TLG 2034 018 :: PORPHYRIUS :: Quaestionum Homericarum liber i (recensio Χ) PORPHYRIUS Phil., vel Malchus Quaestionum Homericarum liber i (recensio Χ) Citation: Section — (line) | ||
3(3) | Ἔμπορος: ἀλλοτρίας νηὸς ἐπιβάτης μὴ ἔχων ἰδίαν ναῦν, ὡς | |
5 | καὶ ἀλλαχοῦ «ἔμπορος εἰλήλου‐ θας / νηὸς ἐπ’ ἀλλοτρίας». οὐ γὰρ κατὰ συνήθειαν τέτακται παρ’ Ὁ‐ μήρῳ, ἀλλ’ ἐπὶ τῶν ἐπ’ ἀλλοτρίας νηὸς παρόντων, οὕσπερ συνήθως | |
---|---|---|
10 | ἐπιβάτας νῦν λέγομεν. ὅπερ γὰρ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμα‐ σιν οἱ μὲν μαχόμενοι «παραβάται», | |
14 | οἱ δὲ τὰς ἡνίας ἔχοντες «ἡνίοχοι», | |
15 | τοῦτο ἐπὶ τῶν ἐν τριήρεσιν οἱ ἐπιβά‐ ται καὶ ἐπίκωποι παρὰ τοῖς Ἀττι‐ κοῖς. ἐπίκωποι δὲ οἱ τὰς κώπας ἔχον‐ | |
τες καὶ τὰ πηδάλια. | 3 | |
4(3) | Οὐ μέντοι ὁ «ἔμπορος» ἀπὸ τοῦ πο‐ ρίζειν πεποίηται παρ’ Ὁμήρῳ, ἀλλ’ | |
5 | ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πο‐ ρείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τοῦ ὕδατος τάττει, λέγων· «πόρους ἁλὸς ἐξερεείνων» καὶ τὸ «Θρύον Ἀλ‐ φειοῖο πόρον» καὶ «ἀλλ’ ὅτε δὴ | |
10 | πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο», τὴν δι’ ὑγροῦ διάβασιν. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν ἀλλ’ ἐν ἀλλο‐ τρίῳ ἐγγαμεῖν λέγουσιν, οὕτως τὸ ἐπ’ ἀλλοτρίας νηὸς τὸν πλοῦν ποι‐ | |
15 | εῖσθαι [καὶ] ἐμπορεύεσθαι. καλεῖται | |
«ἔμπορος» ὁ τοιοῦτος. | 4 | |
5(3) | Οὐ γὰρ νηὸς ἐπήβολος: Ἀττικὴν εἶναι τὴν λέξιν φησὶν ὁ | |
5 | Πορφύριος· δηλοῖ δὲ τὸν ἐπιτυχῆ, ἀπὸ τοῦ βάλλειν, τουτέστι τοῦ σκο‐ ποῦ τυγχάνειν, ἐξ οὗ καὶ τὸ «σὺ δ’ ἐνὶ φρεσὶ βάλεο σῇσι», τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ | |
10 | δὲ οἱονεὶ βολή τις οὖσα, ὅθεν ἔφη· «σῇ δ’ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνακτος», ὡς εἰ ἔφη· τοῖς σοῖς | |
ὅπλοις ἢ τοῖς σοῖς τόξοις ἢ βέλεσιν. | 5 | |
6(3) | λύσεις ἐντεῦθεν καὶ τὸ «ἡ δὲ Φερὰς ἐπέβαλεν ἐπειγομένη Διὸς οὔρῳ»· με‐ | |
5 | τῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπι‐ βολὴν ποιουμένων· ἡ ναῦς οὖν ἐπιβο‐ λὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φε‐ ρῶν. χρῶνται δὲ ταύτῃ τῇ λέξει καὶ | |
οἱ μεθ’ Ὅμηρον· Ἄρχιππος· «νῦν | 6 | |
7(3) | δ’ ὡς ἐγενόμην χρημάτων ἐπήβο‐ λος», ἀντὶ τοῦ ἐπιτυχὴς καὶ κύριος. | |
5 | τί οὖν αἱ λέξεις σημαίνουσι δεδή‐ λωται. Τὸ δὲ «ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι» σὺν βαρύτητι εἴρηται, λέγοντος τοῦ Τηλεμάχου ὅτι· ἐν ἀλ‐ | |
10 | λοτρίῃ πλευσοῦμαι νηί· οὐ γάρ εἰμι, φησίν, ἐπιτυχὴς ἰδίας νεὼς οὐδὲ κέκ‐ τημαι ἰδίους ἐρέτας· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτατον εἶναι ἐφάνη, τουτέστι τὸ ἐμὲ μὴ ἔχειν ἰδίαν ναῦν ἀλλ’ ἔμ‐ | |
15 | πορον πλεῖν· ἀναφέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γάρ· «Ἀντίνο’, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ’ ὑμῖν / δαίνυ‐ σθαί τ’ ἀκέοντα καὶ εὐφραίνεσθαι | |
20 | ἕκηλον. / ἢ οὐχ ἅλις, ὡς τὸ πρόσθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ / κτήματ’ | |
ἐμά, μνηστῆρες, ἐγὼ δ’ ἔτι νήπιος | 7 | |
8(3) | ᾖα;» ἔστιν οὖν δυνάμει τὸ νόημα· ἀντὶ τοῦ ναυκλήρου δι’ ὑμᾶς ἐπι‐ | |
5 | βάτης γέγονα τοὺς κατηναλωκότας μου τὸν πλοῦτον. | |
9 | Τοῦ ποιητοῦ πολλάκις ἐπισημαινο‐ | |
10 | μένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες ἐποιοῦντο ἐκ τῆς τοιαύτης τοῦ Ἕκ‐ τορος παραγγελίας· «ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε /, ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείης / καίωμεν πυ‐ | |
15 | ρὰ πολλά, σέλας δ’ εἰς οὐρανὸν ἵκῃ», καὶ πάλιν· «ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο / 〈Τρῶεσ〉 ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι, / κειάμενοι πυρὰ πολλὰ κατὰ στρα‐ | |
20 | τόν», καὶ πάλιν· «ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, / θαύμαζε πυ‐ ρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό», | |
εἰκότως ἀσαφέστατόν ἐστι τὸ τοῦ Δό‐ | 8 | |
9(3) | λωνος, ὅτι ἐρωτηθεὶς «πῶς δ’ αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐ‐ | |
5 | ναί;» ἀποκρίνεται· «φυλακὰς δ’ ἃς εἴρεαι, ἥρως, / οὔ τις κεκριμένη ῥύε‐ ται στρατὸν οὐδὲ φυλάσσει· / ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀ‐ νάγκη / οἵ τ’ ἐγρηγόρθασι φυλασσέ‐ | |
10 | μεναί τε κέλονται / ἀλλήλοις». τί γὰρ βούλεται τὸ «ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι», προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾳδίως συνιδεῖν. λύοντες | |
15 | οὖν ἐλέγομεν ἡμεῖς ὅτι τῶν ἐν πεδίῳ πυρῶν νῦν οὐ ποιεῖσθαι τὸν λόγον ἀλλὰ βούλεσθαι εἰπεῖν ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι ἀλλ’ ἑστίαν ἔχοντες, ὅπερ ἐν ἄλλοις | |
20 | περὶ τῶν αὐτῶν λέγει· «Τρῶας μὲν | |
λέξασθαι ἐφέστιοι ὅσοι ἔασι», του‐ | 9 | |
10(3) | τέστιν ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐν ἄλλοις· «ἦλθε | |
5 | μὲν αὐτὸς ζωὸς ἐφέστιος», τουτέστιν εἰς τὴν αὑτοῦ ἑστίαν· ἑστία γὰρ ὁ οἶκος· ὃ γὰρ εἶπεν· «ἦλθε μὲν αὐτὸς ἐφέστιος», μεταλαβὼν ἔφη· «ἦλθ’ Ὀδυσσεὺς καὶ οἶκον ἱκάνετο». καὶ | |
10 | πάλιν ἀντὶ τοῦ οἶκος· «ἑστίη τ’ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω». ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος· ὁ δὲ ἄπολις καὶ φυγὰς «ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος». | |
15 | καὶ ἐπὶ τοῦ εἰς ἀλλοτρίαν οἰκίαν ἐνοικοῦντος «ἀλλ’ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων». τὸ οὖν «ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι» | |
δηλοῖ ὅσαι Τρώων ἑστίαι, ἐξ οὗ | 10 | |
11(3) | ὅσοι Τρώων ἐφέστιοι καὶ πολῖται καὶ ἑστιούχῳ Διὶ θύουσιν—ὥσπερ καὶ | |
5 | ὁ Φήμιος «Διὸς μεγάλου ποτὶ βω‐ μὸν / ἑρκείου» καταφεύγει, ᾧ δηλο‐ νότι κατὰ πᾶσαν τὴν ἡμέραν ἔθυ‐ ον—. ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ λείπειν ἐνταῦθα τὰς 〈φυλακὰσ〉 διὰ | |
10 | τοῦ «πυρὸς ἐσχάραι», δηλοῖ τὰ ἐπα‐ γόμενα· «οἷσιν ἀνάγκη / οἵ τ’ ἐγρη‐ γόρθασι φυλασσέμεναί τε κέλονται / ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλειτοι ἐπίκουροι / εὕδουσι· Τρωσὶ γὰρ ἐπι‐ | |
15 | τροπέουσι φυλάσσειν». ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων | |
εἰρημένον· «πᾶσι γὰρ ἐπίστιόν ἐστιν | 11 | |
12(3) | ἑκάστῳ»· λέγει γάρ· οὐδεὶς ξένος ἐστίν, ἀλλὰ πάντες πολῖται καὶ | |
5 | ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψι‐ λοῦ ἐξενήνεκται, ὡς τὸ δέχεσθαι δέκεσθαι καὶ οὐχὶ οὐκί. | |
10 | Οὐκ οἶδ’ ὅθεν τῶν γραμματικῶν τινες τὸ «αἰόλον» ἐπὶ τοῦ ποικίλου παρ’ Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ «αἰολοπώλους» ἀποδιδόασι καὶ «πόδας αἰόλος ἵππος» καὶ τὸ | |
15 | «αἰόλον ὄφιν». οὐκ ἔστι δὲ οὕτως ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν πεποίηται, ὡς αὐτὸς ἐξηγήσατο εἰπών· «ὅν περ ἄελλαι / | |
20 | χειμέριαι εἰλέωσιν», τουτέστιν εἰλῶ‐ | 12 |
13(3) | σιν, ὡς καὶ ἐπὶ τοῦ Βορέου ἔφη· «εἴλει γὰρ Βορέης ἄνεμος». ἡ μὲν οὖν ἄελ‐ | |
5 | λα ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν πεποίη‐ ται, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἰλεῖν, θύειν δὲ τὸ σφοδρῶς καὶ ἀκα‐ θέκτως ὁρμᾶν δίκην μαινομένων· «ἦ γὰρ ὅ γ’ ὀλοῇσι φρεσὶ θύει» καὶ | |
10 | «θῦνε διὰ προμάχων», ὅθεν καὶ Θυάδες αἱ Βάκχαι. ὡς οὖν «ἀελλό‐ πος» Ἶρις λέγεται, ἣν μεταλαβὼν «ποδήνεμον» προσηγόρευσε (καὶ τὰς ἀέλλας εἰς τοὺς ἀνέμους μετα‐ | |
15 | λαμβάνει), οὕτως τὸν ποδώκη ἵππον μεταλαμβάνων «πόδας αἰόλος ἵπ‐ πος» ἔφη· καὶ ὥσπερ εἰπὼν «ἀργί‐ ποδας κύνας» κατὰ περίληψιν ἀλ‐ λαχοῦ ἔφη «καὶ κύνας ἀργούς», | |
20 | οὕτω τοὺς πόδας αἰόλους ἵππους | 13 |
14(3) | κατὰ περίληψιν «αἰολοπώλους» εἶπε. καὶ «αἰόλαι» οὖν «εὐλαὶ» | |
5 | ἀπὸ τοῦ ταχέως εἰλεῖσθαι εἴρηνται καὶ «σφῆκες μέσον αἰόλοι» οἱ κατὰ μέσον συνεχῶς κινούμενοι καὶ εἰλού‐ μενοι. καὶ «κορυθαιόλος» οὖν ὁ συ‐ νεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποι‐ | |
10 | ῶν ἐπὶ τοῦ Ἄρεος ἔφη· «ἶσος Ἐνυ‐ αλίῳ κορυθάϊκι». λύσεις δ’ ἐντεῦθεν καὶ τὸ «ὡς δ’ ὅτε γαστέρ’ ἀνὴρ πο‐ λέος πυρὸς αἰθομένοιο, / ἐμπλείην κνίσσης τε καὶ αἵματος, ἔνθα καὶ | |
15 | ἔνθα / αἰόλλῃ»· δηλοῖ οὖν τὸ εἰλεῖν καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ «κο‐ ρυθάϊκι» λύσεις τὸ «Δωριέες τε τρι‐ | |
χάϊκες», οἱ συνεχῶς τὰς τρίχας διὰ | 14 | |
15(3) | τὸ δραστικὸν κινοῦντες· καρηκο‐ μόωντες γὰρ εἴρηνται οἱ Ἀχαιοί. | |
7 | Οὐ δεῖ δυσχεραίνειν, εἰ τῶν νῦν παιδευτῶν τοὺς πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν | |
10 | δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πο‐ λυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁ‐ ματροχίαν. ἔστι δὲ ἁματροχία τὸ | |
15 | ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρματρο‐ χία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ’ Ὁμήρῳ κεῖται, τὰς δυνά‐ | |
20 | μεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησα‐ μένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχία, παρίστησιν ἐπὶ τοῦ | |
Μενελάου λέγων «τῇ ῥ’ εἶχε Μενέ‐ | 15 | |
16(3) | λαος ἁματροχίας ἀλεείνων»· ὑπελεί‐ πετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς | |
5 | καὶ τὴν ῥῆξιν τὴν συνέμπτωσιν τοῦ δρόμου φυλαττόμενος. τοῦτο γὰρ με‐ ταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο εἰ‐ πὼν «αἰὲν ὁμοστιχάει». καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ | |
10 | συμβαδίζοντος μετὰ δρόμου αὐτῇ φη‐ σι· «παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ με‐ γάροις ἀτιτάλλω, / κερδαλέον δὴ τοῖ‐ ον, ἁματροχόωντα θύραζε», τουτέ‐ στιν ἤδη μοι ἔξω συντρέχειν δυνάμε‐ | |
15 | νον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· «ἡ δέ με χειρὸς | |
18 | ἑλοῦσα δόμων ἐξῆγε θύραζε». ἁμα‐ τροχία μὲν οὖν οὕτως· μετὰ δὲ τοῦ | |
20 | ρ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τρο‐ χῶν δηλοῖ, αὐτὸς πάλιν παρίστησι λέγων· «οὐδέ τι πολλὴ / γίνετ’ ἐ‐ πισσώτρων ἁρματροχίη κατόπισθεν / | |
ἐν λεπτῇ κονίῃ»· διὰ γὰρ τὸ λεπτὸν | 16 | |
17(3) | καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γί‐ νεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος | |
5 | φησίν. ἐξηγήσατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας | |
9 | δὲ ταῦτα ὁ Καλλίμαχός φησιν· | |
10 | «ἀλλὰ θεόντων / ὡς ἀνέμων οὐ‐ δεὶς εἶδεν ἁματροχίας». βούλεται μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχίαι δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων | |
15 | ἁρμάτων, ἀλλ’ αἱ μετὰ τοῦ ρ λεγό‐ | |
μεναι ἁρματροχίαι. | 17 | |
18(3) | Νῦν [i. e. in v. I 4: cf. app. crit.] δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν | |
5 | ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσ‐ σαρας, ὡς ἐν ἄλλοις· «σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσον Ζέφυρός τε δυ‐ σαὴς / καὶ Βορέης αἰθρηγενέτης, μέγα | |
10 | κῦμα κυλίνδων». λύει δὲ τὴν ἀπο‐ ρίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρέστησε. δύο γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιούς, φόβῳ μὲν ἐφ’ οἷς εἴρηκε | |
15 | «θεσπεσίη ἔχε φύζα, φόβου κρυόεν‐ τος ἑταίρη», λύπῃ δὲ ἐν οἷς ἐπάγει «πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάν‐ τες ἄριστοι»—δεδίασι γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γε‐ | |
20 | γονότα οἱ ἄριστοι—, δύο οὖν πά‐ | 18 |
19(3) | θεσι συνεχομένους εἰπὼν τοὺς Ἕλ‐ ληνας, προσηκόντως ἀπεικάζει πελά‐ | |
5 | γει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ «θεσπεσίη» δ’ «ἔχε φύζα» δηλοῖ τὸν οὐ προσγενόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλ’ ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν | |
10 | εἰπών· «γνώσεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις / ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο», τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμ‐ φύτῳ κακίᾳ. εἰ δὲ καὶ ἐπίθετον ἄλ‐ | |
