμεν τὴν ἀλήθειαν, ἥτις, κἂν κατὰ | |
5 | τὴν ἀρχὴν θλίβεσθαι δόξῃ, ἀλλ’ ὕστερον καὶ οἱ διώκοντες αὐτὴν ἐπιγνώσονται. | 210 |
48.1 | Παροξύνουσι τοίνυν καὶ γράφει τὸ πρῶτον βασιλεὺς καὶ πέμπει πρός τε τὸν δοῦκα καὶ τοὺς στρατιώτας ἀπειλήν. νοτάριοί τε Διογένιός τε καὶ Ἱλάριος καὶ παλατῖνοι σὺν αὐτοῖς ἀποστέλλονται. καὶ γέγονε τὰ τοσαῦτα δεινὰ καὶ ὠμὰ κατὰ τῆς ἐκκλησίας, ἃ μικρῷ πρόσθεν δι’ ὀλίγων εἴρηται καὶ πάντες ἔγνωσαν, ἐξ ὧν ἔθηκαν οἱ λαοὶ διαμαρτυ‐ | |
48.2 | ριῶν, ἃς καὶ ἀναγνῶναι δύναταί τις γραφείσας ἐν τῷ τέλει τούτων. εἶτα μετὰ τὸ γενέσθαι τὰ παρὰ Συριανοῦ, μετὰ τὸ γενέσθαι τὰ τοσαῦτα καὶ τὰς κατὰ τῶν παρθένων ὕβρεις ἀποδεξάμενος τὰ οὕτω καὶ τὰ τοιαῦτα κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα‐ | |
48.3 | νάσιον ἢ γινώσκοιεν ἐχθροὺς αὐτοῦ τυγχάνειν αὐτούς. αὐτὸς μὲν οὖν καὶ πρὶν ἐλθεῖν ταῦτα, ἐξ οὗ τῇ ἐκκλησίᾳ Συριανὸς ἐπῆλθεν, ἀναχωρήσας ἦν εἰδὼς τὸ γεγραμμένον· «ἀλλ’ ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή», τῶν δὲ γραμμάτων τούτων γίνεται διάκονος Ἡράκλειός τις τῷ ἀξιώματι κόμης προοδεύων τινὸς Γεωργίου | |
5 | τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως κατασκόπου· οὐ γὰρ ἂν εἴη ἐπίσκοπος ὁ παρ’ ἐκείνου πεμπόμενος, μὴ γένοιτο, ὡς καὶ αὐτὰ τὰ γενόμενα καὶ τὰ προοίμια τῆς εἰσόδου δείκνυσι. | |
49.1 | Τὰ μὲν οὖν γράμματα προὔθηκε δημοσίᾳ καὶ πολλὴν αἰσχύνην ἐδείκνυον τοῦ γράφοντος. ἐπειδὴ γὰρ, ὡς ἔγραψεν ὁ μέγας Ὅσιος, οὐχ ηὕρισκε πιθανὴν πρόφασιν τῆς ἑαυτοῦ μεταβολῆς, ἐπενόησε πολλῷ καὶ μᾶλλον ἀπρεπεστέραν ἑαυτῷ καὶ τοῖς τούτῳ | |
49.2 | συμβουλεύσασιν, ἔφησε γάρ· ‘τὴν πρὸς τὸν ἀδελφὸν αἰδούμενος φιλίαν τὸν τῆς θείας καὶ εὐσεβοῦς μνήμης ἐπὶ καιρὸν αὐτῷ τὴν ὡς ὑμᾶς γενέσθαι πάροδον ἠνεσχόμην‘. τοῦτο δὲ καὶ τὴν ἐπαγγελίαν ψευσάμενον καὶ πρὸς τὸν ἀδελφὸν μετὰ θάνατον ἀγνώμονα δείκνυσιν. εἶτα ‘θείας καὶ εὐσεβοῦς αὐτὸν μνήμησ‘ ὡσπεροῦν καὶ ἔστιν ἄξιον ὀνομάζει, | |
5 | οὗ τὴν ἐντολὴν καὶ τὴν ‘φιλίαν 〈αἰδεῖται〉‘, ὡς αὐτὸς ἔγραψε, καίτοι, εἰ καὶ διὰ τὸν μακαρίτην Κώνσταντα συγχωρήσας ἦν, ὤφειλε μὴ ἀκαθήκων περὶ τὸν ἀδελφὸν γενέσθαι, ἵν’ ὥσπερ τῆς βασιλείας οὕτω καὶ τῆς γνώμης αὐτοῦ κληρονόμος γένηται. | |
50.1 | Ἀλλὰ τὸν μὲν Βρετανίωνα καθεῖλεν ἐθελήσας τὸ δίκαιον ἀπαιτεῖν λέγων· ‘τίνι | |
μετὰ θάνατον ἀδελφῶν ἡ κληρονομία γίγνεται;‘ διὰ δὲ τὴν μυσαρὰν αἵρεσιν τῶν χρι‐ στομάχων οὔτε τὸ δίκαιον οἶδεν, ἀλλὰ καὶ πρὸς τοὺς ἀδελφοὺς ἀκαθήκων γίγνεται· δι’ ἣν αἵρεσιν οὐδὲ τοῦ πατρὸς ὁλόκληρον τὴν γνώμην φυλάττειν ἐνενόησεν, ἀλλ’ εἰς μὲν τὸ | 211 | |
5 | ἀρέσκον τοῖς ἀσεβέσι τοῦτο τηρεῖν ὑποκρίνεται, εἰς δὲ τὸ λυποῦν ἐκείνους οὐκ οἶδεν οὐδὲ | |
50.2 | τὸ πρὸς τὸν πατέρα σέβας φυλάξαι. ἀπέστειλε μὲν γὰρ ἐκεῖνος τὸν ἐπίσκοπον ἐκ διαβολῆς τῶν περὶ Εὐσέβιον εἰς τὰς Γαλλίας ἐπὶ καιρὸν διὰ τὴν τῶν ἐπιβουλευόντων ὠμότητα—τοῦτο γὰρ ὁ μακαρίτης Κωνσταντῖνος ὁ τούτου ἀδελφὸς μετὰ θάνατον τοῦ πατρὸς ἐδήλωσεν ὡς ἐκ τῶν γραμμάτων αὐτοῦ δείκνυται—, οὐκ ἐπείσθη δὲ τοῖς περὶ | |
5 | Εὐσέβιον ἀποστεῖλαι ὃν ἤθελον ἐπίσκοπον αὐτοί, ἀλλὰ καὶ θέλοντας ἐκώλυσε καὶ ἐπι‐ χειρήσαντας ἐπέσχε μετὰ δεινῆς ἀπειλῆς. | |
51.1 | Πῶς οὖν, εἰ τὰ τοῦ ἑαυτοῦ γεννήτορος, ὡς γράφει, φυλάττειν ἤθελεν, ἀπέστειλε τὸ μὲν πρῶτον Γρηγόριον καὶ νῦν δὲ τὸν ταμειοφάγον Γεώργιον; ἢ διὰ τί τοὺς Ἀρειανούς, οὓς ἐκεῖνος Πορφυριανοὺς ὠνόμασε, τούτους οὗτος εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν σπου‐ δάζει καὶ τούτων προιστάμενος ἄλλους ἐξορίζει; εἰ δὲ καὶ ἑώρακεν Ἄρειον ὁ πατὴρ | |
5 | αὐτοῦ, ἀλλ’ ἐπιορκήσας Ἄρειος καὶ ῥαγεὶς ἔλυσε τὴν τοῦ πατρὸς φιλανθρωπίαν· καὶ | |
51.2 | γὰρ καὶ αὐτὸς μαθὼν ὡς αἱρετικοῦ κατέγνω λοιπόν. πῶς δὲ καὶ προφασιζόμενος φροντίζειν τοῦ ἐκκλησιαστικοῦ κανόνος πάντα παρὰ τοῦτον ἐπενόησε πράττειν; ποῖος γὰρ κανὼν ἀπὸ παλατίου πέμπεσθαι τὸν ἐπίσκοπον; ἢ ποῖος κανὼν στρατιώτας ἐπι‐ βαίνειν ἐκκλησίαις; ἢ τίς παραδέδωκε κόμητας καὶ τοὺς ἀλογίστους σπάδοντας κατάρχειν | |
5 | τῶν ἐκκλησιαστικῶν καὶ διατάγματι τὴν κρίσιν τῶν λεγομένων ἐπισκόπων δηλοῦσθαι; πάντα ψεύδεται διὰ τὴν ἀνόσιον αἵρεσιν· καὶ γὰρ παρὰ γνώμην τοῦ πατρὸς καὶ τότε | |
51.3 | Φιλάγριον τὸ δεύτερον ἔπεμψεν ἔπαρχον καὶ τὰ νῦν γενόμενα γέγονε. καὶ διὰ τὸν ἀδελφὸν δὲ οὐκ ἀληθεύει. καὶ γὰρ καὶ μετὰ τὸν ἐκείνου θάνατον οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον ἔγραψε τῷ ἐπισκόπῳ. καὶ πάλιν ἐπηγγείλατο μὴ μεταβάλλεσθαι, ἀλλὰ καὶ θαρρεῖν παρεκελεύσατο, ὥστε παρὰ μηδενὸς αὐτὸν ταράττεσθαι, ἀλλὰ καὶ | |
51.4 | μένειν ἐν τῇ ἐκκλησίᾳ μετὰ πάσης ἀμεριμνίας. καὶ ἐντολὰς δὲ δι’ Ἀστερίου κόμητος καὶ Παλλαδίου νοταρίου ἔπεμψε Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. | |
52.1 | Διὰ τοῦτο γὰρ καὶ ὅτε Διογένης ἦλθε καὶ Συριανὸς ἐνήδρευσεν, αὐτοί τε καὶ ἡμεῖς καὶ ὁ λαὸς ἀπῃτοῦμεν γράμματα βασιλέως νομίζοντες, ὅτι, ὥσπερ γέγραπται, «μηδὲν | |
ψεῦδος ἀπὸ στόματος λεγέσθω βασιλεῖ» οὕτω καὶ βασιλεὺς ἐπαγγειλάμενος οὔτε ψεύσεται | 212 | |
52.2 | οὔτε μεταβληθήσεται. πῶς οὖν, εἰ διὰ τὸν ἀδελφὸν συνεχώρησεν, ἔγραψε καὶ μετὰ θάνατον αὐτοῦ; εἰ δὲ καὶ τότε διὰ τὴν ἐκείνου μνήμην ἔγραψε, διὰ τί μετὰ ταῦτα τὸ ὅλον ἠγνωμόνησεν αὐτὸν διώκων τὸν ἄνθρωπον καὶ τοιαῦτα γράφων, ἐν οἷς προφα‐ σίζεται μὲν κρίσιν ἐπισκόπων, πράττει δὲ αὐτός, ὡς ἂν αὐτῷ δοκῇ, οὐ λανθάνων ὅμως, | |
52.3 | ἀλλὰ καὶ ἐγγὺς ἔχων τὸν ἔλεγχον τῆς πανουργίας; εἰ γὰρ ἐπισκόπων ἐστὶ κρίσις, τί κοινὸν ἔχει πρὸς ταύτην βασιλεύς; εἰ δὲ βασιλέως ἐστὶν ἀπειλή, τίς ἐνταῦθα χρεία τῶν λεγομένων ἐπισκόπων; πότε γὰρ ἐκ τοῦ αἰῶνος ἠκούσθη τοιαῦτα; πότε κρίσις ἐκκλησίας παρὰ βασιλέως ἔσχε τὸ κῦρος ἢ ὅλως ἐγνώσθη τοῦτο τὸ κρῖμα; πολλαὶ σύνοδοι | |
5 | πρὸ τούτου γεγόνασι, πολλὰ κρίματα τῆς ἐκκλησίας γέγονεν, ἀλλ’ οὔτε οἱ πατέρες ἔπεισάν ποτε περὶ τούτων βασιλέα οὔτε βασιλεὺς τὰ τῆς ἐκκλησίας περιειργάσατο. | |
52.4 | Παῦλος ἀπόστολος εἶχε φίλους τοὺς τῆς τοῦ Καίσαρος οἰκίας καὶ γράφων ἠσπάζετο τοὺς Φιλιππησίους ἀπὸ τούτων, ἀλλ’ οὐκ εἰς κρίματα τούτους κοινωνοὺς παρελάμ‐ | |
52.5 | βανε. νῦν δὲ θέαμα καινὸν καὶ τοῦτο τῆς ἀρειανῆς αἱρέσεώς ἐστιν εὕρημα. συνῆλθον γὰρ αἱρετικοὶ καὶ βασιλεὺς Κωνστάντιος, ἵνα κἀκεῖνος τὴν ἐπισκόπων ἔχων πρόφασιν τῇ ἐξουσίᾳ καθ’ ὧν ἂν ἐθέλοι πράττῃ καὶ διώκων μὴ λέγηται διώκτης. καὶ οὗτοι δὲ τὴν βασιλέως ἔχοντες δυναστείαν ἐπιβουλεύωσιν οἷς ἂν ἐθέλωσι· θέλουσι δὲ τοῖς μὴ | |
52.6 | ἀσεβοῦσιν ὡς αὐτοί. τοῦτο δὲ ὡς ἐπὶ σκηνῆς ἄν τις ἴδοι κωμῳδούμενον παρ’ αὐτοῖς, καὶ τοὺς μὲν λεγομένους ἐπισκόπους ὑποκρινομένους, τὸν δὲ Κωνστάντιον τὰ ἐκείνων ἐνεργοῦντα καὶ πάλιν ἐπαγγελλόμενον μὲν τοῦτον, ὡς Ἡρώδης τῇ Ἡρωδιάδι, τούτους δὲ πάλιν ὀρχουμένους τὰς διαβολὰς ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ τῶν εἰς τὸν κύριον εὐσε‐ | |
5 | βούντων. | |
53.1 | Τίνα οὖν οὐκ ἔβλαψαν διαβάλλοντες; τίνων οὐ γεγόνασιν ἐπίβουλοι οἱ χριστο‐ μάχοι; τίνα Κωνστάντιος οὐκ ἐξώρισε κατενεχθέντα παρ’ αὐτῶν; πότε καταθυμίως αὐτῶν οὐκ ἤκουσε; καὶ τὸ παράδοξον τίνα πώποτε λέγοντα κατ’ ἐκείνων ἐδέξατο καὶ οὐ μᾶλλον λέγοντας ἐκείνους, οἷα κἂν εἴπωσιν, ἀπεδέξατο; ποία ἐκκλησία νῦν μετ’ ἐλευ‐ | |
5 | θερίας τὸν Χριστὸν προσκυνεῖ; ἄν τε γὰρ εὐσεβὴς ᾖ, κινδυνεύει, ἄν τε ὑποκρίνηται, | |
