TLG 2034 014 :: PORPHYRIUS :: Quaestionum Homericarum ad Iliadem pertinentium reliquiae

PORPHYRIUS Phil., vel Malchus
(Tyrius Romanus: A.D. 3)

Quaestionum Homericarum ad Iliadem pertinentium reliquiae

Source: Schrader, H. (ed.), Porphyrii quaestionum Homericarum ad Iliadem pertinentium reliquiae, fasc. 1 & 2. Leipzig: Teubner, 1:1880; 2:1882: 1:1–180; 2:183–278.

Citation: Iliad book — section — (line)

1

.

1

Ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐτέ‐
5λεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. ἔτι ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται.
10ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσ‐ εχεστέρους ποιοῦν, εἰ μέλλει πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δ’ ὅτι
15ἐκεῖ μέν, ἅτε μόνως ἐφ’ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ
τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται. οὐ γὰρ μό‐ νον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς1 in vol. 1
20πόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα. ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα· πρῶτον μὲν ἵν’ ἐκ τοῦ πάθους ἀποκαθαριεύσῃ τὸ τοι‐ οῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προσεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη μέλλων
25πολέμους ἀπαγγέλλειν. δεύτερον ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πι‐ θανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατατρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ.

1

.

2

v. ζητ. Vat. 17 (=schol. *B Α 105) in fine operis.

1

.

3

τὸ πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἐναντίον φαίνεται τῷ μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀν‐ δρῶν (Ζ 488), ἔτι δὲ καὶ .... [τῷ] ψυχὴ δ’ ἠύτ’ ὄνειρος ἀπο‐ πταμένη πεπότηται (λ 222), εἰς Ἅιδου δὲ κατῆλθεν· εἰ γὰρ προ‐
5ΐαψεν ἐστὶ προδιέφθειρεν, οὔτε ἡ μοῖρα [κυρία τοῦ ἀποθανεῖν] οὔτε ἡ ψυχὴ μένει, [ἀπόλλυται] γὰρ [εἰ διαφθείρεται]. λύεται δὲ κατ’ αὐτὴν τὴν λέξιν· τὸ προΐαψεν ἀποδιδόασί τινες ἀντὶ [τοῦ ἔπεμψε] πρὸ ἄλλων ......... τῷ ἅμματι καὶ τῷ .πτω ... τὸ γὰρ Ἄϊδι προ‐ ΐαψεν ......
10 ἐναντίον τῷ μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. ἀλλ’ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν, ὡς οὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν· πρε‐ πώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· γῆρας γάρ φησι
15καὶ θάνατος τά τ’ ἐπ’ ἀνθρώποισι πέλονται (ν 59). προ‐ ΐαψεν οὖν· ἔβλαψεν πρὸ καιροῦ παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου. ἢ περιττεύει ἡ πρό, ὡς τὸ νῆάς τε προπάσας (Β 493).2 in vol. 1

1

.

4

v. Herm. XIV, p. 237.

1

.

13

v. Ξ 200.

1

.

18

ἀπρεπὲς τὸ τὸν ἱερέα τοῖς μὲν οἰκείοις καταρᾶσθαι τοῖς δὲ ἐχθροῖς εὔχεσθαι τὰ βέλτιστα 〈vacuunt spatium 5 fere litt. capax〉. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖς πολεμίοις γενόμενον καὶ ὑπὲρ τῆς θυγατρὸς κινδυνεύοντα πῶς οὐκ εἰκὸς τοιούτοις λόγοις χρῆσθαι
5πρὸς τὸ συμφέρον αὐτῷ; διὰ τί ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο; λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι, δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα, ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ’ αὐτῶν.

1

.

31

ἀπρεπὲς τὸ τὸν βασιλέα περὶ τῆς αἰχμαλώτου λέγειν, καὶ ταῦτα ἔχοντα γυναῖκα καὶ παῖδας ἐξ αὐτῆς. λύεται δὲ καθ’ οὓς μὲν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐμὸν λέχος ἀντιόωσαν οὐ πάντως δηλοῖ τὴν συγ‐ κοιμωμένην ἀλλὰ καὶ ὑπηρετοῦσαν πρὸς τὸ λέχος, οἷον θαλαμηπολοῦ‐
5σαν· καθ’ ἑτέρους δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ στρατῷ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖς αἰχμαλώτοις συνερχόμενον τὸν βασιλέα θέλει ἀποφῆναι καὶ οὐκ ἀσχήμονα τὴν πρὸς ταύτας 〈cod. ταύτην, corr. Bkk.〉 φιλοστοργίαν, ὅπως ἂν μᾶλλον κατέχῃ τὸ πλῆθος.

1

.

38

v. Herm. XIV, p. 234.

1

.

41

v. Δ 102.

1

.

42

..... πῶς δὲ Ἕλλησιν ἐπαρᾶται τοῖς εὐφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκ‐ ζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἐγένετο ἡ Χρυσηίς· ἢ ὅτι αὐτοὶ Θήβας πορ‐
5θήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέ‐ μνων ἄλυπος ἦν, ζῶν δὲ καθ’ ἡμέραν ἀποθνήσκει βλέπων ἀπολλυμένους τοὺς ὄχλους· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι πᾶσιν ἀρᾶται, διότι μὴ πάντες ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν·
καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.3 in vol. 1
10 ἀπρεπὲς δοκεῖ κατὰ μὲν τοῦ ὑβρίσαντος Ἀγαμέμνονος μὴ ἀρᾶσθαι ἀλλὰ κατὰ τῶν εὐφημησάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆς λέξεως, ὅτι ἐν τοῖς Δαναοῖς ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προσώπου, ὅτι βάρβαρος καὶ πᾶσιν ἐχθρός· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν συνέφερεν αὐτῷ σώζεσθαι, τῶν δὲ νοσησάντων καὶ ἀπολαβεῖν ἂν τὴν θυγατέρα.

1

.

50

διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὒ οὐδὲ ἀπ’ ἄλλου ζώου τινός; καὶ οἱ μὲν ῥητορι‐ κῶς λύοντές φασιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας καὶ μὴ παντάπασιν ἀπολέσαι, καὶ διὰ τοῦτο πρότερον
5ἀπὸ τοιούτων ζώων ἤρξατο μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερόν φασιν, ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκ‐ φλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆς γῆς γιγνο‐
10μένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι 〈εἰσθεῖσθαι cod.〉 τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τῇ γῇ καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τὸ ἐκ διαφόρων σωμά‐ των εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτο. 〈τῆς
15δεκάτης δὲ ἡμέρας κτλ. quae aliunde illata sunt〉.

1

.

52

πῶς, φησίν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει 〈om. B〉; προ‐ ειπὼν γὰρ 〈εἰπὼν γὰρ πρῶτον B〉 αὐτοὺς δὲ ἑλώρια 〈δ’ ἑλλώρια B〉 τεῦχε κύνεσσιν (v. 4) νῦν ἐπάγει αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί 〈καίοντο θαμ. om. A〉. ἐροῦμεν δ’ ὅτι 〈οὖν ὅτι B〉 ὁ λοι‐
5μὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύ‐ ταις πίπτοντες ἑλώρια 〈ἑλλώρια B〉 κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ 〈ἀπὸ A〉
τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.4 in vol. 1

1

.

56

πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; ῥητέον ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες προέλ‐ θωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι. εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μικρὸς ἂν ἦν ἢ ἀτελεύτητος ὁ πόλεμος.

1

62-63

ἄλογον ζητεῖν παρὰ ἱερέως 〈post hoc verbum rasura 2 vel trium litt., τι?〉 πυθέσθαι περὶ τῶν μελλόντων· οὐ γὰρ δὴ μάντεις οἱ ἱερεῖς, οἱ δὲ ὀνειροπόλοι μηδενὸς ὀνείρου νῦν ζητουμένου παρέλκουσι. λύεται δὲ ἐκ τῆς λέξεως· τὸν γὰρ νῦν λεγόμενον θύτην ἱερέα φαίνονται
5καλοῦντες πάλαι, ὥσπερ καὶ ἑτέρωθεν· εἰ μὲν γάρ τίς μ’ ἄλλος ἐπι‐ χθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες (Ω 270). ὁ δὲ ὀνειροπόλος αὐτὸς ὁρᾷ 〈Cobet. ap. Dind.; cod. δρᾶ〉 ὑπὲρ ἑτέρων ὀνείρους. Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ μάντιν, ἵνα ᾖ γενικόν. ὁ
10δὲ Πορφύριος μάντιν λέγει τὸν δι’ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ 〈om. L〉 τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα 〈πολούμενον θεα in ras.
B; verba inde a θεατὴν om. L〉. διὰ τί διττοὺς λέγων τοὺς ὀνείρους 〈τ 562 sqq.〉 καὶ τοὺς μὲν5 in vol. 1
15αὐτῶν ψευδεῖς, τοὺς δὲ ἀληθεῖς, ὡς πάντων αὐτῶν ὄντων ἀληθινῶν φησιν· ἢ καὶ ὀνειροπόλον καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν, ὡς τῶν ὀνείρων ἐκ Διὸς ὄντων; λύεται δὲ ἀπὸ τῆς συναλοιφῆς. οὐ γὰρ ὁ τέ 〈ὁ γὰρ τέ cod., corr. Bekk.〉 σύνδεσμος συναλήλιπται, ἀλλὰ τὸ τί μόριον· ἔστι γὰρ πλῆρες· καὶ γάρ τι ὄναρ ἐκ Διός ἐστι. τὸ δὲ ὀνει‐
20ροπόλον οὐ σημαίνει τὸν ὀνειροκρίτην, ὥς τινες ἐξεδέξαντο, τὸν περὶ τοὺς ὀνείρους διατρίβοντα (οὐδὲν γὰρ ὄναρ ὤφθη), ἀλλὰ σημαίνει τὸν ὀνειροπολούμενον, τὸν κάτοχον ὀνείροις καὶ θεατὴν ὀνείρου εἰς αὐτὸν ἐλθόντος γεγονότα.