15 | λων τὸ τῆς θεσπεσίας, ὡς τὸ «θε‐ σπέσιον πλοῦτον» καὶ «θεσπεσίη | |
φύζα», ἐκ κοινοῦ ἔσται ἡ κακότης· | 19 | |
20(3) | γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι· δηλοῦται οὕτως | |
5 | ἡ θεία. [φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται]. καὶ τὸ μὲν «βεβολήατο» τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι | |
10 | δηλοῖ τὸ σῶμα. | |
13 | Ἐπεὶ παραβολῆς ἐμνήσθημεν, σκέ‐ ψαι τὴν τοῦ ποιητοῦ ἐν ταύτῃ χρῆ‐ | |
15 | σιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος τρω‐ | 20 |
21(3) | θέντος χρησάμενος τῇ παραβολῇ ταύτῃ· «ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ | |
5 | βέλος ὀξὺ γυναῖκα» καὶ ἀνταποδό‐ σει· «ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο», ἐπὶ τοῦ Κύκλωπος δυ‐ νάμει τὰ τῆς παραβολῆς μεταφέρων χρῆται, ἐν οἷς λέγει· «Κύκλωψ δὲ | |
10 | στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν»· ἔστι δὲ τῆς παραβολῆς τὸ «ὠδίνων», τῆς δ’ ἀνταποδόσεως τὸ «ὀδύνῃσι». πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ τῶν Ἑλλήνων ὁρμῆς· «ὀλοοί‐ | |
15 | τροχος ὣς ἀπὸ πέτρης, / ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει», κατὰ τὴν αὐτὴν φαντασίαν πε‐ ποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διο‐ μήδην· «νῶϊν δὴ τόδε πῆμα κυλίν‐ | |
20 | δεται ὄβριμος Ἕκτωρ»· ὁ δὲ ὄβρι‐ μος οἰκεῖος ἀψύχῳ ὁρμῇ· οὐ γὰρ «θρα‐ σὺν» ἔφη οὐδὲ «κορυθαιόλον», οἷς ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθε. πά‐ λιν ἐπὶ τ⸢οῦ⸣ Νέστορος σκεπτομένου | |
25 | ποῖ τράπηται «ἢ μεθ’ ὅμιλον ἴοι Δα‐ | |
ναῶν ταχυπώλων, / ἠὲ μετ’ Ἀτρεΐ‐ | 21 | |
22(3) | δην Ἀγαμέμνονα», ὅλην τὴν πα‐ ραβολὴν διεξελθὼν «ὡς δ’ ὅτε πορ‐ | |
5 | φύρῃ πέλαγος μέγα κύματι κωφῷ / ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα / αὔτως, οὐδ’ ἄρα τε προ‐ κυλίνδεται οὐδετέρωσε, / πρίν τινα καταβήμεναι ἐκ Διὸς οὖρον», εἶτα | |
10 | ἐπ’ Ἀγήνορος προτραπέντος μὲν ὑπὸ Ἀπόλλωνος ὑποστῆναι Ἀχιλλέα, ὅ‐ μως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέν‐ τος, ἠρκέσθη τῷ ὀνόματι· «πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι». πάλιν | |
15 | τε εἰπὼν ἐπὶ τῆς Ἥρας· «ὡς δ’ ὅ‐ ταν ἀΐξῃ νόος ἀνέρος, ὅστ’ ἐπὶ πολ‐ λὴν / γαῖαν ἐληλουθὼς φρεσὶ πευ‐ καλίμῃσι νοήσῃ / ἔνθα ἴῃ ἢ ἔνθα, μενοινήσειέ τε πολλά, / ὣς κραιπ‐ | |
20 | νῶς μεμαυῖα διέπτατο πότνια Ἥ‐ ρη», καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας παραβολήν, ἀπὸ δὲ τοῦ πέτεσθαι ἀποδοὺς τὴν ἀνταπόδοσιν, συντέμ‐ νων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· «ὡ‐ | |
25 | σεὶ πτερὸν ἠὲ νόημα». θαυμαστὸν | 22 |
23(3) | δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκεί‐ | |
5 | αν ἐπάγει παραβολήν, κρατύνων δὲ αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν. εἰπὼν «κραδίη δέ οἱ ἔνδον ὑλάκτει», ἐπάγει· «ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα / ἄνδρ’ ἀγνοιή‐ | |
10 | σας’ ὑλάει μέμονέν τε μάχεσθαι». καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθη‐ μένων «τῶν δὲ στίχες εἵατο πυκ‐ ναὶ / ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγ‐ χεσι πεφρικυῖαι» εἰπών, ἐπήγαγεν· | |
15 | «οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ / ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς». ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοί‐ | |
20 | ωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπά‐ γει καὶ ἐπ’ ἀμφοῖν τὴν παραβολήν· «Τρῶες μὲν κλαγγῇ»· τοῦτο μὲν δὴ ἡ μεταφορά· τὸ δ’ «ὄρνιθες ὣς» ἡ ὁμοίωσις· εἶθ’ ἡ παραβολή· «ἠΰτε | |
25 | περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό, / αἵτ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, / κλαγγῇ ταί‐ | |
γε πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων», ᾗ | 23 | |
24(3) | σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως | |
5 | ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν τε αὐτοῦ παρα‐ τηρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμά‐ των πολλάκις εἰς τὰς παραβολὰς | |
10 | μετατίθησι καὶ τὰς ἐπὶ τῶν παρα‐ βολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη στρατιωτῶν λέγεται, σμήνη δὲ με‐ λισσῶν, παραβαλὼν δὲ τὰ πλήθη τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν | |
15 | μελισσῶν κέχρηται· «ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων», ὃ πλήθους ἀν‐ θρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοι‐ τρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος ἀπεικάζων ἀναθρώσκειν τέ φησι τὸν | |
20 | λίθον καὶ πέτεσθαι, καὶ τελευτῶν, ὡς ἀπ’ αὐτοῦ τοῦ στρατιώτου ἀφιγ‐ μένου ἀλλ’ οὐχὶ τοῦ λίθου, ἐπάγει· «ὅδ’ ἀσφαλέως θέει ἔμπεδον, εἰσό‐ | |
κεν ἔλθῃ». οὕτω καὶ ἐπὶ τοῦ κύ‐ | 24 | |
25(3) | ματος, ὃ τάξεσιν ἀπεικάζει στρατο‐ πέδου, προειπών· «ὡς δ’ ὅτ’ ἐν αἰ‐ | |
5 | γιαλῷ πολυηχέϊ κῦμα θαλάσσης / ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὑποκινή‐ σαντος», μετάγει ἀπὸ τῶν στρατιω‐ τῶν ἐπὶ τὰ ἑξῆς· «πόντῳ μὲν κορύσ‐ σεται τὰ πρῶτα». ἀνάπαλιν δὲ τὰς | |
10 | τῶν παραβολῶν μετατίθησι φωνὰς ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλ‐ λέως «ὡ⸢σ⸣ δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ⸢ἴ⸣αχε σάλπιγξ» 〈εἰπών〉, ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ | |
15 | τὸν ἄνθρωπον· «οἵδ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο». κεκινδύ‐ νευται αὐτῷ ἐκεῖνα, οἷον «σιδήρει‐ ος δ’ ὀρυμαγδὸς / χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο»· ὡς γὰρ | |
20 | ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου τὴν φαντασίαν εἰς τὸν ἐκ πόντου ἦχον κεκίνηκεν. | |
25 | Πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα· «τὴν δ’ ἑτέρην | |
πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λα‐ | 25 | |
26(3) | ῶν / τεύχεσι λαμπόμενοι· δίχα δέ | |
σφιν ἥνδανε βουλὴ» μέχρι τοῦ «ἐν | 26 | |
27(11) | δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄ‐ ρουραν». ταράσσει γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φί‐ | |
15 | λοι ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ δ’ ἕτερος πολέμιος; καὶ πρὸς τίνας διχονοοῦσιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ «οἳ δ’ οὔπω πείθοντο»; ἆρά γε | |
20 | τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν ἐπὶ τίνος τὸ «λόχῳ δ’ ὑπεθω‐ ρήσσοντο»; ἆρά γε ὁ ἕτερος τῶν στρατ⸢ῶν⸣ ἢ ο⸢ἱ⸣ ἔνδον; καὶ τίνων οἱ σκοποί; καὶ τίνων ἡ λεία; πῶς | |
25 | τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρ’ αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες; ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τ⸢ε⸣ τίς ἡ διατύπωσις τῆς πλάσε‐ | |
ως; ἐν τῷ δευτέρῳ τῶν Ἐξηγητικῶν | 27 | |
28(3) | φησιν Ἀλέξανδρος ὁ Κοτιαεὺς ὅτι· «δύο στρατοὶ παρεκάθηντο τὴν πόλιν | |
5 | πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι· οἱ δ’ ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρό‐ κλησιν. οἱ οὖν πολέμιοι», φησίν, «ἐνέδραν τινὰ ἐποιήσαντο τοῖς ποιμ‐ | |
10 | νίοις καὶ τοῖς βουκολίοις, ἃ ἦν κτήματα τῶν ἐν τῇ πόλει». εἶτα ἀξιοῖ τὸ μὲν «οἳ δ’ οὔπω πείθοντο» ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ «λόχῳ δ’ ὑπεθωρήσσοντο» περὶ τῶν | |
15 | πολεμίων, καὶ τὸ «οἳ δ’ ἴσαν» περὶ τῶν πολεμίων τῶν εἰς τ⸢ὴν⸣ ἐνέ‐ δραν ἀπιόντων· οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί· τὸ δὲ «οἳ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βου‐ | |
20 | σὶν» ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευ‐ όμενοι, τὰ τείχη φρουρεῖν παραδόν‐ τες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ «ἱράων προπάροιθε καθήμενοι» ση‐ | |
25 | μαίνει ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἐκκλησιάζουσιν. ὅτε δ’ αὐτοῖς ἐμη‐ | |
νύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχου‐ | 28 | |
29(3) | σι καὶ ἐξελθόντες συμβάλλουσι μά‐ χην. εἶχε δ’ ἂν πιθανότητα ἡ διατύ‐ | |
5 | πωσις, εἰ μὴ πρῶτον μὲν βεβιασμένη ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου· «οἳ δ’ οὔπω πείθοντο, λόχῳ δ’ ὑπεθω‐ ρήσσοντο». τὸ μὲν γὰρ «οἳ δ’ οὔπω πείθοντο» ἀξιοῖ περὶ τῶν ἔνδον ἀκού‐ | |
10 | ειν, τὸ δὲ «λόχῳ δ’ ὑπεθωρήσσον‐ το» περὶ τῶν ἐκτός, ἵν’ ᾖ τὸ «οἳ δ’ οὔπω πείθοντο 〈λόχῳ δ’ ὑπεθω‐ ρήσσοντο〉» ἀντὶ τοῦ μὴ πειθομέ‐ νων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο | |
15 | οἱ τὰς προκλήσεις ποιούμενοι. [τὸ δὲ «οἳ δ’ οὔπω πείθοντο» ἂν ἀκού‐ ωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐ‐ τῶν, βίαιον]. πάλιν δὲ μεταξὺ τοῦ «λόχῳ δ’ ὑπεθωρήσσοντο» 〈καὶ τοῦ〉 | |
20 | «οἳ δ’ ἴσαν» ἐμβεβλῆσθαι φάσκειν περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι ἐτει‐ χοφυλάκουν ὑπ’ ἀσθενείας, ἔστιν ἐ‐ λεγχόντων τὸν ποιητὴν μὴ δυνάμε‐ νον φράζειν ἀταράχως. πάντως δὲ | |
25 | λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει, φανε‐ ρῶς τε καὶ ἀδεῶς τῶν πολιορκούν‐ | |
των κωλυόντων; ἀμείνους οὖν οἱ | 29 | |
30(3) | οὕτω διατυπώσαντες τὸ πλάσμα· δύο στρατοὶ ἐπελθόντες πόλει τὴν | |
5 | λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι τῶν ἐν αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφ’ ᾧ τε καταθέσθαι τὸν πόλεμον. οἱ δ’ ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλ’ ἐνεδρεύ‐ | |
10 | σοντες ἐπὶ πότον ἐρχόμενα τὰ τετρά‐ | |
12 | ποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρα‐ τοί, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάν‐ | |
15 | τες ἐπῆλθον αὐτοῖς. ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησι‐ άζοντες, δεδήλωκε περὶ αὐτῶν εἰ‐ πών· «δίχα δέ σφισιν ἥνδανε βου‐ λή». ἀκολούθως εἴρηται ἐπὶ τῶν ἐν‐ | |
20 | τός, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λόχον καθωπλίζοντο, παραδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ «οἳ δ’ ἴσαν» ἐπὶ τῶν ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκ‐ | |
25 | ται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκ‐ κλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ | |
30 | οἱ τερπόμενοι ταῖς σύριγξι νομεῖς εἰ | 30 |
31(3) | μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παρὰ λόγον· | |
5 | οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρ‐ ποντο, ἀλλ’ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως, ἀπελθόντων τῶν στρατῶν, παρακάθηται μὲν οὐ‐ δεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν | |
10 | λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον, τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ | |
15 | ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτη‐ μάτων, τοὺς δὲ πολεμίους μήπω πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομένων, λόχον αὐτῶν [τῇ πό‐ λει] συστῆσαι τοὺς τῶν ἔνδον φίλους | |
20 | στρατιώτας. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδο⸢χή⸣, ὡς ἐπιόντι σοι κατ’ αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ βʹ ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρι‐ κῆς διανοίας. ἐκεῖνο μέντοι παρελ‐ | |
25 | θεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμε‐ | 31 |
32(3) | νίσκον στίζειν ἠξίουν ἐπὶ τοῦ «τεῖ‐ χος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νή‐ | |
5 | πια τέκνα / ῥύατ’ ἐφεσταότες μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας» μετὰ τὸ «ῥύατο», εἶτα συνῆπτον τὸ ἑξῆς· «ἐφεσταότες μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρ⸢ασ⸣». «ἐὰν γὰρ τοῖς ἄνω», | |
10 | φασί, «συνάψωμεν, σολοικισμὸς ἔ‐ σται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ «ἑσταότες» ἀρσε‐ νικόν». ἐδυνάμην οὖν φάναι πρὸς αὐτούς, ὅτι καὶ οὕτως Ὅμηρος πολ‐ | |
15 | λὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει «κλυτὸς Ἱπποδάμεια» καὶ «θῆλυς ἀϋτμὴ» καὶ «ὀλοώτατος ὀδμὴ» καὶ | |
«ὄπα χάλκεον» καὶ «ἁλὸς πολιοῖο», | 32 | |