53.2 | φοβεῖται. πάντα ὑποκρίσεως καὶ ἀσεβείας, ὅσον εἰς αὐτὸν ἧκε, πεπλήρωκεν. εἰ γὰρ καί πού τίς ἐστιν εὐσεβὴς καὶ φιλόχριστος (εἰσὶ δὲ πανταχοῦ πολλοὶ τοιοῦτοι ὡς οἱ προφῆται καὶ Ἠλίας ὁ μέγας), κρύπτονται, ἄν που καὶ αὐτοὶ ὡς τὸν Ἀβδιοῦ πιστὸν ἄνθρωπον εὕρωσι καὶ ἢ εἰς σπήλαιον καὶ τὰς ὀπὰς τῆς γῆς ἀπέλθωσιν ἢ ἐπ’ ἐρημίαις | |
53.3 | περιερχόμενοι διατρίψωσι. τοιαῦτα γὰρ διαβάλλουσιν οἱ ἄφρονες, οἷα καὶ ἡ Ἰεζάβελ ἐπλάσατο κατὰ τοῦ Ναβουθαὶ καὶ οἱ Ἰουδαῖοι κατὰ τοῦ σωτῆρος, καὶ λοιπὸν ἐκεῖνος προστάτης τῆς αἱρέσεως ὢν τήν τε ἀλήθειαν μεταστρέψαι θέλων ὡς ὁ Ἀχαὰβ τὸν ἀμ‐ πελῶνα εἰς κῆπον λαχανίας, ἃ θέλουσιν ἐκεῖνοι πράττει, ἐπεὶ καὶ αὐτὸς ἅπερ ἤθελεν | |
5 | ἤκουσε παρ’ αὐτῶν. | |
54.1 | Οὕτω, καθὰ προεῖπον, τοὺς ἀληθινοὺς ἐπισκόπους, ἐπεὶ μὴ ἠσέβουν ὡς ἤθελεν | |
αὐτός, ἐξώρισεν, οὕτως καὶ κατὰ Ἀθανασίου νῦν ἀπέστειλεν Ἡράκλειον τὸν κόμητα καὶ τὰ μὲν διατάγματα προέθηκε δημοσίᾳ, ἐντολὰς δὲ βασιλέως ἀπήγγειλεν, εἰ μὴ πεισ‐ θεῖεν τοῖς γράμμασιν, ἀφαίρεσιν τοῦ ἄρτου καὶ τῶν εἰδώλων ἔσεσθαι καταστροφὴν πολλῶν | 213 | |
54.2 | τε πολιτευτῶν καὶ τῶν ἀπὸ τοῦ δήμου πάντως αἰχμαλωσίαν γενήσεσθαι. εἶτα ταῦτα ἀπειλῶν οὐκ ᾐσχύνθη δημοσίᾳ μεγάλῃ τῇ φωνῇ λέγειν· ‘τὸν μὲν Ἀθανάσιον παραι‐ | |
54.3 | τεῖται βασιλεύς, τοῖς δὲ Ἀρειανοῖς τὰς ἐκκλησίας παραδοθῆναι ἐκέλευσε‘. πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· ‘εἰ Κωνστάν‐ τιος αἱρετικὸς γέγονε‘; δέον ἐρυθριᾶν, ὁ δὲ μᾶλλον ἠνάγκαζε βουλευτὰς καὶ δημότας ἐθνικοὺς νεωκόρους τῶν εἰδώλων ἐπὶ τούτοις ὑπογράφειν καὶ ὁμολογεῖν, δέχεσθαι ὃν | |
54.4 | ἂν ἀποστείλῃ βασιλεὺς ἐπίσκοπον. πάνυ γε κανόνας ἐκκλησίας ἐκδικῶν ἐποίει τοῦτο γενέσθαι Κωνστάντιος. ἀντὶ γὰρ ἐκκλησίας τὴν ἀγοράν, ἀντὶ τῶν λαῶν τοὺς νεω‐ κόρους ἀπῄτει γράμματα· ἐγίγνωσκε γὰρ οὐκ ἐπίσκοπον αὐτὸν Χριστιανοῖς, ἀλλά τινα φιλοπράγμονα πέμπειν αὐτοῖς τοῖς γράφουσιν. | |
55.1 | Ἕλληνες μὲν οὖν ὥσπερ ὠνούμενοι τῇ ὑπογραφῇ τὴν τῶν εἰδώλων ἑαυτῶν ἀσυλίαν καί τινες τῶν ἐργασιῶν ἄκοντες μέν, ἔγραψαν δὲ ὅμως ὡς περὶ ἡγεμόνος ἢ ἄλλου τινὸς ἀπο‐ στελλομένου δικαστοῦ διὰ τὰς παρ’ ἐκείνου λεγομένας ἀπειλάς. τί γὰρ ἔμελλον Ἕλληνες | |
55.2 | ὄντες ποιεῖν ἢ τοῦθ’ ὅπερ δοκεῖ τῷ βασιλεῖ; τῶν δὲ λαῶν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συν‐ ελθόντων (τετάρτη γὰρ ἦν σαββάτου) λαμβάνει μεθ’ ἑαυτοῦ τῇ ἑξῆς Ἡράκλειος ὁ κόμης τὸν ἔπαρχον τῆς Αἰγύπτου Καταφρόνιον καὶ Φαυστῖνον τὸν καθολικὸν τόν τε Βιθυνὸν αἱρετικὸν ὄντα καὶ παροξύνουσι τῶν ἀγοραίων τοὺς νεωτέρους καὶ σεβομένους εἴδωλα, | |
5 | ταύτην ἐντολὴν εἶναι βασιλέως λέγοντες, ἵν’ ἐπέλθωσι τῇ ἐκκλησίᾳ καὶ λιθάσωσι τοὺς | |
55.3 | λαούς. ἤδη μὲν οὖν ἦσαν οἱ πλεῖστοι τοῦ λαοῦ γενομένης ἀπολύσεως ἐξελθόντες, γυ‐ ναικῶν δὲ ὀλίγων ἀπομεινασῶν γέγονεν ὡς προσέταξαν. καὶ θέαμα οἰκτρὸν ἦν· ἄρτι γὰρ ἦσαν ἀπὸ τῆς εὐχῆς ὀλίγαι καθεζόμεναι, καὶ γυμνοὶ μετὰ λίθων εὐθὺς καὶ ξύλων ἐπῆλθον οἱ νεώτεροι καὶ τὰς μὲν ἐλίθαζον, τὰ δὲ τῶν παρθένων ἅγια σώματα κατέκοπτον πληγαῖς | |
5 | οἱ ἄθεοι εἷλκόν τε τὰ σκεπάσματα καὶ τὰς κεφαλὰς αὐτῶν ἐγύμνουν καὶ ἀνθελκούσας ἐλάκτι‐ | |
55.4 | ζον τοῖς ποσὶν οἱ δείλαιοι. δεινὰ μὲν οὖν ταῦτα καὶ λίαν ἐστὶ δεινά, ἀλλὰ τὰ μετὰ ταῦτα δεινότερα καὶ πάσης ὕβρεως ἀφορητότερα γέγονεν. εἰδότες γὰρ τὸ σεμνὸν τῶν παρθένων καὶ τὸ τῆς ἀκοῆς ἄχραντον, καὶ ὅτι μᾶλλον λίθους καὶ ξίφη ἢ τὰ τῆς αἰσχρορημοσύνης φέρειν δύνανται ῥήματα, τούτοις ἐχρῶντο κατ’ αὐτῶν ἐπερχόμενοι. Ἀρειανοὶ δὲ ταῦτα | |
5 | τοῖς νεωτέροις ὑπέβαλλον, καὶ γὰρ ἐγέλων τούτων λεγομένων καὶ γιγνομένων. καὶ αἱ μὲν ἅγιαι παρθένοι καὶ ἄλλαι σεμναὶ γυναῖκες ὡς ἀσπίδων δήγματα τὰ τοιαῦτα φθέγματα ἔφευ‐ γον, οἱ δὲ χριστομάχοι συνήργουν, τάχα δὲ καὶ συνεφθέγγοντο τοῖς νεωτέροις· καὶ γὰρ ἥδοντο τοῖς παρ’ ἐκείνων ἐκβαλλομένοις μετὰ ἀσελγείας ῥήμασιν. | |
56.1 | Εἶτα ὡς τὸ ὅλον τῆς ἐντολῆς πληροῦντες (τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον, τοῦτο καὶ κόμης καὶ ὁ καθολικὸς παρήγγελλον), ἁρπάσαντες τὰ συμψέλλια καὶ τὸν θρόνον καὶ τὴν τράπεζαν (ξυλίνη γὰρ ἦν) καὶ τὰ βῆλα τῆς ἐκκλησίας τά τε ἄλλα, ὅσα ἠδυνήθησαν, ἐξενέγκαντες ἔκαυσαν ἔμπροσθεν τοῦ πυλῶνος ἐν τῇ πλατείᾳ τῇ μεγάλῃ καὶ λίβανον ἐπέβαλον. | |
56.2 | ὦ τίς ἀκούσας οὐ δακρύσειε, τάχα καὶ τὴν ἀκοὴν κλείσειεν, ἵνα μηδὲ ἑτέρου λέγοντος ἀνέχηται βλάβην ἡγούμενος καὶ τὸ μόνον ἀκοῦσαί τι τοιοῦτον; τά τε γὰρ εἴδωλα ἑαυτῶν εὐφήμουν καὶ ἔλεγον· ‘Ἕλλην γέγονε Κωνστάντιος καὶ οἱ Ἀρειανοὶ τὰ ἡμῶν ἐπέγνωσαν‘. οὐ φροντίζουσι γὰρ οὐδὲ Ἑλληνισμὸν ὑποκρίνασθαι, ἵνα μόνον ἡ αἵρεσις ἔχῃ τὴν σύστα‐ | 214 |
56.3 | σιν. καὶ γὰρ καὶ βοίδιον ἐπαντλοῦν τοὺς κηπευομένους ἐν τῷ Καισαρείῳ τόπους ἐπεχεί‐ ρησαν ἐπιθῦσαι, καὶ ἔθυσαν ἂν, εἰ μὴ θῆλυ τοῦτο ἦν· τὰ τοιαῦτα γὰρ ἔλεγον μὴ ἐξεῖναι παρ’ αὐτοῖς θύεσθαι. | |
57.1 | Τοιαῦτα μὲν οὖν οἱ δυσσεβεῖς Ἀρειανοὶ νομίζοντες εἰς ἡμῶν ὕβριν ταῦτα φθάνειν μετὰ τῶν Ἑλλήνων ἔπραττον. θεία δὲ δίκη τὴν πονηρίαν τούτων ἤλεγξε καὶ σημεῖόν τι μέγα καὶ ἐξαίρετον εἰργάσατο δεικνύουσα καὶ διὰ τούτου πᾶσι φανερῶς, ὅτι ὥσπερ ἀσεβοῦντες οὐκ εἰς ἄλλον ἀλλ’ εἰς τὸν κύριον τολμῶσιν, οὕτω ταῦτα ποιοῦντες εἰς αὐτοῦ πάλιν ὕβριν | |
5 | ἐπεχείρησαν πρᾶξαι· καὶ τοῦτο μᾶλλον ἐκ τοῦ γενομένου θαύματος φανερωτέραν ἔσχε τὴν | |
57.2 | ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορνικὸν ἀπήχησεν ὁ ἄθλιος. εἶτα ἀναστὰς ἐβιάζετο τὸν θρόνον ἀποσπᾶν καὶ πρὸς ἑαυτὸν ἕλκειν, ἠγνόει δὲ καθ’ ἑαυτοῦ τὴν δίκην ἐπισπώμενος. | |
57.3 | ὡς γὰρ οἱ τότε τὴν Ἄζωτον κατοικοῦντες τολμήσαντες ἅψασθαι τῆς κιβωτοῦ, ᾗ κἂν προσβλέψαι θέμις οὐκ ἦν αὐτοῖς, παρ’ αὐτῆς εὐθὺς ἀπώλλυντο πρότερον διαφθειρόμενοι ταῖς βασάνοις τὰς ἕδρας, οὕτως καὶ οὗτος ὁ ἄθλιος μόνον ἐτόλμησεν ἕλκειν καί, ὅπερ εἷλκεν εἰς ἑαυτὸν ἐπεσπάσατο, καὶ ὡς ἀντιπεμπούσης τῆς δίκης τὸ ξύλον ἐν αὐτῷ τὴν ἰδίαν κοιλίαν | |
5 | ἔπληξε, καὶ ἀντὶ τοῦ θρόνου τῇ πληγῇ τὰ ἴδια ἐξήνεγκεν ἔντερα, καὶ μᾶλλον ὁ θρόνος | |
57.4 | ἐκείνου τὸ ζῆν ἀπέσπασεν ἢ αὐτὸς ἀπεσπάσθη παρ’ ἐκείνου. ἐξεχύθη γοῦν, ὡς γέγραπ‐ ται κατὰ τὸν Ἰούδαν, τοῖς σπλάγχνοις καὶ καταπεσὼν ἐβαστάχθη καὶ μετὰ μίαν ἡμέραν ἀπώλετο. καὶ ἕτερος δὲ μετὰ θαλλῶν εἰσελθὼν καὶ ὡς Ἕλλην κινῶν αὐτὰ τῇ χειρὶ καὶ χλευάζων εὐθὺς ἐσκοτώθη καὶ οὐκ ἔβλεπεν οὐδὲ ἐγίνωσκεν ἔτι λοιπόν, ὅποι γῆς ἐτύγχανε· | |
5 | μέλλων τε καὶ αὐτὸς καταπίπτειν χειραγωγούμενος ὑπὸ τῶν συνόντων καὶ ὑποβαστα‐ ζόμενος ἐξήρχετο καὶ αὐτός, μόγις μεθ’ ἡμέραν διανήψας καὶ οὐ γινώσκων, οὔτε τί πεποίηκεν οὔτε τί πέπονθεν ὁ τολμηρός. | |
58.1 | Ταῦτα βλέποντες Ἕλληνες μὲν ἐφοβήθησαν καὶ οὐδὲν πλέον ἐτόλμησαν, Ἀρειανοὶ δὲ οὐδὲ οὕτως ᾐσχύνθησαν, ἀλλ’ ὡς Ἰουδαῖοι σημεῖα βλέποντες οὐκ ἐπίστευον οἱ ἄπιστοι. μᾶλλον γὰρ ἐσκληρύνοντο κατὰ τὸν Φαραὼ τὰς ἐλπίδας ἔχοντες καὶ αὐτοὶ κάτω που | |
58.2 | κειμένας ἐν τῷ βασιλεῖ καὶ ἐν τοῖς εὐνούχοις αὐτοῦ. τοὺς μὲν οὖν Ἕλληνας, μᾶλλον δὲ τῶν Ἑλλήνων τοὺς ἐκβλητοτέρους τὰ προειρημένα ποιεῖν ἐπέτρεπον· εἶχον γὰρ τὸν ὑπο‐ κρινόμενον αὐτοῖς τὰ τοιαῦτα καὶ παροξύνοντα τοὺς Ἕλληνας Φαυστῖνον, τὸν καθολικὸν μὲν λεγόμενον, ἀγοραῖον δὲ τὸν τρόπον καὶ ἀσελγῆ τὴν ψυχήν. αὐτοὶ δὲ τὰ ὅμοια τού‐ | |
5 | τοις ἀνεδέξαντο δι’ ἑαυτῶν ποιεῖν, ἵν’, ὥσπερ τὴν αἵρεσιν ἀπὸ τῶν ἄλλων αἱρέσεων | |
58.3 | ἀπεμάξαντο, οὕτω καὶ τὴν πονηρίαν μετὰ τῶν ἀσελγεστέρων ἔχωσι μεμερισμένην. τὰ μὲν οὖν ἄλλα δι’ ἐκείνων, καθὰ προεῖπον, ἔπραττον, ἃ δὲ δι’ ἑαυτῶν ἐπλημμέλουν, πῶς οὐ πᾶσαν ὑπερβάλλει πονηρίαν καὶ παντὸς δημίου νικᾷ κακίαν; ποῖον γὰρ οἶκον οὐκ ἐπόρθη‐ | |
