TLG 2035 006 :: ATHANASIUS :: Epistula encyclica ATHANASIUS Theol. Epistula encyclica Source: Opitz, H.G. (ed.), Athanasius Werke, vol. 2.1. Berlin: De Gruyter, 1940: 169–177. Citation: Chapter — section — (line) | ||
1t | Ἐπιστολὴ ἐγκύκλιος τοῦ μακαρίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας | |
1.1 | Τοῖς κατὰ τόπον συλλειτουργοῖς, κυρίοις ἀγαπητοῖς, Ἀθανάσιος ἐν κυρίῳ χαίρειν. Ἃ μὲν πεπόνθαμεν δεινὰ καὶ ἀφόρητά ἐστι, καὶ οὐκ ἔστιν ἐπαξίως αὐτῶν μνημονεῦσαι· ἵνα δὲ ταχύτερον τὸ δεινὸν τῶν συμβεβηκότων γνωσθῆναι δυνηθῇ, καλὸν ἡγησάμην | |
1.2 | ἱστορίας ἀπὸ τῶν γραφῶν μνημονεῦσαι. ἀνήρ ποτε Λευίτης ἀδικηθεὶς εἰς τὴν γυναῖκα καὶ τὴν ὑπερβολὴν τοῦ μύσους ἑωρακώς (Ἑβραία γὰρ ἦν ἡ γυνὴ καὶ ἐκ τῆς Ἰούδα φυλῆς ἐτύγχανε) καὶ καταπλαγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν εἰς αὐτὸν παρανομήμασιν, ὡς ἡ θεία τῶν Κριτῶν διαγορεύει γραφή, διελὼν τὴν γυναῖκα ἀπέστειλε κατὰ πᾶσαν | |
5 | φυλὴν τοῦ Ἰσραήλ, ἵνα μὴ εἰς αὐτὸν μόνον, ἀλλὰ καὶ εἰς πάντας κοινὸν τὸ τοιοῦτον ἀδίκημα πιστευθῇ, καὶ ἵνα, ἐὰν μὲν συμπαθῶσιν, ἐκδικήσωσιν, ἐὰν δὲ παρίδωσιν, ὡς | |
---|---|---|
1.3 | αὐτοὶ λοιπὸν ἀδικήσαντες αἰσχυνθῶσι. καὶ οἱ μὲν ἀποσταλέντες τὸ γεγονὸς ἀπήγ‐ γελον, οἱ δὲ ἀκούοντες καὶ ὁρῶντες ἔλεγον μηδέποτε τὰ τοιαῦτα γεγενῆσθαι, ἀφ’ ἧς ἡμέρας ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου. πᾶσα γοῦν φυλὴ τοῦ Ἰσραὴλ κεκίνητο καὶ πάντες ὡς αὐτοὶ παθόντες κατὰ τῶν πλημμελησάντων συνῆλθον καὶ τέλος κατεπο‐ | |
5 | λεμήθησαν οἱ τὰ παράνομα δράσαντες καὶ ἀνάθεμα παρὰ πάντων γεγόνασιν. οὐ γὰρ | |
1.4 | εἰς τὴν συγγένειαν οἱ συνελθόντες ἐσκόπουν, ἀλλ’ εἰς τὸ πλημμεληθὲν ἀπέβλεπον. οἴ‐ δατε δὲ τὴν ἱστορίαν, ἀδελφοί, καὶ τὰ ἐκ τῆς γραφῆς ἀκριβῶς περὶ ταύτης σημαινόμενα, ἐπεξεργάσασθαι γὰρ πλείονα περὶ αὐτῆς οὐ βούλομαι πρὸς εἰδότας γράφων καὶ ἐπει‐ γόμενος τὰ νῦν ἐκείνων πλείονα σημᾶναι τῇ ὑμετέρᾳ εὐλαβείᾳ. διὰ τοῦτο γὰρ καὶ τῆς | |
5 | ἱστορίας ταύτης ἐμνήσθην, ἵνα τὰ τότε τοῖς νῦν γινομένοις συμβαλόντες καὶ γνόντες, | |
ὡς ταῦτα νενίκηκε τὴν ἐκείνων ὠμότητα, πλεῖον ὑμεῖς ἀγανακτήσητε ἢ οἱ κατὰ τῶν | 169 | |
1.5 | τότε παρανομησάντων. καὶ γὰρ καὶ τὰ πικρὰ τῶν διωγμῶν τὰ γενόμενα καθ’ ἡμῶν ὑπερβέβηκε, καὶ μικρὰ ἡ τοῦ Λευίτου συμφορὰ πρὸς τὰ νῦν κατὰ τῆς ἐκκλησίας τολμη‐ θέντα· καὶ μᾶλλον ταῦτα οὔτε ἠκούσθη ποτὲ ἐν τῇ οἰκουμένῃ οὔτε τοιούτων τις πεπείραται | |