33(3) | καὶ ἐπὶ δυϊκῶν· «οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ». ἄλλως | |
5 | τε ἐν τοῖς τέκνοις καὶ οἱ ἀνέρες εἰσί· τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπ’ ἄλλων μυρίων; οἷον· «νεφέλη δέ μιν ἀμφιβέβηκε / κυανέη· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ»· πρὸς | |
10 | γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν· «ἠδ’ ἐπὶ δεξιά, ἠδ’ ἐπ’ ἀριστερὰ νω‐ μῆσαι βῶν / ἀζαλέην, τὸ μοί ἐστι τα‐ λαύρινον πολεμίζ⸢ειν⸣»· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν | |
15 | «ἐπ’ εἰροπόκοις ὀΐεσιν», ἐπάγει «τὰ δ’ ἐρῆμα φοβεῖται»· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα. καὶ ἐνταῦθα οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις εἶναι τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑπο‐ | |
20 | κειμένοις καὶ βʹ σχήματα ἔμιξεν, ἐπὶ τοῦ «διάνδιχ’ ἅπαντα δάσα‐ | |
σθαι / κτῆσιν ὅσην πτολίεθρον ἐπή‐ | 33 | |
34(3) | ρατον ἐντὸς ἐέργει»· τὸ γὰρ «ἅπαν‐ τα» πρὸς τὰ κτήματα ἀναφέρεται, | |
5 | τὸ δὲ «ὅσην» πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀν‐ θάδε πεπονθέναι τὴν φράσιν τῷ λε‐ γομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· «ἔνθα μὲν εἰς Ἀχέ‐ | |
10 | ροντα Πυριφλεγέθων τε ῥέουσι / Κώ‐ κυτός τε», «εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων». ὥσ‐ περ γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν | |
15 | νῦν ζητουμένων. εἰ γοῦν τὸ «ἐφε‐ σταότες» ἐπαγάγωμεν τῷ «μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας», οὐδ’ ἂν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει | |
τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς | 34 | |
35(4) | παρὰ ἀριθμὸν σχήμασιν ὑποπίπτει, | |
5 | τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβα‐ | |
τῷ δὲ ἀμφότερα λύεται. | 35 | |
36(29) | Τὸ «συναγείρεται» κατ’ οὐδὲν ἀ‐ | |
30 | ναγκαῖον ἐγράφη διὰ τοῦ γ, ἁμαρτη‐ | 36 |
37(3) | μάτων ὂν γραφικῶν 〈...〉 ἐπιεικῶς. τὸ γὰρ «συναείρεται» μᾶλλον ση‐ | |
5 | μαίνει προσεχῶς τὸ συνάγει καὶ συ‐ ναρμόζει. καὶ ἐν ἄλλοις «σὺν δ’ ἤει‐ | |
ρεν ἱμᾶσι», συνήγαγε τοὺς ἵππους. | 37 | |
39(19) | Ὁ μὲν οὖν Ἀριστοφάνης βούλεται | |
20 | τὸν ἰχθῦν, ὥστε καταφαγεῖν τὸν τοῦ Λυκάονος δημὸν [ἢ διαφαγόντα], | |
θρώσκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν | 39 | |
40(3) | τὴν φρῖκα· καί φησιν· «ἐπιπολῆς ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος | |
5 | ὑποδεδυκώς, ἐπειδὴ καὶ τῶν ἀποθα‐ νόντων τὰ σώματα, ἕως ἂν εἴη πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε». πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆ‐ σαι νηχόμενον ἰχθῦν ὑπεράνω μὲν ὕ‐ | |
10 | δατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδα‐ τος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄν‐ δρα φερόμενον. ἀλλ’ οὐδὲ τὴν φρῖκα ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν «μέλαιναν φρῖκα» λέγοντος· τού‐ | |
15 | του δὲ ἀξιοῦντος λευκότατον ἀκού‐ ειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμηρος «μελαίνῃ φρικὶ καλυφ‐ θείς», καὶ ἀλλαχοῦ· «ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθῦς / | |
20 | θινὶ ἐπὶ φυκιόεντι μέλαν τέ ἑ κῦμ’ ἐκάλυψε», καὶ ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας ἐπάγει· «μελανεῖ δέ τε πόντος ὑπ’ αὐτῆς». καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύματος ἀρχή. Σι‐ | |
25 | μωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώ‐ | 40 |
41(3) | μενος οὕτως ἔφη· «εἶς’ ἅλα στίζου‐ σα πνοιά». τὸ δὲ λέγειν ὅτι τὰ | |
5 | πρόσφατα σώματα φέρεται τῶν κυ‐ μάτων ἐπιπολῆς, ψεῦδος. τοὐναντίον ἐν ἀρχῇ μὲν γὰρ διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρό‐ τερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ | |
10 | νεκρὸς διισταμένου καταδύεται, σχή‐ ματι καταβαίνων καὶ βάρει· πλη‐ ρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμβάνων τῷ σχήματι με‐ τέωρος αἴρεται, βάρει τοῦ φέροντος | |
15 | ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ γράφει «μέλαιναν φρῖχ’ ὑπαΐξει», ἐν οἷς δὲ γράφει «μέλαι‐ ναν φρῖχ’ ὑπαλύξει». κἂν μὲν κρα‐ | |
20 | τήσῃ τὸ «ὑπαΐξει», φήσομεν λέγειν | |
αὐτόν· τῶν πηδώντων τις κατὰ τὸ | 41 | |
42(3) | κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, τουτέστιν ἐκ τοῦ ἄνωθεν θρώσκειν | |
5 | παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύε‐ ται καὶ ὁρμήσει κάτω, συγκαταφε‐ ρόμενος τῷ νεκρῷ, ὃς φάγῃ ἂν τοῦ Λυκάονος τὸν δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπολῆς τοῦ κύματος θρώσκειν | |
10 | ὑπακούομεν· εἰ δ’ ἐκ βάθους ἀναπη‐ δῶντα ἐπὶ τὸ κῦμα, ἔσται ὡς ἐπὶ τοῦ λίθου εἴρηκεν «ὕψι τ’ ἀναθρώ‐ σκων πέτεται», ἐπὶ τοῦ ἰχθύος τὸ ὑ‐ ψοῦ τὸ ἐκ βυθοῦ κάτωθεν κατὰ κύ‐ | |
15 | ματος θορεῖν, μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα, ἀλλ’ ὑπ’ αὐτὴν ὄντα ἅ‐ πτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολῆς φέ‐ ροιτο. εἰ δ’ «ὑπαλύξει» γράφοιτο, | |
φησὶ Πολύκλειτος τὸν νοῦν ἔσεσθαι· | 42 | |
43(3) | καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθῦς, φεύγων τῆς φρικὸς | |
5 | τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πολε‐ μιωτάτη· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πελάγους εἰς τὴν γῆν καταίρουσιν οἱ ἰχθύες· πολλοὺς δὲ αὐτῶν καὶ φω‐ λεύειν κατὰ τοῦ βάθους διὰ τὴν αὐ‐ | |
10 | τὴν αἰτίαν ἱστορεῖ γὰρ καὶ ὁ Ἀρι‐ στοτέλης ἐν τῷ ἑβδόμῳ Περὶ ζώων φύσεως· ψυχροτάτη δ’ ἡ φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δ’ ἐν τῷ βάθει τοῦ Λυκάονος ἔδεται τὸ | |
15 | λίπος. οὐ δοκεῖ μοί τινα τούτων ὀρ‐ θῶς ἀποδεδωκέναι τὸν νοῦν τῶν ἐ‐ πῶν. οὐ γὰρ εὐθύς φησιν Ὅμηρος αὐτὸν σφαγέντα καὶ ῥιφέντα τοῦτο παθεῖν, ἵνα ἐκδεχώμεθα ὅτι κάτω | |
20 | ἐνεχθέντος ὁ ἰχθῦς κάτω χωρεῖν λέ‐ γεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶσιν, ἀλλ’ ἐξενεχθέντα ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι ὑποβρύχιον, ἄνωθεν δὲ | |
25 | αὐτὸν ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕ‐ τω τὰ ἔπη· «ἐνταυθοῖ νῦν κεῖσο μετ’ | |
ἰχθύσιν, οἵ ς’ ὠτειλῆς / αἷμ’ ἀπολιχ‐ | 43 | |
44(3) | μήσονται ἀκηδέες, οὐδέ σε μήτηρ / ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ | |
5 | Σκάμανδρος / οἴσει δινήεις εἴσω ἁ‐ λὸς εὐρέα κόλπον· / θρώσκων τις κα‐ τὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει / ἰχθῦς, ὅς κε φάγῃσι Λυκάονος ἀργέ‐ τα δημόν». νεοσφαγῆ μὲν οὖν ὄντα | |
10 | φησὶ κεῖσθαι μετ’ ἰχθύσιν, ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτοῦ αἷμα ἀπολιχμήσε‐ | |
14 | σθαι τοὺς ἰχθῦς· χρονίζοντα δὲ ἄτα‐ | |
15 | φον ἐκβληθῆναι εἰς θάλασσαν ὑπὸ τοῦ ποταμοῦ, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθῦν ἀλλὰ κατὰ τὸ κῦμα («κατὰ κῦμα» γὰρ ἔφη, οὐχ ὑπὲρ | |
20 | κῦμα) ὑπὸ τὴν φρῖκα ἀίξαι. τὸ γὰρ μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει, ἀλλ’ ἄχρι τῆς φρικός. οὐ γὰρ ἂν ἐπέθρωσκε κα‐ τὰ κῦμα, ἀλλ’ ὑπὲρ τὸ κῦμα, εἰ καὶ | |
25 | τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου | |
οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ | 44 | |
45(3) | πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθῦν καὶ γενέσθαι ἄνω ὑπὸ τὴν | |
5 | φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀριστάρ‐ χειοι λέγοντες· «ὑπὸ τὴν φρῖκα ἀί‐ ξει τις τῶν ἰχθύων κατὰ τὸ κῦμα κολυμβῶν, ὃς φάγοι ἂν τὸν Λυκάο‐ | |
10 | νος δημόν. πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ ἅπτεσθαι ἰχθῦν ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν». Φιλητᾶς δὲ τῇ «ὑπαλύξει» γραφῇ συντιθέμενός φη‐ | |
15 | σιν, ὅτι ὁ φαγὼν ἰχθῦς τὸν Λυκά‐ ονος δημὸν πιμελώδης γενόμενος τὸ κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦ‐ το, ὅτι τὸ διανεστηκὸς τῆς θαλάσ‐ σης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν | |
20 | Ὅμηρος φρῖκα· «ὡς δ’ ὅθ’ ὑπὸ φρι‐ | 45 |
46(3) | κὸς Βορέω ἀναπάλλεται ἰχθῦς», τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν | |
5 | πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς. καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφοράν· «φρί‐ ξας εὖ λοφιήν»· καὶ «ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν». | |
11 | Ἠξίουν ἡμᾶς, παρατηροῦντας τὴν τοῦ ποιητοῦ ἐν πᾶσι λεπτουργίαν, ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμα‐ σιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν. | |
15 | φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρου δι’ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν «ὀφθαλμοῦ ἀλάωσεν», | |
ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς, | 46 | |
47(3) | ὁτὲ δὲ «ὀφθαλμῶν μὲν ἄμερσε», τὸ τοῦ μαίρειν ἐστερῆσθαι λέγων σκο‐ | |
5 | τεινόν· καὶ τὸ τοῦ μαίρειν ἀφῃρη‐ μένον εἴδωλον «ἀμαυρὸν» ἔφη· φω‐ τὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς ὁ‐ ρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλά‐ | |
10 | τωνα ἐπιταράξεως—ἢ γὰρ διὰ σκότος ἢ δι’ ὑπερβολὴν τοῦ συμμέ‐ τρου φωτός—, τὸ μὲν διὰ σκότος [καὶ] μὴ μαίρειν, εἴτουν μαρμαίρειν, ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ | |
15 | στιλβηδόνα ἐπὶ τοῦ χαλκοῦ· «ὄσσε δ’ ἄμερδεν / αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων / θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν». ὅθεν καὶ ἐπίθετον τοῦ χαλκοῦ | |
20 | ἐφιλοτέχνησε, τὸ «νώροπα χαλκόν» | 47 |
48(3) | καὶ «ἤνοπι χαλκῷ», σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν | |
5 | προσοῦσαν στιλβηδόνα. εἰ δὲ τὸ μέρ‐ δειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρ‐ δειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρ‐ δειν σμερδαλέον ἂν εἴη, τῆς ζα ἐγκειμένης· ὡς τὸ ζαχρειής. ὅταν | |
10 | οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ «σμερδα‐ λέον δέδορκε», τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δρά‐ κων παρὰ τὸ δρακεῖν εἴρηται. τὸ «σμερδαλέω δὲ λέοντε» ἐπὶ τῆς | |
15 | ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδε‐ | |
ξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ | 48 | |
49(3) | λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρ‐ μήνευσε τί τὸ σμερδαλέον ἐπ’ αὐτῷ | |
5 | εἰπὼν «γλαυκιόων». καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν «δεινή τε σμερδνή τε»· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς γλαυκώπι‐ | |
10 | δος Ἀθηνᾶς ἔφη· «δεινὼ δέ οἱ ὄσσε | |
12 | φάανθεν», ὅπερ ἐπ’ ἄλλων ἔφη «ὄμμα‐ τα μαρμαίροντα». «γλαυκιόωντες» δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ «γλαυκῶ‐ | |
15 | πις» ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄ‐ σκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ’ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιά· «σκι‐ όωντο δὲ πᾶσαι ἀγυιαί», τουτέστι δύντος τοῦ ἡλίου συνεσκοτοῦντο· | |
20 | ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμ‐ | 49 |
50(3) | βλύ· ἡ οὖν ὀξὺ ὁρῶσα γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλ‐ | |
5 | βηδόνος «γλαυκὴ» καὶ ἡ θάλασσα εἴρηται καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη «γλήνη» καὶ «τρίγληνα» τὰ ἐλλό‐ βια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλ‐ βειν, καὶ «ὃς γλήνεα πολλὰ κεχάν‐ | |
10 | δει» τὰ μὴ ἐρρυπωμένα ἱμάτια ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφου‐ μένη θάλασσα «μελανεῖ δέ τε πόν‐ τος» λέγεται· ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς «λευκὴ δὲ ἦν ἀμφὶ γα‐ | |
15 | λήνη»· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέ‐ λαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντί‐ κειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· | |
γέλως δὲ ἡ ἱλαρότης· «γέλασε δὲ | 50 | |
51(3) | πᾶσα περὶ χθὼν» φησὶ «χαλκοῦ ὑ‐ πὸ στεροπῆς», τουτέστι λαμπρυνθεῖ‐ | |