σαν; ποίαν οἰκίαν προφάσει τοῦ ἐρευνᾶν οὐ διήρπασαν; ποῖον κῆπον οὐ κατεπάτησαν καὶ | 215 | |
5 | τάφον οὐκ ἐπήνοιξαν; πρόφασιν μὲν ὡς Ἀθανάσιον ἐπιζητοῦντες προβαλλόμενοι, τὸ δ’ ὅλον ἦν αὐτοῖς σπουδαζόμενον διαρπάζειν καὶ σκυλεύειν τοὺς ἀπαντῶντας. πόσων ἐπεσφραγίσθησαν οἶκοι; πόσων τὰ ἐν ταῖς ξενίαις ἐκδεδώκασι τοῖς ὑπουργοῦσιν αὐτοῖς στρατιώταις; τίς τούτων ἀπείρατος τῆς κακίας γέγονε; τίς τούτοις ἀπαντήσας οὐκ ἐκρύβη κατὰ τὴν ἀγοράν; τίς διὰ τούτους οὐ καταλείψας τὴν οἰκίαν ἐπὶ τῆς ἐρημίας διῆγε τὴν | |
58.4 | νύκτα; τίς τούτων χάριν φυλάξαι τὰ ἴδια σπεύδων οὐκ ἀπώλεσε τὰ πλεῖστα; τίς ἄπειρος θαλάττης οὐ μᾶλλον εἵλετο ταύτην καὶ τῶν ταύτης κινδύνων πεῖραν λαβεῖν ἢ τούτους ὁρᾶν ἀπειλοῦντας; πολλοὶ καὶ οἴκους μετῆλθον καὶ μετέστησαν ἀπὸ λαύρας εἰς λαῦραν καὶ ἀπὸ τῆς πόλεως εἰς τὰ προάστεια. πόσοι τε ζημίας πόσας ὑπέστησαν καὶ μὴ | |
5 | ἔχοντες ἐδανείσαντο παρ’ ἑτέρων, ἵνα μόνον τὰς ἐπιβουλὰς τούτων ἐκφύγωσι; | |
59.1 | Πᾶσι γὰρ φοβεροὺς ἑαυτοὺς ἐδείκνυον καὶ πρὸς πάντας ἠλαζονεύοντο, βασιλέα πᾶσιν ὀνομάζοντες καὶ ἀπειλοῦντες μὲν τὸν ἐκείνου φόβον, ἔχοντες δὲ ὑπουργοὺς εἰς τὴν πονηρίαν τὸν δοῦκα Σεβαστιανόν, Μανιχαῖον ὄντα καὶ ἀσελγῆ νεώτερον, καὶ τὸν ἔπαρχον καὶ | |
59.2 | τὸν κόμητα καὶ ὑποκριτὴν τὸν καθολικόν. πολλὰς γοῦν παρθένους καταγνούσας αὐ‐ τῶν τῆς ἀσεβείας καὶ τὴν ἀλήθειαν ἐπιγνούσας κατήνεγκαν ἀπὸ τῶν οἰκιῶν καὶ ἄλλας περι‐ πατούσας ὕβριζον καὶ ἐποίουν ὑπὸ τῶν παρ’ αὐτοῖς νεωτέρων γυμνοῦσθαι τὰς κεφαλὰς | |
59.3 | αὐτῶν· καὶ γυναιξὶ δὲ ταῖς παρ’ αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδόν, αἱ δὲ ὥσπερ μαινάδες καὶ ἐρινύες περιερχόμεναι συμφορὰν ἡγοῦντο τὸ μὴ εὑρίσκειν ἀδικεῖν καὶ τὴν ἡμέραν ἐκείνην μετὰ λύπης διῆγον, ἐν ᾗ μὴ ἠδύναντο κακοποιεῖν. καὶ ὅλως οὕτως ἦσαν | |
5 | πᾶσιν ἄγριοι καὶ πικροὶ ὥστε δημίους φονευτὰς ἀθεμίτους φιλοπράγμονας κακούργους καὶ πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς παρὰ πάντων καλεῖσθαι. | |
60.1 | Καὶ γὰρ καὶ τοὺς Σκύθας μιμούμενοι ἥρπασαν Εὐτύχιον ὑποδιάκονον, ἄνδρα καλῶς ὑπηρετοῦντα τῇ ἐκκλησίᾳ, καὶ ποιήσαντες εἰς τὰ νῶτα ταυρείαις ἴσα θανάτῳ κατακοπῆναι ἠξίωσαν εἰς μέταλλον ἀποσταλῆναι, καὶ μέταλλον οὐχ ἁπλῶς, ἀλλ’ εἰς | |
60.2 | τὸ τῆς Φαινώ, ἔνθα καὶ φονεὺς καταδικαζόμενος ὀλίγας ἡμέρας μόγις δύναται ζῆσαι. καὶ τὸ παράδοξον οὐδὲ κἂν ὀλίγας ὥρας ἐπέτρεψαν αὐτὸν θεραπευθῆναι διὰ τὰς πληγάς, ἀλλ’ εὐθὺς ἐποίησαν ἀποσταλῆναι φάσκοντες· ‘εἰ τοῦτο γένηται, πάντες φοβηθήσονται καὶ μεθ’ ἡμῶν ἔσονται λοιπόν‘. οὐ πολὺ δὲ διέστη καὶ μὴ δυνηθεὶς εἰς τὸ | |
60.3 | μέταλλον φθάσαι διὰ τὸν πόνον τῶν πληγῶν ἀπέθανεν ἐν τῇ ὁδῷ. καὶ ὁ μὲν ἐτελεύτα χαίρων ἔχων τὸ καύχημα τοῦ μαρτυρίου, οἱ δὲ ἀσεβεῖς οὐδὲ οὕτως ᾐσχύνοντο, κατὰ δὲ τὸ γεγραμμένον «ἀνελεήμονα σπλάγχνα ἔχοντες» καὶ τοῦτο μελετήσαντες σατανικόν τι πάλιν | |
πεποιήκασιν. ἀξιούντων γὰρ τῶν λαῶν διὰ τὸν Εὐτύχιον καὶ δεομένων περὶ αὐτοῦ πε‐ | 216 | |
5 | ποιήκασιν ἁρπασθῆναι καλοὺς καὶ ἐλευθέρους ἄνδρας τέσσαρας, Ἑρμείαν λούοντα τοὺς ἀνεξόδους καὶ πάνυ γε τούτους πληγαῖς κατακόψας ἐνέβαλεν εἰς τὸ δεσμωτήριον ὁ δούξ. | |
60.4 | ἀλλ’ οἱ Ἀρειανοὶ καὶ Σκυθῶν ὠμότεροι τυγχάνοντες, ἐπεὶ ἑωράκασι μὴ τελευτήσαντας ἐκείνους ἀπὸ τῶν πληγῶν, ἐμέμφοντο καὶ ἠπείλουν· ‘γράφομεν‘ λέγοντες ‘τοῖς εὐνού‐ χοις, ὅτι μὴ μαστίζεις ὡς θέλομεν ἡμεῖσ‘. ἐκεῖνός τε ἀκούσας καὶ φοβηθεὶς ἠναγκάσθη | |
60.5 | καὶ δεύτερον τύψαι τοὺς ἀνθρώπους. καὶ οἱ μὲν τυπτόμενοι εἰδότες, διὰ τί τύπτονται καὶ παρὰ τίνων διεβλήθησαν, οὐδὲν ἕτερον ἔλεγον ἤ· ‘διὰ μὲν τὴν ἀλήθειαν τυπτόμεθα, οὐ κοινωνοῦμεν δὲ τοῖς αἱρετικοῖς· τύπτε λοιπόν, ὡς θέλεις, καί σε μέλλει διὰ τοῦτο κρίνειν ὁ θεόσ‘. οἱ μὲν οὖν ἀσεβεῖς ἤθελον αὐτοὺς καὶ ἐν τῷ δεσμωτηρίῳ κινδυνεῦσαι καὶ ἀποθανεῖν, | |
5 | ὁ δὲ τοῦ θεοῦ λαὸς εἰδὼς τὸν καιρὸν ἠξίωσαν καὶ μεθ’ ἡμέρας ἑπτά που ἢ καὶ πλέον ἀπ‐ ελύθησαν. | |
61.1 | Οἱ δὲ ὥσπερ λυπηθέντες ἕτερόν τι πάλιν ὠμότερον καὶ ἀνόσιον ποιεῖν ἐπεχείρησαν, ὠμὸν μὲν πρὸς πάντας, ἁρμόζον δὲ τῇ χριστομάχῳ αὐτῶν αἱρέσει. ὁ μὲν γὰρ κύριος ἐνετεί‐ λατο τῶν πτωχῶν μνημονεύειν «καὶ πωλήσατε», λέγων, «τὰ ὑπάρχοντα καὶ δότε ἐλεημο‐ σύνην» καὶ «ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων, καὶ ἐποτίσατέ με. ἐφ’ ὅσον γὰρ | |
61.2 | ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε». οὗτοι δὲ ὡς τῷ ὄντι κατὰ Χριστοῦ φρονοῦντες καὶ ἐν τούτοις ἀντιπρᾶξαι τῷ βουλήματι αὐτοῦ τετολμήκασι. τοὺς γὰρ δεομέ‐ νους καὶ τὰς χήρας, ἐπειδὴ τὰς ἐκκλησίας παραδέδωκεν ὁ δοὺξ τοῖς Ἀρειανοῖς, καὶ ἐν αὐταῖς διατρίβειν οὐκ ἠδύναντο, καθεζομένας, ἐν οἷς ὥρισαν αὐταῖς τόποις οἱ πεπιστευμένοι τὰς | |
5 | χήρας κληρικοί, ἐπειδὴ ἔβλεπον τοὺς ἀδελφοὺς προθύμως ἐπιδιδόντας αὐταῖς καὶ τρέφοντας τὰς χήρας, αὐτάς τε κατὰ τῶν ποδῶν τύπτοντες ἐδίωκον καὶ τοὺς παρέχοντας διέβαλλον | |
61.3 | τῷ δουκί. καὶ τοῦτο ἐγίγνετο μὲν διὰ Δυναμίου τινὸς στρατιώτου, φίλον δὲ ἦν τοῦτο Σεβαστιανῷ· παρὰ Μανιχαίοις γὰρ ἔλεος οὐκ ἔστιν, ἀλλὰ καὶ ἐχθρόν ἐστι παρ’ αὐτοῖς τὸ ἐλεεῖν πένητα. ἦν τοίνυν καινὴ μέμψις καὶ δικαστήριον νῦν πρῶτον ἐπινοηθὲν παρ’ αὐτῶν· ἐπὶ εὐεργεσίᾳ τις ἐκρίνετο, καὶ ὁ μὲν ἐλεῶν κατηγορεῖτο, ὁ δὲ εὐεργετούμενος ἐτύπτετο· | |
61.4 | καὶ μᾶλλον ἤθελον πεινᾶν τὸν πένητα ἢ τὸν βουλόμενον ἐλεεῖν παρέχειν. καὶ τοῦτο δὲ παρὰ τῶν παλαιῶν πάλιν Ἰουδαίων ἔμαθον νέοι ὄντες Ἰουδαῖοι καὶ αὐτοί· καὶ γὰρ κἀ‐ κεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα‐ λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺς δὲ εὖ παθόντας ὡς | |
5 | παραβάτας ἔκρινον. | |
62.1 | Τίς οὖν ἐπὶ τούτοις οὐκ ἐθαύμαζε; τίς οὐ κατηρᾶτο τὴν αἵρεσιν καὶ τοὺς ἐκδικοῦντας αὐτήν; τίς οὐκ ἐγίνωσκεν, ὅτι καὶ θηρίων ἀγριώτεροι τυγχάνουσιν οἱ Ἀρειανοί; οὐδὲ γὰρ οὐδὲ ὧν ἕνεκα ταῦτα ἐποίουν ἐκέρδαινον οἱ μιαροί, ἀλλὰ καὶ μᾶλλον τὸ καθ’ ἑαυτῶν μῖσος παρὰ πᾶσιν ηὔξανον. ἐνόμιζον ἐξ ἐπιβουλῆς καὶ φόβου βιάζεσθαί τινας εἰς τὴν αἵρεσιν, | |
62.2 | ὥστε καὶ συνάγεσθαι μετ’ αὐτῶν. ἀπέβαινε δὲ αὐτοῖς τὰ ἐναντία. οἱ μὲν γὰρ πάσχοντες | |
ὡς μαρτύριον ὑπέφερον τὰ παρ’ ἐκείνων γιγνόμενα καὶ οὔτε προεδίδουν οὔτε ἠρνοῦντο τὴν εἰς Χριστὸν εὐσέβειαν, οἱ δὲ θεωροῦντες ἔξωθεν αὐτούς, λοιπὸν δὲ καὶ οἱ Ἕλληνες βλέ‐ ποντες ὡς ἀντιχρίστους ὡς δημίους κατηρῶντο· φιλόπτωχον γὰρ καὶ συμπαθὲς τὸ τῶν | 217 | |
5 | ἀνθρώπων γένος. οὗτοι δὲ καὶ τὸν ἀνθρώπων λογισμὸν ἀπώλεσαν. καὶ οἱ πάσχοντες ἂν ηὔξαντο παρ’ ἑτέρων εὖ παθεῖν, αὐτοὶ τοῦτο παθεῖν τοὺς ἄλλους οὐκ ἐπέτρεπον ἔχοντες τὴν τῶν δικαστῶν καὶ μάλιστα τὴν παρὰ τοῦ δουκὸς ἐπιτριβὴν καὶ ἐξουσίαν. | |
63.1 | Ἃ γὰρ καὶ τοῖς πρεσβυτέροις καὶ διακόνοις πεποιήκασι, καὶ πῶς αὐτοὺς ἐπὶ τοῦ δου‐ κὸς καὶ τῶν δικαστῶν ἐφυγάδευσαν καταφέροντες ἐκ τῶν οἴκων τοὺς οἰκείους αὐτῶν διὰ τῶν στρατιωτῶν καὶ τοῦ στρατηγοῦ Γοργονίου καὶ πληγαῖς κατακόπτοντος, καὶ πῶς αὐτῶν (τό γε πάντων ὠμότερον) καὶ τῶν ἤδη τετελευτηκότων τοὺς ἄρτους μεθ’ ὅσης ὕβρεως | |
5 | διήρπασαν, οὐκ ἔστιν οὐδὲ λόγῳ φράσαι νικώσης τῆς ὠμότητος αὐτῶν τὴν ἐκ τῶν λόγων | |
63.2 | διήγησιν. τί γὰρ ἄν τις εἰπὼν εἰρηκέναι δόξειεν; ἢ ποίου πρώτου μνημονεύσας, οὐχ εὑρίσκει τὰ δεύτερα δεινότερα, τῶν δευτέρων τὰ μετὰ ταῦτα; πάντα γὰρ αὐτῶν τὰ ἐπιχει‐ ρήματα καὶ τὰ ἀσεβήματα φόνου καὶ ἀσεβείας πεπλήρωται. καὶ οὕτως εἰσὶ πανοῦργοι τὴν γνώμην καὶ ποικίλοι τὸν τρόπον, ὡς καὶ ἐπαγγελίᾳ προστασίας καὶ δόσει χρημάτων ἐπι‐ | |
