TLG 2034 017 :: PORPHYRIUS :: Quaestionum Homericarum liber i (recensio V) PORPHYRIUS Phil., vel Malchus Quaestionum Homericarum liber i (recensio V) Citation: Section — (line) | ||
1(1t) | ΠΟΡΦΥΡΙΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
2t | ΟΜΗΡΙΚΩΝ ΖΗΤΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ Α | |
---|---|---|
7n | 〈Porphyrius ad Anatolium〉 | |
9 | Πολλάκις μὲν ἐν ταῖς πρὸς ἀλλή‐ | |
10 | λους συνουσ⸢ί⸣αις Ὁμηρικῶν ζητη‐ μάτων γινομένων, Ἀνατόλιε, κἀμοῦ δεικνύναι πειρωμένου, ὡς αὐτὸς μὲν ἑαυτὸν τὰ πολλὰ Ὅμηρος ἐξηγεῖ‐ ται, ἡμεῖς δὲ ἐκ τῆς παιδικῆς κα‐ | |
15 | τηχήσεως περινοοῦμεν μᾶλλον ἐν τοῖς πλείστοις ἢ νοοῦμεν ἃ λέγει, ἠξίωσας ἀναγράψαι με τὰ λεχθέντα μηδὲ διαπεσόντα ἐᾶσαι ὑπὸ τῆς λήθης ἀφανισθῆναι. μὴ ὢν δὲ οἷός | |
20 | τε πρὸς τὰς σὰς δεήσεις ἀντιβλέπειν διὰ σὲ καὶ τοὺς ἄλλους Ὁμήρου ἐραστάς, πειράσομαι τά τε ῥηθέντα ποτὲ ἀνενεγκεῖν τά τε πάλιν ὑπο‐ πεσόντα προσθεῖναι, τὰς μὲν μείζους | |
25 | εἰς Ὅμηρον πραγματείας ὑπερτιθέ‐ μενος εἰς καιρὸν σκέψεως τὸν προ‐ σήκοντα, ταυτὶ δὲ οἷον προγύμνασμα τῶν εἰς αὐτὸν ἀγώνων, ἐν οἷς ἀγνο‐ εῖται μὲν πολλὰ τῶν κατὰ τὴν φρά‐ | |
30 | σιν, λανθάνει δὲ τοὺς πολλοὺς τῇ | 1 |
2(3) | δοκούσῃ ἐπιτρέχειν τῶν ποιημάτων ὁλοσχερεῖ σαφηνείᾳ προσέχοντας. αὐ‐ | |
5 | τὸς δὲ ἕκαστος ἑαυτὸν ἀνακρίνων εὐθυνέτω, πρὶν ὑφ’ ἡμῶν ἐπαχθῆναι τὴν ἐξήγησιν, ποίαν περὶ τῶν προ‐ βαλλομένων ἐπῶν εἶχε τὴν διά‐ νοιαν. ἢ γὰρ ταὐτὰ γνοὺς ἡμᾶς λέ‐ | |
10 | γοντας βεβαίαν τὴν περὶ τῶν νοη‐ θέντων ἕξει κρίσιν, ἢ σφαλλόμενος μεταβήσεται ἡμᾶς τε ὀνήσει πλανω‐ μένους διορθώσας. | |
16 | Ἐζητοῦμεν τὸν νοῦν τὸν τούτων καὶ τὰς λέξεις· «εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, / ἔμπο‐ ρος· οὐδ’ ἐρετάων ἐπήβολος / γίνομαι· | |
20 | ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι». τί σημαίνει τὸ «ἔμπορος» καὶ τὸ «ἐπήβολος» καὶ πρὸς τί ἀνα‐ φέρεται τὸ «ὥς νύ που ὔμμιν ἐείσα‐ | |
το κέρδιον εἶναι»; τὸ μὲν οὖν «ἔμ‐ | 2 | |
3(3) | πορος» οὐ κατὰ τὴν συνήθειαν τέ‐ τακται παρ’ Ὁμήρῳ, ἀλλ’ ἐπὶ τῶν | |
5 | ἐπ’ ἀλλοτρίας νηὸς περώντων, οὓς συνήθως ἐπιβάτας νῦν λέγομεν. αὐ‐ τὸς γοῦν ἐν ἄλλοις παρίστησι λέ‐ γων· «ἢ ἔμπορος εἰλήλουθας / νηὸς ἐπ’ ἀλλοτρίης», τῶν Ἀττικῶν τῶν ἐν | |
10 | ταῖς τριήρεσι στρατευομένων τοὺς μὲν μαχομένους ἐπιβάτας καλούν‐ των, τοὺς δὲ τὰς κώπας κατὰ πηδα‐ λίου ἔχοντας ἐπικώπους. ὅπερ δὲ πα‐ ρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν | |
15 | οἱ μὲν μαχόμενοι «παραιβάται», οἱ δὲ τὰς ἡνίας ἔχοντες «ἡνίοχοι», τοῦτο ἐπὶ τῶν ἐν ταῖς τριήρεσιν ἐπίκωποι | |
καὶ ἐπιβάται παρ’ Ἀττικοῖς δύνανται. | 3 | |
4(3) | οὐ μέντοι ὁ «ἔμπορος» ἀπὸ τοῦ πορί‐ ζειν πεποίηται παρ’ Ὁμήρου, ἀλλ’ ἀπὸ | |
5 | τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τῆς τοῦ ὕδατος τάττει πορείας, λέγων· «ὅσς’ ἐμό‐ γησα πόρους ἁλὸς ἐξερεείνων» καὶ | |
10 | «ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος πο‐ ταμοῖο». ὡς οὖν τὸ μὴ ἐν οἰκείῳ οἴκῳ γαμεῖν ἀλλ’ ἐν ἀλλοτρίῳ 〈ἐγ〉‐ γαμεῖν λέγουσιν, οὕτως τὸ ἐπ’ ἀλλο‐ τρίας ⸢ν⸣ηὸς τὸν πλοῦν ποιεῖσθαι ἐμ‐ | |
16 | πορεύεσθαι. καὶ «ἔμπορος» ὁ τοιοῦτος. | 4 |
5(4) | τὸ δὲ «ἐπήβολος» σημαίνει τὸν | |
5 | ἐπ⸢ι⸣τυχῆ καὶ ἐγκρατῆ, ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν, ὃ σημαίνει τὸ τυγχάνειν τοῦ σκοποῦ, ὅθεν καὶ τὸ «σὺ δ’ ἐ⸢ν⸣ὶ φρεσὶ βάλεο σῇσι», τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ | |
10 | βουλὴ δὲ οἷον βολή τις, ὅθεν ἔφη· «σῇ δ’ ἥλω βουλῇ Πριάμοιο πόλις», ὡς εἰ ἔφη· τοῖς σοῖς ὅπλοις ἢ τό‐ | |
ξοις ἢ βέλεσι. λύσεις ἐντεῦθεν καὶ | 5 | |
6(3) | τὸ «⸢ἡ δὲ⸣ Φερὰς ἐπέβαλεν ἐπειγο‐ μένη Διὸς οὔρῳ»· μετῆκται γὰρ | |
5 | ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιου‐ μένων ὥστε τυχεῖν· ἡ ναῦς οὖν ἐπι‐ βολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. οὕτω τῇ λέξει καὶ οἱ μεθ’ Ὅμηρον κέχρηνται· Σοφοκλῆς Ἀλκ‐ | |
10 | μαίωνι· «εἴθ’ εὖ φρονήσαντ’ εἰσί‐ δοιμί πως φρενῶν / ἐπήβολον καλῶν σε», Πλάτων Νόμων πρώτῳ· «ἐπή‐ βολοι γεγονότες τῆς καλλίστης ᾠ‐ δῆς», Ὑπερίδης ἐν τῷ κατὰ Δημά‐ | |
15 | δου· «μηδέποτε πολέμου μήτε πολι‐ | |
τείας ἐπηβόλους γενέσθαι», Ἄρχιπ‐ | 6 | |
7(3) | πος Πλούτῳ· «νῦν ὡς ἐγενόμην χρη‐ μάτων ἐπήβολος». ἔστι δὲ οὐ ποιη‐ | |
5 | τικὴ λέξις ἀλλ’ Ἀττική. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται. τὸ δὲ «ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι» σὺν βαρύτητι εἴρηται, λέγον‐ τος Τηλεμάχου· ἐν ἀλλοτρίᾳ πλευ‐ | |
10 | σοῦμαι νηί· οὐ γάρ εἰμι ἐπιτυχὴς | |
12 | ἰδίας νηὸς οὐδὲ ἐρέτας κέκτημαι· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτερον εἶναι ἐφάνη, τουτέστι τὸ μὴ ἔχειν ἐμὲ | |
15 | ἰδίαν ναῦν ἀλλ’ ἔμπορον πλεῖν· ἀνα‐ φέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γάρ· | |
20 | «ἢ οὐχ ἅλις, ὡς τὸ πρόσθεν ἐκεί‐ ρετο πολλὰ καὶ ἐσθλὰ / κτήματ’ ἐμά, | |
μνηστῆρες, ἐγὼ δ’ ἔτι νήπιος ἦα;» | 7 | |
8(3) | ἔστιν οὖν οὕτω τὸ νόημα· ἀντὶ ναυ‐ κλήρου δι’ ὑμᾶς ἐπιβάτης γέγονα | |
4 | τἀμὰ καταναλώσαντας. | |
9 | Τοῦ ποιητοῦ πολλάκις ἐπισημαινο‐ | |
10 | μένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες ἐποιοῦντο ἐκ παραγγελίας τοῦ Ἕκ‐ τορος τοιαύτης· «ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, / ὥς κε παννύχιοι μέσφ’ ἠ‐ οῦς ἠριγενείης / καίωμεν πυρὰ πολ‐ | |
15 | λά, σέλας δ’ οὐρανὸν ἵκῃ», καὶ πά‐ λιν· «ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο / Τρῶες ὑπέρθυμοι τη‐ λεκλειτοί τ’ ἐπίκουροι, / κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν», καὶ | |
20 | πάλιν· «ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, / θαύμαζε πυρὰ πολλὰ τὰ | |
23 | καίετο Ἰλιόθι πρό», εἰκότως ἀσαφές | 8 |
9(3) | ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς «πῶς δ’ αἱ τῶν Τρώων φυλακαί τε | |
5 | καὶ εὐναί;» ἀποκρίνεται· «φυλακὰς δ’ ἃς εἴρεαι, ἥρως, / ⸢οὔ τις κεκρι‐ μένη ῥύεται⸣ στρατὸν οὐδὲ φυλάσ‐ σει· / ὅσσαι μὲν Τρώων ⸢πυρὸς ἐσχά‐ ραι, οἷσιν ἀνάγκη / οἵ τ’ ἐγρηγόρ‐ | |
10 | θασι⸣ φυλασσέμεναί τε κέλονται / ἀλλήλοις». τί γὰρ βούλεται τὸ «ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι», προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾷον | |
15 | συνιδεῖν. λύοντες οὖν ἐλέγομεν ἡ‐ μεῖς περὶ τῶν ἐν πεδίῳ πυρῶν νῦν οὐ ποιεῖσθαι τὸν λόγον ἀλλὰ βούλε‐ σθαι εἰπεῖν ὡς ὅσοι Τρῶες ⸢αὐ⸣θι‐ γενεῖς καὶ οὐ ξένοι ἀλλ’ ἑστίαν | |
20 | ἔχοντες, ὃ ἐν ἄλλοις περὶ τῶν αὐτῶν | |
φησι· «Τρῶας μὲν λέξα⸢σ⸣θαι ἐφέ‐ | 9 | |
10(3) | στιοι ὅσοι ἔασι», τουτέστιν ὅσοι πῦρ καὶ ⸢ἑ⸣στίας ἔχουσιν, ὡς καὶ ἐν | |
5 | ἄλλοις· «ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος», ἤτοι εἰς τὴν ἑστίαν· ἑστία δὲ ὁ οἶκος· ὃ γὰρ εἶπεν· «ἦλθε μὲν αὐτὸς ἐφέστιος», μεταλαβὼν ἔφη· «ἦλθ’ Ὀδυσσεὺς καὶ οἶκον ἱκά‐ | |
10 | νεται». καὶ πάλιν ἀντὶ τοῦ οἶκος· «ἱστίη τ’ Ὀδυσῆος ἀμύμονος». ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος· ὁ δ’ ἄπο‐ λις καὶ φυγὰς «ἀφρήτωρ ἀθέμιστος ἀνέστιος». τὸ οὖν «ὅσσαι μὲν | |
18 | Τρώων πυρὸς ἐσχάραι» δηλοῖ ὅσαι | |
Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων | 10 | |
11(3) | ἐφέστιοι καὶ πολῖται. καὶ ὅτι τοὺς | |
8 | πολίτας εἶπεν ἐνταῦθα μὴ λείπειν τὰς 〈φυλακὰσ〉 διὰ 〈τοῦ〉 «πυρὸς | |
10 | ἐσχάραι», δηλοῖ τὰ ἐπαγόμενα· «οἷσιν ἀνάγκη / οἵ τ’ ἐγρηγόρθασι φυ‐ λασσέμεναί τε κέλονται / ἀλλήλοις· αὐτὰρ αὖτε πολύκλειτοι ἐπίκουροι / εὕδουσι· Τρωσὶ γὰρ ἐπιτροπέουσι φυ‐ | |
15 | λάσσειν». ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· «πᾶ‐ | |
σι γὰρ ἐπίστιόν ἐστιν», ἤτοι οὐ‐ | 11 | |
12(4) | δεὶς ξένος ἐστίν, ἀλλὰ πάντες πο‐ | |
5 | λῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψιλοῦ ἐξενήνεκται, ὡς τὸ δέχε‐ σθαι δέκεσθαι καὶ οὐχὶ οὐκί. | |
10 | Τὸ «αἰόλον» οὐκ οἶδ’ ὅθεν τῶν γραμματικῶν τινες ἐπὶ τοῦ ποικίλου παρ’ Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ «αἰολόπωλον» ἀποδιδόασι καὶ τὸ «αἰόλος ἵππος» καὶ «αἰόλον | |
15 | ὄφιν». οὐκ ἔστι δὲ ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλ‐ λης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν πεποίηται, ὡς αὐτὸ⸢σ⸣ ἐξηγήσατο εἰπών· «ὅν περ ἄελλαι / χειμέριαι | |
20 | εἰλέωσιν», ἤτοι εἱλῶσιν, ὡς καὶ | 12 |
13(3) | ἐπὶ τοῦ Βορρᾶ ἔφη· «εἴλει γὰρ Βο‐ ρέης ἄνεμος». ἡ μὲν οὖν ἄελλα ἀ‐ | |
5 | πὸ τοῦ ἄειν καὶ εἱλεῖν, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἱλεῖν, θύειν δὲ τὸ σφοδρῶς ὁρμᾶν δίκην μαινομέ‐ | |
9 | νων· «ἦ γὰρ ὅ γ’ ὀλοῇσι φρεσὶ | |
11 | θύει», ὅθεν καὶ Θυάδες αἱ Βάκχαι. ὡς οὖν «ἀελλόπους» ἡ Ἶρις λέγε‐ ται, ἣν μεταλαβὼν «ποδήνεμον» | |
15 | προσηγόρευκεν, οὕτω τὸν ποδώκη ἵππον μεταλαμβάνων «πόδας αἰόλος ἵππος» εἶπε· καὶ ὡς εἰπὼν «ἀργί‐ ποδας κύνας» κατὰ περίληψιν ἀλ‐ λαχοῦ ἔφη «καὶ κύνας ἀργούς», | |
20 | οὕτω τοὺς πόδας αἰόλους ἵππους | 13 |
14(3) | κατὰ τὴν περίληψιν «αἰολοπώ‐ λους» ἔφη. καὶ «αἰόλαι» οὖν «εὐ‐ | |
5 | λαὶ» ἀπὸ τοῦ εἱλεῖσθαι ταχέως λέ‐ γονται, καὶ «σφῆκες μέσον αἰόλοι» οἱ κατὰ τὸ μέσον συνεχῶς κινούμε‐ νοι καὶ εἱλούμενοι. καὶ «κορυθαιό‐ λος» οὖν ὁ συνεχῶς κινῶν τὴν κό‐ | |
10 | ρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεος ἔφη· «ἶσος Ἐνυαλίῳ κορυθάϊκι». λύσεις ἐντεῦθεν καὶ τὸ «ὡς δ’ ὅτε ⸢γαστέρ’ ἀνὴρ πολέος πυρὸς αἰθο⸣‐ μένοιο, / ἐμπλείην κνίσσης τε καὶ | |
15 | αἵματος, ἔνθα καὶ ἔνθα / ⸢αἰόλλῃ»· δηλοῖ οὖν τὸ εἱλεῖν καὶ συνεχ⸣ῶς στρέφειν. ἐκ δὲ τοῦ «κορυθάϊκι» λύ‐ | |
σεις τὸ «⸢Δ⸣ωριέες τε τριχάϊκες», οἱ | 14 | |
15(3) | συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν κινοῦντες· καρηκομόωντες εἴρηνται. | |
7 | Οὐ δεῖ δυσχεραίνειν, εἰ τοὺς πολ‐ λοὺς τῶν νῦν παιδευτῶν λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν | |
10 | δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πολυμαθέστατον Καλλίμαχον ἔλα‐ θεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁμ⸢α⸣τροχίαν. ἔστι δὲ ἁματροχία | |
15 | τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ’ Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτῶν | |
20 | τοῦ ποιητοῦ ἐξηγουμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἁματροχία, παρί‐ στησιν ἐπὶ τοῦ Μενελάου λέγων | |
«τῇ ῥ’ εἶχε Μενέλαος ἁματροχίαν | 15 | |
16(3) | ἀλεείνων»· ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς τὴν συνέμπτωσιν | |
6 | τοῦ δρόμου φυλασσόμενος. τοῦτο δὲ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο «αἰὲν ὁμοστιχάει». καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου ἤδη τροφῆς καὶ | |
10 | συμβαδίζοντος τῇ μητρί φησι· «παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγά‐ ροισιν ἀτιτάλλω, / κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε», του‐ τέστιν ἤδη μοι ἔξω συντρέχειν δυ‐ | |
15 | νάμενον καὶ βάδην σὺν ἐμοὶ πορευό‐ μενον, οὐκ ἐπικολπίδιον· ταὐτὸν δὲ τῷ «ἁματροχόωντα θύραζε» τὸ «ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε». ἁματροχία οὖν οὕτως. | |
20 | ἁρματροχία δὲ ὅτι τὸ ἀπὸ τῶν τρο‐ χῶν ἴχνος δηλοῖ, αὐτὸς πάλιν πα‐ ρίστησι λέγων· «οὐδ’ ἄρα πολλὴ / γίνεται ἐπισσώτρων ἁρματροχίη κα‐ | |
τόπισθεν / ἐν λεπτῇ κονίῃ»· διὰ | 16 | |
17(3) | γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνε‐ ως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισ‐ | |
5 | σώτρων ἴχνος φησίν. ἐξηγήσατο δὲ καὶ πῶς γίνεται τὸ ἴχνος, ὅτι λει‐ πόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν· «ἀλλὰ θεόν‐ | |
10 | των / ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁμα‐ τροχίας». βούλεται μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχίαι δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλ‐ | |
15 | λ’ αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρμα‐ τροχίαι. | |
19 | Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγι‐ | |
20 | νώσκων οὕτως ἔχουσαν· «ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαι‐ οὺς / θεσπεσίη ἔχε φύζα φόβου κρυ‐ όεντος ἑταίρη, / πένθεϊ δ’ ἀτλήτῳ βε‐ βολήατο πάντες ἄριστοι. / ὡς δ’ ἄ‐ | |
25 | νεμοι δύο πόντον ὀρίνετον ἰχθυόεν‐ τα / Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον / ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν / κορύσ‐ σεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος | |
30 | ἔχευε· / ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στή‐ θεσσιν Ἀχαιῶν», ταῦτ’ οὖν ἀναγι‐ | |