5 | σα φαιδρὰ ἐγένετο. οὕτω νόει καὶ τὸ «κόρυθες καὶ θώρακες λαμπρὸν γανόωντες», ἀπὸ τῆς γῆς τῆς λαμ‐ πούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ ὁ «γαίων» δὲ τῷ | |
10 | «κύδεϊ», ὁ διαχεόμενος καὶ λαμπρυνό‐ μενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσι, «φάεα» αὐτὰ κα‐ λεῖ· «κύσσε δέ μιν κεφαλήν τε καὶ | |
15 | ἄμφω φάεα καλά»· καὶ ἥμερον ζῷον ἄνθρωπος φώς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· | |
ὅταν γὰρ ἀποθάνῃ· «κατὰ δὲ ὄσσε | 51 | |
52(3) | ἐρεβεννὴ νὺξ ἐκάλυψεν»· ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ’ ὀργῆς καὶ ἐκκαυ‐ | |
5 | θῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς· «πυρὶ λαμπετόωντι ἐΐκτην», κρα‐ τησάσης δέ· «πῦρ ὀφθαλμοῖσι δέδορ‐ κε»· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέ‐ | |
10 | ναι τὸ αἷμα σμερδαλέον [δὲ] εἴρη‐ ται· «σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ», τουτέστιν ὕ‐ φαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. | |
15 | καὶ ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου εἰπὼν «μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγ‐ χέσπαλος ἢ ὀλοὸν πῦρ / οὔρεσι μαίνη‐ ται», ἐπάγει· «τὼ δέ οἱ ὄσσε / λαμ‐ πέσθην». λοιπὸν δὲ καὶ κατὰ μετα‐ | |
20 | φορὰν «σμερδαλέα» μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶ‐ ναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς· «σμερδαλέον κονάβησαν | |
25 | ἀϋσάντων ὑπ’ Ἀχαιῶν» καὶ «σμερδ‐ | 52 |
53(3) | νὸν βοόων»· καὶ γὰρ ἐπ’ ὀρχήσεως συντόνου μεταφέρων «μαρμαρυγὰς» | |
5 | ἔφη «θηεῖτο ποδῶν», τὰς ἐν τῇ κινή‐ σει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶ‐ τοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακρι‐ τικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν | |
10 | Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμ‐ πειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφ’ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ με‐ ρίζον ἀλλὰ σκοτεινὸν «ἀμαυρόν». καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ δια‐ | |
15 | κρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φω‐ τίζειν «μαρμαίρειν», δηλοῖ τὸ φῶς δάος καλέσας· «δάος μετὰ χερσὶν ἔχουσαι», ἀφ’ οὗ αἱ δεκτικαὶ τοῦ | |
φωτὸς δαΐδες καὶ δᾷδες. | 53 | |
54(3) | «Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγό‐ μενος πυρὶ πολλῷ / κνίσση μελδό‐ | |
5 | μενος ἁπαλοτρεφέος σιάλοιο / πάν‐ τοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγ‐ κανα κεῖται, / ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ». οἱ μὲν οὖν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν | |
10 | γράφειν «κνίσσην μελδόμενος», ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν’ ᾖ τὴν κνίσ‐ σαν τήκων 〈...〉 οὐκ εἶχον δὲ παρ’ | |
18 | Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσ‐ σος λεγόμενον, ἀλλ’ ἀεὶ θηλυκῶς· | |
20 | «κνίσση δ’ οὐρανὸν ἷκεν» καὶ «κνίσ‐ | 54 |
55(3) | σην ἐκ πεδίου ἄνεμοι φέρον». μή‐ ποτ’ οὖν οὐκ ἔστι «μελδόμενος» τὸ | |
5 | τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὅπερ οὖν λελυμένως ἔφη «μέλε’ ἤλδανε ποιμένι λαῶν», ση‐ μαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν | |
10 | «μελδόμενος» ἔφη, κατὰ μεταφο‐ ρὰν τὰ μέρη τοῦ λέβητος μέλη λέ‐ γων, ἅπερ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμε‐ νον λιπαίνεσθαι μέλδεσθαι ἔφη, ὡς | |
15 | ἐν ἄλλοις· «ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο». τινὲς δὲ οὕ‐ τως· «κνίσσῃ μελδόμενος», ἀντὶ τοῦ κνίσσης μέλη ἀλδόμενος, δοτικὴν ἀν‐ τὶ τῆς γενικῆς λαβόντες, ἢ τῇ κνίσ‐ | |
20 | σῃ ζεούσῃ αὐξάνων τὰ μέλη, ἤτοι τὰ κρέη, ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτρα‐ φοῦς χοίρου ὁ λέβης λιπαινόμενος | |
[καὶ τηκόμενος]. | 55 | |
56(3) | Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμή‐ ρου σαφηνίζειν αὐτὸν ἐξηγούμενον | |
5 | ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρα‐ κειμένως, ἄλλοτε δ’ ἐν ἄλλοις. τῆς τε γὰρ εἰροκόμου παράκειται συνε‐ ζευγμένη ἡ ἐξήγησις· «γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν / εἰρο‐ | |
10 | κόμῳ [προσεῖπε]». τίς οὖν ἡ εἰρο‐ κόμος; «ἥ οἱ» φησὶν «ἤσκειν εἴ‐ ρια καλά»· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια, αὐτοῦ ἐξηγησαμένου, εἴη ἂν ἡ εἰροκό‐ μος· ἀσκεῖν δὲ τὸ καλλωπίζειν, ὡς | |
15 | τὸ «χρυσὸν ... κέρασι περιχεύει / ἀ‐ σκήσας, ἵν’ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα». καὶ πάλιν· «ἄλλους αἰδέ‐ σθητε περικτίονας ἀνθρώπους». τίνες | |
οὖν οἱ περικτίονες; ἐπάγει· «οἳ περι‐ | 56 | |
57(3) | ναιετάουσι». «βοῦν ἦνιν εὐρυμέτω‐ πον / ἀδμήτην». ἆρ’ οὖν «ἀδμήτην» | |
5 | ἄγαμον δηλοῖ; οὐχί, ἀλλὰ «τὴν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ», καὶ πάλιν «ἔνθ’ οἵ γ’ οὐκέτι πάμπαν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης». τί οὖν ἐστιν «ἦρχε»; «καὶ πρῶτος Ἀθη‐ | |
10 | ναίῃ ἐπόρουσεν». ἐπὶ δὲ τῆς Πη‐ λιάδος μελίης καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προ‐ σοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον αὐτὴν ἐπίστασθαι πῆλαι τὸν | |
15 | Ἀχιλλέα· «ἀλλά μιν οἶος ἐπίστα‐ το πῆλαι Ἀχιλλεύς», ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός· «τὴν πατρὶ φίλῳ τάμε Χείρων», ἢ ἀπὸ Πηλίου τοῦ ὄρους ὅθεν ἐτμήθη· «πατρὶ φίλῳ | |
20 | τάμε Χείρων / Πηλίου ἐκ κορυφῆς». | |
ἀλλ’ ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ | 57 | |
58(3) | δένδρου τῆς μελίας [καὶ «οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε»], δῆλον | |
5 | ὡς καὶ τὸ «μείλινον ἔγχος» ἐκ με‐ λίας τοῦ δένδρου, οὐ μήν, ὡς οἱ πολ‐ λοί, τὸ μακρόν. καὶ «ἔγχεα ὀξυόεν‐ τα» τὰ ἐξ ὀξείας τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος· «ὀξύη ποτᾶτο», ἀλλ’ οὐ | |
10 | τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδε‐ δώκασιν. πάλιν· «ἤτοι ὁ κὰπ πε‐ δίον τὸ Ἀλήϊον». διὰ τί οὖν Ἀλήϊον; ἆρά γε παρὰ τὸ ἄσπορον καὶ μὴ ἔχον λήια; οὐδαμοῦ, ἀλλ’ ἐκ τοῦ οἶον | |
15 | αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται· «πά‐ | |
τον ἀνθρώπων ἀλεείνων». ἐν δὲ τῷ | 58 | |
59(3) | «καὶ μέν οἱ Λύκιοι τέμενος τάμον» ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τε‐ | |
5 | τμῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος λέγεται· «τέμενος τάμον». οὕτω καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πά‐ λιν πτωχὸν ἔφη πανδήμιον. τίς οὖν | |
10 | οὗτος; «ὃς κατὰ ἄστυ / πτωχεύεσκ’ Ἰθάκης», ἀλλ’ οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίᾳ. πάλιν δέ· «μετέπρεπε γαστέρι μάργῃ». τίς οὖν ἡ γαστρι‐ μαργία; ὥσπερ ὅρον ποιούμενος ἐπά‐ | |
15 | γει· «ἀζηχὲς φαγέμεν καὶ πιέμεν», τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές· ἐν ἄλ‐ λοις ἔφη «συνεχὲς αἰεί». καὶ ἐπὶ ἄλλου μὲν ἔφη ἐν πᾶσι διαπρέπον‐ | |
20 | τος «ὃ δ’ ἔπρεπε καὶ διὰ πάντων», ἐπὶ δὲ τοῦ Ἴρου «μετὰ δ’ ἔπρεπε | |
γαστέρι μάργῃ», ὅτι ἐπὶ τῇ γαστρι‐ | 59 | |
60(3) | μαργίᾳ μόνῃ διέπρεπε. πόθεν οὖν Ἶρος καλεῖται; «οὕνεκ’ ἀπαγγέλ‐ | |
5 | λεσκε κιών, ὅτε πού τις ἀνώγοι». καὶ πάλιν· «οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί;» τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν—«ἑλκέ‐ μεναι δὲ κέλονται»—, ἀπὸ τοῦ | |
10 | τοὺς διανεύοντας ἐπίλλειν τοὺς ὀφ‐ θαλμούς· καὶ «ἰλλάδες» οἱ συνε‐ στραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη· «ἐν δὲ στρόφος ἦεν ἀορτήρ». «τὸν μὲν ἄκουρον ἐόντα βάλλ’ ἀρ‐ | |
15 | γυρότοξος Ἀπόλλων». τίς οὖν ὁ ἄ‐ | |
κουρος; «μίαν οἴην παῖδα λιπόντα». | 60 | |
61(3) | ὡσαύτως καὶ τὸ «κύμβαχος» ἐξη‐ γεῖται ἐπάγων «ἐπὶ βρεχμόν τε καὶ | |
5 | ὤμους. / δηθὰ μάλ’ εἱστήκει». «γυ‐ ῖα» δὲ ἐξηγεῖται· «πόδας καὶ χεῖ‐ ρας ὕπερθεν»· καὶ «ἀμφιγυήεις» οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν καὶ «κυλλοποδίονα» προσεῖπε. καὶ | |
10 | τὸ «γυιώσω μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους», σκελεαγεῖς ποιήσω· ἐπάγει γάρ· «κατὰ δ’ ἅρματα ἄξω». φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγή‐ σασθαι, οἷόν ἐστι «ἦμος δ’ οὔτ’ ἄρ | |
15 | πω ἠώς, ἔτι δ’ ἀμφιλύκη νύξ»· οὐ | |
γὰρ εἰ μηδέπω ἠώς, ἔτι ἦν ἡ νύξ, | 61 | |
62(3) | ἀλλ’ ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ | |
5 | πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον | |
7 | διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διά‐ στημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου εἰπών· «παν‐ | |
10 | νυχίη μὲν ἄρ’ ἥ γε καὶ ἠῶ πεῖρε κέ‐ λευθον»· ἐπάγει· «ἠέλιος δ’ ἀνό‐ ρουσε, λιπὼν περικαλλέα λίμνην». καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθι‐ νοῦ φαμεν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς | |
15 | «ἠῶθεν δ’ ἀγορήνδε». ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου, τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ «νὺξ ἀμ‐ φιλύκη». λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας | |
20 | διάστημα ἠῶ· «ἔσσεται ἢ ἠὼς | 62 |
63(3) | ἢ δείλη ἢ μέσον ἦμαρ», «ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ», «εὗ‐ | |
6 | δον παννύχιος καὶ ἐπ’ ἠῶ καὶ μέσον ἦμαρ». λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέ‐ ραν· «ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος», «ἥδε δέ μοι νῦν / ἠὼς ἑνδεκάτη», | |
10 | περὶ οὗ φησιν «ἕνδεκα δ’ ἤματα θυ‐ μὸν ἐτέρπετο οἷσι φίλοισιν / ἐλθὼν ἐκ Λήμνοιο». ἠὼς δὲ καὶ ἡ θεός· «ὣς μὲν ὅτ’ Ὠρίωνα ἕλετο ῥοδοδάκτυλος Ἠώς». πάλιν αὑτὸν ἐξηγεῖται πα‐ | |
15 | ρακειμένως δι’ ὧν ἐπάγει ἐν τούτοις· «Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός». τί οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει «δειδιότα». τί οὖν παρακο‐ λούθημα δέους; «σάρκες δὲ περιτρο‐ | |
20 | μέοντο μέλεσσιν»· ὁ δὲ δειλὸς κα‐ κός, ἀφ’ οὗ τὸ «κακῶς». καὶ πάλιν τὸ δεδιέναι, ὅπερ πάθος ἐν τῇ ψυχῇ γί‐ | |
νεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ | 63 | |
64(3) | σώματι, ἐπιτέμνων ἔφη· «εἰ δὴ τοῦ‐ τόν γε τρομέεις καὶ δείδιας αἰνῶς». | |
5 | ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φό‐ βου, κρυόεντα καλεῖ τὸν φόβον· «φό‐ βου κρυόεντος ἑταίρη», καὶ ἐν ἄλ‐ λοις· «ψυχρὸν δέος εἷλε» καὶ «ῥίγησε δ’ ὁ γέρων» φοβηθείς. εἰ δ’ ὁ φόβος | |
10 | ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα «θαλπωρὴν» λέγει τὸ θάρσος. ἐκ δὴ τούτων παρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατη‐ ρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς | |
16 | αὐτῆς διανοίας παραλαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων. | |
20 | Ὅτι μὲν ὁ «τηλύγετος» δηλοῖ | |
παρ’ αὐτῷ καὶ τὸν μόνον γενόμενον | 64 | |
65(3) | παρίστησι τὰ ὑφ’ Ἑλένης λεγόμενα περὶ Ἑρμιόνης· «παῖδά τε τηλυγέ‐ | |
5 | την καὶ ὁμηλικίην ἐρατεινήν». ση‐ μαίνει δὲ καὶ τὸν τηλοῦ τῆς ἡλι‐ κίας τῷ πατρὶ γεγονότα, ὡς ἐπὶ δυοῖν γηράσκοντι τῷ πατρὶ γενομέ‐ νων ἔφη «ἄμφω τηλυγέτω· ὃ δ’ ἐτεί‐ | |
10 | ρετο γήραϊ λυγρῷ, / υἱὸν δ’ οὐ τέκετ’ ἄλλον». ἐπὶ τοίνυν τοῦ Ἰδομενέως ὅταν λέγῃ «ἀλλ’ οὐκ Ἰδομενῆα φό‐ βος λάβε τηλύγετον ὥς», ἐνδέχεται | |
μὲν ἀκοῦσαι ἀπὸ τῶν μονογενῶν | 65 | |
66(3) | παίδων κατὰ μεταφορὰν τὸν μεμο‐ νωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ | |
5 | γενεᾶς ὄντα, τουτέστι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ· «ἔνθα μεσαι‐ πόλιός περ ἐών, Δαναοῖσι κελεύσας / Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε». παρέχει δὲ τὴν ἀμφί‐ | |
10 | βολον ἐκδοχὴν αὐτὸν ποιήσας λέ‐ γοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰ‐ νείου· «δεῦτε φίλοι, καί μ’ οἴῳ ἀ‐ μύνετε· δείδια δ’ αἰνῶς»· ἐκ γὰρ τοῦ «οἴῳ ἀμύνετε» τηλύγετον ἔστιν ἐκ‐ | |
15 | δέξασθαι τὸν μόνον· ὅταν δὲ ὁ αὐ‐ τὸς πάλιν ἐπάγῃ «καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. / εἰ γὰρ ὁμηλικίη γενοίμεθα τῷδ’ ἐνὶ θυμῷ, / αἶψά κεν ἠὲ φέροιτο μέγα | |