1

.

69

(Eust. p. 51, 9) v. Herm. XIV, p. 234.

1

.

73

v. ad v. 78.

1

.

78

ζητ. Vat. 15 (=schol. *B v. 78=66 Dind.) v. in fine operis.

1

.

104

προεβλήθη ποίου 〈τίνος L〉 γένους τὸ 〈τὼ BL〉 ὄσσε καὶ τίς ἡ ἑνικὴ εὐθεῖα. οἱ μὲν οὖν ἔφασαν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυϊκοῦ κατ’ ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως καὶ τοῦ 〈Vill., codd. τὼ〉 ὄσσε τὸ ἑνικόν ἐστιν ὄσς 〈ὅσς B〉 διὰ τὰ 〈om. B〉 δύο ς. ἐλέγχονται
5δέ· οὐ γὰρ ἐπὶ πάντων ταὐτὸ γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ ἑνικὸν δμῶ οὐδὲ ἀπὸ τοῦ φῶτε φῶτ 〈φῶ codd., corr. Bkk.〉, οὕτως οὐδὲ ἀπὸ τοῦ ὄσσε ὄσς. ἡ δὲ αἰτία· ἐπεὶ τὸ ρ καὶ τὸ ν τῶν ἀμεταπτώτων κατά γε τὸ πλεῖστον, προσεβλήθη 〈Vill., ἐπροσεβλ. codd.〉 καὶ τῷ θήρ καὶ τῷ χήν τὸ ε καὶ δυϊκὰ γέγονεν. οὐδέποτε δ’ ἂν εὕ‐
10ροις 〈εὕρης B〉 τοῦτο συμβαῖνον ἐφ’ ὧν ἔσχατον ἦν τὸ ς. τῷ γὰρ Κρής εἰ προστεθείη 〈προσθείη B, εἰ μὴ προσθείη L〉 τὸ ε, δυϊκὸν οὐκ ἂν γένοιτο, Κρῆσε, οὐδὲ τῷ χρώς καὶ παῖς· οὕτως οὐδὲ τῷ ὄσς. ἔτι καὶ ἀδύνατόν ἐστι συλλαβὴν μίαν εἰς δύο σς λήγειν. οὐδὲ μὴν δύναται ὄς 〈codd. ὄσς, corr. Bkk.〉 εἶναι δι’ ἑτέρου ς 〈σς B〉· τῶν γὰρ εἰς ος
15ληγόντων ὀνομάτων τὰ δυϊκὰ εἰς ω λήγει. ῥητέον οὖν ὅτι 〈quae iam sequuntur in cod. B etiam ad Α 104 leguntur, quae nota Bʹ signi‐
fico〉 τὸ ὄσσε 〈τὼ ὄσσε codd., corr. Bkk.〉 οὐκ ἔστιν ἀρσενικὸν δυϊ‐ κόν. φησὶ γὰρ ὁ ποιητής· τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντα 〈αἱματόεντε Bʹ〉 χαμαὶ πέσον (Ν 616), οὐχ αἱματόεντες. οὐδε‐6 in vol. 1
20τέραν 〈οὐδετέρας Bʹ οὐ δευτέραν L〉 οὖν ληπτέον εὐθεῖαν καὶ ἔσται τὸ ὄσσος, ὡς ἕρκος βέλος τεῖχος, τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ τοὺς 〈om. Bʹ〉 Ἴωνας ἕρκεα βέλεα τείχεα καὶ δῆλον ὅτι ὄσσεα. τῶν δὲ 〈om. Bʹ〉 εἰς α πληθυντικῶν τὰ δυϊκὰ 〈καὶ ins. B〉 οὐδέτερα εἰς ε τελευτᾷ, οἷον ὄμματα ὄμματε, γράμματα
25γράμματε· καὶ Εὐριπίδης (Hipp. 386)· οὐκ ἂν δ’ ἤστην ταῦτ’ ἔχοντε γράμματε 〈καὶ Εὐρ. —γράμματα in uno Bʹ〉, καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (454)· γρύζειν δὲ καὶ 〈om. Bʹ〉 τολμᾶτον, ὦ καθάρ‐ ματε; σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκὰ καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν ὄσσε ἐγένετο 〈om. Bʹ〉

1

.

105

ζητ. Vat. 17 (=*B h. v.) v. in extrem. parte operis.

1

.

113

διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει; λέγει γάρ· Κλυταιμνήστρης προβέβουλα. καὶ οἱ μέν φασιν, ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλλησιν ἐφ’ ὕβρει κατέχεσθαι τὴν κόρην, οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυσηίδα ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν ἀλλὰ τὰ
5μέγιστα δοκῇ χαρίζεσθαι, ἔνιοι δὲ ὅτι ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα· πῶς γὰρ ὀργίζοιτο ἂν ὁ θεός, τῆς αἰχμαλώτου μηδὲν ἐφ‐ ύβριστον πασχούσης;

1

.

117

.... ὁ δὲ ἤ διασαφητικός ἐστιν ἀντὶ τοῦ ἤπερ, ὡς τὸ ἤ ἀφνειότεροι (α 165). ἔστι δὲ καὶ μετὰ ἤθους. Πορφύριος δὲ δια‐ ζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ αὐτὸς ἀπολέσθαι. ..... ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον
5σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ
τοῦ καὶ ἀπολέσθαι ἐγώ. ἤπερ, διασαφητικῶς, ὡς τὸ ἢ ἀφνειότεροι. ἔστι δὲ μετὰ ἤθους. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι ἐγώ.7 in vol. 1

1

.

138

...... ἀπορία 〈quae ante h. v. leguntur v. ad lin. 17〉. διὰ τί δὲ συνεχῶς ὁ Ἀγαμέμνων ἐν ταῖς πρὸς Ἀχιλλέα διαπληκτίσεσιν Αἴαντος καὶ Ὀδυσσέως μνημονεύει, καὶ ἐν τῇ ἀφαιρέσει τῶν τιμῶν· ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος 〈ὀδυσσῆος cod.〉 ἄξω ἑλών,
5καὶ μετ’ ὀλίγον ἐφεξῆς, ὅτε δεῖ πέμψαι τὴν Χρυσηίδα, φησίν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σ, Πηλείδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν (v. 144—146). καὶ γὰρ ἀτιμάσειν ἀπειλῶν συγκαταλέγει Αἴαντα καὶ Ὀδυσσέα τῷ Ἀχιλλεῖ 〈ἀχιλεῖ cod.〉, καὶ ἀποστέλλειν πρὸς τὸν θεὸν
10ἐπαγγελλόμενος ἐξ Αἴαντος καὶ Ὀδυσσέως καὶ Ἀχιλλέως φησὶν ἕνα ἀποστέλλειν, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προθεὶς τὸν Ἀχιλλέα μετὰ ὕβρεως 〈addidi; cod. om.〉 τῶν ἀτιμαζομένων· ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος 〈ὀδυσσῆος cod.〉, ὅτε δὲ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα· ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σ, Πη‐
15λείδη. λύσις· ὅτι οὗτοι ἐδόκουν μάλιστα φίλοι εἶναι Ἀχιλλέως. διὸ
καὶ ὁ Νέστωρ αὐτὸς καταλέγων πρεσβευτὰς πρὸς Ἀχιλλέα τούτους αἱ‐ ρεῖται, καὶ Ἀχιλλεὺς εὐμενέστατα ὁρᾷ ἐλθόντας τούτους καὶ δεξιοῦται καὶ ὁμολογεῖ τὸ προϋπάρχον φίλτρον· οἵ μοι σκυζομένῳ παρ’ Ἀχαιῶν φίλτατοί ἐστον (Ι 198), καὶ χαίρετον, ἦ φίλοι ἄνδρες8 in vol. 1
20ἱκάνετον (Ι 197). συνατιμάζει οὖν τούτους καὶ συγκαταλέγει ὡς φί‐ λους ὄντας τῷ Ἀχιλλεῖ τὰ μάλιστα.

1

.

179

v ad Δ 491.

1

194-195

Ξ 304.

1

.

