TLG 2035 007 :: ATHANASIUS :: Epistula ad Serapionem de morte Arii

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Serapionem de morte Arii

Source: Opitz, H.G. (ed.), Athanasius Werke, vol. 2.1. Berlin: De Gruyter, 1940: 178–180.

Citation: Chapter — section — (line)

1

t

Ἀθανάσιος Σεραπίωνι ἀδελφῷ καὶ συλλειτουργῷ ἐν κυρίῳ χαίρειν.

1

.

1

Ἐνέτυχον τοῖς παρὰ τῆς σῆς εὐλαβείας γραφεῖσιν, ἐν οἷς προέτρεπες ἡμᾶς τά τε καθ’ ἡμᾶς καὶ νῦν γενόμενα δηλῶσαί σοι καὶ περὶ τῆς ἀσεβεστάτης αἱρέσεως τῶν Ἀρειανῶν,

1

.

2

δι’ ἣν καὶ ταῦτα πεπόνθαμεν, καὶ ὁποῖον ἔσχε τὸ τέλος τοῦ βίου Ἄρειος. τριῶν τοίνυν ὄντων τῶν ἐπιταγμάτων τὰ μὲν δύο προθύμως ἐποίησα καὶ ἀπέστειλα τῇ σῇ θεοσεβείᾳ ἅπερ ἔγραψα τοῖς μοναχοῖς· ἐκ γὰρ τούτων τά τε καθ’ ἡμᾶς καὶ τὰ κατὰ τὴν αἵρεσιν δύνασαι μαθεῖν· τὸ δὲ ἕτερον, φημὶ δὴ περὶ τοῦ θανάτου, πολλὰ μὲν ἐλογισάμην εὐλα‐
5βούμενος, μὴ ὡς ἐπεμβαίνοντά μέ τις τῷ θανάτῳ τοῦ ἀνθρώπου λογίσηται, ὅμως δέ, ἐπειδὴ διαλέξεως γενομένης παρ’ ὑμῖν περὶ τῆς αἱρέσεως εἰς τοῦτο τὸ τέλος ἔληξεν ἡ ζήτησις, εἰ κοινωνήσας τῇ ἐκκλησίᾳ Ἄρειος ἐτελεύτησε, διὰ τοῦτο ὡς διαλυομένης τῆς ζητήσεως ἐκ τοῦ περὶ τοῦ θανάτου διηγήματος ἀναγκαίως δηλῶσαι ἐσπούδασα ἴσον ἡγού‐

1

.

3

μενος τὸ σημᾶναι τοῦτο καὶ τὸ παῦσαι λοιπὸν τοὺς φιλονεικοῦντας. ἡγοῦμαι γὰρ ὅτι γνωσθέντος τοῦ περὶ τοῦ θανάτου θαύματος μηκέτι μηδὲ αὐτοὺς τοὺς πρότερον ζητή‐ σαντας τολμᾶν ἀμφιβάλλειν, ὡς θεοστυγής ἐστιν ἡ ἀρειανὴ αἵρεσις.

2

.

1

Ἐγὼ μὲν οὐ παρήμην ἐν Κωνσταντινουπόλει, ὅτε ἐτελεύτησεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν, κἀκείνου λέγοντος ἤκουσα. ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον. εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινε ὁ βασιλεύς, εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχει· αὐτός τε ὤμοσε πιστεύειν ὀρθῶς καὶ178
5ἔγγραφον ἐπιδέδωκε πίστεως κρύψας μὲν ἐφ’ οἷς ἐξεβλήθη τῆς ἐκκλησίας παρὰ Ἀλεξάνδρου

2

.

2

τοῦ ἐπισκόπου, ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις. ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ’ οἷς ἐξέβαλεν Ἀλέξανδρος αὐτόν, ἀπέλυσεν εἰρηκώς· ‘εἰ ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου, καὶ ὤμοσας, ὁ θεὸς ἐκ τοῦ ὅρκου κρίναι τὸ κατὰ σέ.‘ οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως

2

.

3

ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει ἑαυτῶν βίᾳ. ἀλλ’ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακαρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων· μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν. καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλη‐ σαν ὅτι ‘ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως
5αὔριον, κἂν μὴ κατὰ γνώμην σοι τυγχάνῃ, συναχθήσεται Ἄρειος μεθ’ ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ.‘ σάββατον δὲ ἦν, ὅτε ταῦτα ἔλεγον.

3

.

1

Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν τάς τε χεῖρας ἐκτείνας πρὸς τὸν θεὸν ἀπωδύρετο καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρό‐ σωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος

3

.

2

σὺν αὐτῷ καὶ ἀκούσας τῆς φωνῆς αὐτοῦ. παρεκάλει δὲ δύο ταῦτα λέγων· ‘εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς, εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ) ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου, καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελ‐
5θόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέ‐

3

.

3

βεια ὡς εὐσέβεια νομισθῇ.‘ ταῦτα εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων. καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον· τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων ὁ μὲν ἐπίσκοπος ηὔξατο, ὁ δὲ Ἄρειος ἐθάρρει τοῖς περὶ Εὐσέβιον πολλά τε φλυαρῶν εἰσῆλθεν εἰς θάκας ὡς διὰ χρείαν τῆς γαστρὸς καὶ ἐξαίφνης κατὰ τὸ γεγραμμένον «πρηνὴς γενόμενος
5ἐλάκησε μέσος» καὶ πεσὼν εὐθὺς ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν ἐστερήθη.