5 | χειρεῖν ἀπατᾶν, ἵν’, ἐπεὶ μὴ ἐξ εὐλόγων ἔχουσι τὴν σύστασιν, κἂν ἐκ τούτων δόξωσι φαν‐ τασίαν τινὰ τοῖς ἀκεραίοις ἐμποιεῖν. | |
64.1 | Τίς οὖν ἔτι τούτους κἂν ἐθνικοὺς καλέσειεν ἁπλῶς, μήτιγε Χριστιανούς; τίς τούτων τὸν τρόπον ἀνθρώπινον καὶ μὴ μᾶλλον τοῦτον θηριώδη ὑπολάβοι διά τε τὸ ὠμὸν καὶ τὸ ἄγριον τῆς πράξεως; καὶ γὰρ καὶ δημίων εἰσὶ πονηρότεροι καὶ τῶν ἄλλων αἱρέσεων τολμη‐ | |
64.2 | ρότεροι. Ἑλλήνων γὰρ πολὺ δεύτεροι, μᾶλλον δὲ καὶ μακρὰν αὐτῶν τυγχάνουσιν. ἐγὼ γὰρ ἤκουσα τῶν πατέρων καὶ πιστὸν ἡγοῦμαι τὸν ἐκείνων λόγον ὅτι τὸ πρῶτον, ὅτε γέ‐ γονε καὶ ἐπὶ Μαξιμιανῷ τῷ πάππῳ Κωνσταντίου διωγμός, Ἕλληνες ἔκρυπτον τοὺς ἀδελ‐ φοὺς ἡμῶν τοὺς Χριστιανοὺς ζητουμένους. καὶ πολλάκις ἀπώλεσαν αὐτοὶ χρήματα δεσμω‐ | |
5 | τηρίων τε ἐπειράθησαν, ἵνα μόνον τῶν φευγόντων μὴ γένωνται προδόται, ὡς γὰρ ἑαυτοὺς | |
64.3 | ἐφύλαττον τοὺς προσφεύγοντας καὶ κινδυνεύειν πρὸ αὐτῶν ἐβουλεύοντο. ἀλλὰ νῦν οἱ θαυμαστοὶ οὗτοι, οἱ τῆς νέας αἱρέσεως ἐφευρεταί, ἐκ μηδενὸς ἑτέρου ἢ ἐκ τοῦ ἐπιβουλεύειν ἐπιγινωσκόμενοι πάντα τἀναντία πράττουσιν. αὐτοί τε γὰρ δι’ ἑαυτῶν δήμιοι γιγνό‐ μενοι πάντας ζητοῦσι παραδιδόναι καὶ τοὺς κρύπτοντας ἐπιβουλεύεσθαι ποιοῦσιν ἴσον | |
5 | ἐχθρὸν ἡγούμενοι τόν τε κρύπτοντα καὶ τὸν κρυπτόμενον· οὕτως εἰσὶ φονευταὶ καὶ τὴν Ἰούδα πονηρίαν ἐξήλωσαν οἱ κακοῦργοι. | |
65.1 | Καὶ οὐκ ἔστι κατ’ ἀξίαν ὧν διαπράττονται κακῶν εἰπεῖν ἢ τοῦτο μόνον ὅτι γρά‐ φοντά με καὶ θέλοντα καταλέγειν τῆς πονηρίας ἐκείνων τὰς πράξεις ὑπεισέρχεται νοεῖν, μὴ ἆρα τῆς ἐν ταῖς Παροιμίαις «βδέλλης ἡ τετάρτη θυγάτηρ» ἐστὶν ἡ αἵρεσις αὕτη, ἥτις μετὰ τὰς τοσαύτας ἀδικίας καὶ τοὺς τοσούτους φόνους οὐκ εἶπεν ‘ἀρκεῖ‘. ἔτι γὰρ νεανιεύεται· | |
5 | καὶ τοὺς μὲν μηδέπω γνωσθέντας αὐτῇ περιέρχεται ζητοῦσα, οὓς δὲ ἔφθασεν ἀδικῆσαι, | |
65.2 | πάλιν ἐπαδικεῖν σπουδάζει. ἰδοὺ γὰρ μετὰ τὴν νυκτερινὴν ἔφοδον, μετὰ τὰ ἐξ | |
αὐτῆς γενόμενα κακά, μετὰ τὸν δι’ Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ ἐξο‐ | 218 | |
65.3 | ρισμοῦ γένηται καὶ λοιπὸν οἱ μὴ πειθόμενοι ταῖς ἀσεβείαις αὐτῶν ἀναιρῶνται. οὕτω γὰρ καὶ νῦν καταθρασυνόμενοι Σεκοῦνδος μὲν ὁ παγκάκιστος Πενταπολίτης καὶ ὁ τού‐ του συνωμότης Στέφανος εἰδότες ὅτι, κἂν ἀδικῶσιν, ἔχουσι πρὸς ἀπολογίαν τὴν αἵρεσιν· ἐπειδὴ μὴ πειθόμενον αὐτοῖς ἐν Βάρκῃ πρεσβύτερον ἑωράκασι, Σεκοῦνδος δὲ ἐκαλεῖτο, | |
5 | (ὁμώνυμος μὲν οὐχ ὁμόπιστος δὲ τῷ αἱρετικῷ), ἀπέκτειναν λακτίσμασιν αὐτόν. καὶ ὁ μὲν ἀναιρούμενος ἐμιμεῖτο τὸν ἅγιον λέγων· ‘μηδείς με παρὰ δικασταῖς ἐκδικείτω· ἔχω τὸν ἐκδικοῦντά με κύριον, δι’ ὃν καὶ ταῦτα πάσχω παρ’ αὐτῶν‘, οἱ δὲ οὔτε λέγοντα ἠλέουν οὔτε τὰς ἡμέρας ἐδυσωποῦντο· ἐν αὐτῇ γὰρ τῇ τεσσαρακοστῇ λακτίζοντες ἀπέκ‐ τειναν τὸν ἄνθρωπον. | |
66.1 | Ὦ καινῆς αἱρέσεως ὅλον ἐνδυσαμένης τὸν διάβολον ἐν ἀσεβείᾳ καὶ πράξει. ἄρτι γὰρ πρῶτον ἐπενοήθη τοῦτο τὸ κακόν. εἰ δὲ καί τινες ἐδόκουν ποτὲ περὶ αὐτῆς λογίζεσθαι, | |
66.2 | ἀλλ’ ἔκρυπτον καὶ ἐλάνθανον ταῦτα φρονοῦντες. Εὐσέβιος δὲ καὶ Ἄρειος ὡς ὄφεις ἐξελθόντες ἀπὸ φωλεοῦ τὸν ἰὸν τῆς ἀσεβείας ταύτης ἐξήμεσαν. καὶ ὁ μὲν Ἄρειος τὴν τοῦ βλασφημεῖν ἐκ φανεροῦ τόλμην ἀνεδέξατο, ὁ δὲ Εὐσέβιος τὴν ταύτης προστασίαν. ἀλλ’ οὐ πρότερον ἴσχυσε προστῆναι τῆς αἱρέσεως εἰ μή, καθὰ προεῖπον, βασιλέα εὗρε προστάτην | |
66.3 | ταύτης. οἱ μὲν οὖν πατέρες ἡμῶν οἰκουμενικὴν σύνοδον πεποιήκασι καὶ τριακόσιοι πλεῖον ἢ ἔλαττον ἐπίσκοποι συνελθόντες κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν καὶ ἀπεφήναντο πάντες ἀλλοτρίαν αὐτὴν καὶ ξένην τῆς ἐκκλησιαστικῆς πίστεως εἶναι, οἱ δὲ προστάται ταύτης ὁρῶντες ἑαυτοὺς λοιπὸν ἀσχημονοῦντας καὶ μηδὲν εὔλογον ἔχοντας ἄλλην ὁδὸν | |
5 | ἐπενόησαν 〈καὶ〉 διὰ τῆς ἔξωθεν ἐξουσίας ἐκδικεῖν ταύτην ἐπεχείρησαν· ἐφ’ ᾧ μᾶλλον ἄν τις αὐτῶν θαυμάσειε τὸ καινὸν καὶ πονηρὸν ἐπιτήδευμα, καὶ πῶς ὑπερβάλλουσι τὰς ἄλλας | |
66.4 | αἱρέσεις. τῶν μὲν γὰρ ἄλλων αἱρέσεων τὰ ἐφευρήματα ἐν πιθανότητι ῥημάτων ἔχει τὴν μανίαν πρὸς ἀπάτην τῶν ἀκεραίων. καὶ Ἕλληνες μέν, ὡς εἶπεν ὁ ἀπόστολος, ἐν ὑπερο‐ χῇ καὶ πειθοῖ λόγων καὶ σοφίσμασι πιθανοῖς ἐπιχειροῦσιν, Ἰουδαῖοι δὲ ἀφέντες τὰς θείας γραφὰς λοιπόν, ὡς εἶπεν ὁ ἀπόστολος, «ἐν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις» ἔχουσι τὴν | |
5 | ἔριν. Μανιχαῖοι γὰρ καὶ Οὐαλεντῖνοι σὺν αὐτοῖς καὶ ἄλλοι καπηλεύοντες τὰς θείας γραφὰς | |
66.5 | τοῖς ἑαυτῶν ἐπιπλάστοις λόγοις μυθολογοῦσιν. οἱ δὲ Ἀρειανοὶ τῶν μὲν ἄλλων αἱρέ‐ σεών εἰσι τολμηρότεροι καὶ μικροτέρας ἑαυτῶν ἀδελφὰς ἀπέδειξαν ἐκείνας πλέον αὐτῶν ἀσεβοῦντες, καθάπερ εἴρηται, καὶ πάντας, μάλιστα δὲ τοὺς Ἰουδαίους ζηλώσαντες ἐν πο‐ νηρίᾳ. ὡς γὰρ ἐκεῖνοι μὴ δυνάμενοι τὸν Παῦλον ἐλέγξαι περὶ ὧν ἐπροφασίζοντο εὐθὺς | |
5 | ἤγαγον αὐτὸν πρὸς τὸν χιλίαρχον καὶ τὸν ἡγεμόνα, οὕτως οὗτοι καὶ πλέον ἐκείνων ἐπινο‐ οῦντες τῇ ἐξουσίᾳ μόνῃ τῶν δικαστῶν κέχρηνται. καὶ μόνον τις αὐτοῖς ἀντείρηκεν, ἕλκεται πρὸς τὸν ἡγεμόνα ἢ τὸν στρατηλάτην. | |
67.1 | Καὶ αἱ μὲν ἄλλαι αἱρέσεις ἐλεγχόμεναι ταῖς ἀποδείξεσιν ὑπ’ αὐτῆς τῆς ἀληθείας σιωπῶσι μηδὲν πλέον ἢ ἐντρεπόμεναι τοῖς ἐλέγχοις, ἡ δὲ νέα καὶ μυσαρὰ τούτων αἵρεσις, ὅταν ἀνατραπῇ τοῖς λόγοις, ὅταν ὑπ’ αὐτῆς τῆς ἀληθείας αἰσχυνθεῖσα πέσῃ, λοιπὸν οὓς μὴ δεδύνηται πεῖσαι λόγοις, τούτους τῇ βίᾳ καὶ πληγαῖς καὶ δεσμωτηρίοις ἕλκειν ἐπιχειρεῖ | |
67.2 | γνωρίζουσα ἑαυτὴν καὶ οὕτως, ὡς πάντα μᾶλλόν ἐστιν ἢ θεοσεβής. θεοσεβείας μὲν γὰρ ἴδιον μὴ ἀναγκάζειν, ἀλλὰ πείθειν, ὥσπερ εἴπαμεν. καὶ γὰρ ὁ κύριος αὐτὸς οὐ βιαζόμενος, ἀλλὰ τῇ προαιρέσει διδοὺς ἔλεγε πᾶσι μέν· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν», τοῖς δὲ μαθηταῖς· | 219 |
67.3 | «μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν»; αὕτη παντελῶς ἀλλοτρία τῆς θεοσεβείας ἐστί. τί ποιεῖν αὐτὴν ἐχρῆν ἢ τἀναντία τοῦ σωτῆρος ὡς χριστομάχον ἡγεμόνα τῆς ἀσεβείας ἐπιγραφο‐ μένην Κωνστάντιον ὡς αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς | |
5 | ἐπισιτισμὸν τῷ Δαυίδ, κελεύει καὶ ἀναιροῦνται πάντες τὸν ἀριθμὸν ὄντες τριακόσιοι καὶ πέντε, οὗτος δέ, ἐπειδὴ τὴν μὲν αἵρεσιν πάντες φεύγουσιν, ἡ δὲ ὑγιαίνουσα πίστις ἡ εἰς τὸν κύριον ὡμολογήθη, τριακοσίων ὅλων σύνοδον ἐπισκόπων ἀναιρεῖ. καὶ τοὺς μὲν ἐπι‐ σκόπους αὐτοὺς ἐξορίζει, τοὺς δὲ λαοὺς ἐμποδίζει μελετᾶν τὴν εὐσέβειαν καὶ εὔχεσθαι τῷ | |
67.4 | θεῷ κωλύων αὐτῶν τὰς συναγωγάς. καὶ ὥσπερ Σαοὺλ κατέσκαψε «τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων», οὕτως οὗτος καὶ πλέον τὸ κακὸν αὐξάνων τὰς ἐκκλησίας τοῖς ἀσεβοῦσι παραδέδωκε καὶ ὡς ἐκεῖνος Δωὴκ τὸν διαβαλόντα προτετίμηκε τῶν ἀληθῶς ἱερέων τόν τε Δαυὶδ ἐδίωκε προσέχων τοῖς Ζιφαίοις, οὕτως οὗτος τοὺς μὲν αἱρετικοὺς προκρίνει τῶν εὐ‐ | |
5 | σεβῶν, τοὺς δὲ φεύγοντας αὐτὸν ἔτι διώκει προσέχων τοῖς θλαδίαις ἑαυτοῦ, τοῖς καὶ δια‐ βάλλουσι τοὺς ὀρθοδόξους μὴ συνορῶν, ὡς ὅσα δ’ ἂν ὑπὲρ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πράττῃ τε καὶ γράφῃ, ταῦτα κατὰ τοῦ σωτῆρος ἔχει τὴν ἐπιχείρησιν. | |
68.1 | Οὐχ οὕτως Ἀχαὰβ κατὰ τῶν ἱερέων τοῦ θεοῦ γέγονεν, ὡς οὗτος κατὰ τῶν ἐπισκό‐ πων τετόλμηκεν. ὅλως γὰρ ἐκεῖνος καὶ φονευθέντος τοῦ Ναβουθαὶ «κατενύγη» καὶ τὸν Ἠλίαν ἑωρακὼς ἐφοβήθη, οὗτος δὲ οὐδὲ τὸν τηλικοῦτον Ὅσιον ᾐδέσθη οὐδὲ τοὺς το‐ σούτους ἐπισκόπους ἐξορίσας ἐνάρκησεν ἢ κἂν κατενύγη, ἀλλ’ ὡς ἄλλος Φαραὼ μᾶλλον | |
