TLG 2035 003 :: ATHANASIUS :: De decretis Nicaenae synodi

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

De decretis Nicaenae synodi

Source: Opitz, H.G. (ed.), Athanasius Werke, vol. 2.1. Berlin: De Gruyter, 1940: 1–45.

  • Epistula Eusebii Caesariensis ad ecclesiam suam: pp. 28–31
  • Depositio Arii: p. 31
  • Epistula Alexandri Alexandrini: pp. 31–35
  • Epistula synodi Nicaenae ad ecclesiam Alexandriae: pp. 35–36
  • Symbolum Nicaenum: pp. 36–37
  • Epistula Constantini imperatoris ad ecclesiam Alexandriae: p. 37
  • Epistula Constantini imperatoris ad episcopos et populos: pp. 37–38
  • Epistula Constantini imperatoris ad Arium et socios: pp. 38–43
  • Epistula Constantini imperatoris ad ecclesiam Nicomediae: pp. 43–45
  • Epistula Constantini imperatoris ad Theodotum Laodicensem: p. 45

Citation: Chapter — section — (line)

1

t

Τοῦ ἁγίου Ἀθανασίου· ὅτι ἡ ἐν Νικαίᾳ σύνοδος ἑωρακυῖα τὴν πανουρ‐ γίαν τῶν περὶ Εὐσέβιον ἐξέθετο πρεπόντως καὶ εὐσεβῶς κατὰ τῆς ἀρειανῆς αἱρέσεως τὰ ὁρισθέντα.

1

.

1

Καλῶς ἐποίησας δηλώσας μοι τὴν γενομένην παρὰ σοῦ ζήτησιν πρὸς τοὺς τὰ Ἀρείου πρεσβεύοντας, ἐν οἷς ἦσαν καὶ τῶν Εὐσεβίου τινὲς ἑταίρων καὶ πλεῖστοι δὲ τῶν τὰ τῆς ἐκκλησίας φρονούντων ἀδελφῶν. τὴν μὲν οὖν σὴν φιλόχριστον νῆψιν ἀπε‐ δεξάμην καλῶς διελέγξασαν τὴν τῆς αἱρέσεως ἀσέβειαν, τὴν δ’ ἐκείνων ἀναισχυντίαν
5τεθαύμακα, ὅτι καίτοι τῶν Ἀρειανῶν λογισμῶν δειχθέντων σαθρῶν τε καὶ ματαίων, ἀλλὰ καὶ παρὰ πάντων αὐτοὶ καταγνωσθέντες ἐπὶ πάσῃ κακοφροσύνῃ, ὅμως καὶ μετὰ ταῦτα διεγόγγυζον κατὰ τοὺς Ἰουδαίους λέγοντες· διατί οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἔγραψαν

1

.

2

ἀγράφους λέξεις τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον; σὺ μὲν οὖν ὡς λόγιος ἀνὴρ καὶ οὕτως αὐτοὺς σχηματιζομένους οὐδὲν ἧττον ἀπέδειξας κενολογοῦντας. ἐκεῖνοι δὲ οὐδὲν ξένον τῆς ἑαυτῶν κακονοίας πράττουσι πλαττόμενοι προφάσεις. εἰσὶ γὰρ ποικίλοι καὶ παλίμβολοι τὰς γνώμας ὡς οἱ χαμαιλέοντες ἐν τοῖς χρώμασι, καὶ ἐλεγχόμενοι μὲν
5ἐρυθριῶσιν, ἀνακρινόμενοι δὲ ἀποροῦσι καὶ λοιπὸν ἀναιδευόμενοι προφασίζονται. ἂν δέ τις αὐτοὺς καὶ ἐν τούτοις διελέγξῃ, κάμνουσιν ἕως ἂν ἐπινοήσωσι τὰ μὴ ὄντα καὶ

1

.

3

κατὰ τὸ γεγραμμένον λογίσωνται μάταια, ἵνα μόνον διαμείνωσιν ἀσεβοῦντες. τὸ δὲ τοιοῦτον ἐπιχείρημα οὐδὲν ἕτερόν ἐστιν ἢ γνώρισμα μὲν ἄντικρυς τῆς ἀλογίας αὐτῶν, μίμησις δὲ καθὰ προεῖπον τῆς ἰουδαικῆς κακοηθείας. καὶ γὰρ ἐλεγχόμενοι κἀκεῖνοι παρὰ τῆς ἀληθείας καὶ μὴ δυνάμενοι πρὸς αὐτὴν ἀντιβλέπειν ἐπροφασίζοντο λέγοντες· «τί
5ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;» καίτοι σημείων τοσού‐ των γενομένων, ὥστε λέγειν καὶ αὐτούς· «τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;» νεκροὶ γὰρ ἠγείροντο, χωλοὶ περιεπάτουν, τυφλοὶ ἀνέβλεπον, λεπροὶ ἐκαθαρί‐ ζοντο, καὶ τὸ ὕδωρ οἶνος ἐγίνετο, καὶ ἀπὸ πέντε ἄρτων ἐκορέσθησαν πεντακισχίλιοι.

1

.

4

καὶ οἱ μὲν πάντες ἐθαύμαζον καὶ προσεκύνουν τὸν κύριον, ὁμολογοῦντες ἐν αὐτῷ πλη‐ ροῦσθαι τὰς προφητείας καὶ αὐτὸν εἶναι θεὸν τοῦ θεοῦ τὸν υἱόν· μόνοι δὲ οἱ Φαρισαῖοι, εἰ καὶ λαμπρότερα ἡλίου φαινόμενα ἦν τὰ σημεῖα, ὅμως πάλιν ἐγόγγυζον ὡς ἀμαθεῖς καὶ ἔλεγον· «διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;» ἄφρονες καὶ τῷ ὄντι τυφλοὶ τὴν

1

.

5

διάνοιαν. δέον τὸ ἔμπαλιν αὐτοὺς λέγειν· διατί σὺ θεὸς ὢν ἄνθρωπος γέγονας; τὰ γὰρ ἔργα θεὸν αὐτὸν ἐδείκνυεν, ἵνα τὴν μὲν ἀγαθότητα τοῦ πατρὸς προσκυνήσωσι,
τὴν δὲ δι’ ἡμᾶς αὐτοῦ οἰκονομίαν θαυμάσωσι. τοῦτο μὲν οὔτε ἔλεγον, ἀλλ’ οὔτε τὰ γινόμενα βλέπειν ἐβούλοντο. ἢ ἔβλεπον μέν—ἐξ ἀνάγκης γὰρ ἦν ὁρᾶν αὐτά—πάλιν1
5δὲ ἐγόγγυζον μεταβαλλόμενοι· διατί ἐν τῷ σαββάτῳ θεραπεύεις τὸν παραλυτικόν,

1

.

6

καὶ τὸν ἐκ γενετῆς τυφλὸν τότε ποιεῖς ἀναβλέπειν; τοῦτο δὲ πρόφασις πάλιν ἦν καὶ μόνον γογγυσμός. καὶ γὰρ ἐν ταῖς ἄλλαις ἡμέραις θεραπεύοντος τοῦ κυρίου πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐκεῖνοι συνήθως ἐμέμφοντο καὶ μᾶλλον ἤθελον ἀθεότητος

1

.

7

ἔχειν ὑπόνοιαν τὸν Βεελζεβοὺλ ὀνομάζοντες ἢ ἀρνήσασθαι τὴν ἰδίαν πονηρίαν. ἀλλὰ καὶ οὕτως τοῦ σωτῆρος πολυμερῶς καὶ πολυτρόπως δεικνύοντος ἑαυτοῦ τὴν θεότητα καὶ εὐαγγελιζομένου πᾶσι τὸν πατέρα οὐδὲν ἧττον ὥσπερ εἰς κέντρα λακτίζοντες ἀντέ‐ λεγον ἐκεῖνοι μωρολογοῦντες, ἵνα μόνον κατὰ τὴν θείαν παροιμίαν προφάσεις ἐφευρίσκοντες
5χωρίσωσιν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας.

2

.

1

Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι. καὶ Ἀρειανοὶ δὲ νῦν ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς τότε Φαρισαίοις· οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ

2

.

2

μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ τοιαῦτα νῦν μηχανῶνται. μετ’ ὀλίγον γὰρ καὶ εἰς ὕβρεις ἐκτραπήσονται καὶ μετὰ ταῦτα τὴν σπείραν καὶ τὸν χιλίαρχον ἀπειλή‐ σουσιν· ἐν τούτοις γάρ ἐστιν αὐτῶν ἡ δοκοῦσα σύστασις τῆς κακοδοξίας. τὸν γὰρ τοῦ

2

.

3

θεοῦ λόγον ἀρνούμενοι εἰκότως καὶ λόγου παντός εἰσιν ἔρημοι. ταῦτα γοῦν εἰδὼς οὐδὲν ἂν ἀπεκρινάμην ἐρωτῶσιν ἐκείνοις. ἐπειδὴ δὲ ἡ σὴ διάθεσις ἀπῄτησε γνῶναι τὰ ἐν τῇ συνόδῳ πραχθέντα, οὐχ ὑπερεθέμην· ἀλλ’ εὐθύς, ὡς τότε γέγονε, δεδήλωκα δείξας δι’ ὀλίγων, ὅσον εὐσεβοῦς φρονήσεως ἡ ἀρειανὴ αἵρεσις ἐστέρηται καὶ μόνον προφάσεις

2

.

4

πλάττονται. σκόπει δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύναν‐ ται, τὰ κατ’ αὐτῶν ὁρισθέντα. οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην
5χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ’ ἐκείνως ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα διὰ τὴν

2

.

5

προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει. οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν τὸ φρό‐ νημα ἑαυτῶν εὐσεβές—κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι—ἢ εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν ἃ ἀγνοοῦσιν,

2

.

6

ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας ἀπενέγκωνται μέμψιν. ἐξε‐ ταζέτωσαν δὲ μᾶλλον φιλομαθῶς, ἵν’ ἐπιγνόντες ἃ πρότερον ἠγνόουν, ἀπονίψωνται τὰς ἑαυτῶν ἀσεβεῖς ἀκοὰς τῷ τῆς ἀληθείας νάματι καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν. οὕτω
γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γέγονε τοῖς περὶ Εὐσέβιον.2

3

.

1

Ὡς ἐφιλονείκουν ἀσεβοῦντες καὶ θεομαχεῖν ἐπεχείρουν, τὰ μὲν λεγόμενα παρ’ αὐτῶν ἀσεβείας ἦν μεστά, οἱ δὲ συνελθόντες ἐπίσκοποι, ἦσαν δὲ πλέον ἢ ἔλαττον τρια‐ κόσιοι, πρᾴως καὶ φιλανθρώπως ἀπῄτουν αὐτούς, περὶ ὧν ἔλεγον διδόναι λόγον καὶ ἀποδείξεις εὐσεβεῖς. ὡς δὲ καὶ μόνον φθεγγόμενοι κατεγινώσκοντο καὶ πρὸς ἑαυτοὺς
5διεμάχοντο πολλὴν ὁρῶντες τῆς ἑαυτῶν αἱρέσεως τὴν ἀπορίαν, ἀχανεῖς μὲν ἔμενον οὗτοι

3

.

2

καὶ διὰ τῆς σιωπῆς ὡμολόγουν τὴν ἐπὶ τῇ κενοδοξίᾳ αὐτῶν αἰσχύνην. οἱ τοίνυν ἐπίσκοποι λοιπὸν ἀνελόντες τὰ παρ’ αὐτῶν ἐπινοηθέντα ῥήματα οὕτως ἐξέθεντο κατ’ αὐτῶν τὴν ὑγιαίνουσαν καὶ ἐκκλησιαστικὴν πίστιν· πάντων τε ὑπογραψάντων ὑπέ‐ γραψαν καὶ οἱ περὶ Εὐσέβιον τούτοις τοῖς ῥήμασιν, οἷς αἰτιῶνται νῦν οὗτοι· λέγω δὴ
5τῷ ἐκ τῆς οὐσίας καὶ τῷ ὁμοουσίῳ, καὶ ὅτι μήτε κτίσμα ἢ ποίημα μήτε τῶν γενητῶν

3

.

3

ἐστιν ὁ τοῦ θεοῦ υἱός, ἀλλὰ γέννημα ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστιν ὁ λόγος. καὶ τό γε παράδοξον, Εὐσέβιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καίτοι πρὸ μιᾶς ἀρνούμενος, ὅμως ὕστερον ὑπογράψας ἐπέστειλε τῇ ἐκκλησίᾳ ἑαυτοῦ, λέγων ταύτην εἶναι τῆς ἐκ‐ κλησίας τὴν πίστιν καὶ τῶν πατέρων τὴν παράδοσιν, πᾶσί τε φανερῶς ἔδειξεν, ὅτι πρό‐

3

.

4

τερον ἐσφάλλοντο καὶ μάτην ἐφιλονείκουν πρὸς τὴν ἀλήθειαν. εἰ γὰρ καὶ ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ ἀρνησάμενος φανερῶς τοῦτο σημᾶναι βούλεται. καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ ἀπολογούμενος κατηγόρησε
5λοιπὸν τῶν Ἀρειανῶν, ὅτι γράψαντες ‘οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῆναι‘ οὐκ ἤθελον

3

.

5

αὐτὸν εἶναι οὐδὲ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος, ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν Εὐσεβίου, ἵνα ἐκ ταύτης γνῷς τῶν τε χρι‐ στομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμο‐
5σύνην.

4

.

1

Πῶς τοίνυν οὐκ ἀδικοῦσιν οὗτοι κἂν ἐνθυμούμενοι μόνον ἀντιλέγειν τῇ τοσαύτῃ καὶ οἰκουμενικῇ συνόδῳ; πῶς οὐ παρανομοῦσι τολμῶντες ἀντιβλέπειν τοῖς καλῶς ὁρι‐ σθεῖσι κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ μαρτυρουμένοις ὑπὸ τῶν αὐτοὺς πρότερον ἀσεβεῖν

4

.

2

διδαξάντων; εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν, ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, «διψύ‐
5χους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν», καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ’
ὀλίγον δὲ ψέγοντας ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον.3

4

.

3

τοῦτο δέ, ὡς ὁ Ποιμὴν εἴρηκεν, ἔκγονόν ἐστι διαβόλου καὶ καπήλων δὲ μᾶλλον καὶ οὐ διδασκάλων ἐστὶ γνώρισμα. ἔστι γάρ, ὡς οἱ πατέρες παραδεδώκασιν, ὄντως διδασκαλία καὶ διδασκάλων ἀληθῶν τοῦτο τεκμήριον τὸ τὰ αὐτὰ ἀλλήλοις ὁμολογεῖν καὶ μὴ ἀμ‐ φισβητεῖν μήτε πρὸς ἑαυτοὺς μήτε πρὸς τοὺς ἑαυτῶν πατέρας. οἱ γὰρ μὴ τοῦτον δια‐

4

.

4

κείμενοι τὸν τρόπον μοχθηροὶ μᾶλλον καὶ οὐκ ἀληθεῖς ἂν καλοῖντο διδάσκαλοι. Ἕλ‐ ληνες γοῦν οὐχ ὁμολογοῦντες τὰ αὐτά, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀμφισβητοῦντες, οὐκ ἀληθῆ τὴν διδασκαλίαν ἔχουσιν· οἱ δὲ ἅγιοι καὶ τῷ ὄντι τῆς ἀληθείας κήρυκες ἀλλή‐ λοις τε συμφωνοῦσι καὶ οὐ διαφέρονται πρὸς ἑαυτούς. εἰ γὰρ καὶ διαφόροις χρόνοις
5γεγόνασιν, ἀλλ’ εἰς ταὐτὸν ἀλλήλοις ὁρμῶσιν ἑνὸς ὄντες τοῦ θεοῦ προφῆται καὶ τὸν αὐτὸν συμφώνως εὐαγγελιζόμενοι λόγον.

5

.

1

Ἃ γοῦν Μωσῆς ἐδίδασκε, ταῦθ’ Ἁβραὰμ ἐφύλαττεν· ἃ δὲ Ἁβραὰμ ἐφύλαττε, ταῦτα Νῶε καὶ Ἐνὼχ ἐγίνωσκον διακρίναντες καθαρὰ καὶ ἀκάθαρτα καὶ εὐάρεστοι γινόμενοι τῷ θεῷ. καὶ γὰρ καὶ Ἄβελ οὕτως ἐμαρτύρησεν ἐπιστάμενος ταῦτα, ἅπερ ἦν μαθὼν παρὰ τοῦ Ἀδὰμ τοῦ καὶ αὐτοῦ μαθόντος παρὰ κυρίου, ὃς καὶ ἐπὶ συντελείᾳ
5τῶν αἰώνων ἐλθὼν εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἔλεγεν· «οὐκ ἐντολὴν καινὴν δίδωμι

5

.

2

ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιάν, ἣν ἠκούσατε ἀπ’ ἀρχῆς». διὰ τοῦτο καὶ ὁ παρ’ αὐτοῦ μαθὼν ὁ μακάριος ἀπόστολος Παῦλος τὰ μὲν ἐκκλησιαστικὰ διατυπῶν οὐδὲ διακόνους ἠθέλησεν εἶναι διλόγους, μήτι γε ἐπισκόπους, τοῖς δὲ Γαλάταις ἐπιπλήττων ἀπεφήνατο καθόλου λέγων· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καθὼς
5προείρηκα, καὶ πάλιν λέγω· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται

5

.

3

ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τοῦ τοίνυν ἀποστόλου ταῦτα λέγοντος ἢ καὶ οὗτοι τοὺς περὶ Εὐσέβιον μεταβαλλομένους καὶ λέγοντας ἕτερα παρὰ τὰ ὑπέγραψαν ἀνάθεμα ποιείτωσαν, ἢ εἰ γινώσκουσιν αὐτοὺς καλῶς ὑπογράψαντας, μὴ γογγυζέτωσαν κατὰ τῆς τηλικαύτης συνόδου. εἰ δὲ μήτε τοῦτο μήτ’ ἐκεῖνο ποιοῦσι, δῆλοί εἰσι καὶ αὐτοὶ4
5παντὶ ἀνέμῳ καὶ κλύδωνι περιφερόμενοι καὶ μὴ ταῖς ἰδίαις ἀλλὰ ἀλλοτρίαις ἑλκόμενοι

5

.

4

γνώμαις. τοιοῦτοι δὲ ὄντες οὐδὲ νῦν τοιαύτας προβαλλόμενοι προφάσεις ἀξιόπιστοί εἰσιν, ἀλλὰ καὶ παυέσθωσαν αἰτιώμενοι ἃ μὴ γινώσκουσι· τάχα δὲ οὐδὲ διακρίνειν εἰδότες ἁπλῶς «τὸ μὲν πονηρὸν λέγουσι καλόν, τὸ δὲ καλὸν πονηρόν, καὶ νομίζουσι τὸ μὲν πικρὸν

5

.

5

εἶναι γλυκύ, τὸ δὲ γλυκὺ πικρόν». ἀμέλει τὰ μὲν κριθέντα κακὰ καὶ ἀποδοκιμασθέντα κρατεῖν ἐθέλουσι, τὰ δὲ καλῶς ὁρισθέντα βιάζονται διαβάλλειν. ἔδει μὲν οὖν μήθ’ ἡμᾶς ἔτι τινὰ τούτων ἀπόλογον ποιεῖσθαι καὶ πρὸς τὰς ματαίας αὐτῶν προφάσεις ἀποκρί‐ νεσθαι μήτ’ ἐκείνους ἔτι φιλονεικεῖν, ἀλλὰ συντίθεσθαι, οἷς ὑπέγραψαν οἱ ἡγεμόνες τῆς
5αἱρέσεως αὐτῶν, εἰδότας ὡς ἡ μὲν μετὰ ταῦτα μεταβολὴ τῶν περὶ Εὐσέβιον ὕποπτός

5

.

6

ἐστι καὶ κακοήθης. τὸ δὲ ὑπογράψαι μετὰ τὸ δυνηθῆναι κἂν τὸ βραχύτατον ἀπολο‐ γήσασθαι τοῦτο δείκνυσιν ἀληθῶς ἀσεβῆ τὴν ἀρειανὴν αἵρεσιν. καὶ γὰρ οὐ πρότερον ὑπέγραψαν, εἰ μὴ κατέγνωσαν αὐτῆς· καὶ οὐ πρότερον κατέγνωσαν, εἰ μὴ πανταχόθεν ἀπορήσαντες ᾐσχύνθησαν· ὥστε τὸ μεταβάλλεσθαι τῆς εἰς ἀσέβειαν φιλονεικίας ἔλεγχός

5

.

7

ἐστι. διὸ ἔδει μέν, καθάπερ εἴρηται, καὶ τούτους ἠρεμεῖν. ἐπειδὴ δὲ δεινοὶ πρὸς ἀναισχυντίαν εἰσί, καὶ νομίζουσιν ἴσως αὐτοὶ μᾶλλον ἐκείνων δύνασθαι προστῆναι τῆς διαβολικῆς ταύτης ἀσεβείας. εἰ καὶ ἔφθασα διὰ τῆς προτέρας ἐπιστολῆς τῆς πρὸς σὲ γρα‐ φείσης πλατυτέρῳ τῷ κατ’ αὐτῶν ἐλέγχῳ κεχρημένος, ὅμως φέρε καὶ νῦν τούτους ὥσπερ
5ἐκείνους καθ’ ἕκαστον τῶν ὑπ’ αὐτῶν λεγομένων ἐξετάσωμεν. δειχθήσεται γὰρ οὐδὲν ἧττον καὶ νῦν οὐχ ὑγιής, ἀλλά τις δαιμονιώδης αὐτῶν ἡ αἵρεσις.

6

.

1

Φασὶ τοίνυν, ὥσπερ κἀκείνοις ἐδόκει, καὶ τετολμήκασι λέγειν· ‘οὐκ ἀεὶ πατήρ, οὐκ ἀεὶ υἱός· οὐκ ἦν γὰρ ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονε καὶ αὐτός· διὸ καὶ οὐκ ἀεὶ πατὴρ ὁ θεὸς γέγονε τοῦ υἱοῦ, ἀλλ’ ὅτε γέγονε καὶ ἐκτίσθη ὁ υἱός, τότε καὶ ὁ θεὸς ἐκλήθη πατὴρ αὐτοῦ. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ λόγος καὶ ξένος καὶ ἀνόμοιος
5κατ’ οὐσίαν τοῦ πατρός ἐστιν· οὔτε δὲ φύσει καὶ ἀληθινὸς λόγος τοῦ πατρός ἐστιν ὁ υἱὸς οὔτε ἡ μόνη καὶ ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ κτίσμα καὶ εἷς τῶν ποιημάτων ὢν καταχρηστικῶς λέγεται λόγος καὶ σοφία. λόγῳ γὰρ τῷ ὄντι ἐν τῷ θεῷ γέγονε καὶ

6

.

2

αὐτὸς ὥσπερ καὶ τὰ πάντα· διὸ οὐδὲ ἀληθινὸς θεός ἐστιν ὁ υἱόσ‘. ἐγὼ δὲ τοῦτο πρῶτον καὶ τούτους ἐρωτῆσαι βούλομαι, τί ἐστιν ὅλως υἱός, καὶ τίνος ἐστὶ τὸ ὄνομα τοῦτο σημαντικόν, ἵν’ οὕτως αὐτοὶ τὰ λεγόμενα παρ’ αὐτῶν κἂν οὕτως νοῆσαι δυνη‐5

6

.

3

θῶσιν. ἡ μὲν γὰρ θεία γραφὴ διπλῆν τὴν ἐκ τοῦ ὀνόματος τούτου διάνοιαν ἡμῖν σημαίνει, μίαν μὲν περὶ ὧν Μωυσῆς ἐν τῷ νόμῳ φησίν· «ἐὰν εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ ἀρεστὸν ἐνώπιον κυρίου τοῦ θεοῦ σου, υἱοί ἐστε κυρίου
5τοῦ θεοῦ ἡμῶν», καθὼς καὶ ἐν τῷ εὐαγγελίῳ φησὶν ὁ Ἰωάννης· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· ἑτέραν δὲ διάνοιαν, καθ’ ἣν Ἰσαὰκ τοῦ

6

.

4

Ἁβραάμ ἐστιν υἱὸς καὶ ὁ Ἰακὼβ τοῦ Ἰσαὰκ καὶ οἱ πατριάρχαι τοῦ Ἰακώβ. αὐτοὶ δὲ κατὰ ποίαν ἄρα τούτων νομίσαντες εἶναι τὸν τοῦ θεοῦ υἱὸν τοιαῦτα περὶ αὐτοῦ μυθο‐ λογοῦσιν; εἰς γὰρ τὴν αὐτὴν ἀσέβειαν εὖ οἶδ’ ὅτι συνδραμοῦνται τοῖς περὶ Εὐσέβιον. εἰ μὲν οὖν κατὰ τὴν πρώτην, οἷοί εἰσιν οἱ ἐκ βελτιώσεως τρόπων ἐπικτώμενοι τὴν τοῦ
5ὀνόματος χάριν καὶ λαμβάνοντες ἐξουσίαν, ἵνα υἱοὶ θεοῦ γένωνται (τοῦτο γὰρ ἔλεγον κἀκεῖνοι), οὐδὲν διαφέρειν ἡμῶν δόξειεν οὐδὲ μονογενὴς ἂν εἴη ἐξ ἀρετῆς καὶ αὐτὸς ἐσχη‐

6

.

5

κὼς τὴν τοῦ υἱὸς προσηγορίαν. κἂν γάρ, ὥς φασι, προγνωσθεὶς ἔσεσθαι τοιοῦτος προλαμβάνῃ καὶ ἅμα τῷ γενέσθαι δέχηται τό τε ὄνομα καὶ τὴν τοῦ ὀνόματος δόξαν, ἀλλ’ οὐδὲν διοίσει τῶν μετὰ τὰς πράξεις λαμβανόντων τὸ ὄνομα, ἕως οὕτω καὶ αὐτὸς

6

.

6

υἱὸς εἶναι μεμαρτύρηται. καὶ γὰρ Ἀδὰμ προλαμβάνων τὴν χάριν καὶ ἅμα τῷ γε‐ νέσθαι τεθεὶς ἐν τῷ παραδείσῳ οὐδὲν διήνεγκεν οὔτε τοῦ Ἐνώχ, ὃς μετὰ χρόνον τῆς γενέσεως εὐαρεστήσας μετετέθη, οὔτε τοῦ ἀποστόλου καὶ αὐτοῦ μετὰ τὰς πράξεις ἁρ‐ παγέντος εἰς τὸν παράδεισον, ἀλλ’ οὐδὲ τοῦ ποτε λῃστοῦ, ὃς διὰ τὴν ὁμολογίαν ἐπαγ‐
5γελίαν ἔλαβεν εὐθὺς εἰς τὸν παράδεισον ἔσεσθαι.

7

.

1

Ἀλλ’ ἐν τούτοις διωκόμενοι λέξουσιν ἴσως, ὃ πολλάκις λέγοντες ᾐσχύνθησαν· ‘οὕτως νομίζομεν τὸν υἱὸν πλέον ἔχειν παρὰ τὰ ἄλλα καὶ διὰ τοῦτο μονογενῆ λέγεσθαι, ὅτι μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ’ ἄλλα πάντα παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ ἐκτίσθη‘. τίς ἄρα ταύτην ὑμῖν τὴν μωρὰν καὶ καινὴν ἐπίνοιαν ὑπέβαλεν, ἵνα
5εἴπητε· ‘τὸν μὲν υἱὸν μόνον μόνος ὁ πατὴρ αὐτούργησε, τὰ δ’ ἄλλα πάντα διὰ τοῦ υἱοῦ

7

.

2

γέγονεν ὡς δι’ ὑπουργοῦ‘; εἰ μὲν γὰρ διὰ τὸ κάμνειν ἠρκέσθη μόνον αὐτουργῆσαι τὸν υἱὸν ὁ θεός, τὰ δ’ ἄλλα οὐκέτι, ἀσεβὲς τοιαῦτα περὶ τοῦ θεοῦ λογίζεσθαι μάλιστα τοὺς ἀκούσαντας Ἡσαίου λέγοντος· «θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς,
οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». καὶ γὰρ μᾶλλον6
5αὐτὸς τοῖς πεινῶσι δίδωσιν ἰσχὺν καὶ διὰ τοῦ λόγου ἑαυτοῦ τοὺς κάμνοντας ἀναπαύει.