211

τὸ ἔπεσι μὲν ὀνείδισον 〈L c. l. ἔπεσιν ὀνείδισον inc.: ὡς ἔσεταί περ〉 ἀπρεπὲς 〈ἀπρεπὴς Lp〉 θεᾶς εἰς λοιδορίαν 〈εἰς λοιδ. θεᾶς ἔμπροσθεν L〉. ἡ δὲ λύσις ἐκ τῆς λέξεως· ὀνείδισον γὰρ ἔφη ἀντὶ τοῦ ὑπόμνησον τῶν εὐεργεσιῶν ὡς ἐγένοντο. ὀνείδισον γὰρ
5ἔφη, οὐ λοιδόρησον. ὀνειδισμὸς δέ ἐστιν ἀνάμνησις εὐεργετημάτων ὧν τις παρέσχετο.

1

.

213

..... πόθεν δέ, φασίν, ἡ Ἀθηνᾶ οἶδεν ὅτι ὁ Ἀχιλλεὺς λή‐ ψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεοὶ ἀλλὰ καὶ ὁ τυχὼν 〈τυχῶν cod.〉 ἄνθρωπος γνοίη ὅτι οἱ 〈cod. εἰ, cui pallidiore atramento suprascript.
5οἱ〉 τοὺς κρείττους ἀτιμήσαντες, εἰ κινδυνεύσειαν, ἐπὶ τοὺς ὑβρισμένους καταφεύγουσιν.

1

.

225

διὰ τί ὁ Ἀχιλλεὺς λοιδορησάμενος Ἀγαμέμνονι τρία ταῦτα οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων κραδίην δ’ ἐλάφοιο οὔτε τῷ οἰνοβαρεῖ ἐπιμένει οὔτε τῷ κραδίην δ’ ἐλάφοιο, ἀλλὰ μάλιστα τῷ
κυνὸς ὄμματ’ ἔχων, ποτὲ μὲν ἐπιφέρων ἀναιδείην ἐπιειμένε9 in vol. 1
5(v. 149), ποτὲ δὲ ἀλλὰ σο, ὦ μέγ’ ἀναιδές, ἑσπόμεθα, ὄφρα σὺ χαίρῃς (v. 158), αὖθις δὲ τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα (v. 159); ἡ δὲ λύσις ἐκ τῶν προειρημένων ἐν τῇ ἐκκλησίᾳ πρὸς τὸν Κάλχαντα, ἐνδειχθεισῶν τῶν τῆς ὁράσεως φλογώσεων· ἔφη γὰρ ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην (v. 104). τῆς γὰρ ἐμ‐
10φανῶς πᾶσι γενομένης τῶν ὀφθαλμῶν μαρμαρυγῆς ὡς 〈om. cod.〉 ἀναιδοῦς ἐχόμενον τὸ τοῦ Ἀχιλλέως πάθος συνεχῶς ἐπιφέρεται εἰς ὀνειδισμὸν τούτου πρὸς τοὺς τὰ ὅμοια ὁρῶντας ὡς πρὸς μάρτυρας. Ἰσοκράτης μὲν οὖν τρία περὶ τὸν στρατηγὸν ὑπάρχειν ἀγαθὰ μαρτυρεῖ κοινὰ λέγων· ὃς ἦν ἐπιμελέστατος μὲν τῶν στρατηγῶν, πιστό‐
15τατος δὲ τοῖς Ἕλλησιν, ἐμπειρότατος δὲ τῶν πρὸς τὸν πό‐ λεμον κινδύνων (paneg. § 142)· Ὅμηρος δὲ κατηγορῶν τὰς ἐναν‐ τίας ταῖς ἀρεταῖς ταύταις κακίας τοῦ Ἀγαμέμνονος ἐκθειάζει· ἐν μὲν γὰρ τῷ λέγειν οἰνοβαρῆ πολλὴν ὀλιγωρίαν ὀνειδίζει (τί γὰρ ἐν μέθῃ ἐπιμελές;), ἐν δὲ τῷ πάντων ἀναιδέστατον τὴν ἀπιστίαν· ἡ δὲ ἀνανδρία
20πάντων μέγιστον ἐμπόδιον εἰς ἡγεμονίαν. —ἀπορία. ζητοῦσι 〈hinc etiam Lp〉 δὲ πότερον διὰ ὕβρεως 〈ὕβριν Lp〉 ἐξηνέχθη ὁ 〈om. Lp〉 Ἀχιλλεὺς ὀργιζόμενος εἰς τοιαύτας λοιδορίας· οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων κραδίην δ’ ἐλάφοιο, ἢ ἀπὸ τίνος 〈ἀπό τινος codd.〉 αἰτίας προαχθεὶς ὑπὸ τῆς ὀργῆς εἰς τοιαῦτα 〈ταῦτα Lp〉 ἐμπεπτωκέναι.
25λύσις 〈om. Lp〉· οἰνοβαρῆ μὲν οὖν αὐτὸν προήχθη εἰπεῖν, ἐπειδὴ φαί‐ νεται σπουδάζων περὶ πολλὴν οἴνου κτῆσιν. μόνῳ γὰρ αὐτῷ καὶ Με‐ νελάῳ χίλια μέτρα οἴνου Εὔνεως πέμπει (Η 471), ὅ τε Νέστωρ, ἐκ τῶν πραττομένων ὑπ’ αὐτοῦ τὸ 〈om. Lp〉 πλῆθος εἰδὼς τῆς τοῦ οἴνου 〈ἤθους Lp〉 συναγωγῆς, φησί· πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες
30Ἀχαιῶν ἠμάτιαι 〈ἡμάτιαι B〉 Θρῄκηθεν ἐπ’ εὐρέα πόντον ἄγουσιν (Ι 71. 72). αὐτός τε ὁ Ἀγαμέμνων προτρεπόμενος ἐπὶ πό‐ λεμον προφέρει ἣν φέρει τιμὴν διὰ τοῦ σὸν δὲ πλεῖον δέπας ἀεὶ ἕστηχ’ ὥσπερ ἐμοὶ πιέειν (Δ 262). ὅθεν καὶ ἐπιστρεφέστερον ὀνει‐ δίζων εἰς τὰ τοιαῦτα πῆ μὲν λέγει (Θ 229) πῆ ἔβαν εὐχωλαί 〈πη
35ε, reliquae litterae evan., Lp〉; καὶ ἐπάγει πίνοντες κρατῆρας ἐπιστεφέας οἴνοιο (Θ 232). καὶ πάλιν εἰκόνα λαμβάνων τὴν ἐκ τῶν συμποσίων 〈συμποσιῶν Lp〉· εἴπερ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε ὁρκωμόσια 〈τρῶες τ ορκ μο Lp; rel. litt. evanuerunt〉 ποιησάμενοι, εἶτα ἐπάγει· Τρώων δ’ αὖτε ἕκαστον ἑλοίμεθα οἰ‐
40νοχοεύειν 〈οἰνοχορεύειν Lp〉, πολλαί κεν δεκάδες δευοίατο
οἰνοχόοιο (Β 123 sqq.). καὶ τὸ τελευταῖον καὶ τὸν θάνατον εἰς 〈καὶ τὸν θαν. ἐξ in Lp ab alia, ut vid., manu inter lin. postea addita〉 Ἅιδου ἀφηγεῖται, ὡς ἀμφὶ κρατῆρα τραπέζας τε πληθούσας ἀπώλετο (λ 419). τὸ δὲ κυνὸς ὄμματ’ ἔχων ἐλέγομεν ὅτι ἐξ ὧν10 in vol. 1
45εἶδεν αὐτὸν ὀργιζόμενον· ὄσσε 〈ὅστε B〉 δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην καὶ Κάλχαντα πρώτιστα κακοσσόμενος προσέειπεν (Α 105). κραδίην δ’ ἐλάφοιο ἀπὸ τοῦ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν καὶ τρὶς ἐν τῇ Ἰλιάδι (Β 140. Ι 27. Ξ 75 sqq.?) φαίνεσθαι τοῦτο εἰρηκότα.

1

.

250

cum schol. Ε 153 coniunctum (=ζητ. Vat. 13. 14) in ex‐ trema parte operis edendum.

1

.

266

v. Herm. XIV, p. 249.

1

.

279

πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἆρα δύναταί τις βασιλεῦσαι 〈βασιλεύειν L〉 χωρὶς τῆς τοῦ θεοῦ βουλῆς; ῥητέον οὖν ὅτι 〈καὶ ῥητ. ὅτι L〉 καλῶς τοῦτο εἴρηκεν· οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως δὲ
5εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐστιν, οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιός ἐστι τῷ θεῷ 〈om. ἐστι τῷ L〉, ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ θείου παραχωροῦντος αὐτῷ καὶ ἀφροντιστοῦν‐ τος τοῦ τοιούτου.

1

.