68.2 | ἐπιτριβόμενος σκληρύνεται καὶ χείρονα καθημέραν ἐπενόει. καὶ ἔστιν αὐτοῦ τοῦτο παράδοξον τῆς πονηρίας. τῶν γὰρ ἐπισκόπων ἐξοριζομένων συνέβαινε καὶ ἄλλους τινὰς δι’ ἐγκλήματα φόνου ἢ στάσεως ἢ κλοπῆς κατὰ τὴν τοῦ ἐγκλήματος ποιότητα λαμβάνειν τὴν καταδίκην, καὶ τούτους μὲν μετὰ μῆνας ὀλίγους ἀξιούμενος ὡς τὸν | |
5 | Βαραββᾶν Πιλᾶτος ἀπέλυε, τοὺς δὲ τοῦ Χριστοῦ δούλους οὐκ ἠφίει, ἀλλὰ καὶ μᾶλλον ἀνηλεῶς κατεδίκαζεν ἐν τοῖς ἐξορισμοῖς ἀθάνατον κακὸν γιγνόμενος εἰς αὐτούς. τῶν μὲν γὰρ διὰ τὸν τρόπον φίλος ἦν, τῶν ὀρθοδόξων δὲ διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν | |
68.3 | ἐχθρὸς ἐτύγχανεν. ἆρ’ οὖν οὐ πᾶσιν ἐκ τούτου λευκῶς ἐδείκνυεν ὅτι καὶ τότε οἱ Ἰουδαῖοι τὸν μὲν Βαραββᾶν αἰτησάμενοι, τὸν δὲ κύριον σταυρώσαντες τοιοῦτοι ἦσαν, οἷοι καὶ νῦν οἱ μετὰ Κωνσταντίου χριστομάχοι; καὶ τάχα πικρότερος οὗτος ἢ Πιλᾶτος. ὁ μὲν γὰρ κἂν ἐνίψατο συνορῶν τὴν ἀδικίαν, οὗτος δὲ καὶ μᾶλλον τρίζει τοὺς ὀδόντας | |
5 | ἐξορίζων τοὺς ἁγίους. | |
69.1 | Τί δὲ θαυμαστόν, εἰ πλανηθεὶς εἰς ἀσέβειαν οὕτω κατὰ τῶν ἐπισκόπων ἐστιν ὠμός, | |
ὅπου γε οὐδὲ τῆς ἰδίας συγγενείας ὡς ἄνθρωπος ἐφείσατο; τοὺς μὲν γὰρ θείους κατέσφαξε καὶ τοὺς ἀνεψίους ἀνεῖλε, καὶ πενθερὸν μέν, ἔτι τὴν θυγατέρα γαμῶν αὐτοῦ, συγγενεῖς δὲ πάσχοντας οὐκ ἠλέησεν, ἀλλὰ καὶ ὅρκων ἀεὶ πρὸς πάντας παραβάτης γέγονεν. οὕτω | 220 | |
5 | γὰρ καὶ εἰς τὸν ἀδελφὸν ἀσεβεῖν τετόλμηκε· καὶ προσποιεῖται μὲν οἰκοδομεῖν αὐτῷ μνημεῖον, τὴν δὲ μνηστὴν αὐτοῦ τὴν Ὀλυμπιάδα βαρβάροις ἐκδέδωκεν, ἣν ἐκεῖνος μέχρι | |
69.2 | τελευτῆς ἐφύλαττε καὶ ὡς ἰδίαν ἀνέτρεφεν ἑαυτῷ γυναῖκα. καὶ τὴν γνώμην δὲ αὐτοῦ παραλύειν ἐπεχείρησεν, οὗ καὶ κληρονόμος εὔχεται εἶναι γράφων τοιαῦτα, ἐφ’ οἷς καὶ ὀλίγην αἴσθησιν ἔχων ἄν τις ᾐσχύνθη. ἐγὼ δὲ συμβάλλων αὐτοῦ τὰς ἐπιστολὰς εὑρίσκω τοῦτον μὴ κατὰ φύσιν ἔχοντα τὰς φρένας, ἀλλὰ μόνον πρὸς τοὺς ὑποβάλλοντας κινού‐ | |
5 | μενον, ἴδιον δὲ νοῦν καθόλου μὴ ἔχοντα. ὁ μὲν οὖν Σολομών φησι· «βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ’ αὐτὸν παράνομοι», οὗτος δὲ ἐξ ὧν ποιεῖ, δείκνυσιν ἑαυτὸν ἐκεῖνον εἶναι τὸν ἄδικον καὶ τοὺς περὶ αὐτὸν παρανόμους. | |
70.1 | Πότε οὖν οὗτος τοιοῦτος ὢν καὶ τοιούτοις χαίρων δύναταί τι δίκαιον ἢ κατὰ λόγον φρονῆσαι; ἄνθρωπος δεδεμένος τῇ τῶν συνόντων παρανομίᾳ καὶ τούτων ὄντων ἐπᾳ‐ δόντων, οἵτινες τὸν ἐγκέφαλον μᾶλλον ἐν ταῖς πτέρναις καταπεπατημένον ἔχουσι. διὰ τοῦτο γὰρ καὶ γράφει καὶ γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν | |
5 | τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. | |
70.2 | οὕτω δὲ τοῦτον ὄντα τοιοῦτον οἰκτείρειεν ἄν τις μᾶλλον δικαίως, ὅτι μετ’ ἐλευθέρου σχήματος καὶ ὀνόματος δοῦλός ἐστι τῶν ἑλκόντων αὐτὸν πρὸς τὴν ἰδίαν ἡδονὴν τῆς ἀσεβείας. ἀμέλει τὸ ἀνόητον καὶ κέπφον, ὡς εἶπεν ἡ γραφή, καθηκεύειν θέλων ἄλλοις ἑαυτὸν εἰς καταδίκην τῇ μελλούσῃ κρίσει τοῦ πυρὸς παρανάλωμα δέδωκεν. ἤδη πράττων, | |
5 | ἃ θέλουσιν ἐκεῖνοι, καὶ προπίνων αὐτοῖς τήν τε κατὰ τῶν ἐπισκόπων ἐπιβουλὴν καὶ | |
70.3 | τὴν τῶν ἐκκλησιῶν ἐξουσίαν. ἰδοὺ γὰρ καὶ νῦν πάλιν ἐτάραξε τὰς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας καὶ τὰς ἐν Αἰγύπτῳ καὶ Λιβύαις πάσας, καὶ φανερῶς προσέταξε τοὺς μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς εὐσεβείας ἐπισκόπους ἐκβάλλεσθαι τῶν ἐκκλησιῶν, τοῖς | |
70.4 | δὲ τὰ Ἀρείου φρονοῦσι πάσας αὐτὰς παραδίδοσθαι. τοῦτό τε ποιεῖν ὁ στρατηλάτης ἤρξατο. καὶ λοιπὸν ἐπίσκοποι δέσμιοι πρεσβύτεροί τε καὶ μονάζοντες σεσιδηρωμένοι καὶ πληγαῖς κατακοπέντες ἴσα θανάτῳ παρεπέμφθησαν πάντα τε κατὰ τόπον τετά‐ ρακται· καὶ ἡ Αἴγυπτος καὶ Λιβύη πᾶσα κινδυνεύει τῶν λαῶν δυσανασχετούντων | |
5 | ἐπὶ τῷ παρανόμῳ προστάγματι τούτῳ καὶ βλεπόντων τὴν τοῦ ἀντιχρίστου παρα‐ σκευὴν καὶ τὰ ἴδια ἀπ’ αὐτῶν μὲν ἁρπαζόμενα, τοῖς δὲ αἱρετικοῖς ἐκδιδόμενα ταῦτα. | |
71.1 | Πότε οὖν ἠκούσθη τοσαύτη παρανομία; πότε τι τοιοῦτον κἂν ἐν διωγμῷ γέγονε κακόν; Ἕλληνες γεγόνασιν οἱ πρότερον διώξαντες, ἀλλ’ οὐκ εἰς τὰς ἐκκλησίας εἰσήνεγκαν | |
τὰ εἴδωλα. Ἰουδαία ἦν Ζηνοβία καὶ Παύλου προέστη τοῦ Σαμοσατέως, ἀλλ’ οὐ δέδωκε τὰς ἐκκλησίας τοῖς Ἰουδαίοις εἰς συναγωγάς. καινόν ἐστι τοῦτο μύσος· οὐκ ἔστιν ἁπλῶς | 221 | |
5 | διωγμός, ἀλλὰ διωγμοῦ μὲν πλέον, προοίμιον δὲ καὶ παρασκευὴ τοῦ ἀντιχρίστου. | |
71.2 | ἔστω γὰρ καὶ κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων, οὓς ἐξώρισαν, προ‐ φάσεις ἐπλάσαντο ψευδεῖς, τί πρὸς τὸ καινὸν ἐπιτήδευμα τοῦτο; ποίαν ἄρα πρόφασιν ἔχουσι κατὰ πάσης τῆς Αἰγύπτου καὶ Λιβύης καὶ Πενταπόλεως εἰπεῖν; οὐδὲ γὰρ καθ’ ἕκαστον ἐπιβουλεύειν ἤρξαντο, ἵνα κἂν ψεύσασθαι δυνηθῶσιν, ἀλλ’ ἀθρόως πᾶσιν | |
71.3 | ἐπέθεντο, ἵνα, κἂν θέλωσι πλάσασθαι, καταγνωσθῶσιν. ἐτύφλωσε γοῦν αὐτῶν ἐν τούτοις τὴν διάνοιαν ἡ κακία, καὶ πάντας ἁπλῶς τοὺς ἐπισκόπους ἀπροφασίστως ἠξίωσαν ἐκβάλλεσθαι, ἵνα δείξωσιν ὅτι κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων οὓς ἐξώρισαν προφάσεις ἐπλάσαντο ψευδεῖς δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν μιαρὰν αἵρεσιν | |
5 | τῶν χριστομάχων Ἀρειανῶν. τοῦτο γὰρ λοιπὸν οὐκέτι κέκρυπται, ἀλλὰ πᾶσι μάλιστα | |
71.4 | νῦν γέγονε φανερόν. Ἀθανάσιον μὲν γὰρ προσέταξεν ἐκβάλλεσθαι τῆς πόλεως, ἐκείνοις δὲ παραδέδωκε τὰς ἐκκλησίας. καὶ οἱ μὲν πρεσβύτεροι καὶ οἱ διάκονοι οἱ μετ’ αὐτοῦ ἀπὸ Πέτρου καὶ Ἀλεξάνδρου τυγχάνοντες ἐκβάλλονται καὶ φυγαδεύονται, οἱ δὲ ἀληθῶς Ἀρειανοὶ οἱ μὴ ἔξωθεν ἀληθῶς ὑπονοούμενοι, ἀλλ’ οἱ ἐξ ἀρχῆς διὰ τὴν | |
5 | αἵρεσιν ἐκβληθέντες μετ’ αὐτοῦ τοῦ Ἀρείου παρὰ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἐν μὲν τῇ ἄνω Λιβύῃ Σεκοῦνδος, ἐν δὲ τῇ Ἀλεξανδρείᾳ Εὐζώιος ὁ Χαναναῖος καὶ Ἰούλιος καὶ Ἄμμων Μάρκος τε καὶ Εἰρηναῖος καὶ Ζώσιμος καὶ Σαραπίων ἐπίκλην Πελύκων καὶ ἐν Λιβύῃ Σισίννιος καὶ οἱ σὺν αὐτῷ νεώτεροι συνασεβοῦντες αὐτοῖς, οὗτοι τὰς ἐκκλησίας παρειλήφασιν. | |
72.1 | Καὶ ὁ μὲν στρατηλάτης Σεβαστιανὸς ἔγραψε τοῖς κατὰ τόπον πραιποσίτοις καὶ στρατιωτικαῖς ἐξουσίαις, καὶ οἱ μὲν ἀληθῶς ἐπίσκοποι ἐδιώχθησαν, οἱ δὲ τὰ τῆς ἀσεβείας | |
72.2 | φρονοῦντες ἀντ’ ἐκείνων εἰσήχθησαν. καὶ ἐξώρισαν μὲν ἐπισκόπους γηράσαντας ἐν τῷ κλήρῳ καὶ πολυετεῖς ἐν τῇ ἐπισκοπῇ ἀπὸ Ἀλεξάνδρου ὄντας τοῦ ἐπισκόπου, Ἀμ‐ μώνιον μὲν καὶ Ἑρμῆν καὶ Ἀνάγαμφον καὶ Μάρκον εἰς τὴν ἄνω Ὤασιν, Μοῦιν δὲ καὶ Ψενόσιριν καὶ Νειλάμμωνα καὶ Πλήνην καὶ Μάρκον καὶ Ἀθηνόδωρον εἰς τὴν Ἀμμωνιακὴν | |
72.3 | δι’ οὐδὲν ἕτερον, ἢ ἵνα διὰ τῶν ἐρήμων διερχόμενοι τελευτήσωσι. καὶ γὰρ οὐδὲ νο‐ σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακολουθεῖν αὐτοῖς τὰ ἐντάφια. ἀπέθανε | |
72.4 | γοῦν εἷς ἐξ αὐτῶν, καὶ οὐδὲ τὸ σῶμα συνεχώρησαν ἀποφέρεσθαι τοῖς ἰδίοις. διὰ τοῦτο καὶ Δρακόντιον μὲν ἐπίσκοπον εἰς τὰ ἔρημα περὶ τὸ Κλύσμα ἐξώρισαν, Φίλωνα δὲ εἰς Βαβυλῶνα καὶ Ἀδέλφιον εἰς Ψίναβλα τῆς Θηβαίδος Ἱέρακά τε καὶ Διόσκορον τοὺς πρεσβυτέρους εἰς Σοήνην ἐξώρισαν. καὶ Ἀμμώνιον μὲν καὶ Ἀγαθὸν καὶ Ἀγαθο‐ | 222 |
5 | δαίμονα καὶ Ἀπολλώνιον καὶ Εὐλόγιον καὶ Ἀπολλὼ καὶ Παφνούτιον καὶ Γάιον καὶ Φλάβιον, ἀρχαίους ἐπισκόπους, καὶ Διόσκορον καὶ Ἀμμώνιον καὶ Ἡρακλείδην καὶ Ψάιν, | |