1.6 | κακῶν. τότε μὲν γὰρ γυνὴ μία ἦν ἡ ἀδικηθεῖσα καὶ εἷς Λευίτης ὁ τὴν βίαν παθών, νῦν δὲ ὅλη ἡ ἐκκλησία ἠδικήθη καὶ ἱερατεῖον ὑβρίσθη, καὶ τό γε μεῖζον, εὐσέβεια ὑπὸ ἀσεβείας διώκεται. καὶ τότε μὲν μιᾶς γυναικὸς ἑκάστη φυλὴ μέρος ὁρῶσα κατεπλήττετο, ἄρτι δὲ ὅλης ἐκκλησίας ὁρᾶτε μέλη διῃρημένα καὶ τοὺς μὲν πρὸς ὑμᾶς, τοὺς δὲ πρὸς | |
5 | ἄλλους ἀποσταλέντας τὴν ὕβριν καὶ τὴν ἀδικίαν ἣν πεπόνθασιν ἀπαγγέλλοντας. | |
1.7 | κινήθητε δὴ οὖν καὶ ὑμεῖς, παρακαλῶ, μὴ ὡς ἡμῶν μόνον, ἀλλὰ καὶ ὡς ὑμῶν ἀδικηθέντων καὶ ἕκαστος ὡς αὐτὸς παθὼν βοηθησάτω, ἵνα μὴ δι’ ὀλίγου οἱ ἐκκλησιαστικοὶ κανόνες καὶ ἡ τῆς ἐκκλησίας πίστις παραφθαρῇ. κινδυνεύει γὰρ ἀμφότερα, ἐὰν μὴ ταχέως ὁ θεὸς δι’ ὑμῶν τὰ πλημμεληθέντα διορθώσηται καὶ ἐκδικίας ἡ ἐκκλησία τύχῃ. οὐ γὰρ | |
1.8 | νῦν κανόνες καὶ τύποι ταῖς ἐκκλησίαις ἐδόθησαν, ἀλλ’ ἐκ τῶν πατέρων ἡμῶν καλῶς καὶ βεβαίως παρεδόθησαν. οὐδὲ νῦν ἡ πίστις ἤρξατο, ἀλλ’ ἐκ τοῦ κυρίου διὰ τῶν μαθητῶν εἰς ἡμᾶς διαβέβηκεν. ἵν’ οὖν μὴ τὰ ἐξ ἀρχαίων μέχρις ἡμῶν τηρηθέντα ἐν ταῖς ἐκκλησίαις ἐν ταῖς νῦν ἡμέραις παραπόληται καὶ τὰ πιστευθέντα ἡμῖν ζητηθῇ παρ’ ἡμῶν, κινήθητε, | |
5 | ἀδελφοί, ὡς «οἰκονόμοι μυστηρίων θεοῦ» τυγχάνοντες καὶ ταῦτα ὑφ’ ἑτέρων ἁρπαζό‐ | |
1.9 | μενα θεωροῦντες. τὰ μὲν οὖν πλείονα παρὰ τῶν γραμματηφόρων ἀκούσεσθε, συντόμως δὲ κἀγὼ σημᾶναι ἠπείχθην, ἵνα τῷ ὄντι γνῶτε ὅτι οὐδέποτε τοιαῦτα γέγονε κατὰ τῆς ἐκκλησίας ἀφ’ ἧς ἡμέρας «ἀναληφθεὶς ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς | |
5 | καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». | |
2.1 | Τὰ μὲν οὖν καθ’ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησίας παρανομηθέντα οὕτως γέγονε. συναγόντων ἡμῶν συνήθως ἐν εἰρήνῃ τῶν τε λαῶν εὐφραινομένων ἐπὶ ταῖς συνάξεσι καὶ προκοπτόντων τῇ κατὰ θεὸν πολιτείᾳ τῶν τε συλλειτουργῶν τῶν κατ’ Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην ἀγάπην καὶ εἰρήνην ἐχόντων πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς, | |
5 | ἐξαίφνης ὁ ἔπαρχος τῆς Αἰγύπτου γράμματα προτίθησι δημοσίᾳ διατάγματος ἔχοντα | |
2.2 | τύπον, ὡς Γρηγορίου τινὸς ἐκ Καππαδοκίας εἰσερχομένου διαδόχου μου ἀπὸ τοῦ κομι‐ | |
τάτου. καὶ ἡ μὲν τοιαύτη ἀκοὴ τοὺς πάντας ἐτάραξε· καινὸν γὰρ ἦν καὶ ἄρτι πρώτως ἀκουσθὲν τὸ τοιοῦτον· οἱ δὲ λαοὶ καὶ μᾶλλον εἰς τὰς ἐκκλησίας συνήρχοντο, ὅτι μάλιστα συνεώρων μήτε ἑαυτοὺς μήτε ἐπίσκοπον μήτε πρεσβύτερον μήτε ὅλως τινὰς μεμψα‐ | 170 | |
5 | μένους ἡμᾶς ποτε. μόνους δὲ Ἀρειανοὺς ἑώρων σὺν αὐτῷ καὶ Ἀρειανὸν αὐτὸν ἐπεγί‐ | |