288

ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περι‐ όδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον 〈ὡμίλεον BLp〉 ἐν δ’ ὀλοὴ 〈ὀλοὸν Lp;
5ὀλοὴ, ὴ e corr., B〉 Κήρ (Σ 535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν. κινεῖ δὲ τῷ Ἀχιλλεῖ φθόνον, ὡς οὐχ 〈Lp in ras. suprascrpt.〉 ὑπὲρ τῆς Βρισηίδος ἀλλ’ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερομένῳ 〈Lp add.: ἱκανὸν δὲ ἦθος ἔχει ὁ δισταγμός, quae B recte ad verba ἅ τιν’ οὐ
10πείσεσθαι ὀΐω〉. τί τὸ πολλάκις τὴν αὐτὴν κυκλοῦν διάνοιαν; χαρακτηρικόν ἐστιν ὀργῆς· διὸ καὶ ἐπὶ τοῦ Ἀχιλλέως ὀργιζομένου τὸ αὐτὸ πεποίηκεν· ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε σήμαιν’· οὐ γὰρ ἔγωγε τί σοι πείσεσθαι ὀίω (v. 295. 296). οἱ γὰρ ἐν ὀργῇ, κἂν
15πολλάκις εἴπωσί τι, οὔπω δοκοῦσιν ἱκανῶς εἰρηκέναι 〈add. cod.: καὶ παρεισάγει τοὺς πάντας κτλ. =schol. B p. 49, 11 Dind., quae huc
non pertinent〉.11 in vol. 1

1

.

300

διὰ τί ὁ Ἀχιλλεὺς τὴν μὲν Βρισηίδα φησὶ δώσειν—χερσὶ μὲν οὔτι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης—τῶν δ’ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ μελαίνῃ οὐδὲν προΐεσθαί φησιν ἄνευ πολέμου, καίτοι περὶ τὴν Βρισηίδα τῶν ἄλλων μᾶλλον σπουδάζων; ῥη‐
5τέον οὖν ὅτι, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φησι φείδεσθαι, προσίετο· καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι τὰ πρῶτα. ἐγένετο δ’ ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀναδάσιμα, τῆς Χρυσηίδος ἀποδοθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐξῆν γὰρ αὐτῷ ὅτι βούλοιτο λαβεῖν· διό
10φησιν ἢ τεὸν ἢ Αἴαντος ἢ Ὀδυσῆος (v. 138). ὥστε εἰς μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστὶ τὸ δὲ ἀνανδρίας.

1

.

312

..... διὰ τί δὲ μὴ καθαροὺς ἐκπέμπει; ὅτι προὐργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν.

1

.

317

v. ad Φ 363.

1

.

340

οἱ Πυθαγόρειοι κατὰ θεὸν καὶ κατὰ ἀνθρώπειον γένος ὅλον τρίτον ἐτίθεντο σεβάσμιον, τὸν βασιλέα ἢ σοφὸν ἄνδρα, Ὁμήρου πρώτου μεταξὺ θεῶν τε καὶ ἀνθρώπων θέντος τὸν βασιλέα καὶ πάλιν τὸν βα‐ σιλέα προτιμῶντα ποιήσαντος αὑτοῦ τὸν σοφὸν ἄνδρα. καὶ περὶ μὲν
5τοῦ βασιλέως τοιαῦτα λέγει· τὼ δ’ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βα‐ σιλῆος. τὸ δὲ ἀπηνέος προσέθηκε διὰ τὴν ὀργήν. αὐτὸς δὲ ὁ βα‐ σιλεὺς οὐ μεταπέμπεται Νέστορα σκοπούμενον περὶ τῶν συμφερόντων
ἀλλ’ αὐτὸς ἄπεισιν· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλ,12 in vol. 1
10Νέστορ’ ἔπι πρῶτον Νηλήιον ἐλθέμεν ἀνδρῶν (Κ 17). παρ’ Ἰνδοῖς τε τοὺς Βραχμᾶνας, οἵπερ εἰσὶ παρ’ αὐτοῖς οἱ φιλόσοφοι, λόγος τοὺς βασιλέας ἀπαντῶντας προσκυνεῖν. πρότερον τῶν Πυθαγορικῶν Ὅμηρος μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν ἀνθρωπίνην τέθεικε. τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασι‐
15λέως κατ’ ἀμφότερά φησιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ αὐτοῦ ὄντος, θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν.

1

.

399

τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συν‐ δῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς γράφουσι καὶ Φοῖβος Ἀπόλλων, ὥσπερ οὐ τοῦ αὐτοῦ
5μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνοιντο βοηθήσαντες αὐτῷ μετὰ Θέτιδος,
10ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες, καὶ μύθους δὲ λέγουσιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὸ οἴη ἐν ἀθανάτοισι· πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ τοῦ πατρὸς ἀμείνων; δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν
15λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερμασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν,
Βριάρεων τὸν ἥλιον—πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι— Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφιστα‐ μένου ἐπὶ τὰ μεσημβρινά, ψύξεως γινομένης ἐν τοῖς καθ’ ἡμᾶς μέρεσι,13 in vol. 1
20συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρα‐ τέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ
25βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διί. εἰκότως δὲ ἑκατόγχειρον τοῦ‐ τόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον.

1

.

407

διὰ τί εἰδὼς ὁ Ἀχιλλεὺς χάριν προσοφειλομένην τῇ μητρὶ ὑπὸ τοῦ Διὸς οὐκ εἰς τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε, φησί, πολλὰς ἀΰπνους νύκτας ἴαυεν, ἤματα δ’ αἱματόεντα διέπρησσεν 〈διέπρησεν cod.〉 πολεμίζων (Ι 325. 326), εἰς δὲ ἀπ‐
5ώλειαν αὐτῶν κατακέχρηται ταύτῃ, καίπερ οὐκ αἰτίων τῆς ἀτιμίας αὐτῷ γεγονότων τῶν Ἑλλήνων ἀλλὰ τοῦ Ἀγαμέμνονος; εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγα‐
μέμνονος δίκαιον ἦν τοῦτο, ἀλλ’ οὐ κατὰ τῶν ἄλλων Ἑλλήνων. τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήσασθαι τῇ τῶν χαρίτων14 in vol. 1
10παρὰ Διὸς ἀποδόσει οὐδὲν ἤπειγεν, αὐτοῦ τοῦ Διὸς ἀστράπτοντος ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνοντος (Β 353) καὶ πάντων πε‐ πεισμένων ὅτι κατένευσεν ὁ Ζεὺς τὴν Τρωικὴν ἀπώλειαν. εὐημερούν‐ των οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὴν ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν
15αὐτὸν μεταβαλεῖν τὴν τοῦ Διὸς γνώμην ἄλλως οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφειλομένων ὑπομνήσεως. καὶ τὸ μὲν νικῆσαι τοὺς Ἕλληνας εἰς τοὺς Ἀτρείδας ἔχει τὴν ἀφορμήν 〈? evan. h. v. nonnullae litterae〉, τὸ δὲ ἀποστρέφειν τὴν τοῦ Διὸς συμμαχίαν ἐκ τῶν Ἑλλήνων εἰς αὐτὸν εἶχε τὸ τέλος. εἰς τὰ αὐτῷ τοίνυν διαφέροντα θησαυρίζειν τὰς ἀπαιτήσεις
20οὐδὲν παράλογον ἔχει. κατὰ δὲ 〈evan.〉 τῶν Ἑλλήνων ἡ τιμωρία 〈τι evan.〉, ὅτι κατ’ αὐτὸν τὸν ποιητὴν τῷ βασιλεῖ κῦδος μὲν ἅμ’ ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρώων ἐκπέρσωσιν εὖ ναιόμενον πτολίεθρον, τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων (Δ 415—417 confusi cum Α 164), καὶ τὸ ὅλον ἀγώνισμα δείξει τῷ
25Ἀγαμέμνονι κατὰ τοὺς Νέστορος λόγους (Α 254?). αὐτὸς γὰρ τῷ ὄντι ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο (Α 284). καὶ γὰρ τοῦτο ὀμωμόκει ἐν τῇ ἐκκλησίᾳ, ὁ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν καὶ τὰ ἑξῆς (Α 239 sqq.). καὶ ἡ Ἀθηνᾶ καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ
30δῶρα φησί, καὶ ἄμφω ὁμῶς φιλεῖσθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμνονα ὑπὸ τῆς Ἥρας, καὶ συμβουλεύει μηδαμῶς περὶ θανάτου διανοεῖσθαι τοῦ βασιλέως (Α 207=214), κἀκεῖνος συναινεῖ χρῆναι συμβουλεύουσι θεοῖς πεπεῖσθαι (Α 216 sqq.). σώζεσθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάν‐ των, ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ. καὶ οὐκ ἄδικος ἡ 〈e corr.〉
35κρίσις. ὑπὲρ ὧν γὰρ λοιμωσσόντων αὐτὸς τὴν ἐκκλησίαν συνήγαγε καὶ τὸ πρόσκρουσμα ἔσχε πρὸς τὸν βασιλέα, τούτους οὐδαμῶς ἔσχεν ἀγα‐ νακτοῦντας ὑπὲρ αὑτοῦ ὑβριζομένου. διὸ κατ’ ἀρχὰς μὲν ἐθεράπευεν αὐτοὺς λέγων οὐδέ τί πω ἴδμεν ξυνήια κείμενα πολλ, λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν (Α 124=126). καὶ
40ἀπειλοῦντος τοῦ Ἀγαμέμνονος ἀφελεῖν τὴν Βρισηίδα, οὐ παρ’ αὐτοῦ φησιν εἰληφέναι ἀλλὰ παρὰ τῶν Ἑλλήνων· καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πόλλ’ ἐμόγησα, δόσαν δέ μοι
υἷες Ἀχαιῶν (Α 161. 162). ὕστερον δὲ μηδὲν αὐτῶν δυσχεραινόντων μηδ’ ὥσπερ ἐπὶ τοῦ Χρύσου τὴν αὐτὴν γνώμην ἐνδειξαμένων αἰδεῖσθαι15 in vol. 1
45δεῖν τὸν ἱερῆα (Α 23) ὅσῳ καὶ τὸν ἀριστέα καὶ μὴ ἀτιμάζειν, εἰκότως καί πως 〈καὶ πόθεν cod., quod correxi〉 αὐτοῦ ὁμοίως πρὸς πάντας ἀπειλεῖ καὶ τὴν ἀφαίρεσιν κοινοποιεῖ λέγων χερσὶ μὲν οὔ τι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης οὔτε σοὶ οὔτε τῷ ἄλλ, ἐπεί μ’ ἀφέλεσθέ γε δόντες (Α 298. 299). ὥστε καὶ ἡ μῆνις λόγον εἶχε

1

.