72.5 | πάλιν ἐπισκόπους, ἐφυγάδευσαν. καὶ τοὺς μὲν εἰς λειτουργίαν παραδεδώκασι, τοὺς δὲ ἐδίωξαν ἀναιρῆσαι θέλοντες ἄλλους τε πολλοὺς διήρπασαν. καὶ λαικοὺς μὲν μʹ καὶ παρθένους πρότερον παρὰ πῦρ στήσαντες αὐτὰς ἐξώρισαν. οὕτω κόψαντες πληγαῖς ταῖς ἀπὸ φοινίκων ῥάβδοις, ὡς μετὰ ἡμέρας πέντε τὰς μὲν αὐτῶν ἀποθανεῖν, τὰς δὲ | |
5 | χειρουργεῖσθαι διὰ τοὺς ἐμπαγέντας ἐν τοῖς μέλεσι σκόλοπας καὶ μείζονας θανάτου τὰς βασάνους ὑπομένειν· καὶ τό γε δεινότερον παντὶ μὲν ἰσχύοντι, οἰκεῖον δὲ τῶν ἀσεβῶν. ἐπειδὴ κοπτόμεναι τὸν Χριστὸν ἐπεκαλοῦντο, μειζόνως ἔτριζον κατ’ αὐτῶν τοὺς ὀδόντας. | |
72.6 | ἀμέλει οὐδὲ τὰ σώματα τῶν ἀπογιγνομένων ἀπεδίδουν τοῖς ἰδίοις εἰς ταφήν, ἀλλ’ ἔκρυ‐ πτον, ἵνα δόξωσι λανθάνειν τὴν ἀνδροφονίαν. ἀλλ’ οὐκ ἔλαθον, πᾶσα γὰρ ἡ πόλις ἑώρακε καὶ πάντες ὡς δημίους, ὡς κακούργους καὶ λῃστὰς ἀπεστρέφοντο. καὶ γὰρ καὶ μοναστήρια κατέστρεψαν καὶ εἰς πῦρ ἐμβαλεῖν μοναχοὺς ἐπείρασαν καὶ διήρπασαν οἴκους | |
5 | καὶ παραθήκας τεθείσας παρὰ τοῦ ἐπισκόπου εἰς οἶκον ἐλευθέρων ἐπεισελθόντες ἥρπασαν καὶ ἀπεστέρησαν, τὰς χήρας κατὰ πελμάτων ἔκοπτον καὶ τὰς ἐλεημοσύνας ἐκώλυον. | |
73.1 | Τοιαῦτα μὲν οὖν τὰ πονηρεύματα τῶν Ἀρειανῶν. οἷα δὲ αὐτῶν καὶ τὰ τῆς ἀθεό‐ τητος ἐπιχειρήματα, τίς ἀκούσας οὐ φρίξειε; τοὺς μὲν γὰρ τηλικούτους γέροντας καὶ πολυετεῖς ἐπισκόπους ἐξορισθῆναι πεποιήκασιν, ἀντὶ δὲ τούτων νεωτέρους ἀσελγεῖς Ἕλληνας μήτε κατηχηθέντας, δόξαντες εὐθὺς περαίνειν, καὶ ἄλλους διγυναίους καὶ ἐπὶ | |
5 | μείζοσιν αἰτίαις ἐγκαλουμένους διὰ τὸν περὶ αὐτοὺς πλοῦτον καὶ τὴν ἐκ τῆς πολιτείας δυναστείαν, χρυσίον διδόντας, ὡς ἀπὸ πωλητηρίου ἀπέστελλον αὐτοὺς ὀνομάσαντες | |
73.2 | ἐπισκόπους. καὶ λοιπὸν τοῖς λαοῖς δεινοτέρα ἐγίγνετο ἡ συμφορά. ἀποστρεφόμενοι γὰρ τοὺς μισθωτοὺς ἐκείνων καὶ ἀλλοτρίους ἑαυτῶν ἐμαστίζοντο, ἐδημεύοντο, εἰς τὰ δεσμωτήρια κατεκλείοντο παρὰ τοῦ στρατηλάτου. ἐποίει γὰρ τοῦτο προθύμως Μανι‐ χαῖος ὤν, ἵνα τοὺς μὲν ἰδίους μὴ ἐπιζητῶσιν, οὓς δὲ ἀπεστρέφοντο δέχωνται ἀνθρώπους | |
5 | τοιαῦτα πράττοντας, οἷα καὶ πρὸ τούτου ἐν τοῖς εἰδώλοις ἔπαιζον. | 223 |
74.1 | Τίς οὖν ταῦτα βλέπων ἢ ἀκούων, τίς ὁρῶν τὴν ἀλαζονείαν τῶν ἀσεβῶν καὶ τοσαύτην ἀδικίαν, εἰ δίκαιός ἐστιν, οὐ στενάξειεν; «ἐν τόποις γὰρ ἀσεβῶν στένουσι δίκαιοι». τίς τούτων γιγνομένων καὶ τῆς ἀσεβείας τοσαύτην ἀναισχυντίαν λαβούσης ἔτι τολμᾷ λέγειν Κοστύλλιον Χριστιανὸν καὶ οὐ μᾶλλον ἀντιχρίστου τὴν εἰκόνα; τί γὰρ τῶν | |
5 | τούτου γνωρισμάτων παραλέλοιπεν; ἢ πῶς οὐ πανταχόθεν οὗτος ἐκεῖνος εἶναι νομισθή‐ | |
74.2 | σεται, κἀκεῖνος τοιοῦτος ἂν ὑπονοηθείη, οἷός ἐστιν οὗτος; οὐ τὰς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ ἐν τῷ Καισαρείῳ γινομένας θυσίας καὶ κατὰ Χριστοῦ βλασφημίας ὡς ἐξ ἐντολῆς αὐτοῦ πεποιήκασιν Ἀρειανοί τε καὶ Ἕλληνες; οὐχ ἡ ὅρασις τοῦ Δανιὴλ οὕτως σημαίνει τὸν ἀντίχριστον ὅτι «ποιήσει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἰσχύσει πρὸς αὐτοὺς» | |
5 | καὶ ὑπεροίσει ἐν κακοῖς πάντας τοὺς ἔμπροσθεν «καὶ τρεῖς βασιλεῖς ταπεινώσει καὶ λόγους | |
74.3 | πρὸς τὸν ὕψιστον λαλήσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιρὸν καὶ νόμον»; τίς οὖν ἄλλος πώποτε τοιαῦτα ἐπεχείρησε πρᾶξαι ἢ μόνος Κωνστάντιος; οὗτος γὰρ τοιοῦτός ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά‐ μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς ἐπισκόπους, | |
74.4 | εἰ καὶ πρὸς ὀλίγον ἐπὶ τῇ ἑαυτοῦ ἀπωλείᾳ ταύτην τὴν ἐξουσίαν ἔχει. καὶ γὰρ οὗτος τοὺς πρὸ αὐτοῦ νενίκηκεν ἐν κακίᾳ καινὸν ἐπινοήσας τρόπον τοῦ διωγμοῦ. καὶ τρεῖς βασιλεῖς Βρετανίωνα καὶ Μαγνέντιον καὶ Γάλλον καθελὼν εὐθὺς προέστη τῆς ἀσεβείας. | |
74.5 | καὶ ὡς γίγας πρὸς τὸν ὕψιστον ἐτόλμησεν ἐπαρθῆναι τῇ ἀλαζονείᾳ. οὗτος ὑπενόησεν ἀλλοιῶσαι νόμον παραλύων τὴν μὲν τοῦ κυρίου διὰ τῶν ἀποστόλων διάταξιν, τὰ δὲ τῆς ἐκκλησίας ἀλλάττων ἔθη καὶ καινὸν αὐτὸς ἐπινοῶν τρόπον τῶν καταστάσεων. ἐξ ἄλλων γὰρ τόπων καὶ πρὸ πεντήκοντα μονῶν μετὰ στρατιωτῶν ἐπισκόπους ἀπο‐ | |
5 | στέλλει πρὸς τοὺς μὴ θέλοντας λαούς, καὶ ἀντὶ γνώσεως τῆς πρὸς τοὺς λαοὺς ἐκεῖνοι φέρουσι τὰς ἀπειλὰς καὶ τὰ πρὸς τοὺς δικαστὰς γράμματα. οὕτω Γρηγόριον ἀπὸ Καπ‐ παδοκίας ἔπεμψεν εἰς Ἀλεξάνδρειαν, καὶ εἰς μὲν τὸ Σίρμιον ἀπὸ Κυζίκου μετεπέμψατο | |
75.1 | Γερμίνιον, ἀπὸ δὲ τῆς Λαοδικείας Κεκρόπιον εἰς τὴν Νικομήδειαν ἀπέστειλεν. καὶ Αὐξέντιον μέν τινα φιλοπράγμονα μᾶλλον ἢ Χριστιανὸν ἀπὸ Καππαδοκίας εἰς Μεδιό‐ λανον μετεστείλατο, ἵν’, ἐπειδὴ τὸν ἐπίσκοπον τὸν ἐκεῖ Διονύσιον, ἄνθρωπον εὐλαβῆ, διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν ἐξώρισε, τοῦτον ἐκεῖ κελεύσῃ εἶναι, ἄνθρωπον μήπω μηδὲ | |
5 | τὴν Ῥωμαικὴν εἰδότα γλῶτταν ἢ μόνον ἀσεβεῖν. νῦν δὲ πάλιν Γεώργιόν τινα Καππα‐ δόκην ἄνθρωπον, ὑποδέκτην ἐν Κωνσταντινουπόλει ταμιακῶν γενόμενον καὶ σφετερι‐ σάμενον πάντα καὶ δι’ αὐτὸ τοῦτο φυγόντα, προσέταξεν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν | 224 |
75.2 | μετὰ στρατιωτικῆς φαντασίας καὶ τῆς τοῦ στρατηλάτου ἐξουσίας. εἶτα εὑρὼν Ἐπί‐ κτητόν τινα νεόφυτον καὶ νεώτερον θρασὺν ἠγάπησεν ὁρῶν αὐτὸν ἕτοιμον εἰς κακίαν καὶ δι’ αὐτοῦ οἷς ἐθέλει λοιπὸν ἐπισκόποις ἐπιβουλεύει· ἕτοιμος γὰρ ἐκεῖνός ἐστι πάντα ποιεῖν ἃ βούλεται βασιλεύς. τούτῳ γοῦν ὑπηρέτῃ χρώμενος καὶ ἐν τῇ Ῥώμῃ πεποίηκε | |
75.3 | παράδοξον καὶ ἀληθῶς ὁμοίωμα τῆς ἀντιχρίστου κακονοίας. ἀντὶ γὰρ τῆς ἐκκλησίας τὸ παλάτιον παρασκευάσας καὶ ἀντὶ τῶν λαῶν τρεῖς που θλαδίας ἑαυτοῦ πεποίηκε παρεῖ‐ ναι, καὶ λοιπὸν ἠνάγκασε τρεῖς κακοήθεις κατασκόπους (οὐ γὰρ ἄν τις ἐπισκόπους εἴποι) καταστῆσαι δῆθεν ἐπίσκοπον ἐν τῷ παλατίῳ Φήλικά τινα ἄξιον ἑαυτῶν. οἱ γὰρ λαοὶ | |
5 | πάντες εἰδότες τὴν παρανομίαν τῶν αἱρετικῶν οὔτε συνεχώρησαν αὐτοῖς εἰς τὰς ἐκκλησίας εἰσελθεῖν, ἀλλὰ μακρὰν ἀπ’ αὐτῶν ἀνεχώρησαν. | |
76.1 | Τί οὖν οὗτος τοῦ ἀντιχρίστου παραλέλοιπεν; ἢ τί πλέον ἐκεῖνος ἐλθὼν τούτου ποιήσειεν; ἢ πῶς ἐκεῖνος ἐλθὼν οὐχ εὑρήσει πρὸς ἀπάτην εὔκολον προετοιμασθεῖσαν αὐτῷ παρὰ τούτου τὴν ὁδόν; καὶ γὰρ πάλιν ἀντὶ τῶν ἐκκλησιῶν εἰς τὰ παλάτια πρὸς | |
76.2 | ἑαυτὸν τὰς κρίσεις προκαλεῖται. καὶ τούτων μὲν αὐτὸς ἐξάρχει· τὸ δὲ θαυμαστόν, ὅτι, κἂν θεωρήσῃ τοὺς κατηγόρους ἀποροῦντας, αὐτὸς ἀναδέχεται τὴν κατηγορίαν, | |
76.3 | ἵνα μηδὲ ἀπολογεῖσθαι λοιπὸν ἐξῇ τοῖς ἀδικουμένοις διὰ τὴν παρ’ αὐτοῦ βίαν. καὶ τοῦτο πεποίηκεν ἐν τοῖς κατὰ Ἀθανασίου. τὴν γὰρ Παυλίνου καὶ Λουκιφέρου καὶ Εὐσεβίου καὶ Διονυσίου τῶν ἐπισκόπων παρρησίαν βλέπων, καὶ ὡς ἐκ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος διήλεγχον τοὺς κατὰ τοῦ ἐπισκόπου λέγοντας καὶ συνεβού‐ | |
5 | λευον μηκέτι χρῆναι πιστεύεσθαι τοὺς περὶ Οὐάλεντα μεταγνόντας ἐφ’ οἷς λέγουσι νῦν, εὐθὺς ἀναστὰς εἶπεν· ‘ἐγὼ κατήγορός εἰμι νῦν Ἀθανασίου, δι’ ἐμὲ πιστεύσατε οἷς ἐὰν | |
76.4 | λέγωσιν οὗτοι‘. εἶτα ἐκείνων λεγόντων· ‘πῶς δύνασαι κατήγορος εἶναι μὴ παρόντος τοῦ κατηγορουμένου; εἰ γὰρ σὺ κατήγορος εἶ, ἀλλ’ ἐκεῖνος μὴ παρὼν οὐ δύναται κρί‐ νεσθαι. οὐ γὰρ Ῥωμαική ἐστιν ἡ κρίσις, ἵν’ ὡς βασιλεὺς πιστευθῇς, ἀλλὰ περὶ ἐπισκόπου ἐστὶ τὸ κρίμα. καὶ δεῖ τὴν κρίσιν ἴσην εἶναι τῷ κατηγοροῦντι καὶ τῷ κρινομένῳ. πῶς | |
5 | δὲ καὶ κατηγορεῖς; συνεῖναι γὰρ οὐκ ἠδύνασο τῷ μακράν σου τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ’ ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις, φαίνονται μᾶλλον οὗτοι διὰ σὲ λέγοντες ταῦτα | |