2.3 | νωσκον ὑπὸ τῶν περὶ Εὐσέβιον τοῖς Ἀρειανοῖς ἀποσταλέντα. οἴδατε δέ, ἀδελφοί, ἀεὶ τοὺς περὶ Εὐσέβιον προστάτας καὶ κοινωνοὺς τῆς ἀσεβοῦς αἱρέσεως τῶν Ἀρειο‐ μανιτῶν γενομένους καὶ δι’ αὐτῶν ἀεὶ ἡμῖν ἐπιβουλεύσαντας καὶ τῆς εἰς τὰς Γαλλίας ἀποδημίας αἰτίους ἡμῖν γενομένους. διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ ἠγανάκτουν καὶ | |
5 | κατεβόων μαρτυρόμενοι τοὺς ἄλλους δικαστὰς καὶ πᾶσαν τὴν πόλιν, ὅτι μηδεμιᾶς μέμψεως ὑπὸ τῶν ἐκκλησιαστικῶν γενομένης, ἀλλὰ τῶν αἱρετικῶν Ἀρειανῶν μόνων αὐτὰ καθ’ ἡμῶν παιξάντων καινοτομία τις καὶ παρανομία τοιαύτη κατὰ τῆς ἐκκλησίας γεγένηται. εἰ γὰρ καὶ ὅλως ἦν τις καθ’ ἡμῶν μέμψις κρατήσασα, ἔδει μὴ Ἀρειανῶν μηδὲ τῶν τὰ | |
2.4 | Ἀρείου φρονούντων, κατὰ δὲ τοὺς ἐκκλησιαστικοὺς κανόνας καὶ κατὰ τὸ τοῦ Παύλου ῥῆμα «συναχθέντων» τῶν λαῶν «καὶ τοῦ πνεύματος» τῶν καθιστανόντων «σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» πάντα κανονικῶς ἐξετασθῆναί τε καὶ πραχ‐ θῆναι παρόντων τῶν αἰτουμένων λαῶν καὶ κληρικῶν καὶ μὴ ἔξωθεν ὑπὸ Ἀρειανῶν | |
5 | ὥσπερ ἐμπορευόμενον τὸ ὄνομα τοῦ ἐπισκόπου παρὰ τοὺς μὴ αἰτήσαντας μηδὲ βουλο‐ μένους μηδὲ ὅλως γινώσκοντας τὸ γεγονὸς μετὰ προστασίας καὶ βίας τῶν ἔξωθεν δι‐ καστῶν ἐπιρρῖψαι ἑαυτόν. τοῦτο δὲ τοὺς μὲν ἐκκλησιαστικοὺς κανόνας παραλύει, τὰ δὲ ἔθνη βλασφημεῖν ἀναγκάζει καὶ ὑπονοεῖν, ὅτι μὴ κατὰ θεῖον θεσμόν, ἀλλ’ ἐξ ἐμπορίας καὶ προστασίας αἱ καταστάσεις γίνονται. | |
3.1 | Ἡ μὲν οὖν κατάστασις ἡ θαυμαστὴ Γρηγορίου ὑπὸ Ἀρειανῶν γέγονε καὶ τοιαύτην ἔσχε τὴν ἀρχήν. ἡ δὲ εἴσοδος αὐτοῦ εἰς τὴν Ἀλεξάνδρειαν οἷα παράνομα κατειργάσατο καὶ ἡλίκων κακῶν αἰτία γέγονεν, ἔξεστιν ὑμῖν ἐκ τῶν γραφομένων καὶ παρὰ τῶν ἐπι‐ | |
3.2 | δημούντων ἐπερωτῆσαι καὶ μαθεῖν. τῶν γὰρ λαῶν δυσανασχετούντων καὶ διὰ τοῦτο ἐν ταῖς ἐκκλησίαις συναχθέντων ἐπὶ τῇ τοιαύτῃ καινοτομίᾳ, ἵνα μὴ ἡ τῶν Ἀρειανῶν ἀσέβεια καταμιγῇ τῇ τῆς ἐκκλησίας πίστει, Φιλάγριος ὁ καὶ πάλαι τὴν ἐκκλησίαν καὶ τὰς ταύτης παρθένους ἀδικήσας καὶ νῦν ἔπαρχος Αἰγύπτου τυγχάνων, παραβάτης | |
5 | μὲν γενόμενος, πατριώτης δὲ ὢν τοῦ Γρηγορίου καὶ οὐ σεμνὸν ἔχων τὸν τρόπον, ἀλλὰ καὶ προστάτας ἔχων τοὺς περὶ Εὐσέβιον καὶ διὰ τοῦτο σπουδάζων κατὰ τῆς ἐκκλη‐ σίας πείθει τοὺς ἐθνικοὺς δήμους τούς τε Ἰουδαίους καὶ τοὺς ἀτάκτους ἐπαγγελίαις, ἃς καὶ ὕστερον ἐπεδίδου, καὶ παροξύνει καὶ ἀθρόως αὐτοὺς μετὰ ξιφῶν καὶ ῥοπάλων ἀφίησι | 171 |