407

(50)

τὴν τιμωρίαν εἰσπραττομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆς ἥττης, τοῦ δὲ διὰ τῆς ὑπὲρ τῶν ἡττωμένων λύπης.

1

.

420

διὰ τί ἡ Θέτις οὐκ ᾤχετο πρὸς τὸν Δία ἐν Αἰθιοπίᾳ ὄντα; οὐ γὰρ δὴ πόρρω Αἰθιοπία ἦν τοῦ Ὀλύμπου· καὶ γὰρ πᾶς χῶρος ῥᾴ‐ διος οὔσῃ θεᾷ. ῥητέον οὖν ὅτι οὐδὲν ἀναγκαῖον 〈ἂν ἀγκαῖον Lp〉 ἐπείγεσθαι ἐν τῇ ὀργῇ ἐκτελέσαι τὰ θυμῷ φίλα τοῦ ὠργισμένου ἀλλὰ
5μᾶλλον διδόναι μετανοίᾳ 〈μετανοίας Lp〉 τόπον. ἔπειτα οὐκ ἐπιτήδειος ἦν ὁ τόπος περὶ ὧν ἔμελλε δεῖσθαι, παρόντων τῶν φίλων θεῶν τοῖς Ἀχαιοῖς, ἐπεὶ καὶ ὕστερον οὐ παραγενομένη ἀλλ’ ὑποπτεύσασα ἡ Ἥρα ἐπίστασθαι ἐπειρᾶτο. ὅτι δὲ παρῆσαν δηλοῖ· φησὶ γὰρ θεοὶ δ’ ἅμα πάντες ἕποντο (v. 424). δοκεῖ δέ τισι καὶ ὅπως οἱ Τρῶες αἴσθων‐
10ται τῆς μήνιδος ὁ ποιητὴς ἐμβάλλειν τὰς ἡμέρας ταύτας, ἵνα θαρσήσαν‐ τες ἐξέλθωσι· πρότερον γὰρ οὐκ ἐξῄεσαν ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας (Ι 354). ἄλογον τὸ μὴ πορεύεσθαι εὐθὺς εἰς τὴν 〈om. L〉 Αἰθιοπίαν. λύεται δὲ ἐκ τοῦ καιροῦ· τοῖς γὰρ θεοῖς εὐωχουμένοις ἄτοπον ἐνοχλεῖν, καὶ
15ἄλλως διὰ τὸ τοὺς συμμάχους τῶν Ἑλλήνων ἐκεῖ τυγχάνειν 〈τυγχά‐ νοντας L〉.

1

.

449

δεῖ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν αὑτὸν θεῷ.
διὰ τί δὲ μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίπτοντας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπονίψεως καὶ ὅτι παυόμενοι τοῦ δειπνεῖν ἔσπενδον, μετὰ δὲ τὰς σπονδὰς οὐ δεῖ16 in vol. 1
5νίπτεσθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ χέρνιβα δ’ ἀμφί‐ πολος προχόῳ ἐπέχευε φέρουσα νίψασθαι (α 136), φήσομεν· ἀλλ’ οὐχὶ πρὸ τοῦ δείπνου μόνον. ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος διέξεισιν, ὥστε παρέκειντο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεσθαι. καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου
10βούλοιντο χρῆσθαι αὐτοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους οὐκέτι δεδήλωκεν ὅπως τῆς ἠιόνος ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ (α 127) οὐκέτι φησὶ πῶς τοῦτο ἀπέλαβε. καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ (Κ 260)· ὅπως δὲ
15τοῦτο ἀπέδωκεν οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθ’ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ’ αὐτῷ· οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισεν.

1

.

462

v. Ψ 259.

1

.

473

v. ad Χ 391.

1

.

477

ad Θ 1.

1

.

486

ἕρματα ἐξηγοῦνται τὰ ὑπερείσματα· γέγονε δὲ ἀπὸ τοῦ ἐνεῖρθαι καὶ ἐρηρεῖσθαι τῇ γῇ. οὕτως οὖν καὶ τὰ ἐλλόβια ἕρματα εἴρη‐ ται παρὰ τὸ ἐνεῖρθαι· ἐν δ’ ἄρα ἕρματα ἧκεν ἐυτρήτοισι λοβοῖσι (Ξ 182). καὶ ἑρμίς (θ 278. ψ 198), ὁ κλινόπους, τὸ οἷον ἕρμα καὶ
5ἐρηρεισμένον κατὰ τῆς γῆς. καὶ ἡμεῖς δ’ ἕρμα πόληος ἀπέκταμεν
(ψ 121), τὸ ἔρεισμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖσθαι ἐν τῇ ἔρᾳ. καὶ ὅρμος δὲ ὁ περιδέραιος κόσμος· χρύσεον ὅρμον ἔχων (ο 460), εἶτ’ ἐτυμολογεῖ· μετὰ δ’ ἠλέκτροισιν ἔερτο.17 in vol. 1

1

.

524

διὰ τί ὑποσχόμενος ὁ Ζεὺς τῇ Θέτιδι ἐπικρατεστέρους ποι‐ ῆσαι τοὺς Τρῶας οὐκ εὐθὺς τοῦτο τελεῖ, πολὺν δὲ φόνον πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητήν· ἔνθα κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπ’ Ἀχαιῶν
5 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες (Ζ 73. 74), τότε τῇ ὑποσχέσει προστίθεται; ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺς παραβάντας ἠξίω‐ σεν· καὶ πολλῶν διὰ τοῦτο ἀνῃρημένων, ὡς εἰς ἀπόγνωσιν τῶν πραγ‐ μάτων ἀφικέσθαι καὶ βουλὰς τοῦ δεῖν ἀπογνῶναι τὴν Ἑλένην, τότε
10λυσάντων τῶν Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμ‐ φθέντα ἐκ τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως (Η 386 sqq.)· ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
15μῦθον Ἀλεξάνδρου, τοῦ εἵνεκα νεῖκος ὄρωρε· κτήματα μὲν ὅς’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ’, ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι, πάντ’ ἐθέλει δόμεναι καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι· κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιο
20 οὔ φησιν δώσειν, ἦ μὴν Τρῶές γε κέλονται· τοιαύτης γὰρ πρεσβείας ἀφιγμένης προστίθησιν ὁ Διομήδης (Η 400 sqq.) μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω μήθ’ Ἑλένην· γνωτὸν δ, καὶ ὃς μάλα νήπιός ἐστιν, ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται,
25ἔπειτα τῶν Ἑλλήνων συμψήφων γενομένων—ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν, μῦθον ἀγασσάμενοι Διομή‐ δεος ἱπποδάμοιο (Η 403. 4)—, καὶ τότ’ Ἀγαμέμνονος εἰπόντος· Ἰδαῖ’, ἤτοι μῦθον [Ἀχαιῶν] αὐτὸς ἀκούεις, ὥς τοι ὑποκρίνονται, ἐμοὶ δ’ ἐπιανδάνει οὕτως (Η 406. 7),
30καὶ διὰ πάντων, τῶν τε ἀρίστων καὶ τοῦ βασιλέως τοῦ τε ὄχλου, διελ‐
θόντος, ὅτι μηδ’ ἐμμένουσι τοῖς ὅρκοις καὶ ἀποδιδοῦσι τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅσα ὡμολογήθη χρὴ πείθεσθαι, ἀλλὰ μόνον πολεμεῖν, συνέβη λύσιν γενέσθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίας δυνάμει ἄφεσιν. οὗτοι γὰρ οὐκ εἰς ἀπαίτησιν τῆς Ἑλένης κατὰ τοὺς ὅρκους ἐτράπησαν,18 in vol. 1
35εἰς δὲ παραίτησιν μὲν ταύτης, πολέμου δὲ παρασκευήν· ὅθεν καὶ τεῖχος ταῖς ναυσὶ περιβάλλοντες φαίνονται, τοὺς μὲν ὅρκους ἐάσαντες, πρὸς ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπιλέγει ὁ Ἀγαμέμνων (Η 411) ὅρκια δὲ Ζεὺς ἴστω, ἐρίγδουπος πόσις Ἥρης, ἀνελὼν τὸ δεῖν τούτοις ἐμμένειν καὶ ἐπιτρέψας αὐτοὺς τῷ Διί. ἀνῃ‐
40ρημένου τοίνυν Πανδάρου τοῦ τοὺς ὅρκους παραβάντος (Ε 290 sqq.) καὶ θυσιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιστροφῆς πρὸς τοὺς ὅρκους διὰ τοῦ ὁμολογεῖν καὶ λέγειν (Η 350 sqq.)· δεῦτ’ ἄγετ’, Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ δώομεν Ἀτρείδῃσιν ἄγειν, νῦν δ’ ὅρκια πιστὰ
45 ψευσάμενοι μαχόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε, καὶ εἰκότως καὶ ἧττα γίνεται ὑπὲρ τοῦ μὴ ἐκτελεσθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆς παραβάσεως μῆνις, τῶν Ἑλλήνων ἀρνησαμένων τὴν κατὰ τοὺς ὅρκους γινομένην ἀπόδοσιν καὶ εἰς πόλεμον παρεσκευασμένων.