νώσκων ἠπόρεις, πῶς ἀκριβὴς ὢν | 17 | |
18(3) | περὶ τὰς εἰκόνας Ὅμηρος νῦν δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν | |
5 | εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξή‐ σεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· «σὺν δ’ Εὖρός τε Νότος τε πέσον Ζέφυρός τε δυσαὴς / καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα | |
10 | κυλίνδων». λύει δὲ ⸢τὴν ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ⸣ τοῦ Μόλωνος παρίστησι. δύο γὰρ πάθε‐ ⸢σι χειμαζομένους ποιήσας τοὺς Ἀ‐ χαιούς, φόβῳ μὲν⸣ ἐφ’ οἷς εἴρηκε | |
15 | «θεσπεσίη ἔχε φύζα», λύπῃ δὲ ἐν | |
17 | οἷς ἐπάγει «πένθεϊ δ’ ἀτλήτῳ βεβο‐ λήατο πάντες ἄριστοι»—δεδίασι μὲν γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέ‐ | |
20 | ρουσι τὰ γεγονότα—, προσηκόντως | 18 |
19(4) | αὐτοὺς ἀπεικάζει πελάγει δυσὶ πνεύ‐ | |
5 | μασιν ἐ⸢ξε⸣γειρομένῳ. «θεσπεσίη» δ’ «ἔχε φύζα» δηλοῖ οὐ τὸν προσγε‐ νόμενον αὐτοῖς διὰ δειλίαν φόβ⸢ον, ἀλλ’⸣ ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς εἶπε· «γνώσεαι | |
10 | δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπά‐ ξεις, / ἢ ἀνδρῶν κακότητι», του‐ | |
13 | τέστι θείᾳ βουλήσει καὶ οὐ συμ‐ φύτῳ κακίᾳ. ⸢εἰ⸣ δὲ καὶ ἄλλων ἐπί‐ | |
15 | θετον τὸ θεσπέσιον—«θεσπέσιός» τε γὰρ «πλοῦτος» καὶ «θεσπεσίη | |
φύζα»—, ἐκ κοινοῦ ἔσται κἀνταῦθα | 19 | |
20(3) | ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. [φύζα | |
5 | δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέ‐ γεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται]. καὶ τὸ μὲν «βεβο‐ λήατο» τὴν βούλησιν βεβλάφθαι | |
10 | δηλοῖ, τὸ δὲ βεβλῆσθαι ἐπὶ σώματος. | |
13 | Ἐπεὶ δὲ παραβολῆς ἐμνήσαμεν, σκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα | |
15 | χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος | 20 |
21(3) | τρωθέντος χρησάμενος τῇ παραβολῇ ταύτῃ· «ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ | |
5 | βέλος ὀξὺ γυναῖκα» καὶ ἀνταποδό‐ σει· «ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο», ἐπὶ τοῦ Κύκλωπος δυ‐ νάμει τὰ τῆς παραβολῆς μεταφέρων χρῆται· «Κύκλωψ δὲ στενάχων τε | |
10 | καὶ ὠδίνων ὀδύνῃσιν»· ἔστι δὲ τῆς παραβολῆς τὸ «ὠδίνων», τῆς δὲ ἀνταποδόσεως τὸ «ὀδύνῃσι». πάλιν εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ Ἑλλήνων ὁρμῆς· «ὀλοοίτροχος ὣς | |
15 | ἀπὸ πέτρης, / ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ», κατὰ τὴν αὐτὴν φαντασίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδη· «νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος | |
20 | Ἕκτωρ»· ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύ‐ χῳ ὁρμῇ· οὐ γὰρ «θρασὺν» ἔφη οὐδὲ «κορυθαιόλον», οἷς ἰδίως αὐτὸν προ‐ σαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέ‐ | |
στορος σκεπτομένου ποῖ τράπηταί | 21 | |
22(3) | φησιν· «ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ / ὀσσόμενον λι‐ | |
5 | γέων ἀνέμων λαιψηρὰ κέλευθα / αὔτως, οὐδ’ ἄρα τε προκυλίνδεται οὐδ’ ἑτέρωσε, / πρίν τινα καταβήμεναι ἐκ Διὸς οὖρον»· εἶτα ἐπ’ Ἀγήνορος προ‐ | |
11 | τραπέντος μὲν ὑπ’ Ἀπόλλωνος Ἀχιλ‐ λέα ὑποστῆναι, ὅμως δὲ τὴν θέαν αὐ‐ τοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνό‐ ματι· «πολλὰ δέ οἱ κραδίη πόρφυρε | |
15 | κιόντι». πάλιν εἰπὼν ἐπὶ τῆς Ἥρας· «ὡς δ’ ὅταν ἀΐξῃ νόος ἀνέρος, ὅς τ’ ἐπὶ πολλὴν / γαίαν ἐληλυθὼς φρε‐ σὶ πευκαλίμῃσι νοήσοι / ἔνθα ἴῃ ἢ ἔνθα, μενοινήσειέ τε πολλά, / ὣς | |
20 | κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη», καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας τὴν παραβολήν, ⸢ἀπὸ δὲ τοῦ πέτε‐ σθαι τὴν ἀν⸣ταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· «ὡς εἰ | |
25 | πτερὸν ⸢ἠὲ νόημα». θαυμαστὸν δὲ | 22 |
23(3) | αὐτῷ κἀκεῖ⸣νο· ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκεί‐ | |
5 | αν ἐπάγει παραβολήν, κρατύνων αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν. εἰπὼν οὖν «κραδίη δέ οἱ ἔνδον ὑλάκ‐ τει», ἐπάγει· «ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσ⸢σι⸣ βεβῶσα / ἄνδρ’ | |
10 | ἀγνοιήσας’ ὑλάει μέμονέ τε μάχε‐ σθαι». καὶ αὖθις ἐπὶ τοῦ στρατοπέ‐ δου «⸢τῶ⸣ν δὲ στίχες εἵατο πυκναὶ / ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι» εἰπών, ἐπήγαγεν· «οἵ‐ | |
15 | ⸢η⸣ δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ / ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς». ἐπ⸢ί⸣ τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοί‐ | |
20 | ωσίν τε αὐτῇ τὴν ἀκόλουθον ⸢ἐ⸣πά‐ γει καὶ ἐπ’ ἀμφοῖν τὴν παραβολήν· «Τρῶες μὲν κλαγγῇ»· τοῦτο ἡ με‐ ταφορά· τὸ δ’ «ὄρνιθες ὣς» ἡ ὁμοί‐ ωσις· εἶθ’ ἡ παραβολή· «ἠΰ⸢τε⸣ περ | |
25 | κλαγγὴ γεράνων πέλει οὐρανόθι | 23 |
24(3) | πρό»· ᾗ σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως | |
5 | ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν αὐτοῦ παρατη‐ ρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμά‐ των πολλάκις εἰς τὰς παραβολὰς | |
10 | μετατίθησι καὶ τὰς ἐπὶ τῶν παρα‐ βολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη στρατιωτῶν λέγεται, σμήνη δὲ με‐ λισσῶν· αὐτὸς δὲ μεταλαβὼν τῷ τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν | |
15 | μελισσῶν χρῆται· «ἠΰτ’ ἔθνεα εἶσι μελισσάων ἀδινάων», ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλο‐ οιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκ‐ τορος εἰκάζων ἀναθρώσκειν τέ φησι | |
20 | τὸν λίθον καὶ πέτεσθαι, καὶ τελευ‐ τήν, ὡς ἀπ’ αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένος ἀλλ’ οὐ τοῦ λίθου, ἐπά‐ γει· «ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, | |
εἰσόκεν ἔλθῃ». οὕτω καὶ ἐπὶ τοῦ | 24 | |
25(3) | κύματος, ὃ τάξεσιν ἀπεικάζει στρα‐ τοπέδου, προειπών· «ὡς δ’ ὅτ’ ἐν | |
5 | αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης / ὄρνυται Ζεφύρου ὑποκινήσαντος», με‐ τάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς· «πόντῳ μὲν τὰ πρῶτα κορύσσε‐ ται». ἀνάπαλιν δὲ τὰς τῶν παραβο‐ | |
10 | λῶν μετατίθησι φωνὰς ἐπὶ τὰ πράγ‐ ματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως «ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλ‐ πιγξ» εἰπών, ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον· «οἱ | |
15 | δ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακί‐ δαο». κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα, οἷον «σιδήρειος ὀρυμαγδὸς / χάλ‐ κεον οὐρανὸν ἧκε δι’ αἰθέρος ἀτρυ‐ γέτοιο». | |
25 | Πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα· «τὴν δ’ ἑτέρην | |
πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο | 25 | |
26(3) | λαῶν / τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, / ἠὲ διαπρα‐ | |
5 | θέειν ἢ ἄνδιχα πάντα δάσασθαι / κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· / οἱ δ’ οὔ πω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο. / τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκ‐ | |
10 | να / ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέ‐ ρες οὓς ἔχε γῆρας. / οἱ δ’ ἴσαν· ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη / ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, / καλὼ καὶ μεγά‐ | |
15 | λω σὺν τεύχεσιν, ὥς τε θεώ περ / ἀμφὶς ἀριζήλω· λαοὶ δ’ ὑπ’ ὀλίζο‐ νες ἦσαν. / οἱ δ’ ὅτε δή ῥ’ ἵκανον ἐν ποταμῷ ὅθι σφίσιν ἧκε λοχῆ‐ σαι / ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι | |
20 | βοτοῖσιν, / ἔνθ’ ἄρα τοί γ’ ἵζοντο εἰ‐ λυμένοι αἴθοπι χαλκῷ. / τοῖσι δ’ ἔ‐ πειτ’ ἀπάνευθεν δύω σκοποὶ εἵατο λαῶν / δέγμενοι ὁπ⸢ότε μῆλα ἰδοία‐ το καὶ ἕλικας βοῦσ⸣. / οἱ δὲ τάχα | |
25 | προγένοντο, δύω δ’ ἅμ’ ἕποντο νο‐ μῆ⸢ες / τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι⸣ προνόησαν. / οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ ἔπει‐ τα / τάμνοντο ἀμφὶ βοῶν ἀγέλας | |
30 | καὶ πώεα καλὰ / ἀργεννῶν ὀΐων, | 26 |
27(3) | κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας. / οἱ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον | |
5 | περὶ βουσὶν / ἱρά⸢ων προπ⸣άροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων / βάν‐ τες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο. / στησάμενοι ⸢δ’ ἐ⸣μά‐ χοντο μάχην ποταμοῖο παρ’ ὄχθας, / | |
10 | βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγ‐ χεί⸢ῃ⸣σι» καὶ ⸢τὰ⸣ ἑξῆς. ταράσσει γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούν‐ των καὶ ἀλλήλοις φίλοι ἢ εἷς μὲν | |
15 | πολέμιος, ὁ δ’ ἕτερος τῶν ἐκ τῆς πό⸢λ⸣εως; καὶ πρὸς τίνας διχονοοῦ‐ σιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ «οἱ δ’ οὔ πω πείθοντο»; ἆρα τῶν εἴσω | |
20 | ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν ἐπὶ τίνος τὸ «λόχῳ δ’ ὑπεθωρήσσον‐ το»; ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον; καὶ τίνων οἱ σκοποί; καὶ τίνων ἡ λεία; πῶς τε, εἰ τῶν | |
25 | ἔνδον ἡ λεία, ὁ λόχος παρ’ αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες; ἆρ’ οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τε τίς ἡ | |
διατύπωσις τοῦ πλάσματος; Ἀλέ‐ | 27 | |
28(3) | ξανδρος μὲν ὁ Κοτιαεὺς οὕτω φησίν· «δύο στρατοὶ περιεκάθηντο τὴν πό‐ | |
5 | λιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέ‐ ναι· οἱ δ’ ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρόκλησιν. οἱ οὖν πολέμιοι», φησίν, «ἐνέδραν τινὰ ἐποιήσαντο | |
10 | τῶν ποιμνίων καὶ τῶν βουκόλων, ἃ ἦν κτήματα τῶν ἐν τῇ πόλει». εἶτα ἀξιοῖ τὸ μὲν «οἱ δ’ οὔ πω πείθοντο» ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ «λόχῳ δ’ ὑπεθωρήσσοντο» περὶ | |
15 | τῶν πολεμίων, καὶ τὸ «οἱ δ’ ἴσαν» περὶ τῶν εἰς ἐνέδραν ἀπιόντων πο‐ λεμίων· οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί· τὸ δὲ «οἱ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν» ἐπὶ τῶν | |
20 | ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίαις βουλευόμενοι, τὰ τεί‐ χη φρουρεῖν παραδόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ «ἱράων προπάροιθε καθήμενοι» σημαίνει τῶν ἐκκλη‐ | |
25 | σιῶν, ἐν αἷς εἴρουσι καὶ ἀγορεύουσιν. ὅτε δὲ αὐτοῖς ἐμηνύθη τὰ κατὰ τὰ | |
ποίμνια, ἐπιτρέχουσι καὶ ἐξελθόντες | 28 | |
29(3) | συμβάλλουσι μάχην. εἶχε δ’ ἂν πιθα‐ νότητα ἡ διατύπωσις, εἰ μὴ πρῶτα | |
5 | μὲν βεβιασμένη ἦν ἡ ἀπόδοσις τοῦ τοιούτου στίχου· «οἱ δ’ οὔ πω πεί‐ θοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο». τὸ μὲν γὰρ «οἱ δ’ οὔ πω πείθοντο» ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ «λό‐ | |
10 | χῳ δ’ ὑπεθωρήσσοντο» περὶ τῶν ἐκ‐ τός, ἵν’ ᾖ τὸ «οἱ δ’ οὔ πω πείθοντο 〈λόχῳ δ’ ὑπεθωρήσσοντο〉» ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰς λό‐ χον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις | |
15 | πεποιημένοι. [τὸ δὲ «οἱ δ’ οὔ πω πείθοντο» ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν, βίαιον]. πάλιν δὲ μεταξὺ τοῦ «λόχῳ δ’ ὑπεθωρήσ‐ | |
20 | σοντο» ἐμβεβλῆσθαι φάσκειν 〈τὰ〉 περὶ τῶν ἔνδον 〈καὶ〉 τὸ «οἱ δ’ ἴσαν», | |
23 | ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχως. πάν‐ | |
25 | τως δὲ καὶ ὁ λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δυσὶ στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει, φανερῶς τε καὶ ἀδεῶς | |
τῶν πολιορκούντων κωλυόντων; ἀ‐ | 29 | |
30(3) | μείνους ⸢οὖν οἱ οὕτω διατυπώσαντες τὸ π⸣λάσμα· δύο στρατοὶ ἐπελθόν‐ | |
5 | τες τὴν λείαν περιήλασαν, ⸢καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦ⸣σι τῶν κτημάτων τῶν ἐν αὐτῇ λαβεῖν τὸ ἥμισυ ἐφ’ ᾧ γε καταθέσθαι τὸν πό‐ λεμον. οἱ δ’ ἐν τῇ πόλει οὐκ ἐπεί‐ | |
10 | ⸢θ⸣οντο, ἀλλ’ ἐνεδρεύσοντες ἐπὶ πό‐ τον ἐρχόμενα τὰ τετράποδα ἀπήλα‐ σαν. οἱ πολέμιοι δὲ στρατοί, καί‐ π⸢ε⸣ρ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλ‐ | |
15 | θον αὐτοῖς. ὅτι γὰρ αὐ⸢τοί⸣ εἰσι (λέγω δὴ οἱ στρατοί) ἐκκλησιάζον‐ τες, δεδήλωκε περὶ αὐτῶν εἰπών· «δίχα δέ σφισιν ἥν⸢δ⸣ανε βουλή». ἀκολούθως δὲ εἴρηται ἐπὶ τῶν ἐντός, | |
20 | ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λό‐ χον ὡπλί⸢ζο⸣ν⸢το, π⸣α⸢ρ⸣αδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ «οἱ δ’ ἴσαν» ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκται, λάθρα | |
25 | ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν. αὐτῶν τε οἱ σκ⸢οπ⸣οὶ τῶν εἰς τὸν λόχον ἐξιόντων. καὶ οἱ τερπόμενοι | |