7

.

3

εἰ δὲ ὡς ταπεινὸν ἀπηξίωσεν αὐτὸς τὰ μετὰ τὸν υἱὸν αὐτουργῆσαι, καὶ τοῦτο μὲν ἀσε‐ βές. οὐκ ἔστι γὰρ τύφος ἐν τῷ θεῷ, ὅς γε μετὰ τοῦ Ἰακὼβ εἰς Αἴγυπτον κατέρχεται, καὶ διὰ μὲν τὸν Ἁβραὰμ διορθοῦται τὸν Ἀβιμέλεχ χάριν τῆς Σάρρας, τῷ δὲ Μωυσῇ ἀνθρώπῳ ὄντι στόμα κατὰ στόμα λαλεῖ, καὶ εἰς μὲν τὸ Σινᾶ ὄρος κατέρχεται, τῷ δὲ λαῷ

7

.

4

συνεπολέμει κρυφαίᾳ χάριτι τὸν Ἀμαλήκ. ψεύδεσθε δὲ ὅμως καὶ τοῦτο λέγοντες· «αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς»· αὐτός τέ ἐστιν ὁ διὰ τοῦ λόγου ἑαυτοῦ τὰ πάντα τά τε μικρὰ καὶ τὰ μεγάλα ποιήσας, καὶ οὐκ ἔστι διελεῖν τὴν κτίσιν, ὥστε εἰπεῖν τοῦτο μὲν τοῦ πατρός, τοῦτο δὲ τοῦ υἱοῦ, ἀλλ’ ἑνός ἐστι θεοῦ ὡς χειρὶ χρωμένου τῷ
5ἰδίῳ λόγῳ καὶ ἐν αὐτῷ ποιοῦντος τὰ πάντα, καὶ τοῦτ’ αὐτὸς μὲν ὁ θεὸς δεικνὺς ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». ὁ δὲ Παῦλος τοῦτο μαθὼν ἐδίδασκεν· «εἷς θεὸς ἐξ

7

.

5

οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα». αὐτὸς γοῦν ἀεὶ καὶ νῦν λέγει τῷ μὲν ἡλίῳ καὶ ἀνατέλλει, ταῖς δὲ νεφέλαις ἐντέλλεται καὶ βρέχει ἐπὶ μίαν μερίδα, ἐφ’ ἣν δὲ οὐ βρέχει, ξηραίνεται. καὶ τὴν μὲν γῆν κελεύει τοὺς καρποὺς ἀποδιδόναι, τὸν δὲ Ἰερεμίαν ἐν τῇ κοιλίᾳ πλάττει. εἰ δὲ ταῦτα νῦν αὐτὸς ποιεῖ, οὐκ ἔστιν ἀμφίβολον,
5ὅτι καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἀπηξίωσεν αὐτὸς τὰ πάντα διὰ τοῦ λόγου ποιῆσαι· μέρη γὰρ τῶν ὅλων ἐστὶ ταῦτα.

8

.

1

Εἰ δὲ ὅτι μὴ ἐδύνατο τὰ λοιπὰ κτίσματα τῆς ἀκράτου χειρὸς τοῦ ἀγενήτου τὴν ἐργασίαν βαστάξαι, μόνος ὁ υἱὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ’ ἄλλα ὡς δι’ ὑπουργοῦ καὶ βοηθοῦ τοῦ υἱοῦ γέγονε· καὶ τοῦτο γὰρ Ἀστέριος ὁ θύσας ἔγραψεν, ὁ δὲ Ἄρειος μεταγράψας δέδωκε τοῖς ἰδίοις καὶ λοιπὸν ὡς καλάμῳ τεθραυσμένῳ χρῶνται τῷ ῥηματίῳ

8

.

2

τούτῳ ἀγνοοῦντες τὸ ἐν αὐτῷ σαθρὸν οἱ παράφρονες. εἰ γὰρ ἀδύνατον ἦν τὰ γενητὰ βαστάξαι τὴν χεῖρα τοῦ θεοῦ—ἔστι δὲ καθ’ ὑμᾶς ὁ υἱὸς εἷς τῶν γενητῶν—πῶς αὐτὸς ἠδυνήθη γενέσθαι παρὰ μόνου τοῦ θεοῦ; καὶ εἰ ἵνα τὰ γενητὰ γένηται, μεσίτου γέγονε χρεία, γενητὸς δὲ καθ’ ὑμᾶς ἐστιν ὁ υἱός, ἔδει καὶ πρὸ αὐτοῦ μέσον τινὰ εἶναι, ἵνα κτισθῇ.
5τοῦ δὲ μεσίτου πάλιν καὶ αὐτοῦ κτίσματος τυγχάνοντος ἄραρεν ὅτι κἀκεῖνος ἐδέετο μεσίτου ἑτέρου πρὸς τὴν ἰδίαν σύστασιν. κἄν τις ἄλλον ἐπινοήσῃ, προεπινοήσει τὸν ἐκείνου
μεσίτην, ὥστε καὶ εἰς ἄπειρον ἐκπεσεῖν. οὕτω δὲ ἀεὶ τοῦ μεσίτου ζητουμένου οὐδὲ ἡ κτίσις συστῆναι δυνήσεται διὰ τὸ μὴ δύνασθαι, ὡς λέγετε, μηδένα τῶν γενητῶν βαστάξαι7

8

.

3

τὴν ἄκρατον χεῖρα τοῦ ἀγενήτου. εἰ δὲ τὸ ἄτοπον τοῦτο συνορῶντες ἄρχεσθε λέγειν, ὅτι ὁ υἱὸς κτίσμα ὢν ἱκανὸς γέγονεν, ὥστε ὑπὸ τοῦ ἀγενήτου γενέσθαι, ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα γενητὰ ὄντα δυνατὰ ἦν παρὰ τοῦ ἀγενήτου ὑπουργηθῆναι· κτίσμα γὰρ καθ’ ὑμᾶς κἀκεῖνος ὥσπερ οὖν καὶ ταῦτα πάντα ἐστί. καὶ περιττὴ λοιπὸν τοῦ
5λόγου ἡ γένεσις κατὰ τὴν ἀσεβῆ καὶ μωρὰν ὑμῶν ἐπίνοιαν, αὐτάρκους ὄντος τοῦ θεοῦ τὰ πάντα αὐτουργεῖν πάντων τε τῶν γενητῶν δυναμένων τὴν ἄκρατον χεῖρα

8

.

4

βαστάξαι τοῦ θεοῦ. ἀνοήτου δὴ οὔσης αὐτῶν τῆς τοιαύτης φρενοβλαβείας, ἴδωμεν εἰ μὴ καὶ τὸ λεγόμενον τοῦτο τῶν ἀσεβῶν τὸ σόφισμα πλέον τῶν ἄλλων αὐτῶν ἀλογώ‐ τερον ἀναφανείη. Ἀδὰμ μόνος ὑπὸ μόνου τοῦ θεοῦ διὰ τοῦ λόγου γέγονεν. ἀλλ’ οὐκ ἐν τῷ πάλιν τὸν Ἀδὰμ πλέον τι τῶν πάντων ἀνθρώπων ἔχειν ἢ διαφέρειν τῶν μετ’ αὐτὸν
5ἄν τις φήσειεν, εἰ μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ πεποίηται καὶ πέπλασται, ἡμεῖς δὲ πάντες ἐκ τοῦ Ἀδὰμ γεννώμεθα καὶ κατὰ διαδοχὴν τοῦ γένους συνιστάμεθα, ἕως μόνον καὶ αὐτὸς ἐκ γῆς ἐπλάσθη, καὶ μὴ ὢν πρότερον ὕστερον γέγονεν.

9

.

1

Εἰ δὲ καὶ πλέον τις τῷ πρωτοπλάστῳ δοίη διὰ τὸ κατηξιῶσθαι τῆς τοῦ θεοῦ χειρὸς αὐτόν, ἀλλ’ ἐν τιμῇ καὶ μὴ τῇ φύσει τὸ πλέον εἰς αὐτὸν ὁ τοιοῦτος λογιζέσθω. ἐκ γῆς γὰρ γέγονεν ὥσπερ καὶ πάντες· καὶ ἡ χεὶρ δὲ ἡ πλάσασα τότε τὸν Ἀδὰμ αὕτη καὶ νῦν

9

.

2

καὶ ἀεὶ τοὺς μετ’ ἐκεῖνον πάλιν πλάττει καὶ διασυνίστησι. καὶ τοῦτο ὁ θεὸς αὐτὸς τῷ μὲν Ἰερεμίᾳ, ὡς προεῖπον, φησίν· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε». περὶ δὲ τῶν πάντων ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». καὶ πάλιν διὰ Ἡσαίου φησίν· «οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐν κοιλίᾳ· ἐγὼ κύριος ὁ
5συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν». ὁ δὲ Δαυὶδ τοῦτο γινώσκων ἔψαλλεν· «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με». καὶ ὁ ἐν τῷ Ἡσαίᾳ λέγων· «οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ» τοῦτο σημαίνει. οὐκοῦν κατὰ τὴν φύσιν οὐδὲν ἡμῶν διαφέρει, κἂν προάγῃ τῷ χρόνῳ, ἕως καὶ τῇ αὐτῇ

9

.

3

χειρὶ συνιστάμεθα καὶ κτιζόμεθα πάντες. εἰ τοίνυν οὕτως, ὦ Ἀρειανοί, καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ φρονεῖτε, ὅτι οὕτως καὶ αὐτὸς ὑπέστη καὶ γέγονεν, οὐδὲν καθ’ ὑμᾶς τῶν ἄλλων κατὰ τὴν φύσιν διοίσει, ἕως καὶ αὐτὸς οὐκ ἦν καὶ γέγονε καὶ ἐξ ἀρετῆς καὶ αὐτῷ συνεκτίσθη τοῦ ὀνόματος ἡ χάρις. εἷς γάρ ἐστι καὶ αὐτός, ἀφ’ ὧν λέγετε, περὶ ὧν ἐν
5Ψαλμοῖς τὸ πνεῦμά φησιν· «αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη‐

9

.

4

σαν». τίς τοίνυν ἐστίν, ᾧ ὁ θεὸς ἐνετείλατο, ἵνα καὶ οὗτος κτισθῇ; εἶναι γὰρ δεῖ λόγον, ᾧ ἐντέλλεται ὁ θεὸς καὶ ἐν ᾧ τὰ ποιήματα κτίζεται. ἀλλ’ οὐκ ἂν ἔχοιτε δεῖξαι ἕτερον παρὰ τὸν ἀρνεῖσθε λόγον, εἰ μὴ ἄρα τινὰ πάλιν ἔννοιαν ἐπινοήσητε. ναὶ γάρ, φή‐
σουσιν, εὕρομεν· ἥν ποτε λεγόντων καὶ τῶν περὶ Εὐσέβιον ἤκουσα· ‘διὰ τοῦτο πλέον8
5τῶν ἄλλων ἔχειν τὸν τοῦ θεοῦ υἱὸν καὶ λέγεσθαι μονογενῆ τοῦτον νομίζομεν, ἐπειδὴ μόνος μὲν αὐτὸς μετέχει τοῦ πατρός, τὰ δ’ ἄλλα πάντα τοῦ υἱοῦ μετέχει‘. κεκμήκασι μὲν οὖν ἤδη μεταβαλλόμενοι καὶ μεταλλάσσοντες τὰ ῥήματα ὡς τὰ χρώματα, δειχθήσονται δὲ ὅμως καὶ οὕτως ὡς οἱ ἐκ τῆς γῆς κενολογοῦντες καὶ κυλιόμενοι ὡς ἐν βορβόρῳ ταῖς ἰδίαις ἐννοίαις.

10

.

1

Εἰ μὲν γὰρ ἐκεῖνος μὲν τοῦ θεοῦ υἱός, ἡμεῖς δὲ τοῦ υἱοῦ υἱοὶ καλούμεθα, πιθανὸν ἦν αὐτῶν τὸ πλάσμα· εἰ δὲ τοῦ θεοῦ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα, οὗ καὶ αὐτός ἐστιν υἱός, δηλονότι καὶ ἡμεῖς τοῦ πατρὸς μετέχομεν τοῦ λέγοντος· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα». εἰ μὴ γὰρ μετείχομεν αὐτοῦ, οὐκ ἔλεγεν· ‘ἐγέννησα‘· εἰ δὲ αὐτὸς ἐγέννησεν, οὐχ ἕτερος ἀλλ’ αὐτὸς

10

.

2

ἡμῶν ἐστι πατήρ. καὶ οὐ διαφέρει πάλιν, εἰ πλέον ἐκεῖνος ἔχει καὶ πρῶτον γέγονεν· ἡμεῖς δὲ εἰ ἔλαττον καὶ ὕστερον γεγόναμεν, ἕως τοῦ αὐτοῦ πάντες μετέχομεν καὶ τοῦ αὐτοῦ πατρὸς υἱοὶ λεγόμεθα. τὸ γὰρ πλέον καὶ ἔλαττον οὐ τὴν φύσιν ἄλλην δείκνυσιν· ἑκάστῳ γὰρ τῆς ἀρετῆς ἡ πρᾶξις τοῦτο προστίθησι. καὶ ὁ μὲν ἐπὶ δέκα πόλεων, ὁ δὲ
5ἐπὶ πέντε καθίσταται· καὶ οἱ μὲν καθέζονται «ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», οἱ δὲ ἀκούουσι· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου»· καί·

10

.

3

«εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ». τοιαῦτα μὲν οὖν ἐκεῖνοι φρονοῦντες εἰκότως φαντάζονται τοιούτου υἱοῦ ἀεὶ μὴ εἶναι τὸν θεὸν πατέρα μηδὲ τὸν τοιοῦτον υἱὸν ἀεὶ εἶναι, ἀλλ’ ἐξ οὐκ ὄντων κτίσμα γεγενῆσθαι καὶ μὴ εἶναι πρὶν γεννηθῇ· ἄλλος γάρ ἐστιν οὗτος παρὰ

10

.

4

τὸν ἀληθινὸν τοῦ θεοῦ υἱόν. ἐπειδὴ δὲ ταῦτα λέγειν ἔτι τούτους οὐκ ἔστιν εὐαγές, μᾶλλον γὰρ Σαδδουκαίων καὶ τοῦ Σαμοσατέως ἐστὶ τοῦτο τὸ φρόνημα, λείπει ἄρα κατὰ τὴν ἑτέραν διάνοιαν, καθ’ ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱός, λέγειν εἶναι καὶ τὸν τοῦ θεοῦ υἱόν· τὸ γὰρ ἔκ τινος φύσει γεννώμενον καὶ μὴ ἔξωθεν ἐπικτώμενον υἱὸν οἶδεν ἡ

10

.

5

φύσις, καὶ τοῦτο τοῦ ὀνόματός ἐστι τὸ σημαινόμενον. ἆρ’ οὖν ἀνθρωποπαθὴς ἡ τοῦ υἱοῦ γέννησις; τοῦτο γὰρ ἴσως κατ’ ἐκείνους καὶ αὐτοὶ θελήσουσιν ἀντιθεῖναι μὴ γινώσκοντες. οὐδαμῶς. οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, ἐπεὶ μηδὲ οἱ ἄνθρωποι ὡς ὁ θεός. οἱ μὲν γὰρ ἐξ ὕλης καὶ ταύτης οὔσης παθητικῆς ἐκτίσθησαν, ὁ δὲ θεὸς ἄυλος καὶ ἀσώματος.

10

.

6

εἰ δὲ αἱ αὐταὶ λέξεις ἐπὶ θεοῦ καὶ ἀνθρώπων ἐν ταῖς θείαις ποτὲ κεῖνται γραφαῖς, ἀλλ’ ἀν‐ θρώπων ἐστὶ διορατικῶν, ὡς παρήγγειλεν ὁ Παῦλος, προσέχειν τῇ ἀναγνώσει καὶ οὕτω διακρίνειν καὶ κατὰ τὴν ἑκάστου τῶν σημαινομένων φύσιν τὰ γεγραμμένα διαγινώσκειν καὶ μὴ συγχέειν τὴν διάνοιαν, ὥστε τὰ τοῦ θεοῦ μὴ ἀνθρωπίνως νοεῖν μηδὲ τὰ τῶν
5ἀνθρώπων ὡς περὶ θεοῦ ποτε λογίζεσθαι. τοῦτο γάρ ἐστι τὸν οἶνον ὕδατι μίξαι καὶ πῦρ ἀλλότριον ἐπιβάλλειν ἐπὶ τὸ θυσιαστήριον τῷ θείῳ πυρί.

11

.

1

Καὶ γὰρ καὶ ὁ θεὸς κτίζει, καὶ ἐπ’ ἀνθρώπων δὲ τὸ κτίζειν εἴρηται. καὶ ὁ μὲν θεὸς ὤν ἐστι, λέγονται δὲ καὶ οἱ ἄνθρωποι εἶναι παρὰ θεοῦ καὶ τοῦτο λαβόντες ἔχειν. ἆρ’ οὖν οὕτως ὁ θεὸς κτίζει ὡς ἄνθρωποι; ἢ οὕτως ὤν ἐστιν ὡς ἄνθρωπος; μὴ γένοιτο. ἄλλως ἐπὶ θεοῦ τὰς λέξεις λαμβάνομεν καὶ ἑτέρως ἐπὶ τῶν ἀνθρώπων ταύτας διανοούμεθα.

11

.

2

ὁ μὲν γὰρ θεὸς κτίζει καλῶν τὰ μὴ ὄντα εἰς τὸ εἶναι οὐδενὸς ἐπιδεόμενος, οἱ δὲ ἄνθρωποι τὴν ὑποκειμένην ὕλην ἐργάζονται εὐξάμενοι πρότερον καὶ τὴν ἐπιστήμην τοῦ ποιεῖν

11

.

3

λαβόντες παρὰ τοῦ πάντα δημιουργήσαντος θεοῦ διὰ τοῦ ἰδίου λόγου. πάλιν τε οἱ μὲν ἄνθρωποι οὐ δυνάμενοι καθ’ ἑαυτοὺς εἶναι ἐν τόπῳ τυγχάνοντές εἰσι περιεχόμενοι καὶ συνεστῶτες ἐν τῷ τοῦ θεοῦ λόγῳ, ὁ δὲ θεὸς ὤν ἐστι καθ’ ἑαυτὸν περιέχων τὰ πάντα καὶ ὑπ’ οὐδενὸς περιεχόμενος, καὶ ἐν πᾶσι μέν ἐστι κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα καὶ δύ‐9
5ναμιν, ἔξω δὲ τῶν πάντων πάλιν ἐστὶ κατὰ τὴν ἰδίαν φύσιν. ὥσπερ οὖν οὐ τὸν αὐτὸν τρόπον οἱ ἄνθρωποι κτίζουσιν, ὅνπερ τρόπον ὁ θεὸς κτίζει, οὐδ’ οὕτως εἰσὶν οἱ ἄνθρωποι, ὥσπερ ἐστὶν ὁ θεός· οὕτως ἄλλως ἐστὶν ἡ τῶν ἀνθρώπων γένεσις καὶ ἄλλως ἐστὶν ὁ

11

.

4

υἱὸς ἐκ τοῦ πατρός. τῶν μὲν γὰρ ἀνθρώπων τὰ γεννήματα μέρη πως τῶν γεννώντων εἰσίν, ἐπεὶ καὶ αὐτῶν τῶν σωμάτων ἡ φύσις οὐχ ἁπλῆ τίς ἐστιν, ἀλλὰ ῥευστή, καὶ ἐκ μερῶν ἔχει τὴν σύνθεσιν. ἀπορρέουσί τε ἄνθρωποι γεννῶντες καὶ πάλιν ἐπιρρεῖ τὰ ἐκ τῶν τροφῶν εἰς αὐτοὺς εἰσαγόμενα· δι’ ἣν αἰτίαν καὶ πολλῶν κατὰ καιρὸν τέκνων γίνονται πατέρες
5οἱ ἄνθρωποι. ὁ δὲ θεὸς ἀμερὴς ὢν ἀμερίστως ἐστὶ καὶ ἀπαθὴς τοῦ υἱοῦ πατήρ. οὔτε γὰρ ἀπορροὴ τοῦ ἀσωμάτου ἔστιν οὔτ’ ἐπιρροή τις εἰς αὐτὸν γίνεται ὡς ἐπ’ ἀνθρώπων·

11

.

5

ἁπλοῦς δὲ ὢν τὴν φύσιν ἑνὸς καὶ μόνου τοῦ υἱοῦ πατήρ ἐστι. διὰ τοῦτο γὰρ καὶ μονο‐ γενής ἐστι καὶ μόνος ἐν τοῖς κόλποις τοῦ πατρός ἐστι, μόνον τε αὐτὸν ἐξ ἑαυτοῦ δείκνυσιν ὁ πατὴρ λέγων· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα»· λόγος δέ ἐστιν οὗτος τοῦ πατρός, ἐν ᾧ τὸ ἀπαθὲς καὶ ἀμερὲς τοῦ πατρὸς νοεῖν δυνατόν. λόγος γὰρ

11

.

6

οὐδὲ ὁ τῶν ἀνθρώπων κατὰ πάθος καὶ μέρος γεννᾶται, μήτι γε ὁ τοῦ θεοῦ. διὸ καὶ καθέζεται μὲν αὐτὸς ἐν δεξιᾷ τοῦ πατρὸς ὡς λόγος· ἔνθα γάρ ἐστιν ὁ πατήρ, ἐκεῖ καὶ ὁ τούτου λόγος ἐστίν· ἡμεῖς δὲ στήκομεν κρινόμενοι παρ’ αὐτοῦ ὡς ποιήματα. καὶ προσ‐ κυνεῖται μὲν αὐτὸς διὰ τὸ εἶναι αὐτὸν υἱὸν τοῦ προσκυνητοῦ πατρός, ἡμεῖς δὲ προσκυ‐
5νοῦμεν κύριον καὶ θεὸν αὐτὸν ὁμολογοῦντες διὰ τὸ εἶναι ἡμᾶς κτίσματα καὶ ἄλλους παρ’ ἐκεῖνον.

12

.

1

Τούτων δὲ οὕτως ὄντων σκοπείτω λοιπὸν ὁ βουλόμενος αὐτῶν καὶ γενέσθω τις αὐτοὺς ἐντρέπων, εἰ τὸ ἐκ τοῦ θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων ἢ λόγον ἔχει κἂν εἰς ἐνθύμησίν τινος ὅλως ἐλθεῖν, ὅτι τὸ ἐκ τοῦ θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ, ὅτι οὐκ ἔστιν ἀεὶ ὁ υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων

12

.

2

ἐννοίας ὑπερεξῆλθε καὶ ὑπεραναβέβηκεν ἡ τοῦ υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπι‐
5γινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ», διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν
ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ»· καὶ πάλιν· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς»· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· «ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας»· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· «ἐμὲ ἐγκατ‐10

12

.

3

έλιπον πηγὴν ὕδατος ζῶντος». καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατα‐ νοεῖν καὶ μὴ νομίζειν ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν. τίς γὰρ δύνα‐ ται κἂν λογίσασθαι μὴ εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ
5τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύ‐ γασμα ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ λέγων· «ἐγώ εἰμι ἡ ζωή», ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα»; οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς
10γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.

13

.

1

Οὐκοῦν λοιπὸν λεγέτωσαν, πόθεν ἄρα καὶ οὗτοι μαθόντες ἢ τίνος αὐτοῖς παρα‐ δεδωκότος τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοεῖν ἤρξαντο. ἀνέγνωμεν, φήσουσιν, ἐν

13

.

2

ταῖς Παροιμίαις· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ γὰρ καὶ οἱ περὶ Εὐσέβιον τοῦτο λέγειν ἐδόκουν, καὶ σὺ δὲ γράφων ἐδήλωσας, ὅτι διὰ πολλῶν μὲν ἀποδείξεων ἀνατρεπόμενοι καὶ οὗτοι κατεγινώσκοντο, τοῦτο δὲ ὅμως αὐτοὶ τὸ ῥητὸν ἄνω καὶ κάτω περιφέροντες ἓν τῶν κτισμάτων τὸν υἱὸν εἶναι ἔλεγον καὶ τοῖς γενητοῖς

13

.

3

αὐτὸν συνηρίθμουν. ἀλλὰ καὶ τοῦτο δοκοῦσί μοι μὴ νενοηκέναι καλῶς· ἔχει γὰρ τὴν διάνοιαν εὐσεβῆ καὶ λίαν ὀρθήν, ἣν εἰ καὶ αὐτοὶ νενοήκεισαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐβλασφήμησαν. τὰ γὰρ προειρημένα εἰς τὸ ῥητὸν τοῦτο συμβαλλέτωσαν, καὶ

13

.

4

ὄψονται πολλὴν ἐν αὐτοῖς οὖσαν τὴν διαφοράν. τίς γὰρ οὐ συνορᾷ διάνοιαν ἔχων ὀρθήν, ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος, ὁ δὲ υἱός, ὡς ἐν τοῖς ἔμπροσθεν ἔδειξεν ὁ λόγος, οὐκ ἔξωθεν ἀλλ’ ἐκ τοῦ γεννῶντος πατρὸς ὑπάρχει; καὶ γὰρ ἄνθρωπος κτίζει μὲν οἰκίαν, γεννᾷ δὲ υἱόν, καὶ οὐκ ἄν τις ἀναστρέφων εἴποι τὴν μὲν οἰκίαν
5καὶ τὴν ναῦν γεννᾶσθαι παρὰ τοῦ κατασκευάζοντος, τὸν δὲ υἱὸν κτίζεσθαι καὶ ποιεῖσθαι παρὰ τοῦ αὐτοῦ, οὐδὲ πάλιν τὴν μὲν οἰκίαν εἰκόνα τοῦ κτίζοντος, τὸν δὲ υἱὸν ἀνόμοιον τοῦ γεννῶντος. ἀλλὰ μᾶλλον τὸν μὲν υἱὸν εἰκόνα τοῦ πατρὸς ὁμολογήσει, τὴν δὲ οἰκίαν τέχνης εἶναι δημιούργημα, εἰ μή τις ἄρα τὴν διάνοιαν νοσοίη καὶ τὰς φρένας παρεξεστη‐

13

.

5

κὼς τυγχάνοι. ἀμέλει πάντων μᾶλλον ἡ θεία γραφὴ γινώσκουσα τὴν ἑκάστου φύσιν περὶ μὲν τῶν κτιζομένων διὰ Μωυσέος φησίν· «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· περὶ δὲ τοῦ υἱοῦ οὐχ ἕτερον, ἀλλ’ αὐτὸν τὸν πατέρα σημαίνει λέγοντα· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»· καὶ πάλιν· «υἱός μου εἶ σύ, ἐγὼ σήμερον
5γεγέννηκά σε»· αὐτός τε περὶ ἑαυτοῦ ὁ κύριος ἐν Παροιμίαις λέγει· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»· καὶ περὶ μὲν τῶν γενητῶν καὶ κτιστῶν ὁ Ἰωάννης φησί· «πάντα
δι’ αὐτοῦ ἐγένετο»· περὶ δὲ τοῦ κυρίου εὐαγγελιζόμενος λέγει· «ὁ μονογενὴς υἱός, ὁ11

13

.

6

ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». εἰ τοίνυν υἱός, οὐ κτίσμα, εἰ δὲ κτίσμα, οὐχ υἱός· πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. καὶ οὐκ ἂν εἴη αὐτὸς υἱὸς καὶ κτίσμα, ἵνα μὴ καὶ ἐκ τοῦ θεοῦ καὶ ἔξωθεν τοῦ θεοῦ ἡ οὐσία αὐτοῦ νομίζηται.

14

.

1

Ἆρ’ οὖν μάτην γέγραπται τοῦτο τὸ ῥητόν; τοῦτο γὰρ πάλιν ἐκεῖνοι περιβομ‐ βοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε, οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἀνθρώπου γὰρ ἴδιον τοῦτο. τὴν δὲ διάνοιαν ταύτην εὑρήσει καλῶς ἐν τοῖς λογίοις κειμένην ὁ μὴ πάρεργον ἡγούμενος
5τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ τὸν καιρὸν καὶ τὰ πρόσωπα καὶ τὴν χρείαν τῶν γεγραμμένων

14

.

