TLG 2034 022 :: PORPHYRIUS :: Commentarium in Platonis Timaeum (fragmentum incertum)

PORPHYRIUS Phil., vel Malchus
(Tyrius Romanus: A.D. 3)

Commentarium in Platonis Timaeum (fragmentum incertum)

Source: Sodano, A.R. (ed.), Porphyrii in Platonis Timaeum commentariorum fragmenta. Naples: n.p., 1964: 116–118.

Citation: Fragment — (line)

92

Ἐπειδὴ πολλαχοῦ μέμνηται τοῦ Πλάτωνος ὁ Ἀριστοτέλης
ὡς τὴν ὕλην μέγα καὶ μικρὸν λέγοντος, ἰστέον ὅτι ὁ Πορφύριος ἱστο‐ ρεῖ τὸν Δερκυλλίδην ἐν τῷ ιαʹ τῆς Πλάτωνος φιλοσοφίας ἔνθα περὶ ὕλης ποιεῖται τὸν λόγον, Ἑρμοδώρου τοῦ Πλάτωνος ἑταίρου λέξιν116
5παραγράφειν ἐκ τῆς περὶ Πλάτωνος αὐτοῦ συγγραφῆς, ἐξ ἧς δηλοῦται ὅτι τὴν ὕλην ὁ Πλάτων κατὰ τὸ ἄπειρον καὶ ἀόριστον ὑποτιθέ‐
μενος ἀπ’ ἐκείνων αὐτὴν ἐδήλου τῶν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένων, ὧν καὶ τὸ μέγα καὶ τὸ μικρόν ἐστιν. εἰπὼν γὰρ ὅτι «τῶν ὄντων τὰ μὲν καθ’ αὑτὰ εἶναι λέγει ὡς ἄνθρωπον καὶ ἵππον,117
10τὰ δὲ πρὸς ἕτερα, καὶ τούτων τὰ μὲν ὡς πρὸς ἐναντία ὡς ἀγαθὸν κακῷ, τὰ δὲ ὡς πρός τι, καὶ τούτων τὰ μὲν ὡς ὡρισμένα, τὰ δὲ ὡς ἀόριστα» ἐπάγει «καὶ τὰ μὲν ὡς μέγα πρὸς μικρὸν λεγόμενα πάντα ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον. ἔστι γὰρ μᾶλλον εἶναι μεῖζον καὶ ἕ‐ λαττον εἰς ἄπειρον φερόμενα· ὡσαύτως δὲ καὶ πλατύτερον καὶ στενότερον
15καὶ βαρύτερον καὶ κουφότερον καὶ πάντα τὰ οὕτως λεγόμενα εἰς ἄπειρον οἰσθήσεται. τὰ δὲ ὡς τὸ ἴσον καὶ τὸ μένον καὶ τὸ ἡρμοσμένον λεγό‐ μενα οὐκ ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰ δὲ ἐναντία τούτων ἔχειν. ἔστι γὰρ μᾶλλον ἄνισον ἀνίσου καὶ κινούμενον κινουμένου καὶ ἀνάρ‐ μοστον ἀναρμόστου· ὡς τούτων ἀμφοτέρων τῶν συζυγιῶν πάντα πλὴν
20τοῦ ἑνὸς στοιχείου τὸ μᾶλλον καὶ τὸ ἧττον δεδεγμένων, ὥστε ἄστα‐ τον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι κατὰ ἀπόφασιν τοῦ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκειν οὔτε ἀρχῆς οὔτε οὐ‐ σίας ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι. δηλοῖ γὰρ ὡς ὃν τρόπον τὸ αἴτιον κυρίως καὶ διαφέροντι τρόπῳ τὸ ποιοῦν ἐστιν οὕτως καὶ ἀρχή, ἡ δὲ
25ὕλη οὐκ ἀρχή, διὸ καὶ τοῖς περὶ Πλάτωνα ἐλέγετο μία, ὅτι 〈εἴη〉 ἡ ἀρχή.»118