76.5 | καὶ εἰς σὴν χάριν κατηγοροῦντες Ἀθανασίου. ταῦτα ἀκούσας καὶ νομίσας ὕβριν εἶναι τὸ λεχθὲν ὀρθῶς ἐκείνους μὲν ἐξώρισε, κινηθεὶς δὲ κατὰ Ἀθανασίου ἀγριώτερον ἔγραψεν αὐτόν τε παθεῖν τὰ γενόμενα καὶ τοῖς Ἀρειανοῖς παραδοθῆναι τὰς ἐκκλησίας καὶ τούτοις ἐξεῖναι πράττειν ἃ βούλονται. | 225 |
77.1 | Δεινὰ μὲν οὖν καὶ πέρα δεινῶν τὰ τοιαῦτα, πρέπουσα δὲ πρᾶξις ὅμως τῷ σχη‐ ματιζομένῳ τὰ τοῦ ἀντιχρίστου. τίς γὰρ βλέπων αὐτὸν ἐξάρχοντα τῶν νομιζομένων ἐπισκόπων καὶ προκαθήμενον τῶν ἐκκλησιαστικῶν κρίσεων οὐκ ἀκολούθως ἂν εἴποι τοῦτ’ εἶναι τὸ διὰ τοῦ Δανιὴλ εἰρημένον «βδέλυγμα τῆς ἐρημώσεως»; τὸν γὰρ Χριστια‐ | |
5 | νισμὸν περιβεβλημένος καὶ εἰς τοὺς ἁγίους τόπους εἰσερχόμενος ἑστηκώς τε ἐν αὐτοῖς ἐρημοῖ τὰς ἐκκλησίας, παραλύων τοὺς τούτων κανόνας καὶ τὰ ἴδια κρατεῖν βιαζόμενος. | |
77.2 | ἆρα τίς ἔτι τολμᾷ λέγειν τὸν καιρὸν τοῦτον εἰρηνικὸν εἶναι Χριστιανῶν καὶ οὐ μᾶλλον διωγμόν; καὶ διωγμόν, οἷος οὔτε πώποτε γέγονεν οὔτε τάχα τις ποιήσει ποτὲ τοιοῦτον εἰ μὴ ἄρα «ὁ υἱὸς τῆς ἀνομίας», ὃν οἱ χριστομάχοι δεικνύουσιν ἀναζωγραφοῦντες ἐν αὐτοῖς ἤδη. διὸ καὶ μάλιστα προσήκει νήφειν, μήπως ἡ αἵρεσις αὕτη πολλὴν ἀναισχυντίαν | |
5 | ἔχουσα καὶ διαχυνομένη ὡς «ἰὸς κεράστου», καθὼς ἐν ταῖς Παροιμίαις γέγραπται, δι‐ δάσκουσά τε κατὰ τοῦ σωτῆρος φρονεῖν, αὕτη ἂν εἴη ἡ ἀποστασία, μεθ’ ἣν ἐκεῖνος ἀπο‐ | |
77.3 | καλυφθήσεται πάντως ἔχων τὸν πρόδρομον ἑαυτοῦ Κωνστάντιον. ἐπεὶ διὰ τί οὕτως μαίνεται κατὰ τῶν εὐσεβῶν; διὰ τί ὡς ὑπὲρ ἰδίας αἱρέσεως ἀγωνίζεται καὶ ἐχθρὸν μὲν ἴδιον λέγει τὸν μὴ πειθόμενον τῇ Ἀρείου μανίᾳ, τὰ δὲ παρὰ τῶν χριστομάχων λεγό‐ μενα καταθυμίως δέχεται καὶ τοιαύτας καὶ τοσαύτας συνόδους ἀτιμάζει; διὰ τί τοῖς | |
5 | Ἀρειανοῖς ἐκέλευσε τὰς ἐκκλησίας παραδίδοσθαι; οὐχ ἵνα ἐκεῖνος ἐλθὼν εὕρῃ, πῶς εἰς | |
77.4 | αὐτὰς εἰσέλθῃ καὶ ἀποδέξηται τοῦτον ἑτοιμάσαντα τοὺς τόπους αὐτῷ; οἱ μὲν γὰρ ἀπὸ Ἀλεξάνδρου καὶ τοῦ πρὸ αὐτοῦ Ἀχιλλᾶ καὶ πάλιν τοῦ πρὸ τούτου Πέτρου γέροντες ἐπίσκοποι ἐξεβάλλοντο, ἐκεῖνοι δὲ εἰσήγοντο, οὓς ἂν ἔλεγον οἱ ἀκολουθοῦντες τοῖς στρα‐ τιώταις· ἔλεγον δὲ τοὺς τὰ αὐτῶν φρονεῖν ἐπαγγελλομένους. | |
78.1 | Εὔκολον δὲ τοῦτο Μελιτιανοῖς ἦν τὸ πρόβλημα. οἱ γὰρ πλεῖστοι, μᾶλλον δὲ οἱ πάντες οὐκ ἀπὸ θεοσεβοῦς ἀγωγῆς εἰσιν οὐδὲ γινώσκουσι τὴν εἰς Χριστὸν ὑγιαίνουσαν πίστιν, οὐδ’ ὅλως τίς ἐστι Χριστιανισμὸς, ἢ ποίας ἔχομεν ἡμεῖς οἱ Χριστιανοὶ γραφάς. οἱ μὲν γὰρ αὐτῶν ἐξ εἰδώλων ἐλθόντες, οἱ δὲ ἐκ τοῦ βουλευτηρίου καὶ τῆς πρώτης πο‐ | |
5 | λιτείας διὰ τὴν ταλαίπωρον ἀλειτουργησίαν καὶ προστασίαν πείσαντές τε χρήμασι τοὺς πρὸ αὐτῶν Μελιτιανοὺς εἰς τοῦτο παρῆλθον, καὶ πρὶν κατηχηθῶσιν. εἰ δὲ καὶ ἔδοξαν, ποία κατήχησις παρὰ Μελιτιανοῖς ἐστιν; ὅμως οὐδὲ δόξαντες κατηχεῖσθαι | |
78.2 | ἦλθον ἅμα, καὶ εὐθὺς ὥσπερ παῖδες ὄνομα λαβόντες ἐκλήθησαν ἐπίσκοποι. καὶ διὰ | |
τοῦτο τοιοῦτοι ὄντες οὐδὲν ἡγήσαντο τὸ πρᾶγμα οὐδὲ διαφέρειν εὐσέβειαν ἀσεβείας ἐνόμισαν. προθύμως γοῦν καὶ ταχέως ἐκ Μελιτιανῶν Ἀρειανοὶ γεγόνασιν. ἂν δὲ καὶ ἕτερόν τι προστάξῃ βασιλεύς, καὶ εἰς τοῦτο πάλιν εἰσὶν ἕτοιμοι μεταβάλλεσθαι. ἡ γὰρ | 226 | |
5 | τῆς εὐσεβείας ἄγνοια ταχέως ἐπὶ τὴν συνήθη καὶ τὴν ἐξ ἀρχῆς ἣν μεμαθήκασιν ἀφρο‐ | |
78.3 | σύνην καταφέρει τούτους. καὶ γὰρ οὐδέν ἐστιν αὐτοῖς «ἀνέμῳ παντὶ καὶ κλύδωνι περιφέρεσθαι», ἕως μόνον εἰσὶν ἀλειτούργητοι καὶ προστασίαν ἀνθρωπίνην ἔχουσι, τάχα δὲ οὐδὲ μεταβάλλεσθαι, οἷοι καὶ πρὸ τούτου ἦσαν, καὶ οἷοι ἦσαν, ὅτε πάλιν Ἕλληνες | |
78.4 | ἐτύγχανον. ἀμέλει τοιοῦτοι τὸν τρόπον ὄντες εὔκολοι καὶ νομίζοντες πολιτείαν βουλῆς εἶναι τὴν ἐκκλησίαν καὶ τὰ τῶν εἰδώλων φρονοῦντες ὥσπερ ἔθνη εἰσελθόντες εἰς «τὸ καλὸν ὄνομα» τοῦ σωτῆρος ἐμίαναν τὴν Αἴγυπτον πᾶσαν, ποιήσαντες κἂν ὅλως | |
78.5 | ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ’ ἐσπούδασαν καὶ ταύτῃ φθόνον ἐπαγαγεῖν οἱ δυσσεβεῖς, μᾶλλον δὲ οὐκ αὐτοί, ἀλλ’ ὁ κινήσας αὐτοὺς διάβολος, ἵν’ ἐλθὼν ὁ τούτου κῆρυξ ἀντίχριστος εὕρῃ καὶ ἐν τῇ Αἰγύπτῳ τὰς ἐκκλησίας ἑαυτοῦ γενομένας τούς τε | |
5 | Μελιτιανοὺς προκατηχηθέντας ἤδη τὰ ἐκείνου καὶ ἐπιγνῷ ἑαυτὸν ἐν ἐκείνοις ἤδη μορ‐ φωθέντα. | |
79.1 | Τοιοῦτον μὲν οὖν ἐστι τὸ ἐξελθὸν παρὰ Κωνσταντίου παράνομον πρόσταγμα, τῶν δὲ λαῶν προθυμία μὲν ἦν εἰς μαρτύριον καὶ μᾶλλον μῖσος κατὰ τῆς ἀσεβεστάτης αἱρέσεως, πένθος δὲ ὅμως διὰ τὰς ἐκκλησίας καὶ στεναγμὸς παρὰ πάντων βοώντων πρὸς τὸν κύριον· ‘«φεῖσαι, κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος» | |
5 | τοῖς ἐχθροῖς σου, ἀλλὰ καὶ τάχυνον τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ χειρὸς ἀνόμων. ἰδοὺ γὰρ τῶν μέν σου θεραπόντων οὐκ ἐφείσαντο, τῷ δὲ ἀντιχρίστῳ τὴν ὁδὸν παρασκευάζουσιν‘. | |
79.2 | οὐ γὰρ ἀντιστήσονταί ποτε Μελιτιανοὶ τούτῳ οὐδὲ φροντίσουσι περὶ ἀληθείας οὐδὲ ἀρνήσασθαι τὸν Χριστὸν φαῦλον ἡγήσονται, ἄνθρωποι μηδόλως γνησίως προσελθόντες τῷ λόγῳ, πρὸς πάντα κατὰ τὸν χαμαιλέοντα σχηματιζόμενοι καὶ μισθωτοὶ τῶν ἀνυόντων αὐτῶν τὴν χρείαν γιγνόμενοι. οὐ γὰρ πρὸς τὴν ἀλήθειαν ἔχουσι τὸν σκοπόν, ἀλλὰ | |
5 | ταύτης τὴν παραυτίκα προκρίνουσιν ἡδονήν, καὶ μόνον λέγουσι· «φάγωμεν καὶ πίωμεν· | |
79.3 | αὔριον γὰρ ἀποθνήσκομεν». τῶν μὲν οὖν ὑποκριτῶν [πικριτιανῶν ἀντὶ Μελιτιανῶν] ἡ πρόθεσις τοιαύτη καὶ ὁ τρόπος ἄπιστος· οἱ δὲ πιστοὶ δοῦλοι τοῦ σωτῆρος καὶ ἀληθῶς ἐπίσκοποι, οἱ γνησίως πιστεύσαντες καὶ μὴ ἑαυτοῖς, ἀλλὰ τῷ κυρίῳ ζῶντες, οὗτοι πιστῶς εὐσεβοῦντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ γιγνώσκοντες, καθὰ προ‐ | |
5 | εῖπον, ὡς κατὰ τῆς ἀληθείας προφάσεις εἰσὶ ψευδεῖς καὶ φανερῶς ἐπλάσθησαν διὰ τὴν ἀρειανὴν αἵρεσιν· καὶ γὰρ καὶ ἐκ τῆς Οὐρσακίου καὶ Οὐάλεντος μετανοίας κατεμάνθανον τὴν κατὰ Ἀθανασίου συντεθεῖσαν συκοφαντίαν, ἵνα αὐτὸν μὲν ἐκποδὼν ἄρωσι, τὴν δὲ ἀσέβειαν τῶν χριστομάχων εἰς τὰς ἐκκλησίας εἰσάξωσι—ταῦτα συνορῶντες ὡς ἀλη‐ θείας ὄντες ὑπέρμαχοι καὶ κήρυκες ὑβρισθῆναι καὶ ἐξορισθῆναι μᾶλλον εἵλοντο καὶ ὑπέμειναν | |
79.4 | ἢ κατ’ αὐτοῦ ὑπογράψαι καὶ τοῖς Ἀρειομανίταις κοινωνῆσαι. οὐ γὰρ ἐπελάθοντο ἃ ἐδίδαξαν, ἀλλὰ καὶ μᾶλλον γιγνώσκουσιν, ὡς τοῖς μὲν προδόταις ἀτιμία πολλή, τοῖς δὲ ὁμολογοῦσι τὴν ἀλήθειαν βασιλεία οὐρανῶν. καὶ τοῖς μὲν ὀλιγώροις καὶ φοβηθεῖσι Κωνστάντιον οὐδὲν ἔσται ἀγαθόν, τοῖς δὲ ὑπομείνασι τὰς ὧδε θλίψεις, ὡς ἐκ χειμῶνος | |
5 | ναύταις εὔδιος λιμήν, ὡς ἀθληταῖς μετὰ τὸν ἀγῶνα στέφανος, οὕτω καὶ αὐτοῖς μεγάλη καὶ αἰώνιος χαρὰ καὶ εὐφροσύνη ἐν τοῖς οὐρανοῖς γενήσεται, οἵαν ἔσχεν Ἰωσὴφ μετὰ τὰς θλίψεις ἐκείνας, οἵαν ὁ μέγας Δανιὴλ μετὰ τοὺς πειρασμοὺς καὶ τὰς πολλὰς ἐπιβουλὰς τῶν βασιλικῶν, οἵαν ἔχει νῦν ὁ Παῦλος στεφανούμενος ὑπὸ τοῦ σωτῆρος, οἵαν προσ‐ δοκῶντες καὶ οἱ πανταχοῦ τοῦ θεοῦ λαοὶ ταῦτα βλέποντες οὐκ ἠσθένησαν τῇ προαιρέσει, | 227 |
79.5 | ἀλλὰ μᾶλλον ἐνεδυναμώθησαν τῇ πίστει καὶ πλέον ηὔξησαν τὴν προθυμίαν. πληρο‐ φορηθέντες γὰρ ὑπὲρ τῆς συκοφαντίας καὶ ἀσεβείας τῶν αἱρετικῶν καταγινώσκουσι μὲν τοῦ διώκοντος, συντρέχουσι δὲ τοῖς διωκομένοις τῇ γνώμῃ καὶ τῇ ὁμοφροσύνῃ, ἵνα καὶ αὐτοὶ τὸν τῆς ὁμολογίας ἀπολάβωσι στέφανον. | |
80.1 | Πολλὰ μὲν οὖν ἄν τις δύναιτο λέγειν κατὰ τῆς μυσαρᾶς καὶ χριστομάχου ταύτης αἱρέσεως, πολλὰ δὲ καὶ ἀποδείξειεν ἄν τις εἶναι προοίμια τοῦ ἀντιχρίστου τὰ ἐπιτηδεύ‐ ματα Κωνσταντίου. ἐπειδὴ δὲ, ὡς εἶπεν ὁ προφήτης, «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐδέν ἐστιν εὔλογον ἐν αὐτῇ», παντὸς δὲ ῥύπου καὶ πάσης ἀσεβείας πεπλήρωται, ὥστε καὶ μόνον | |