3.3 | κατὰ τῶν λαῶν εἰς τὰς ἐκκλησίας. καὶ τί γέγονεν ἐκ τούτων οὐκέτι λοιπὸν ἁπλῶς εἰπεῖν· οὔτε γὰρ ἀξίως σημᾶναι δυνατὸν οὔτε χωρὶς δακρύων καὶ θρήνων μνημονεύσειεν ἄν τις κἂν τῶν ὀλίγων. ποῖα γὰρ παρὰ τοῖς ἀρχαίοις τετραγῴδηται τοιαῦτα; ἢ τί τοιοῦτον ἐν διωγμῷ καὶ πολέμῳ γέγονέ ποτε; ἡ μὲν ἐκκλησία καὶ τὸ ἅγιον βαπτιστήριον | |
5 | πυρπολεῖται, εὐθέως δὲ οἰμωγαὶ καὶ ὀλολυγαὶ καὶ θρῆνος ἦν κατὰ τὴν πόλιν, ἀγανακ‐ τούντων καὶ τῶν πολιτῶν ἐπὶ τοῖς γιγνομένοις καὶ καταβοώντων τοῦ ἡγεμόνος καὶ τὴν | |
3.4 | βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κατεπατοῦντο καὶ ἀπέθνησκον, καὶ | |
3.5 | οἱ μὲν ἐδισκεύοντο, οἱ δὲ ξίφεσι καὶ ῥοπάλοις ἀνῃροῦντο, ἄλλοι δὲ ἐτραυματίζοντο. ἐπὶ δὲ τῆς ἁγίας τραπέζης ἡλίκη ἀσέβεια καὶ παρανομία γέγονεν. ὄρνεα καὶ στροβίλους ἐθυ‐ σίαζον εὐφημοῦντες μὲν ἑαυτῶν τὰ εἴδωλα, δυσφημοῦντες δὲ ἐν αὐταῖς ταῖς ἐκκλησίαις τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. τὰς θείας τῶν | |
5 | γραφῶν βίβλους, ἃς εὕρισκον ἐν τῇ ἐκκλησίᾳ, κατέκαιον. εἰς δὲ τὸ ἅγιον βαπτιστήριον, φεῦ τῆς τόλμης, οἱ κυριοκτόνοι Ἰουδαῖοι καὶ οἱ ἄθεοι ἐθνικοὶ ἀφυλάκτως εἰσερχόμενοι τοι‐ αῦτα αἰσχρὰ διεπράττοντο καὶ ἐλάλουν γυμνοῦντες ἑαυτούς, ὡς αἰσχύνεσθαι καὶ λέγειν | |
3.6 | αὐτά. καί τινες ἀσεβεῖς ἄνδρες τὰ πικρὰ τῶν διωγμῶν μιμούμενοι παρθένων καὶ ἐγκρατῶν κρατοῦντες εἷλκον καὶ διασύροντες ἐβιάζοντο βλασφημεῖν καὶ ἀρνεῖσθαι τὸν κύριον καὶ μὴ ἀρνουμένας κατέκοπτον καὶ κατεπάτουν. | |
4.1 | Καὶ πρὸς τούτοις ἡ θαυμαστὴ καὶ λαμπρὰ εἴσοδος Γρηγορίου τοῦ Ἀρειανοῦ ἡδο‐ | |
μένη τοῖς τοιούτοις κακοῖς, ὥσπερ ἔπαθλον καὶ μισθὸν τῆς τοιαύτης παρανόμου νίκης παρέχουσα τοῖς ἐθνικοῖς καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς τὰ τοιαῦτα καθ’ ἡμῶν ἐργασαμένοις εἰς πρέδαν δέδωκε τὴν ἐκκλησίαν. καὶ τῆς τοιαύτης παρανομίας καὶ ἀταξίας συγχωρη‐ | 172 | |
4.2 | θείσης τὰ πολέμων λοιπὸν χείρονα καὶ λῃστῶν ὠμότερα ἐγίνετο. οἱ μὲν γὰρ τὰ ἀπαν‐ τῶντα διήρπαζον, οἱ δὲ τὰς ἀποκειμένας τινῶν παραθήκας διῃροῦντο, τὸν οἶνον πολὺν ὄντα ἢ ἔπινον ἢ ἐξεκένουν ἢ ἀπέφερον, τὸ ἀποκείμενον ἔλαιον ἥρπαζον, τὰς θύρας καὶ τοὺς καγκέλλους ὡς σκύβαλα ἕκαστος ἐβάσταζε, τὰς λυχνίας παραυτὰ ἐν τῷ Τυχαίῳ ἀπετίθεντο, | |
5 | τοὺς κηρίωνας τῆς ἐκκλησίας τοῖς εἰδώλοις ἀνῆπτον, καὶ ὅλως ἁρπαγὴ καὶ θάνατος | |
4.3 | ἦν ἐν τῇ ἐκκλησίᾳ. καὶ οὐκ ᾐδοῦντο οἱ δυσσεβεῖς Ἀρειανοὶ τούτων γινομένων, ἀλλ’ ἔτι χείρονα καὶ ὠμότερα προσετίθουν· πρεσβύτεροι γὰρ καὶ λαικοὶ ἐξέσθησαν, παρθένοι ἀπο‐ μαφορτιζόμεναι ἀπήγοντο εἰς τὸ βῆμα τοῦ ἡγεμόνος καὶ εἰς τὴν φυλακὴν ἐβάλλοντο, ἄλλοι δὲ ἐδημεύθησαν, ἐμαστίχθησαν, οἱ ἄρτοι τῶν λειτουργῶν καὶ τῶν παρθένων ἐκω‐ | |