2

ἐρευνῶν καὶ οὕτω τὰ ἀναγνώσματα διακρίνων καὶ διανοούμενος. τὸν μὲν οὖν καιρὸν τοῦ ῥητοῦ τούτου εὑρήσει καὶ γνώσεται, ὅτι ἀεὶ ὢν ὁ κύριος ὕστερον ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος, καὶ υἱὸς ὢν τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου. τὴν δὲ χρείαν νοήσειεν, ὅτι τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς
5παρθένου Μαρίας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων τῷ πατρὶ «ἀπαλλάξῃ πάν‐ τας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας». τὸ δὲ πρόσωπον τοῦ μὲν σωτῆρός ἐστι, τότε δὲ λέγεται, ὅτε λοιπὸν λαβὼν τὸ σῶμα λέγει· «κύριος ἔκ‐

14

.

3

τισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ὡς γὰρ υἱῷ θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι καὶ ἐν κόλποις εἶναι τοῦ πατρός, οὕτως καὶ ἀνθρώπῳ γενομένῳ πρέ‐ πουσα φωνὴ τὸ κύριος ἔκτισέ με. τότε γὰρ λέγεται περὶ αὐτοῦ· καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη. καὶ ὥσπερ ἀκούοντες
5αὐτὸν κύριον καὶ θεὸν καὶ φῶς ἀληθινὸν νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ πατρός, οὕτως δίκαιόν ἐστιν ἀκούοντας τὸ ἔκτισε καὶ τὸ δοῦλος καὶ τὸ πέπονθε μὴ τῇ θεότητι λογίζεσθαι, ἀνοί‐ κειον γάρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι’ ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα,

14

.

4

καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ λόγου ἐστίν. εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο», ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες θεοποιηθῆναι δυνη‐ θῶμεν ἄλλως οὐκ ἂν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα·
5οὕτω γὰρ καὶ ἄνθρωποι θεοῦ λοιπὸν καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα.

14

.

5

ἀλλ’ ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ κύριος γενόμενος δι’ ἡμᾶς ἄνθρωπος καὶ σῶμα φορέσας οὐδὲν ἧττον ἦν θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο καὶ ἀθάνατον ἀπετέλει.

15

.

1

Ἱκανὰ μὲν οὖν ταῦτα στηλιτεῦσαι τὴν αἵρεσιν τῶν Ἀρειανῶν. καὶ γάρ, ὡς ὁ κύριος δέδωκεν, ἐξ ὧν ἔλεγον αὐτοὶ διηλέγχθησαν ἀσεβοῦντες. φέρε δὴ καὶ ἡμεῖς προ‐ τείνωμεν καὶ ἀπαιτήσωμεν καὶ αὐτοὺς ἀποκρίνασθαι· καιρὸς γάρ ἐστιν ἀπορήσαντας
αὐτοὺς ἐν τοῖς ἰδίοις ἐρωτᾶσθαι λοιπὸν παρ’ ἡμῶν· τάχα κἂν οὕτως ἐντραπέντες ἀνα‐12

15

.

2

βλέψωσιν, ὅθεν κατέπεσαν, οἱ κακόφρονες. τὸν υἱὸν τοῦ θεοῦ μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία»· ὁ δὲ Ἰωάννης εἰρη‐ κώς· «καὶ ὁ λόγος σὰρξ ἐγένετο», ἐπήγαγεν εὐθύς· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ,
5δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας»· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ

15

.

3

τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. καὶ ταύτης τῆς σοφίας πηγὴν εἶναι τὸν θεὸν ἐν τῷ Βαροὺχ μεμαθήκαμεν, αἰτιαθέντος τοῦ Ἰσραήλ, ὅτι «ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας». εἰ μὲν οὖν ἀρνοῦνται τὰ γεγραμμένα αὐτόθεν ἀλλότριοι καὶ τοῦ ὀνόματος ὄντες, οἰκείως ἂν καλοῖντο καὶ παρὰ πάντων ἄθεοι καὶ χριστομάχοι· οὕτω γὰρ ἑαυτοὺς ἐπω‐

15

.

4

νόμασαν καὶ αὐτοί. εἰ δὲ συνομολογοῦσιν ἡμῖν εἶναι θεόπνευστα τὰ τῆς γραφῆς ῥήματα, τολμησάτωσαν φανερῶς εἰπεῖν, ἃ κεκρυμμένως φρονοῦσιν, ὅτι ἄλογος καὶ ἄσοφος ἦν ὁ θεός ποτε, καὶ μανέντες εἴπωσιν· ‘ἦν ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Χριστόσ‘· πάλιν τε ἀποφηνάσθωσαν τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν,
5ἀλλ’ ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσωσιν εἰπεῖν· ‘ἐξ οὐκ ὄντων γέγονεν ὁ υἱόσ‘. τοῦτο γὰρ οὐκ ἔτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ὥσπερ ἔξωθεν ὕδωρ λαβόντα κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς.

16

.

1

Ὅσης μὲν οὖν ἀσεβείας ἐστὶ τοῦτο μεστόν, οὐδένα τῶν κἂν βραχεῖαν αἴσθησιν ἐχόντων ἀμφιβάλλειν ἡγοῦμαι. ἐπειδὴ δὲ τονθορύζοντες λέγουσιν, ὀνόματα μόνον εἶναι τοῦ υἱοῦ λόγος καὶ σοφία, ἀναγκαῖον ἐρωτῆσαι τούτους· εἰ ὀνόματα μόνον ἐστὶ ταῦτα

16

.

2

τοῦ υἱοῦ, ἄλλος ἂν αὐτὸς εἴη παρὰ ταῦτα. καὶ εἰ μὲν βελτίων ἐστὶ τῶν ὀνομάτων, οὐχ ὅσιον ἐκ τῶν ἐλαττόνων τὸν βελτίονα σημαίνεσθαι· εἰ δὲ ἐλάττων ἐστὶ τῶν ὀνο‐ μάτων, πάντως ἔχει καὶ τὴν αἰτίαν τῆς ἐπὶ τὸ κάλλιον προσηγορίας· τοῦτο δὲ πάλιν προκοπὴν αὐτοῦ σημαίνει, καὶ οὐ μεῖόν ἐστι τῶν προτέρων καὶ τοῦτο τὸ ἀσέβημα.
5τὸν γὰρ ἐν τῷ πατρὶ ὄντα, ἐν ᾧ καὶ ὁ πατήρ ἐστι, τὸν λέγοντα· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ὃν καὶ «ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα», ὀνομάζειν ὑπό τινος ἔξωθεν βελτιοῦσθαι,

16

.

3

πᾶσαν ὑπερβάλλει μανίαν. ἀλλὰ τούτων ἐκπίπτοντες καὶ κατὰ τοὺς περὶ Εὐσέβιον ὑπὸ πολλῆς συνεχόμενοι τῆς ἀπορίας ἐκεῖνο λοιπὸν ἔχουσιν ὑπολειπόμενον, ὃ καὶ ἐν ᾀσματίοις Ἄρειος καὶ ἐν τῇ ἑαυτοῦ Θαλίᾳ ὡς ἐπαπορῶν μυθολογεῖ· ‘πολλοὺς λαλεῖ λόγους ὁ θεόσ‘. ποῖον αὐτῶν ἄρα λέγομεν ἡμεῖς υἱὸν καὶ λόγον μονογενῆ τοῦ πατρός,

16

.

4

ἀνόητοι καὶ πάντα μᾶλλον ἢ Χριστιανοί; πρῶτον μὲν γὰρ τοιαῦτα λαλοῦντες περὶ θεοῦ μικροῦ δεῖν ἄνθρωπον τὸν θεὸν ὑπολαμβάνουσιν, οὕτω λαλοῦντα καὶ παραμείβοντα τοὺς προτέρους τοῖς δευτέροις λόγοις, ὥσπερ οὐκ ἀρκοῦντος ἑνὸς τοῦ ἐκ τοῦ θεοῦ λόγου πᾶσαν τὴν ἐκ τοῦ βουλήματος τοῦ πατρὸς δημιουργίαν καὶ τὴν τούτου πρόνοιαν πλη‐

16

.

5

ρῶσαι. τὸ μὲν γὰρ πολλοὺς αὐτὸν λαλεῖν λόγους ἀσθένεια τῶν πάντων ἐστίν, ἑκάστου
λειπομένου τῆς τοῦ ἑτέρου χρείας, τὸ δὲ ἑνὶ κεχρῆσθαι λόγῳ τὸν θεόν, ὡς καὶ ἔστιν ἀληθῶς, τοῦτο καὶ τοῦ θεοῦ τὴν δύναμιν δείκνυσι καὶ τοῦ ἐξ αὐτοῦ λόγου τὴν τελειό‐ τητα καὶ τῶν οὕτω φρονούντων τὴν εὐσεβῆ σύνεσιν.13

17

.

1

Εἴθε δὲ καὶ οὗτοι κἂν ἐξ ὧν λέγουσι νῦν ἐθελήσουσιν ὁμολογεῖν τὴν ἀλήθειαν. εἰ γὰρ ἅπαξ διδόασι τὸν θεὸν προφέροντα λόγους, ἴσασιν ὅλως αὐτὸν πατέρα. τοῦτο δὲ γινώσκοντες σκοπείτωσαν, ὅτι μὴ θέλοντες ἕνα διδόναι τοῦ θεοῦ λόγον πολλῶν αὐτὸν εἶναι πατέρα φαντάζονται. καὶ τὸ μὲν ὅλως εἶναι τοῦ θεοῦ λόγον οὐ θέλουσιν ἀρνεῖσθαι,
5τὸ δὲ εἶναι τοῦτον τοῦ θεοῦ υἱὸν οὐχ ὁμολογοῦσιν. ἔστι δὲ τοῦτο τῆς ἀληθείας ἀγνωσία

17

.

2

καὶ τῶν θείων γραφῶν ἀπειρία. εἰ γὰρ ὅλως ὁ θεὸς πατήρ ἐστι λόγου, διατί μὴ καὶ ὁ γεννώμενος υἱός ἐστιν; υἱὸς δὲ πάλιν τοῦ θεοῦ τίς ἂν εἴη ἢ ὁ λόγος αὐτοῦ; καὶ γὰρ οὐ πολλοὶ λόγοι, ἵνα μὴ ἕκαστος ἐνδεής, ἀλλὰ εἷς ὁ λόγος, ἵνα τέλειος μόνος αὐτός, καὶ

17

.

3

ὅτι ἑνὸς ὄντος τοῦ θεοῦ μίαν ἔδει καὶ τὴν εἰκόνα εἶναι αὐτοῦ, ἥτις ἐστὶν ὁ υἱός. καὶ γὰρ ὁ τοῦ θεοῦ υἱός, ὡς ἐξ αὐτῶν τῶν λογίων ἐστὶ μαθεῖν, αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ ἡ σοφία καὶ ἡ εἰκὼν καὶ ἡ χεὶρ καὶ ἡ δύναμις· ἓν γάρ ἐστι τὸ τοῦ θεοῦ γέννημα, καὶ

17

.

4

ταῦτα τῆς ἐκ τοῦ πατρὸς γεννήσεώς εἰσι γνωρίσματα. ἄν τε γὰρ τὸν υἱὸν εἴπῃς, τὸ ἐξ αὐτοῦ φύσει δεδήλωκας· ἄν τε τὸν λόγον ἐνθυμηθῇς, τὸ ἐξ αὐτοῦ πάλιν καὶ τὸ ἀδιαίρετον αὐτοῦ λογίζῃ· καὶ τὴν σοφίαν δὲ λέγων οὐδὲν ἧττον τὸ μὴ ἔξωθεν, ἀλλὰ τὸ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν φρονεῖς· ἂν δὲ καὶ τὴν δύναμιν καὶ τὴν χεῖρα ὀνομάσῃς,

17

.

5

τὸ ἴδιον πάλιν τῆς οὐσίας λέγεις· καὶ τὴν εἰκόνα δὲ λέγων, τὸν υἱὸν σημαίνεις. τί γὰρ ἂν εἴη ὅμοιον τῷ θεῷ ἢ τὸ ἐξ αὐτοῦ γέννημα; ἀμέλει ἅπερ διὰ τοῦ λόγου γέγονε, ταῦτα τῇ σοφίᾳ τεθεμελίωται· καὶ ἃ ἐν τῇ σοφίᾳ τεθεμελίωται, ταῦτα πάντα ἐν τῇ χειρὶ πεποίηται καὶ διὰ τοῦ υἱοῦ γέγονε. καὶ τούτων οὐκ ἔξωθεν ἡμεῖς, ἀλλ’ ἐκ τῶν

17

.

6

γραφῶν ἔχομεν τὴν πίστιν. ὁ μὲν γὰρ θεὸς αὐτὸς διὰ Ἡσαίου τοῦ προφήτου λέγει· «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν», καὶ πάλιν· «καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν». ὁ δὲ Δαυὶδ τοῦτο μαθὼν καὶ εἰδὼς τὴν χεῖρα αὐτὴν οὖσαν τὴν σοφίαν ἔψαλλε·
5«πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου»· ὡς καὶ Σαλομὼν παρὰ

17

.

7

θεοῦ λαβὼν ἔλεγεν· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν». Ἰωάννης τε γινώσκων τὴν χεῖρα καὶ τὴν σοφίαν εἶναι τὸν λόγον εὐηγγελίζετο· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν». ὁ δὲ ἀπόστολος βλέπων τὴν χεῖρα,
5τὴν σοφίαν, τὸν λόγον αὐτὸν ὄντα τὸν υἱόν φησι· «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλά‐ λησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων· δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας», καὶ

17

.

8

πάλιν· «εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ». εἰδὼς δὲ πάλιν τὸν λόγον, τὴν σοφίαν, τὸν υἱὸν αὐτὸν ὄντα τὴν εἰκόνα τοῦ πατρός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ· «εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας
5τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου,
πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξου‐ σίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα14

17

.

9

ἐν αὐτῷ συνέστηκεν». ὡς γὰρ διὰ τοῦ λόγου, οὕτως εἰκόνος αὐτοῦ ὄντος ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. οὕτως δέ τις περὶ τοῦ κυρίου διανοούμενος οὐ προσκόψει τῷ λίθῳ τοῦ προσκόμματος, ἀλλὰ μᾶλλον πορεύσεται πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς τῆς ἀληθείας. τοῦτο γὰρ ὄντως ἐστὶ τῆς εὐσεβείας τὸ φρόνημα, κἂν διαρραγῶσιν οὗτοι
5φιλονεικοῦντες μήτε τὸν θεὸν σεβόμενοι μήτε τοὺς ἐκ τῶν ἀποδείξεων ἐλέγχους ἐντρε‐ πόμενοι.

18

.

1

Οἱ μὲν οὖν περὶ Εὐσέβιον οὕτως ἐξεταζόμενοι τότε διὰ πολλῶν καὶ καταγνόντες ἑαυτῶν, καθὰ προεῖπον, ὑπέγραψαν καὶ μεταγνόντες ἠρέμησαν καὶ ἀνεχώρησαν. ἐπειδὴ δὲ οὗτοι νεανιευόμενοι ταῖς ἀσεβείαις καὶ σκοτοδινιῶντες περὶ τὴν ἀλήθειαν οὐδὲν ἕτερον ἢ κακηγορεῖν τὴν σύνοδον ἐπιχειροῦσιν, εἰπάτωσαν ἡμῖν, ἐκ ποίων αὐτοὶ γραφῶν
5μαθόντες ἢ παρὰ τίνος τῶν ἁγίων ἀκούσαντες συμπεφορήκασιν ἑαυτοῖς ῥημάτια, τὸ ‘ἐξ οὐκ ὄντων‘ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ‘ καὶ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ τὸ ‘τρεπτόν‘ καὶ τὸ ‘προυπάρχειν‘ καὶ τὸ ‘θελήματι‘, ἐν οἷς κατὰ τοῦ κυρίου παίζοντες μυθολογοῦσιν.

18

.

2

ὁ μὲν γὰρ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους φησί· «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι». ἀλλ’ οὐδὲν κοινὸν τῷ λόγῳ πρὸς τοὺς αἰῶνας· αὐτὸς γάρ ἐστιν ὁ προυπάρχων πρὸ τῶν αἰώνων,

18

.

3

δι’ οὗ καὶ οἱ αἰῶνες γεγόνασιν. ἐν δὲ τῷ Ποιμένι γέγραπται, ἐπειδὴ καὶ τοῦτο καίτοι μὴ ὂν ἐκ τοῦ κανόνος προφέρουσι· «πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα». ἀλλὰ καὶ τοῦτο πάλιν οὐδὲν πρὸς τὸν υἱόν ἐστι· περὶ γὰρ τῶν πάντων λέγει τῶν δι’
5αὐτοῦ γενομένων, ὧν καὶ ἄλλος ἐστὶν αὐτός. οὐ γὰρ οἷόν τε τὸν δημιουργοῦντα τοῖς ὑπ’ αὐτοῦ γενομένοις συγκαταριθμεῖν, εἰ μὴ καὶ τὸν ἀρχιτέκτονα τοῖς ὑπ’ αὐτοῦ γενο‐

18

.

4

μένοις οἰκοδομήμασι τὸν αὐτὸν ἄν τις παραφρονῶν λέγοι. διατί τοίνυν ἀγράφους αὐτοὶ λέξεις πρὸς ἀσέβειαν ἐφευρόντες, αἰτιῶνται τοὺς ἀγράφοις λέξεσιν εὐσεβοῦντας; τὸ μὲν γὰρ ἀσεβεῖν παντελῶς κεκώλυται, κἂν ποικίλοις ῥήμασι καὶ πιθανοῖς σοφίσμασι περιβάλλειν αὐτό τις ἐπιχειρῇ· τὸ δὲ εὐσεβεῖν ὅσιον παρὰ πᾶσιν ὡμολόγηται, κἂν
5ξενιζούσαις λέξεσί τις χρήσηται, ἕως μόνον ὁ λέγων εὐσεβὲς ἔχοι τὸ φρόνημα καὶ δι’ αὐτῶν,

18

.

5

ὃ νενόηκεν, εὐσεβῶς βούλεται σημαίνειν. τὰ μὲν οὖν προειρημένα τῶν χριστομάχων χαμαίζηλα ῥημάτια προαπέδειξεν ὁ λόγος καὶ τότε καὶ νῦν πάσης ἀσεβείας ὄντα μεστά, τὰ δὲ παρὰ τῆς συνόδου γραφέντα καὶ ὁρισθέντα κατ’ αὐτῶν ἐὰν ἐρευνήσῃ τις ἀκριβῶς, εὑρήσει πάντως ἐν αὐτοῖς τὸν τῆς ἀληθείας νοῦν περιεχόμενον, ἂν μάλιστα καὶ τὴν πρό‐
5φασιν τῶν τοιούτων λέξεων ἔχουσαν τὸ εὔλογον φιλομαθῶς ἐρωτήσας ἀκούσῃ· ἔστι γὰρ αὕτη.

19

.

1

Τῆς συνόδου βουλομένης τὰς μὲν τῶν Ἀρειανῶν τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας φωνὰς γράψαι, ὅτι τε υἱός ἐστιν οὐκ ἐξ οὐκ ὄντων, ἀλλ’ ἐκ
τοῦ θεοῦ, καὶ λόγος ἐστὶ καὶ σοφία, ἀλλ’ οὐ κτίσμα οὐδὲ ποίημα, ἴδιον δὲ ἐκ τοῦ πατρὸς γέννημα, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς πολυχρονίου κακοδοξίας ἑαυτῶν ἑλκόμενοι ἐβούλοντο15
5τὸ ἐκ τοῦ θεοῦ κοινὸν εἶναι πρὸς ἡμᾶς καὶ τὸν τοῦ θεοῦ λόγον μηδέν τε ἐν τούτῳ διαφέρειν ἡμῶν αὐτὸν διὰ τὸ γεγράφθαι· «εἷς θεὸς ἐξ οὗ τὰ πάντα», καὶ πάλιν· «τὰ ἀρχαῖα

19

.

2

παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ». ἀλλ’ οἱ πατέρες θεωρήσαντες ἐκείνων τὴν πανουργίαν καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν ἠναγκάσθησαν λοιπὸν λευκότερον εἰπεῖν τὸ ἐκ τοῦ θεοῦ καὶ γράψαι ‘ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν‘ ὑπὲρ τοῦ μὴ τὸ ἐκ τοῦ θεοῦ κοινὸν καὶ ἴσον τοῦ τε υἱοῦ καὶ τῶν γενητῶν νομίζεσθαι,

19

.

3

ἀλλὰ τὰ μὲν ἄλλα πάντα κτίσμα, τὸν δὲ λόγον μόνον ἐκ τοῦ πατρὸς πιστεύεσθαι. κἂν γὰρ ἐκ τοῦ θεοῦ τὰ πάντα λέγηται, ἀλλὰ ἄλλως ἢ ὡς ἔστιν ὁ υἱὸς εἴρηται. τὰ μὲν γὰρ κτίσματα διὰ τὸ μὴ εἶναι εἰκῆ καὶ ἐκ ταὐτομάτου μηδὲ κατὰ τύχην ἔχειν τὴν γένεσιν κατὰ τοὺς λέγοντας ἐξ ἀτόμων συμπλοκῆς καὶ ὁμοιομερῶν, ἢ ὥς τινες τῶν αἱρετικῶν ἄλλον
5δημιουργὸν λέγουσιν, ἢ ὡς πάλιν ἄλλοι ὑπό τινων ἀγγέλων λέγουσιν εἶναι τὴν τῶν πάντων σύστασιν, ἀλλ’ ὅτι τοῦ θεοῦ ὄντος τὰ πάντα παρ’ αὐτοῦ διὰ τοῦ λόγου οὐκ

19

.

4

ὄντα πρότερον εἰς τὸ εἶναι γέγονε, διὰ τοῦτο εἴρηται τὸ ἐκ τοῦ θεοῦ. ὁ δὲ λόγος, ἐπεὶ μὴ κτίσμα ἐστίν, εἴρηται καὶ ἔστι μόνος ἐκ τοῦ πατρός, τῆς δὲ τοιαύτης διανοίας γνώρισμα τὸ εἶναι τὸν υἱὸν ἐκ τῆς οὐσίας τοῦ πατρός· οὐδενὶ γὰρ τῶν γενητῶν ὑπάρχει τοῦτο. ἀμέλει τὰ πάντα λέγων ὁ Παῦλος ἐκ τοῦ θεοῦ εὐθὺς ἐπήγαγε· «καὶ εἷς κύριος
5Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα», ἵνα δείξῃ πᾶσιν, ὅτι ἄλλος μέν ἐστιν ὁ υἱὸς τῶν πάντων τῶν ἐκ τοῦ θεοῦ γενομένων· τὰ γὰρ ἐκ τοῦ θεοῦ γενόμενα διὰ υἱοῦ γέγονε· τῆς δὲ δημι‐ ουργίας χάριν τῆς παρὰ θεοῦ γενομένης ταῦτ’ εἴρηκε καὶ οὐ διὰ τὸ εἶναι καὶ τὰ πάντα

19

.

5

ὡς ἔστιν ὁ υἱὸς ἐκ τοῦ πατρός. οὔτε γὰρ τὰ πάντα ὡς ὁ υἱὸς οὔτε ὁ λόγος εἷς τῶν πάντων ἐστί· τῶν γὰρ πάντων κύριος καὶ δημιουργός ἐστι. διὰ τοῦτο γὰρ καὶ ἡ ἁγία σύνοδος λευκότερον εἴρηκεν ἐκ τῆς οὐσίας αὐτὸν εἶναι τοῦ πατρός, ἵνα καὶ ἄλλος παρὰ τὴν τῶν γενητῶν φύσιν ὁ λόγος εἶναι πιστευθῇ μόνος ὢν ἀληθῶς ἐκ τοῦ θεοῦ, καὶ μη‐
5κέτι πρόφασις πρὸς ἀπάτην ὑπολείπηται τοῖς ἀσεβοῦσι. περὶ μὲν οὖν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη.

20

.

1

Τῶν δὲ ἐπισκόπων πάλιν λεγόντων δεῖν γραφῆναι δύναμιν ἀληθινὴν καὶ εἰκόνα τοῦ πατρὸς τὸν λόγον ὅμοιόν τε καὶ ἀπαράλλακτον αὐτὸν κατὰ πάντα τῷ πατρὶ καὶ ἄτρεπτον καὶ ἀεὶ καὶ ἐν αὐτῷ εἶναι ἀδιαιρέτως—οὐδέποτε γὰρ οὐκ ἦν, ἀλλὰ ἦν ὁ λόγος ἀεὶ ὑπάρχων ἀιδίως παρὰ τῷ πατρὶ ὡς ἀπαύγασμα φωτός—οἱ περὶ Εὐσέβιον ἠνείχοντο
5μὲν μὴ τολμῶντες ἀντιλέγειν διὰ τὴν αἰσχύνην, ἣν εἶχον ἐφ’ οἷς ἠλέγχθησαν, κατελήφθη‐ σαν δὲ πάλιν πρὸς ἑαυτοὺς τονθορύζοντες καὶ διανεύοντες τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τὸ ὅμοιον καὶ τὸ ἀεὶ καὶ τὸ τῆς δυνάμεως ὄνομα καὶ τὸ ἐν αὐτῷ κοινὰ πάλιν ἐστὶ πρὸς ἡμᾶς

20

.

2

καὶ τὸν υἱόν, καὶ οὐδὲν λυπεῖ τούτοις ἡμᾶς συνθέσθαι. τὸ μὲν ὅμοιον, ὅτι καὶ περὶ ἡμῶν ἐγράφη· «εἰκών ἐστιν ὁ ἄνθρωπος καὶ δόξα θεοῦ ὑπάρχει», τὸ δὲ ἀεί, ὅτι γέγραπται· «ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες», τὸ δὲ ἐν αὐτῷ, ὅτι «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», καὶ τὸ ἄτρεπτον δέ, ὅτι γέγραπται· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»,
5περὶ δὲ τῆς δυνάμεως, ὅτι καὶ ἡ κάμπη καὶ ὁ βροῦχος μὲν λέγονται δύναμις καὶ δύναμις μεγάλη, πολλάκις δὲ καὶ περὶ τοῦ λαοῦ γέγραπται, ὥσπερ· «ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου», καὶ ἄλλαι δὲ οὐρανίαι δυνάμεις εἰσί· «κύριος γάρ», φησί, «τῶν δυνά‐ μεων μεθ’ ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ». τοιαῦτα γὰρ καὶ Ἀστέριος ὁ λεγόμενος σοφιστὴς παρ’ αὐτῶν μαθὼν ἔγραψε καὶ παρ’ αὐτοῦ δὲ Ἄρειος μαθών, ὥσπερ16

20

.

3

εἴρηται. ἀλλ’ οἱ ἐπίσκοποι καὶ ἐν τούτῳ θεωρήσαντες τὴν ὑπόκρισιν ἐκείνων καὶ ὅτι κατὰ τὸ γεγραμμένον «ἐν καρδίαις τῶν ἀσεβῶν δόλος ἐστὶ τεκταινομένων κακά», ἠναγκάσθησαν καὶ αὐτοὶ αὖθις συναγαγεῖν ἐκ τῶν γραφῶν τὴν διάνοιαν καί, ἅπερ πρό‐ τερον ἔλεγον, ταῦτα πάλιν λευκότερον εἰπεῖν καὶ γράψαι, ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν
5υἱόν, ἵνα μὴ μόνον ὅμοιον τὸν υἱόν, ἀλλὰ ταὐτὸν τῇ ὁμοιώσει ἐκ τοῦ πατρὸς εἶναι ση‐ μαίνωσι καὶ ἄλλην οὖσαν τὴν τοῦ υἱοῦ ὁμοίωσιν καὶ ἀτρεψίαν δείξωσι παρὰ τὴν ἐν ἡμῖν λεγομένην μίμησιν, ἣν ἐξ ἀρετῆς διὰ τὴν τῶν ἐντολῶν τήρησιν ἡμεῖς προσλαμβάνομεν.

20

.