1

.

526

ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε, δι’ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις· ἢ μετανοήσαντες, ὅπερ 〈ὃ L〉 δηλοῖ τὸ παλιν‐ άγρετον, ἤτοι τὸ εὐμετάτρεπτον 〈om. haec tria verba Lp〉, ἢ παρα‐ λογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλῷ νοεῖται, ἢ οὐ δυνη‐
5θέντες ἐκτελεῖν 〈ἐπιτελεῖν Lp〉 τὰς ὑποσχέσεις, ὅπερ εἶχε τὸ ἀτελεύ‐ τητον 〈add. L: ἐκ δὲ τοῦ μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον ἐδήλωσεν κτλ., quae in B et Lp recte nov. schol. ad v. 530 pertinens efficiunt〉.

1

.

544

quod ad h. v. in codicibus legitur scholium omisi; B (f. 17a ad πατὴρ) enim et L (f. 21a) ita incipiunt: τὸν Δία μόνον τῶν θεῶν οὕτως καλεῖ ὅτι κτλ., Lp (f. 63b) vero: διὰ τὸν Δία κτλ., ita ut litterae δια per errorem bis positae esse videantur. Quali e ditto‐
5graphia facillime oriri potuit quaestionis forma quam unus cod. A (f. 22b) exhibet: διὰ τί τὸν Δία κτλ.

1

.

592

πῶς τῶν ἄλλων θεῶν ἀπὸ τοῦ οὐρανοῦ φερομένων ῥιπῇ,
Ἥφαιστος δι’ ὅλης ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι πᾶν δ’ ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωίας μέχρις ἑσπέρας καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλαχοῦ· οἱ δὲ πανημέριοι μολπῇ θεὸν19 in vol. 1
5ἱλάσκοντο (Α 472) καὶ τὰ ἑξῆς, πρόπαν ἦμαρ ἐς ἠέλιον κατα‐ δύντα δαίνυντο (Α 601).

1

.

594

εἰ ἐλαττοῦται, φασὶ, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦν‐ τες ὅτι πολλαὶ τῶν ἐν τῷ κόσμῳ φύσεις μειοῦνται μὲν οὐκ ἐκλείπουσι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ ὑγρὸν ἀλλ’ οὐκ ἐπιλείπει. καὶ Ἄρης· μόγις δ’ ἐσαγείρατο θυμόν (Φ 417).

2

1col1

Vat. ζητ. ιϛʹ. Γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς ἀποδέδωκε τοὺς κό‐ ρυθας ἔχοντας ἱππείαις θριξὶ κεκο‐ σμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν
5συνέκειτο, ἱπποκόρυθος ἂν ἐλέγετο. νῦν δὲ σημαίνει τὸν ἔφιππον ὁπλί‐ την· κορυστὴς γὰρ ἀπὸ μέρους ὁ ὁπλίτης καὶ μαχητής· πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα
10κορυστήν (Δ 457). καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν· Ἀργεῖοι δ’ ὑπ’ Ἄρηι καὶ Ἕκτορι χαλ‐ κοκορυστῇ (Ε 699), ὃ τὸν ὁπλί‐ την σημαίνει καὶ ἀντίθετον τῷ ἱπ‐
15ποκορυστής. ἐκ δὲ τοῦ κορύεσθαι,
ὃ πλεονασμῷ τοῦ θ ἔφη κορθύεσθαι, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυντήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρ’ ὃ καὶ ῥόπαλον λέ‐Column end
20γεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκη‐ πάνιον καὶ σκῆπτρον. ὡς καὶ ἐπὶ τοῦ δόρατος, ᾧ καταχρῶνται εἰς τὸ
25σκηρίπτεσθαι, φησὶ στῆ δ’ ἄρ’ ἐπὶ μελίας χαλκογλώχινος ἐρει‐ σθείς (Χ 225), οὕτω καὶ ἐπὶ τοῦ ῥοπάλου, ὅτε λέγει δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμη‐
30μένον ἐστ, σκηρίπτεσθαι (ρ 195). ἐν δὲ τῷ ἱπποκορυστής δύ‐ ναται ἡ ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ ὀτρύνων ἵπ‐ πους τε καὶ ἀνέρας ἀσπιδιώ‐
35τας (Π 167)· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀντιθείς, ἤτοι πεζοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ φαμὲν ἡ τῶν
40Περσῶν ἵππος ἐνίκησεν, ἤγουν οἱ ἱππεῖς· ἡγεμονικώτεροι δὲ τῶν πε‐ ζῶν οὗτοι. διὸ ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς κατ’ ἐπικρά‐
45τειαν εἰρημένον δηλοῖ οὐ μόνον ἱππεῖς ἀλλὰ καὶ πεζοὺς καὶ οὐκ ἄνδρας μόνον ἀλλὰ καὶ γυναῖκας
καθεύδειν.Column end

2

1col2

Δ 457*B f. 60b, L f. 89a, Lp f. 100a. Γελοίως ὁ Ἀπίων τοὺς ἱπποκορυστὰς ἀπέδωκε τοὺς κό‐ ρυθας ἔχοντας ἱππείαις θριξὶ κε‐
5κοσμημένας. εἰ δὲ παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαίνει τὸν ἔφιππον ὁπλί‐ την. κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχητής· ὥς ῥα τὸν
10ὑψοῦ ἔχοντε δύο Αἴαντε κο‐ ρυσταί (Ν 201). καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν· Ἀργεῖοι δ’ ὑπ’ Ἄρηι καὶ Ἕκτορι χαλ‐ κοκορυστῇ, τὸν ὁπλίτην σημαίνων
15καὶ ἀντίθετον τῷ ἱπποκορυστῇ. ἐκ
δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεο‐ νασμῷ τοῦ θ ἔφη κορύθεται, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυντήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον20 in vol. 1
20καὶ βάρος, παρ’ ὃ καὶ ῥόπαλον λέ‐ γεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκη‐ πάνιον καὶ σκῆπτρον. καὶ ἐπὶ τοῦ
25δόρατος τοῦ ἐπερεισθέντος τῇ γῇ οὔδει ἐνισκίμφθη (Π 612)· ὥσ‐ περ δὲ ἐπὶ τοῦ δόρατος καταχρῶν‐ ται εἰς τὸ σκηρίπτεσθαι· στῆ δ’ ἄρκτλ. 〈ut Vat.〉, οὕτως ἐπὶ τοῦ ῥο‐
30πάλου, ὅταν λέγῃ δὸς δέ μοι— ἐστί 〈ut Vat.〉, ὥστε σκηρίπτεσθαι. ἐν δὲ τῷ ἱπποκορυστής δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ ἐν δ’ ἄρα τοῖσιν
35ἀρήιος ἵστατ’ Ἀχιλλεὺς ὀτρύ‐ νων ἵππους καὶ ἀνέρας ἀσπι‐ διώτας· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀνδράσιν ἀντιτιθείς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν
40ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἡ ἵππος τῶν Περσῶν ἐνίκησεν, ἀντὶ τοῦ οἱ ἱππεῖς· ἡγεμο‐ νικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ
45ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκο‐ ρυστὰς κατ’ ἐπικράτειαν εἰρημένον δηλοῖ· οὐ μόνον οἱ ἱππεῖς ἀλλὰ καὶ οἱ πεζοὶ οὐδ’ οἱ ἄνδρες μόνον ἀλλὰ

2

1col2

(50)

καὶ αἱ γυναῖκες ἐκάθευδον.21 in vol. 1

2

.