5 | λύθησαν. ταῦτα δὲ ἐγίνετο ἐν αὐτῇ τῇ ἁγίᾳ τεσσαρακοστῇ περὶ τὸ πάσχα, ὅτε οἱ μὲν ἀδελφοὶ ἐνήστευον, ὁ δὲ θαυμαστὸς Γρηγόριος τὸν Καιάφα τρόπον ἀναλαβὼν μετὰ Πιλάτου | |
4.4 | τοῦ ἡγεμόνος κατὰ τῶν εἰς Χριστὸν εὐσεβούντων ἐνεπαροίνει. ἐν παρασκευῇ γοῦν εἰσερχόμενος εἰς μίαν τῶν ἐκκλησιῶν μετὰ τοῦ ἡγεμόνος καὶ τῶν ἐθνικῶν δήμων ὡς ἀπο‐ στρεφομένους εἶδε τοὺς λαοὺς τὴν βιαίαν εἴσοδον αὐτοῦ, ἐποίησε τὸν ὠμότατον ἡγεμόνα ἐν μιᾷ ὥρᾳ τριάκοντα καὶ τέσσαρας παρθένους καὶ ὑπάνδρους καὶ εὐγενεῖς ἄνδρας μαστίξαι | |
4.5 | δημοσίᾳ καὶ εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν, ἐν οἷς μίαν παρθένον φιλολογοῦσαν καὶ τὸ ψαλ‐ τήριον ἔτι κατέχουσαν ἐν ταῖς χερσὶ μαστιχθῆναι πεποίηκε δημοσίᾳ· καὶ τὸ μὲν βιβλίον | |
5.1 | ὑπὸ τῶν δημίων διηρπάσθη, αὐτὴ δὲ ἡ παρθένος εἰς τὴν φυλακὴν καθείρχθη. Τούτων γενομένων οὐχ ἡσύχαζον οὐδὲ εἰς τὰ ἑξῆς, ἀλλ’ ἐβουλεύοντο καὶ ἐν τῇ ἄλλῃ ἐκκλησίᾳ, ἔνθα μάλιστα ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις ᾤκουν, τὰ αὐτὰ τοῖς προτέροις ποιῆσαι. ἐσπούδαζον δὲ τὴν μανίαν ἑαυτῶν καὶ εἰς αὐτὴν τὴν ἐκκλησίαν ἐπεκτεῖναι, | |
5.2 | ἵνα με θηρεύσαντες ἀνέλωσιν. ὃ καὶ ἔπαθον ἂν, εἰ μὴ ἡ τοῦ θεοῦ χάρις ἐβοήθησεν, ἵνα μόλις ἐκφύγω καὶ ὑπαγορεῦσαι κἂν τὰ ὀλίγα δυνηθῶ. ἐγὼ γὰρ θεωρῶν αὐτοὺς ἔσχατα | |
λυσσῶντας καὶ λογισάμενος, ἵνα μήτε ἡ ἐκκλησία βλαβῇ καὶ αἱ ἐν αὐτῇ παρθένοι πάθωσι καὶ θάνατοι πάλιν γένωνται καὶ δεύτερον οἱ λαοὶ ὑβρισθῶσιν, ὑπέκλεψα ἐμαυτὸν τῶν | 173 | |
5 | λαῶν μνησθεὶς τοῦ σωτῆρος λέγοντος· «ἐὰν ὑμᾶς διώκωσιν εἰς τήνδε τὴν πόλιν, φεύγετε εἰς | |
5.3 | τὴν ἑτέραν». ἤιδειν γὰρ αὐτούς, ἀφ’ ὧν ἔπραξαν εἰς τὴν ἑτέραν ἐκκλησίαν κακῶν, μηδὲν τῶν δεινῶν καὶ κατὰ τῆς ἄλλης παραιτουμένους· ὅπου γε οὐδὲ αὐτὴν τὴν κυριακὴν τῆς ἁγίας ἑορτῆς ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ δὲ | |
5 | Γρηγόριος καὶ οἱ σὺν αὐτῷ ὥσπερ ἀντιμαχόμενοι τῷ σωτῆρι καὶ θαρροῦντες τῇ τοῦ ἡγε‐ μόνος προστασίᾳ τὴν ἐλευθέριον ἡμέραν τοῖς τοῦ Χριστοῦ δούλοις πένθος πεποιήκασιν. | |
5.4 | οἱ μὲν γὰρ Ἕλληνες ηὐφραίνοντο δυσωπούμενοι τὴν ἡμέραν, ὁ δὲ Γρηγόριος ἴσως ἐντολὰς πληρῶν τῶν περὶ Εὐσέβιον πενθεῖν ἠνάγκαζε τότε τοὺς Χριστιανοὺς τῇ κακώσει τῶν δεσμῶν. διὰ ταύτης τοίνυν τῆς βίας ὁ ἡγεμὼν ἥρπασε τὰς ἐκκλησίας καὶ ἁρπάσας Γρη‐ γορίῳ καὶ τοῖς Ἀρειομανίταις παρέδωκε. καὶ οἱ μὲν ἐκκήρυκτοι παρ’ ἡμῶν διὰ τὴν ἀσέ‐ | |