4

τὰ μὲν γὰρ τῶν σωμάτων ὅμοια πρὸς ἑαυτὰ τυγχάνοντα δυνατόν πως διίστασθαι καὶ μακρὰν ἀπ’ ἀλλήλων γίνεσθαι, οἷοί εἰσιν οἱ τῶν ἀνθρώπων υἱοὶ πρὸς τοὺς γεννήσαντας, ὡς γέγραπται περὶ τοῦ Ἀδὰμ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθέντος Σήθ, ὃς ἦν ὅμοιος αὐτῷ

20

.

5

«κατὰ τὴν ἰδέαν αὐτοῦ». ἐπειδὴ δὲ ἡ ἐκ πατρὸς τοῦ υἱοῦ γέννησις ἄλλη παρὰ τὴν ἀνθρώπων φύσιν ἐστὶ καὶ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἀδιαίρετός ἐστι τῆς τοῦ πατρὸς οὐσίας καὶ ἓν μέν εἰσιν αὐτὸς καὶ ὁ πατήρ, ὡς αὐτὸς εἴρηκεν, ἀεὶ δὲ ἐν τῷ πατρί ἐστιν ὁ λόγος καὶ ὁ πατὴρ ἐν τῷ λόγῳ, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς—τοῦτο γὰρ καὶ ἡ
5λέξις σημαίνει—, διὰ τοῦτο ἡ σύνοδος τοῦτο νοοῦσα καλῶς ὁμοούσιον ἔγραψεν, ἵνα τήν τε τῶν αἱρετικῶν κακοήθειαν ἀνατρέψωσι καὶ δείξωσιν ἄλλον εἶναι τῶν γενητῶν τὸν λόγον. καὶ γὰρ τοῦτο γράψαντες εὐθὺς ἐπήγαγον· «τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ποίημα ἢ ἐξ ἑτέρας οὐσίας τούτους ἀνα‐

20

.

6

θεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία». ταῦτα δὲ εἰρηκότες ἐδήλωσαν φανερῶς, ὅτι τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον ἀναιρετικὰ τῶν τῆς ἀσεβείας λογαρίων εἰσίν, ἅπερ ἐστὶ κτίσμα καὶ ποίημα καὶ γενητὸν καὶ τρεπτὸν καὶ οὐκ ἦν πρὶν γεννηθῇ. ὁ γὰρ ταῦτα φρονῶν ἀντιλέγει τῇ συνόδῳ, ὁ δὲ τὰ Ἀρείου μὴ φρονῶν ἐξ ἀνάγκης τὰ τῆς συνόδου
5φρονεῖ καὶ διανοεῖται καλῶς αὐτὰ βλέπων, ὅπως ἐστὶ τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἐξ αὐτοῦ τὴν εἰκόνα τῆς ἀληθείας λαμβάνων.

21

.

1

Οὐκοῦν εἰ τὰ ῥήματα καὶ οὗτοι ὡς ξένα προφασίζονται, φρονείτωσαν τὴν διάνοιαν, καθ’ ἣν ἡ σύνοδος οὕτως ἔγραψεν, ἀναθεματίζοντες ἅπερ ἀνεθεμάτισεν ἡ σύνοδος καὶ λοιπόν, εἰ δύνανται, μεμφέσθωσαν τὰς λέξεις. εὖ δὲ οἶδα, ὅτι φρονήσαντες τὴν διάνοιαν τῆς συνόδου καὶ τὰ ῥήματα τῆς διανοίας πάντως ἀποδέξονται. ἂν δὲ καὶ ταύτην αἰ‐
5τιᾶσθαι θελήσωσι, δῆλοι πᾶσίν εἰσι μάτην καὶ περὶ ἐκείνων λέγοντες καὶ μόνον ἀφορμὰς17

21

.

2

ἑαυτοῖς εἰς ἀσέβειαν ἐπινοοῦντες. ἡ μὲν οὖν πρόφασις τῶν τοιούτων λέξεων αὕτη· εἰ δ’ ὅτι καὶ μὴ ἔγγραφοί εἰσι πάλιν γογγύζουσιν, αὐτόθεν μὲν αὐτοὶ ἐκβαλλέσθωσαν ὡς κενολογοῦντες καὶ τὸν νοῦν οὐχ ὑγιαίνοντες· ἑαυτοὺς δὲ καὶ ἐν τούτοις αἰτιάσθωσαν, ὅτι πρῶτοι παρασχόντες τὴν τοιαύτην πρόφασιν ἐξ ἀγράφων θεομαχεῖν ἤρξαντο. γινω‐
5σκέτω δὲ ὅμως, εἴ τίς ἐστι φιλομαθής, ὅτι εἰ καὶ μὴ οὕτως ἐν ταῖς γραφαῖς εἰσιν αἱ λέξεις, ἀλλά, καθάπερ εἴρηται πρότερον, τὴν ἐκ τῶν γραφῶν διάνοιαν ἔχουσι καὶ ταύτην ἐκφω‐

21

.

3

νούμεναι σημαίνουσι τοῖς ἔχουσιν εἰς εὐσέβειαν τὴν ἀκοὴν ὁλόκληρον. σκοπεῖν δὲ τοῦτό σε μὲν ἔξεστιν, ἐκείνους δὲ κατακούειν τοὺς ἀπαιδεύτους. δέδεικται ἐν τοῖς ἔμπροσθεν, καὶ τοῦτ’ ἔστιν ἀληθὲς πιστεύειν, τὸν λόγον ἐκ τοῦ πατρὸς εἶναι καὶ μόνον ἴδιον αὐτοῦ καὶ φύσει γέννημα. πόθεν γὰρ ἄλλοθεν νοήσειέ τις τὸν υἱόν, ὅς ἐστιν ἡ σοφία καὶ ὁ

21

.

4

λόγος, ἐν ᾧ τὰ πάντα γέγονεν, ἢ ἐξ αὐτοῦ τοῦ θεοῦ; ὅμως δὲ τοῦτο καὶ παρὰ τῶν γραφῶν μεμαθήκαμεν, τοῦ μὲν πατρὸς διὰ τοῦ Δαυὶδ λέγοντος· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», καί· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», τοῦ δὲ υἱοῦ περὶ ἑαυτοῦ δεικνύντος τοῖς Ἰουδαίοις «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ
5γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον», καὶ πάλιν· «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», καὶ μὴν καὶ τό· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καί· «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» ἴσον ἐστὶ τῷ λέγειν· ἐγὼ ἐκ τοῦ πατρός εἰμι καὶ ἀδιαίρετος αὐτοῦ. καὶ ὁ Ἰωάννης δὲ λέγων· «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», μαθὼν ταῦτα παρὰ τοῦ πατρὸς εἴρηκε. τί
10γὰρ ἄλλο τὸ ἐν κόλποις σημαίνει ἢ τὴν γνησίαν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γέννησιν;

22

.

1

Εἰ μὲν οὖν τὸν θεὸν ἡγεῖταί τις εἶναι σύνθετον ὡς ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκὸς ἢ ἔξωθέν τινα περιβολὴν ἔχειν καὶ καλύπτεσθαι ἢ εἶναί τινα περὶ αὐτὸν τὰ συμπληροῦντα τὴν οὐσίαν αὐτοῦ, ὥστε λέγοντας ἡμᾶς θεὸν ἢ ὀνομάζοντας πατέρα μὴ αὐτὴν τὴν ἀόρατον αὐτοῦ καὶ ἀκατάληπτον οὐσίαν σημαίνειν, ἀλλά τι τῶν περὶ αὐτόν, μεμφέσθωσαν μὲν
5τὴν σύνοδον γράψασαν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν υἱόν, κατανοείτωσαν δέ, ὅτι

22

.

2

δύο ταῦτα βλασφημοῦσιν οὕτω διανοούμενοι. τόν τε γὰρ θεὸν σωματικόν τινα εἰσά‐ γουσι καὶ τὸν κύριον οὐκ αὐτοῦ τοῦ πατρός, ἀλλὰ τῶν περὶ αὐτὸν εἶναι υἱὸν κατα‐ ψεύδονται. εἰ δὲ ἁπλοῦν τί ἐστιν ὁ θεός, ὥσπερ οὖν καὶ ἔστι, δηλονότι λέγοντες τὸν θεὸν καὶ ὀνομάζοντες τὸν πατέρα οὐδέν τι ὡς περὶ αὐτὸν ὀνομάζομεν, ἀλλ’ αὐτὴν τὴν οὐσίαν

22

.

3

αὐτοῦ σημαίνομεν. κἂν γὰρ καταλαβεῖν ὅ, τί ποτέ ἐστιν ἡ τοῦ θεοῦ οὐσία, μὴ ᾖ δυνατόν, ἀλλὰ μόνον νοοῦντες εἶναι τὸν θεὸν καὶ τῆς γραφῆς ἐν τούτοις αὐτὸν σημαινούσης οὐκ ἄλλον τινὰ καὶ ἡμεῖς ἢ αὐτὸν σημᾶναι θέλοντες λέγομεν θεὸν καὶ πατέρα καὶ κύριον. ὅταν γοῦν λέγῃ· «ἐγώ εἰμι ὁ ὤν», καὶ τὸ «ἐγώ εἰμι κύριος ὁ θεός», καὶ ὅπου ποτὲ λέγει ἡ
5γραφὴ ‘ὁ θεόσ‘, ἡμεῖς ἀναγινώσκοντες οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἀκατάληπτον αὐτοῦ

22

.

4

οὐσίαν σημαινομένην νοοῦμεν καὶ ὅτι ἔστιν ὅνπερ λέγουσιν. οὐκοῦν μὴ ξενιζέσθω
τις ἀκούων ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ καὶ μᾶλλον ἀποδεχέσθω τοὺς πατέρας διακαθάραντας τὸν νοῦν καὶ λευκότερον καὶ ὡς ἐκ παραλλήλου τὸ ἐκ τοῦ θεοῦ γράψαντας τὸ ἐκ τῆς οὐσίας. ταὐτὸν γὰρ ἡγήσαντο τὸ λέγειν ἐκ τοῦ θεοῦ καὶ18
5τὸ λέγειν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν λόγον, ἐπεὶ καὶ τὸ θεός, καθὰ προεῖπον, οὐδὲν

22

.

5

ἕτερον ἢ τὴν οὐσίαν αὐτοῦ τοῦ ὄντος σημαίνει. εἰ μὲν οὖν μὴ ἐκ τοῦ θεοῦ ἐστιν ὁ λόγος, ὡς ἂν εἴη υἱὸς φύσει γνήσιος ἐκ πατρός, ἀλλ’ ὡς τὰ κτίσματα διὰ τὸ δεδημιουργῆσθαι λέγεται καὶ αὐτὸς ὡς τὰ πάντα ἐκ τοῦ θεοῦ, οὔτε ἐκ τῆς οὐσίας ἐστὶ τοῦ πατρὸς οὔτε αὐτὸς ὁ υἱὸς κατ’ οὐσίαν ἐστὶν υἱός, ἀλλ’ ἐξ ἀρετῆς, ὡς ἡμεῖς οἱ κατὰ χάριν καλούμενοι
5υἱοί. εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστι μόνος ὡς υἱὸς γνήσιος, ὥσπερ οὖν καὶ ἔστι, λεχθείη ἂν εἰκότως καὶ ἐκ τῆς οὐσίας τοῦ θεοῦ ὁ υἱός.

23

.

1

Καὶ γὰρ καὶ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος τοιοῦτον ἔχει τὸν νοῦν. οὐ γὰρ κατὰ τὸ ἐξαπτόμενον ἐκ τῆς θέρμης τοῦ ἡλίου πῦρ, ὅπερ καὶ σβέννυσθαι πάλιν εἴωθεν, εἰρήκασιν οἱ ἅγιοι εἶναι τὸν λόγον πρὸς τὸν θεόν, τοῦτο γὰρ ἔργον ἔξωθεν καὶ κτίσμα τοῦ ποιοῦντος ἦν, ἀλλὰ ἀπαύγασμα αὐτὸν εὐηγγελίσαντο πάντες, ἵνα τὸ

23

.

2

ἐκ τῆς οὐσίας ἴδιον καὶ ἀδιαίρετον καὶ τὴν πρὸς τὸν πατέρα ἑνότητα δηλώσωσι. καὶ γὰρ οὕτω καὶ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον αὐτὸν ἀληθῶς εἶναι σωθήσεται· πῶς γὰρ ἂν ἄλλως εἴη τοιοῦτος, εἰ μὴ τῆς τοῦ πατρὸς οὐσίας ἴδιόν ἐστι γέννημα; ἀνάγκη γὰρ καὶ ἐν τούτῳ τὴν ταυτότητα πρὸς τὸν ἑαυτοῦ πατέρα σώζειν. οὕτω δὴ τοῦ λόγου φα‐
5νέντος εὐσεβοῦς ἀκόλουθον ἂν εἴη μηδὲ ἐπὶ τῷ ὁμοουσίῳ ξενίζεσθαι τοὺς χριστομάχους,

23

.

3

ἐχούσης καὶ τῆς λέξεως ταύτης ὑγιῆ τὴν διάνοιαν καὶ τὴν ἀπόδειξιν. εἰ γὰρ δή φαμεν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν λόγον (λοιπὸν γὰρ ἡ λέξις ὁμολογείσθω καὶ παρ’ αὐτῶν), τί ἂν εἴη τοῦτο ἢ τὸ ἀληθῶς καὶ ἀίδιον τῆς οὐσίας, ἐξ ἧς καὶ γεγέννηται; οὐ γὰρ ἑτερο‐ ειδές, ἵνα μὴ ξένον καὶ ἀνόμοιον τῇ οὐσίᾳ τοῦ πατρὸς ἐπιμιγνύηται, οὐδὲ ἔξωθεν ἁπλῶς
5ὅμοιος, ἵνα μὴ καθ’ ἕτερον ἢ ὅλως ἑτεροούσιος φαίνηται, ὥσπερ χαλκὸς στίλβων καὶ χρυσὸς καὶ ἄργυρος καὶ κασσίτερος. ταῦτα γὰρ ξένα καὶ ἑτεροφυῆ ἀλλήλων καὶ ἀπεσχοινισ‐ μένα τῇ φύσει καὶ τῇ δυνάμει τυγχάνουσι· καὶ οὔτε ὁ χαλκὸς ἴδιος τοῦ χρυσοῦ οὔτε ἡ φάσσα ἐκ τῆς περιστερᾶς, ἀλλὰ ὅμοια μὲν νομίζεται εἶναι, ἑτεροούσια δὲ ἀλλήλων ἐστίν.

23

.

4

εἰ μὲν οὖν καὶ ὁ υἱὸς οὕτως ἐστίν, ἔστω κτίσμα ὥσπερ καὶ ἡμεῖς καὶ μὴ ὁμοούσιος· εἰ δὲ υἱός ἐστι λόγος, σοφία, εἰκὼν τοῦ πατρός, ἀπαύγασμα, εἰκότως ὁμοούσιος ἂν εἴη. εἰ 〈μὴ〉 γὰρ τὸ μὴ ἐκ τοῦ θεοῦ, ἀλλ’ ὡς ὄργανον ἑτεροφυὲς καὶ ἑτεροούσιον δείκνυται, καλῶς ἄρα ἡ σύνοδος ἔγραψε καὶ νενόηκεν ὀρθῶς.

24

.

1

Ἐξῃρήσθω δὲ πάλιν ἐν τούτοις πᾶς λογισμὸς σωματικός, φαντασίαν τε πάσης αἰσθήσεως ὑπερβάντες καθαρᾷ τῇ νοήσει καὶ μόνῳ τῷ νῷ νοῶμεν υἱοῦ πρὸς πατέρα τὸ
γνήσιον καὶ λόγου τὴν πρὸς τὸν θεὸν ἰδιότητα καὶ τὴν ἀπαράλλακτον ὁμοιότητα τοῦ ἀπαυγάσματος πρὸς τὸ φῶς. ὡς γὰρ τὸ γέννημα καὶ τὸ υἱὸς οὐκ ἀνθρώπινον, ἀλλ’ ὡς19
5θεῷ πρέπον ἐστίν, εἴρηταί τε καὶ ἔστι, τὸν αὐτὸν τρόπον τὴν λέξιν τοῦ ὁμοουσίου ἀκού‐ οντες μὴ εἰς τὰς ἀνθρωπίνας αἰσθήσεις πίπτοντες μερισμοὺς καὶ διαιρέσεις τῆς θεότητος λογιζώμεθα· ἀλλ’ ὡς ἐπὶ ἀσωμάτων διανοούμενοι τὴν ἑνότητα τῆς φύσεως καὶ τὴν ταυτότητα τοῦ φωτὸς μὴ διαιρῶμεν. τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα καὶ τοῦτο

24

.

2

δείκνυσι τὸν θεὸν ἀληθῶς ὄντα πατέρα τοῦ λόγου. πάλιν γὰρ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος ἀναγκαῖον εἰς τοῦτο. τίς τολμήσει λέγειν τὸ ἀπαύγασμα ξένον καὶ ἀνόμοιον εἶναι τοῦ ἡλίου; ἢ τίς μᾶλλον ἐνορῶν οὕτως τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον καὶ τὴν ταυτότητα τοῦ φωτὸς οὐκ ἂν εἴποι θαρρήσας· ὄντως τὸ φῶς καὶ
5τὸ ἀπαύγασμα ἕν εἰσι καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγ‐ χάνει ὄν, ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο; τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυ‐ σικὴν ἰδιότητα πῶς ἂν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν ἢ ὁμοούσιον γέν‐

24

.

3

νημα; τὸ δὲ τοῦ θεοῦ γέννημα τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν ἢ λόγον καὶ σοφίαν καὶ δύναμιν, ἥνπερ οὔτε τοῦ πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν οὔτε μὴ ἀιδίως εἶναι παρὰ τῷ πατρὶ κἂν φαντάζεσθαι θέμις ἐστί; τούτῳ γὰρ τῷ γεννήματι τὰ πάντα πεποίηκεν ὁ πατὴρ καὶ τὴν εἰς πάντα πρόνοιαν ἐκτείνων δι’ αὐτοῦ φιλανθρωπεύεται.

24

.

4

καὶ οὕτως ἓν αὐτὸς καὶ ὁ πατήρ εἰσιν, ὥσπερ εἴρηται, εἰ μὴ ἄρα οἱ κακόφρονες τολμή‐ σαντες πάλιν εἴποιεν ἄλλην εἶναι τὴν τοῦ λόγου οὐσίαν καὶ ἄλλο τὸ ἐκ τοῦ πατρὸς ἐν αὐτῷ φῶς, ἵν’ ᾖ τὸ μὲν ἐν τῷ υἱῷ φῶς ἓν πρὸς τὸν πατέρα, αὐτὸς δὲ ξένος κατ’ οὐσίαν ὡς κτίσμα. ἀλλὰ τοῦτο τοῦ Καιάφα καὶ τοῦ Σαμοσατέως ἀτεχνῶς ἐστι τὸ φρόνημα, ὅπερ
5ἡ μὲν ἐκκλησία ἐξέβαλεν, οὗτοι δὲ νῦν ὑποκρίνονται, διὸ καὶ αὐτοὶ τῆς ἀληθείας ἐκπε‐

24

.

5

σόντες ἀπεδείχθησαν αἱρετικοί. εἰ γὰρ ὅλως μετέχει τοῦ ἐκ τοῦ πατρὸς φωτός, διατί μὴ μᾶλλον αὐτός ἐστι τὸ μετεχόμενον, ἵνα μὴ μέσον αὐτοῦ τι καὶ τοῦ πατρὸς εὑρίσκηται; εἰ γὰρ μὴ οὕτως ἐστίν, οὐκέτι δείκνυται διὰ τοῦ υἱοῦ γεγενῆσθαι τὰ πάντα, ἀλλὰ δι’ ἐκείνου, οὗ καὶ αὐτὸς μετέχει. εἰ δὲ οὗτός ἐστιν ὁ λόγος, ἡ σοφία τοῦ πατρός, ἐν ᾧ ὁ
5πατὴρ ἀποκαλύπτεται καὶ γινώσκεται καὶ δημιουργεῖ καὶ οὗ ἄνευ οὐδὲν ὁ πατὴρ ποιεῖ, δηλονότι αὐτός ἐστι τὸ ἐκ τοῦ πατρός· αὐτοῦ γὰρ καὶ πάντα τὰ γενητὰ μετέχει, μετέ‐ χοντα τοῦ ἁγίου πνεύματος. οὕτω δὲ ὢν οὐκ ἔσται ἐξ οὐκ ὄντων οὔτε ὅλως κτίσμα, ἀλλὰ μᾶλλον ἐκ τοῦ πατρὸς ἴδιον γέννημα ὡς ἐκ φωτὸς τὸ ἀπαύγασμα.

25

.

1

Οἱ μὲν οὖν ἐν τῇ Νικαίᾳ συνελθόντες ταύτην ἔχοντες τὴν διάνοιαν τοιαύτας καὶ τὰς λέξεις ἔγραψαν. ὅτι δὲ οὐχ ἑαυτοῖς πλάσαντες ἐπενόησαν ταύτας, ἐπειδὴ καὶ τοῦτο προφασίζονται, ἀλλ’ ἄνωθεν παρὰ τῶν πρὸ αὐτῶν παραλαβόντες εἰρήκασι, φέρε καὶ

25

.

2

τοῦτο διελέγξωμεν, ἵνα μηδὲ αὕτη αὐτοῖς ἡ πρόφασις περιλείπηται. μάθετε τοίνυν, ὦ χριστομάχοι Ἀρειανοί, ὅτι Θεόγνωστος μέν, ἀνὴρ λόγιος, οὐ παρῃτήσατο τὸ ἐκ
τῆς οὐσίας εἰπεῖν. γράφων γὰρ περὶ υἱοῦ ἐν τῷ δευτέρῳ τῶν ὑποτυπώσεων οὕτως εἴρηκεν· «οὐκ ἔξωθέν τίς ἐστιν ἐφευρεθεῖσα ἡ τοῦ υἱοῦ οὐσία οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη,20
5«ἀλλὰ ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἔφυ ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα, ὡς ὕδατος ἀτμίς. «οὔτε γὰρ τὸ ἀπαύγασμα οὔτε ἡ ἀτμὶς αὐτὸ τὸ ὕδωρ ἐστὶν ἢ αὐτὸς ὁ ἥλιος οὔτε ἀλλό‐ «τριον, καὶ οὔτε 〈ἡ τοῦ υἱοῦ οὐσία〉 αὐτός ἐστιν ὁ πατὴρ οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια «τῆς τοῦ πατρὸς οὐσίας, οὐ μερισμὸν ὑπομεινάσης τῆς τοῦ πατρὸς οὐσίας. ὡς γὰρ μένων «ὁ ἥλιος ὁ αὐτὸς οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ’ αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία
10«τοῦ πατρὸς ἀλλοίωσιν ὑπέμεινεν εἰκόνα ἑαυτῆς ἔχουσα τὸν υἱόν». ὁ μὲν οὖν Θεόγνωσ‐ τος τὰ πρότερα ὡς ἐν γυμνασίᾳ ἐξετάσας, ὕστερον τὴν ἑαυτοῦ δόξαν τιθεὶς οὕτως εἴρηκεν.

25

.

3

Διονύσιος δὲ ὁ γενόμενος ἐπίσκοπος τῆς Ἀλεξανδρείας κατὰ Σαβελλίου γράφων τήν τε κατὰ σάρκα οἰκονομίαν τοῦ σωτῆρος διὰ πλειόνων ἐξηγούμενος καὶ ἐξ αὐτῆς διελέγχων τοὺς Σαβελλίζοντας, ὅτι μὴ ὁ πατήρ ἐστιν ὁ γενόμενος σάρξ, ἀλλ’ ὁ τούτου λόγος, ὡς εἶπεν ὁ Ἰωάννης, ἐπειδὴ ὑπενοήθη ὡς ποίημα καὶ γενητὸν λέγων τὸν υἱὸν
5καὶ μὴ ὁμοούσιον τῷ πατρί, γράφει πρὸς τὸν ὁμώνυμον αὐτῷ Διονύσιον τὸν ἐπίσκοπον Ῥώμης ἀπολογούμενος συκοφαντίαν εἶναι ταύτην κατ’ αὐτοῦ. μήτε γὰρ ποιητὸν εἰρη‐

25

.

4

κέναι τὸν υἱόν, ἀλλὰ καὶ ὁμοούσιον αὐτὸν ὁμολογεῖν διεβεβαιώσατο. ἔχει δὲ αὐτοῦ ἡ λέξις οὕτως· «καὶ δι’ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγ‐ «κλημα κατ’ ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ «καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχει‐
5«ρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀν‐ «θρωπίνην γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον «ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπ‐

25

.

5

«άρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις «οὐκ ἔχω προκομίσαι· εἰ δ’ οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν «ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα «προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ
5«ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. «καὶ ποταμὸν εἶπον ἀπὸ πηγῆς ῥέοντα ἕτερον ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν «πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὸν «ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ».

26

.

1

Ὅτι δὲ οὐ ποίημα οὐδὲ κτίσμα ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας γέννημα ἀδιαίρετόν ἐστιν, ὡς ἔγραψεν ἡ μεγάλη σύνοδος, ἰδοὺ καὶ ὁ τῆς Ῥώμης
ἐπίσκοπος Διονύσιος γράφων κατὰ τῶν τὰ Σαβελλίου φρονούντων σχετλιάζει κατὰ21

26

.

2

τῶν ταῦτα τολμώντων λέγειν καί φησιν οὕτως· «ἑξῆς δ’ ἂν εἰκότως λέγοιμι καὶ «πρὸς τοὺς διαιροῦντας καὶ κατατέμνοντας καὶ ἀναιροῦντας τὸ σεμνότατον κήρυγμα «τῆς ἐκκλησίας τοῦ θεοῦ, τὴν μοναρχίαν, εἰς τρεῖς δυνάμεις τινὰς καὶ μεμερισμένας ὑπο‐ «στάσεις καὶ θεότητας τρεῖς. πέπυσμαι γὰρ εἶναί τινας τῶν παρ’ ὑμῖν κατηχούντων
5«καὶ διδασκόντων τὸν θεῖον λόγον ταύτης ὑφηγητὰς τῆς φρονήσεως, οἳ κατὰ διάμετρον,

26

.

3

«ὡς ἔπος εἰπεῖν, ἀντίκεινται τῇ Σαβελλίου γνώμῃ. ὁ μὲν γὰρ βλασφημεῖ αὐτὸν «τὸν υἱὸν εἶναι λέγων τὸν πατέρα καὶ ἔμπαλιν, οἱ δὲ τρεῖς θεοὺς τρόπον τινὰ κηρύττουσιν, «εἰς τρεῖς ὑποστάσεις ξένας ἀλλήλων παντάπασι κεχωρισμένας διαιροῦντες τὴν ἁγίαν «μονάδα. ἡνῶσθαι γὰρ ἀνάγκη τῷ θεῷ τῶν ὅλων τὸν θεῖον λόγον, ἐμφιλοχωρεῖν δὲ
5«τῷ θεῷ καὶ ἐνδιαιτᾶσθαι δεῖ τὸ ἅγιον πνεῦμα. ἤδη καὶ τὴν θείαν τριάδα εἰς ἕνα, ὥσπερ «εἰς κορυφήν τινα, τὸν θεὸν τῶν ὅλων τὸν παντοκράτορα λέγω, συγκεφαλαιοῦσθαί τε «καὶ συνάγεσθαι πᾶσα ἀνάγκη. Μαρκίωνος γὰρ τοῦ ματαιόφρονος δίδαγμα εἰς τρεῖς «ἀρχὰς τῆς μοναρχίας τομὴ καὶ διαίρεσις, παίδευμα ὂν διαβολικόν, οὐχὶ δὲ τῶν ὄντως «μαθητῶν τοῦ Χριστοῦ καὶ τῶν ἀρεσκομένων τοῖς τοῦ σωτῆρος μαθήμασιν. οὗτοι γὰρ
10«τριάδα μὲν κηρυττομένην ὑπὸ τῆς θείας γραφῆς σαφῶς ἐπίστανται, τρεῖς δὲ θεοὺς οὔτε

26

.