2

ἀγνοοῦσί τινες οἱ τὸν νήδυμον ὕπνον ἀποδιδόντες τὸν ἡδύν. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος ἀλλ’ αὐτὸς περιέχων. ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν νήδυμος ἀμφιχυθείς (Ξ 253). καὶ αὐτὸς ὁ Ὕπνος φησὶν ὄφρ’ ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτὸν ἐγὼ μα‐
5λακὸν περὶ κῶμα κάλυψα (Ξ 359). καὶ ἔτι· περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος (Β 19)· τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος Ἀρ‐ γειφόντης (Ω 445). διὸ καὶ οὕτως λέγει· οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ (Ω 4). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ νήγρετος ἥδιστος θανάτῳ
10ἄγχιστα ἐοικώς (ν 80). καὶ ἐπ’ ἄλλων δὲ περιεχόντων καὶ κατει‐ ληφότων τὸ ὅλον λέγει· ἀμφὶ δέ μιν θάνατος χύτο (Π 114)· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψεν (Ρ 591)· θείη δέ μιν ἀμφέχυτ’ ὀμ‐ φή (Β 41)· θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν [Ἀθήνη (β 12). κέχρηται] δὲ τῇ συνθέσει τῆς λέξεως καὶ ἐν τῷ λιμένες δ
15ἔν[ι να]λοχοι αὐτῇ ἀμφίδυμοι (δ 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν. ὅθεν καὶ οἱ δίδυμοι, δύο ἐκ μιᾶς [καταδύσεως τῆς γαστρός]. ἐναντίον δὲ δοκεῖ τὸ Δία δ’ οὐκ εἶχε νήδυμος ὕπνος τῷ ἔνθα καθεῦδ’ ἀναβάς. λύοιτο δ’ ἂν κατὰ λέξιν· καὶ γὰρ τὸ καθεύ‐ δειν ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ
20κοιμηθῆναι καὶ τὸ ἰαύειν. οὐ γὰρ ἂν ἔλεγεν· ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον (Ι 325), καὶ πάλιν· Εὐρυνόμη δ’ ἄρα οἱ χλαῖναν βάλε κοιμηθέντι· [ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ
φρονέων ἐνὶ θυμῷ κεῖτ’ ἐγρηγορόων (υ 4—6)]. τὸ δὲ παν‐ νύχιοι ἐστὶ δι’ ὅλης νυκτός, ὥστ’ ἐγχωρεῖ τὸν μὲν διὰ μέρους ὑπνῶσαι22 in vol. 1
25τοὺς δὲ δι’ ὅλης. τὸ δὲ νήδυμος ὕπνος ἐστὶ βαθύς, ὥστε δύναιτ’ ἂν ὑπνῶσαι μὲν μὴ βαθεῖ δὲ ὕπνῳ.

2

8sqq

ἀποροῦσι πῶς καὶ ὁ Ζεὺς οὐκ ἀληθεύει, ὑπισχνούμενος νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν (v. 12), καὶ ὁ Ἀγαμέμνων ἀπα‐ τᾶται καὶ ὁ ὄνειρος ὀλοός. ὀλοὸς μὲν οὖν ὁ ὄνειρος, ὅτι οὐ σαφής, Ἀγαμέμνων δὲ νήπιος, ὅτι ἀφροσύνης ἡ ἀπάτη γίνεται· τὸ γὰρ νῦν
5κεν ἕλοι Πριάμοιο πόλιν εἰς μίαν περιέστησε 〈?, περϊέστγ, supra‐ script. η, cod.〉 ἡμέραν. καὶ ὅτι οὕτως ὑπέλαβε καὶ ἤκουε τὸ νῦν δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ· φῆ 〈φή.., duae litt. eras.,〉 γὰρ ὅγ’ αἱρή‐ σειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος (v. 37). Ζηνόδοτος δὲ παριστὰς τὴν τοῦ Διὸς ἀλήθειαν φησὶ κατ’ ἐκείνην ἑαλωκέναι τὴν
10ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι συνεχύθησαν, ἡ πόλις ἀπώλετο· ἐν γὰρ τῷ παρασπονδῆσαι 〈παρασπονδίσαι cod.〉 τὸ μηκέτι σωθῆναι κατεψηφίσθη. Ἀπίων δέ φησιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺς κατ’ ἐκείνην τὴν ἡμέραν ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆς Τροίας ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ συναναστρέφουσα τοὺς
15Τρῶας (Δ 73). ἔπειτα ἐρρήθη πανσυδίῃ ἐξάγειν τοὺς Ἕλληνας, ὁ δὲ παρῆκεν οὐ μικρὰν 〈μικροῦ cod., corr. Vill.〉 μερίδα τὴν τοῦ Ἀχιλλέως. πῶς οὖν ἀληθεύει καὶ ἐν τῷ ἐπέγναμψε γὰρ ἅπαντας Ἥρη λισ‐
σομένη (v. 14); καὶ τοῦτο ἀληθές· πέπεικε γὰρ ἡ Ἥρα· φησὶ γάρ· ὃς τότ’ ἔμοιγε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων Τρωσὶ μαχήσεσθαι23 in vol. 1
20(Ε 832). τὸ οὖν νέφος τοῦ Ἄρεως ἔταξε κατὰ πλήθους. ἀπρεπὲς δὲ τὸ λέγειν πανσυδί· νῦν γάρ κεν ἕλοι 〈ἕλ cod.〉 Τρώων πόλιν εὐρυάγυιαν (v. 12). τὸ γὰρ ψεύδεσθαι τὸν Δία αἱρήσειν μέλλοντα τὴν πόλιν ἄτοπον. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· οἱ μὲν, ὅτι τὸ νῦν δηλοῖ πλείω, ἐν οἷς περιέχεται οὐ μόνον τὸ τήμερον
25ἀλλὰ καὶ ἐν τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανσυδίῃ σημαίνει μετὰ πάντων, ὥστε παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτε μέν. οἱ δὲ ἀπὸ τοῦ ἔθους· καὶ γὰρ στρατηγοῖς καὶ βασιλεῦσι συγκεχώρηται εἰς τὸ πρόσφο‐ ρον ψεύδεσθαι· καὶ δὴ καὶ τὸν Δία εἰσάγει τοιοῦτον τῷ ἔθει ἑπόμενον.

2

.

73

διὰ τί ὁ Ἀγαμέμνων ἀπεπειρᾶτο τῶν Ἀχαιῶν, καὶ οὕτως ἔπραξεν ὥστε ὀλίγου τὰ ἐναντία συμβῆναι ἢ ἐβουλεύετο; καὶ τὸ κώλυμα ἀπὸ μηχανῆς· ἡ γὰρ Ἀθηνᾶ ἐκώλυσεν· ἔστι δὲ ἀποίητον τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ Ἀριστοτέλης, ποιη‐
5τικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. εἰκὸς δὲ καὶ ἐκ λοιμοῦ πεπονημένους καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήσαντας, καὶ τοῦ Ἀχιλλέως μετὰ τῆς οἰκείας δυνάμεως ἀποστάντος, καὶ αὐτοῦ ἀφαιρεῖσθαι ἐν τῇ ἐκκλησίᾳ τὴν Βρι‐ σηΐδα λέγοντος εἰς φόβον τῶν ἄλλων· στυγέει δὲ καὶ ἄλλος ἶσον
10ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντα (Α 186), καὶ θορύβου γε ἐκ τῆς ἐξαναστάσεως τοῦ Ἀχιλλέως γεγονότος, μὴ εὐθὺς παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ πειραθῆναι ἡγήσασθαι δεῖν εἰ οὕτως ἔχουσιν. εἰ γὰρ ἄνευ πείρας πολεμεῖν ἐκέλευε τοὺς οὕτω διακειμένους, συνέβη δὲ ἀντει‐ πεῖν τινάς, ἀνάστατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάστασις πάντων,
15καὶ λοιπὸν ἡ δέησις τοῦ βασιλέως, ἡ κόλασις τῶν ἀπειθούντων. ἀναγ‐ καία οὖν ἡ πεῖρα μετὰ τοῦ ἐναντιοῦσθαι παραγγεῖλαι τοὺς ἡγεμόνας, ἐν ᾧ αὐτοὺς φθάσας ἐναντίους παρακαλεῖ γενέσθαι τῆς αὑτοῦ εἰς ἀπό‐ στασιν τοῦ πολέμου πείρας. προληφθέντες γὰρ ταῖς πρὸς αὐτὸν ὁμο‐ λογίαις, ἄτοποι εὑρίσκονται μὴ κωλυταὶ γινόμενοι, ὥσπερ συνέθεντο,
20συμπράκτορες δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυσσεῖ εὐλόγως λεί‐
πεται ἡ πρὸς τοὺς τοιούτους ἐπίπληξις, ἐπὰν λέγῃ· ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε (Β 194). τὸ μὲν οὖν αὐτὸν παρα‐ καλεῖν οὕτως ἔχοντας πολεμεῖν ἐπίφθονον ἦν, ἐκέλευσε δ’ αὐτοῦ λέ‐ γοντος, ὡς δεῖ ἀπιέναι, τοὺς ἄλλους κωλύειν· ὑμεῖς δ’ ἄλλοθεν ἄλ‐24 in vol. 1
25λος ἐρητύειν ἐπέεσσιν (v. 75). συνέβη δὲ ἃ εἰκὸς ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο ἀσμένως ἀκοῦσαι καὶ φθάσαι ἀναστάντας πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶς ἐβουλεύσατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶς, ἀλλ’ ἐκ τοῦ πῶς κατὰ λόγον ἦν ἀποβῆναι· πολλὰ γὰρ παραλόγως ἐπι‐
30τυγχάνει, εἴπερ γε καὶ κατορθοῦται· καὶ οἱ Ἀχαιοὶ ἀνέστησαν πρίν τινα ἀντειπεῖν. τί γὰρ ἔφη; ἐγὼ μὲν ἐρῶ ὅτι δεῖ φεύγειν, ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἀντιλέγετέ μοι πρὸς τοῦτο, οὐ προσδοκήσας ὅτι πρὶν ἀντειπεῖν αὐτῷ ἔσται τι τῶν ἀτόπων, οὐδ’ ὅτι τὸ πλῆθος ἅμα τῷ φάναι αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀγωνιᾶσθαι πεποίηκε τὸν
35ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰς ὀρθὸν ἐλθεῖν τραγικόν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκος. ἡ δὲ λύσις οὐκ ἀπὸ μηχανῆς· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτ’ ἔστιν, ἅμ’ ὅτε πρόσκει‐ ται θεός. ἀλλὰ τοῦτ’ εἰπὼν ὃ εἰκὸς ἦν αὐτοῖς γίνεσθαι, εἰς θεὸν ἀν‐ έθηκε τὸν Ὀδυσσέα διανοηθῆναι ταῦτα δρᾶν ἃ πρᾶξαι ἂν εἰκός ἐστιν, ὡς
40τὸ καὶ φεύγειν ἐν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δ’ ἄλλο‐ θεν ἄλλος ἐρητύειν. ἢ οὐ τοὺς φεύγοντας ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτ’ ἔσεσθαι), ἀλλ’ ἐμοὶ ἀντιλέγειν, ἐπέχειν καὶ μένειν συμ‐ βουλεύοντας, καὶ τοῦτο ποιοῦντας πρὸς ἐμὲ διδάσκειν ὡς χρὴ μένειν καὶ μὴ τοῖς ὑπ’ ἐμοῦ ῥηθεῖσι περὶ φυγῆς πείθεσθαι.