20 | κράτος, ἠὲ φεροίμην», ἀναμφίβολον γίνεται μὴ τὸ [μὴ] τηλύγετόν γε ἐοικέναι ἐπὶ τοῦ [μὴ] ὁμήλικος, ἀλ‐ λὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ | |
25 | μὴ ὁμήλικος «οὗτος δὲ προτέρης γε‐ νεῆς προτέρων τ’ ἀνθρώπων». ἀλλ’ Ἰδομενεὺς μὲν «μεσαιπόλιος» καὶ | |
διὰ τοῦτο τῆς προτέρας γενεᾶς. | 66 | |
67(8) | Τῷ δ’ ἤδη δύο μὲν γενεαί: ἥ τε τῶν πατέρων, ὑφ’ ὧν γεννηθεὶς | |
10 | ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν—«ἐλ‐ θὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη / ... τῶν οἶος λιπόμην»—, τριτάτης δὲ ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γε‐ νεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο. | |
15 | καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδη‐ μήσας καὶ τῇ τρίτῃ [τῇ] ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀποδημεῖν λέγεται, | |
καίτοι μίαν μόνην τὴν μέσην τε‐ | 67 | |
68(3) | λέσας. | |
5 | ἄλλως τε ἡ γενεὰ λʹ ἔτη ἔχει· δύο | |
7 | οὖν γενεὰς πληρώσας, εἰς τρίτην | |
9 | κατελέγετο, ὥστε δύο γενεαὶ ἀν‐ | |
10 | θρώπων ἐφθάρησαν, οὐχ ὅτι δὴ ἀν‐ θρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περ〈ι〉οδικὰς γενεάς, τουτέστι τὰς καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακονταετίας. οὕ‐ | |
15 | τω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δὲ ναύαρχος τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦ‐ | |
γον τὴν στρατεύσιμον ἡλικίαν. | 68 | |
69(8) | Πρῶτος δοκεῖ Πλάτων λύπας ἡδο‐ ναῖς μιγνυμένας δεικνύναι ἐπ’ ὀρ‐ | |
10 | γαῖς καὶ πένθεσιν, Ὁμήρου πρῶτον τουτὶ συνεωρακότος καὶ τὸν Πλά‐ τωνα διδάξαντος. ὀργὴν μὲν γὰρ οὐ‐ δέποτε Ὅμηρος εἴρηκε, χόλον δὲ αὐ‐ τὴν προσαγορεύει οἰκειότερον, ἀπὸ | |
15 | τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ χόλῳ φησίν, ἄχος μὲν ὅταν λέγῃ· | |
«Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ | 69 | |
70(3) | ἦτορ / στήθεσσι λασίοισι διάνδιχα μερμήριξεν, / ἢ ὅ γε φάσγανον ὀξὺ | |
5 | ἐρυσσάμενος παρὰ μηροῦ / τοὺς μὲν ἀναστήσειεν, ὃ δ’ Ἀτρεΐδην ἐναρί‐ ζοι». ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκλη‐ κεν· «ἠὲ χόλον παύσειεν ἐρητύσειέ | |
10 | τε θυμόν»· θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν. καὶ πάλιν ἐπ’ ἄλλου· «ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι / πίμπλαντο». καὶ ὅτι οὐ γεννᾷ μό‐ | |
15 | νον ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπα‐ ραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέγων «κούρης χωόμε‐ νος» καὶ ἐπάγων· «τῆς ὅ γε κεῖτ’ ἀχέων». ὅτι δὲ καὶ ἡδονῇ συμμιγὴς | |
20 | ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέ‐ | |
τοχος ἐπιθυμίας, ἐξηγεῖται λέγων· | 70 | |
71(3) | «ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο / καὶ χόλος, ὅς τ’ ἐφέ‐ | |
5 | ηκε πολύφρονά περ χαλεπῆναι», τουτέστι ἐν ἐφέσει γενέσθαι καὶ ἐπι‐ θυμίᾳ τοῦ χαλεπαίνειν. πῶς οὖν ἡδο‐ νῆς μέτοχος; «ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο / ἀνδρῶν ἐν | |
10 | στήθεσσιν ἀέξεται ἠΰτε καπνός»· καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρ‐ μὴν ἐγειρομένην τὴν ὀργήν, ὅπερ αὐτὸς ἐν ἄλλοις ἔφη· «ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ», καὶ ἐπὶ τοῦ | |
15 | Μελεάγρου· «ἀλλ’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων / οἰδά‐ νει ἐν στήθεσσι νόον». οὐ μὴν ὅτι [τὴν] αὐτὴν ἔφεσιν καὶ ἔπαρσιν ἀπο‐ δεδώκασιν, ἀλλὰ καὶ ζέσιν. διὸ καπ‐ | |
20 | νῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ | |
ὀργισθέντος τοὺς ὀφθαλμοὺς πυρὶ ἐοι‐ | 71 | |
72(3) | κέναι φησίν. [καὶ μὴν ἡ λύπη μελαί‐ νει τοὺς ὀφθαλμούς, μελαίνει δὲ καὶ | |
5 | ὁ καπνός· «ῥωγαλέα ῥυπόωντα, κα‐ κῷ μεμορυγμένα καπνῷ».] τὸ οὖν ἄ‐ χος, τὸ τῆς ὀργῆς αἴτιον, καπνίζον τὴν ὀργήν, μελαίνει τὰς φρένας· «μένεος δὲ μέγα φρένες ἀμφιμέ‐ | |
10 | λαιναι / πίμπλαντο». τὸ δ’ ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι μελαίνει, φησὶν «ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν». τὸ δ’ ἄχθεσθαι τοῦ ἄχνυσθαι πλεονασμῷ δηκτικῆς ἀγα‐ | |
15 | νακτήσεως διαφέρει, λύπη δὲ ἑκάτε‐ ρον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη· «κεῖνος δ’ οὐκ | |
ἐθέλει σβέσαι χόλον, ἀλλ’ ἔτι μᾶλ‐ | 72 | |
73(3) | λον / πιμπλάνεται μένεος», [ὁμοίως τῷ «μένεος δὲ μέγα φρένες ἀμφιμέ‐ | |
5 | λαιναι / πίμπλαντο»]. κατηγορεῖ δὲ τοῦ πάθους ἀγριότητα· «αὐτὰρ Ἀ‐ χιλλεὺς / ἄγριον ἐν στήθεσσι θέτο με‐ γαλήτορα θυμόν», καὶ πάλιν· «χό‐ λος δέ μιν ἄγριος ᾕρει», πρὸς ὃ καὶ ὁ | |
10 | παραινῶν ἔφη ὡς ἐπ’ ἀγρίου θηρίου· «ἀλλ’ Ἀχιλλεῦ, δάμασσον θυμὸν μέ‐ γαν». καὶ πάλιν ἐνδεικνύμενος τὴν θηριωδίαν φησίν· «εἰ δὲ σύ γ’ εἰσελ‐ θοῦσα πύλας καὶ τείχεα μακρὰ / | |
15 | ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας / ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο». καὶ ὅτι τῶν ἐν κινήσει ἀλλ’ οὐκ ἐν σχέσει ἐστὶν ὁ χόλος, καθάπερ καὶ τὴν ὀργὴν τῶν | |
20 | ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα· «Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀνα‐ στὰς / ἠπείλησε μῦθον», καὶ πά‐ λιν· «Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτη‐ | |
25 | ροῖς ἐπέεσσιν / Ἀτρεΐδην προσέειπε, | |
καὶ οὔ πω λῆγε χόλοιο», ὡς ἂν δυ‐ | 73 | |
74(3) | ναμένου καὶ παύσασθαι. ὅταν δ’ ἐν σχέσει γένηται καὶ ἡσυχάζῃ, κότον | |
5 | καλεῖ. διό· «εἴ περ γάρ τε χόλον | |
7 | γε καὶ αὐτῆμαρ καταπέψῃ, / ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ», ὡς ἐγχωροῦν ἐᾶσαι μὲν | |
10 | τὸν χόλον, περιποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως, ἀφ’ οὗ κινηθέν‐ τος πάλιν χόλος. ταὐτὸν καὶ θυμός, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δη‐ λοῖ τῷ χόλῳ· ἀλλ’ ὁ μὲν θυμὸς ἀπὸ | |
15 | τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χο‐ λῆς καὶ τοῦ χολᾶν προσηγόρευται. εἰπὼν γοῦν· «μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν», ἐπάγει· «θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων | |
20 | βασιλήων»· καὶ πάλιν· «ἠὲ χόλον | 74 |
75(3) | παύσειεν ἐρητύσειέ τε θυμόν», καὶ πάλιν· «καὶ μάλα περ θυμῷ κεχο‐ | |
5 | λωμένον», εἰ μή τις ἐνταῦθα θυμὸν τὴν ψυχὴν λέγει, ὡς τὸ «ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν»· τὸ δ’ «ἄληκτόν τε κακόν τε / θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν οὐρανίωνες | |
10 | οὕνεκα κούρης» ἐπὶ τοῦ χόλου λέγει καὶ ἀντὶ τῆς ὀργῆς παραλαμβάνει. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμός, δηλοῖ λέγων· «Τρωσὶ θυμὸν ἐγεῖραι». θυ‐ | |
15 | μὸς δὲ καὶ χόλος, προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώε‐ σθαι λέγεται, καὶ ὁ ἐν τῷ τοιούτῳ πάθει «χωόμενος κῆρ»· αὐτίκα τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρω‐ | |
20 | τῶσιν· «ὅς κ’ εἴπῃ ὅ τι τόσσον ἐχώ‐ | 75 |
76(3) | σατο Φοῖβος Ἀπόλλων»· διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι πονηρὸν δυναμέ‐ | |
5 | νου βασιλέως δι’ ὀργὴν εἴρηται· «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσε‐ ται ἀνδρὶ χέρηϊ». οὕτως εἴρηκε καὶ τὸ «σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις / χωό‐ μενος» ἀντὶ τοῦ ἀμυχὰς ποιήσεις, | |
10 | σπαράττων τὴν ψυχήν· οὕτω τὸ δραστικὸν δι’ ἀγανάκτησιν περιέ‐ χει τὸ χώεσθαι. καὶ τοίνυν τὸ «χωό‐ μενος δ’ ὁ γέρων πάλιν ᾤχετο» ἀ‐ κουσόμεθα οὐδὲ ἁπλῶς ὀργιζόμενος, | |
15 | ἀλλὰ μετ’ ἀγανακτήσεως ἀμυντι‐ κῆς· διὸ καὶ καταρᾶται, καὶ κατὰ τοῦτο ἀμυνόμενος. διὸ καὶ «χωόμε‐ νος κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς» Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ | |
20 | τὴν τιμωρητικὴν διαγανάκτησιν· ἐ‐ | |
22 | πιβουλεύεται οὖν διὰ τῆς μητρὸς | |
τοῖς Ἕλλησι καὶ οὐχ ἁπλῶς ὀργί‐ | 76 | |
77(3) | ζεται. ὅπερ γὰρ τὸ ἄχθεται πρὸς τὸ ἄχνυται ἔχει περιττεύουσαν ἀγα‐ | |
5 | νάκτησιν, τοῦτο τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι· «μή οἱ γοῦνα λαβόν‐ τι χολώσαιτο φρένα κούρη», ἀντὶ τοῦ ὀργισθείη· «γαῖα δ’ ὑπεστονάχι‐ ζε Διὶ ὣς τερπικεραύνῳ / χωομένῳ», | |
10 | καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεσθαι· «ὅτε τ’ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ». ἐν κινήσει μὲν οὖν χόλος, θυμός· χώε‐ σθαι οὖν ταὐτὸν θυμὸς καὶ χόλος· τὸ δὲ χώεσθαι ἀντὶ τοῦ σκύζεσθαι. εἰ‐ | |
15 | πὼν γοῦν «σέθεν δ’ ἐγὼ οὐκ ἀλε‐ γίζω / χωομένης», ἐπάγει· «οὔ σευ ἐγὼ / σκυζομένης ἀλέγω»· ἐπὶ τοῦ Ἀχιλλέως «χωόμενος κατὰ θυμὸν» εἰπών, ποιεῖ λέγοντα· «οἵ μοι σκυζο‐ | |
20 | μένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον». ἐν δὲ σχέσει μῆνις † μὲν κότος ὢν | |
καὶ μῆνις μὲν ὁπόταν μὴ τὸ μένος | 77 | |
78(3) | δηλοῖ ταὐτόν †· ἔστι γὰρ καὶ μέ‐ νος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· | |
5 | πάλιν δὲ μῆνις, προσειληφυῖα τὸ ἐ‐ πιτηρητικὸν μετ’ ἀγανακτήσεως 〈καὶ〉 κακοποιίας, κότος γίνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναπο‐ κεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώε‐ | |
10 | σθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνις· «αὐτὰρ ὃ μήνιε [παρὰ] νηυσὶ παρή‐ μενος ὠκυπόροισι» καὶ «ἀλλὰ σὺ μὲν νηυσὶ παρήμενος ὠκυπόροισι / μήνι’ Ἀχαιοῖσι», καὶ διὰ τὸ μένειν | |
15 | καὶ κεῖσθαι ἡσυχάζοντα καὶ ἔχοντα σι⸢γήν⸣, φησὶ «κεῖτ’ ἀπομηνίσας», παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμός· «πάνθ’ ὑπὸ μηνιθμόν». ὅτι δὲ μένος καὶ μῆνις | |
20 | ταὐτόν· «Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος». τίς οὖν ἐστι μῆνις; χόλος, | |
φησί, μὴ ἀφεθείς· ἐπάγει γοῦν· «αὐ‐ | 78 | |
79(3) | τὰρ ἐγώ γε / λίσσομ’ Ἀχιλλῆϊ με‐ θέμεν χόλον»· καὶ πάλιν ἀντὶ τοῦ | |
5 | φάναι μὴ μήνιε ἔφη· «ἔα δὲ χόλον θυμαλγέα», καὶ παυσαμένῳ μήνιδός φησι «μεταλλήξαντι χόλοιο». καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος με‐ θήμων· «ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χό‐ | |
10 | λος φρ⸢ε⸣σίν, ἀλλὰ μεθήμων»· καὶ ὁ ἄγαν τηρῶν καὶ ὁ ἀναφαίρετος τὸν χόλον «ἀιὲν ἐπιζαφελῶς χαλε‐ παίνει»· ζαφελὲς γὰρ τὸ ἀναφαίρε‐ τον, καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις, | |
15 | «ὅτε κέν τιν’ ἐπιζαφελῶς χόλος ἵ‐ κοι»· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος. [καὶ τὸ μένος δὲ παρὰ τὸ μέ‐ νειν, μένειν δὲ ἀκίνητον ⸢καὶ ἄτρο‐ μον⸣ καὶ μὴ φεύγειν· «ἐν γάρ τοι | |
20 | στήθεσσι μένος πατρώϊον ἧκα / ἄτρο‐ μον». ὅτι γὰρ παρὰ τὸ μένειν· «ἔτι μοι μένος ἔμπεδόν ἐστι». καὶ μένος | |
οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ | 79 | |
80(3) | δράξασθαι· «οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον»· καὶ ὅτι παρὰ τὸ μένειν τὸ | |
5 | μένος· «Ἀργεῖοι δ’ ὑπέμειναν ἀολ‐ λέες οὐδὲ φόβηθεν», «οὔτε Τρώων βίας ὑπεδείδισαν οὔτε ἰωκάς, / ἀλλ’ ἔμενον νεφέλῃσι ἐοι⸢κότεσ⸣». ὅτι δὲ τὸ μένος σθένος· «πάντως, οἷον ἐμὸν | |
10 | μένος καὶ χεῖρες ἄαπτοι» εἰπόντος τοῦ Διός, φησίν· «εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν». ὡς οὖν [παρὰ] τὸ σθένος μέ⸢νος, οὕτω⸣ καὶ χόλος μένων μένος καὶ μῆνις. | |
15 | εἰπὼν γοῦν «χαλεπὴ δὲ θεοῦ ἔπι μῆ‐ νις», ἐπάγει· «οὐ γάρ τ’ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων».] ὅτι δὲ ⸢μῆ⸣νις ⸢ἐπι⸣τηροῦσα καιρὸν τι⸢μω‐ ρίας κότον⸣ δηλοῖ· «ἀλλά γε καὶ | |
20 | μετόπισθεν ἔχει κότον, ὄφρα τελέσ‐ | |
σῃ»· τὸ γὰρ «ὄφρα τελέσσῃ» ἕως | 80 | |
81(3) | ἂν κατεργάσηται καὶ κακώσῃ τὸν λυπήσαντα. ὅτι ⸢δὲ παρὰ⸣ τὸ ἐγκεῖ‐ | |
5 | σθαι κότος εἴρηται, ἐξηγεῖται· «ὅ τοι κότον ἔ⸢νθετο⸣ θυμῷ», καὶ ὅτι ἐπιτηρητικὸν ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρόν· «Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων / αὐτὸς ἐπισ‐ | |
10 | σείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι / τῆσ‐ δ’ ἀ⸢π⸣άτ⸢ησ⸣ κοτέων· τὰ μὲν ἔσ‐ σετ’ οὐκ ἀτέλεστα», ὁμοίως τῷ «ἔ‐ χει κότον, ὄφρα τελέσσῃ». καὶ πά‐ λιν «ὀλλῦσαι Τρῶας, τοῖσι κότον | |