30 | ταῖς σύριγξι νομεῖς εἰ μὲν τῶν πολε‐ | 30 |
31(3) | μίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παρὰ λόγον· οὐ γὰρ οἱ | |
5 | τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ’ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως, ἀπελθόντων τῶν στρα‐ τῶν, παρακάθηται μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γί‐ | |
10 | νεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν εἶναι φίλιον τῶν ἔνδον, τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦν τὰ ἡμίση δοῦ‐ | |
15 | ναι τῶν ἐν τῇ πόλει κτημάτων, τοὺς δὲ πολεμίους μήπω πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομέ‐ νων, λόχον αὐτῶν συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας. τε‐ | |
20 | τάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδο‐ χή, ὡς ἐπιόντι σοι κατ’ αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρικῆς διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν | |
25 | οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενί‐ | 31 |
32(3) | σκον ἐπὶ τοῦ «τεῖχος μέν ῥ’ ἄλο‐ χοί τε φίλαι καὶ νήπια τέκνα / ῥύ‐ | |
5 | ατ’ ἐφεσταότες μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας» στίζειν ἠξίουν μετὰ τὸ «ῥύατο», εἶτα συνῆπτον τὸ ἑξῆς· «ἐφεσταότες μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας». «ἐὰν γὰρ τοῖς ἄνω», φα‐ | |
10 | σί, «συνάψωμεν, σολοικισμὸς ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτε‐ ρον, τὸ δὲ «ἑσταότες» ἀρσενικόν». ἦ οὖν ἐδυνάμην φάναι πρὸς αὐτούς, ὅτι καὶ οὕτως Ὅμηρος πολλὰ σχη‐ | |
15 | ματίζει· καὶ αὐτὸς γὰρ λέγει «κλυ‐ τὸς Ἱπποδάμεια» καὶ «θῆλυς ἀϋ‐ τμὴ» καὶ «ὀλοώτατος ὀδμὴ» καὶ | |
«ὄπα χάλκεον» καὶ «ἁλὸς πολιοῖο», | 32 | |
33(3) | καὶ ἐπὶ δυϊκῶν· «οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ». ἄλλως τε | |
5 | ἐν τοῖς τέκνοις καὶ οἱ ἄρσενές εἰσι· τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ⸢ὡς ἐπ’ ἄλλων⸣ μυρί‐ ων; ⸢οἷον⸣· «νεφέλη δέ μιν ἀμφι‐ βέβηκε / κυανέη· τὸ μὲν οὔ ποτ’ | |
10 | ἐρωεῖ»· πρὸς γὰρ τὸ νέφος ἡ ἀπό‐ δοσις. πάλιν· «ἠδ’ ἐπὶ δεξιά, ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν / ἀζαλέην, τὸ μοί ἐστι ταλαύρινον πολεμίζειν»· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ | |
15 | εἰπὼν «ἐπ’ εἰροπόκοις ὀΐεσσι», ἐπά‐ γει «τὰ δ’ ἔρημα φοβεῖσθαι»· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα δηλού‐ μενον. καὶ ὧδε οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις τὴν ἀναφοράν. ἐν δὲ | |
20 | τοῖς ὑποκειμένοις ⸢καὶ δύο σχήματ’ ἔμιξεν, ἐπὶ τοῦ⸣ «διάνδιχ’ ἅπαντα | |
δάσασθαι / κτῆσιν ὅσην ⸢πτολίεθρον | 33 | |
34(3) | ἐπήρατον ἐντὸς ἐέργει⸣»· τὸ γὰρ «ἅπαντα» ἀναφέρεται πρὸς τὰ | |
5 | κτήματα, τὸ δὲ «ὅσην» πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τ⸢ὴ⸣ν φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· «ἔνθα | |
10 | μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥ⸢έου⸣σι / Κώκυτός τε», «εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀ‐ πόλλων». ὡς γὰρ ἐν τούτοις ἐν ⸢μέ⸣σῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕ‐ | |
15 | τω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ «ἐφεσταότες» ἐπ⸢αγ⸣ά‐ γῃ⸢σ⸣ τῷ «μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας», οὐδ’ ἂν ἔτι ζητοῖτο· ⸢μ⸣ό‐ | |
νῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανι‐ | 34 | |
35(3) | κοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς παρ’ ἀριθ‐ μὸν σχήμασιν ὑποπίπτει, τοῦ⸢τ⸣ο δὲ | |
5 | τοῖς παρὰ γένος, ὑπερβατῶς δὲ ἀμ‐ φότερα λύεται. | |
9 | Ἐν τοῖς Φιλήμονος Συμμίκτοις πε‐ | |
10 | ρὶ Ἡροδοτείου διορθώματος ὁ γραμ‐ ματικὸς διαλεγόμενος πειρᾶται καὶ Ὁμηρικά τινα σαφηνίζειν. οὐδὲν δὲ χεῖρον καὶ τὸν Ἡρόδοτον φιλοῦντί σοι τὴν πᾶσαν τοῦ ἀνδρὸς ἀναγρά‐ | |
15 | ψαι ζήτησιν. φησὶ γὰρ ὅτι ἐν τῇ πρώτῃ Ἡρόδοτος τῶν ἱστοριῶν περὶ Κροίσου τοῦ Λυδοῦ πολλά τε ἄλλα διείλεκται, καὶ μὴν ὅτι θεοσεβέστα‐ τος γένοιτο καὶ διαπρεπῶς τιμήσαι | |
20 | τὰ Ἑλληνικὰ μαντεῖα, τὰ ἐν Δελ‐ φοῖς, τὰ ἐν Θήβαις, τὸ τοῦ Ἄμ‐ μωνος, τὸ τοῦ Ἀμφιαράου· «τοῦτο μὲν δὴ ἄλλοις ἄλλα πέμψε δῶρα, ἀνέθηκε δέ τινα καὶ ἐν Βραγχίδῃσι | |
25 | τῇσι Μιλησίων». καὶ γέγραπται ἤ‐ | |
δη κατὰ πάντα ἁπλῶς τὰ ἀντίγρα‐ | 35 | |
36(3) | φα τὸ «τῆς» ἄρθρον σὺν τῷ ἰῶτα ἰσοδυναμοῦν τῷ «ταῖς». οὐδένα γε | |
5 | μὴν Ἑλλήνων ὑπομεῖναι θηλυκῶς τὰς Βραγχίδας ἂν εἰπεῖν, Ἡρόδοτον δὲ μᾶλλον ἂν ἑτέρων φυλάξασθαι, ἀκριβῆ τε ὄντα περὶ τὰ ὀνόματα καὶ πάνυ ἐπιεικῶς φροντιστικόν. «τοῦτο | |
10 | δὴ θεραπεύων τις οὐχ Ἡροδότου, φη‐ σίν, ἁμάρτημα γεγονέναι, μᾶλλον δὲ τὸν συγγραφέα φησὶ διαμαρτεῖν παρεμβαλόντα τὸ ςι, πολλὰ δὲ φέ‐ ρεσθαι μέχρι νῦν ἁμαρτήματα κατὰ | |
15 | τὴν Ἡροδότου συγγραφὴν καὶ ἔτι τὴν Θουκυδίδου καὶ Φιλίστου καὶ τῶν ἄλλων ἀξιολόγων συγγραφέων. τί δ’ οὐχὶ καὶ τὰ ποιήματα σχεδὸν ἀνάπλεω πάντα τυγχάνει ἁμαρτη‐ | |
20 | μάτων γραφικῶν καὶ τῶν ἄλλων παραδιορθωμάτων πάνυ ἀγροίκων; καὶ ἵνα μὴ περαιτέρω τις προβαίνων ἐνοχλῇ διερευνώμενος τὰς ἐν τοῖς ἀν‐ τιγράφοις ἐμμεμενηκυίας ἡμαρτημέ‐ | |
25 | νας γραφάς, ἔξεστί σοι σκοπεῖν καὶ τῶν Ὁμηρικῶν ταδί· «ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται ἵπ‐ πους / ...λαοφόρον καθ’ ὁδόν». ἐνταῦ‐ θα γὰρ πρὸς οὐδὲν ἀναγκαῖον ἐγράφη | |
30 | διὰ τοῦ γ· νωθρὸν οὖν τὸ σημαινόμε‐ νον καὶ σφόδρα ὑπόκωφον προσπίπ‐ τειν ἔοικε. τὸ δὲ χωρὶς τοῦ γ γράφειν | |
Ὁμηρικὸν πάνυ τῇ χρήσει καὶ τῷ λό‐ | 36 | |
37(3) | γῳ πάντη συνᾴδον ἐπιεικῶς. τὸ γὰρ «συναείρεται» μᾶλλον προσεχῶς | |
5 | σημαίνει τὸ συνάγειν καὶ συναρμό‐ ζειν. καὶ ἐν ἄλλοις· «σὺν δ’ ἤειρεν ἱμᾶσι», συνήγαγε τοὺς ἵππους. ὁ δὲ βέλτιστος Ἀριστοφάνης κἀκεῖνο τὸ ἐν ταῖς Παραποταμίαις ⸢λεγόμενον· | |
10 | «θρώσκων τις κατὰ⸣ κῦμα μέλαι‐ ναν φρῖχ’ ὑπαλύξει / ἰχθῦς, ὅς κε ⸢φάγῃσι Λυκάονος ἀργῆτα δημόν⸣», δείκνυσι ὡς ἡμαρτημένον ὑπολείποι‐ το ἐκ τῆς παλαιᾶς γραμματικῆς. | |
15 | οὐ γὰρ χρὴ τὸ «ὅς κε φάγῃσιν» ⸢ἀ⸣κούειν ὡς ἄρθρον ὑποτακτικόν, μᾶλλον δὲ ἀντ’ ἐπιρρήματος παρει‐ λῆφθαι τοῦ ὧς, ἢ μᾶλλον σύνδε‐ ⸢σμον⸣ αἰτιώδη. δηλοῦται γάρ· ἵνα | |
20 | φάγῃ· σκο⸢π⸣ῶν δὴ (ὡς τὸ σύμπαν | |
προσεχῶς συντέτακται), κατὰ τὴν | 37 | |
38(3) | τού⸢του⸣ γνώμην, ἀκολούθως ὑπο‐ δύσεται τὸν ἀφρὸν ὁ ἰχθῦς. καὶ | |
5 | τοῦτο ἀναγκασθήσεται πρᾶξαι καὶ ἐπι⸢πολ⸣αίως ὑπονήξεται τοῦ ὕδα‐ τος ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀπο‐ θανόντων τὰ σώματα, ἕως ἂν ᾖ πρόσφατα καὶ διῳδηκότα, ἄνωθεν | |
10 | ἐπιπλεῖν εἴωθεν». ὅτι μὲν οὖν τῶν παλαιῶν βιβλίων ἐπὶ τὸ χεῖρον κι‐ νεῖται ἡ γραφή, φησὶν αὖθις διὰ πλειόν⸢ων⸣ ἐπιδείξειν. «ἐπανάγωμεν δὲ ἐπὶ τὸν Ἡρόδοτον καὶ τὸν διορ‐ | |
15 | θωτὴν τὸν Κοτιαέα Ἀλέξανδρον. ἠξίου γὰρ ὁ ἀνὴρ γράφειν «τῇσι Μιλησίων» χωρὶς τοῦ ἰῶτα «τῆς Μιλησίων», ὑποκειμένης ἔξωθεν χώρης ἢ γῆς. καὶ ἐγὼ δέ, φησίν, | |
20 | ἐπειθόμην οὕτως ἔχειν τὰ τῆς γρα‐ φῆς, τὸν δὲ ἄνδρα τῆς ἀκριβοῦς συ‐ νέσεως ἐτεθαυμάκειν. ἐντυχὼν 〈δὲ〉 τοῖς Ἡροδοτείοις αὐτοῖς ἔπεσι καὶ γενόμενος ἐπὶ τέλει τῆς Αἰγυπτια‐ | |
25 | κῆς βίβλου, ἥτις ἐστὶ δευτέρα τῇ τάξει, εὑρίσκω πάλιν κατὰ τὴν αἰ‐ τιατικὴν πτῶσιν εἰπόντα τὸν Ἡρό‐ δοτον· «ἀνέθηκεν εἰς Βραγχίδας τὰς Μιλησίων». οὐκέτι οὖν ᾤμην ἁμάρ‐ | |
30 | τημα εἶναι γραφικόν, Ἰωνικὸν δὲ μᾶλλον ἰδίωμα. πολλὰ γὰρ οὗτοι τῶν ὀνομάτων χαίρουσι θηλυκῶς ἐκ‐ φέροντες, οἷον τήν τε λίθον καὶ τὴν κίονα καὶ ἔτι τὴν Μαραθῶνα· Κρα‐ | |
35 | τῖνος «εὐιπποτάτη Μαραθών», Νί‐ | 38 |
39(3) | κανδρος «εὐκτιμένην Μαραθῶνα». ταῦτα μὲν οὖν ἃ ἡμεῖς εὕρομεν καὶ | |
5 | ἐκρίναμεν ὑγιέα». τοιαῦτα δὴ τοῦ Φιλήμονος λέγοντος, ἃ μὲν πρὸς Ἀλέξανδρον περὶ τοῦ Ἡροδοτείου διορθώματος εἴρηκεν, οὐκ οἰκεῖον κρίνω τῇ παρούσῃ ὑποθέσει ἐξετά‐ | |
10 | ζειν. τὸ δὲ «συναγείρεται» πῶς ὑπό‐ κωφόν φησιν εἶναι οὐκ ἔστι γνῶναι. τίς γὰρ οὐκ οἶδε τοὺς ἱππογνώμονας ἐκ πολλῶν ἵππων τοὺς ἐπιτηδειοτά‐ τους ἀθροίζοντας; ὃ ἐκ τοῦ «συνα‐ | |
15 | γείρεται» δηλοῦται· ἀγείρειν γὰρ καὶ συναγείρειν ἐπὶ τοῦ συνάγειν λέ‐ γεται. τῷ δ’ Ἀριστοφάνει ὅπως συν‐ τέθειται τὰ κατὰ Λυκάονα καταμά‐ θωμεν. βούλεται τὸν ἰχθῦν ὡς κατα‐ | |
20 | φάγῃ τὸν τοῦ Λυκάονος δημὸν θρώ‐ | |
22 | σκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν τὴν | 39 |
40(3) | φρίκην· καί φησιν· «ἐπιπολαίως ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος | |
5 | ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀποθανόν‐ των τὰ σώματα, ἕως ἂν ᾖ πρόσφα‐ τα, ἄνωθεν ἐπιπλεῖν εἴωθε». πρῶ‐ τον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆσαι νη‐ χόμενον ἰχθῦν ὑπεράνω μὲν ὕδατος, | |
10 | ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερό‐ μενον. ἀλλ’ οὐδὲ τὴν φρίκην ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν «μέλαινα φρίκη» λέγοντος· τούτου | |
15 | δὲ ἀξιοῦντος λευκότητα ἀκούειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμη‐ ρος «μελαίνῃ φρικὶ καλυφθείς», καὶ | |
21 | ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας ἐπάγει· «μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς». καὶ ἔστιν ἡ φρὶξ κινου‐ μένου τοῦ πνεύματος ἀρχή. Σιμονί‐ | |
25 | δης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος | 40 |
41(3) | οὕτως ἔφη· «εἶς’ ἅλα στίζουσα ⸢πνο‐ ιά». τὸ δὲ λέγειν ὅτι τὰ⸣ πρόσφατα | |
5 | σώματα φέρεται τῶν κυμάτων ἐπι‐ πολ⸢αίως, ψεῦδος. τοὐναντίον γὰρ ἐν ἀρχῇ μὲν⸣ διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυ⸢ρ⸣ό‐ τερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ | |
10 | νεκρὸς ⸢δι⸣ισταμένου καταδύεται, σχήματι καταβ⸢α⸣ίνων καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλεί‐ ω τόπον ἐπιλαμβάνων τῷ σχήματι μετέωρος αἴ⸢ρε⸣ται, βάρει τοῦ φέρον‐ | |
15 | τος ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν ⸢γὰρ⸣ γράφει «μέλαιναν φρῖχ’ ὑπαΐ‐ ξει», ἐν οἷς δὲ γράφει «μέλαιναν φρῖχ’ ὑπαλύξει». κ⸢ἂν⸣ μὲν κ⸢ατ⸣ὰ τὴν | |
20 | «ὑπαΐξει», φήσομεν λέγειν αὐτόν· | |
τῶν πηδώντων ⸢τισ⸣ κατὰ τὸ κῦμα | 41 | |
42(3) | ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, του‐ τέστιν ἐκ τοῦ ἄνω θρώσκειν παυσά‐ | |
5 | μενος ὑπὸ τὴν φρῖκα ὑποδύσεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὡς φάγῃ τοῦ Λυκάονος τὸν δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπο‐ λῆς τοῦ κύματος θρώσκειν ὑπακού‐ | |
10 | οιμεν· εἰ δ’ ἐκ βάθους ἀναπηδῶντα ἐπὶ τὸ κῦμα, ἔσται ὡς ἐπὶ τοῦ λί‐ θου εἶπεν «ὕψι τ’ ἀναθρώσκων πέτε‐ ται», ἵνα σημαίνῃ τὸ ἐκ τοῦ βυθοῦ κάτωθεν κατὰ τοῦ κύματος θορεῖν, | |
15 | μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα, ἀλλ’ ὑπ’ αὐτὴν ὄντα ἅπτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολαίως φέροιτο. εἰ δ’ «ὑπαλύξει» γράφοιτο, φησὶ Πολύ‐ | |
κλειτος τὸν νοῦν τοιοῦτον ἔσεσθαι· | 42 | |
43(3) | καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθῦς φεύγων τῆς φρίκης | |
5 | τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πο‐ λεμιώτατον· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πελάγους εἰς τὴν γῆν καταίρου‐ σι· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν κατὰ βάθους διὰ τὴν αὐτὴν αἰτίαν | |
10 | ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῷ ζʹ Περὶ ζώων φύσεως· ψυχροτάτη δ’ ἡ φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δ’ ἐν τῷ βάθει τοῦ Λυκάο‐ νος ἔδεται τὸ λίπος. οὐ δοκεῖ δέ μοι | |
16 | οὗτος ὀρθῶς τὸν νοῦν τῶν ἐπῶν ἀπο‐ δοῦναι. οὐ γὰρ εὐθὺς αὐτόν φησιν Ὅμηρος σφαγέντα καὶ ῥιφέντα τοῦ‐ το παθεῖν, ἵν’ ἐκδεχώμεθα ὅτι κάτω | |
20 | ἐνεχθέντος ὁ ἰχθῦς κάτω χωρεῖν λέ‐ γεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶσιν, ἀλλ’ ἐξενεχθῆναι ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι αὐτὸν ὑποβρύχιον, ἄνω | |
25 | δ’ ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω τὰ ἔπη· «ἐνταυθοῖ νῦν κεῖσο μετ’ | |
ἰχθύσιν, οἵ ς’ ὠτειλῆς / αἷμ’ ἀπολιχ‐ | 43 | |
44(3) | μάσονται ἀκηδέες· οὐδέ σε μήτηρ / ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ | |
5 | Σκάμανδρος / οἴσει δινήεις εἴσω ἁ‐ λὸς εὐρέα κόλπον», οἷς ἐπάγει· «θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει / ἰχθῦς, ὥς κε φάγῃσι Λυκάονος ἀργῆτα δημόν». νεοσφαγῆ | |
10 | μὲν οὖν ὄντα φησὶ «κεῖσο μετ’ ἰχθύ‐ σιν», ὡς ἂν κάτω ἀπενεχθέντα, ὅ‐ που φησὶ τῆς ὠτειλῆς αὐτοῦ τὸ αἷμα ἀπολιχμάσεσθαι τοὺς ἰχθῦς· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι | |
15 | εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποτα‐ μῶν, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθῦν ἀλλὰ κατὰ τὸ κῦμα, («κατὰ κῦμα» γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα) ὑπὸ | |
20 | τὴν φρῖκα ἀίξαι. τὸ γὰρ μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει ἄχρι τῆς φρικός. οὐ γὰρ ἂν | |
24 | ἐπέθρωσκε κατὰ κῦμα, ἀλλ’ ὑπὲρ κῦ‐ | |
25 | μα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκ‐ | |
⸢φερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν⸣ | 44 | |
45(3) | τοῦ ποταμοῦ πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθῦν καὶ ⸢γενέσθαι ἄνω | |
5 | ὑπὸ τὴν φρῖκα, ἔνθα⸣ ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀ‐ ριστάρχειοι λέγοντες· «ὑπὸ τὴν φρῖκα ἀίξει τις τῶν ἰχ⸢θύ⸣ων κατὰ τὸ κῦ‐ μα κολυμβῶν, ὃς φάγοι ἂν τὸν τοῦ | |
10 | Λυκάονος δημόν. πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερ⸢φε⸣ρομένου νεκροῦ ἅπτεσθαι ἰχθῦν ἄνω μετέω‐ ρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν». Φιλητᾶς δὲ τῇ «ὑ⸢πα⸣λύξει» γραφῇ συντι‐ | |
15 | θέμενός φησιν, ὅτι ὁ φαγὼν ἰχθῦς τοῦ Λυκάονος τὸν δημὸν πιμελώδης γενόμενος τὸ κρ⸢ύος φ⸣εύξεται. ἀγ‐ νοεῖ δὲ καὶ οὗτος, ὅτι τὸ διανεστη‐ κὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ | |
20 | κρύος φησὶν Ὅμ⸢ηρ⸣ος φρῖ⸢κ⸣α· | |
«ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀνα‐ | 45 | |
46(3) | πάλλεται ἰχθῦς», τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ | |
5 | ἀνέμου ἐμβολῆς. καὶ ἐπὶ τοῦ σ⸢υὸ⸣ς κατὰ μεταφοράν· «φρίξας εὖ λο‐ φιήν»· καὶ «ἔφριξε δὲ μάχη φθισίμ‐ βροτος». | |
11 | Ἠξί⸢ουν⸣ ἡμᾶς, παρατηροῦντας τὴν ἐν πᾶσι τοῦ ποιητοῦ λεπτουρ‐ γίαν, ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνό‐ μασιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν. | |
15 | φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρου δι’ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν «ὀφθαλμοῦ ἀλάωσεν», | |
ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς, | 46 | |
47(3) | ὁτὲ δὲ «ὀφθαλμοῦ μὲν ἄμερσε», τὸ τοῦ μαίρειν ἐστερημένον λέγων σκο‐ | |
5 | τεινόν· καὶ τὸ τοῦ μαίρειν ἐστερη‐ μένον εἴδωλον «ἀμαυρὸν» ἔφη· φω‐ τὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλά‐ | |
10 | τωνα ἐπιταράξεως—ἢ γὰρ διὰ σκότος ἢ δι’ ὑπερβολὴν τοῦ συμμέ‐ τρου φωτός—, τὸ μὲν διὰ σκότος μὴ μαίρειν ἢ μαρμαίρειν ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ στιλ‐ | |
15 | βηδόνα ἐπὶ τοῦ χαλκοῦ· «ὄσσε δ’ ἄμερσεν / αὐγὴ χαλκείη κορύθων ἀ‐ πολαμπομενάων / θωρήκων τε νεο‐ σμήκτων σακέων τε φαεινῶν». ὅθεν καὶ ἐπίθετα χαλκοῦ ἐφιλοτέχνησε, | |
20 | τὸ «νώροπα χαλκὸν» καὶ «ἤνοπι | 47 |
48(3) | χαλκῷ», σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν προσοῦσαν | |
5 | στιλβηδόνα. εἰ δὲ τὸ μέρδειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρδειν ποι‐ οῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερδαλέον ἂν εἴη, τῆς ζα ἐγ‐ κειμένης ὡς ἐν τῷ ζαχρειής. ὅταν | |
10 | οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ «σμερδα‐ λέον δέδορκε», τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δρακεῖν εἴρηται. καὶ τὸ «σμερδαλέω δὲ λέοντε» ἐπὶ τῆς | |
15 | ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδε‐ | |
ξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ | 48 | |
49(3) | λεύσσειν ὠνόμασται. καὶ αὐτὸς δ’ ἡρμήνευσε τὸ σμερδαλέον ἐπ’ αὐτῷ | |
5 | τί ἐστιν εἰπὼν «γλαυκιόων». καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρ‐ μαρυγὴν «δεινή τε σμερδνή τε»· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς | |
10 | Ἀθηνᾶς τῆς γλαυκώπιδος ἔφη· «δεινὼ δέ οἱ ὄσσε φάανθεν», ὅπερ ἐπ’ ἄλλων ἔφη «ὄμματα μαρμαί‐ ροντα». «γλαυκιόωντες» δὲ λέοντες καὶ Ἀθηνᾶ «γλαυκῶπις» ἀπὸ τοῦ | |
15 | γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ’ αὐτοῦ εἴρηται· μέ‐ λαινα γὰρ ἡ σκιά, οἷον «σκιόωντό τε πᾶσαι ἀγυιαί», ἤτοι ἡλίου δύν‐ τος συνεσκοτοῦντο· ὀξὺ δὲ τὸ λευ‐ | |
20 | κόν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ γοῦν ὀξὺ | 49 |
50(3) | ὁρῶσα γλαυκῶπις. ἀπὸ δὲ τοῦ γά‐ λακτος καὶ τῆς στιλβηδόνος «γλαυ‐ | |
5 | κὴ» καὶ ἡ θάλασσα εἴρηται καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη «γλήνη» καὶ «τρίγληνα» ἐλλόβια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν, καὶ «ὃς γλήνεα πολλὰ κεχάνδει» τὰ μὴ ἐρ‐ | |
10 | ρυπωμένα ἱμάτια ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφουμένης μὲν τῆς θαλάσσης «μελάνει δέ τε πόντος» λέ‐ γει, ἀταραχώδους δὲ οὔσης καὶ διει‐ δοῦς «λευκὴ δὲ ἦν ἀμφὶ γαλήνη»· | |
15 | καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακ‐ τος εἴρηται. καὶ ἐπεὶ ⸢τὸ μέλαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι⸣, ἱλαρὸν ἂν εἴη· γέλως δὲ | |
ἱλαρότης· «γέλασε δὲ πᾶσα περὶ | 50 | |
51(3) | ⸢χθὼν» φησὶ «χαλκοῦ ὑπὸ στερο‐ πῆς», ἤτοι⸣ λαμπρυνθεῖσα φαιδρὰ | |
5 | γέγονεν. οὕτω ν⸢όει καὶ τὸ «κόρυθες καὶ θώρακες λαμπρὸν γανόοντες», ἀπὸ⸣ τῆς γῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόν⸢οσ⸣ φαιδρυνομέ‐ νης. καὶ ὁ «γ⸢α⸣ίων» δὲ τῷ «κύδεϊ», | |
10 | ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ ⸢φ⸣ῶς ἐστιν ἐν τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσι, «φάεα» αὐτὰ καλεῖ ἀπὸ τοῦ | |
17 | ἐν αὐτοῖς φωτός· ὅ⸢τ⸣αν γὰρ ἀπο‐ | |
θάνῃ· «κατὰ δὲ ὄσσε ἐρεβεννὴ νὺξ | 51 | |
52(3) | ἐκάλυψεν»· ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ’ ὀ⸢ργῆσ⸣ καὶ ἐκκαυθῶσιν, ἔτι | |
5 | μὲν ἀρχομένης τῆς ὀργῆς· «πυρὶ λαμπετόωντι ἐΐκτην», κρατ⸢ο⸣ύ‐ σ⸢ης δέ⸣· «πῦρ ὀφθαλμοῖσι δέδορκε»· καὶ γὰρ τὸ φῶς ἀπὸ π⸢υ⸣ρός. καὶ τὸ ὕφαιμον δ’ ὁρᾶν διὰ τὸ πυρὶ ἐοι‐ | |
10 | κέναι τὸ αἷμα σμερδαλέον εἴρηται· «σμερδαλέος δ’ ⸢αὐτῇ⸣σι φάνη κεκα‐ κωμένος ἅλμῃ», ἤγουν ὕφαιμον βλέπων διὰ τὸ πυρωτοὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ | |
15 | ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου εἰπὼν «μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ», ἐπά‐ γει· «τὼ δέ οἱ ὄσσε / λαμπέσθην». λοιπὸν δὲ κατὰ μεταφορὰν «σμερδα‐ | |
20 | λέα» μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φό‐ νων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφα‐ | |
νοῦς· «σμερδαλέον κονάβησαν» καὶ | 52 | |
53(3) | «σμερδνὸν βοόων»· καὶ ἐπ’ ὀρχή‐ σεως συντόνου μεταφέρων «μαρμα‐ | |
5 | ρυγὰς» ἔφη «θηεῖτο ποδῶν», τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φι‐ λόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαν‐ το τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ | |
10 | αὐτῶν Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαι‐ ρεῖν, ἀφ’ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον ἀλλὰ σκοτεινὸν «ἀμαυ‐ ρόν». καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ | |
15 | διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν «μαρμαίρειν» [δὲ], δηλοῖ τὸ φῶς δάος καλέσας· «δάος μετὰ χερσὶν ἔχουσαι», ἀφ’ οὗ αἱ δεκτικαὶ | |
τοῦ φωτὸς δᾷδες καὶ δαΐδες. | 53 | |
54(3) | «Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγό‐ μενος πυρὶ πολλῷ / κνίσση μελδό‐ | |
5 | μενος ἁπαλοτρεφέος σιάλοιο / πάν‐ τοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγ‐ κανα κεῖται, / ὣς τοῦ καλὰ ῥεῖθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ». οἱ μὲν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γρά‐ | |
10 | φειν «κνίσσην μελδόμενος», ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν’ ᾖ τὴν κνίσσαν τήκων. σημαίνει γὰρ κυρίως τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ δὲ τοῦ ν γεγραμμένου «κνίσση μελ‐ | |
15 | δόμενος», οἱ μὲν ἠξίουν μὴ προσ‐ γράφειν τὸ ι, ἵν’ ᾖ οὐδέτερον τὸ κνίσση τήκων. οὐκ εἶχον δὲ παρ’ Ὁ‐ μήρῳ δεικνύναι οὐδετέρως [δεικ‐ νύναι] τὸ κνίσσος λεγόμενον, ἀλλὰ | |
20 | θηλυκῶς· «κνίσση δ’ οὐρανὸν ἷκε», | 54 |
55(3) | «κνίσσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον». μήποτ’ οὖν οὐκ ἔστι «μελδόμενος» | |
5 | τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὃ οὖν λελυμένως ἔφη «μέλε’ ἤλδανε ποιμένι λαῶν», ἤτοι εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνου‐ σα τὰ μέλη, τοῦτο συνελὼν «μελ‐ | |
10 | δόμενος» εἶπε, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητος λέγων μέλη, ἃ λι‐ παίνεσθαι τηκομένῃ τῇ πιμελῇ | |
18 | χριόμενα. ἢ γοῦν τῇ κνίσσῃ τοῦ εὐ‐ τραφ⸢οῦσ⸣ χοίρου ὁ λέβης λιπαινό‐ | |
20 | μενος, ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη, ἢ τῆς κνίσσης τὰ ⸢μέλη ἀλδόμενος, δοτικὴν λαβὼν ἀντὶ⸣ | |
γενικῆς. | 55 | |
56(3) | Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμή‐ ρου σαφηνί⸢ζειν αὐτὸν ἐξηγούμενον | |
5 | ἑαυτὸν ὑπεδεί⸣κνυον, ποτὲ μὲν πα‐ ρακειμένως, ἄλλοτε δ’ ἐν ἄλλοις. τῇ τε γὰρ «εἰροκόμῳ» παράκειται ⸢σ⸣υνεζευγμένη ἡ ἐξήγησ⸢ισ⸣· «γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προ‐ | |
10 | σέειπεν / εἰροκόμῳ». τίς οὖν ἡ εἰροκό‐ μος; «ἥ οἱ» φησὶν «ἤσκειν εἴρια κα‐ ⸢λά⸣»· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια εἴη | |
14 | ἂν εἰροκόμος· ἀσκεῖν δὲ τὸ καλλωπί‐ | |
15 | ζειν, οἷον «χρυσὸν ... κέρασι π⸢ερι⸣‐ | |
17 | χεύει / ἀσκήσας». καὶ πάλιν «ἄλλους τ’ αἰδέσθη⸢τε⸣ περικτίονας ἀνθρώ‐ | |
πους». τίνες οὖν οἱ περικτίονες; | 56 | |
57(3) | »〈οἳ〉 περιναιετάουσι». «βοῦν ἦνιν εὐρυμέτωπον / ἀδμήτην». ἆρ’ οὖν τὸ | |
5 | «ἀδμήτην» ἄγαμον δηλοῖ; ⸢οὐ⸣χί, ἀλλὰ «τὴν οὔ πω ὑπὸ ζυγὸν ἤγα‐ | |
8 | γεν ἀνή⸢ρ⸣». πάλιν· «ἦρχε γὰρ Ἄρης». τί οὖν τὸ «ἦρχε»; «πρῶ‐ | |
10 | τος Ἀθηναίῃ ἐπόρουσεν». ἐπὶ δὲ τῆς Πηλιάδος μ⸢ελ⸣ίης καὶ φιλοτιμου‐ μένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον ἐπίστασ⸢θαι⸣ αὐτὴν πῆλαι | |
15 | Ἀχιλλέα· «ἀλλά μιν οἶος ἐπίστα‐ ται πῆλαι Ἀχιλλεύς», ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός· «τὴν πατρὶ φί‐ ⸢λῳ⸣ τάμε Χείρων», ἢ ἀπὸ τοῦ ὄρους ἐξ οὗ ἐτμήθη· «Πηλίου ἐκ κο‐ | |
21 | ρυφῆς». ἀλλ’ ἐπεὶ μελίη τὸ δόρυ | 57 |
58(3) | ἀπὸ τοῦ δένδρου τῆς μελίας, δῆλον | |
5 | ὡς καὶ τὸ «μείλινον ἔγχος» ἐκ με‐ λίας τοῦ δένδρου, οὐ μήν, ὡς οἱ πολ‐ λοί, τὸ μακρόν. καὶ «ἔγχεα ὀξυόεν‐ τα» τὰ ἐξ ὀξύης τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος· «ὀξύη ποτᾶτο», | |
10 | ἀλλ’ οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδεδώκασιν. πάλιν ἔφη· «ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον». ἆρά γε τὸ ἄσπορον καὶ μὴ ἔχον λήια; οὐχί, ἀλλ’ ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ | |
15 | ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶ‐ σθαι; ἐξηγεῖται· «πάτον ἀνθρώπων | |
ἀλεείνων». ἐν δὲ τῷ «καὶ μέν οἱ | 58 | |
59(3) | Λύκιοι τέμενος τάμον» ταχέως δε‐ δήλωκεν ὅτι ἀπὸ τοῦ τετμῆσθαι καὶ | |
5 | ἀφωρίσθαι τὸ τέμενος λέγεται. οὕτω | |
7 | καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον. τίς οὖν οὗ‐ | |
10 | τος; «ὃς κατὰ ἄστυ / πτωχεύεσκ’ Ἰθάκης», ἀλλ’ οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίᾳ. πάλιν· «μετέπρεπε γα‐ στρὶ μάργῃ». τίς οὖν αὕτη ἡ γαστρι‐ μαργία; ἧς ὥσπερ ὅρον ποιούμενος ἐ‐ | |
15 | πάγει· «ἀζηχὲς φαγέμεν ἠδὲ πιέ‐ μεν», τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές, ὃ ἐν ἄλλοις ἔφη «συνεχὲς αἰεί». καὶ ἐπὶ ἄλλου μὲν ἐν πᾶσι διαπρέποντος | |
20 | ἔφη «μετὰ δ’ ἔπρεπε καὶ διὰ πάν‐ των», ἐπὶ δὲ τοῦ Ἴρου «μετὰ δ’ | |
ἔπρεπε γαστέρι μάργῃ», ἤτοι μό‐ | 59 | |
60(3) | νῃ γαστριμαργίᾳ. πόθεν οὖν Ἶρος ἐκλήθη; «οὕνεκ’ ἀπαγγέλλεσκε κι‐ | |
5 | ών, ὅτε πού τις ἀνώγει». πάλιν· «οὐκ ἀΐεις ὅ μοι ἐπιλλίζουσιν ἅπαν‐ τες;» τί οὖν τὸ ἐπιλλίζειν; τὸ δια‐ νεύειν—«ἑλκέμεναι δὲ κέλον‐ ται»—, ἀπὸ τοῦ τοὺς διανεύοντας | |
10 | συστρέφειν τοὺς ὀφθαλμούς· «ἰλλά‐ δες» γὰρ οἱ συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη· «ἐν δὲ στρόφος ἦεν ἀορτήρ». «τ⸢ὸ⸣ν μὲν ἄκουρον ἐόντα βάλ’ ἀργυρότοξος Ἀπόλλων». | |
15 | τίς οὖν ὁ ἄκουρος; «μίαν οἴην παῖδα | 60 |
61(3) | λιπόντα». ὡσαύτως καὶ τὸ «κύμ‐ βαχος» ἐξηγεῖται ἐπάγων «ἐπὶ | |
5 | βρεχμόν τε καὶ ὤμους. / δηθὰ μάλ’ εἱστήκει». «γυῖα» δ’ ἐξηγεῖται· «πόδας καὶ χεῖρας ὕπερθε»· καὶ «ἀμφιγυήεις» ὁ περὶ τὰ γυῖα βε‐ βλαμμένος, ὃν καὶ «κυλλοποδίονα» | |
10 | εἶπε. καὶ «γυιώσω ⸢μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέασ⸣ ἵππους», ἤτοι σκε‐ λεαγεῖς ποιήσω· ἐπάγει ⸢γὰρ «κατὰ δ’ ἅρματα ἄξω». φιλοτιμεῖται⸣ καὶ τὸ λυκόφως ἐξηγήσασθαι· «ἦμο⸢ς | |