5 | βειαν γενόμενοι ἐγκαυχῶνται τῇ ἁρπαγῇ τῶν ἐκκλησιῶν, ὁ δὲ τοῦ θεοῦ λαὸς καὶ οἱ κληρικοὶ τῆς καθολικῆς ἐκκλησίας βιάζονται ἢ κοινωνεῖν τῇ ἀσεβείᾳ τῶν αἱρετικῶν Ἀρειανῶν ἢ | |
5.5 | μὴ εἰσέρχεσθαι εἰς τὰς ἐκκλησίας. καὶ γὰρ καὶ τοῖς ναυκλήροις καὶ τοῖς ἄλλοις τοῖς τὴν θάλατταν πλέουσιν οὐκ ὀλίγην βίαν καὶ ἀνάγκην ἐπέθηκεν ὁ Γρηγόριος διὰ τοῦ ἡγεμόνος βασανίζων καὶ μαστίζων, ἄλλους δὲ καὶ δεσμεύων καὶ εἰς τὸ δεσμωτήριον ἐμβάλλων, ἵνα μηδὲ ἀντιλέγωσι τῇ παρανομίᾳ αὐτοῦ, ἀλλὰ καὶ γράμματα παρ’ αὐτοῦ λαμβάνωσι. | |
5.6 | καὶ ἵνα μὴ ἄχρι τούτων ἀρκεσθῇ, ἀλλὰ καὶ τοῦ αἵματος ἡμῶν ἐμφορηθῇ, πεποίηκε τὸν ὠμότατον καὶ συνεργὸν αὐτοῦ ἡγεμόνα ψήφισμα ὡς ἐκ προσώπου τοῦ λαοῦ κατ’ ἐμοῦ γράψαι τῷ εὐσεβεστάτῳ βασιλεῖ Κωνσταντίῳ ἐπίφθονα ῥήματα περιέχον, ἀφ’ οὗ μὴ μόνον ἐστὶ φυγεῖν, ἀλλὰ καὶ μυρίους θανάτους προσδοκᾶν. καὶ ὁ μὲν τὸ ψήφισμα γράψας ἐστὶ | |
5 | παραβάτης ἐκ Χριστιανῶν καὶ εἴδωλα ἀναισχύντως προσκυνῶν, οἱ δὲ ὑπογράψαντές εἰσιν | |
5.7 | ἐθνικοὶ καὶ νεωκόροι τῶν εἰδώλων καὶ σὺν αὐτοῖς Ἀρειανοί. καὶ ἵνα μὴ πολὺς ἐν τῷ γράφειν γίγνωμαι, διωγμός ἐστιν ἐνταῦθα καὶ διωγμὸς οἷος οὐδέποτε γέγονε κατὰ τῆς ἐκκλησίας. ὅλως μὲν γὰρ ἐν τῷ πρὸ τούτου διωγμῷ κἂν φεύγων τις προσηύχετο καὶ κρυπτόμενος ἐβαπτίζετο, ἄρτι δὲ ἡ πολλὴ ὠμότης καὶ τὴν βαβυλωνίαν ἀθεότητα ἐνίκη‐ | |
5.8 | σεν. ὡς γὰρ οἱ τότε κατὰ τοῦ Δανιήλ, οὕτω καὶ ὁ θαυμαστὸς Γρηγόριος νῦν τοὺς ἐν ταῖς οἰκίαις προσευχομένους διαβάλλει τῷ ἡγεμόνι καὶ τοὺς λειτουργοὺς μετὰ πάσης ὕβρεως παρατηρεῖται, ὡς ἐκ τῆς τοιαύτης βίας πολλοὺς μὲν ἀβαπτίστους κινδυνεύειν, πολλοὺς δὲ χωρὶς τῶν ἐπισκεπτομένων νοσεῖν καὶ ὀδύρεσθαι πικροτέραν τῆς νόσου τὴν | 174 |
5 | τοιαύτην συμφορὰν ἡγουμένους. τῶν γὰρ λειτουργῶν τῆς ἐκκλησίας διωκομένων οἱ λαοὶ καταγινώσκοντες τῆς ἀσεβείας τῶν αἱρετικῶν Ἀρειανῶν αἱροῦνται μᾶλλον οὕτω νοσεῖν καὶ κινδυνεύειν ἢ χεῖρα τῶν Ἀρειανῶν ἐλθεῖν ἐπὶ τὴν κεφαλὴν αὐτῶν. | |
6.1 | Ἀρειανὸς οὖν ἐστιν ὁ Γρηγόριος καὶ τοῖς Ἀρειανοῖς ἀποσταλείς· οὐ γάρ τις αὐτὸν ᾔτηται πλὴν μόνων αὐτῶν· καὶ διὰ τοῦτο ὡς μισθωτὸς καὶ ἀλλότριος δεινὰ καὶ πικρὰ τοῖς τῆς καθολικῆς ἐκκλησίας λαοῖς ὡς οὐκ οὖσιν ἰδίοις διὰ τοῦ ἡγεμόνος κατεργάζεται. | |
6.2 | ἐπειδὴ γὰρ Πιστόν, ὅνπερ πρότερον οἱ περὶ Εὐσέβιον τοῖς Ἀρειανοῖς κατέστησαν, μετὰ τὸ γράψαι ἡμᾶς περὶ αὐτοῦ πάντες ὑμεῖς οἱ τῆς καθολικῆς ἐκκλησίας ἐπίσκοποι διὰ τὴν ἀσέβειαν εἰκότως αὐτὸν ἀνεθεματίσατε καὶ ἀπεκηρύξατε, τούτου ἕνεκα Γρηγόριον νῦν 〈οἱ περὶ〉 τὸν αὐτὸν τοῖς Ἀρειανοῖς ἀπέστειλαν. εἶτα, ἵνα μὴ καὶ δεύτερον αἰσχύνην ὀφλή‐ | |