4

«παλαιὰν οὔτε καινὴν διαθήκην κηρύττουσαν. οὐ μεῖον δ’ ἄν τις καταμέμφοιτο καὶ «τοὺς ποίημα τὸν υἱὸν εἶναι δοξάζοντας καὶ γεγονέναι τὸν κύριον ὥσπερ ἕν τι τῶν ὄντως «γενομένων νομίζοντας, τῶν θείων λογίων γέννησιν αὐτῷ τὴν ἁρμόττουσαν καὶ πρέ‐ «πουσαν, ἀλλ’ οὐχὶ πλάσιν τινὰ καὶ ποίησιν προσμαρτυρούντων. βλάσφημον οὖν οὐ
5«τὸ τυχόν, μέγιστον μὲν οὖν, χειροποίητον τρόπον τινὰ λέγειν τὸν κύριον. εἰ γὰρ γέ‐ «γονεν υἱός, ἦν ὅτε οὐκ ἦν· ἀεὶ δὲ ἦν, εἴ γε ‹ἐν τῷ πατρί› ἐστιν, ὡς αὐτός φησι, καὶ εἰ λόγος «καὶ σοφία καὶ δύναμις ὁ Χριστός. ταῦτα γὰρ εἶναι τὸν Χριστὸν αἱ θεῖαι λέγουσι γραφαί, «ὥσπερ ἐπίστασθε· ταῦτα δὲ δυνάμεις οὖσαι τοῦ θεοῦ τυγχάνουσιν. εἰ τοίνυν γέγονεν «ὁ υἱός, ἦν ὅτε οὐκ ἦν ταῦτα, ἦν ἄρα καιρός, ὅτε χωρὶς τούτων ἦν ὁ θεός. ἀτοπώτατον

26

.

5

«δὲ τοῦτο. καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς διαλεγοίμην, πρὸς ἄνδρας «πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν «υἱὸν ἀνακυπτούσας; αἷς μοι δοκοῦσι μὴ προσεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι «τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῇ τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται
5«ταύτῃ ἡ θεία καὶ προφητικὴ γραφὴ τὸ ‹κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ› ἐκδεξά‐22

26

.

6

«μενοι. οὐ μία γὰρ ἡ τοῦ ἔκτισεν, ὡς ἴστε, σημασία· ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον «ἀντὶ τοῦ ἐπέστησε τοῖς ὑπ’ αὐτοῦ γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι’ αὐτοῦ τοῦ υἱοῦ. «οὐχὶ δέ γε τὸ ἔκτισε νῦν λέγοιτ’ ἂν ἐπὶ τοῦ ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ «κτίσαι. ‹οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε;› τῇ
5«ἐν τῷ Δευτερονομίῳ μεγάλῃ ᾠδῇ ὁ Μωσῆς φησι. πρὸς οὓς καὶ εἴποι ἄν τις· ὦ ῥιψοκίν‐ «δυνοι ἄνθρωποι, ποίημα ὁ πρωτότοκος πάσης κτίσεως, ὁ ἐκ γαστρὸς πρὸ ἑωσφόρου «γεννηθείς, ὁ εἰπὼν ὡς σοφία· ‹πρὸ δὲ πάντων βουνῶν γεννᾷ με›; καὶ πολλαχοῦ δὲ «τῶν θείων λογίων γεγεννῆσθαι, ἀλλ’ οὐ γεγονέναι τὸν υἱὸν λεγόμενον εὕροι τις ἄν. «ὑφ’ ὧν καταφανῶς ἐλέγχονται τὰ ψεύδη περὶ τῆς τοῦ κυρίου γεννήσεως ὑπολαμβάνοντες

26

.

7

«οἱ ποίησιν αὐτοῦ τὴν θείαν καὶ ἄρρητον γέννησιν λέγειν τολμῶντες. οὔτ’ οὖν κατα‐ «μερίζειν χρὴ εἰς τρεῖς θεότητας τὴν θαυμαστὴν καὶ θείαν μονάδα οὔτε ποιήσει κωλύειν «τὸ ἀξίωμα καὶ τὸ ὑπερβάλλον μέγεθος τοῦ κυρίου, ἀλλὰ πεπιστευκέναι εἰς θεὸν πατέρα «παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἡνῶσθαι
5«δὲ τῷ θεῷ τῶν ὅλων τὸν λόγον· ‹ἐγὼ γάρ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν «τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί›. οὕτω γὰρ ἂν καὶ ἡ θεία τριὰς καὶ τὸ ἅγιον κήρυγμα «τῆς μοναρχίας διασώζοιτο».

27

.

1

Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ 〈ἐξ〉 ἑτέρας οὐσίας ἢ ὑπο‐ στάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον 〈γέννημα〉 αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν τῇ συν‐ όδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις, ἀλλὰ τῶν
5πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· 〈ἃ δὲ〉 ἀδεῶς ὁρίζων ἀποφαίνεται, τοῦτο τοῦ

27

.

2

φιλοπόνου τὸ φρόνημά ἐστι. μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· «εἰ ἔστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀο‐ «ράτου, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ ὁμοιότης τυγχάνων «τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος,
5»‹ὁ θεὸς γὰρ φῶς ἐστιν›, ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης, ἵνα τολμήσας τις ἀρχὴν «δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ «ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς εἰκών, ὁ χαρακτήρ, 〈ὁ〉 λόγος ὁ ‘γινώσκων τὸν «πατέρα‘ οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱόσ‘,

27

.

3

«ὅτι ἐρεῖ καὶ τὸ σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν». καὶ πάλιν ἐν ἑτέροις οὕτω λέγει· «ἀλλ’ οὐ θέμις ἐστὶν οὐδὲ ἀκίνδυνον διὰ τὴν ἀσθένειαν ἡμῶν τὸ «ὅσον ἐφ’ ἡμῖν ἀποστερεῖσθαι τὸν θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ λόγου μονογενοῦς, σο‐ «φίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων νοηθήσεται».23

27

.

4

Ἰδοὺ ἡμεῖς μὲν ἐκ πατέρων εἰς πατέρας διαβεβηκέναι τὴν τοιαύτην διάνοιαν ἀπο‐ δεικνύομεν, ὑμεῖς δέ, ὦ νέοι Ἰουδαῖοι καὶ τοῦ Καιάφα μαθηταί, τίνας ἄρα τῶν ῥημάτων ὑμῶν ἔχετε δεῖξαι πατέρας; ἀλλ’ οὐδένα τῶν φρονίμων καὶ σοφῶν ἂν εἴποιτε· πάντες γὰρ ὑμᾶς ἀποστρέφονται, πλὴν μόνου τοῦ διαβόλου. μόνος γὰρ ὑμῖν οὗτος τῆς τοιαύτης
5ἀποστασίας πατὴρ γέγονεν, ὁ καὶ κατὰ τὴν ἀρχὴν ὑμῖν ἐπισπείρας τὴν ἀσέβειαν ταύτην καὶ νῦν λοιδορεῖν τὴν οἰκουμενικὴν σύνοδον πείσας ὑμᾶς, ὅτι μὴ τὰ ὑμέτερα ἀλλὰ ταῦτα γεγράφασιν, ἅπερ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι παρα‐

27

.

5

δεδώκασιν. ἣν γὰρ ἡ σύνοδος ἐγγράφως ὡμολόγησε πίστιν, αὕτη τῆς καθολικῆς ἐκκλησίας ἐστί. ταύτην ἐκδικοῦντες οἱ μακάριοι πατέρες οὕτως ἔγραψαν καὶ κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν· διὸ μάλιστα καὶ διαβάλλειν τὴν σύνοδον ἐπιχειροῦσιν. οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ’ ὅτι ἐν αὐταῖς ἀπεδείχθησαν αἱρετικοὶ καὶ τῶν ἄλλων
5αἱρέσεων τολμηρότεροι.

28

.

1

Ἀμέλει τῶν λεξειδίων αὐτῶν δειχθέντων τότε φαύλων καὶ ἀεὶ δὲ εὐελέγκτων ὄντων ὡς ἀσεβῶν ἐχρήσαντο παρ’ Ἑλλήνων λοιπὸν τὴν λέξιν τοῦ ἀγενήτου, ἵνα προφάσει καὶ τούτου τοῦ ὀνόματος ἐν τοῖς γενητοῖς πάλιν καὶ τοῖς κτίσμασι συναριθμῶσι τὸν τοῦ θεοῦ λόγον, δι’ οὗ αὐτὰ τὰ γενητὰ γέγονεν· οὕτως εἰσὶ πρὸς ἀσέβειαν ἀναίσχυντοι καὶ

28

.

2

πρὸς τὰς τοῦ κυρίου βλασφημίας φιλόνεικοι. εἰ μὲν οὖν ἀγνοοῦντες τὸ ὄνομα οὕτως ἀναισχυντοῦσιν, ἔδει μαθεῖν αὐτοὺς παρὰ τῶν αὐτοῖς δεδωκότων αὐτό, ὅτι καὶ ὃν λέ‐ γουσιν ἐκ τοῦ ἀγαθοῦ νοῦν καὶ τὴν ἐκ τοῦ νοῦ ψυχήν, καίτοι γινώσκοντες τὸ ἐξ ὧν εἰσιν οὐκ ἐφοβήθησαν ὅμως καὶ αὐτὰ εἰπεῖν ἀγένητα εἰδότες, ὅτι καὶ τοῦτο λέγοντες οὐκ ἐλατ‐
5τοῦσι τὸ πρῶτον ἐξ οὗ καὶ ταῦτα πέφυκε, καὶ ἢ καὶ αὐτοὺς οὕτω λέγειν ἢ μηδ’ ὅλως
λέγειν περὶ ὧν οὐκ ἴσασιν. εἰ δὲ νομίζουσι γινώσκειν, ἀναγκαῖον αὐτοὺς ἐρωτῆσαι, ἐπεὶ μάλιστα καὶ οὐκ ἔστιν ἐκ τῶν θείων γραφῶν ἡ λέξις, ἀλλὰ πάλιν ἀγράφως λαλοῦντες24

28

.

3

φιλονεικοῦσιν. ἐγὼ μὲν γὰρ τὴν αἰτίαν καὶ τὴν διάνοιαν, καθ’ ἣν ἡ σύνοδος τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον συμφώνως τοῖς ἐκ τῶν γραφῶν περὶ τοῦ σωτῆρος εἰρημένοις καὶ ὅσοι πρὸ αὐτῶν ἐξέθεντο πατέρες καὶ ἔγραψαν, διηγησάμην· καὶ αὐτοὶ δέ, εἴπερ ἄρα δύνανται, ἀποκρινέσθωσαν, πῶς εὗρον τὴν ἄγραφον ταύτην λέξιν, ἢ ποίᾳ διανοίᾳ

28

.

4

τὸν θεὸν ἀγένητον λέγουσι. διαφόρους γὰρ σημασίας ἔχειν τὸ ὄνομα ἀκήκοα. λέ‐ γεσθαι γάρ φασιν ἀγένητον τὸ μήπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι, καὶ πάλιν τὸ μήτε ὑπάρχον μήτε δυνάμενον εἰς τὸ εἶναι γενέσθαι, καὶ τρίτον ἐστὶν αὐτοῦ σημαινό‐ μενον τὸ ὑπάρχον μέν, μήτε δὲ γενητὸν μήτε ἀρχὴν ἐσχηκὸς εἰς τὸ εἶναι, ἀλλ’ ἀίδιον ὂν

28

.

5

καὶ ἀδιάφθορον. ἴσως μὲν οὖν τὰς πρώτας δύο διανοίας παρελθεῖν ἐθελήσουσι διὰ τὸ ἐκεῖθεν ἄτοπον· κατὰ γὰρ τὴν πρώτην ἔσται τά τε ἤδη γινόμενα καὶ τὰ προσδοκώ‐ μενα γενέσθαι ἀγένητα· τὸ γὰρ δεύτερον πλέον ἔχει τούτου τὸ ἄτοπον. ἐπὶ δὲ τὴν τρίτην λοιπὸν βαδιοῦνται κατ’ αὐτὴν ὀνομάζοντες τὸ ἀγένητον. ἀλλὰ καὶ τοῦτο λέ‐

28

.

6

γοντες οὐδὲν ἧττόν εἰσιν ἀσεβεῖς. εἰ γὰρ τὸ μὴ ἔχον ἀρχὴν εἰς τὸ εἶναι μηδὲ γενητὸν ἢ κτιστόν, ἀλλ’ ἀίδιον ὄν, τοῦτο λέγουσιν ἀγένητον, τοὐναντίον δὲ τούτων εἶναι τὸν τοῦ θεοῦ λόγον, τίς οὐ συνορᾷ τὴν πανουργίαν τῶν θεομάχων; τίς οὐκ ἂν αὐτοὺς οὕτω μαινομένους καταλιθώσειεν; ἐπειδὴ γὰρ αἰσχύνονται προφέρειν ἔτι τὰ πρῶτα τῶν μύθων
5ἑαυτῶν λογάρια, ἐφ’ οἷς κατεγνώσθησαν, ἄλλως πάλιν αὐτὰ σημαίνειν ἐπενόησαν οἱ δείλαιοι διὰ τοῦ ὀνόματος τοῦ ὡς αὐτοὶ λέγουσιν ἀγενήτου. εἰ γὰρ ὁ υἱὸς τῶν γενητῶν ἐστι, δηλονότι ἐξ οὐκ ὄντων καὶ αὐτὸς γέγονε, καὶ εἰ ἀρχὴν ἔχει τοῦ εἶναι, οὐκ ἦν ἄρα πρὶν γεννηθῇ, καὶ εἰ μή ἐστιν ἀίδιος, ἦν ποτε ὅτε οὐκ ἦν.

29

.

1

Ἔδει οὖν ταῦτα πάλιν αὐτοὺς φρονοῦντας ἐν αὐτοῖς τοῖς ἰδίοις αὐτῶν ῥήμασι σημαίνειν ἑαυτῶν τὴν ἑτεροδοξίαν καὶ μὴ τῇ λέξει δῆθεν τοῦ ἀγενήτου σκέπειν ἑαυτῶν τὴν κακόνοιαν. ἀλλ’ οὐ ποιοῦσι τοῦτο οἱ κακοήθεις, πάντα δὲ κατὰ τὸν πατέρα ἑαυ‐ τῶν τὸν διάβολον μετὰ πανουργίας πράττουσιν. ὡς γὰρ ἐκεῖνος μετὰ ἀλλοτρίων ἐνδυ‐
5μάτων ἀπατᾶν ἐπιχειρεῖ, οὕτως οὗτοι τὸ ἀγένητον ἐπενόησαν ὀνομάζειν, ἵνα προσποιού‐ μενοι τὸν θεὸν εὐφημεῖν κεκρυμμένην ἔχωσι τὴν κατὰ τοῦ κυρίου βλασφημίαν καὶ μετὰ καλύμματος αὐτὴν ἄλλοις σημαίνωσιν. ἀλλὰ καὶ τούτου τοῦ σοφίσματος αὐτῶν γνωσθέν‐

29

.

2

τος, τί ἄρα πάλιν αὐτοῖς ἕτερον περιλείπεται, λεγέτωσαν. εὕρομεν, φασὶν οἱ κακοῦργοι
καὶ προστιθέντες τοῖς προτέροις λέγουσιν, ἀγένητον εἶναι τοῦτο τὸ μὴ ἔχον τοῦ εἶναι τὸν αἴτιον, ἀλλὰ καὶ τοῖς γενητοῖς αὐτὸν αἴτιον εἰς τὸ γενέσθαι τυγχάνοντα. ἀχάριστοι καὶ τῷ ὄντι τῶν γραφῶν ἀνήκοοι, οἱ μὴ διὰ τιμὴν τὴν εἰς τὸν θεόν, ἀλλὰ διὰ τὴν εἰς τὸν25
5υἱὸν ἀτιμίαν πάντα καὶ ποιοῦντες καὶ λαλοῦντες οὐκ εἰδότες, ὅτι ὁ τὸν υἱὸν ἀτιμάζων

29

.

3

ἀτιμάζει τὸν πατέρα. πρῶτον μὲν γὰρ κἂν οὕτω τὸν θεὸν ὀνομάζωσιν, οὐ δείκνυται τῶν γενητῶν ὁ λόγος. τῆς γὰρ οὐσίας τοῦ πατρὸς ὡς γέννημα πάλιν οὕτως παρ’ αὐτῷ ἐστιν ἀιδίως. οὐ γὰρ τὸ ὄνομα τοῦτο παραιρεῖ τὴν τοῦ λόγου φύσιν, οὐδὲ πάλιν τὸ

29

.

4

ἀγένητον πρὸς τὸν υἱὸν ἔχει τὸ σημαινόμενον, ἀλλὰ πρὸς τὰ διὰ τοῦ υἱοῦ γενόμενα. καὶ ὥσπερ ὁ τὸν ἀρχιτέκτονα προσφωνῶν καὶ λέγων δημιουργὸν οἰκίας ἢ πόλεως οὐ συναριθ‐ μεῖ τῷ ὀνόματι τούτῳ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν, ἀλλὰ διὰ μὲν τὴν εἰς τὰ ἔργα τέχνην καὶ τὴν ἐπιστήμην σημαίνων μὴ εἶναι αὐτὸν τοιοῦτον, οἷά ἐστι τὰ παρ’ αὐτοῦ γε‐
5νόμενα, δημιουργὸν αὐτὸν καλεῖ, τὴν δὲ φύσιν τοῦ ποιήσαντος εἰδὼς οἶδεν ἄλλον εἶναι παρὰ ταῦτα τὸν ἐξ αὐτοῦ γεννηθέντα καὶ διὰ μὲν τὸν υἱὸν πατέρα αὐτὸν καλεῖ, διὰ δὲ τὰ ἔργα κτίστην καὶ ποιητήν. τὸν αὐτὸν τρόπον ὁ λέγων οὕτως τὸν θεὸν ἀγένητον ἐκ τῶν ἔργων αὐτὸν ὀνομάζει σημαίνων μὴ μόνον μὴ εἶναι αὐτὸν γενητόν, ἀλλ’ ὅτι καὶ τῶν γενητῶν ποιητής ἐστιν, οἶδε μέντοι τὸν λόγον ἄλλον ὄντα τῶν καὶ μόνον ἴδιον
10τοῦ πατρὸς γέννημα, δι’ οὗ καὶ τὰ πάντα γέγονε καὶ συνέστηκε.

30

.

1

Καὶ γὰρ καὶ παντοκράτορα τὸν θεὸν οἱ προφῆται λέγοντες οὐ διὰ τὸ εἶναι τὸν λόγον ἕνα τῶν πάντων οὕτως αὐτὸν ἐπεκαλοῦντο—ᾔδεισαν γὰρ τὸν υἱὸν ἄλλον ὄντα τῶν γενητῶν καὶ πάντων καὶ αὐτὸν κρατοῦντα κατὰ τὴν τοῦ πατρὸς ὁμοιότητα—ἀλλ’ ὅτι πάντων, ὧν διὰ τοῦ υἱοῦ πεποίηκεν, αὐτὸς κρατεῖ, τούτων τε τὴν ἐξουσίαν τῷ υἱῷ δέ‐
5δωκε καὶ δεδωκὼς πάλιν αὐτὸς τῶν πάντων διὰ τοῦ λόγου κυριεύει. πάλιν τε κύριον τῶν δυνάμεων λέγοντες τὸν θεὸν οὐ διὰ τὸ εἶναι καὶ τὸν λόγον ἕνα τούτων τῶν δυνάμεων τοῦτ’ ἔλεγον, ἀλλ’ ὅτι τοῦ μὲν υἱοῦ πατήρ ἐστι, τῶν δὲ διὰ τοῦ υἱοῦ γενομένων δυνάμεων

30

.

2

κύριός ἐστι. καὶ γὰρ καὶ αὐτὸς πάλιν ὁ λόγος ἐν τῷ πατρὶ ὢν πάντων τούτων ἐστὶ κύριος καὶ πάντων κρατεῖ· πάντα γάρ, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστιν. ὥσπερ οὖν τοῦτο τοιοῦτον ἔχει τὸν νοῦν, οὕτως ὁ βουλόμενος λέγειν τὸν θεὸν ἀγένητον, λεγέτω μέν, εἰ ἅπαξ οὕτως αὐτῷ δοκεῖ, μὴ μέντοι διὰ τὸ εἶναι τὸν λόγον τῶν γενητῶν, ἀλλ’ ὅτι, καθὰ
5προεῖπον, ὁ θεὸς οὐ μόνον οὐκ ἔστι γενητός, ἀλλὰ καὶ τῶν γενητῶν ποιητής ἐστι διὰ

30

.

3

τοῦ ἰδίου λόγου. καὶ γὰρ καὶ οὕτως λεγομένου τοῦ πατρὸς πάλιν εἰκὼν ὁ λόγος ἐστὶ καὶ ὁμοούσιος τοῦ πατρός· εἰκὼν δὲ ὢν αὐτοῦ ἄλλος ἂν εἴη τῶν γενητῶν καὶ τῶν πάντων. οὗ γάρ ἐστιν εἰκών, τούτου καὶ τὴν ἰδιότητα καὶ τὴν ὁμοίωσιν ἔχει, ὥστε τὸν λέγοντα
ἀγένητον καὶ παντοκράτορα τὸν πατέρα νοεῖν ἐν τῷ ἀγενήτῳ καὶ παντοκράτορι καὶ26

30

.

4

τὸν τούτου λόγον καὶ τὴν σοφίαν, ἥτις ἐστὶν ὁ υἱός. ἀλλ’ οἱ θαυμαστοὶ καὶ εἰς ἀσέβειαν εὐχερεῖς οὐ τῆς εἰς τὸν θεὸν τιμῆς φροντίζοντες ἐφεῦρον τὸ ὄνομα τοῦ ἀγενήτου, τῆς δὲ κατὰ τοῦ σωτῆρος χάριν κακονοίας· εἰ γὰρ ἔμελεν αὐτοῖς τιμῆς καὶ εὐφημίας, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον ἦν, πατέρα τὸν θεὸν εἰδέναι τε καὶ λέγειν αὐτούς, ἢ ἐκείνως ὀνομάζειν
5αὐτούς. λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν θεὸν ἀγένητον ἐκ τῶν γενομένων αὐτόν, καθὰ προ‐ εῖπον, ποιητὴν μόνον λέγουσιν, ἵνα καὶ τὸν λόγον ποίημα σημάνωσι κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν θεὸν πατέρα λέγων εὐθὺς ἐν αὐτῷ καὶ τὸν υἱὸν σημαίνει καὶ οὐκ ἀγνο‐ ήσει, ὅτι υἱοῦ ὄντος διὰ τοῦ υἱοῦ τὰ γενόμενα ἐκτίσθη πάντα.

31

.

1

Οὐκοῦν καὶ μᾶλλον ἀληθέστερον ἂν εἴη τὸν θεὸν ἐκ τοῦ υἱοῦ σημαίνειν καὶ πατέρα λέγειν ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ἀγένητον. τοῦτο μὲν γὰρ τὰ ἐκ τοῦ βουλήματος τοῦ θεοῦ διὰ τοῦ λόγου γενόμενα ἔργα σημαίνει, τὸ δὲ τοῦ πατρὸς ὄνομα τὸ ἴδιον ἐκ τῆς οὐσίας αὐτοῦ γέννημα γνωρίζει. ὅσῳ
5δὲ ὁ λόγος τῶν γενητῶν διαφέρει, τοσοῦτον καὶ πλέον τὸ λέγειν τὸν θεὸν πατέρα

31

.

2

τοῦ λέγειν ἀγένητον διαφέροι ἄν. καὶ γὰρ τοῦτο μὲν ἄγραφον καὶ ὕποπτον ποικί‐ λην ἔχον ἐστὶ τὴν σημασίαν, ἐκεῖνο δὲ ἁπλοῦν καὶ ἔγγραφον καὶ ἀληθέστερον καὶ μό‐ νον σημαῖνον τὸν υἱόν. καὶ τὸ μὲν ἀγένητον παρ’ Ἑλλήνων εὕρηται τῶν μὴ γινω‐ σκόντων τὸν υἱόν, τὸ δὲ πατὴρ παρὰ τοῦ κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. καὶ
5γὰρ εἰδὼς αὐτός, τίνος υἱός ἐστιν, ἔλεγεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καί· «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα», καί· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». καὶ οὐδαμοῦ φαίνεται τὸν πατέρα καλῶν ἀγένητον αὐτός, ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν· ὅταν δὲ προσεύχησθε, λέγετε· ‘θεὸς ἀγένητε‘, ἀλλὰ μᾶλλον· «ὅταν προσεύχησθε, λέγετε·

31

.

3

πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς». καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησεν· ἐκέλευσε γὰρ ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου καὶ γενητοῦ οὐδὲ εἰς ὄνομα ἀκτίστου καὶ κτίσματος, ἀλλ’ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος. οὕτως γὰρ τελειούμενοι υἱοποιούμεθα καὶ ἡμεῖς ἀληθῶς, καὶ τὸ τοῦ πατρὸς
5δὲ ὄνομα λέγοντες ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν τῷ πατρὶ λόγον.

31

.

4

εἰ δὲ καὶ πατέρα θέλει λέγειν ἡμῶν τὸν ἴδιον ἑαυτοῦ πατέρα, οὐ χρὴ διὰ τοῦτο συνεκτεί‐ νειν ἑαυτοὺς τῷ υἱῷ κατὰ τὴν φύσιν. καὶ τοῦτο γὰρ δι’ αὐτὸν λέγεται παρ’ ἡμῶν. ἐπειδὴ γὰρ τὸ ἡμέτερον ὁ λόγος ἐφόρεσε σῶμα καὶ γέγονεν ἐν ἡμῖν, ἀκολούθως διὰ τὸν ἐν ἡμῖν λόγον καὶ ἡμῶν ὁ θεὸς λέγεται πατήρ. τὸ γὰρ ἐν ἡμῖν πνεῦμα τοῦ λόγου δι’ ἡμῶν
5τὸν ἑαυτοῦ πατέρα ὡς ἡμῶν ὀνομάζει· οὗτος τοῦ ἀποστόλου νοῦς ἐστι λέγοντος· «ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ
ὁ πατήρ».27

32

.

1

Ἀλλ’ ἴσως καὶ διὰ τὸ ὄνομα τὸ ἀγένητον ἐλεγχθέντες πονηροὶ τὸν τρόπον ὄντες ἐθελήσουσι καὶ αὐτοὶ λέγειν· ἔδει καὶ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῶν γραφῶν τὰ περὶ αὐτοῦ γεγραμμένα λέγεσθαι καὶ μὴ ἀγράφους ἐπεισάγεσθαι λέξεις. ναὶ ἔδει, φαίην ἂν καὶ ἔγωγε, ἀκριβέστερα γὰρ ἐκ τῶν γραφῶν μᾶλλον ἢ ἐξ ἑτέρων
5ἐστὶ τὰ τῆς ἀληθείας γνωρίσματα· ἀλλ’ ἡ κακοήθεια καὶ μετὰ πανουργίας παλίμβολος ἀσέβεια τῶν περὶ Εὐσέβιον ἠνάγκασε, καθὰ προεῖπον, τοὺς ἐπισκόπους λευκότερον

32

.

2

ἐκθέσθαι τὰ τὴν ἀσέβειαν αὐτῶν ἀνατρέποντα ῥήματα. καὶ τὰ μὲν παρὰ τῆς συνόδου γραφέντα διάνοιαν ὀρθὴν ἔχοντα δέδεικται, τῶν δ’ Ἀρειανῶν καὶ τὰ λογάρια σαθρὰ καὶ ὁ τρόπος πονηρὸς ἐφάνη. καὶ γὰρ καὶ τὸ ἀγένητον ὄνομα, ἰδίαν ἔχον διάνοιαν καὶ δυνά‐ μενον εὐσεβῶς προφέρεσθαι, αὐτοὶ πάλιν κατὰ τὴν ἰδίαν ἐνθύμησιν ὡς ἠθέλησαν ὀνομάζου‐

32

.