15 | δ’⸣ οὔ⸢τ’⸣ ἄρ πω ἠώς, ⸢ἔτι⸣ δ’ ἀμ‐ | |
φιλύκη νύξ»· οὔτε γὰρ εἰ μηδέπω | 61 | |
62(3) | ἠώς, ἔτι ἦν νύξ, ἀλλ’ ἡ ἀ⸢μ⸣φιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν | |
5 | τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμ⸢ένον⸣ διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ κατάστημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου εἰ⸢πών⸣· «παννυχίη μὲν | |
10 | ἄρ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον», εἶτα εἰπὼν «ἠέλιος δ’ ἀνόρουσε». | |
13 | ⸢καὶ⸣ ἡμ⸢εῖσ⸣ δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμεν καὶ ἕωθεν, ὃ ὁ ποι‐ | |
15 | ητὴς «⸢ἠ⸣ῶθεν δ’ ἀγορήνδε» φη‐ σίν. ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατο‐ λῆς ἡλίου, τὸ δὲ πρὸ τῆς ἕω λυκό‐ φως κ⸢αὶ⸣ «νὺξ ἀμφιλύκη». λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου | |
20 | ἄχρι μεσημβρίας διάστημα ἠῶ· | 62 |
63(3) | «ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ» καὶ «ὄφρα μὲν ἠὼς ἦν καὶ | |
5 | ἀέξετο ἱερὸν ἦμαρ» καὶ «εὗδον παν‐ νύχιος ἐπ’ ἠῶ καὶ μέσον ἦμαρ». λέ‐ γει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· «ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος», «ἥδε δέ μοι νῦν / ἠὼς ἑνδεκάτη», περὶ οὗ | |
10 | φησιν «ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρ‐ πετο οἷσι φίλοισιν». ἠὼς δὲ καὶ ἡ | |
13 | θεός· «ὣς μὲν ὅτ’ Ὠρίωνα ἕλετο ῥο‐ δοδάκτυλος Ἠώς». πάλιν ἑαυτὸν | |
15 | ἐξηγεῖται παρακειμένως δι’ ὧν φη‐ σιν «Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός». τὶ οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυ‐ μόν; «δειδιότα». τί οὖν παρακολού‐ θημα δέους; «σάρκες δὲ περιτρομέον‐ | |
20 | το μέλεσιν»· ὁ δὲ δειλὸς κακός, ἀφ’ οὗ τὸ «κακῶς». πάλιν τὸ δεδιέναι, ὃ πάθος ἐν τῇ ψυχῇ γίνεται, καὶ τὸ | |
τρέμειν, ὃ ἐν τῷ σώματι, ἐπιτέμνων | 63 | |
64(4) | ἔφη· «εἰ δὴ τοῦτον τρομέεις καὶ δεί‐ | |
5 | διας αἰνῶς». ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον· «φόβου κρυόεντος ἑταίρη», καὶ ἐν ἄλλοις· «ψυχρὸν δέος εἷλε» καὶ «ῥίγησε ὁ γέρων», ἐφοβήθη. εἰ | |
10 | δ’ ὁ φόβος ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα «θαλπωρὴν» λέγει τὸ θάρσος. ἐκ δὴ τούτων πα‐ ρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατηρεῖσθαι καὶ τὰ ἐν διαφό‐ | |
15 | ροις ἐπὶ τῆς αὐτῆς διανοίας παρα‐ λαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσα‐ φεστέρων. | |
20 | Ὅτι μὲν ὁ «τηλύγετος» δηλοῖ | |
παρ’ αὐτῷ καὶ τὸν μόνον γενόμενον | 64 | |
65(3) | [τηλοτέρας γενεᾶς] παρίστησι τὰ ὑφ’ Ἑλένης λεγόμενα περὶ Ἑρμιό‐ | |
5 | νης· «παῖδά τε τηλυγέτην καὶ ὁμη‐ λικίην ἐρατεινήν». σημαίνει δὲ καὶ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐπὶ δυεῖν γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη «ἄμφω τη‐ | |
10 | λυγέτω· ὁ δ’ ἐτείρετο γήραϊ λυγρῷ, / υἱὸν δ’ οὐ τέκετ’ ἄλλον». ἐπὶ τοίνυν τοῦ Ἰδομενέως ὅταν λέγῃ «ἀλλ’ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον | |
ὥς», ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν | 65 | |
66(3) | μονογενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ | |
5 | ὡς τηλοῦ γενεᾶς ὄντα, ἤτοι πρεσβύ‐ την· ἔφη γὰρ περὶ αὐτοῦ· «ἔνθα μεσαιπόλιός περ ἐών». παρέχει δὲ ὁ | |
10 | ποιητὴς τὴν ἀμφίβολον ἐκδοχὴν αὐ‐ τὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος Αἰνείου· «δεῦτε φίλοι, καί μ’ οἴῳ ἀμύνατε· δείδια δ’ αἰνῶς»· ἐκ γὰρ τοῦ «οἴῳ ἀμύνατε» τηλύγε‐ | |
15 | τον ἔστιν ἐκ⸢δ⸣έξασθαι τὸν μόνον· ὅταν δὲ ὁ αὐτὸς πάλιν λέγῃ «καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. / ⸢εἰ⸣ γὰρ ὁμηλικίη γενοί‐ μεθα τῷδ’ ἐνὶ θυμῷ / αἶψά κεν ἠὲ | |
20 | φέροιτο μέγα κράτος, ἠὲ φεροίμην», ⸢ἀναμφίβολον γίνεται μὴ⸣ τὸ τηλύ‐ γετόν γε ἐοικέναι ἐπὶ τοῦ ὁμήλι‐ κος, ἀλλὰ πρεσβυτέρου ⸢καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη | |
25 | ποτὲ ἐ⸣πὶ τοῦ μὴ ὁμήλικος «οὗτος δὲ προτέρης γενεῆς προτέρων ⸢τ’ ἀν‐ θρώπων». ἀλλ’ Ἰδομενεὺς μὲν «με‐ | |
σαιπόλιοσ»⸣ καὶ διὰ τοῦτο τῆς | 66 | |
67(3) | «προτέρης γενεῆς», Νέστωρ δὲ γέ‐ ρων τρίτης, ἀφ’ οὗ· «δύο μὲν γενεαὶ | |
5 | μερόπων ἀνθρώπων / ἐφ⸢θ⸣ίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδὲ γένοντο / ... μετὰ δὲ τριτάτοισιν ἄνασσεν». δύο μὲν γὰρ γενεαὶ ἐφθάρησαν τῶν πρὸ αὐτοῦ, ἥ ⸢τε⸣ τῶν πατρῴων, | |
10 | ὑφ’ ὧν γεννηθεὶς ἀνετράφ⸢η⸣, καὶ ἡ τῶν ἀδελφῶν—«ἐλθὼν γὰρ ἐκά‐ κωσε βί⸢η⸣ Ἡρακληείη / ... τῶν οἶος λειπόμην»—, τρίτης δὲ ἄρχει τῆς τῶν παίδων γενεᾶς, οἳ σὺν αὐτῷ | |
15 | ἐστρατεύοντο. καὶ γὰρ ὁ ληγούσ⸢ης ἡ⸣μέρας ἐπιδημήσας καὶ τῆς τρίτης ἕωθεν ἐξιὼν τῇ τρίτῃ ἀποδημεῖν λέ‐ | |
γεται, καίτοι μίαν τὴν μέσην ὅλην | 67 | |
68(3) | ⸢ἐτ⸣έλε⸢σεν⸣. εἰ δὲ γενεὰ λέγεται ἡ τοῦ τίκτειν καὶ γεννᾶν τελείωσις, | |
5 | ἥτις τὴν τριακονταετῆ περίοδον ἔχει, ὁ τὰ ἑξήκοντα ἔτη πληρώ⸢σασ⸣ δύο ἂν εἴη γενεὰς βιώσας, ἀπὸ δ’ ἑξηκοστοῦ ἐν τῇ τρίτῃ ἂν κατα‐ λέγοιτο. ὥστε δύο γενε⸢αὶ ἀνθρώ‐ | |
10 | πων⸣ ἐφθάρησαν, οὐχ ὅτι καὶ ἀν‐ θρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεὰς τὰς καλουμένας ἀνθρωπίν⸢ασ⸣, ὡς εἰ ἔλεγε δύο τρια‐ κονταετίας, αἳ καλοῦνται γενεαὶ ἀν‐ | |
15 | θρώπειοι. οὕτω δ’ ἂν ζώντων τινῶν τῶν σὺν αὐτῷ γεννηθέντων, ὁμοίως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δ’ ἄρχοι τῶν ἐν τῇ τρίτῃ γενεᾷ γε‐ | |
νομένων, οἳ ἦγον τὴν στρατεύσιμον | 68 | |
69(3) | ἡλικίαν. ταῦτα τοίνυν καὶ τὰ τού‐ τοις ὅμοια, ὡς τὸ ἀμφίβολον ἔχοντα, | |
5 | ἐνδοιάζοντα δεῖ ἐξηγεῖσθαι. | |
8 | Πρῶτος δοκεῖ Πλάτων λύπας ἡδο‐ ναῖς μιγνυμένας δεικνύναι ἐπ’ ὀρ‐ | |
10 | γαῖς καὶ πένθεσιν, Ὁμήρου πρότερον τουτὶ συνεωρακότος καὶ τὸν Πλά‐ τωνα διδάξαντος. ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκε, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως, ἀπὸ | |
15 | τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ μεμίχθαι καὶ ἡδονὴν τῷ χόλῳ φησίν, ἄχος μὲν ὅταν λέγῃ· | |
«Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ | 69 | |
70(3) | ἦτορ / στήθεσσι λασίοισι διάνδιχα μερμήριξεν». ἄχους οὖν παρουσίαν ὁ | |
8 | χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέ‐ κληκεν· «ἠὲ χόλον παύσειεν ἐρητύ‐ | |
10 | σειέ τε θυμόν»· θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυ‐ | |
14 | χήν. ὅτι δὲ οὐ γεννᾷ μόνον ὀργὴν ἡ | |
15 | λύπη, ἀλλὰ καὶ συμπαραμένει, δη‐ λοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέ‐ γων «κούρης χωόμενος» καὶ ἐπά‐ γων «τῆς ὅ γε κεῖτ’ ἀχέων». ὅτι δ’ ἡδονῇ συμμιγὴς ἡ ὀργὴ καὶ ὅτι | |
20 | ἔφεσίς ἐστι καὶ μέτοχος ἐπιθυμίας, | |
ἐξηγεῖται λέγων· «χόλος, ὅς τ’ ἐ‐ | 70 | |
71(5) | φέηκε πολύφρονά περ χαλεπῆναι», ἤτοι ἐν ἐφέσει καὶ ἐπιθυμίᾳ τοῦ χα‐ λεπαίνειν ἐποίησε. πῶς οὖν ἡδονῆς μέτοχος; «ὅς τε πολὺ γλυκίων μέ‐ λιτος καταλειβομένοιο / ἀνδρῶν ἐν | |
10 | στήθεσιν ἀέξεται ἠΰτε καπνός»· καρ‐ δίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν | |
15 | ἐγειρομένην τὴν ὀργήν· «ἀλλ’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων / οἰδάνει ἐν στήθεσσι νόον». οὐ μόνον δὲ αὐτὴν ἔπαρσιν καὶ ἔφε‐ σιν ἀποδεδώκασιν, ἀλλὰ καὶ ζέσιν. | |
20 | διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρσιν | |
καὶ τοῦ ὀργισθέντος πυρὶ τοὺς ὀφ‐ | 71 | |
72(3) | θαλμοὺς ἐοικέναι φησίν. [καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθαλμούς, με‐ | |
5 | λαίνει δὲ καὶ ὁ καπνός· «ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπ‐ νῷ».] τὸ οὖν ἄχος τῆς ὀργῆς αἴτιον ὄν, καπνίζον τὴν ὀργήν, μελαίνει τὰς φρέ⸢νασ⸣· «μένεος δὲ μέγα | |
10 | φρένες ἀμφιμέλαιναι / πίμπλαντο». τὸ ⸢δ’ ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι με‐ λαίνει⸣, φησίν «ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν». ⸢τὸ δ’ ἄχθεσθαι τοῦ ἄχνυσθαι πλεονασμῷ⸣ | |
15 | δηκτικῆς ἀγανακτήσεως διαφέρει, λ⸢ύπη δ’ ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ⸣ ἐπὶ τῶν ὀργιζομένων | |
ἔφη· «κεῖνος δ’ οὐκ ἐθέλει σβέσαι | 72 | |
73(5) | χόλον». κατηγορεῖ δὲ τοῦ πάθους καὶ ἀγριότητος· «αὐτὰρ Ἀχιλλεὺς / ἄγριον ἐν ⸢στ⸣ήθεσσι θέτο μεγα‐ λήτορα θυμόν», καὶ πάλιν· «χόλος δέ μιν ἄγριος ᾕρει», πρὸς ὃν καὶ ὁ | |
10 | παραινῶν ἔφη ὡς ἐ⸢πὶ⸣ ἀγρίου θη‐ ρίου· «ἀλλ’ Ἀχιλλεῦ, δάμασσον θυ‐ μὸν μέγαν». καὶ πάλιν ἐνδεικνύμε‐ νος τὴν θηριωδίαν φ⸢ησ⸣ίν· «⸢εἰ δὲ⸣ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τεί‐ | |
15 | χεα μακρὰ / ὠμὸν βεβρώθοις Πρία‐ μον Πριάμοιό τε παῖδας / ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο». καὶ ὅτι τῶν ἐν ⸢κι⸣νήσει ἀλλ’ οὐκ ἐν σχέσει ἐστὶν ὁ χόλος, καθὰ καὶ | |
20 | τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦ‐ τα· «Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λά‐ βεν, αἶψα δ’ ἀναστὰς / ἠπείλησε μῦ‐ θον», καὶ πάλιν· «Πηλεΐδης δ’ ἐξαῦ‐ | |
25 | τ⸢ισ⸣ ἀταρτηροῖς ἐπέεσσιν / Ἀτρε‐ | |
ΐδην προσέειπε, καὶ οὔ πω λῆγε χό‐ | 73 | |
74(3) | λοιο», ὡς ἂν δυνάμενος καὶ παύσα‐ σθαι. ὅταν δ’ ἐν σχέσει γένηται καὶ | |
5 | ἡσυχάζῃ, κότον καλεῖ. διό φησιν· «εἴ περ γάρ τε χόλον γε καὶ αὐ‐ τῆμαρ καταπέψῃ, / ἀλλά τε καὶ με‐ τόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ», ὡς ἐγχωροῦν ἐᾶσαι μὲν τὸν χόλον, | |
10 | περιποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως· αὐτοῦ κινηθέντος, πάλιν χόλος. ταὐτὸν δὲ καὶ ὁ θυμός, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δηλοῖ τῷ χόλῳ· ἀλλ’ ὁ μὲν θυμὸς ἀπὸ τοῦ | |
15 | θύειν, ὁ δὲ χόλος ἀπὸ τοῦ χολᾶν προ‐ | |
17 | σηγόρευται. εἰπὼν οὖν· «μή τι χο‐ λωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαι‐ ῶν», ἐπάγει· «θυμὸς δὲ μέγας ἐστὶ | |
20 | διοτρεφέων βασιλήων»· καὶ πάλιν· | 74 |
75(3) | «ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυ‐ μόν», καὶ πάλιν· «καὶ μάλα περ | |
5 | θυμῷ κεχολωμένον», εἰ μή τις ἐν‐ ταῦθα θυμὸν τὴν ψυχὴν ἀκούοι. ὅτι | |
12 | δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμός, δηλοῖ λέγων· «Τρωσὶ θυμὸν ἐγεῖραι». θυ‐ | |
15 | μὸς δὲ καὶ χόλος, προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώεσθαι λέγεται, καὶ ὁ ἐν τῷ τοιού‐ τῳ πάθει «χωόμενος κῆρ»· αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράσαν‐ | |
20 | τος ἐρωτῶσιν· «ὅς κ’ εἴπῃ ὅ τι τόσ‐ | 75 |
76(3) | σον ἐχώσατο Φοῖβος Ἀπόλλων»· διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι κακὸν δυνα‐ | |
5 | μένου δι’ ὀργὴν βασιλέως εἴρηται· «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσε‐ ται ἀνδρὶ χέρηϊ». οὕτως εἴρηκε καὶ τὸ «σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις / χωό‐ | |
11 | μενος», δηλῶν τὸ δραστικὸν δι’ ἀγανάκτησιν περιέχειν τὸ χώεσθαι. καὶ τοίνυν τὸ «χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο» ἀκουσόμεθα οὐχ ἁ‐ | |
15 | πλῶς ὀργιζόμενος, ἀλλὰ μετ’ ἀγα‐ νακτήσεως ἀμυντικῆς· διὸ καταρᾶ‐ ται, καὶ οὕτως ἀμυνόμενος. καὶ «χωόμενος» δὲ «κατὰ θυμὸν ἐϋζώ‐ νοιο γυναικὸς» Ἀχιλλεὺς τῇ ὀργῇ | |
20 | δηλοῦσθαι ποιεῖ τὴν τιμωρητικὴν δι’ ἀγανάκτησιν ἄμυναν· ἐπεξέρχε‐ ται οὖν διὰ τῆς μητρὸς τοῖς Ἕλ‐ | |
λησι καὶ οὐχ ἁπλῶς ὀργίζεται. | 76 | |
77(3) | ὥσπερ γὰρ τὸ ἄχθεται πρὸς τὸ ἄχ‐ νυται ἔχει περιττεύουσαν ἀγανάκτη‐ | |
5 | σιν, οὕτω τὸ χώεσθαι πρὸς τὸ χολοῦ‐ σθαι· «μή οἱ γοῦνα λ⸢αβό⸣ντι χολώ‐ σαιτο φρένα κούρη», ἀντὶ τοῦ ὀργι‐ σθείη· «γαῖα δ’ ὑπεστονάχιζε Διὶ ὡς τερπικεραύνῳ / ⸢χωομέν⸣ῳ», ⸢καὶ | |
10 | ἐπάγει τὰ ἐκ τοῦ⸣ χώεσθαι· «ὅτε τ’ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ». ἐν κι‐ νήσει μὲν οὖν ⸢χόλος καὶ θυμὸς καὶ 〈χώεσθαι· καὶ〉 ταὐτὸν δὲ τῷ⸣ χώε‐ σθαι τὸ σκύζεσθαι. εἰπὼν οὖν «σέ‐ | |
15 | θεν δ’ ἐγὼ οὐκ ἀλεγίζω / ⸢χωομένης», ἐπάγει· «οὔ σευ ἔγωγε / σκυζομένης ἀλέ⸣γω», ἐπὶ δὲ τοῦ Ἀχιλλέως «χωόμενος κατὰ θυμὸν» εἰπών, ποιεῖ λέγοντα· «οἵ μοι σκυζομένῳ | |
20 | περ Ἀχαιῶν φίλτατοί ἐστον». ἐν δὲ | |
σχέσει μῆνις, μένος καὶ κότος· καὶ | 77 | |
78(3) | μῆνις μὲν καὶ μένος ὀργὴ ἐναπόθε‐ τος καὶ ἔμμονος· πάλιν δὲ μῆνις, | |
5 | προσειληφυῖα τ⸢ὸ⸣ ἐπιτηρητικὸν μετ’ ἀγανακτήσεως καὶ κα⸢κ⸣οποι‐ ίας, κό⸢τοσ⸣ γίνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι | |
10 | δὲ παρὰ ⸢τὸ μ⸣ένειν ἡ μῆνις «αὐ‐ τὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυ‐ πόροισι» καὶ «ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι / μήνι’ Ἀχαιοῖσι», καὶ ὅτι διὰ τὸ μ⸢ένειν⸣ | |
15 | καὶ κεῖσθαι ἡσυχάζοντα καὶ σιγῶν‐ τα, φησὶ «κεῖτ’ ἀπομηνίσας», παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ ⸢π⸣ᾶς χρόνος μηνιθμός· «πάνθ’ ὑπὸ μηνιθμόν». ὅτι δὲ μένος καὶ μῆνις | |