5 | σωσι γραφόντων ἡμῶν πάλιν κατ’ αὐτῶν, διὰ τοῦτο τῇ ἔξωθεν βίᾳ καθ’ ἡμῶν ἐχρήσαντο, ἵνα τῶν ἐκκλησιῶν περικρατήσαντες δόξωσιν ἐκφεύγειν τὴν τῶν Ἀρειανῶν ὑπόνοιαν. | |
6.3 | ἀλλ’ ἐσφάλησαν καὶ ἐν τούτῳ· οὐδεὶς γὰρ τῶν τῆς ἐκκλησίας ἀνθρώπων ἐστὶ μετ’ αὐτῶν, εἰ μὴ μόνοι οἱ αἱρετικοὶ καὶ οἱ δι’ αἰτίας ἐκβληθέντες καὶ ὅσοι διὰ τὴν ἀνάγκην τοῦ ἡγεμόνος ὑποκρίνονται. τοῦτο δὲ τῶν περὶ Εὐσέβιόν ἐστι τὸ δραματούργημα· ταῦτα οἱ περὶ Εὐσέβιον ἔκπαλαι μὲν ἐμελέτων καὶ συνετίθουν, νῦν δὲ καὶ ἴσχυσαν πρᾶξαι διὰ τὰς δια‐ | |
5 | βολάς, ἃς διέβαλλον ἡμᾶς βασιλεῖ. ἀμέλει οὐδὲ οὕτως ἡσυχάζουσιν, ἀλλὰ καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ‐ | |
6.4 | γαδεύεσθαι καὶ θάνατον παρ’ αὐτῶν προσδοκᾶν. ἀλλ’ οὐ διὰ ταῦτα καὶ ὑμᾶς αὐτῶν | |
τὴν παρανομίαν καταπτῆξαι χρή, ἀλλὰ μᾶλλον καὶ ἐκδικῆσαι καὶ ἀγανακτῆσαι κατὰ τῶν οὕτως καινοτομηθέντων καθ’ ἡμῶν. εἰ γὰρ πάσχοντος μέλους ἑνὸς «συμπάσχει πάντα τὰ μέλη» καὶ κατὰ τὸν μακάριον ἀπόστολον «κλαίειν μετὰ κλαιόντων» δεῖ, πασχούσης τῆς | 175 | |
5 | τηλικαύτης ἐκκλησίας ἕκαστος ὡς αὐτὸς πάσχων ἐκδικείτω τὸ πρᾶγμα. κοινὸς γάρ ἐστιν ὁ σωτὴρ ὁ ὑπ’ αὐτῶν βλασφημούμενος, καὶ πάντων εἰσὶν οἱ κανόνες οἱ ὑπ’ αὐτῶν | |
6.5 | παραλυόμενοι. ἆρα γὰρ εἰ, καθεζομένων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ καὶ συναγομένων τῶν λαῶν χωρίς τινος μέμψεως, εἴ τις ἐξαίφνης διὰ προστάγματος διάδοχος ἐληλύθει καθ’ ἑνὸς ὑμῶν καὶ τοιαῦτα ἐγεγόνει καθ’ ὑμῶν, οὐκ ἂν ἠγανακτήσατε; οὐκ ἂν ἠξιώσατε ἐκδικηθῆναι; διὰ τοῦτο ἀγανακτῆσαι ὑμᾶς δίκαιόν ἐστιν, ἵνα μὴ τούτων σιωπωμένων | |
5 | κατ’ ὀλίγον καὶ εἰς ἑκάστην ἐκκλησίαν τὸ τοιοῦτον κακὸν διαβῇ καὶ λοιπὸν ἐμπόριον καὶ ἀγοραῖον τὸ καθ’ ἡμᾶς διδασκαλεῖον γένηται. | |
7.1 | Τὰ μὲν οὖν κατὰ τοὺς Ἀρειομανίτας οἴδατε, ἀγαπητοί· πολλάκις γὰρ αὐτῶν τὴν ἀσέβειαν ἰδίᾳ καὶ κοινῇ πάντες ἀπεκηρύξατε· οἴδατε δὲ καὶ τοὺς περὶ Εὐσέβιον, ὡς προ‐ εῖπον, τῆς αὐτῆς ἐκείνοις ὄντας αἱρέσεως, δι’ ἣν καὶ πάλαι ἡμῖν ἐπεβούλευσαν. τὰ δὲ νῦν δι’ αὐτοὺς καὶ ὑπ’ αὐτῶν γενόμενα πικρότερα πολέμων ἐδήλωσα ὑμῖν, ἵνα κατὰ τὴν ἐξ | |
5 | ἀρχῆς ἱστορίαν μισοπόνηρον ζῆλον ἀναλαβόντες ἐξάρητε τοὺς τὰ τοιαῦτα πονηρὰ ἐργα‐ | |