15 | αἰνὸν ἔ⸢θ⸣εσ⸢θε⸣»· ἔθεσθε δὲ ἐν τῷ θυμῷ ἀκο⸢υ⸣στέον· τὸ γὰρ αὐ⸢τό ἐστι τῷ⸣ «κότον ἔνθετο θυμῷ». καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι «καὶ ἐκπά‐ γλως κοτέοντο νεμέσηθέν τ’ ἐνὶ θυ‐ | |
20 | μῷ», προσάγει τὰ ἐκ τοῦ κότου ἔργα· «Ἀτρεΐδη νῦν δή σε, ⸢ἄνα⸣ξ, ἐ⸢θέ‐ | |
λουσιν⸣ Ἀχ⸢αιοὶ⸣ / πᾶσιν ἐλέγχι‐ | 81 | |
82(3) | στον θέμεναι». καὶ τὰ «οὐδ’ ὄθομαι κοτέοντος» οὐκοῦν ἀκουσόμεθα τῆς | |
5 | εἰς τὸ δρᾶν ἐγκειμένης μήνιδος μὴ φροντίζειν· διὸ καὶ αὐτὸς ἐπαπειλεῖ ἐπε⸢ξε⸣λθ⸢ὼν⸣ καὶ ἐπάγει· «⸢ὄφρ’ ἐῢ εἰδῇς / ὅσσον⸣ φέρτερός εἰμι σέθεν». [καὶ ὅτι μὲν ἡ μῆνις μέγαν χόλον δη‐ | |
10 | λοῖ· «πὰρ Διὸς αἰγιόχοιο χόλος [δὲ] καὶ μῆνις ἐτύχθη»· ὅτι δὲ μῆνις ἀ‐ γανάκτησιν ἀ⸢μυντι⸣κ⸢ὴν περιέχου‐ σά ἐστιν ὁ κότοσ⸣, παρίστησι διὰ τού‐ των· «εἰ μή τις θεός ἐστι κοτεσσά‐ | |
15 | μενος Τρώεσσιν / ἱερῶν μηνίσας· χα‐ λεπὴ δὲ θεοῦ ἔπι μῆνις»· μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίσταται.] εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κί‐ νησιν πρόσκαιρος ὀργὴ χόλος καὶ θυ‐ | |
20 | μός, ἡ δὲ [κίνησις] μετ’ ἀγανακτήσε‐ | 82 |
83(3) | ως δραστικῆς ἐνεργείας χώεσθαι λέ‐ γεται καὶ σκύζεσθαι, ὡς ἀπόθετος | |
5 | μὲν χόλος μένος καὶ μῆνις, 〈μῆνισ〉 δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότος, καὶ ὅπως ὁρμὴ ἐπηρμένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται. καὶ | |
10 | πάντα ὅσα ἔγκειται παρατηρεῖν μᾶλλον ἠξίουν τοὺς τὰς μικρὰς ἐξη‐ γήσεις περὶ τὴν μῆνιν καταβαλλο‐ μένους. | |
16 | Γελοίως ὁ Ἀπίων τοὺς ἱπποκο‐ | |
ρυστὰς ἀπέδωκε τοὺς κόρυθας ἔχον‐ | 83 | |
84(3) | τας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ δὲ παρὰ τὴν κόρυν συνέκειτο, κἂν | |
5 | ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαί‐ νει τὸν ἐφ’ ἵππων ὁπλίτην. κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχη‐ τής· «πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν», «ὥς ῥα τὸν | |
10 | ὑψοῦ ἔχοντε δύο Αἴαντε κορυσταί». καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυ‐ στήν· «Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ», τὸν ὁπλί‐ την σημαίνων καὶ ἀντίθετον τῷ ἱπ‐ | |
15 | ποκορυστής. ἐκ δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεονασμῷ τοῦ θ ἔφη «κορ‐ θύεται», ἥ τε περικεφαλαία κόρυς καὶ κορύνη, ἀμυντήριον ἐκ κεφαλῆς ῥο‐ πὴν ἔχον καὶ βάρος, παρὸ καὶ ῥό‐ | |
20 | παλον λέγεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς | |
τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον | 84 | |
85(3) | σκηπάνιον καὶ σκῆπτρον. καὶ ἐπὶ τοῦ δόρατος τοῦ ἐπερεισθέντος τῇ γῇ | |
5 | «οὔδει ἐνισκίμφθη»· ὥσπερ δὲ ἐπὶ τοῦ δόρατος, 〈ᾧ〉 καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι, «στῆ δ’ ἄρ’ ἐπὶ μελίας χαλκογλώχινος ἐρεισθείς», οὕτω ἐπὶ τοῦ ῥοπάλου, ὅταν λέγῃ «δὸς δέ | |
10 | μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί», ὥστε σκηρίπτεσθαι. ἐν δὲ τῷ ἱπποκορυστὴς δύναται ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ «ἐν δ’ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀ‐ | |
15 | χιλλεύς, / ὀτρύνων ἵππους 〈τε〉 καὶ ἀνέρας ἀσπιδιώτας»· τοὺς γὰρ ἵπ‐ πους τοῖς ἀσπιδιώταις ἀνδράσιν ἀν‐ τιτιθείς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς | |
20 | ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συ‐ νηθείᾳ λέγομεν ἡ ἵππος τῶν Περσῶν ἐνίκησεν, ἀντὶ τοῦ οἱ ἱππεῖς· ἡγεμο‐ νικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει «ἵππους τε καὶ ἀνέρας». καὶ | |
25 | τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς | 85 |
86(3) | κατ’ ἐπικράτειαν εἰρημένον δηλοῖ· οὐ μόνον οἱ ἱππεῖς ἀλλὰ καὶ οἱ πεζοὶ | |
5 | οὐδ’ οἱ ἄνδρες μόνον ἀλλὰ καὶ αἱ γυ‐ ναῖκες ἐκάθευδον. | |
9 | Παρατηρεῖν δεῖ 〈ὅτι〉, ὅταν ἐκ | |
10 | προσώπου τινὸς μετάγειν λόγους | 86 |
87(3) | μέλλῃ τινὰς ὁ ποιητής, καὶ προλέ‐ γει προσημαίνων οἷος ἔσται ὁ λόγος | |
5 | ἢ μεθ’ οἵας διαθέσεως λεγόμενος. οὕ‐ τω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποι‐ ητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιη‐ τὴς παρήγγειλε τῶν λεγομένων ἀ‐ κουσόμεθα. οἷον εἰπόντος «τὸν δ’ ἄρ’ | |
10 | ὑπόδρα ἰδὼν προσέφη», ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπο‐ μένου· καὶ πάλιν προειπόντος· «καί | |
μιν νεικείων ἔπεα πτερόεντα», θεω‐ | 87 | |
88(3) | ρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λό‐ γοι ὀνείδη παρέχουσιν. ὅταν δὲ «ὅ | |
5 | σφιν εὖ φρονέων ἀγορήσατο καὶ με‐ τέειπε», φρονίμους προσδεκτέον λό‐ γους· φρονίμου γάρ ἐστι 〈τὸ〉 τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ τὸ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα. | |
10 | τὸ μὲν οὖν «ἀγορήσατο» δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἑστη‐ κότων, ὡς ὁ λέγων «οὔτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὔθ’ ἑκατόμ‐ βης, / ἀλλ’ ἕνεκ’ ἀρητῆρος ὃν ἠτίμης’ | |
15 | Ἀγαμέμνων», τὸ δὲ «μετέειπε» τὸ | 88 |
89(3) | μετὰ ταῦτα ἐπαγαγεῖν τὸ ποιητέον· ἐπάγει γάρ· «οὐδ’ ὅ γε πρὶν λοιμοῖο | |
5 | βαρείας χεῖρας ἀφέξει, / πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι» καὶ τὰ ἑξῆς. καὶ τὰ ἐπὶ τοῦ Νέστορος· «ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκά‐ νει» διήγησιν ἔχει τῶν ἐνεστηκό‐ | |
10 | των ἅπερ «ἀγορήσατο», ἐπὶ δὲ τοῦ «ἀλλὰ πίθεσθε καὶ ὔμμες» μετὰ τὸ διηγήσασθαι τὰ ἐνεστηκότα εἶπεν ἃ δεῖ πράττειν. πάλιν ὅταν προείπῃ· «καὶ τότε κουφότερον μετεφώνεε Φαι‐ | |
15 | ήκεσσι», δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ | |
τὴν νίκην τοῦ Ὀδυσσέως· τοιοῦτον | 89 | |
90(3) | γὰρ τὸ «τούτων νῦν ἐφίκεσθε, νέοι», καὶ τὰ ἑξῆς· προθεωροῦντι γὰρ ἔοι‐ | |
5 | κεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατι‐ θέναι τι τοὺς ἀκουσομένους περὶ τοῦ εἴδους τῶν λόγων. ἐκ δὲ τούτου πολλὰ ἔνεστι λύειν τῶν παρεωραμέ‐ νων τοῖς γραμματικοῖς. αὐτίκα τὸ | |
10 | ἐπὶ τοῦ Διός· «αὐτίκ’ ἐπειρᾶτο Κρο‐ νίδης ἐρεθιζέμεν Ἥρην / κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων». μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλ‐ λοντος τρόπου τοῦ λόγου εἴρηκεν, | |
15 | ἀλλοκότους ἐξηγήσεις ποποίηνται· | 90 |
91(3) | φησὶ γὰρ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεύς, παραβάλλων καὶ ἀν‐ | |
5 | τεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάν‐ δρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γινομένην. τὸ οὖν «παραβλήδην» τὸ μετὰ τοῦ πα‐ ραβάλλειν λέγει, ὅπερ εἰώθασι λέ‐ | |
10 | γειν συγκρίνειν. καὶ ὅτι τοῦθ’ οὕτως ἔχει, δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκρι‐ τικὸς ὤν· «δοιαὶ μὲν Μενελάῳ ἀρη‐ γόνες εἰσὶ θεάων, / Ἥρη τ’ Ἀργείη καὶ ἀλαλκομενηῒς Ἀθήνη. / ἀλλ’ | |
15 | ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόω‐ σαι / τέρπεσθον· τῷ δ’ αὖτε φιλομει‐ δὴς Ἀφροδίτη / αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει». καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέ‐ | |
20 | τασις, ἀλλ’ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι· δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ Ἀλεξάν‐ δρῳ, καὶ ἡ μὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖ χρηματίζουσα καὶ διὰ | |
25 | τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι | 91 |
92(3) | ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ἀλαλκομε‐ νηΐς, ἡ δὲ Ἀφροδίτη φιλομειδὴς καὶ | |
5 | οὐκ ἀπ’ Ἰλίου· καὶ ὅμως αἱ μὲν νό‐ σφι τοῦ Μενελάου κάθησθε, ἡ δὲ «αἰεὶ παρμέμβλωκε»· καὶ αἱ μὲν θε‐ ωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ κῆρας ἀμύνει συμπαραμένου‐ | |
10 | σα· «καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». ὀρθῶς ἄρα προείρηκε ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός. πά‐ λιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ | |
15 | «ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ ἤρετο δεύ‐ τερον αὖτις», τὸ «ἤρετο» οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώτα ἁπλῶς, ἀλ‐ λ’ ἀντὶ τοῦ ἠρώτα τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ «νημερτὲς μὲν | |
20 | δή μοι ὑπόσχεο καὶ κατάνευσον / ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδῶ / ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμο‐ τάτη θεός εἰμι», ἐπεὶ καὶ ἐν ἄλλοις | |
ἔφη· «εἰρωτᾷς μ’ ἐλθόντα θεὰ θεόν· | 92 | |
93(3) | αὐτὰρ ἐγώ τοι / νημερτέως τὸν μῦ‐ θον ἐνισπήσω». καὶ τὸ «εἴρεαι» τοί‐ | |
5 | νυν «ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω» οὕτως ἀκουσόμεθα· εἰ τἀ‐ ληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις. καὶ τὸ «Ἑρμείαν ἐρέεινε Καλυψώ, δῖα θεάων»· ἐπάγει γὰρ «αὔδα ὅ | |
10 | τι φρονέεις». τὸ ἐνισπεῖν δὲ παρα‐ πλησίως οὐ μὴν ἁπλῶς τὸ εἰπεῖν, ἀλλ’ ἀληθῶς εἰπεῖν· «αἴ κ’ ἐθέλῃ‐ σθα / κείνου λυγρὸν ὄλεθρον ἐνι‐ σπεῖν», καὶ τὸ «νημερτέως τὸν μῦθον | |
15 | ἐνισπήσω», ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν ἐπαλη‐ θεύσομαί σοι ἀψευδῆ τὸν λόγον. καὶ τὸ «ἔννεπε» οὖν ἀληθῆ λέγε· «τίς γὰρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔν‐ | |
20 | νεπε Μοῦσα», καὶ τὸ «ἄειδε» πά‐ λιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ | |
γὰρ ἡ ποίησις. εἰπὼν γοῦν «ἀλλά γε | 93 | |
94(3) | δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄει‐ σον», ἐπάγει· «αἴ κεν δή μοι τάδε | |
5 | κατὰ μοῖραν καταλέξῃς», ὅπερ ἐν ἄλλοις· «πάντα κατ’ αἶσαν ἔειπες, ἀγακλεές». τί οὖν τὸ «κατ’ αἶσαν» εἰπεῖν; φησὶν «οὐδ’ ἂν ἔγωγε / ἄλλα πάρεξ εἴποιμι παρακλιδόν, οὐδ’ ἀπα‐ | |
10 | τήσω» [⸢καὶ⸣ ὅταν δὲ προείπῃ «εἶ‐ θαρ δὲ προσηύδα», τὸ εὐθὺ καὶ ἀλη‐ ⸢θὲσ⸣ καὶ φ⸢α⸣νερὸν ἀκουσόμεθα. ὅπερ πάλιν ἔφη «ἔπος ἀντίον ηὔ‐ δα», ἐξηγήσατο τὸ ἄντικρυς καὶ | |
15 | διαῤῥήδην, ὅπερ ἐν ἄλλοις ἔφη «ἄν‐ τικρυ δ’ ἀπόφημι»]· τοῦ γὰρ εὐθέος λόγου δύναμ⸢ισ⸣ τὸ μὴ πάρεξ εἰ‐ πεῖν ἀλλὰ μηδὲ παρεκκλῖναι, καθά‐ περ ἐπὶ τῶν οὕτω βαδιζόντων. καὶ | |
20 | τὸ «ἀντίον» δὲ «ηὔδα» ἐξηγήσα‐ | |
το «τῶν οὐδ⸢έν τοι ἐγ⸣ὼ κρύ⸢ψω⸣ | 94 | |
95(3) | ἔπος ⸢οὐδ’ ἐπικεύσω⸣»· οἱ γὰρ ἰθὺ καὶ κατεναντίον ἰόντες οὐ κρυπτάζονται, | |
5 | κρύπτουσι δὲ μάλιστα οἱ κλέπτοντες. ὅθεν ἐπὶ τοῦ ἀπατῶντος «κλέπτε νόῳ». 〈τί οὖν τὸ «κλέπτε νόῳ»;〉 «ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ». | |
19 | Τὸ «κακοσσόμενος» οὐ σημαίνει τὸ | 95 |
96(3) | κακῶς ὑποβλεψάμενος· οὐ γὰρ οἷόν τε 〈τὸ〉 κακῶς συναλεῖψαι διὰ τὸ | |
5 | σύμφωνον οὐδ’ ἔστιν ὅπου τὸ ὑποβλέ‐ ψασθαι ὄσσεσθαι λέγει· ἀλλὰ σημαί‐ νει τὸ «κακοσσόμενος» (ἐν συνθέτῳ γὰρ εἴρηται) κακόμαντις. ἐπεὶ γὰρ «ὄσσα» ἡ θεία φωνή, ἣν καὶ Διὸς ἄγ‐ | |
10 | γελον ἔφη—«μετὰ δέ σφισιν ὄσ‐ σα δεδήει / ὀτρύνους’ ἰέναι, Διὸς ἄγ‐ γελοσ»—, Διὸς 〈δὲ〉 ἄγγελοι καὶ οἱ μάντεις καὶ τῆς ὀπὸς τῶν θεῶν ἀ‐ | |
κούουσιν, ἥτις ἐστὶν ὄσσα—«ὣς | 96 | |
97(3) | γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν»—, ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ «κακοσ‐ | |
5 | σόμενος», ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε· κα‐ κὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀπο‐ καλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς κακο‐ λογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν | |
10 | φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν, ἀλλ’ ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. εἴρηκε δὲ καὶ ἐν ἄλλοις· «οὐ μὲν γάρ τοι ἐ‐ γὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω / ἀλ‐ | |
15 | λ’ ἀγαθὰ φορέουσα», οὐ κακὸν κλη‐ δονιζομένη, καὶ «ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσὶ» σημαίνει ὁ ἐν | |
αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος | 97 | |
98(3) | θείας τυχεῖν φήμης περὶ τῆς ἐπανό‐ δου τοῦ πατρός, καὶ τὸ «οὔ ποτέ μοι | |
5 | θάνατον προτιόσσετο θυμός», ἀντὶ τοῦ προεμαντεύετο. καὶ ἔτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνηστήρων λέ‐ γων «ἐς δ’ ἰδέτην πάντων κεφαλάς, | |