20 | ταὐτόν· «Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μέν⸢οσ⸣». τίς οὖν ἡ μῆνις; χόλος, | |
φησί, μὴ ἀφεθείς· ἐπάγει γοῦν· «αὐ‐ | 78 | |
79(3) | τὰρ ἐγώ γε / λίσσομ’ Ἀχιλῆϊ μεθέ‐ μ⸢εν⸣ χόλον»· καὶ πάλιν ἀντὶ τοῦ | |
5 | φάναι μὴ μήνιε ἔφη· «ἔα δὲ χόλον θυμαλγέα», καὶ παυσαμένῳ μήνι‐ δός φησι «μεταλήξαντι χόλοιο». καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος μεθήμων· «ἀλλὰ μάλ’ οὐκ Ἀχιλλῆϊ | |
10 | χόλος φρεσίν, ἀλλὰ μεθήμων»· καὶ ὁ ἄγαν τηρῶν καὶ ἀναφαιρέτως τὸν χόλον «αἰὲν ἐπιζαφελῶς χαλεπαί‐ νει»· ζαφελὲς γὰρ τὸ ἀναφαίρετον, καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις, | |
15 | «ὅτε κέν τιν’ ἐπιζαφελὴς χόλος ἵκοι‐ το»· περὶ γὰρ τῶν μηνιόντων ὁ λό‐ γος. [καὶ τὸ μένος δὲ παρὰ τὸ μέ‐ νειν, μένειν δὲ ἀκίνητον καὶ ἄτρο‐ μον καὶ μὴ φεύγειν· «ἐν γάρ τοι | |
20 | στήθεσι μένος πατρώϊον ἧκα / ἄτρο‐ μον». ὅτι γὰρ παρὰ τὸ μένειν· «ἔτι μοι μένος ἔμπεδόν ἐστι». καὶ μένος | |
οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ | 79 | |
80(3) | δράξασθαι· «οἱ δὲ μένος χειρῶν ἰθὺς | |
9 | φέρον». ὅτι δὲ τὸ μένος σθένος· | |
10 | «πάντως, οἷον ἐμὸν μένος καὶ χεῖ‐ ρες ἄαπτοι» εἰπόντος Διός, «εὖ νυ», φησί, «καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν». ὡς οὖν τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος | |
15 | καὶ μῆνις. εἰπὼν οὖν «χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις», ἐπάγει· «οὐ γάρ τ’ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόν‐ των».] ἔτι δὲ μῆνις ἐπιτηροῦσα και‐ ρὸν τιμωρίας κότον ποιεῖ· «ἀλλά γε | |
20 | καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τε‐ | |
λέσῃ»· τὸ γὰρ «ὄφρα τελέσῃ» ἕως | 80 | |
81(3) | ἂν κατεργάσηται καὶ λυπήσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖ‐ | |
5 | σθαι κότος εἴρηται, ἐξηγεῖται· «ὅ τοι κότον ἔνθετο θυμῷ», καὶ ὅτι ἐπιτη‐ ρητικὸν ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρόν· «Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων / αὐτὸς ἐπι‐ | |
10 | σείῃσιν ἐρεμνὴν αἰγίδα / τῆσδ’ ἀπά‐ της κοτέων· τὰ μὲν ἔσται οὐκ ἀτέ‐ λεστα», ὅμοιον τῷ «ἔχει κότον, ὄφρα τελέσῃ». καὶ πάλιν «ὀλλῦ‐ σαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθε‐ | |
15 | σθε»· ἔθεσθε δὲ ἐν τῷ θυμῷ ἀκου‐ στέον· τὸ γὰρ αὐτό ἐστι τῷ «κ⸢ότ⸣ον | |
18 | ἔνθετο». καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμ‐ νονι «ἐκπάγλως κοτέοντο», προσάγει | |
20 | τὰ ἐκ τοῦ κό⸢του⸣· «νῦν δή σε, ἄναξ, | |
22 | ἐθέλουσιν Ἀχαιοὶ / πᾶσιν ἐλέγχι‐ | 81 |
82(3) | στον θέμεναι». [καὶ ὅτι μὲν ἡ μῆνις | |
9 | μέγαν χόλ⸢ον δ⸣ηλοῖ· «πὰρ Διὸς | |
10 | αἰγιόχοιο χόλος καὶ μῆνις ἐτύχθη»· ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντι‐ κὴν π⸢ε⸣ριέχουσά ἐστιν ὁ κότος, πα‐ | |
14 | ρίστησι διὰ τούτων· «εἰ μή τις θεός | |
15 | ἐστι κοτεσσάμενος Τρώεσσιν / ἱερῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις»· μηνίσας οὖν ὁ θεὸς ⸢εἰς κότον με‐ θίσταται⸣.] εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαι⸢ρος ὀργὴ χό‐ | |
20 | λος καὶ θυμός, ἡ δὲ μετ’ ἀγανακ⸣‐ | 82 |
83(3) | τήσεως δραστικῆς ἐνεργείας χώεσθαι λέ⸢γεται καὶ σκύζεσθαι, ὁ δ’ ἀπόθε‐ | |
5 | τος χόλος μένος καὶ μῆνισ⸣, αὕτη δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότος, καὶ ὅπως ὁρμὴ ἐπηρμένη μετὰ λύ‐ πης καὶ ὀρέξεως ἡ ⸢ὀ⸣ργή, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται. | |
16 | Γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς | |
ἀποδέδωκε τοὺς κόρυθας ἔχοντας ἱπ‐ | 83 | |
84(3) | πείαις θριξὶ κεκοσμημένας. ⸢εἰ⸣ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, ἱπποκό‐ | |
5 | ρυθος ἂν ἐλέγετο. νῦν δὲ σημαίνει τὸν ἐφ’ ἵππων ὁπλίτην· κ⸢ορυστὴσ⸣ γὰρ ἀπὸ μέρους ὁ ὁπλίτης καὶ μα‐ χητής· «πρῶτα δ’ Ἀντίλοχος Τρώ‐ ων ἕλεν ἄνδρα κορυστήν». καὶ τὸν | |
11 | Ἄρεα δὲ ἔφη χαλκοκορυστήν· «Ἀρ‐ γεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ ⸢Ἕκ⸣τορι χαλ‐ κοκορυστῇ», ὃ τὸν ὁπλίτην σημαί‐ νει καὶ ἀντίθετον τῷ ἱπποκορυστής. | |
15 | ἐκ δὲ τοῦ κορύεσθαι, ὃ πλεονασμῷ τοῦ θ ἔφη κορθύεσθαι, ἥ τε περικε‐ φαλαία κόρυς καὶ κορύνη, ἀμυντή‐ ριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βά‐ ρος, παρ’ ὃ καὶ ῥόπαλον λέγεται, καὶ | |
20 | κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμ‐ παλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι | |
ἐπιτήδειον ξύλον σκηπάνιον καὶ | 84 | |
85(3) | σκῆπτρον. ὡς καὶ ἐπὶ τοῦ δόρατος, | |
6 | ᾧ καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι, φησὶ «στῆ δ’ ἄρ’ ἐπὶ μελίας χαλκο‐ γλώχινος ἐρεισθείς», οὕτω καὶ ἐπὶ τοῦ ῥοπάλου, ὅτε λέγει «δὸς δέ μοι, εἴ | |
10 | ποθί τοι ῥόπαλον τετμημένον ἐστί, / σκηρίπτεσθαι». ἐν δὲ τῷ ἱπποκορυ‐ στὴς δύναται ἡ ἵππου γενικὴ συγκεῖ‐ σθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ «ὀτρύ‐ | |
16 | νων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώ‐ τας»· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώ‐ ταις ἀντιθείς, ἤτοι πεζοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς | |
20 | ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συ‐ νηθείᾳ φαμὲν ἡ τῶν Περσῶν ἵππος ἐνίκησεν, ἤγουν οἱ ἱππεῖς· ἡγεμονι‐ κώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀ‐ τρύνει «ἵππους τε καὶ ἀνέρας». καὶ | |
25 | τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς | 85 |
86(3) | κατ’ ἐπικράτειαν εἰρημένον δηλοῖ οὐ μόνον ἱππεῖς ἀλλὰ καὶ πεζοὺς καὶ | |
5 | οὐκ ἄνδρας μόνον ἀλλὰ καὶ γυναῖ‐ κας καθεύδειν. | |
9 | Παρατηρεῖν δεῖ ὡς, ὅταν ἐκ προ‐ | |
10 | σώπου τινὸς ἐπάγειν λόγους μέλλῃ | 86 |
87(3) | τινὰς ὁ ποιητής, προλέγει προση‐ μαίνων οἷος ἔσται ὁ λόγος ἢ μεθ’ | |
5 | οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐ‐ πὶ τὰ αὐτὰ οἷς αὐτὸς παρήγγειλε τῶν λεγομένων ἀκουσόμεθα. οἷον εἰπόντος «τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν | |
10 | προσέφη», ὑβριστικοὺς προσεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προειπόντος «καί μιν νεικείων ἔπεα | |
πτερόεντα προσηύδα», θεωρητέον εἰ | 87 | |
88(3) | οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν. ὅταν δὲ «ὅς σφιν εὖ | |
5 | φρονέων ἀγορήσατο καὶ μετέειπε», φρονίμους προσδεκτέον λόγους· φρο‐ νίμου δέ ἐστι τὰς αἰτίας τῶν ἐνε‐ στηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐ‐ πάγειν τὰ ποιητέα. τὸ μὲν οὖν «ἀ‐ | |
10 | γορήσατο» δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἐνεστηκότων, οἷον «οὔτ’ ἄρ’ εὐχωλῆς ἐπιμέμφεται» καὶ | |
15 | τὰ ἑξῆς, τὸ δὲ «μετέει⸢πε⸣» τὸ μετά‐ | 88 |
89(3) | γειν τὸ ποιητέον· ἐπάγει γάρ· «οὐδ’ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀ‐ | |
6 | φέξει» καὶ τ⸢ὰ⸣ ἑξῆς. καὶ ἐπὶ τοῦ Νέστορος· «ὢ πόποι, ἦ μέγα πέν‐ θος Ἀχαιΐδα γαῖαν ἱκάνει» διήγη‐ σιν ἔ⸢χ⸣ει τῶν ⸢ἐνεστώ⸣των ⸢ἃ | |
10 | «ἀγορήσατο⸣», τῷ δὲ «ἀλλὰ πεί‐ θεσθε καὶ ὔμμες» ἃ δεῖ πράττειν λέ‐ | |
13 | γει. καὶ πάλιν ⸢ὅταν εἴπῃ· «καὶ τό‐ τε κουφότερον μετε⸣φώνεε Φαιή‐ | |
15 | κεσσι», δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ⸢ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολο⸣γοῦντος | |
διὰ τὴν νίκην τοῦ Ὀδυσσέως· τοιοῦ‐ | 89 | |
90(3) | τον γὰρ τὸ «τούτων νῦν ἐφίκεσθε, νέοι», καὶ τὰ ἑξῆς· προθεωροῦντι | |
5 | γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκουσομένους πε‐ ρὶ τοῦ εἴδους τῶν λόγων. ἐκ τούτων δὲ πολλ⸢ὰ ἔ⸣νεστι λύειν τῶν παρεω‐ ραμένων τοῖς γραμματικοῖς. αὐτίκα | |
10 | τὸ ἐπὶ τοῦ Διός· «αὐτίκ’ ἐπειρᾶτο Κρο⸢νί⸣δης ἐρεθιζέμεν Ἥρην / κερ‐ τομίοις ἐπέεσσι παραβλήδην ἀγορεύ‐ ων». μὴ νοήσαντές τινες ὅτι περ⸢ὶ τοῦ μέ⸣λλοντος τρόπου τοῦ λόγου | |
15 | εἴρηκεν, ἀλλοκότους ἐξηγήσεις πε‐ | 90 |
91(3) | ποίηνται· φησὶ δὲ ὅτι παραβλητι‐ κοῖς ἐχρῆτο λόγοις, παραβάλλων καὶ | |
5 | ἀντεξετάζ⸢ω⸣ν τὴν Ἀφροδίτης Ἀ‐ λεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γι‐ νομένην. τὸ οὖ⸢ν⸣ «παραβλήδην» τὸ μετὰ τοῦ παραβάλλειν λέγει, ὃ | |
10 | εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθ’ οὕτως ἔχει, δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· «δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, / Ἥρη τ’ Ἀργεί⸢η⸣ καὶ ἀλαλκομε‐ | |
15 | νηῒς Ἀθήνη. / ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι / τέρπεσθον· τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη / αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει». καὶ οὐκ ἔστιν ἁπλῶς πα‐ | |
20 | ραβολὴ καὶ ἀντεξέτασις, ἀλλ’ οὕτως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖ‐ πεν· δύο μὲν Μενελάῳ, μία δ’ Ἀλε‐ ξάνδρῳ, καὶ ἡ μὲν Ἥρα ὡς Ἀργεία | |
25 | τῷ Μενελάῳ ἐπαρκεῖν ὀφείλουσα, | 91 |
92(3) | ἡ δὲ Ἀθηνᾶ ἀλαλκομενηΐς, ἡ δὲ Ἀφροδίτη φιλομειδὴς καὶ οὐκ ἀπ’ | |
5 | Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθησθε, ἡ δὲ «αἰεὶ παρ‐ μέμβλωκε»· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ «αὐτοῦ κῆρας ἀμύνει» συμπαραμένουσα· | |
10 | «καὶ νῦν ἐξεσάωσας ὀϊόμενον θα‐ νέεσθαι». ὀρθῶς ἄρα προεῖπεν ὅτι ἐ‐ ρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευ‐ αστικὸς καὶ παραβλητικός. πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ «ὣς ἔχετ’ | |
15 | ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖ‐ τις», τὸ «εἴρετο» οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώτησεν ἁπλῶς, ἀλλ’ ἀντὶ τοῦ ἠρώτα τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ «νημερτὲς μὲν | |
20 | δή μοι ὑπόσχεο καὶ κατάνευσον / ἢ ἀπόειπε, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ | |
23 | ἐῢ εἰδῶ». καὶ ἐν ἄλλοις ἔφη· «εἰρω‐ | |
τᾷς μ’ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ | 92 | |
93(3) | τοι / νημερτέως τὸν μῦθον ἐνισπή‐ σω». καὶ τὸ «εἴρεαι» τοίνυν «ὁπόθεν | |
6 | εἰμὲν» οὕτως ἀκουσόμεθα· τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις. καὶ τὸ «Ἑρμείαν ἐρέεινε Καλυψώ, δῖα θεάων»· ἐπάγει γὰρ «αὔδα ὅ τι | |
10 | φρονέεις». ἐνισπεῖν 〈... ἐνισπεῖν〉, καὶ | |
14 | τὸ «νημερτέως τὸν μῦθον ἐνισπήσω», | |
15 | ἤτοι ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν ἐπαληθεύ‐ σομαί σοι ἀψευδῆ τὸν λόγον. καὶ τὸ «ἔννεπε» οὖν ἀληθῆ λέγε καὶ | |
20 | τὸ «ἄειδε» πάλιν ἀληθῆ ἐν ποιή‐ μασι λέγε· ἀοιδὴ γὰρ ἡ ⸢πο⸣ίησις. | |
εἰπὼν οὖν «ἀλλά γε δὴ μετάβηθι | 93 | |
94(3) | καὶ ἵππου κόσμον ἄεισον», ἐπάγει· «αἴ κεν δή μοι κατὰ μοῖραν κατα‐ | |
5 | λέξῃς», ὅπερ ἐν ἄλλοις· «πάντα κατ’ αἶσαν ἔειπες, ἀγακλεές». τί οὖν τὸ «κατ’ αἶσαν» εἰπεῖν; «οὐδ’ ἂν ἔγωγε / ἄλλα πάρεξ εἴποιμι πα‐ ρακλιδόν, οὐδ’ ἀπατήσω» [καὶ ὅταν | |
10 | δὲ προείπῃ «εἶθαρ δὲ προσηύδα», τὸ εὐθὲς καὶ ἀληθὲς καὶ φανερὸν ἀκου‐ | |
13 | σόμεθα. πάλιν ἔφη «ἔπος ἀντίον ηὔ‐ δα», τὸ ἄντικρυς καὶ δια⸢ῤῥήδην, ὃ | |
15 | ἐν ἄλλοις ἔφη⸣ «ἀντικρὺ δ’ ἀπόφη‐ μι»]· τοῦ γὰρ εὐθέως λόγου δύν⸢αμις | |
18 | τὸ μὴ πάρεξ εἰπεῖν μηδὲ⸣ παρεκκλῖ‐ | |
20 | ναι. καὶ τὸ «ἀντίον» δὲ «ηὔδα» | |
ἐξ⸢ηγ⸣ήσατο «⸢τῶν οὐδέν τοι ἐγὼν | 94 | |
95(3) | κρύψω ἔποσ⸣»· οἱ γὰρ ἰθὺ καὶ κα‐ τεναντίον ἰόντες οὐ κρύπτονται ὡς | |
5 | οἱ κλ⸢έπτον⸣τες. ὅθεν ἐπὶ τοῦ οὐκ ἀπατῶντος «〈μὴ〉 ... κλέπτε νόῳ». τί οὖν τὸ «κλέπτε νόῳ»; «ὅς χ’ ἕτε‐ ρον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ βάζει». πάλιν ὁ ποιητής, τοῦ Ἀγα‐ | |
10 | μέμνονος μέλλοντος λέγ⸢ειν π⸣ρὸς τὸν Κάλχα⸢ν⸣τα «μάντι κακῶν, οὔ ποτέ μοι τὸ κρήγυον ἔειπας· / αἰεί τοι τὰ κάκ’ ἐστ⸢ὶ⸣ φίλα φρεσὶ μαντεύ‐ εσθαι, / ἐσθλὸν δ’ ⸢ο⸣ὔτέ τί πω εἶπες | |
15 | ἔπος οὐδ’ ἐτέλεσας», καὶ † διὰ τ⸢...⸣ κ⸢...⸣ μάντιν κακῶν πολλάκις ἀγο‐ ρεύοντες, † προλέγων ὅτι τοιοῦτοι ἔσονται οἱ λόγοι, φησίν· «Κάλχαντα | |
[μάντιν] πρώτιστα κακοσσόμενος | 95 | |
96(3) | προσέειπεν». οὐ κακῶς ὑποβλεψάμε‐ νος· οὐ γὰρ οἷόν τε τὸ κακῶς συνα‐ | |
5 | λεῖψαι διὰ τὸ σύμφωνον οὐδ’ ἔστιν ὅπου τὸ ὑποβλέπεσθαι ὄσσεσθαι λέ‐ γει· ἀλλὰ σημαίνει τὸ «κακοσσόμε‐ νος» ἐν συνθέτῳ ῥηθὲν κακόμαντιν ἀποκαλῶν. ἐπεὶ γὰρ «ὄσσα» ἡ θεία | |
10 | φήμη, ἣν καὶ Διὸς ἄγγελον ἔφη— «μετὰ δέ σφισιν ὄσσα δεδήει / ὀτρύ‐ νους’ ἰέναι, Διὸς ἄγγελοσ»—, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάντεις καὶ τῆς | |
ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν | 96 | |
97(3) | ὄσσα—«ὣς γὰρ ὄπ’ ἄκουσα θεῶν» —, ἀπὸ τῆς ὄσσης πεποίηται τὸ «κα‐ | |