3

σιν ἐπ’ ἀτιμίᾳ τοῦ σωτῆρος, ἵνα μόνον ὡς γίγαντες θεομαχεῖν φιλονεικῶσιν. ἀλλ’ οὔτε ἐκεῖνα τὰ λογάρια προφέροντες ἔμειναν ἀκατάγνωστοι οὔτε τὸ ἀγένητον καλῶς καὶ εὐσεβῶς δυνάμενον ὀνομάζεσθαι, ὅμως κακῶς αὐτοὶ φρονοῦντες λαθεῖν οὐκ ἠδυνήθησαν· κατῃσχύνθησαν γὰρ ἐν πᾶσι καὶ ἡ αἵρεσις αὐτῶν ἐστηλιτεύθη πανταχοῦ.

32

.

4

Ταῦτα μέν, ὡς ἠδυνήθην, ἀπομνημονεύσας τὰ ἐν τῇ συνόδῳ τότε πραχθέντα δεδή‐ λωκα, οἶδα δὲ ὅτι τῶν χριστομάχων οἱ φιλέριδες οὐδὲ τούτων ἀκούσαντες μεταβάλ‐ λεσθαι θελήσουσιν, ἀλλὰ περιδραμοῦνται πάλιν ἑτέρας ζητοῦντες προφάσεις καὶ μετὰ ταύτας πάλιν ἑτέρας ἐπινοήσουσι. κατὰ γὰρ τὸ προφητικὸν «εἰ ἀλλάξεται Αἰθίοψ τὸ
5δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς» καὶ αὐτοὶ θελήσουσιν εὐσεβῶς φρονεῖν

32

.

5

μεμαθηκότες ἀσεβεῖν. σὺ μέντοι, ἀγαπητέ, δεξάμενος ἔντυχε κατὰ σαυτόν, καὶ εἰ δοκι‐ μάσειας καλῶς ἔχειν, ἀνάγνωθι καὶ τοῖς τότε παροῦσιν ἀδελφοῖς, ἵνα καὶ αὐτοὶ ταῦτα μαθόντες ἀποδέξωνται μὲν τῆς συνόδου τὸν ζῆλον τῆς ἀληθείας καὶ τὴν τῆς διανοίας ἀκρί‐ βειαν, καταγνῶσι δὲ τῆς τόλμης τῶν χριστομάχων Ἀρειανῶν καὶ τῶν ματαίων προφά‐
5σεων αὐτῶν, ἃς τῆς ἀσεβοῦς ἑαυτῶν χάριν αἱρέσεως ἀναπλάττειν ἐν αὐτοῖς μεμελετή‐ κασιν· ὅτι τῷ θεῷ καὶ πατρὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ συνανάρχῳ αὐτοῦ υἱῷ καὶ λόγῳ ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. ἀμήν.

33

t

Εὐσεβίου Καισαρέως τοῦ ἀρειανόφρονος ἐπιστολὴ πρὸς τοὺς τῆς παροικίας αὐτοῦ.

33

.

1

Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον
τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν ὑμᾶς, ἀγαπητοί, καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. ἀλλ’ ἵνα μὴ ἐκ τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα28
5ὑμῖν πρῶτον μὲν τὴν ὑφ’ ἡμῶν προταθεῖσαν περὶ τῆς πίστεως γραφήν, ἔπειτα τὴν δευτέ‐

33

.

2

ραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασιν. τὸ μὲν οὖν παρ’ ἡμῶν γράμμα ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν τοῦτον ἔχει τὸν τρόπον·

33

.

3

«Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων καὶ ἐν τῇ πρώτῃ κατηχήσει καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν καὶ ὡς ἐν τῷ πρεσβυτερίῳ καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύομέν τε καὶ ἐδιδάσκομεν, οὕτως καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν πίστιν ὑμῖν προσαναφέρομεν· ἔστι δὲ αὕτη·

33

.

4

«Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, ζωὴν ἐκ ζωῆς, υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, δι’ οὗ καὶ ἐγένετο τὰ πάντα· τὸν διὰ τὴν ἡμε‐
5τέραν σωτηρίαν σαρκωθέντα καὶ ἐν ἀνθρώποις πολιτευσάμενον καὶ παθόντα καὶ ἀνα‐ στάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα πρὸς τὸν πατέρα καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι

33

.

5

ζῶντας καὶ νεκρούς. πιστεύομεν δὲ καὶ εἰς ἓν πνεῦμα ἅγιον. τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες πατέρα ἀληθῶς πατέρα καὶ υἱὸν ἀληθῶς υἱὸν καὶ πνεῦμα ἅγιον ἀληθῶς ἅγιον πνεῦμα, καθὼς καὶ ὁ κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς εἶπεν· ‘πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς
5τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματοσ‘. περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν καὶ οὕτως φρονεῖν καὶ πάλαι οὕτως ἐσχηκέναι καὶ μέχρι θανάτου ὑπὲρ ταύτης

33

.

6

ἐνίστασθαι τῆς πίστεως ἀναθεματίζοντες πᾶσαν ἄθεον αἵρεσιν. ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντοτε πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτούς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας ἐπὶ τοῦ θεοῦ τοῦ παντοκράτορος καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυ‐ ρόμεθα, δεικνύναι ἔχοντες δι’ ἀποδείξεων καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας
5χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν».

33

.

7

Ταύτης ὑφ’ ἡμῶν ἐκτεθείσης τῆς πίστεως οὐδενὶ παρῆν ἀντιλογίας τόπος, ἀλλ’ αὐτός τε πρῶτος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν. οὕτω τε καὶ ἑαυτὸν φρονεῖν συνωμολόγησε καὶ ταύτῃ τοὺς πάντας συγκαταθέσθαι ὑπογράφειν τε τοῖς δόγμασι καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο, ἑνὸς μόνου προσεγγραφέντος
5ῥήματος τοῦ ὁμοουσίου, ὃ καὶ αὐτὸς ἑρμήνευε λέγων· ὅτι μὴ κατὰ τῶν σωμάτων πάθη λέγοιτο ὁμοούσιος 〈ὁ υἱόσ〉, οὔτ’ οὖν κατὰ διαίρεσιν οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς ὑποστῆναι· μηδὲ γὰρ δύνασθαι τὴν ἄυλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωμα‐ τικόν τι πάθος ὑφίστασθαι, θείοις δὲ καὶ ἀπορρήτοις λόγοις προσήκειν τὰ τοιαῦτα νοεῖν. καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τοιάδε ἐφιλοσόφει. οἱ δὲ προφάσει
10τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πεποιήκασιν·29

33

.

8

[Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις.] «Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν
5ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σω‐ τηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι
10‘ἐξ οὐκ ὄντων ἐγένετο‘ ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία».

33

.

9

Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ’ αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ «ἐκ τῆς οὐσίας τοῦ πατρὸς» καὶ τὸ «τῷ πατρὶ ὁμοούσιον», οὐκ ἀνεξέταστον αὐτοῖς κατελιμ‐ πάνομεν. ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων. καὶ δὴ τὸ «ἐκ τῆς οὐσίας» ὡμολογεῖτο πρὸς αὐτῶν
5δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ πατρός.

33

.

10

ταύτῃ δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱόν, οὐ μὴν μέρος αὐτοῦ τῆς οὐσίας τυγχάνειν. διόπερ τῇ διανοίᾳ καὶ ἡμεῖς συνετιθέμεθα οὐδὲ τὴν φωνὴν τοῦ ὁμοουσίου παραιτούμενοι τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν
5διανοίας.

33

.

11

Κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ «γεννηθέντα καὶ οὐ ποιηθέντα» κατεδεξάμεθα, ἐπειδὴ τὸ «ποιηθὲν» κοινὸν ἔφασκεν εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων τῶν διὰ τοῦ υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι’ αὐτοῦ γενομένοις ἐμφερές, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ πατρὸς
5γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπι‐ λογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος.

33

.

12

Οὕτω δὲ καὶ τὸ «ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν» ἐξεταζόμενος ὁ λόγος συν‐ ίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως, οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας οὔτε κατὰ ἀποτομήν, ἀλλ’ οὐδὲ κατά τι πάθος ἢ τροπὴν ἢ ἀλλοίωσιν τῆς τοῦ πατρὸς οὐσίας τε καὶ δυνάμεως. τούτων γὰρ πάντων ἀλλο‐

33

.

13

τρίαν εἶναι τὴν ἀγένητον τοῦ πατρὸς φύσιν. παραστατικὸν δὲ εἶναι τὸ «ὁμοούσιον τῷ πατρὶ» τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν υἱὸν τοῦ θεοῦ φέρειν, μόνῳ δὲ τῷ πατρὶ τῷ γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεώς τε καὶ οὐσίας, ἀλλ’ ἐκ τοῦ πατρός. ᾧ καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι
5τὸν τρόπον καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι, ἐπεὶ καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφεῖς ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεο‐ λογίας τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι.

33

.

14

Ταῦτα μὲν οὖν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ’ αὐτοῦ τοῦ θεοφιλεστάτου

33

.

15

βασιλέως ἐξετασθείσας καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας. καὶ τὸν
ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα ἄλυπον εἶναι ἡγησάμεθα διὰ τὸ ἀπείργειν ἀγράφοις χρῆσθαι φωναῖς, διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκα‐ ταστασία τῆς ἐκκλησίας. μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ «ἐξ οὐκ ὄντων» καὶ30
5τῷ «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθαμεν συγχρῆσθαι τοῖς ῥήμασιν.

33

.

16

Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ «πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν» οὐκ ἄτοπον ἐνομίσθη τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι τὸ εἶναι τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. ἤδη δὲ ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε καὶ κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὴν πρὸ πάντων αἰώνων εἶναι αὐτόν, ἐπεὶ καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει
5ἦν ἐν τῷ πατρὶ ἀγεννήτως, ὄντος τοῦ πατρὸς ἀεὶ πατρὸς ὡς καὶ βασιλέως ἀεὶ καὶ σωτῆρος ἀεί, δυνάμει πάντα ὄντος, ἀεί τε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος.

33

.

17

Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξε‐ τάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες καὶ ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ἐσχάτης ὥρας ἐνιστάμεθα, ὅθ’ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε, τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅθ’ ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι
5τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ’ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολο‐ γημένοις.

34

t

Καθαίρεσις Ἀρείου καὶ τῶν σὺν αὐτῷ ὑπὸ Ἀλεξάνδρου ἀρχιεπισκόπου Ἀλεξανδρείας.

34

.

1

Ἀλέξανδρος πρεσβυτέροις καὶ διακόνοις Ἀλεξανδρείας καὶ Μαρεώτου, παρὼν παροῦσιν, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.

34

.

2

Εἰ καὶ φθάσαντες ὑπεγράψατε οἷς ἐπέστειλα τοῖς περὶ Ἄρειον προτρέπων αὐτοὺς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν πεισθῆναι δὲ τῇ ὑγιαινούσῃ καὶ καθολικῇ πίστει, καὶ ἐδείξατε ἑαυτῶν ὀρθὴν τὴν προαίρεσιν καὶ τὴν ἐν τοῖς δόγμασι συμφωνίαν τῆς καθο‐ λικῆς ἐκκλησίας, ὅμως ἐπειδὴ καὶ πρὸς τοὺς ἁπανταχοῦ συλλειτουργοὺς ἐπέστειλα περὶ
5τῶν περὶ Ἄρειον, ἀναγκαῖον ἡγησάμην ὑμᾶς μὲν τοὺς τῆς πόλεως κληρικοὺς συναγαγεῖν,

34

.

3

ὑμᾶς δὲ τοὺς ἀπὸ τοῦ Μαρεώτου μεταπέμψασθαι· μάλιστα ὅτι καὶ ἀφ’ ὑμῶν Χάρης καὶ Πιστὸς πρεσβύτεροι, καὶ Σαραπίων καὶ Παράμμων καὶ Ζώσιμος καὶ Εἰρηναῖος διάκονοι ἐπηκολούθησαν τοῖς περὶ Ἄρειον καὶ ἠγάπησαν σὺν αὐτοῖς καθαιρεθῆναι· ἵνα καὶ τὰ νῦν γραφόμενα γνῶτε τήν τε ἐν τούτοις συμφωνίαν ἑαυτῶν ἐπιδείξησθε καὶ τῇ καθαι‐

34

.

4

ρέσει τῶν περὶ Ἄρειον καὶ τῶν περὶ Πιστὸν σύμψηφοι γένησθε. πρέπει γὰρ τὰ παρ’ ἐμοῦ γραφόμενα γινώσκειν ὑμᾶς καὶ ἕκαστον ὡς παρ’ αὐτοῦ γραφόμενα ἐν τῇ καρδίᾳ κατέχειν.

35

.

1

Ἀντίγραφον. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν.

35

.

2

Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γρα‐
φαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ’ ἑκάστου γινόμενα, ἵνα εἴτε πάσχει εἴτε χαίρει ἓν μέλος ἢ συμ‐31

35

.

3

πάσχωμεν ἢ συγχαίρωμεν ἀλλήλοις. ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον

35

.

4

τοῦ ἀντιχρίστου ὑπονοήσειε καὶ καλέσειεν. καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ὅπως ἐν τοῖς προστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν τὸ τοιοῦτον ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. ἐπειδὴ δὲ Εὐσέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ νομίσας ἐπ’ αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν
5καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων [καὶ] οὐκ ἐκδεδίκηται κατ’ αὐτοῦ, προίσταται καὶ τούτων τῶν ἀποστατῶν καὶ γράφειν ἐπεχείρησε πανταχοῦ συνιστῶν αὐτούς, ὅπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν αἰσχίστην ταύτην καὶ χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν,

35

.

5

ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥήματα καί, ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. παλαιὰν γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος σχηματίζεται μὲν ὡς ὑπὲρ τού‐ των γράφειν, ἔργῳ δὲ δείκνυσιν, ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων τοῦτο ποιεῖ.

35

.

6

Οἱ μὲν οὖν ἀποστάται γενόμενοί εἰσιν Ἄρειος καὶ Ἀχιλεὺς καὶ Ἀειθαλῆς καὶ Καρ‐ πώνης καὶ ἕτερος Ἄρειος καὶ Σαρμάτης οἱ ποτὲ πρεσβύτεροι· καὶ Εὐζώιος καὶ Λούκιος καὶ Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος καὶ Γάιος οἱ ποτὲ διάκονοι· καὶ σὺν αὐτοῖς Σεκοῦνδος

35

.

7

καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα. «Οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ’ ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε.
5διὸ καὶ ἦν ποτε ὅτε οὐκ ἦν. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιος κατ’ οὐσίαν τῷ πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλ’ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ τῇ ἐν τῷ θεῷ σοφίᾳ

35

.

8

ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ οὐσίας καὶ ἄρρητός ἐστιν ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως ὁρᾶν αὐτὸν δύναται. καὶ γὰρ καὶ ἑαυτοῦ

35

.

9

τὴν οὐσίαν οὐκ οἶδεν ὁ υἱὸς ὡς ἔστι. δι’ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι’ αὐτοῦ ὡς δι’

35

.

10

ὀργάνου κτίσῃ ὁ θεός. καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ θεὸς ἠθέλησε ποιῆσαι. ἠρώτησε γοῦν τις αὐτούς, εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι δύναται· τρεπτῆς γὰρ φύσεώς ἐστι γενητὸς καὶ κτιστὸς ὑπάρχων.

35

.

11

Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς ἡμεῖς μὲν μετὰ τῶν κατ’ Αἴγυπτον καὶ τὰς Λιβύας ἐπισκόπων ἐγγὺς ἑκατὸν ὄντων συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο σπουδάζοντες ἐγκαταμῖξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέ‐
5βειαν. ἀλλ’ οὐκ ἰσχύσουσι· νικᾶ γὰρ ἡ ἀλήθεια καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς

35

.

12

σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ. τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται καὶ τὰς ἀκοὰς βύει ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; τίς ἀκούων Ἰωάννου λέγοντος, «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὐ καταγινώσκει τούτων λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν, ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ32
5«μονογενὴς υἱός», καὶ «δι’ αὐτοῦ ἐγένετο πάντα», οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστιν τῶν ποιημάτων; πῶς γὰρ δύναται εἷς εἶναι τῶν δι’ αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ’ ἐκείνους συναριθμούμενος, εἴπερ καὶ αὐτὸς κτίσμα ἐστὶ καὶ ποίημα; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη τοῦ πατρὸς λέγοντος «ἐξηρεύξατο ἡ καρδία

35

.

13

μου λόγον ἀγαθὸν» καὶ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»; ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ πατρὸς ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ πατρὸς καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; πῶς δέ, εἰ λόγος καὶ σοφία ἐστὶ τοῦ θεοῦ ὁ υἱός, ἦν ποτε ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστι αὐτοὺς λέγειν ἄλογον καὶ ἄσοφόν ποτε τὸν θεόν.

35

.

14

Πῶς δὲ τρεπτὸς καὶ ἀλλοιωτὸς ὁ λέγων δι’ ἑαυτοῦ μὲν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», διὰ δὲ τοῦ προφήτου «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι»; εἰ γὰρ καὶ ἐπ’ αὐτόν τις τὸν πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρω‐
5πος οὐκ ἠλλοίωται, ἀλλ’ ὡς εἶπεν ὁ ἀπόστολος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι’ ἡμᾶς γέγονε καίτοι

35

.

15

τοῦ Παύλου γράφοντος «δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα». περὶ γὰρ τοῦ βλασ‐ φημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν τελείως ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν. ἅπαξ γὰρ προ‐ θέμενοι χριστομαχεῖν παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος «καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα». εἰ μὲν οὖν ἐκ μέρους ὁ πατὴρ γινώσκει τὸν υἱόν,
5δῆλον ὅτι καὶ ὁ υἱὸς μὴ τελείως γινωσκέτω τὸν πατέρα. εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδεν δὲ τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς γινώσκει ὁ πατὴρ τὸν ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα, οὗ καὶ ἔστι λόγος.

35

.

16

Ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς πολλάκις ἐνετρέψαμεν αὐτούς, καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλοντο φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμ‐ μένον «ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ». πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι πεπτώκασιν εἰς ἀφροσύνην.
5οὗτοι δὲ διὰ πάντων ἑαυτῶν τῶν ῥηματίων ἐπιχειρήσαντες εἰς ἀναίρεσιν τῆς τοῦ λόγου θεότητος ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας ὡς ἐγγύτεροι τοῦ ἀντιχρίστου γενόμενοι. διὸ

35

.

17

καὶ ἀπεκηρύχθησαν καὶ ἀνεθεματίσθησαν ἀπὸ τῆς ἐκκλησίας. λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων καὶ μάλιστα, ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας νῦν ἀπεπήδησαν, οὐ ξενιζόμεθα δέ. τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φίλητος πεπόνθασι καὶ πρὸ αὐτῶν Ἰούδας ὁ ἀκολουθήσας τῷ σωτῆρι, ὕστερον γὰρ προδότης καὶ ἀποστάτης
5γέγονε.

35

.

18

Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτοι μεμενήκαμεν, ἀλλ’ ὁ μὲν κύριος προείρηκε «βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέ‐ γοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε καὶ πολλοὺς πλανήσουσι. μὴ πορευθῆτε ὀπίσω αὐτῶν». ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ σωτῆρος ἔγραψεν «ὅτι ἐν ὑστέροις καιροῖς
5ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκα‐

35

.

19

λίαις δαιμονίων ἀποστρεφομένων τὴν ἀλήθειαν». Τοῦ τοίνυν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διά τε ἑαυτοῦ παραγγείλαντος καὶ διὰ τοῦ ἀποστόλου σημάναντος περὶ τῶν τοιούτων ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους ἀποδείξαντές [τε] αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς33
5ἐκκλησίας τε καὶ πίστεως.

35

.

20

Ἐδηλώσαμεν καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοί, ἵνα μήτε τινὰς ἐξ αὐτῶν, εἰ προπετεύσαιντο πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. πρέπει γὰρ ὑμᾶς Χριστιανοὺς ὄντας πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν
5ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μήποτε καὶ ταῖς ἁμαρ‐ τίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. προσείπατε τοὺς παρ’ ὑμῖν ἀδελφούς. ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν.

35

.

21

(t)

Ἀλεξανδρείας πρεσβύτεροι.
1Κόλλουθος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις καὶ τῇ καθαιρέσει
1Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἀλέξανδρος πρεσβύτερος ὁμοίως.
Διόσκορος πρεσβύτερος ὁμοίως.
Διο‐
4νύσιος πρεσβύτερος ὁμοίως.
5Εὐσέβιος πρεσβύτερος ὁμοίως.
Ἀλέξανδρος πρεσ‐
6βύτερος ὁμοίως.
Νειλαρᾶς πρεσβύτερος ὁμοίως.
Ἁρποκρατίων πρεσβύτερος
8ὁμοίως.
Ἀγαθὸς πρεσβύτερος.
10Νεμέσιος πρεσβύτερος. Λόγγος πρεσ‐
11βύτερος.
Σιλβανὸς πρεσβύτερος.
Περώους πρεσβύτερος.
Ἄπις πρεσ‐
14βύτερος.
15Προτέριος πρεσβύτερος.
Παῦλος πρεσβύτερος.
Κῦρος πρεσ‐
17βύτερος ὁμοίως.
tΔιάκονοι.
18Ἀμμώνιος διάκονος ὁμοίως.
Μακάριος διάκονος.
20Πιστὸς διάκονος
20ὁμοίως.
Ἀθανάσιος διάκονος.
Εὐμενὴς διάκονος.
Ἀπολλώνιος
23διάκονος.
Ὀλύμπιος διάκονος.
25
Ἀφθόνιος διάκονος.
Ἀθανάσιος διάκονος. Μακάριος διάκονος.
Παῦλος διάκονος.
Πέτρος διάκονος.
30Ἀμυντιανὸς
30διάκονος.
Γάιος διάκονος.
Ἀλέξανδρος διάκονος.
Διονύσιος διάκονος. Ἀγάθων διάκονος.
35Πολύβιος διάκονος.
Θεωνᾶς διάκονος. Μάρκος
37διάκονος.
Κώμοδος διάκονος.
Σεραπίων διάκονος.
40
Νεῖλος διάκονος. Ῥωμανὸς διάκονος ὁμοίως.
tΜαρεώτου πρεσβύτεροι.
42Ἀπολλώνιος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις καὶ τῇ καθαιρέσει
42Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἰνγένιος πρεσβύτερος ὁμοίως.
Ἀμμώνιος πρεσβύτερος.
45Διόσκορος
45πρεσβύτερος.
Σωστρᾶς πρεσβύτερος.
Θέων πρεσβύτερος.
Τύραννος
48πρεσβύτερος.
Κόπρης πρεσβύτερος.

35

.

21

(50)

Ἀμμωνᾶς πρεσβύτερος. Ὡρίων
51πρεσβύτερος.
Σερῆνος πρεσβύτερος.
Δίδυμος πρεσβύτερος.
Ἡρακλῆς πρεσ‐
54βύτερος.
55Βόκκων πρεσβύτερος.
Ἀγαθὸς πρεσβύτερος.
Ἀχιλλᾶς πρεσ‐
57βύτερος.
Παῦλος πρεσβύτερος.
Θαλέλαιος πρεσβύτερος.
60Διονύσιος πρεσ‐
60βύτερος ὁμοίως.34
tΔιάκονοι.
61Σαραπίων διάκονος ὁμοίως.
Ἰοῦστος διάκονος ὁμοίως.
Δίδυμος
63διάκονος.
Δημήτριος διάκονος.
65
Μαῦρος διάκονος.
Ἀλέξανδρος διάκονος. Μάρκος διάκονος.
Κόμων διάκονος.
Τρύφων διάκονος.
70Ἀμμώνιος
70διάκονος.
Δίδυμος διάκονος.
Πτολλαρίων διάκονος.
Σέρας διάκονος. Γάιος διάκονος.
75
Ἱέραξ διάκονος.
Μάρκος διάκονος.
Θεωνᾶς διάκονος. Σαρμάτων διάκονος.
Κάρπων διάκονος.
80Ζώιλος διάκονος ὁμοίως.

36

t

Ἀντίγραφον ἐπιστολῆς τῆς ἐν Νικαίᾳ συνόδου κατὰ Ἀρείου καὶ τῶν σὺν αὐτῷ.

36

.

1

Τῇ ἁγίᾳ καὶ μεγάλῃ θεοῦ χάριτι Ἀλεξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατ’ Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς οἱ ἐν Νικαίᾳ συναχθέντες καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ χαίρειν.

36

.

2

Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιτεθῆναι γράμματα, ἵν’ εἰδέναι ἔχοιτε, τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ
5ἐκρατύνθη. πρῶτον μὲν οὖν ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν

36

.

3

Ἀρείου καὶ τῶν σὺν αὐτῷ ὑπὸ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου. καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων «ἐξ οὐκ ὄντων εἶναι» καὶ «πρὶν γεννηθῆναι μὴ εἶναι» καὶ «εἶναί ποτε ὅτε οὐκ ἦν», καὶ αὐτεξουσιότητι κακίας
5καὶ ἀρετῆς δεκτικὸν τὸν υἱὸν τοῦ θεοῦ λέγοντος καὶ κτίσμα ὀνομάζοντος καὶ ποίημα.

36

.

4

ἅπαντα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς ἀπονοίας καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. καὶ τὰ μὲν κατ’ ἐκεῖνον οἵου τέλους τετύχηκε πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δι’ οἰκείαν

36

.

5

ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. τοσοῦτον δὲ ἴσχυσεν αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολαῦσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς καὶ Σεκοῦνδον ἀπὸ Πτολεμαίδος, τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ’ ἐπειδὴ ἡ τοῦ θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ τῆς βλασφημίας καὶ
5τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευο‐ μένου ἄνωθεν λαοῦ ἠλευθέρωσεν τὴν Αἴγυπτον, ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου καὶ τῶν ὑπ’ αὐτοῦ χειροτονηθέντων· καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ

36

.

6

συνόδῳ ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. ἔδοξεν οὖν Μελίτιον μὲν φιλανθρω‐ πότερον κινηθείσης τῆς συνόδου—κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν—μένειν ἐν τῇ ἑαυτοῦ πόλει καὶ μηδεμίαν ἐξουσίαν ἔχειν μήτε προχειρίζεσθαι μήτε χειροθετεῖν μήτε ἐν χώρᾳ μήτε ἐν πόλει ἑτέρᾳ φαίνεσθαι ταύτης τῆς προφάσεως ἕνεκα,

36

.

7

ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι. τοὺς δὲ ὑπ’ αὐτοῦ κατασταθέντας μυστικω‐ τέρᾳ χειροτονίᾳ βεβαιωθέντας κοινωνηθῆναι ἐπὶ τούτοις, ἐφ’ ᾧτε ἔχειν μὲν αὐτοὺς τὴν
τιμὴν καὶ λειτουργεῖν, δευτέρους δὲ εἶναι ἐξάπαντος πάντων τῶν ἐν ἑκάστῃ παροικίᾳ καὶ ἐκκλησίᾳ ἐξεταζομένων τῶν ὑπὸ τὸν τιμιώτατον 〈ἀδελφὸν〉 καὶ συλλειτουργὸν ἡμῶν35
5Ἀλέξανδρον [προκεχειρισμένων], ὡς τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρέσκοντας αὐτοῖς προχειρίζεσθαι ἢ ὑποβάλλειν ὀνόματα ἢ ὅλως ποιεῖν τι χωρὶς γνώμης τοῦ τῆς

36

.

8

καθολικῆς ἐκκλησίας ἐπισκόπου. τῶν 〈δὲ〉 ὑπὸ Ἀλέξανδρον τοὺς χάριτι θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλὰ ἀκηλιδώτους ἐν τῇ καθολικῇ καὶ ἀποστο‐ λικῇ ἐκκλησίᾳ ὄντας ἐξουσίαν ἔχειν καὶ προχειρίζεσθαι καὶ ὀνόματα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου καὶ ὅλως πάντα ποιεῖν [καὶ] κατὰ νόμον καὶ θεσμὸν ἐκκλησιαστικόν.

36

.

9

εἰ δέ τινα συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ, τηνικαῦτα προσαναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι προσληφθέντας, μόνον εἰ ἄξιοι φαίνοιντο καὶ ὁ λαὸς αἱροῖτο συνεπιψηφίζοντος αὐτῷ καὶ ἐπισφραγίζοντος τοῦ τῆς Ἀλεξανδρείας ἐπι‐

36

.