10 | ὄσσοντο δ’ ὄλεθρον»· τοῦτο ἐπ’ ἄλλου ἐξηγήσατο εἰπών· «Ξάνθε, τί μοι θά‐ νατον μαντεύεαι;» τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ ἐξηγεῖται λέγων· «ἢ ὄσ‐ σαν ἀκούσεις / ἐκ Διός». λέγει δὲ | |
15 | αὐτὴν καὶ κληδόνα· «ἤλυθον, εἴ τι‐ νά μοι κληδόνα πατρὸς ἐνίσποις», κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· «ἢ ὄσσαν ἀκούσεις, / ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι», | |
20 | καὶ αὐτὸς ὁ Τηλέμαχος «πατρὸς | 98 |
99(3) | ἐμοῦ», φησί, «κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω», καὶ «ᾤχετο πευσό‐ | |
5 | μενος μετὰ σὸν κλέος, εἴ που ἔτ’ εἴης». καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· «πεύ‐ θετο γὰρ Κύπρονδε μέγα κλέος, οὕ‐ νεκ’ Ἀχαιοὶ / ἐς Τροίην νήεσσιν ἀνα‐ | |
10 | πλεύσασθαι ἔμελλον». τὴν δὲ ὄσ‐ σαν, οὖσαν θείαν φωνήν, καὶ «ὀμφὴν» | |
13 | προσαγορεύει· «θείη δέ μιν ἀμφέχυτ’ ὀμφή», καὶ τὸ «ἔνθα πανομφαίῳ | |
15 | Ζηνὶ ῥέζεσκον Ἀχαιοί», ἐπειδὴ ἡ ὄσ‐ σα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελός ἐστιν. ἔστι δέ τις ἄλλη ἡ δήμου φήμη, ἡ ὑπὸ τοῦ δήμου διαδιδομένη περί τι‐ | |
νος ἀγγελίας, ὡς τὸ «εὐνήν τ’ αἰ‐ | 99 | |
100(3) | δομένη πόσιος δήμοιό τε φήμην», καὶ πάλιν «χαλεπὴ δ’ ἔχε δήμου | |
5 | φήμη», καὶ «ἀγορὰ πολύφημος», ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ φήμην καὶ τὴν κληδόνα που εἴρηκεν· «φή‐ μην δ’ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλε‐ τρίς». ὥστε ὄσσα μὲν καὶ ὀμφὴ καὶ | |
10 | κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ καὶ ἐπὶ τῆς θείας κληδόνος καὶ ἐπὶ τῆς ἀνθρωπίνης διαλαλήσεως· οἴεται γὰρ θείαν εἶναι φωνὴν Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν—«ὣς γὰρ | |
15 | ἐγὼν ὄπ’ ἄκουσα θεῶν»—, ταύτην δὲ διαδίδοσθαι μηδενὸς προκατάρ‐ ξαντος ἀνθρώπου ἐκ τῆς οἰκείας βου‐ λήσεως· «ὄσσα δ’ ἄρ’ ἄγγελος ὦκα κατὰ πόλιν ᾤχετο πάντη, / μνηστή‐ | |
20 | ρων στυγερὸν θάνατον καὶ κῆρ’ ἐννέπουσα»· παρὰ γὰρ τὴν ὄπα τὸ «ἐννέπουσα». τὸ μὲν οὖν «κακοσ‐ | |
σόμενος» σημαίνει τὸ εἰρημένον, τὸ | 100 | |
101(3) | δὲ «κρήγυον» οὐκ οἶδ’ ὅπως σημαί‐ νειν τὸ ἀληθὲς ἀποδεδώκασιν, αὐτοῦ | |
5 | ἀντιτιθέντος οὐ τῷ ψευδεῖ ἀλλὰ τῷ κακῷ τὸ «κρήγυον»· ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθές, ἀλλὰ τὸ ἀ‐ γαθόν· «οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπες· / αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα | |
10 | φρεσὶ μαντεύεσθαι». ἔστι δὲ τὸ «κρήγυον» τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ· «οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες», οὐ γὰρ παρὰ | |
15 | τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας. καὶ ὁ «νηκερδὴς» οὖν ἐναντίος καὶ μὴ φειδόμενος τοῦ ἀγορεύειν τὰ κα‐ κὰ «οὐ πώποτε τὰ κρήγυα» λέγει. | |
οἶμαι δὲ ὅμοιον εἶναι τὸ «μάντι κα‐ | 101 | |
102(3) | κῶν» τῷ «αἰναρέτη», ὃ σημαίνει κακωτικὴν ἀρετὴν κεκτημένε, καὶ | |
5 | τῷ «ὀλο⸢ό⸣φρων»· σημαίνει γὰρ τὸν βλαπτικὴν ἔχοντα φρόνησιν· καὶ «οὐλόμενος» δὲ ὁ ὀλοὸν ἔχων τὸ μένος, «οὐλομένη» δὲ ἡ «μῆ‐ νις» ἡ ἐξ ὀλοοῦ μένους γενηθεῖσα· | |
10 | ὁ γὰρ ταύτην ἔχων ὀλοός· «ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ ἐπαρή‐ γειν». ταῦτα μὲν οὖν ἔστι λέγειν τοῖς ἀγαθόν τι κεκτημένοις καὶ διὰ τοῦδε βλάπτουσι καὶ μὴ ὠφελοῦσιν· | |
15 | ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγα‐ θῶν, οἱ δὲ μὴ δι’ αὐτῶν ὠφελοῦν‐ τες ἀλλὰ λυποῦντες εἰκότως ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθὸν δια‐ | |
20 | βάλλονται. ἀλλὰ δὴ εἴωθε συντι‐ | 102 |
103(3) | θέναι εἰς διαβολήν τινων ὡς δυσω‐ νύμων, οἷον τὸ «Δύσπαρι» καὶ τὸ | |
5 | «μῆτερ ἐμή, δύσμητερ» καὶ «ἦ τά‐ χα Ἶρος Ἄϊρος»· ἔστι γὰρ ὁ κα‐ κόϊρος, ὡς ἡ ἄμορφος γυνή, καὶ τὴν Ἴλιον «Κακοΐλιον οὐκ ὀνομαστήν»· διὰ γὰρ τοῦ «οὐκ ὀνομαστὴν» τὸ | |
10 | δυσώνυμον ἐπεσημήνατο. | |
13 | Πρόσσχες μοι καὶ τούτοις, εἰ προ‐ σήκουσαν παρ’ ἡμῶν λαμβάνει τὴν | |
15 | λύσιν. «Ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ / Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην». τὸ «ἐσά‐ γουσα» οὐκέτι κατὰ τὸ σύνηθές | |
20 | ἐστιν, οἷον εἰσφέρουσα (οὐ γὰρ εἰσά‐ | |
γειν μεθ’ ἑαυτῆς λέγει τὴν Λαοδί‐ | 103 | |
104(3) | κην), ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομένη· εἰσῄει γὰρ πρὸς Λαο‐ | |
5 | δίκην, ἀλλ’ ἐπεὶ ταύτῃ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· «εἰδομένη γαλόῳ Ἀντη‐ νορίδαο δάμαρτι, / τὴν Ἀντηνορίδης ἔχε κρείων Ἑλικάων / Λαοδίκην»· | |
10 | νομίζουσα γὰρ ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμο‐ νήσασα. Εἰς τὸ «τύμβον δ’ ἀμφὶ πυρὴν | |
15 | ἕνα χεύομεν ἐξαγαγόντες». τῷ «ἐ‐ ξαγαγόντες» ὁμοίως τῷ «εἰσάγουσα θυγατρῶν εἶδος ἀρίστην» κέχρη‐ | |
ται. ὡς γὰρ τοῦτο σημαίνει τὸ εἰσπο‐ | 104 | |
105(3) | ρευομένη, οὕτω τὸ «ἐξαγαγόντες» ἐκ‐ πορευθέντες τοῦ πεδίου. ἕνα τύμβον | |
5 | πάντων ἄκριτον ἐποιοῦντο, τουτέστι μὴ καθ’ ἕκαστον τῶν τεθνηκότων διακρινομένων. [τὸ δὲ ἄκριτον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ.] | |
10 | Ἐξαίσιον: ἐξαίσιον τὴν πα‐ ράνομον λέγει εὐχήν, τὴν ἔξω αἴσης καὶ μοίρας. | |
Εἰς τὸ «ἐμεῖο δὲ δῆσεν ἀρῆς | 105 | |
106(3) | ἀλκτῆρα γενέσθαι». οὐκ ἔστι τὸ ἔ‐ δησεν ἀπὸ τοῦ δεσμοῦ οὐδ’ Ἄρης ὁ | |
5 | πόλεμος νῦν ἢ θεός, ἀλλὰ τὸ μὲν ἔ‐ δησε κατὰ συγκοπὴν ἐδέησε, περι‐ σπαστέον δὲ τὸ «ἀρῆς», ἵν’ ᾖ βλά‐ βης, ὡς τὸ «Μέντορ, ἄμυνον ἀρήν»· ἐμοῦ γὰρ ἐδέησε καὶ χρείαν ἔσχε | |
10 | τῆς βλάβης βοηθὸν ἔχειν. «Οὐ μὲν γάρ τι νεμεσσητὸν βασι‐ λῆα / ἄνδρ’ ἀπαρέσσασθαι, ὅτε τις πρότερον χαλεπήνῃ». ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος πε‐ | |
15 | ρὶ τοῦ βασιλέως, ὅτι οὐκ ἔστι νεμε‐ | 106 |
107(3) | σητόν, εἰ βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπα‐ | |
5 | ρέσσεται αὐτόν. ἔστι δὲ τὸ ἀπαρέσσε‐ ται τὸ τῆς ἀρᾶς ἀπᾶραι, τουτέστι τῆς βλάβης ἀπαλλάξασθαι καὶ ἐξι‐ λάσασθαι. Ἀγῶνα: νῦν τὸν ναὸν λέγει. | |
10 | ἀγὼν δὲ σημαίνει εʹ· τὸν τόπον, ὡς τὸ «λείηναν δὲ χορόν, καλὸν δ’ εὔρυ‐ ναν ἀγῶνα»· τὸ ἄθροισμα· «ἦλθε | |
14 | μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθή‐ | |
15 | νη»· τὸ πλῆθος, ὡς τὸ «λῦτο δ’ ἀ‐ γών»· τὸ ἆθλον, ἀγῶνος ἆθλα· τὸν ναόν, ὡς ἐνταῦθα καὶ «αἵ τέ μοι | |
εὐχόμεναι θεῖον δύσονται ἀγῶνα». | 107 | |
108(6) | «Ἀλιτρὸς» ὁ ἀλιτήριος καὶ ἁμαρ‐ τωλός, «ἀποφώλια» δὲ τὰ ἀπαί‐ δευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτός φησιν; οὐκ ἔστιν | |
10 | οὕτως, ἀλλὰ λέγει· πάνυ ἥμαρτες, | |
καίπερ οὐκ ὢν ἀπαίδευτος. | 108 | |
109(3) | Εἰς τὸ «ἀλλά τιν’ οἴω / ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι / | |
5 | δηΐου ἐκ πολέμοιο ὑπ’ ἔγχεος ἡμετέ‐ ροιο». οἱ φεύγοντες τεταμένον ἔχου‐ σι τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμ‐ μένον. ἀσπασίως οὖν, φησί, καθεδεῖ‐ ται τῶν φευγόντων τις ἐκ τοῦ πο‐ | |
10 | λέμου, ὃς καὶ ἀναπαύσει αὑτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυ‐ γῆς δρόμου καθίσας. «Ἑσταότος μὲν καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν / ὑββάλλειν· χαλεπὸν | |
15 | γὰρ ἐπιστάμενόν περ ἐόντα. / ἀν‐ δρῶν δ’ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις | |
τις ἀκούσαι / ἢ εἴποι; βλάβεται δὲ λι‐ | 109 | |
110(3) | γύς περ ἐὼν ἀγορητής». Ἀρίσταρ‐ χος οὖν ᾠήθη παραίτησιν εἶναι τὸν | |
5 | λόγον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀ‐ γαμέμνονος συγχωρεῖν ἀξιοῦντος εἰ καθήμενος λέγει. καί φησι· “διὰ τοῦ‐ το ἐνέθηκε τὸ «αὐτόθεν ἐξ ἕδρης, οὐδ’ ἐν μέσσοισιν ἀναστάς»”. ἄτοπος | |
10 | δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν | |
χεῖρα δὲ οὕτως ἔρρωτο, ὥστε ὀλίγον | 110 | |
111(3) | ὕστερον αὐτὸς τὸν κάπρον ἀποσφάτ‐ τει. κἂν προσκείμενον δὲ τῷ στίχῳ | |
5 | ᾖ τὸ «αὐτόθεν ἐξ ἕδρης», ἀκουσό‐ | |
7 | μεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ’ ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ πλήθει. Ἀπολ‐ | |
10 | λώνιος μὲν οὖν ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστη‐ κεν ὁ Ἀγαμέμνων, «παραιτεῖται», φησί, «τὸν ὑποβολέα ὡς ἂν ἐκ τοῦ αὐτοσχεδίου λέγειν μέλλων· ἐμοῦ | |
15 | γάρ φησιν ἀκούσατε καὶ μηδείς μοι ὑποβαλλέτω ἵν’ εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπι‐ στήμονι τοῦ λέγειν· καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσαι τοῦ | |
20 | ὑποβάλλοντος ἢ ὁ ἀκούσας εἴποι; ὥ‐ στε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν βλάπτεσθαι ἐμποδιζόμενον τῷ ἐξ ὑ‐ | |
ποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ». | 111 | |
112(3) | εἶχε δ’ ἄν τινα λόγον ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν Ὅμηρος τὸ τοιοῦτον εἶ‐ | |
5 | δος τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλό‐ μενον. Ἀλέξανδρος δὲ ὁ Κοτιαεύς φη‐ σι λέγων· «καλῶς ἔχει τὸ ἑστῶτος τοῦ δημηγοροῦντος ἀκούειν καὶ μὴ | |
10 | ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν». τὸ γὰρ «χαλεπὸν ἐπιστάμενόν περ ἐόντα» κατὰ Ἀττι‐ | |
15 | κὴν συνήθειαν πλεονάζει τὸ «ἐόντα». ἐκείνοις γὰρ ἦν σύνηθες λέγειν «μὴ προδοὺς ἡμᾶς γένῃ» ἀντὶ τοῦ μὴ προδῷς, καὶ «παίζεις ἔχων» ἀντὶ τοῦ διαπαίζεις, καὶ ἐνταῦθα «χαλε‐ | |
20 | πὸν γὰρ ἐπιστάμενόν περ ἐόντα» ἀντὶ τοῦ τὸν ἐπιστάμενον θορυβεῖ‐ σθαι χαλεπόν, ὡς καὶ τοῦ ἐπιστήμο‐ νος ῥήτορος ἐν θορύβῳ χαλεπῶς δη‐ μηγοροῦντος. ἐμοὶ δὲ δοκεῖ δύνασθαί | |
25 | τινα οὕτως ἀποδιδόναι τὴν διάνοιαν· ἐκκλησίας ἀθροισθείσης, ὁ Ἀγαμέμ‐ νων παύει προοιμιαζόμενος τὸν θό‐ | |
ρυβον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς | 112 | |
113(3) | αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦντας μαθεῖν | |
5 | τίνος ἕνεκα συνεληλύθασιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄν‐ τα. τίνα δὲ ἦν τὰ ὄντα πάντες που ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλή‐ λους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων, καὶ | |
10 | ὅτι νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνοδος διὰ τοῦτο. [τὸ οὖν «ἐπιστά‐ μενόν περ ἐόντα» τὰ ὄντα καὶ τὰ ἐνεστῶτα λέγει τὸν καθ’ ἕκαστον αὐ‐ τῶν ἐπίστασθαι, ὡς ἔφη που· «ὃς | |
15 | ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα».] χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐστι τὸ ἐπιστάμενον τὰ ὄν‐ τα καὶ ἐνεστηκότα θορυβεῖν, πυνθα‐ νόμενον ὡς ἀγνοοῦντα ἢ ζητοῦντα | |
20 | περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δηλοῖ δι’ ὧν ἐπάγει· «Πηλεΐ‐ δῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι / σύνθεσθ’ Ἀργεῖοι, ἠμὲν νέοι | |
ἠδὲ γέροντες». λέγει γὰρ ὅτι ἡ ἀπό‐ | 113 | |
114(3) | τασίς μου τοῦ λόγου πρὸς τὸν Ἀ‐ χιλλέα ἐστίν, οὐ πρὸς ὑμᾶς τοὺς εἰ‐ | |
5 | δότας δι’ ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ τὰ πάντα, καὶ ὁ λό‐ γος μοι τὰ νῦν οὐ πρὸς ὑμᾶς ἀλλὰ | |
10 | πρὸς τὸν Ἀχιλλέα ἔχει τὴν ἀπότα‐ σιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, | |
15 | πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορ‐ σι προοίμια ἐπιγράφεται πρὸς τοὺς | |
θορύβους. | 114 | |
115(3) | Τὸ «νέον ἐρχομενάων» ἀποδεδώ‐ κασιν ἀντὶ τοῦ νεωστὶ ἐρχομένων | |
5 | ἀεί, ὡς τὸ «κεῖνος γὰρ νέον ἄλλο‐ θεν εἰληλούθει». τί οὖν ἐστι τὸ νεωστὶ ἐξηγούμενοί φασιν ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς ποιοῦνται, ἀλ‐ λ’ εἰς βραχύ, ὥστε φαντασίαν ἀεὶ | |
10 | παρέχεσθαι ὡς ἀρτίως ἐξορμωμέ‐ νων. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μη‐ νύειν μᾶλλον ὅτε πέτονται· πέτον‐ ται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος | |
15 | προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους ἔφη «ἔαρος νέον ἱστα‐ μένοιο» πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι | |
20 | γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει «βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν». θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ «βο‐ τρυδὸν» ἐκλαβόντα ἐοικότως βότρυϊ τῷ ὀρνέῳ, ὅπερ αὑτὸ συστρέφει ἐν | |
25 | τῇ πτήσει. οὐδεὶς γὰρ τῶν παλαιῶν οὐδ’ Ἀριστοτέλης βότρυν ζῶον ἔγρα‐ | |
ψε, κέχρηται δὲ Ὅμηρος ἐπ’ ἀμπέ‐ | 115 | |
116(3) | λου τῷ βότρυος ὀνόματι· «μέλανες δ’ ἀνὰ βότρυες ἦσαν». βοτρυδὸν οὖν | |
5 | τὸ ἐοικότως βότρυϊ σταφυλῆς· κατὰ συστροφὰς γὰρ πέτονται· τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέ‐ μανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν παχύτητα μιμούμεναι τῷ πολλὰς | |
10 | καθ’ ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τὸ βοτρυδὸν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσ‐ σας παραβέβληκεν, «ἰλαδὸν εἰς ἀγο‐ ρήν», κατὰ ἴλας καὶ συστροφάς, ὅτι | |
15 | ὡς συνήθεις καὶ τῆς πρὸς ἀλλή‐ λους ἑταιρείας εἴχοντο· ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδὸν τῷ βοτρυδόν. | |
19 | Οὐκ ἔστι τὸ «Τρώων ἀνθ’ ἑκατόν | 116 |
117(3) | τε διηκοσίων τε ἕκαστος / στήσεσθ’ ἐν πολέμῳ» πρὸς ἑκατὸν καὶ διακο‐ | |
5 | σίους μάχεσθαι ἐν τῷ πολέμῳ, ὥς τινες ἀποδεδώκασιν, ἀλλ’ ὡς εἰ ἔλε‐ γεν· ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκα‐ τὸν καὶ διακοσίων ἕκαστος ἠπείλει γενέσθαι ἐν τῷ πολέμῳ. τῇ γὰρ δια‐ | |
10 | νοίᾳ ταύτῃ ἀκόλουθον τὸ «νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν / Ἕκτορος»· ἀπὸ μὲν γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμέ‐ νων τε καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν οὖν τούτων ἔφασκεν ἕκα‐ | |
15 | στον αὑτὸν λέγειν ἀντίσταθμον εἶναι ἑκατὸν καὶ διακοσίων, ἐπὶ δὲ τοῦ Ἕκτορος· «οὐδ’ εἴ κεν σαυ‐ τὸν χρυσῷ ἐρύσασθαι ... / Δαρδα‐ νίδης Πρίαμος», οἷον ἴσον χρυσῷ | |
20 | καὶ ἰσόσταθμον χρυσῷ· τὸ δ’ «ἐ‐ | |
ρύσασθαι» ἀντὶ τοῦ στῆσαι. | 117 | |
118(16) | Τὸ δὲ «μὴ τὸ χθιζὸν ἀποστήσων‐ ται ... / χρεῖος» ἀντὶ τοῦ ἶσον ἀπο‐ | |
λάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στή‐ | 118 | |
119(3) | σαντες καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλη‐ | |
5 | μα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στήσαντες τὸ χρέος. | |
10 | Ἄξυλον ὕλην οἱ μὲν τὴν πολύ‐ ξυλον ἀποδεδώκασιν, οἱ δὲ ἄξυλον. δηλοῖ γάρ, φασί, τὸ α καὶ τὸ ὁμοῦ, | |
ὡς ἐπὶ τοῦ ἀκόλουθος (ἔστι γὰρ ὁμο‐ | 119 | |
120(3) | κέλευθος) καὶ «ἄβρομοι» ἅμα βρό‐ μῳ καὶ «ἀΐαχοι» ἅμα ἰαχῇ. οὕτω | |
5 | καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεχος καὶ ὁμόκοιτις. καὶ ἄξυλος οὖν ἡ ὁ‐ μόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ στέρησιν τοῦ | |
10 | ξύλου· ἐπάγει γάρ· «οἱ δέ τε θάμνοι / πρόρριζοι πίπτουσιν», ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵνα ᾖ ἄ‐ ξυλος ὕλη ἐξ ἧς οὐδείς πω ἐξυλεύ‐ σατο, τουτέστιν ἀφ’ ἧς ξύλον οὐδεὶς | |
15 | ἔκοψε. καὶ ἡ ἄκοιτις δὲ καὶ ἡ ἄλο‐ | |
χος, ὡς ἐμοὶ δοκεῖ, κυρίως ἡ παρθε‐ | 120 | |
121(3) | νικὴ λέγεται, παρὰ τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης. παρὸ καὶ | |
5 | λέγει «κουριδίης ἀλόχου», τῆς ἐκ παρθενίας ἀλλ’ οὐ λέχους ἑτέρου με‐ τασχούσης. λοιπὸν δ’ ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ὥσ‐ περ κυρίως τὸ «ἀλεξῆσαι» τὸ ὑ‐ | |
10 | πὲρ τῶν ἀλόχων βοηθῆσαι· λέγει γὰρ Ἕκτωρ· «ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα / προφρο‐ νέως ῥύοισθε»· λοιπὸν δὲ ἐν κατα‐ χρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμ‐ | |
15 | μαχεῖν. καὶ τὸ «ἀΐδηλον» δὲ «πῦρ» οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ σημαίνει τὸ ἀφα‐ νιστικόν. οὕτως γοῦν ἔφη «σὺ δὲ κτείνεις ἀϊδήλως», ἀφανίζων καὶ ἀ‐ | |
20 | δήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέκ‐ στος «ἀΐδηλον» ἀποδέδωκε τὸ ἐξ ἀδή‐ | |
λου ἐμπεσόν. [ἡ παραβολὴ οὖν πρὸς | 121 | |
122(3) | τὴν συνέχειαν τῶν πιπτόντων· τί δ’ ὀξύτερον ἢ εὐκινητότερον πυρός;] | |
7 | Ἐλέγομεν περὶ τῶν παραβολῶν ὅτι πολλάκις τὰ οἰκεῖα τοῖς πράγ‐ μασιν ὀνόματα παρατίθησι τοῖς ἐν | |
10 | ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πί‐ στιν τούτου παρακείσθω καὶ ταῦτα· συμβάλλουσι μὲν ἀλλήλοις στρα‐ τοὶ τὸν πόλεμον· «σύν ῥ’ ἔβαλον ῥι‐ | |
16 | νούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν», μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά· «οἱ μὲν ἄρ’ οἶνον ἔμισγον ἐνὶ κρα‐ | |
τῆρσι καὶ ὕδωρ», ὅθεν τὸ καταδε‐ | 122 | |
123(3) | χόμενον τοὺς ποταμοὺς χωρίον μι‐ σγάγκεια εἴρηται. ἀλλ’ ὅμως αὐτὸς | |
5 | ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν, ὅπερ ἦν ἐπὶ τῶν ἀν‐ θρώπων· «ἐς μισγάγκειαν συμβάλ‐ λετον ὄβριμον ὕδωρ», ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν οἰκεῖ‐ | |
10 | ον ποταμῷ· «ὣς τῶν μισγομένων γένετ’ ἰαχή τε φόβος τε». συνεχώ‐ ρει δὲ τὸ μέτρον εἰπεῖν «ἐς μισγάγ‐ κειαν συμμίσγετον ὄβριμον ὕδωρ», Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολο‐ | |
15 | γεῖν, ὡς τὸ «τέμενος τάμον» καὶ «κειμήλια κεῖται» καὶ «ἅρπυιαι ἀνηρείψαντο» [καὶ «μένος οἴχεται ὃ πρὶν ἔχεσκεν» καὶ «φής που ἄτερ λαῶν πόλιν ἑξέμεν»]. ὁ δὲ προείλετο | |
20 | τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑ‐ νωτικὴν τοῦ φραζομένου πρὸς τὸ εἰ‐ καζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ | |
πρέπουσιν ἑκατέροις. ἐπὶ δὲ τῶν | 123 | |
124(3) | Αἰάντων καὶ τολμήσας «νέφος» εἶπε καὶ κατὰ μεταφορὰν «πεζῶν», καὶ | |
5 | ὡς εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπιστώσατο καὶ τὰς φωνὰς ἤμειψεν, ἐπιποιῶν τὸ παραβληθὲν τῷ παρα‐ βαλλομένῳ. «ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· / τὼ δὲ | |
10 | κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πε‐ ζῶν»· προαναφωνήσας οὖν «νέφος πε‐ ζῶν» ἐξ αὐτοῦ πλάσσει παραβολήν· «ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ / ἐρχόμενον κατὰ πόν‐ | |
15 | τον ὑπὸ Ζεφύροιο ἰωῆς· / τῷ δέ τ’ ἄ‐ νευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα / φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, / ...τοῖαι ἅμ’ Αἰ‐ άντεσσι διοτρεφέων αἰζηῶν / δήϊον | |
20 | ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγ‐ | |
γες / κυάνεαι, σάκεσίν τε καὶ ἔγ‐ | 124 | |
125(3) | χεσι πεφρικυῖαι». τὸ μὲν «νέφος ἐρχόμενον» καὶ «ἰὸν» καὶ «ἄγον | |
5 | λαίλαπα» εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος «κίνυντο», ὅπερ ἐπὶ νέφους τάττει κινήσει «πυκινὴν νεφέλην» καὶ «πυκιναὶ φάλαγγες» καὶ «κυάνεον | |
10 | νέφος» καὶ «κυάνεαι φάλαγγες». ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς· «ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ / δείσας, ὁππότε μιν δόλιον περὶ κύκ‐ | |
15 | λον ἄγουσι, / τόσσα μιν ὁρμαίνου‐ σαν ἐπήλυθε νήδυμος ὕπνος»· μερ‐ μηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων, ὁ δ’ ἐνήλλαξε. τῷ | |
20 | δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρήσασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης· «ὡς δὲ χιὼν | |
25 | κατατήκεται ... / ἥν τ’ Εὖρος κατέ‐ | |
τηξε ... / τηκομένης δ’ ἄρα τῆς ... / | 125 | |
126(3) | ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυ‐ χεούσης», καίτοι ἐν ἄλλοις εἰπών· | |
5 | «τῆς δ’ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθου‐ σι παρειαί». | |
9 | Θαυμάσειέ τις ἂν τοὺς τὸν ποτα‐ | |
10 | μὸν οἰηθέντας, ὃν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς καὶ κατὰ τοὺς Αἰγυπτίους ἐν οὐ‐ | |
ρανῷ καὶ οὐρανόθεν ῥεῖν. λέγει γάρ· | 126 | |
127(3) | «οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ’ ἰδέ‐ ειν... / πρίν γ’ ὅταν Αἰγύπτοιο, διιπε‐ | |
5 | τέος ποταμοῖο, / αὖθις ὕδωρ ἔλθῃς». πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· «υἱὸν Σπερχειοῖο, διιπε‐ τέος ποταμοῖο», καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· «ἐγὼ δ’ ἀπάνευθε διιπε‐ | |
10 | τέος ποταμοῖο», καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει· «ὡς δ’ | |
ὅτ’ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο / | 127 | |
128(3) | βέβρυχε μέγα κῦμα». διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς | |
5 | γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρῆται· «ὅστις ἐπ’ | |
ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναι‐ | 128 | |
129(3) | κός». ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς· «Ξάνθου δινήεντος, ὃν | |
5 | ἀθάνατος τέκετο Ζεύς». τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πλη‐ ροῦνται, ὥς που ἔφη «καί σφιν Διὸς ὄμβρος ἀέξει». ᾧ λόγῳ καὶ τὰς Νύμφας τοῦ Διὸς θυγατέρας λέγει· | |
10 | «Νύμφαι κρηναῖαι, κοῦραι Διός», ἔτι «Νύμφαι ὀρεστιάδες κοῦραι Διός», ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρε‐ σι φυτὰ τῷ τοῦ Διὸς ὕδατι τρέφεται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ | |
15 | ἀποδίδωσι· διὰ τοῦτο καὶ γράφει | |
διειπετῆ διὰ τῆς ει διφθόγγου. | 129 | |
130(3) | «Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοί, οὐδ’ ἐπιωγαί». τίνι διενηνόχασιν ἐ‐ | |
5 | πιωγαὶ τῶν λιμένων καὶ πόθεν τοὔ‐ νομα προσέβαλέ τις; ἔφη οὖν ὅτι «ἰωὴν» τὴν πνοὴν λέγει, ὥς που εἴ‐ ρηκεν· «ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς», ποιήσας ἀπὸ τοῦ ἄειν, ὃ ση‐ | |
10 | μαίνει τὸ πνεῖν. ὅθεν, ἐπειδὴ καὶ ἐπὶ τοῦ φωνεῖν καταχρηστικῶς ἔφη «αὖε δ’ ἑταίρους», καὶ τὴν φωνὴν «ἰωὴν» κέκληκε· «τὸν δ’ αἶψα πε‐ ρὶ φρένας ἤλυθ’ ἰωή», [καὶ τὸ «ἤυ‐ | |
15 | σεν» παρὰ τὸ ἄειν] καὶ μεταφορι‐ κῶς· «λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς | |
δηΐοιο ἰωήν». κυρίως οὖν τῆς πνοῆς | 130 | |
131(3) | ἰωῆς οὔσης καὶ τοῦ ἄγνυσθαι ση‐ μαίνοντος τὸ κλᾶσθαι, εἴρηται· «Βο‐ | |
7 | ρέω ὑπιωγῇ», ὅπου ἄγνυται ἡ πνοὴ τοῦ Βορέου. αἱ «ἐπιωγαὶ» οὖν ῥηθή‐ σονται τόποι ἀλίμενοι μέν, δυνάμε‐ | |
10 | νοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέ‐ πην δέξασθαι νῆας. | |
14 | Πρὸς τοὺς ἀδυναμίαν Ὁμήρου κα‐ | |
15 | τηγοροῦντας ἐκ τοῦ πολλάκις τὰς | 131 |
132(3) | αὐτὰς ῥήσεις ποιεῖν ἢ λέγοντας τούς τε ἐκπέμποντας καὶ τοὺς πεμπομέ‐ | |
5 | νους ἀγγέλους καὶ κήρυκας ἢ διη‐ γουμένους πράξεις ἢ λόγους ῥηθέν‐ τας πρότερον, ἄξιον σημειοῦσθαι ὅτι ποικίλλων αὐτὸς ἑαυτὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύει διὰ δύναμιν. οἷον | |
11 | εἰπὼν τὸ «ξυνὸς Ἐνυάλιος» καὶ ἐξηγησάμενος πῶς κοινός «καί τε κτανέοντα κατέκτα», ἄλλως τοῦτο λέγων φησίν· «ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔ‐ | |
15 | βαλλ’ ἄλλον», καὶ πάλιν ἄλλως «ἤ κε φέρῃσι μέγα κράτος, ἤ κε φε‐ ροίμην», «ἕλοιμί κεν ἤ κεν ἁλοίην», καὶ πάλιν «νίκη δ’ ἐπαμείβεται ἄνδρας». πάλιν τὸ τειχίσαι πόλιν | |
20 | καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος καὶ ὅλως τὰ κυκλοτερῶς συνέχοντά τι ἑρμηνεύων, λέγει· «ἀμφὶ δὲ τεῖχος ἔ‐ | |
λασσε πόλει» καὶ «περὶ δ’ ἕρκος | 132 | |
133(3) | ἔλασσε» καὶ «ἤλασε τάφρον ἐπ’ αὐ‐ τῷ», εἶτ’ ἄλλως ἑρμηνεύων φησὶ | |
5 | «τεῖχος ἐς ἀμφίχυτον», τὸ πέριξ κεχυμένον. καὶ ἐπ’ οἴκου κύκλῳ πε‐ ριέχοντος· «περὶ δὲ κλισίη θέε πάν‐ τη», ὡς τὸ «περὶ δὲ χρύσεος θέε πόρκης», καὶ ἄλλως «ἐν δὲ μετώ‐ | |
10 | πῳ / λευκὸν σῆμ’ ἐτέτυκτο περίτρο‐ χον ἠΰτε μήνη». ὅρα δὲ ἄλλων ὀνο‐ μάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει· «ἄνδρα» φησὶ «βαλὼν» καὶ ἐπάγει «τὸν δὲ σκότος ὄσς’ ἐκάλυ‐ | |
15 | ψεν», εἶτ’ «Ἄξυλον δ’ ἄρ’ ἔπεφνε» καὶ ἐπιφέρει «ἀλλ’ ἄμφω θυμὸν ἀ‐ πηύρα», ἔπειτ’ ἄλλως «Δρῆσόν τ’ Εὐ‐ ρύαλος καὶ Ὀφέλτιον ἐξενάριζεν», εἶτα «καὶ μὲν τῶν ὑπέλυσε μένος», | |
20 | αὖθις «Ἀστύαλον δ’ ἄρ’ ἔπεφνεν», ἔπειτα «Ἀντίλοχος δ’ Ἄβληρον ἐνήρατο», μεθ’ ἃ ἐπιφέρει «Φύλα‐ | |
κον δ’ ἕλε Λήϊτος ἥρως», εἶτα ἀνά‐ | 133 | |
134(3) | παλιν «Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος / ζωὸν ἕλεν», | |
5 | ἔπειτα ἐξ ὑπαρχῆς «τὸν δὲ κρείων Ἀγαμέμνων / οὔτα κατὰ λαπάρην», ἔπειτα ὁ Νέστωρ φησίν· «ἀλλ’ ἄν‐ | |
δρας κτείνωμεν». | 134 |