5 | κοσσόμενος», ἤτοι ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε· κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. οὐ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδ’ ὄσσαν ἁπλῶς τὴν φωνὴν ση‐ | |
10 | μαίνει, ἀλλὰ τὴν θείαν, ἀλλ’ ὡς ἐπὶ | |
12 | κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδο‐ ρῶν. καὶ ἐν ἄλλοις· «οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω / | |
15 | ἀλλ’ ἀγαθὰ φρονέουσα», οὐ κακὸν κληδονιζομένη, καὶ «ὀσσόμενος πα‐ τέρα ἐσθλὸν ἐνὶ φρεσίν», ἤτοι ἐν ἑαυ‐ | |
τῷ κληδονιζόμενος καὶ εὐχόμενος | 97 | |
98(3) | θείας τυχεῖν φήμης περὶ τῆς ἐπανό‐ δου τοῦ πατρός, καὶ τὸ «οὔ ποτέ | |
5 | μοι θάνατον προτιόσσετο θυμός», ἀντὶ τοῦ προεμαντεύετο. καὶ ἔτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνηστήρων λέγων «ἐς δ’ ἰδέτην πάντων κεφα‐ | |
10 | λάς, ὄσσοντο δ’ ὄλεθρον», ὃ ἐπ’ ἄλ‐ λου ἐξηγήσατο εἰπών· «Ξάνθε, τί μοι θάνατον μαντεύεαι;» τὴν δὲ ὄσ‐ σαν ὅτι θεία φωνὴ ἐξηγεῖται λέγων· «ἢ ὄσσαν ἀκούσεις / ἐκ Διός». λέγει | |
15 | δὲ αὐτὴν καὶ κληδόνα· «ἦλθον, εἴ τινά μοι κληδόνα πατρὸς ἐνίσποις», κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· «ἢ ὄσσαν ἀκούσεις, / ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι», | |
20 | καὶ αὐτὸς ὁ Τηλέμαχος «πατρὸς | 98 |
99(3) | ἐμοῦ», φησί, «κλέος εὐρὺ μετέρχο‐ μαι», καὶ «ᾤχετο πευσόμενος μετὰ | |
5 | σὸν κλέος», καὶ ἡ μεγάλη καὶ ἔν‐ | |
7 | δοξος φήμη καὶ κληδὼν μέγα κλέος· «πεύ⸢θε⸣το γὰρ Κύπρονδε μέγα κλέ‐ | |
11 | ος». τὴν δὲ ὄσσαν, οὖσαν θείαν φω‐ νήν, καὶ «ὀμφὴν» προσαγορ⸢ε⸣ύει· «θείη δέ μιν ἀμφέχυτ’ ὀμφή», καὶ «ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον | |
15 | Ἀχα⸢ι⸣οί», ⸢ἐπεὶ καὶ ἡ ὄσσα καὶ ἡ ὀμ⸣φὴ Διὸς ἄγγελοι. ἔστι δέ τις ἄλλη δήμου φήμη ἡ ὑπὸ ⸢....... | |
19 | ..........⸣ ἀγγελίας· «εὐνήν τ’ | 99 |
100(3) | αἰδομένη πόσιος δήμοιό τε φήμην» ⸢........................⸣ις, καὶ | |
5 | «ἀγορὰ πολύφημος», ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ καὶ τὴν κλη‐ δόνα φήμην π⸢ου⸣ εἴρηκε· «φήμην δ’ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλε‐ τρίς». ὥστε ὄσσα μὲν καὶ ὀμφὴ | |
10 | καὶ κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ ἐπὶ τῆς θείας κληδόνος καὶ τῆς ἀνθρωπίνης διαλαλήσεως· οἴεται γὰρ ⸢...⸣ φωνὴν εἶναι ⸢Ὅμηρ⸣ος, ἧς τοὺς μάντεις ἀκούειν—«ὣς γὰρ | |
15 | ἐγὼν ὄπ’ ἄκουσα θεῶν»—, ταύτην δὲ διαδίδοσθ⸢αι⸣ μηδενὸς προκατάρ‐ ξαντος ἀνθρώπου· «ὄσσα δ’ ἄρ’ ἄγ‐ | |
19 | γελος ὦκα κατὰ πόλιν ᾤχετο ⸢π⸣άν‐ | |
20 | ⸢τη⸣, / μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ’ ἐννέπουσα»· παρὰ γὰρ τὴν ὄπα τὸ «ἐννέπουσα». τὸ μὲν οὖν | |
«κακοσσόμενος» σημαίνει τὸ εἰρη‐ | 100 | |
101(3) | μένον, τὸ δὲ «κρήγυον» οὐκ οἶδ’ ὅπως τὸ ἀληθὲς δηλοῦν ἀποδεδώκα‐ | |
5 | σιν, αὐτοῦ ⸢ἀντι⸣τιθέντος οὐ τῷ ψευδεῖ ἀλλὰ τῷ κακῷ τὸ «κρήγυον» ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀλη‐ θ⸢έσ⸣, ἀλλὰ τὸ ἀγαθόν· «οὐ πώ πο‐ τέ μοι τὸ κρήγυον ἔειπας· / αἰεί τοι | |
10 | τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύε‐ σθαι». ἔστι δὲ «κρήγυον» τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτὸν τῷ θυ‐ μῆρες. καὶ ἐν ἄλλῳ· «οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες», | |
15 | οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ | |
19 | ἠγόρευσας. οἶμαι δὲ ὅμοιον εἶναι τὸ | 101 |
102(3) | «μάντι κακῶν» τῷ «αἰναρέτη», ὃ σημαίνει τὸν κακωτικὴν ἀρετὴν κεκ‐ | |
5 | τημένον. καὶ ὁ «ὀλοόφρων» βλαπτι‐ κὴν ἔχων φρόνησιν, καὶ «οὐλόμενος» δὲ ὁ ὀλοὸν ἔχων μένος, «οὐλομένη» τε | |
9 | «μῆνις» ἡ ἐξ ὀλοοῦ μένους γεννηθεῖ‐ | |
10 | σα· ὁ γὰρ ταύτην ἔχων ὀλοός· «ἀλ‐ λ’ ὀλοῷ Ἀχιλλῆϊ θεοὶ βούλεσθ’ ἐπα‐ ρήγειν». ταῦτα οὖν λέγει τοῖς ἀγα‐ θόν τι κεκτημένοις, μὴ ὠφελοῦσι δὲ | |
15 | δι’ αὐτοῦ τινας· ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαν‐ τικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ δι’ αὐ‐ τῶν ὠφελοῦντες εἰκότως διαβάλλον‐ ται ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγα‐ | |
20 | θόν. ἄλλα δὲ εἴωθε συντιθέναι εἰς | 102 |
103(3) | διαβολήν τινων ὡς δυσωνύμων, ὡς τὸ «Δύσπαρι» καὶ τὸ «μῆτερ δύσ‐ | |
5 | μητερ» καὶ «ἦ τάχα Ἶρος Ἄϊ‐ ρος»· ἔστι γὰρ ὁ κακόϊρος, ὡς ἄμορ‐ φος γυνή, καὶ Ἴλιον «Κακοΐλιον οὐκ ὀνομαστήν»· διὰ γὰρ τοῦ «οὐκ ὀνομαστὴν» τὸ δυσώνυμον ἐπεση‐ | |
10 | μήνατο. | |
13 | Πρόσσχες δή μοι καὶ τούτοις, εἰ προσήκουσαν παρ’ ἡμῶν λαμβάνει | |
15 | τὴν λύσιν. «Ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ / Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην». τὸ «εἰσά‐ γουσα» οὐκ ἔστι κατὰ τὸ σύνη‐ | |
20 | θες, οἷον εἰσφέρουσα· οὐ γὰρ εἰσάγειν | |
μεθ’ ἑαυτῆς λέγει τὴν Λαοδίκην, ἀλ‐ | 103 | |
104(3) | λὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομέ‐ | |
5 | νην, ᾗ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν ⸢Ἑ⸣λένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· «εἰδομένη» γάρ φησι «γαλόῳ Ἀν‐ τηνορίδαο δάμαρτι, / τ⸢ὴν⸣ Ἀντηνο‐ ρίδης ἔχε κρείων Ἑλικάων / ⸢Λα⸣ο‐ | |
10 | δίκην». νομίζουσα οὖν ὄντως εἰς τὸ τ⸢εῖχ⸣ος ὑπὸ τῆς Λαοδίκης ἀπῆχ‐ θαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσασα. «Τύμβον ἀμφὶ πυρὴν ἕνα ποίεον ἐ‐ | |
15 | ξαγαγόντες / ἄκριτον ἐκ πεδίου». τῷ «ἐξαγαγόντες» ὁμοίως τῷ «εἰσάγου‐ | |
σα» κέχρηται. ὡς γὰρ τ⸢........... | 104 | |
105(3) | ......⸣ τὸ «ἐξαγαγόντες» ἐκπορευ‐ θέντες τοῦ πεδίου. ἕνα ⸢.......... | |
5 | .................⸣ μὴ καθέκα‐ ⸢στ⸣ον τῶν τεθνηκότων διακρινομέ‐ νων. | |
10 | «Θέτιος δ’ ἐξ⸢αί⸣σιον ἀρὴ⸢ν⸣ / πᾶσαν ἐπικρήνειεν»· τὴν παράνομον εὐχὴν καὶ ἔξω αἴσης καὶ μοίρας. | |
«Ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα | 105 | |
106(3) | γενέσθαι». οὐκ ἔστι τὸ ἔδησ⸢εν⸣ ἀπὸ τοῦ δεσμοῦ οὐδ’ Ἄρης ὁ πόλε‐ | |
5 | μος νῦν ἢ θεός, ἀλλὰ τὸ μὲν ἔδησε κατὰ συγκοπὴν τοῦ ἐδέ⸢ησ⸣ε, πε‐ ρισπαστέον δὲ τὸ «ἀρῆς», ἵν’ ᾖ βλά‐ βης, ὡς τὸ «Μέντορ, ἄμυνον ⸢ἀ‐ ρ⸣ήν»· ἐμοῦ γὰρ ἐδέησε καὶ χρείαν | |
10 | ἔσχε τῆς βλάβης βοηθὸν ἔχειν. «Οὐ μὲν γάρ τι νεμεσητὸν βασι‐ λῆα / ἄνδρ’ ἀπαρέσσασθαι, ὅτε τις πρότερος χαλεπήνῃ». ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος πε‐ | |
15 | ρὶ τοῦ βασιλέως· οὐ νεμεσητός, εἰ | 106 |
107(3) | βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀ‐ δικίας προϋπάρξας ἀπαρέσεται αὐ‐ | |
5 | τόν. ἔστι δὲ τὸ ἀπαρέσεται τὸ τῆς ἀρῆς ἀπᾶραι, ἤτοι τῆς βλάβης ἀ‐ παλλάξαι καὶ ἐξιλάσασθαι. | |
9 | «Αἵ τέ μοι εὐχόμεναι θεῖον δύ‐ | |
10 | σονται ἀγῶνα». ἀγῶνα λέγει καὶ τὸν τόπον· «λείηναν δὲ χορόν, κα‐ λὸν δ’ εὔρυναν ἀγῶνα» καὶ «Ἀρ‐ γεῖοι δ’ ἐν ἀγῶνι καθήμενοι»· καὶ τὸ ἄθροισμα δέ· «Ἥρη μὲν μετ’ ἀγῶνα | |
15 | νεῶν»· καὶ τὸ πλῆθος· «λῦτο δ’ ἀγών»· καὶ τὸ ἆθλον. «θεῖον» οὖν «ἀγῶνα» νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεών, ἤτοι θεῖον τόπον ὄντα ἢ θεῖον ἄθροισμα περιέχοντα, διὰ τὸ πολ‐ | |
20 | λῶν θεῶν ἀνατίθεσθαι ἐν αὐτῷ ἀ‐ | |
γάλματα. «εὐχόμεναι» δὲ ἐμοί, οὐχ | 107 | |
108(3) | ὑπὲρ ἐμοῦ, ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ’ οὐχ ὑπὲρ τοῦ χείρονος. | |
5 | «Ἦ δὴ ἀλιτρὸς ἐσσὶ καὶ οὐκ ἀπο‐ φώλια εἰδώς». «ἀλιτρὸς» ὁ ἀλιτή‐ ριος καὶ ἁμαρτωλός, «ἀποφώλια» δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτω‐ λός τε εἶ καὶ οὐκ ἀπαίδευτός φησιν; | |
10 | ἀλλὰ λέγει· πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος, ὡς εἰώθαμεν λέγειν· θαυμάζω πῶς σοφὸς ὢν ἥμαρτες. θαυμάζει δὲ καὶ ἡ Καλυψὼ πῶς ἀ‐ πιστεῖ ἑαυτῇ ὁ Ὀδυσσεύς, εἰ μὴ | |
15 | ὀμόσει περὶ τῆς ἐκπομπῆς, καίπερ οὐκ ὢν ἄφρων καὶ γνώμης θείας | |
εὐσύνετος καὶ ἐρώσης. | 108 | |
109(3) | «Ἀλλά τιν’ οἴω / ἀσπασίως αὐ‐ τῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι / | |
6 | φεύγων ἐκ πολεμοῖο». οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γόνυ, οἱ δὲ κα‐ θήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησί, καθεδεῖται τῶν φευγόντων τις | |
10 | ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει ἑαυτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντό‐ νου τῆς φυγῆς δρόμου καθίσας. «Ἑσταότος μὲν καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν / ὑββάλλειν· χαλεπὸν | |
15 | γὰρ ἐπιστάμενόν περ ἐόντα. / ἀν‐ δρῶν δ’ ἐν πολλῷ ⸢ὁ⸣μάδῳ πῶς κέν | |
τις ἀκούσαι / ἢ εἴποι; βλάβεται δὲ λι‐ | 109 | |
110(3) | γύς περ ἐὼν ἀγορητ⸢ή⸣ς». Ἀρίσταρ‐ χος ᾠήθη παραίτησιν ἔχειν τὸν λό‐ | |
5 | γον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀγα‐ μέμ⸢ν⸣ονος συγχωρεῖν ἀξιοῦντος εἰ καθήμενος λέγοι. καί φησι· “διὰ τοῦτο ἐνέθηκε τὸ «αὐ⸢τό⸣θεν ⸢ἐξ ἕδρης, οὐδ’ ἐν μέσοισιν ἀνα⸣στάς»”. ἄτοπος | |
10 | δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα ἀλλὰ ⸢.................. τὴν χεῖ‐ | |
ρ⸣α δὲ οὕτως τέτρωται, ὥστε μι‐ | 110 | |
111(3) | κρὸν ὕστερον αὐτὸς ἀποσ⸢φ⸣άττει τὸν ⸢κά⸣προν. ⸢κ⸣ἂ⸢ν π⸣ροσκείμε‐ | |
5 | νος δὲ ὁ στίχος ᾖ τὸ «αὐτό⸢θεν ἐ⸣ξ ἕδρης», ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀ‐ ριστέων συνεδρίου, ὥστ’ ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ ⸢τῷ⸣ πλήθει. Ἀπολλώνιος μὲν οὖν | |
10 | ὁ διδάσκαλος ⸢ἡ⸣μῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστηκεν ὁ Ἀγα‐ μέμνων, «παραιτεῖται», φησί, «τὸν ὑποβολέ⸢α⸣ ὡς ἂν ἐκ ⸢τοῦ⸣ αὐτοσχε‐ δίου μέλλων λέγειν· ἐμοῦ γάρ φησιν | |
15 | ἀκούσατε καὶ μηδείς μοι ὑποβαλλέτω ἵν’ εἴπω· ⸢χαλε⸣πὸν γὰρ τὸ ὑποβαλ‐ λόντων ἀκούειν τῷ ἐπιστήμονι τοῦ λέγειν· καὶ πῶς γὰρ ἄν τις ἐν πολ‐ λῷ ὁ⸢μ⸣άδῳ ἀκούσειε τοῦ ὑποβάλ‐ | |
20 | λοντος ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχ⸢εδιά⸣ζειν βλάπ‐ τεσθαι ἐμποδιζόμενον τῷ ἐξ ὑποβο‐ | |
λῆς λέγειν ἐν πολλῷ θορύβῳ». εἶχε δ’ | 111 | |
112(3) | ἄν τ⸢ιν⸣α λόγον ἡ ἐξήγησις, εἰ ἐγί‐ νωσκεν Ὅμηρος τὸ τοιοῦτον εἶδος | |
5 | τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀ‐ ναγνώσεως καὶ γραφῆς ὑποβαλλό‐ μενον. Ἀλέξανδρος δὲ ὁ Κοτιαεύς φησι καλῶς ἔχειν τὸ ἑστῶτος τοῦ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑπο‐ | |
10 | κρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν)· χαλε‐ πὸν γὰρ καὶ τὸν πάνυ δεινὸν ἐν τα‐ ραχῇ εἰπεῖν. ἐμοὶ δὲ δοκεῖ δύνασθαι | |
25 | καὶ οὕτως ἀποδιδόναι τὴν διάνοιαν· ἐκκλησίας ἀθροισθείσης, ὁ Ἀγαμέμ‐ νων παύει προοιμιαζόμενος τὸν θόρυ‐ | |
βον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς | 112 | |
113(3) | αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦντας τίνος ἕνε‐ | |
5 | κα συνεληλύθασιν· χαλεπὸν γὰρ θο‐ ρυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τί‐ να δὲ ἦν τὰ ὄντα πάντες που ἐγί‐ νωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων, καὶ ὅτι | |
10 | νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνο‐ | |
16 | δος διὰ τοῦτο. χαλεπὸν οὖν καὶ δει‐ νὸν τὸ ἐπιστάμενον τὰ ὄντα καὶ ἐνε‐ στηκότα θορυβεῖν, πυνθανόμενον ὡς ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν | |
20 | ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον οἷς ἐπάγει· «Πηλεΐδῃ μὲν ἐγὼν ἐν‐ δείξομαι· αὐτὰρ οἱ ἄλλοι / σύνθεσθ’ Ἀργεῖοι, ἠμὲν νέοι ἠδὲ γέροντες». | |
λέγει γὰρ ὅτι ἡ ἀπότασίς μοι τοῦ | 113 | |
114(3) | λόγου πρὸς τὸν Ἀχιλλέα ἐστίν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας δι’ ἃ συνελη‐ | |
5 | λύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυ‐ βεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ πάντα, καὶ ὁ λόγος μου τὰ νῦν οὐ πρὸς ὑμᾶς ἀλλὰ πρὸς Ἀχιλλέα ἔχει | |
11 | τὴν ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰ‐ δότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ | |
15 | ἀκούοντι, πρὸς ⸢ὃ⸣ν ὁ λόγος ὁ πα‐ ρὼν ἕστηκε. πολλὰ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορσι προοίμια ἐπι‐ ⸢γ⸣ράφεται πρὸς τοὺς θορύβους. «Ἠΰτ’ ἔθνεα εἶσι μελισσάων ἀδι‐ | |
20 | νάων / π⸢έτ⸣ρης ἐκ γλαφυρῆς αἰεὶ | |
νέον ἐρχομενάων». τὸ «νέον ἐρχο‐ | 114 | |
115(3) | μενάων» ἀποδεδώκ⸢ασιν⸣ ἀντὶ τοῦ νεωστὶ ἀεὶ ἐρχομένων, ὡς τὸ «κεῖ‐ | |
5 | νος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν». τί ο⸢ὖν⸣ ἐστι τὸ νεωστὶ ἐξηγούμε‐ νοί φασιν ὅτι τὰς πτήσεις ⸢οὐ διη‐ νεκεῖς ποιοῦνται, ἀλλ’ ἐπὶ⸣ βραχύ, ὥστε φαντασίαν αἰεὶ παρέχειν ὡς | |
10 | ⸢ἀρ.....................⸣ τὴν ὥ‐ | |
12 | ραν μηνύειν ὅτε πέτονται μᾶλλον· πέτονται δὲ τοῦ ἦρος αἰεί, ν⸢έ⸣ον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος | |
15 | ἀπὸ τοῦ ἔαρος προσηγόρευον. αὐτὸς δὲ ἐκπληρῶ⸢ν⸣ ἔφη «ἔαρος νέον ἱστα‐ μένοιο» πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. ⸢α⸣ὗται οὖν κατ⸢ὰ ν⸣έον ἔαρ ἔρχονται. ὅτι | |
20 | γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει «βοτρυδὸν δὲ πέτονται ἐ⸢π’ ἄ⸣νθεσιν εἰαρινοῖ‐ σιν». θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ «βοτρυδὸν» ἐκλαβόντα ἐοικότως βότρυϊ τῷ ὀρνέῳ, ὃ ἑαυτὸ συστρέφει | |
25 | ἐν τῇ πτήσει. οὐδεὶς γὰρ τῶν παλαι‐ ῶν οὐδ’ Ἀριστοτέλης βότρυν ζῶον | |
ἔγραψε, κέχρηται δὲ Ὅμηρος ἐπ’ | 115 | |
116(3) | ἀμπέλου τῷ «βότρυς» ὀνόματι· «μέλα‐ νες δ’ ἀνὰ βότρυες ἦσαν». βοτρυδὸν | |
5 | οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς· κατὰ συστροφὰς γὰρ πέτονται· τά‐ χα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥα‐ γῶν τὴν παχύτητα μιμούμεναι τῷ | |
10 | πολλὰς ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τὸ βοτρυδὸν λέ‐ γει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν, «ἰλαδόν», φησίν, «εἰς ἀγορήν», κατὰ ἴλας καὶ | |
15 | συστροφάς· ἰσοδυναμεῖ ἄρα τὸ ἰλα‐ δὸν τῷ βοτρυδόν, δηλοῖ δὲ τὸ ὡς συνήθως καὶ τῆς πρὸς ἀλλήλους ἑταιρίας εἶχον. | |
Οὐκ ἔστι «Τρώων ἄνθ’ ἑκατόν τε | 116 | |
117(3) | διηκοσίων τε ἕκαστος / στήσεσθ’ ἐν πολέμῳ» [οὐ] πρὸς ἑκατὸν καὶ δια‐ | |
5 | κοσίους μαχέσεσθε, ὥς τινες ἀποδεδώ‐ κασιν, ἀλλ’ ὡς εἰ ἔλεγεν· ἀντίστα‐ θμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακο‐ σίων ἕκαστος ἠπείλει ἐν τῷ πολέμῳ γενέσθαι. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκό‐ | |
10 | λουθον τὸ «νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰ‐ μεν / Ἕκτορος»· ἀπὸ γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων καὶ πιπρασκο‐ μένων εἴρηται. ἐπὶ μὲν οὖν τούτων εἴρηται· ἔφασκεν εἶναι ἀντίσταθμον | |
15 | 〈ἕκαστον〉 ἑκατὸν καὶ διακοσίων ἑ‐ αυτὸν λέγειν, ἤτοι ἰσοβαρῆ καὶ ἰσο‐ δύναμιν. ἐπὶ δὲ τοῦ Ἕκτορος· «οὐ‐ δ’ εἴ κέν ς’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι / Δαρδανίδης Πρίαμος», οἷον | |
20 | ἶσον καὶ ἰσόσταθμον χρυσῷ· τὸ δ’ | |
«ἐρύσασθαι» ἀντὶ τοῦ στῆσαι, ἀπὸ | 117 | |
118(3) | τῶν ἑλκόντων τὸν ζυγόν. ὃ δὲ σημαί‐ νει τὸ «ἐρύσασθαι», τοῦτο καὶ «ἐτί‐ | |
5 | ταινε» λέγει· «καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα», καὶ τὸ ἐρύσασθαι ἐξηγούμενος ἐπάγει «ἕλκε δὲ μέσσα λαβών», καὶ ἐπὶ τῆς χήρας «ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμ‐ | |
10 | φὶς ἀνέλκει / ἰσάζουσα τάλαντα». ἀ‐ τάλαντος οὖν ὁ ἶσος καὶ μὴ ταλαν‐ τεύων· «ἀτάλαντος Ἄρηϊ», ὃ ἐξη‐ γούμενός φησιν «ἶσος Ἐνυαλίῳ κο‐ ρυθάϊκι». κέχρηται τῇ ἀπὸ τῶν στα‐ | |
15 | θμῶν διαμετρήσει καὶ ἐπὶ τοῦ «δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαι‐ ⸢οὶ⸣ / χρεῖος», ἤγουν ἶσον ἀπολάβω‐ | |
σιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαντες | 118 | |
119(3) | καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γ⸢ὰρ ο⸣ὖν τὸ ὄφλημα, οὐχ ἁπλῶς | |
5 | τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκ⸢ην⸣ ἀποδῶμεν ⸢αὐτ⸣οῖς ⸢στήσαντ⸣ες ⸢τὸ χρέ⸣ος. «Ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύ‐ | |
10 | λῳ ἐμπέσ⸢οι⸣ ὕλῃ». ⸢ἄξυλον ὕλην οἱ μὲν τὴν πολύ⸣ξυλον ἀποδεδώκα‐ σιν, οἱ δὲ ὁμόξυλον. δηλοῖ γάρ, φα‐ | |
σὶν ⸢.......... ὡς ἀκόλουθος (ἔστι | 119 | |
120(3) | γὰρ⸣ ὁμοκέλευθος) καὶ «ἄβρομοι» ἅμα βρόμῳ καὶ «ἀΐαχοι» ἅμ⸢α⸣ | |
5 | ἰαχῇ. ⸢οὕ⸣τω καὶ ἄλοχος καὶ ἄκοι‐ τις ἡ ὁμόλεκτρος καὶ ὁμόκοιτις. καὶ ⸢ἄ⸣ξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκ‐ νόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ τὴν στέρησιν τοῦ ξύλου· ἐπά‐ | |
10 | γει γάρ· «οἱ δέ τε θάμνοι / πρόρριζοι πίπτο⸢υσιν⸣», ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵν’ ᾖ ἄξυλος ὕλη ἀφ’ ἧς οὐδείς πω ἐξυλεύσατο. καὶ | |
15 | ἄκοιτις δὲ καὶ ἄλ⸢οχ⸣ος ἐμοὶ δοκεῖ | |
κυρίως ἡ παρθενικὴ λέγεσθαι, παρὰ | 120 | |
121(3) | τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης. πα⸢ρ’ ὃ⸣ καὶ λέγει «κουρι‐ | |
5 | δίης ἀλόχου». λοιπὸν δ’ ἡ κατάχρη‐ | |
8 | σις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ὥσπερ κυρίως «ἀλεξῆσαι» τὸ ὑπὲρ | |
10 | τῶν ἀλόχων βοηθῆσαι, λοιπὸν δ’ ἐν | |
14 | καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπω‐ | |
15 | σοῦν συμμαχεῖν. καὶ «ἀΐδηλον» δὲ «πῦρ» οὐκ ἔστι ⸢τὸ⸣ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ σημαί‐ νει τὸ ἀφανιστικόν. οὕτω γοῦν ἔφη «σὺ δὲ κτείνεις ἀϊδήλως», ἀφανί‐ | |
20 | ζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέξστος «ἀΐδηλον» ἀποδέ‐ | |
δωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν. | 121 | |
122(7) | Ἐλέγομεν περὶ τῶν παραβολῶν ὅ‐ τι πολλάκις τὰ οἰκεῖα τοῖς πράγμα‐ σιν ὀνόματα παρατίθησι τοῖς ἐν ταῖς | |
10 | παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πίστιν τούτου παρακείσθω καὶ ταῦτα· συμβάλλου‐ σι μὲν ἀλλήλοις στρατοὶ τὸν πόλε‐ μον· «σύν ῥ’ ἔβαλον Λαπίθαι πόλε‐ | |
15 | μον», «σὺν δ’ ἔβαλον ῥινά, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν», μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά· «οἱ μὲν ἄρ’ οἶνον ἔμισγον ἐνὶ κρατῆρι καὶ ὕδωρ», | |
ὅθεν καὶ τὸ καταδεχόμενον τοὺς πο‐ | 122 | |
123(3) | ταμοὺς χωρίον μισγάγκεια εἴρηται. ἀλλ’ ὅμως αὐτὸς ἐναλλὰξ ἐπὶ τῶν πο‐ | |
6 | ταμῶν ἔφη τὸ συμβάλλειν, ὃ ἦν ἐπὶ τῶν ἀνθρώπων· «ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ», ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὃ ἦν ἐπὶ | |
10 | τῶν ποταμῶν· «ὣς τῶν μισγομένων γένετ’ ἰαχή τε φόβος τε». συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν «ἐς μισγάγκειαν συμμίσγετον ὄβριμον ὕδωρ», Ὁμηρι‐ κοῦ ὄντος τοῦ παρετυμολογεῖν, ὡς | |
15 | τὸ «τέμενος τάμον» καὶ «κειμήλιον κεῖται» καὶ «ἅρπυιαι ἀνηρείψαν‐ το» [καὶ «μένος οἴχεται ὃ πρὶν ἔ‐ | |
23 | χεσκεν»]. ἐπὶ δὲ τῶν Αἰάντων «νέ‐ | 123 |
124(3) | φος» εἶπε τολμήσας «πεζῶν» κατὰ μεταφοράν, καὶ ὡς εὔλογον τὴν τόλ‐ | |
5 | μαν τῇ παραβολῇ ἐπιστώσατο καὶ τὰς φωνὰς ἤμειψεν, ἐπιποιῶν τὸ πα‐ ραβληθὲν τῷ παραβαλλομένῳ. «ἦλ‐ θε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλα‐ μὸν ἀνδρῶν· / τὼ δὲ κορυσσέσθην, | |
10 | ἅμα δὲ νέφος εἵπετο πεζῶν»· προα‐ ναφωνήσας οὖν «νέφος πεζῶν» ἐξ αὐτοῦ πλάσσει παραβολήν· «ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς ἴδε νέφος αἰπόλος ἀνὴρ / ἐρχόμενον κατὰ πόντον ὑπὸ | |
15 | Ζεφύροιο ἰωῆς· / τῷ δέ τ’ ἄν⸢ευ⸣θεν ἐόντι μελάντερον ἠΰτε πίσσα / φαί‐ νετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, / ... τοῖαι ⸢ἅ⸣μ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν / δή‐ | |
20 | ϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φά‐ | |
λαγγες / κυά⸢νεαι⸣, σάκεσσίν τε καὶ | 124 | |
125(3) | ἔγχεσι πεφρικυῖαι». τὸ μὲν «νέφος ἐρχόμενον» καὶ «ἰὸν» καὶ «ἄγον | |
5 | λαί⸢λαπα⸣» εἶ⸢π⸣εν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος «κίνυντο», ὃ ἐπὶ νέφους τάττει κιν⸢ήσει⸣· «πυκινὴν νεφέλην» καὶ «πυκιναὶ φάλαγγες» καὶ «κυάνε‐ | |
10 | ⸢ον νέφος» καὶ «κυάνεαι φάλαγ‐ γεσ⸣». ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς· »⸢ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ⸣ / δείσας, ὁπότ⸢ε⸣ μιν δό‐ | |
15 | λιον περὶ κύκλον ἄγουσι, / τό⸢σσ⸣α μιν ὁρ⸢μαίνου⸣σαν ἐπήλ⸢υθε⸣ νήδυ‐ μος ὕ⸢π⸣νος»· μερμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαί⸢ν⸣ει δὲ λέ‐ ων, ὁ δ’ ἐνήλλαξε. τῷ δὲ τήκεσθαι | |
20 | κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολ⸢λ⸣άκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρήσασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης· «ὡς δὲ χιὼν κατα‐ | |
25 | τήκεται ... / ἥν τ’ Εὖρος κατέτηξε | |
... / τηκομένης δ’ ἄρα τῆς ... / ὣς τῆς | 125 | |
126(3) | τ⸢ή⸣κ⸢ε⸣το καλὰ παρήϊα δακρυχε‐ ούσης», καίτοι ἐν ἄλλοις εἰπών· | |
5 | «τῆς δ’ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθου‐ σι παρειαί». | |
9 | Θαυμάσειέ τις ἂν τοὺς τὸν ποτα‐ | |
10 | μὸν οἰηθέντας, ὃν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς 〈καὶ〉 κατὰ τοὺς Αἰγυπτίους ἐν οὐ‐ | |
ρανῷ καὶ οὐρανόθεν ῥεῖν. λέγει γάρ· | 126 | |
127(3) | «οὐ γάρ τοι πρὶν μοῖρα φίλους ἰδέ‐ ειν... / πρίν γ’ ὅταν Αἰγύπτοιο, διιπε‐ | |
5 | τέος ποταμοῖο, / αὖθις ὕδωρ ἔλθῃς». πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· «υἱὸν Σπερχειοῖο, διι‐ πετέος ποταμοῖο», καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· «ἐγὼ δὲ ἀπάνευθεν | |
10 | διιπετέος ποταμοῖο», καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέ‐ | |
γει· «ὡς δ’ ὅτε ἐπὶ προχοῇσι διιπε‐ | 127 | |
128(3) | τέος ποταμοῖο / βέβρυχε μέγα κῦμα». διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς | |
5 | τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρῆται· | |
«ὅστις ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ | 128 | |
129(3) | ποσὶ γυναικός». ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς· «Ξάνθου δινήεν‐ | |
5 | τος, ὃν ἀθάνατος τέκετο Ζεύς». τοῦ‐ το δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς γεννῶνται, ὥς που ἔφη «καί σφιν Διὸς ὄμβρος ἀέξει». ᾧ λόγῳ καὶ τὰς Νύμφας τοῦ Διὸς θυγατέρας λέγει· | |
10 | «Νύμφαι κρηναῖαι, κοῦραι Διός», ἔτι «Νύμφαι ὀρεστιάδες κοῦραι Δι‐ ός», ἐπειδὴ καὶ τὰ ἐν ὄρεσι φυτὰ τῷ Διὸς ὕδατι τρέφονται. Ζηνόδω‐ ρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδί‐ | |
15 | δωσιν. | 129 |
130(3) | «Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοί, οὐδ’ ἐπιωγαί». τίνι διενηνόχασιν ἐ‐ | |
5 | πιωγαὶ λιμένων καὶ πόθεν προσέβα‐ λέ τις τὸ ὄνομα; ἔφην οὖν ὅτι «ἰωὴν» τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν· «ἐξ ἀνέμου πολυπλάγκτοιο ἰωῆς», ποιήσας ἀπὸ τοῦ ἄειν, ὃ σημαίνει | |
10 | τὸ πνέειν. ἐπεὶ δὲ καὶ ἐπὶ τοῦ φωνεῖν καταχρηστικῶς ἔφη «αὖε δ’ ἑταί‐ ρους», καὶ τὴν φωνὴν «ἰωὴν» κέ‐ κληκε· «τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰωή», [καὶ τὸ «ἤυσε» παρὰ | |
15 | τὸ ἄειν] καὶ μεταφορικῶς· «λεύσσω | |
17 | δὴ πυρὸς δηΐοιο ἰωήν». κυρίως οὖν | 130 |
131(3) | ἰωῆς τῆς πνοῆς οὔσης καὶ τοῦ ἄγ‐ νυσθαι σημαίνοντος τὸ κλᾶσθαι, | |
5 | «ἰωγὴ» λοιπὸν ἡ τῆς πνοῆς ἂν εἴη κλάσις. ἔφη οὖν που· «εὗδον Βο‐ ρέω ὑπ’ ἰωγῇ», ὅπου ἄγνυται ἡ τοῦ Β⸢ορ⸣ρᾶ πνοή. καὶ «ἐπιωγαὶ» μὲν οὖν ῥηθήσονται τόποι ἀλίμενοι μέν, δυ‐ | |
10 | νάμενοι δὲ δι⸢ὰ⸣ τὴν ἀπὸ τῶν ἀνέ‐ μων σκέπην δέξασθαι ναῦς. | |
14 | Πρὸς τοὺς ἀδυναμίαν Ὁμήρ⸢ου | |
15 | κα⸣τηγ⸢ορο⸣ῦντας ἐκ τοῦ πολλάκις | 131 |
132(3) | τὰς αὐτὰς ῥήσεις ποιεῖν λέγοντας τούς τε ἐκπέμποντας ⸢καὶ τοὺς πεμ‐ | |
5 | πομένους ἀγγέλους καὶ⸣ κήρυκας ἢ διηγουμένους πράξεις ἢ λόγους ῥη‐ θέντας ⸢πρότερον, ἄξιον σημήνα‐ σθαι ὅπως ποι⸣κίλλων αὐτὸς ἑαυ‐ τὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύ⸢ει | |
10 | δ⸣ιὰ δύν⸢α⸣μιν. οἷον εἰπὼν τ⸢ὸ⸣ «ξυνὸς Ἐνυάλιος» καὶ ἐξηγησά‐ μενος πῶς κ⸢οι⸣νὸς «καί τε κτα‐ νέοντα κατέκτα», ἄλλως τοῦτο ⸢λ⸣έγων φησίν· «ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔ‐ | |
15 | βαλλ’ ἄ⸢λλ⸣ον», καὶ πάλιν ἄλλως «ἤ κε φέροιτο μέγα κ⸢ράτ⸣ος, ἤ κε φεροίμην», «ἕλοιμί κεν ἤ κεν ἁλοί‐ ην», καὶ πάλιν «νίκη δ’ ἐπαμείβεται ἄνδρας». πάλιν τὸ ⸢τει⸣χίσαι πόλιν | |
20 | καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος καὶ ὅλως τὰ κυκλοτερῶς συνέχοντά τι ἑρμ⸢η⸣νεύει λέγων· «ἀμφὶ δὲ τεῖχος | |
ἔλασε πόλει» καὶ «περὶ δ’ ἕρκος ἔ‐ | 132 | |
133(3) | λασε» καὶ «ἔλασε τάφρον ἐπ’ αὐ‐ τῷ», εἶτ’ ἄλλως ἑρμηνεύων φησὶ | |
5 | «τεῖχος ἐς ἀμφίχυτον», τὸ πέριξ κε‐ χυμένον. καὶ ἐπ’ οἴκου κύκλῳ περιέ‐ χοντος· «περὶ δὲ κλίσιον θέε πάν‐ τη», ὡς τὸ «περὶ δὲ χρύσεος πόρ‐ κης θέε», καὶ ἄλλως «ἐν δὲ μετώ‐ | |
10 | πῳ / λευκὸν σῆμ’ ἐτέτυκτο περίτρο‐ χον ἠΰτε μήνη». ὅρα δὲ ἄλλων ὀνο‐ μάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει· «ἄνδρα» φησὶ «βαλὼν» καὶ ἐπάγει· «τὸν δὲ σκότος ὄσς’ ἐκάλυ‐ | |
15 | ψεν», εἶτ’ «Ἄξυλον δ’ ἄρ’ ἔπεφνε» καὶ ἐπιφέρει «ἀλλ’ ἄμφω θυμὸν ἀ‐ πηύρα», εἶτ’ ἄλλως «Δρῆσόν τ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάρι‐ ξεν», εἶτα «καὶ μὲν τῶν ὑπέ‐ | |
20 | λυσε μένος», αὖθις «Ἀστύαλον δ’ ἄρ’ ἔπεφνεν», ἔπειτα «Ἀντίλο‐ χος δ’ Ἄβληρον ἐνήρατο», μεθ’ ἃ | |
ἐπιφέρει «Φύλακον δ’ ἕλε Λήϊτος | 133 | |
134(3) | ἥρως», εἶτ’ ἀνάπαλιν «Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος / | |
5 | ζωὸν ἕλεν», ἔπειτα ἐξ ὑπαρχῆς «τὸν δὲ κρείων Ἀγαμέμνων / οὔτα κατὰ λαπάρην», ἔπειτα ὁ Νέστωρ | |
φησίν· «ἀλλ’ ἄνδρας κτείνωμεν». | 134 |