10

σκόπου. τοῦτο δὲ τοῖς μὲν ἄλλοις ἅπασι συνεχωρήθη, ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι τὰ αὐτὰ ἔδοξε διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης, ἵνα μηδεμία ἐξουσία ἢ αὐθεντία αὐτῷ δοθῇ ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς

36

.

11

αὐτὰς ἀταξίας ποιῆσαι. ταῦτά ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ καὶ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ Ἀλεξανδρέων· εἰ δέ τι ἄλλο ἢ ἐκανονίσθη ἢ ἐδογματίσθη συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀκριβέστερον ἀνοίσει πρὸς ὑμᾶς ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων τυγ‐

36

.

12

χάνων. εὐαγγελιζόμεθα δὲ ὑμᾶς περὶ τῆς συμφωνίας τοῦ ἁγίου πάσχα, ὅτι ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος, ὥστε πάντας τοὺς ἐν τῇ ἑῴᾳ ἀδελφοὺς τοὺς μετὰ τῶν Ἰουδαίων τὸ πρότερον ποιοῦντας συμφώνως Ῥωμαίοις καὶ ὑμῖν καὶ πᾶσιν ἡμῖν

36

.

13

τοῖς ἐξ ἀρχαίου μεθ’ ὑμῶν φυλάσσουσι τὸ πάσχα ἐκ τοῦ δεῦρο ἄγειν. χαίροντες οὖν ἐπὶ τοῖς κατορθώμασι καὶ ἐπὶ τῇ κοινῇ εἰρήνῃ καὶ συμφωνίᾳ καὶ ἐπὶ τῷ πᾶσαν αἵρε‐ σιν ἐκκοπῆναι ἀποδέξασθε μὲν μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ὑμῶν δὲ ἐπίσκοπον Ἀλέξανδρον τὸν εὐφράναντα ἡμᾶς τῇ παρουσίᾳ καὶ ἐν ταύτῃ
5τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα ὑπὲρ τοῦ εἰρήνην γενέσθαι καὶ παρ’ ὑμῖν. εὔχεσθε δὲ καὶ περὶ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα ταῦτα βέβαια μένοι διὰ τοῦ παντοκράτορος θεοῦ καὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

37

.

1

Οἱ ἐν Νικαίᾳ συνελθόντες ἐπίσκοποι ἦσαν δὲ ἐγγὺς τριακόσιοι κατακρίναντες τὴν ἀρειανὴν αἵρεσιν καὶ καθαιρήσαντες τοὺς περὶ Ἄρειον. λοιπὸν ἐξέθεντο ἐγγράφως τὴν ἐκκλησιαστικὴν πίστιν πρὸς ἔλεγχον κατὰ πάσης αἱρέσεως. Τὰ ἐν τῇ Νικαίᾳ ἐκτεθέντα, ἔδοξε τὰ ὑποτεταγμένα.

37

.

2

Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ
5τὰ πάντα ἐγένετο τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ ἢ ‘οὐκ ἦν πρὶν
γεννηθῇ‘ ἢ ‘ἐξ οὐκ ὄντων ἐγένετο‘ ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ36
10κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ τοὺς τοιούτους ἀναθεματίζει ἡ καθο‐ λικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

38

.

1

Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Χαίρετε, ἀγαπητοὶ ἀδελφοί. τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν χάριν,

38

.

2

ἵνα πάσης πλάνης ἀπαλλαγέντες μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ’ ἡμῶν· πᾶν ὅ, τι δ’ ἂν κακοτεχνησάμενος ἐπεχείρησεν, ἐκ βάθρων ἀνῄρηται· τὰς διχονοίας, τὰ σχίσματα, τοὺς θορύβους ἐκείνους καὶ τὰ τῶν διαφωνιῶν ἵν’ οὕτως εἴπω θανάσιμα φάρμακα κατὰ θεοῦ κέλευσιν ἡ τῆς ἀληθείας ἐνίκησε
5λαμπρότης. ἕνα τοιγαροῦν ἅπαντες 〈θεὸν〉 καὶ τῷ ὀνόματι προσκυνοῦμεν καὶ εἶναι πεπιστεύ‐

38

.

3

καμεν. ἵνα δὲ τοῦτο γένηται, ὑπομνήσει θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ’ ὧν καθάπερ ὡς εἷς ἐξ ὑμῶν ἐγὼ συνθεράπων ὑμέτερος

38

.

4

καθ’ ὑπερβολὴν εἶναι χαίρων καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. ἠλέγχθη γοῦν ἅπαντα καὶ ἀκριβῶς ἐξήτασται, ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾶν, καὶ φεισάσθω ἡ θεία μεγαλειότης, ἡλίκα καὶ ὡς δεινὰ περὶ τοῦ ἡμετέρου σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν ἀπρεπῶς ἐβλασφήμουν τινὲς τἀναντία ταῖς θεοπνεύστοις
5γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες.

38

.

5

Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυ‐ μαζομένων μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις ἀκριβὴς τοῦ θείου νόμου πέφυκε πίστις, εἶναι βεβαιούντων, μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ’ ὑμῖν, ἔπειτα δὲ καὶ παρ’ ἑτέροις ἀσεβεῖ

38

.

6

γνώμῃ διασπείρας. ἀναδεξώμεθα τοιγαροῦν ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην· ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφούς, ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν, ἐπὶ τὸ κοινὸν σῶμα καὶ τὰ γνήσια ἡμῶν μέλη σπουδῇ πάσῃ

38

.

7

ἴωμεν. τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ καὶ τῇ πίστει καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας ἐχθρὸν εἶναι συνέστηκε, πρὸς τὴν θείαν

38

.

8

ἐπανέλθητε χάριν. ὃ γὰρ τοῖς τριακοσίοις ὁμοῦ ἤρεσεν ἐπισκόποις, οὐδέν ἐστιν ἕτερον ἢ τοῦ θεοῦ γνώμη, μάλιστα ὅπου γε τὸ ἅγιον πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν

38

.

9

ταῖς διανοίαις ἐγκείμενον τὴν θείαν βούλησιν ἐξεφώτισε. διὸ μηδεὶς ἀμφιβαλλέτω, μηδεὶς ὑπερτιθέσθω, ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην ὁδὸν ἐπάνιτε, ἵν’ ἐπειδὰν ὅσον οὐδέπω πρὸς ὑμᾶς ἀφίκωμαι, τὰς ὀφειλομένας τῷ παντεφόρῳ θεῷ μεθ’ ὑμῶν ὁμο‐ λογήσω χάριτας, ὅτι τὴν εἰλικρινῆ πίστιν ἐπιδείξας τὴν εὐκταίαν ἡμῖν ἀγάπην ἀποδέδωκεν.
5καὶ ἄλλῃ χειρί. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.

39

t

Ἀντίγραφον ὧν ἐκόμισαν Συγκλήτιος καὶ Γαυδέντιος μαγιστριανοί.

39

.

1

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ λαοῖς. Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος δίκαιός ἐστι τὴν αὐτὴν ἐκείνοις
ὑπέχειν ἀτιμίαν. ὥσπερ τοίνυν Πορφύριος ὁ τῆς θεοσεβείας ἐχθρὸς συντάγματα ἄττα παράνομα κατὰ τῆς θρησκείας συστησάμενος ἄξιον εὕρατο μισθὸν καὶ τοιοῦτον ὥστε37
5ἐπονείδιστος μὲν αὐτὸς πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον καὶ πλείστης ἀναπλησθῆναι κακο‐ δοξίας, ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα, οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς Ἀρείῳ ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι, ἵν’ ὧν τοὺς τρόπους μεμίμην‐

39

.

2

ται, τούτων ἔχωσι καὶ τὴν προσηγορίαν. πρὸς δὲ τούτῳ καὶ εἴ τι σύγγραμμα ὑπὸ Ἀρείου συντεταγμένον εὑρίσκοιτο, τοῦτο πυρὶ παραδίδοσθαι, ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας ἀφανισθείη, ἀλλὰ μηδὲ ὑπόμνημα αὐτοῦ ὅλως ὑπολείποιτο. ἐκεῖ‐ νο μέντοι προαγορεύω, ὡς εἴ τις σύγγραμμα ὑπὸ Ἀρείου συνταγὲν φωραθείη κρύψας καὶ
5μὴ εὐθέως προσενεγκὼν καὶ πυρὶ καταναλώσας, τούτῳ θάνατος ἔσται ζημία. παρα‐ χρῆμα γὰρ ἁλοὺς ἐπὶ τούτῳ κεφαλῆς ὑποστήσεται τιμωρίαν. καὶ ἄλλῃ χειρί· ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.

40

.

1

Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς. Κακὸς ἑρμηνεὺς αὐτόχρημα εἰκών 〈τε〉 καὶ ἀνδριάς 〈ἐστι〉 τοῦ διαβόλου. ὥσπερ γὰρ ἐκεῖνον οἱ δεινοὶ πλάσται πρὸς ἀπάτης δέλεαρ πλάττουσιν, οἱονεὶ κάλλους αὐτῷ εὐπρέ‐ πειαν προσμηχανώμενοι αἰσχίστῳ καθάπαξ ὄντι τὴν φύσιν, ὅπως ἂν τοὺς ταλαι‐
5πώρους ἀπολλύοι πλάνην αὐτοῖς προπίνων, τὸν αὐτὸν οὗτος ἂν οἶμαι τρόπον ποιήσειεν, ᾧ μόνον σπουδῆς ἄξιον τοῦτ’ εἶναι δοκεῖ, τὸ τὰ τῆς οἰκείας ἰταμότητος δηλητήρια ἀφειδῶς

40

.

2

προβάλλεσθαι. τοιγάρτοι καινὴν καί, ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι, οὐδεπώποτε φα‐ νεῖσαν ἀπιστίας εἰσάγει πίστιν, διόπερ οὐδὲν τῆς ἀληθείας ἄρα ἀπᾷδον ἐκεῖνο φαίνεται

40

.

3

τὸ πάλαι τῇ θείᾳ ῥήσει διηρθρωμένον, ὅτι πρὸς τὸ κακόν εἰσι πιστοί. τί δ’ ἄν τις ἐκεῖνο λέγοιτο τὴν τοῦ βουλεύεσθαι χάριν αὐτὸν ἀπολωλεκότα μηκέτι κουφισμοῦ τινα ἐπικουρίαν εὕρασθαι ἐπιθυμεῖν; τί τοίνυν φημί, Χριστὲ Χριστέ, κύριε κύριε; τί δήποτε ἡμᾶς τὸ ἀσεβὲς τοῦτο λῃστήριον ὁσημέραι τιτρώσκει; ἕστηκεν ἐξ ἐναντίας δεινή τις
5βιαία τόλμα, βρυχᾶται ἐπιπρίουσα τὸν ὀδόντα δύσμορφος ὑπ’ ἀτιμίας καὶ παντοδαποῖς

40

.

4

περιτετρωμένη ἐγκλήμασιν. αὕτη μέντοι ἐν τῷ νόμῳ καὶ τῷ περὶ σοῦ κηρύγματι ὥσπερ τισὶ ζάλαις καὶ τρικυμίαις κακῶν διαφορουμένη ἐξερεύγεται μὲν ἐξώλεις λόγους, γράφουσα δὲ τούτους ἐκφαίνει, οὓς οὐδέποτε σὺ τῷ ἀϊδίῳ τῆς σαυτοῦ πηγῆς τῷ πατρὶ συνυπάρχων 〈ἐν〉 ταῖς περὶ σαυτοῦ γνώσεσιν ἀφώρισας. συνάγει δὲ ὅλως καὶ συμφορεῖ
5δεινὰ ἄττα καὶ ἄνομα ἀσεβήματα, νῦν μὲν τὰς γλώττας κραδαίνουσα, νῦν δ’ αὖ πάλιν ταῖς τῶν ἀθλίων σπουδαῖς ἐπαιρομένη, οὓς ἐπ’ ἀδείας αὕτη παρόντας ἐξαπατᾷ καὶ φθείρει.

40

.

5

Βούλομαι δὲ ἤδη τοῦ προέδρου αὐτῆς τὴν φύσιν ἐξετάσαι. τί γὰρ δὴ λέγει; «ἢ κατέχωμεν», φησίν, «οὗ ἤδη ἐγκρατεῖς γεγόναμεν ἢ γενέσθω ὡς αὐτοὶ βουλόμεθα». πέπτωκε καὶ ταῦτα πέπτωκε ἀναιρούμενος «δόλῳ», φησίν, «ἢ δεινότητι πανουργίας». οὐδὲν διαφέρει. σεμνὸν μόνον ἡγεῖται, ὃ διὰ πονηρᾶς ἐπινοίας εἰς αὐτὸν εἰσερρύη.

40

.

6

«πλήθη», φησίν, «ἔχομεν». προβήσομαι δὴ μικρὸν αὐτὸς ἐπὶ τὸ πρόσθεν, ὡς ἂν τῶν τῆς μανίας πολέμων θεατὴς γένωμαι. αὐτός, ἔφην, ἐγὼ προβήσομαι ὁ τοὺς τῶν ἀφρόνων πολέμους παύειν εἰωθώς. ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων [εἰ] χρεία. μὴ σύ γε τοῦτο ποιήσῃς, ἱκετεύομεν. ἐπισχέτω γοῦν σε ἡ τῆς Ἀφροδίτης ὁμιλία. ἀλλὰ γὰρ εἴθ’ ὡς τοῖς ὄχλοις38
5ἄριστα συνεκροτῆσθαι δοκεῖς, οὕτω σοι τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ προσῆκε ἀκμάζειν.

40

.

7

ἰδοὺ δὴ πάλιν αὖ ἱκέτης ἔρχομαι καὶ τοῖς ὅπλοις παμπληθὲς ἰσχύων μάχεσθαι μὲν οὐκ ἐθέλω, τῇ δὲ τοῦ Χριστοῦ πεφραγμένος πίστει σέ τε ἰάσασθαι καὶ τοὺς ἄλλους θεραπεῦσαι

40

.

8

βούλομαι. τί οὖν φῂς ταῦτα πράττειν, ἃ 〈μὴ〉 τοῖς ἤθεσι προσῆκε τοῖς σοῖς; ἀλλὰ μεθ’ ὁποίας ἡσυχίας, εἰπέ μοι, ἢ τίνα περιουσίαν περιβεβλημένος, μᾶλλον δὲ ἐφ’ ὅ, τι προπε‐ τείας ἐληλακώς; ὢ τόλμης ὑπὸ κεραυνῶν ἀξίας καθαιρεθῆναι. ἀκούσατε γάρ, οἷα δεδή‐ λωκε πρώην πρός με, ἰὸν ἀποστάζοντι γράφων τῷ καλάμῳ. «οὕτω», φησί, «πιστεύομεν».
5εἶτ’, οἶμαι, προσθεὶς οὐκ οἶδα ἅττα σοβαρῶς πως καὶ μάλα ἀκριβῶς ἐξησκημένα, προιὼν πορρωτέρω οὐδὲν ὅ, τι τῶν δεινῶν ἀπεσιώπησεν, ἀλλ’ ὅλον, ὡς ἂν εἴποι τις, τὸν τῆς παρανοίας ἀνέῳξε θησαυρόν. «ἀπελαυνόμεθα», φησί, «καὶ τὴν τοῦ εἰσδεχθῆναι ἡμᾶς

40

.

9

ἄδειαν ἀφαιροῦνται». ἀλλ’ οὐδέν πω ταῦτα πρὸς τὸ πρᾶγμα, τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν· αὐτοῦ γὰρ χρήσομαι τοῖς ῥήμασι. «δεόμεθα», φησί, «ἐὰν ἐπὶ τῆς αὐτῆς ἐπιμείνῃ γνώμης ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ἄδειαν ἡμῖν τοῦ λοιποῦ δοθῆναι κατὰ τὴν τοῦ

40

.

10

νόμου διάταξιν τὰς ἐνθέσμους καὶ ἀπαραιτήτους θεραπείας τῷ θεῷ ἐπιτελεῖν». ὦ δεινῆς ἀναιδείας, ἣν σπουδῇ τῆς ἀληθείας ἀπελέγξαι προσῆκεν. ὃ γὰρ αὐτῷ καθ’ ἡδο‐ νὴν ἐτύγχανεν ὄν, τοῦτο τῇ συντομίᾳ τῆς φράσεως ἀπετυπώσατο. τί φῂς ἄτοπε; διάστασιν εὐπρόσωπον ἡμῖν τῷ σαθρῷ τῆς κατεαγυίας σου διανοίας ἐπιτειχίζειν

40

.

11

μηχανᾷ καὶ τοὺς ἐπὶ κακῷ σοι προσπλακέντας ἀπολέσαι σπεύδεις; «τί οὖν», φῄς, «πράξω, εἰ μηδεὶς ἄξιον ἡγεῖται με δέξασθαι»; τοῦτο γὰρ πολλάκις ἐκ τῆς ἀνοσίας φά‐ ρυγγος ἐκβοᾷς. ἐγὼ δὲ τοὐναντίον ἔρομαί σε· ποῦ δὲ σαφὲς γνώρισμα καὶ μαρτύριον τῆς σεαυτοῦ διανοίας ἐπεδείξω; ἣν ἐχρῆν σε διαπτύξαντα καὶ τοῖς θείοις καὶ τοῖς ἀνθρω‐
5πίνοις σαφῆ καταστῆσαι. καὶ μάλισθ’ ὅτε τὰ ἰοβόλα τῶν ἑρπετῶν τὸ τηνικαῦτα μᾶλλον ἀγριαίνειν πέφυκεν, ὅταν ἑαυτὰ τοῖς τῶν φωλεῶν μυχοῖς ἐνιδρυνθέντα αἴσθηται.

40

.

12

Ἐκεῖνο δέ γε λίαν ἀστεῖον αὐτοῦ τὸ σπουδαίως εὖ μάλα καθάπερ ὑπό τι προσω‐ πεῖον αἰδοῦς σιγὴν πλάττεσθαι. τῇ μὲν τοῦ σχήματος τέχνῃ τιθασσὸν σεαυτὸν καὶ χειροήθη σύ γε παρέχεις, κακῶν δὲ μυρίων καὶ ἐπιβουλῶν ἔνδον γέμων τοὺς πολλοὺς λέληθας. ἀλλ’ ὢ τῆς ἀθλιότητος· ὡς ὁ πονηρὸς βεβούληται, οὕτως Ἄρειος ἡμῖν ἀνομίας ἐργαστή‐

40

.

13

ριον κατεστήσατο. λέγε δὴ νῦν μοι παρελθὼν τῆς σεαυτοῦ πίστεως τὸ γνώρισμα καὶ μηδαμῶς γε ἀποσιωπήσῃς, ὦ τὸ μὲν στόμα διάστροφον, τὴν δὲ φύσιν ὀξύρροπον πρὸς πονηρίαν κεκτημένε· «ἕνα» λέγεις «θεόν»; σύμψηφον ἔχεις κἀμέ, οὕτω φρόνει. «τῆς οὐσίας αὐτοῦ ἄναρχον καὶ ἀτελεύτητον λόγον εἶναι» φῄς; στέργω τοῦτο· οὕτω πίστευε.

40

.

14

εἴ τι περαιτέρω προσπλέκεις, τοῦτ’ ἀναιρῶ· εἴ τι πρὸς ἀσεβῆ χωρισμὸν συγκαττύεις, τοῦτο οὔτε ὁρᾶν οὔτε νοεῖν ὁμολογῶ· εἰ «τὴν τοῦ σώματος ξενίαν πρὸς οἰκονομίαν τῶν θείων ἐνεργειῶν» παραλαμβάνεις, οὐκ ἀποδοκιμάζω. εἰ «τὸ πνεῦμα τῆς ἀϊδιότητος ἐν τῷ ὑπερέχοντι λόγῳ γεγενῆσθαι» λέγεις, δέχομαι. τίς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ ἐλθὼν ἀπὸ
5τοῦ πατρός; τίνα ἔγνω ὁ πατήρ, εἰ μὴ ὃν ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγέννηκε; σὺ μὲν «ὑπόστασιν ξένην» ὑποτάττειν οἴει δεῖν κακῶς δήπου πιστεύων, ἐγὼ δὲ τῆς ὑπερεξό‐
χου καὶ ἐπὶ πάντα διηκούσης δυνάμεως τὸ πλήρωμα τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν μίαν39

40

.

15

εἶναι γινώσκω. εἰ τοίνυν σὺ ἀφαιρεῖς μὲν ἀπ’ ἐκείνου, ἀφ’ οὗ χωρισθῆναι οὐδὲ διανοίᾳ τῶν ἐρεσχελούντων δεδύνηται οὐδεπώποτε οὐδέν, προσθήκης δὲ χαρακτῆρας εἰδοποιεῖς καὶ ὅλως γνωρίσματα ζητήσεων διορίζεις ἐκείνῳ, ᾧ ὁλόκληρον μὲν ἐξ ἑαυτοῦ τὴν ἀϊδιότητα δέδωκεν, ἀδιάφθορον δὲ τὴν ἔννοιαν, ἀθανασίας δὲ δι’ ἑαυτοῦ καὶ ἐκκλησίας ἔνειμε πίστιν—
5κατάβαλε οὖν δή, κατάβαλε τὸ εὔηθες τοῦτο ἀνόμημα, ὦ ἀστεῖε σὺ καὶ εὔφωνε καὶ τὰ

40

.

16

κακὰ πρὸς ἀπιστίαν τῶν ἀνοήτων ἐξᾴδων. εἰκότως ἄρα σε ὁ πονηρὸς τῇ ἑαυτοῦ κατεστρέψατο κακίᾳ, καὶ τοῖς μὲν ἴσως ἡδὺ τὸ τοιοῦτον εἶναι ἐδόκει (οὕτω γὰρ 〈ἀστεῖον〉

40

.

17

σεαυτὸν 〈προσ〉πεποίηκας), ἔστι δὲ πάντη ὀλέθριον τὸ κακόν. φέρε δή, τῆς ἐν τοῖς ἀτοπήμασι διατριβῆς ἀπαλλαγεὶς ἄκουε, ὦ δαιμόνιε Ἄρειε. σοὶ γὰρ διαλέγομαι. τῆς ἐκκλησίας δήπου τοῦ θεοῦ ἀποκεκηρυγμένος οὐκ αἰσθάνῃ; ἀπόλωλας, εὖ ἴσθι, ἐὰν μὴ βλέψας εἰς σεαυτὸν τὴν παροῦσάν σου κατακρίνῃς ἄνοιαν. ἀλλ’ ἐρεῖς, ὡς ὄχλοι συμπράτ‐
5τουσί σοι καὶ τὰς φροντίδας ἀπελαφρύνουσιν.

40

.

18

Ἄκουε δὴ οὖν μικρὸν ὑποσχὼν τὰ ὦτα, ὦ ἀνόσιε Ἄρειε, καὶ σύνες τὴν σαυτοῦ ἄνοιαν. σὺ δέ, ὦ πάντων κηδεμὼν θεός, εὐμενὴς εἴης τῷ λεγομένῳ, εἰ πίστεως ἔχοιτο. ἐγὼ γὰρ ὁ σὸς ἄνθρωπος ἵλεω ἔχων τὴν παρὰ σοῦ προμήθειαν καὶ ἐξ Ἑλληνικῆς καὶ ἐκ Ῥωμαικῆς γραφῆς πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν Ἀρείου μανίαν πρὸ τρισ‐

40

.

19

χιλίων που ἐτῶν ὑπὸ τῆς Ἐρυθραίας προρρηθεῖσάν τε καὶ προφημισθεῖσαν. ἔφη γὰρ ἐκείνη γε· «οὐαί σοι, Λιβύη, ἐν παράλοις κειμένη χώροις· ἥξει γάρ σοι καιρός, ἐν ᾧ μετὰ τοῦ δήμου καὶ τῶν σαυτῆς θυγατέρων δεινὸν ἀγῶνα καὶ ὠμὸν καὶ παγχάλεπον ὑπελθεῖν ἀναγκασθήσῃ, ἀφ’ οὗ κριτήριον μὲν εἰς ἅπαντας πίστεώς τε καὶ εὐσεβείας δια‐
5δοθήσεται, σοὶ δὲ πρὸς ἔσχατον ἀποκλινεῖ καταστροφῆς. ὑμεῖς γὰρ τῶν οὐρανίων ἀνθῶν τὸ δεκτήριον ἀνασπάσαι τετολμήκατε καὶ δήγματι σπαράξαι καὶ μέντοι σιδηροῖς ἐγ‐

40

.

20

χρᾶναι τοῖς ὀδοῦσι». τί δῆτα, ὦ πανοῦργε; ποῦ γῆς σαυτὸν εἶναι νῦν ὁμολογεῖς; ἐκεῖ δηλονότι. κατέχω γάρ σου τὰ γράμματα, ἃ τῷ τῆς μανίας καλάμῳ πρός με διεχάραξας, ἐν οἷς φῂς πάντα τὸν Λίβυν δῆμον σύμψηφον εἶναί σοι πρὸς σωτηρίαν δήπου. εἰ δὲ οὐ φήσεις ταυτὶ οὕτως ἔχειν, μαρτύρομαι ἤδη τὸν θεόν, ἦ μὴν ἀρχαιότατον τῆς Ἐρυθραίας
5πυκτίον Ἑλληνικῇ συντεταγμένον γλώττῃ εἰς Ἀλεξάνδρειαν ἀποστέλλειν, ὡς ἂν θᾶττον

40

.

21

ἀπόλοιο. εἶτα σὺ ἀναμάρτητος, ὦ δικρανοφόρε; εἶτα οὐ σαφῶς ἀπόλωλας, ὦ ἄθλιε, τοιούτῳ δεινῷ περιεστοιχισμένος; ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντίς, ποῖόν σε θράττει δέος; οὐ λέληθεν ἡμᾶς· ὦ δύστηνε καὶ ταλαίπωρε, ὢ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστένεις· ὦ ἀνόσιε, ὃς τὴν ἀλήθειαν
5ποικίλοις διορύττεις λόγοις καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων καὶ νῦν μὲν ἐλέγχων, ὥς γε οἴει, νῦν δ’ αὖ πάλιν νουθετῶν· ὦ πίστει καὶ λόγοις ὑπερφέρων, παρ’ οἵου δῆτα

40

.

22

οἱ ἄθλιοι ἐπικουρίαν ἑαυτοῖς πορίζεσθαι γλίχονται. καίτοι οὐδὲ συγγίνεσθαι τῷ τοιούτῳ ἐχρῆν, οὐδὲ ὅλως αὐτὸν προσφθέγγεσθαι, πλὴν εἰ μή τις ἐν τοῖς ὑπούλοις τούτου

40

.

23

ῥήμασι τὴν τοῦ ὀρθῶς βιοῦν ἐλπίδα τοῖς μετρίοις ἀποκεῖσθαι οἴεται. ἀλλ’ οὐκ ἔστι τοῦτο, πολλοῦ γε δεῖ, τὸ δ’ ἀληθές, ὢ τῆς ὑμετέρας ἀνοίας, ὅσοι τούτῳ συναναμίγνυσθε. τίς ἄρα οἶστρος τῆς χαλεπῆς τούτου γλώττης καὶ τῆς ὄψεως ἀνασχέσθαι κατηνάγκασεν;

40

.

24

Εἶεν· ἀλλ’ ἐπ’ αὐτὸν ἤδη σὲ βαδιοῦμαι τῷ λόγῳ· ὦ τὴν μὲν ψυχὴν ἄφρον σύ, τὴν δὲ γλῶτταν στωμύλε, ἄπιστε δὲ τὰς φρένας, δὸς δή μοι τοῦ λόγου οὐκ ἀμφιλαφές τι λέγω
καὶ ἱππήλατον πεδίον, ἀλλ’ οὖν κύκλον γε εὐπερίγραφον, μὴ σαθρὸν μόνον, ἀλλ’ ἐρρω‐ μένον τε καὶ στερρὸν τῇ φύσει, ὦ ἀνόσιε δῆτα καὶ κάκιστε καὶ κρυψίνου. ἐξάγομαι γὰρ40
5ταῦτα λέγειν· μᾶλλον δὲ βρόχον ἤδη σοι περιάψας καὶ συμποδίσας τῷ λόγῳ εἰς μέσους

40

.