5 | ἐξ ἀκοῆς φευκτέαν αὐτὴν εἶναι, ὡς ἐξέραμα κυνὸς καὶ δρακόντων ἰόν, ἔστι δὲ καὶ Κοστύλλιος | |
80.2 | ἐκ φανεροῦ τὴν εἰκόνα φέρων τοῦ ἀντικειμένου. ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, διὰ τοῦτο καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τοῦτο· «ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου | |
80.3 | αὐτῶν καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου». τοῦτο γὰρ πρὸς διδασκαλίαν ἀρκεῖ πᾶσιν, ἵν’, εἰ μέν τις ἠπατήθη παρ’ αὐτῶν ἐξελθὼν ὡς ἀπὸ Σοδόμων, μηκέτι πρὸς αὐ‐ τοὺς ἐπιστρέψῃ, μήποτε πάθῃ τὰ τῆς γυναικὸς τοῦ Λώτ, εἰ δέ τις καθαρὸς ἐξ ἀρχῆς ἀπὸ τῆς ἀσεβοῦς ταύτης αἱρέσεως διέμεινεν, ἔχῃ τὸ καύχημα ἐν Χριστῷ λέγων· «οὐκ ἐξεπετάσαμεν | |
5 | χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον» οὐδὲ «προσεκυνήσαμεν τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν» οὐδὲ «ἐλατρεύσαμεν τῇ κτίσει παρὰ σὲ τὸν κτίσαντα» τὰ πάντα θεὸν διὰ τοῦ σοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ σοὶ τῷ πατρὶ καὶ σὺν αὐτῷ τῷ λόγῳ ἐν πνεύματι ἁγίῳ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
80.4 | (Ἀθανασίου ἐπισκόπου πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου, οὗτος ὁ λόγος διόλου κατὰ Κωνσταντίου συντέτακται τῷ πάπᾳ) | |
81t | Διαμαρτυρία δευτέρα | |
81.1 | Τάδε δημοσίᾳ διαμαρτύρεται διὰ τῶν ἑξῆς ὑπογραφόντων ὁ λαὸς τῆς ἐν Ἀλεξανδρείᾳ καθολικῆς ἐκκλησίας, ἥτις ἐστὶν ὑπὸ Ἀθανάσιον τὸν αἰδεσιμώτατον ἐπίσκοπον. | |
81.2 | Ἤδη μὲν διεμαρτυράμεθα περὶ ἧς πεπόνθομεν νυκτερινῆς ἐφόδου ἡμεῖς τε καὶ τὸ κυ‐ ριακόν, εἰ καὶ διαμαρτυρίας χρεία οὐκ ἦν, ἐφ’ οἷς πᾶσα ἡ πόλις ἔγνωκέ τε καὶ γινώσκει. τά τε γὰρ εὑρεθέντα σώματα τῶν ἀναιρεθέντων δημοσίᾳ προετέθη καὶ τὰ ἐν τῷ κυριακῷ | |
81.3 | ὅπλα τε καὶ τόξα κέκραγε τὴν παρανομίαν. ἐπειδὴ δὲ καὶ μετὰ τὴν διαμαρτυρίαν ὁ λαμπρότατος δοὺξ Συριανὸς βιάζεται πάντας συνθέσθαι αὐτῷ, ὡς οὔτε θορύβου γενομέ‐ | |
νου οὔτε τινὸς ἀποθανόντος, ἔλεγχος δὲ οὗτος οὐκ ὀλίγος μὴ γεγενῆσθαι ταῦτα κατὰ γνώ‐ | 228 | |
81.4 | μην τοῦ φιλανθρωποτάτου Αὐγούστου Κωνσταντίου. οὐκ ἂν γὰρ ἐφοβήθη ἐπὶ τοῖς οὕτω γενομένοις, εἰ ἐκ προστάξεως ταῦτα πεποιήκει. καὶ γὰρ καὶ ἀπελθόντας ἡμᾶς πρὸς αὐτὸν καὶ ἀξιοῦντας μηδενὶ βίαν ποιεῖν μηδὲ ἀρνεῖσθαι τὰ γενόμενα ἐκέλευσε Χριστιανοὺς ἡμᾶς ὄντας κατακοπῆναι ῥοπάλοις δεικνὺς καὶ ἐκ τούτων τὸν γενόμενον νυκτὸς πόλεμον | |
81.5 | κατὰ τῆς ἐκκλησίας. διὰ τοῦτο καὶ νῦν ταῦτα διαμαρτυρόμεθα, ἤδη καὶ μελλόντων τινῶν ἐξ ἡμῶν ἀποδημεῖν παρὰ τὸν εὐσεβέστατον Αὔγουστον. ὁρκίζομεν δὲ κατὰ τοῦ παντοκράτορος θεοῦ ὑπὲρ τῆς σωτηρίας τοῦ εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου τόν τε ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς κουριώσους ἀνενεγκεῖν πάντα ἐπὶ τὴν | |
5 | εὐσέβειαν τοῦ Αὐγούστου καὶ τὴν ἐξουσίαν τῶν λαμπροτάτων ἐπάρχων. ὁρκίζομεν δὲ καὶ τοὺς ναυκλήρους πάντας κηρύξαι ταῦτα πανταχοῦ καὶ εἰς ἀκοὰς τοῦ εὐσεβεστάτου Αὐγούστου ἀνενεγκεῖν καὶ εἰς τοὺς ἐπάρχους καὶ εἰς τοὺς κατὰ τόπον δικαστάς, ἵνα γνω‐ σθῇ ὁ γενόμενος πόλεμος κατὰ τῆς ἐκκλησίας, καὶ ὅτι ἐν καιροῖς τοῦ Αὐγούστου Κωνσταν‐ | |
81.6 | τίου ἐποίησε Συριανὸς γενέσθαι μάρτυρας παρθένους τε καὶ ἄλλους πολλούς. ἐπι‐ φωσκούσης γὰρ τῇ πρὸ πέντε εἰδῶν Φευρουαρίων, τουτέστι τῆς ιδʹ τοῦ Μεχιρ μηνός, ἀγρυπνούντων ἡμῶν ἐν τῷ κυριακῷ καὶ ταῖς εὐχαῖς σχολαζόντων (σύναξις γὰρ ἔμελλε τῇ παρασκευῇ γίγνεσθαι), ἐξαίφνης περὶ τὸ μεσονύκτιον ἐπῆλθεν ἡμῖν τε καὶ τῇ ἐκκλησίᾳ ὁ | |
5 | λαμπρότατος δοὺξ Συριανὸς μετὰ πολλῶν λεγεώνων στρατιωτῶν ἐχόντων ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη καὶ ἄλλα πολεμικὰ σκεύη καὶ τὰς περικεφαλαίας ἐπὶ τῶν κεφαλῶν. καὶ ἀληθῶς εὐχομένων ἡμῶν καὶ ἀναγνώσεως γινομένης τὰς μὲν θύρας κατέαξαν, ὡς δὲ τῇ βίᾳ τοῦ πλήθους ἀνεῴγεισαν αἱ θύραι, ἐκέλευσε. καὶ οἱ μὲν ἐτόξευον, οἱ δὲ ἠλάλαζον | |
81.7 | καὶ κτύπος ἐγίγνετο τῶν ὅπλων καὶ τὰ ξίφη ἀντέλαμπον τῷ ἐκ τῶν λύχνων φωτί. καὶ λοιπὸν τὰ ἐκ τούτων, παρθένοι ἀνῃροῦντο καὶ πολλοὶ κατεπατοῦντο καὶ συνέπιπτον ἀλλή‐ λοις ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους, ὁπότε | |
81.8 | φόβος ἦν αὐταῖς μείζων τοῦ θανάτου τὸ κἂν ὅλως ἅπτεσθαί τινας αὐτῶν. καὶ ὁ μὲν ἐπίσκοπος ἐκάθητο ἐπὶ τοῦ θρόνου προτρέπων πάντας εὔχεσθαι, ὁ δὲ δοὺξ ἐστρατήγει ἔχων μεθ’ ἑαυτοῦ καὶ Ἱλάριον τὸν νοτάριον ἐνεργοῦντα τοιαῦτα, οἷα καὶ τὸ τέλος ἔδειξεν. ὁ μὲν γὰρ ἐπίσκοπος ἑλκόμενος παρ’ ὀλίγον διεσπάσθη. παραλυθεὶς γοῦν μεγάλως καὶ | |
5 | ὡς νεκρὸς γενόμενος, οὐκ οἴδαμεν, ποῦ γέγονεν ἀφανὴς παρ’ αὐτῶν· ἀποκτεῖναι γὰρ αὐτὸν | |
81.9 | ἐσπούδαζον. οἱ δὲ ὡς εἶδον πολλοὺς ἀποθανόντας, προσέταττον τοῖς στρατιώταις ἀφανῆ τὰ σώματα καταστῆσαι τῶν τετελευτηκότων. αἱ δὲ καταλειφθεῖσαι νεκραὶ ἁγιώτα‐ ται παρθένοι ἐτάφησαν ἐν τοῖς μνήμασιν ἔχουσαι καύχημα, ὅτι ἐν τοῖς καιροῖς τοῦ εὐσε‐ | |
βεστάτου Κωνσταντίου γεγόνασι μάρτυρες. διάκονοι δὲ ἐν αὐτῷ τῷ κυριακῷ κατεκόπ‐ | 229 | |
5 | τοντο πληγαῖς καὶ συνεκλείοντο. οὐκ ἄχρι δὲ τούτων ἔστη τὸ πρᾶγμα· ἀλλὰ γὰρ μετὰ τὸ ταῦτα γενέσθαι ὁ βουλόμενος λοιπὸν ἣν ἠβούλετο θύραν κατεάσσων ἤνοιγε καὶ ἠρεύνα καὶ ἥρπαζε τὰ ἔνδον, καὶ εἰς τοιούτους τόπους εἰσήρχοντο, εἰς οὓς οὐδὲ πᾶσι τοῖς Χριστια‐ | |
81.10 | νοῖς ἔξεστιν εἰσελθεῖν. οἶδε ταῦτα καὶ ὁ στρατηγὸς τῆς πόλεως Γοργόνιος· ἐκεῖ γὰρ ἦν. οὐ μικρὸς γὰρ ἔλεγχος τῆς τοιαύτης πολεμικῆς ἐφόδου τὸ ἐν τῷ κυριακῷ καταλιπεῖν τὰ παρὰ τῶν εἰσελθόντων ὅπλα καὶ βέλη καὶ ξίφη· μέχρι γὰρ νῦν ἐκρεμάσθη ἐν τῇ ἐκκλησίᾳ, ἵνα μηδὲ ἀρνήσασθαι δυνηθῶσι. καὶ γὰρ πολλάκις ἀπέστειλε τὸν τῆς τάξεως Δυνάμιον καὶ | |
81.11 | τὸν στρατηγὸν θέλων αὐτὰ ἆραι· καὶ τέως οὐ συνεχωρήσαμεν, ἕως πᾶσι γνωσθῇ. εἰ μὲν οὖν πρόσταγμά ἐστι διώκεσθαι ἡμᾶς, ἕτοιμοι πάντες μαρτυρῆσαι, εἰ δὲ μὴ ἔστι τοῦ Αὐγούστου πρόσταγμα, ἀξιοῦμεν τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς πολι‐ | |
81.12 | τευτὰς πάντας ἀξιῶσαι αὐτὸν μηκέτι τοιαῦτα ἐπιχειρῆσαι. ἀξιοῦμεν δὲ καὶ ταύτην ἡμῶν τὴν δέησιν ἀνενεχθῆναι, ἵνα μὴ ἄλλον τινὰ ἐπίσκοπον ἐπιχειρήσωσιν εἰσαγαγεῖν ὧδε. μέχρι γὰρ θανάτου ἑστήκαμεν αὐτὸν ἐπιθυμοῦντες τὸν αἰδεσιμώτατον Ἀθανάσιον, ὃν ἐξ ἀρχῆς ὁ θεὸς ἡμῖν δέδωκε κατὰ διαδοχὴν τῶν πατέρων ἡμῶν, ὃν καὶ αὐτὸς ὁ εὐσε‐ | |
81.13 | βέστατος Αὔγουστος Κωνστάντιος μετὰ γραμμάτων καὶ ὅρκων ἀπέστειλε. πιστεύομεν γάρ, ὅτι, ἐὰν μάθῃ ἡ εὐσέβεια αὐτοῦ, ἀγανακτήσει μὲν ἐπὶ τοῖς γενομένοις, οὐδὲν δὲ παρὰ τοὺς ὅρκους ποιήσει, ἀλλὰ καὶ πάλιν κελεύσει τὸν ἐπίσκοπον ἡμῶν Ἀθανάσιον μένειν μεθ’ ἡμῶν. | |
81.14 | Τοῖς μετὰ τὴν ὑπατείαν Ἀρβαιθίωνος καὶ Κολλιανοῦ τῶν λαμπροτάτων ἀποδει‐ χθησομένοις ὑπάτοις Μεχιρ ιζʹ, ἥτις ἐστὶ τῇ πρὸ μιᾶς εἰδῶν Φευρουαρίων. (Ἡ μὲν προγεγραμμένη πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς ἐπιστολὴ τελευτᾷ εἰς τὰ γεγενημένα ἐν Ἀλεξ‐ ανδρείᾳ ἐπὶ τῇ χειροτονίᾳ Γεωργίου τοῦ Καππάδοκος ἀπὸ ὑποδεκτῶν τοῦ Ἀρειανοῦ, ἡ δὲ ἑξῆς ἐπιστολὴ περὶ | |
5 | τῶν ἐν τῇ Ἀριμίνῳ καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένων συνόδων διηγουμένη τὸν προειρημένον Γε‐ ώργιον ἐν τῇ Σελευκείᾳ καθῃρῆσθαί φησιν. ὥστε καλῶς πρώτη τέτακται ἡ πρὸς τοὺς μοναχοὺς ἐν τῷ ἀντι‐ | |
γράφῳ δευτέρα κειμένη.) | 230 |