4

.

1

Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυν‐ θέντες ἔθαψαν τὸν συνωμότην ἑαυτῶν, ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκ‐ κλησίας τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν θεὸν οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο («πᾶσι» γὰρ
5«ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν») ἀλλ’ ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις

4

.

2

ἐδείχθη. αὐτὸς γὰρ ὁ κύριος δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ εὐχῇ
Ἀλεξάνδρου κατέκρινε τὴν ἀρειανὴν αἵρεσιν δείξας αὐτὴν ἀνάξιον οὖσαν τῆς ἐκ‐ κλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, κἂν παρὰ βασιλέως καὶ πάντων ἀν‐ θρώπων ἔχῃ τὴν προστασίαν, ἀλλὰ παρ’ αὐτῆς τῆς ἐκκλησίας κατεκρίθη. δέδεικται οὖν179

4

.

3

οὐ θεοφιλὲς ἀλλ’ ἀσεβὲς τὸ χριστομάχον ἐργαστήριον τῶν Ἀρειομανιτῶν. καὶ πολλοὶ τῶν πρότερον ἀπατηθέντων μετέθεντο. οὐ γὰρ ἄλλος ἀλλ’ αὐτὸς ὁ βλασφημούμενος παρ’ αὐτῶν κύριος κατέκρινε τὴν κατ’ αὐτοῦ συστᾶσαν αἵρεσιν καὶ πάλιν ἔδειξεν ὅτι, κἂν νῦν ὁ βασιλεὺς Κωνστάντιος βιάζηται τοὺς ἐπισκόπους ὑπὲρ αὐτῆς, ἀλλ’ ἀκοινώνητός
5ἐστι τῆς ἐκκλησίας καὶ τῶν οὐρανῶν ἀλλοτρία. οὐκοῦν καὶ ἡ παρ’ ὑμῖν λοιπὸν πεπαύσθω ζήτησις· αὕτη γὰρ ἦν ἡ γενομένη συνθήκη· καὶ μηδεὶς προστιθέσθω τῇ αἱρέσει, ἀλλὰ καὶ οἱ ἀπατηθέντες μεταγινωσκέτωσαν. ἣν γὰρ ὁ κύριος κατέκρινε, τίς ἀποδέξεται; καὶ ἣν ἀκοινώνητον αὐτὸς πεποίηκε, πῶς ὁ προσλαμβανόμενος οὐ μεγάλως ἀσεβεῖ καὶ φανερῶς ἐστι χριστομάχος;

5

.

1

Ἱκανὸν μὲν οὖν καὶ τοῦτο δυσωπῆσαι τοὺς ἐριστικούς, ἀνάγνωθι δὲ ὅμως τοῖς τότε ζητήσασι καὶ τὰ κατὰ τῆς αἱρέσεως δι’ ὀλίγων γραφέντα πρὸς τοὺς μοναχούς, ἵνα καὶ ἐξ αὐτῶν ἔτι μᾶλλον καταγινώσκωσι τῆς ἀσεβείας καὶ τῆς πονηρίας τῶν Ἀρειομανιτῶν. μηδενὶ μέντοι θελήσῃς ἐκδοῦναι τούτων ἀντίγραφον μηδὲ σαυτῷ μεταγράψαι, καὶ γὰρ καὶ
5τοῖς μοναχοῖς τοῦτο δεδήλωκα. ἀλλ’ ὡς γνήσιος, εἰ μέν τι λείπει τοῖς γραφεῖσι, πρόσθες,

5

.

2

εὐθὺς δὲ πρὸς ἡμᾶς ἀντίπεμψον. καὶ γὰρ καὶ ἐκ τῆς ἐπιστολῆς, ἧς ἔγραψα τοῖς ἀδελφοῖς, δύνασαι μαθεῖν, ὃ πέπονθα γράφων, καὶ γνῶναι, ὅτι καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀσφαλὲς ἐκδίδοσθαι γράμματα ἰδιώτου καὶ μάλιστα περὶ τῶν ἀνωτάτω καὶ κορυφαιοτάτων δογ‐ μάτων, μήποτε τὸ δι’ ἀσθένειαν ἢ τὸ ἀδιατράνωτον τῆς γλώττης ἐνδεῶς εἰρημένον βλά‐
5βην τοῖς ἀναγινώσκουσιν ἐμποιήσῃ. οἱ γὰρ πολλοὶ οὐ τὴν πίστιν οὐδὲ τὸν σκοπὸν τοῦ γράψαντος σκοποῦσιν, ἀλλ’ ἢ διὰ φθόνον ἢ δι’ ἔριν ἧς προελήφθησαν κατὰ διάνοιαν δόξης, ὡς ἂν θέλωσιν αὐτοί, δέχονται καὶ μεταποιοῦσι τὰ γραφέντα κατὰ τὴν ἰδίαν ἡδονήν. δῴη δὲ ὁ κύριος παρὰ πᾶσι καὶ μάλιστα οἷς ἀναγινώσκεις ταῦτα κρατεῖν τήν τε
ἀλήθειαν καὶ τὴν ὑγιαίνουσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. ἀμήν.180