7.2 | σαμένους κατὰ τῆς ἐκκλησίας. εἰ γὰρ καὶ πέρυσιν οἱ κατὰ Ῥώμην ἀδελφοὶ μήπω τού‐ των γενομένων, ἀλλ’ ἕνεκα τῶν πρώτων σύνοδον ἔγραψαν γενέσθαι, ἵνα κἀκεῖνα ἐκδικηθῇ, ἥνπερ εὐλαβούμενοι οἱ περὶ Εὐσέβιον προύλαβον διαταράξαι τὴν ἐκκλησίαν καὶ ἠθέλησαν ἡμᾶς ἀνελεῖν, ἵνα λοιπὸν ἐπ’ ἀδείας πράττωσιν ἃ βούλονται καὶ μὴ ἔχωσι τὸν ἐλέγχοντα, | |
5 | πόσῳ μᾶλλον ἐπὶ τοῖς τηλικούτοις παρανομήμασιν ἀγανακτῆσαι πάντες ὀφείλετε καὶ | |
7.3 | καταψηφίσασθαι αὐτῶν, ὅσῳ καὶ ταῦτα τοῖς προτέροις προσέθηκαν; παρακαλῶ, μὴ παρίδητε τὰ τηλικαῦτα μηδὲ ἐπιτρέψητε τὴν περιβόητον Ἀλεξανδρέων ἐκκλησίαν ὑπὸ αἱρετικῶν καταπατηθῆναι. διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ καὶ οἱ λειτουργοὶ καθ’ ἑαυ‐ τούς εἰσι, διὰ μὲν τὰς τοῦ ἐπάρχου βίας σιωπῶντες, τὴν δὲ ἀσέβειαν τῶν Ἀρειομανιτῶν | |
7.4 | ἐκτρεπόμενοι. ἐὰν τοίνυν γράφῃ πρὸς ὑμᾶς Γρηγόριος ἢ ἄλλος τις περὶ αὐτοῦ, μὴ δέξησθε, ἀδελφοί, τὰ γράμματα αὐτοῦ, ἀλλὰ σχίσατε καὶ δυσωπήσατε τοὺς κομίζοντας ὡς ἀσεβεῖς καὶ πονηρίας ὄντας διακόνους. ἐὰν δὲ καὶ τύπον εἰρηνικὸν τολμήσῃ γράφειν, μηδὲ ταῦτα δέχεσθε· τῷ γὰρ φόβῳ τοῦ ἡγεμόνος οἱ δεχόμενοι κομίζουσι διὰ τὰς πολλὰς | |
7.5 | αὐτοῦ βίας. ἐπειδὴ δὲ εἰκὸς καὶ τοὺς περὶ Εὐσέβιον γράφειν ὑμῖν περὶ αὐτοῦ, διὰ τοῦτο | |
προυπομνῆσαι ὑμᾶς ἐσπούδασα, ἵνα καὶ ἐν τούτῳ τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ μιμη‐ σάμενοι ἐκδιώξητε τοὺς παρ’ αὐτῶν, ὅτι ἐν τοιούτῳ καιρῷ διωγμοὺς καὶ φθορὰς παρθένων καὶ θανάτους καὶ ἁρπαγὰς τῶν ἐν ταῖς ἐκκλησίαις, καὶ πυρκαιὰν καὶ βλασφημίας ἐν ταῖς | 176 | |
5 | ἐκκλησίαις ἕνεκεν τῶν Ἀρειομανιτῶν κατεσκεύασαν ὑπὸ ἐθνικῶν καὶ Ἰουδαίων γενέσθαι. | |
7.6 | οὐκ ἂν δὲ ὁ ἀσεβὴς καὶ μεμηνὼς Γρηγόριος ἀρνήσηται ἑαυτὸν εἶναι Ἀρειανὸν ἔχων ἔλεγχον τὸν ὑπογράφοντα αὐτοῦ τὰ γράμματα. Ἀμμὼν γὰρ οὗτος ὁ ὑπογράφων ἔκπαλαι μὲν ὑπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου τοῦ πρὸ ἐμοῦ ἐπισκόπου ἐπὶ πολλοῖς κακοῖς καὶ ἐπὶ ἀσεβείᾳ | |
7.7 | ἐξεβλήθη τῆς ἐκκλησίας. πάντων οὖν ἕνεκεν καὶ ἀντιγράψαι ἡμῖν θελήσατε καὶ κατα‐ γνῶναι τῶν ἀσεβῶν, ἵνα καὶ νῦν οἱ μὲν λειτουργοὶ οἱ ἐνταῦθα καὶ οἱ λαοὶ τὴν ὀρθοδοξίαν καὶ μισοπονηρίαν ὑμῶν ὁρῶντες εὐφραίνωνται τῇ εἰς θεὸν ὁμοψύχῳ ὑμῶν πίστει, οἱ δὲ τοιαῦτα κατὰ τῆς ἐκκλησίας παρανομήσαντες μεταπαιδευθέντες ἐκ τῶν ὑμῶν γραμμάτων | |
7.8 | κἂν ὀψέ ποτε μεταγνῶναι δυνηθῶσι. προσείπατε τὴν παρ’ ὑμῖν ἀδελφότητα. οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἐρρωμένους καὶ μνημονεύοντας ἡμῶν ὁ | |
κύριος ὑμᾶς διαφυλάξειεν, κύριοι ἀληθῶς ποθεινότατοι. | 177 |