25

σε καταστήσω, ὡς ἂν πᾶς ὁ δῆμος τὴν σὴν καταμάθῃ φαυλότητα. ἐπ’ αὐτὸ δὲ πορεύσο‐ μαι ἤδη τὸ πρᾶγμα. νενιμμέναι δήπουθέν εἰσιν αἱ χεῖρες· προσίωμεν ταῖς εὐχαῖς· ἐπικά‐ λεσαι δὴ τὸν θεόν. μᾶλλον δὲ μικρὸν ἐπισχών, εἰπέ μοι, ὦ πανοῦργε σύ, τίνα θεὸν ἐπικα‐

40

.

26

λέσῃ πρὸς βοήθειαν; ἀλλὰ γὰρ ἠρεμεῖν οὐ δύναμαι. ὦ τῶν πάντων ἔχων τὸ κῦρος δέσποτα, ὦ τῆς μονήρους δυνάμεως πάτερ, διὰ τουτονὶ τὸν ἀνόσιον ὀνείδη τε καὶ μώλω‐ πας καὶ μέντοι καὶ τραύματα καὶ ὀδύνας ἡ σὴ ἔχει ἐκκλησία. Ἄρειός σοι τόπον ἤδη προσ‐ αρμόζει καὶ μάλα γε εὐφυῶς, ἐφ’ οὗ καθιζάνων οἶμαι σύνοδον ἑαυτῷ ἢ παῖδα τὸν Χριστὸν
5τὸν σὸν τὸν ἐκ σοῦ τὸν τῆς ἡμετέρας ἐπικουρίας ἀρχηγέτην θέσεως νόμῳ περιπεποίηται καὶ

40

.

27

ἴσχει. ἐπάκουσον, ἀντιβολῶ σε, τῆς θαυμασίας πίστεως. σὲ τὴν κατὰ τὸν τόπον κινεῖσθαι, δέσποτα, κίνησιν οἴεται. σὲ τῆς ἀφωρισμένης καθέδρας κύκλῳ περιγράφειν τολμᾷ. ποῦ γὰρ οὐκ ἔστιν ἡ σὴ παρουσία; ἢ ποῦ τὴν σὴν οὐ πάντες ἐνέργειαν ἐκ τῶν ἐπὶ πάντα σου διηκόντων νόμων αἰσθάνονται; πάντα γὰρ αὐτὸς περιέχεις, καὶ ἔξω σου
5οὔτε τόπον οὔτε ἄλλο οὐδὲν ἐπινοεῖσθαι θέμις. οὕτως ἡ σὴ δύναμις μετ’ ἐνεργείας ἐστὶν

40

.

28

ἄπειρος. σὺ μὲν δὴ ἐπάκουσον, ὁ θεός, ὑμεῖς δέ, πᾶς ὁ λαός, προσέχετε τὸν νοῦν. ὁ γὰρ ἀναίσχυντος οὗτος καὶ ἀχρεῖος, ὁ ἐπ’ ἄκρον μοχθηρίας τε καὶ ἀνομίας ὁμοίως ἐληλακὼς

40

.

29

εὐλάβειαν σκήπτεται. «ἄπαγε», φησίν, «οὐ βούλομαι τὸν θεὸν ἐγὼ ὕβρεων πάθει δοκεῖν ἐνέχεσθαι». καὶ διὰ τοῦτο ὑποτίθεμαι καὶ πλάττω θαυμάσιά γε τῇ πίστει, ὡς ὁ θεὸς νεογενῆ καὶ νεόκτιστον οὐσίαν Χριστοῦ ποιησάμενος βοήθειαν ἑαυτῷ παρεσκευάσατο, ὥς γέ μοι δοκεῖ. «ὃ γὰρ ἄν», φησίν, «ἀπ’ αὐτοῦ ἀφέλῃς, τούτῳ ἐλάττονα πεποίηκας».

40

.

30

εἶτα, ὦ λυμεὼν καὶ ὀλέθριε, σοὶ τοῦτ’ ἔστι πίστις; σὺ καθ’ ὑπόθεσιν καὶ πλάσμα λαμβάνεις τὸν τὰ πλάσματα τῶν ἐθνῶν κατακρίναντα, σὺ ἐπείσακτον καλεῖς καὶ ὡς ἐπὶ καθηκόντων ὑπηρέτην τὸν ἄνευ ἐνθυμήσεως καὶ λογισμοῦ τῷ συνυπάρχειν τῇ τοῦ πατρὸς ἀϊδιότητι πάντα διανύσαντα; ἐφάρμοσον νῦν, εἰ δὴ τολμᾷς, ἐφάρμοσον, φημί, τῷ θεῷ καὶ τὸ εὐλα‐
5βεῖσθαι καὶ τὸ ἐλπίζειν τὸ ἐκβησόμενον, ἔτι δὲ τὸ ἐνθυμεῖσθαι, τὸ λογίζεσθαι τὸ σκεπτό‐ μενον, 〈τὸ〉 γνώμην ἀποφαίνεσθαι καὶ διαρθροῦν καὶ ὅλως τὸ τέρπεσθαι, τὸ γελᾶν, τὸ

40

.

31

λυπεῖσθαι. τί τοίνυν φῄς, ὦ τῶν ἀθλίων ἀθλιώτερε, ὦ τῆς κακίας αὐτόχρημα μῆστορ;

40

.

32

σύνες δή, εἰ δύνασαι, ὡς ἐν αὐτῇ γέ σου τῇ πανουργίᾳ μοχθηρὸς ὢν ἁλίσκῃ. «ὁ Χριστός», φησί, «δι’ ἡμᾶς πέπονθεν». ἀλλ’ ἤδη φθάσας ἔγωγε εἶπον, ὡς μορφῇ σώματος ἀπεστάλη. «ναί», φησίν, «ἀλλὰ δέος μὴ δόξωμεν κατά τι ἐλαττοῦν». εἶτα, ὦ τῶν θηρίων μεσίτα, ταῦτα λέγων οὐ μαίνῃ καὶ σαφῶς λυττᾷς; ἰδοὺ γὰρ δὴ ὁ κόσμος αὐτὸς μορφή,
5ἤγουν σχῆμα τυγχάνει ὢν καὶ οἱ ἀστέρες γε χαρακτῆρες προβέβληνται, καὶ ὅλως τὸ πνεῦμα τοῦ σφαιροειδοῦς τούτου κύκλου εἶδος τῶν ὄντων τυγχάνει ὂν καὶ ὥσπερ μόρ‐ φωμα. καὶ ὅμως ὁ θεὸς πανταχοῦ πάρεστι. ποῦ τοίνυν εἰσὶν ἐν τῷ θεῷ αἱ ὕβρεις; ἢ κατὰ

40

.

33

τί ὁ θεὸς ἐλαττοῦται; ὦ πατροκτόνε τῆς ἐπιεικείας σύ, λόγισαι δὴ οὖν ἐξ αὐτοῦ τεκμαιρόμενος καὶ ἐνθυμήθητι, εἰ ἁμάρτημα τοῦτ’ εἶναι δοκεῖ, τὸ ἐν Χριστῷ παρεῖναι τὸν θεόν. ἐκεῖνος μὲν οὖν κατεῖδε τὴν ἀτιμίαν τοῦ λόγου καὶ τὴν τιμωρίαν οὐ βραδέως ἐπήγαγε. χωρὶς δὲ τούτων καθ’ ἑκάστην δήπουθεν ἡμέραν ἁμαρτήματα ἐν τῷ κόσμῳ γίνεται.
5καὶ ὅμως ὁ θεὸς πάρεστι καὶ τὰ τῆς δίκης οὐχ ὑστερίζει. τί οὖν παρὰ τοῦτο ἐλαττοῦται,41

40

.

34

εἰ τὸ μέγεθος αὐτοῦ τῆς δυνάμεως τὰ πανταχοῦ διαισθάνεται; οὐδέν, οἶμαι. ὁ μὲν γὰρ τοῦ κόσμου νοῦς διὰ τοῦ θεοῦ· δι’ αὐτοῦ πᾶσα διαμονή. δι’ αὐτοῦ πᾶσα δίκη. ἡ δὲ τοῦ Χριστοῦ πίστις ἀνάρχως ἐξ αὐτοῦ. ὅλος δὲ θεοῦ νόμος ἐστὶ Χριστός, δι’ αὐτοῦ τὸ ἄπειρον ἅμα καὶ ἀτελεύτητον ἔχων.

40

.

35

Ἀλλὰ γὰρ σὺ κατὰ σεαυτὸν ἐννοῶν φαίνῃ, ὢ τῆς μανίας λίαν· περίστρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος. ὁρᾶτε δὴ, πάντες ὁρᾶτε, ὡς γοερὰς ἤδη προίσχεται φωνὰς τῷ τοῦ ἔχεως ἐνισχημένος δήγματι, ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἰῷ ἐγκατειλημμέναι δεινὰς ἀνακινοῦσιν ὀδύνας, ὡς διερρύηκεν αὐτοῦ τὸ σῶμα πᾶν
5κατισχνωθέν—αὐχμοῦ τε καὶ ῥύπου καὶ θρήνων καὶ ὠχριάσεως καὶ φρίκης καὶ μυρίων τε γέμει κακῶν καὶ δεινῶς κατέσκληκεν—ὡς εἰδεχθὲς καὶ κατάρρυπον τὸ τῆς κόμης δάσος, ὡς ὅλος ἡμιθνὴς καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα, ὡς ἄναιμον τὸ πρόσωπον καὶ ὑπὸ μερίμνης ἐκτετηκός, ὡς ὁμοῦ πάντα εἰς αὐτὸν συνδραμόντα, οἶστρος μανία τε καὶ ματαιότης, διὰ

40

.

36

τὸ χρόνιον τοῦ πάθους ἄγριόν τε καὶ θηριώδη σε πεποιήκασιν. αὐτίκα οὐδὲ ἐπαισθανό‐ μενος οὗ δὴ κακοῦ τυγχάνει ὢν «αἴρομαι», φησίν, «ὑφ’ ἡδονῆς καὶ πηδῶ γε σκιρτῶν ὑπὸ

40

.

37

χαρᾶς καὶ πτεροῦμαι». καὶ πάλιν νεανικῶς γε λίαν «εἶεν», φησίν, «ἀπωλόμεθα». τοῦτο μέν γε καὶ ἀληθές ἐστι· σοὶ γὰρ μόνῳ ἡ κακία τὰς παρ’ ἑαυτῆς σπουδὰς δαψιλῶς κεχορή‐ γηκε, καὶ ὃ πολλῆς ἐωνεῖτο τιμῆς, τοῦτό σοι ῥᾷστα δέδωκε. φέρε δὴ νῦν εἰπέ, ποῦ τὰ σεμνά σού ἐστι παραγγέλματα; ἀπόνιψαι δῆτα τῷ Νείλῳ σαυτόν, εἰ οἷόν τε, ὦ ἀτόπου
5γέμων ἄνθρωπε ἀναισθησίας· καίτοι σύ γε τὴν οἰκουμένην ἅπασαν τοῖς σεαυτοῦ ἀσεβή‐

40

.

38

μασι διαταράξαι ἐσπούδακας. ἆρα γε συνίης ὡς ἅπαντα ἤδη ὁ τοῦ θεοῦ ἄνθρωπος ἐγὼ ἐξεπίσταμαι; ἀλλὰ γὰρ ἀπορῶ, πότερον μένειν ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοῦτον ἔτι δύναμαι καὶ τὴν ἁμαρτίαν ἐπαισχύνομαι, ὦ Ἄρειε δῆτα Ἄρειε. ἡμᾶς μὲν εἰς φῶς κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὦ ταλαίπωρε, κατέβαλες. τοῦτό σου τῶν
5πόνων πέφηνε τὸ τέλος.

40

.

39

Ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι· πλῆθος εἶναι φῂς τῶν περὶ σὲ ἀλωμένων. εἰκός, οἶμαι, καὶ δέχου γε τούτους, δέχου, φημί. λύκοις γὰρ ἑαυτοὺς καὶ λέουσι βρωθησομένους ἐκ‐ δεδώκασι. πλὴν ἀλλὰ καὶ τούτων ἕκαστος προσθήκῃ κεφαλαίων δέκα καὶ τελέσμασι τούτων πιεσθεὶς αὐτίκα δὴ μάλα ἱδρώσει, ἐὰν μὴ τὴν ταχίστην ἐπὶ τὴν σωτήριον δραμὼν

40

.

40

ἐκκλησίαν τὴν τῆς ἀγάπης εἰρήνην τῷ φίλτρῳ τῆς ὁμονοίας ἐπανέληται. οὐδὲ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ πονηρᾷ συνειδήσει κατεγνωσμένου, οὐδ’ ἀνέ‐ ξονται τέλεον ἀπολέσθαι ταῖς μιαραῖς σου ζητήσεσιν ἐμπλακέντες. σαφῆ καὶ γνώριμα πᾶσι πρὸς γοῦν τὸν ἑξῆς χρόνον τὰ σά ἐστι σοφίσματα· καὶ μὴν οὐδὲ αὐτὸς ἀνύσαι τι
5δυνήσῃ, ἀλλὰ μάτην σχηματιῇ, ἐπιείκειάν τε καὶ πραότητα λόγων καθυποκρινόμενος καὶ ἁπλότητος ὡς εἰπεῖν προσωπεῖον ἔξωθεν περιτιθέμενος. μάταιον ἔσται σου τὸ ὅλον τέχνασμα. αὐτίκα γάρ σε ἡ ἀλήθεια περιστήσεται. αὐτίκα σου τὰς φλόγας ὁ τῆς

40

.

41

δυνάμεως ὡς εἰπεῖν ὄμβρος ἀποσβέσει. καὶ μέντοι καὶ τοὺς ἑταίρους καὶ ὁμογνώμονάς σου ἐνόχους ἤδη τῇ βουλῇ γενομένους αἱ τῶν δημοσίων λειτουργημάτων καταλήψονται φροντίδες, ἐάν γε μὴ τὴν ταχίστην ἀποφεύγοντες τῆς πρὸς σὲ συνουσίας τὴν ἀδιάφθορον

40

.

42

ἀνταλλάξωνται πίστιν. σὺ δέ, ὁ σιδηρόφρων ἀνήρ, δεῖγμά μοι δὸς τῆς σῆς προαιρέ‐ σεως, εἰ σαυτῷ πιστεύεις καὶ ἔρρωσαι τῷ βεβαίῳ τῆς πίστεως καὶ καθαρὰν ὅλως ἔχεις συνείδησιν. ἧκε πρὸς ἐμέ, ἧκε, φημί, πρὸς θεοῦ ἄνθρωπον. πίστευσον, ὡς ταῖς ἐμαυτοῦ πεύσεσι διερευνήσομαί σου τὰ ἀπόρρητα τῆς καρδίας· κἂν μέν τι μανικὸν ἐνεῖναι δόξῃ,
5τὴν θείαν ἐπικαλεσάμενος χάριν παραδείγματός σε κάλλιον ἰάσομαι. ἐὰν δὲ ὑγιαίνων τὰ κατὰ ψυχὴν φανῇς, τὸ τῆς ἀληθείας φῶς ἐπιγνοὺς ἐν σοὶ καὶ τῷ θεῷ χάριν εἴσομαι καὶ ἐμαυτῷ τῆς εὐσεβείας συνησθήσομαι.42

40

.

43

Καὶ ἄλλῃ χειρί· ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Διὰ Συγκλητίου καὶ Γαυδεντίου μαγιστριανῶν ἐκομίσθη καὶ ταῦτα, ὅτε Πατέριος ἦν ἔπαρχος Αἰγύπτου, καὶ ἀνεγνώσθη ἐν τῷ παλατίῳ.

41

t

Κατὰ Εὐσεβίου καὶ Θεογνίου.

41

.

1

Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ ἐκκλησίᾳ Νικομηδέων. Τὸν δεσπότην θεὸν δηλαδὴ καὶ σωτῆρα Χριστὸν ἀκριβῶς ἅπαντες ἴστε, ἀγαπητοὶ ἀδελφοί, πατέρα τε καὶ υἱὸν εἶναι, πατέρα φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ’ ἔστι τὴν τοῦ πατρὸς βούλησιν, ἥτις οὔτε δι’ ἐνθυμήσεώς τινος
5ἀνείληπται οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελεσιουργίαν διά τινος ἐξεζητημένης οὐσίας κατελήφθη. ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, οὗτος ἕξει πρὸς ἅπαν τιμωρίας

41

.

2

γένος ἀκάματον ὑπομονήν. ἀλλὰ γὰρ ὁ τοῦ θεοῦ υἱὸς Χριστὸς ὁ τῶν ἁπάντων δημι‐ ουργὸς καὶ τῆς ἀθανασίας αὐτῆς χορηγὸς ἐγεννήθη, ὅσον πρὸς τὴν πίστιν ἀνῆκεν ᾗ πεπιστεύκαμεν, ἐγεννήθη—μᾶλλον δὲ προῆλθεν αὐτὸς ὁ καὶ πάντοτε ἐν τῷ πατρὶ ὢν ἐπὶ τὴν τῶν ὑπ’ αὐτοῦ γεγενημένων διακόσμησιν—ἐγεννήθη τοίνυν ἀμερίστῳ προε‐
5λεύσει· ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ ἑαυτῆς ἐμπέπηγε καὶ ταῦθ’, ἅπερ δια‐

41

.

3

φόρου δέεται τημελείας, κατὰ τὴν ἑκάστου ποιότητα πράττει τε καὶ διοικεῖ. τί οὖν ἐστι μεταξὺ τοῦ θεοῦ καὶ πατρὸς καὶ υἱοῦ; οὐδὲν δηλαδή. αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς βουλήσεως πρόσταγμα, οὐχὶ δὲ μερισθεῖσαν

41

.

4

ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὴν βούλησιν διέστησεν. ὃ δὲ τούτοις ἕπεται· τίς ἐστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ δεσπότου πάθος δι’ αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν; ἆρ’ οὖν πάσχει τὸ θεῖον, ἐπειδὰν ἡ τοῦ σεμνοῦ σώματος οἴκησις πρὸς ἐπίγνωσιν τῆς ἰδίας ἁγιότητος ὁρμᾷ, ἢ ὑποπίπτει θίξει τὸ τοῦ σώματος ἐκκεχωρισμένον; ἆρ’ οὐχὶ διέστηκε τοῦθ’ ὅπερ
5ἐκ τῆς τοῦ σώματος ἀφῄρηται ταπεινότητος; οὐχὶ δὲ ζῶμεν, κἂν πρὸς θάνατον ἡ τῆς

41

.

5

ψυχῆς εὔκλεια τὸ σῶμα προσκαλέσηται; τί τοίνυν ἐνταῦθα ἡ ἀβλαβής τε καὶ εἰλικρινὴς πίστις ἄξιον ἀμφιβολίας κατείληφεν; ἢ οὐχ ὁρᾷς ὅτι σεμνότατον σῶμα ὁ θεὸς ἐπελέξατο, δι’ οὗ τὰ τῆς πίστεως τεκμήρια καὶ τὰ τῆς οἰκείας ἀρετῆς ὑποδείγματα ἔμελλεν ἐμφανίζειν καὶ τὴν ἤδη συγκεχυμένην ὀλεθρίῳ πλάνῃ τοῦ ἀνθρωπίνου γένους ἀπώλειαν ἀποσείσασθαι
5καινήν τε θρησκείας διδόναι διδασκαλίαν καὶ τῷ τῆς ἁγνείας ὑποδείγματι τὰς ἀναξίας τοῦ νοῦ πράξεις καθαίρειν, ἔπειτα δὲ τὴν μὲν τοῦ θανάτου βάσανον ἐκλύειν, τὰ δὲ τῆς ἀθανασίας ἔπαθλα προαναφωνεῖν;

41

.

6

Ἀλλ’ ὑμεῖς, οὓς λοιπὸν ἀδελφοὺς ἡ τῆς ἀγάπης κοινωνία εἰκότως ὑπ’ ἐμοῦ
προσαγορεύεσθαι ποιεῖ, οὐκ ἀγνοεῖτέ με τὸν ὑμέτερον συνθεράποντα, οὐκ ἀγνοεῖτε τὸ τῆς ὑμετέρας σωτηρίας ὀχύρωμα, οὗ τὴν φροντίδα γνησίως ἐπανῄρημαι, καὶ δι’ οὗ τῶν ἡμετέρων ἐχθρῶν οὐ μόνον τὰ ὅπλα κατεμαχεσάμεθα, ἀλλὰ καὶ ζῶντας43
5ἔτι τὴν ψυχὴν συνκαθείρξαμεν πρὸς τὸ τὴν τῆς φιλανθρωπίας ἀληθῆ πίστιν ἐκφάναι.

41

.

7

ἀλλ’ ἐγὼ ἐπὶ τοῖς ἀγαθοῖς τούτοις διὰ τὴν τῆς οἰκουμένης μάλιστα ἀνανέωσιν ἔχαιρον. καὶ γὰρ θαύματος ἦν ἄξιον ἀληθῶς ἔθνη τοσαῦτα εἰς ὁμόνοιαν ἐπαγαγεῖν, ἃ πρὸ βραχέος ἐλέγετο τὸν θεὸν ἀγνοεῖν. πλὴν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ οὐδε‐ μίαν φιλονεικίας ἐπανῄρηνται φροντίδα; τί οὖν νοεῖτε, ἀδελφοὶ ἀγαπητοί, ὡς ὑμᾶς αὐτοὺς

41

.

8

αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ οἰκτρᾷ διαθέσει διχονοοῦμεν. αὕτη ἄρα ἐστὶν ἡ ἡμετέρα πίστις, αὕτη ἡ τοῦ ἁγιωτάτου νόμου διδασκαλία; ἀλλὰ τίς ἐστιν αἰτία δι’ ἣν ὁ τοῦ παρόντος κακοῦ ὄλεθρος ἐξεγήγερται; ὢ τῆς ἀτοπίας, ὢ μίσους ὑπερβολὴ πάσης ἀγανακ‐ τήσεως μέγεθος ὑπερβαίνουσα. τίς ἡ τοῦ λῃστηρίου τούτου ἀναπέφανται δεινότης, ἣ
5τὸν τοῦ θεοῦ υἱὸν ἀρνεῖται ἐξ ἀμερίστου τοῦ πατρὸς οὐσίας προεληλυθέναι; ἆρ’ οὐχὶ παν‐ ταχοῦ ἐστιν ὁ θεός, καίτοι γε τοῦτον πάντοτε παρεῖναι ἡμῖν αἰσθανόμεθα; ἆρ’ οὐχὶ διὰ τῆς τούτου δυνάμεως ἡ τῶν ὅλων συνέστηκεν εὐκοσμία, καίτοι γε τῆς τοῦ χωρισμοῦ διαστάσεως ἐστέρηται;

41

.

9

Μὴ οὖν ὑμῖν τι πέπρακται; ἀγαπητοὶ ἀδελφοί, καταμάθετε νῦν, ἀξιῶ, τὰς βασάνους τῆς παρούσης ἀλγηδόνος· ὁμολογητὰς ὑμᾶς εἶναι τούτου ἐπηγγέλλεσθε ὃν 〈θεὸν〉 εἶναι ἀρνεῖσθε, τοῦθ’ ὑμᾶς τοῦ πανώλου διδασκάλου πείθοντος. ἱκετεύω, τίς ἐστιν ὁ διδάξας ταῦτα οὕτως ἄκακον πλῆθος; Εὐσέβιος δηλαδὴ ὁ τῆς τυραννικῆς
5ὠμότητος συμμύστης. ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις διαρρήδην βοᾷ.

41

.

10

οὐδὲν γὰρ περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν ἐρῶ, δι’ ὧν, ὅτε μάλιστα αἱ τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο συνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους ὑπέ‐

41

.

11

πεμπε κατ’ ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας. μηδ’ ἐμέ τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον. ἔλεγχος γάρ ἐστιν ἀκριβής, ὅτι τοὺς πρεσβυτέρους καὶ τοὺς διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους φανερῶς ὑπ’ ἐμοῦ συνειλῆφθαι συνέστηκεν. ἀλλὰ ταῦτα μὲν παρίημι, ἃ νῦν οὐκ ἀγανακτήσεως ἕνεκεν,
5ἀλλ’ εἰς ἐκείνων αἰσχύνην ὑπ’ ἐμοῦ προενήνεκται. ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν. διὰ γὰρ τῆς Εὐσεβίου

41

.

12

ἀγωγῆς τε καὶ διαστροφῆς συνείδησιν τῆς ἀληθείας κεχωρισμένην ἀνειλήφατε. ἀλλ’ ἔστιν οὐ βραδεῖα θεραπεία, εἴ γε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες πρὸς τὸν θεὸν ἀπίδητε, ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστι καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος 〈σὺν〉 δίνῃ τῶν συναγομένων αὐτῷ
5ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συνετεταράχει.

41

.

13

Ἀλλ’ ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλόμενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρὸ πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι
5τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας,44

41

.

14

ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς. ἀλλ’ αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ’ ὅσης νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ’ ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγ‐ μένῃ ψευδολογίᾳ συνίστατο, ὑποπέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ,
5ἐξαιτούμενος δὲ παρ’ ἐμοῦ συμμαχίαν τινά, ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο; μάρτυς ἐστί μοι τούτου ὁ θεὸς αὐτός, ὃς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν, ὃ καὶ ὑμεῖς ἐπιγνώσεσθε. πάντα μὲν γὰρ ἐπράχθη τότε, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἀποκρυπτόμενος.

41

.

15

Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογνίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ

41

.

16

τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός. ἀλλ’ οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐκείνους ὑπεδέξαντο καὶ παρ’ ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων κακοηθείας. διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι·

41

.

17

ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι. νῦν ὑμέτερόν ἐστι πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν, ἣ πάντοτε καὶ γεγενῆσθαι [καὶ] συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως, 〈ἵνα〉 ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλαν‐ θρώπους ἔχοντες χαίρωμεν· εἴ τις δὲ ἢ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς
5ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ τοῦτ’ ἔστιν ἐμοῦ ἐνεργείας ἀνασταλήσεται.

42

.

1

Νικητὴς Κωνσταντῖνος Σεβαστὸς Θεοδότῳ. Ὅση τῆς θείας ὀργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὧν Εὐσέβιός τε καὶ Θεόγνιος πεπόνθασιν εὐχερὲς καὶ σὲ μαθεῖν, οἳ εἰς τὴν ἁγιωτάτην παροινοῦντες θρησκείαν τὸ τοῦ σωτῆρος θεοῦ ὄνομα τῷ συστήματι τοῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν.
5ὅτε γὰρ μάλιστα μετὰ τὴν τῆς συνόδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν τὴν προτέραν

42

.

2

ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπήμασιν ἐμμένοντες ἑάλωσαν. διὰ τοῦτο γοῦν ἡ θεία πρόνοια αὐτοὺς τοῦ ἑαυτῆς ἀπώσατο λαοῦ. ἐπειδὴ μηδὲ ἔφερε τὰς ἀκάκους ψυχὰς ὀλίγων ἀπονοίᾳ φθειρομένας καθορᾶν, καὶ νῦν μὲν ἀξίαν παρ’ αὐτῶν ᾔτησε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἑξῆς διὰ τοῦ παντὸς αἰῶνος λήψεται.

42

.

3

Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἵν’ εἴ τις κακὴ παραίνεσις τῶν τοιούτων, ὡς ἔγωγε οὐκ οἶμαι, τῇ σῇ ἐνεκαθέσθη προαιρέσει, ταύτην τῆς ψυχῆς ἀφελό‐ μενος καθαρὰν ὡς προσῆκε τὴν διάνοιαν εἰλικρινῆ τε καθοσίωσιν καὶ ἄχραντον πίστιν τῷ σωτῆρι θεῷ παρασχέσθαι προθυμηθῇς. καὶ γὰρ τοῦτο προσῆκόν ἐστιν ὑπὸ τούτου
5πράττεσθαι, ὃς δ’ ἂν ἀκεραίων τῶν τῆς αἰωνίου ζωῆς ἐπάθλων ἀξιοῦσθαι βουλεύηται. καὶ ἄλλῃ χειρί·
ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.45