2

.

82

ἀπρεπὲς εἶναι δοκεῖ τὸ οὕτω κολακεύειν, ὡς τὰ μὲν τῶν ἄλ‐ λων ὀνείρατα ψευδῆ λέγειν, μόνον δὲ τὸ τοῦ Ἀγαμέμνονος ἀληθές. λύεται δὲ κατὰ λέξιν. οὐ γὰρ εἶπεν, εἴ τις εἶδεν ὅτι ψευδὲς ἐθεάσατο, ἀλλ’ εἴ τις εἶπε τάχ’ ἂν πρὸς χάριν ἐδόκει πλάσαι· νῦν δὲ αὐτὸς ἑαυ‐
5τὸν οὐκ ἂν ἐξαπατῴη 〈ἐξαπατοίη cod.〉.

2

.

88

τὸ νέον ἐρχομενάων ἀποδεδώκασιν ἀντὶ τοῦ νεωστὶ ἐρχο‐
μένων ἀεί, ὡς τὸ κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει (γ 318). τί οὖν ἐστι τὸ νεωστί ἐξηγούμενοί φασιν, ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς ποι‐ οῦνται, ἀλλ’ εἰς βραχύ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς ἀρτίως ἐξορμω‐25 in vol. 1
5μένων. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται, πέτονται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους ἔφη ἔαρος νέον ἱστα‐ μένοιο (τ 519), πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει
10βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν (Β 89). θαυ‐ μάσαι δὲ ἔστι Ζηνόδοτον τὸ βοτρυδόν ἐκλαβόντα ἐοικότως βότρυϊ τῷ ὀρνέῳ, ὅπερ αὑτὸ συστρέφει ἐν τῇ πτήσει. οὐδεὶς γὰρ τῶν παλαιῶν οὐδ’ Ἀριστοτέλης βότρυν ζῶον ἔγραψε, κέχρηται δὲ Ὅμηρος ἐπ’ ἀμπέ‐ λου τῷ βότρυος ὀνόματι· μέλανες δ’ ἀνὰ βότρυες ἦσαν (Σ 562).
15βοτρυδόν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς, κατὰ συστροφὰς γὰρ πέ‐ τονται. τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν τραχύτητα μιμούμενοι τῷ πολλὰς καθ’ ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τὸ βοτρυδόν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν, ἰλαδὸν εἰς ἀγορήν (Β 93), κατὰ ἴλας
20καὶ συστροφάς, ὅτι ὡς συνήθεις καὶ τῆς πρὸς ἀλλήλους ἑταιρείας εἴχοντο. ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδόν τῷ βοτρυδόν.

2

144sqq

..... διὰ τί δὲ, προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (v. 75), ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς, οὔτε Ὀδυσσεὺς οὔτε ἄλλος οὐδεὶς τοῦτο ἐποίησε ταχέως, ἀλλ’ ὁ μὲν ἕστηκεν ἁπλῶς μονον‐
5ουχὶ ἁπτόμενος τῆς νηός, οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παρα‐ γίνεται ἡ Ἀθηνᾶ ὥσπερ καθεύδοντα ἐγείρουσα τὸν Ὀδυσσέα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου κατέ‐ χοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς ποιῶν τῆς τότε ἀταξίας αὐτῶν
ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δ’ ἀγορὴ ὡς κύματα (v. 144).26 in vol. 1
10διὸ Ὀδυσσεύς, μετὰ Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου δεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ σώματος, τῶν δὲ ἄλλων συνετώτερος. διὸ πρὸς τοῦτον ἡ Ἀθηνᾶ ἥκει· οὐ γὰρ πιθανὸν θεοῦ δίχα παυθῆναι τοιοῦτον θόρυβον.

2

.

145

τὸ Ἰκάριον πέλαγος πολύκυκόν ἐστι καὶ ταραχῶδες, τῇ μὲν ἀνασπωμένου τοῦ ῥόθου περὶ Ἄμπελον ἀκρωτήριον τῆς Σάμου 〈σάμης L〉 καὶ ἀνακοπτομένου ταῖς Κορσεαῖς 〈κύρσαις L, κόρσαις Dind.〉, ἐπ‐ εγειρομένων δὲ 〈τε L〉 καὶ διὰ 〈om. L〉 τὰς τῶν ἀνέμων ἐκβολὰς ἐπ‐
5αλλήλων κυμάτων, περιβεβλημένων πανταχόθεν ὧδε τῷ πελάγει νήσων ἀπλέτων· τῇ μὲν Νάξου τε καὶ Πάρου 〈καὶ ἐπάρου L〉, τῇ δὲ ἀντιπέ‐ ρας Ὠλιάρου 〈ἀντιπέρα σωλιάρου L〉 τε καὶ Μελάντου σκοπέλων καὶ Δήλου 〈δήλων L〉 καὶ Μυκόνου· καὶ ἀναθλίβοντος † τὰς νήσους τοῖς ἑαυτῶν τόνοις τοῦ Αἰγαίου πελάγους τῆς τε ἐπικειμένης Ἰκαρίας 〈κα‐
10ρίδος L〉 νήσου καὶ πανταχόθεν κυμαινομένης. ἀγριαίνει δὲ ὅλον τὸ πέλαγος ὁ ἐπικείμενος κρημνὸς σκοπελώδης τε ὢν καὶ ἀγχιβαθής 〈ἀγχί‐ βαθος L〉. ταῦτα δὲ καὶ Ὅμηρον ἀκριβῶς ἐπιστάμενον τὸν τῶν Ἑλ‐ λήνων τάραχον ἀποπλεῖν διεγνωκότων εἰς τὰς πατρίδας παρεικάσαι 〈παρεικάσθαι, σθαι e corr., L〉 εἰπόντα 〈τὸν Ἀγαμέμνονα add. L, quae
15delenda sunt〉· κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τ’ Εὖρός τε Νότος τε ὤρορ 〈ὤρορεν L〉 ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων 〈ἐκ διὸς πατρὸς νεφ. L〉. καὶ οἱ ἄνεμοι δὲ, φησὶ, χειμέριοι, καὶ ἀντίπαλοι Εὖρός τε Νότος τε ταῖς τοῦ Ἑλλησπόντου ἐκβολαῖς, ἔνθα δὴ ἀναθλιβόμενον τὸ Ἰκάριον ἀνοι‐
20δαίνει πέλαγος.

2

.

169

ad ψ 269.

2

.

183

ἀπρεπὲς εἶναι δοκεῖ τὴν χλαῖναν ἀποβαλόντα μονοχίτωνα
θεῖν τὸν Ὀδυσσέα διὰ τοῦ στρατοπέδου, καὶ μάλιστα οἷος Ὀδυσσεὺς εἶναι ὑπείληπται. φησὶ δ’ Ἀριστοτέλης, ἵνα διὰ τὸ τοῦτο θαυμάζειν ὁ ὄχλος ἐπιστρέφηται καὶ ἐξικνῆται ἡ φωνὴ ὡς ἐπὶ μεῖζον, ἄλλου ἄλλοθεν συν‐27 in vol. 1
5ιόντος, οἷον καὶ Σόλων λέγεται πεποιηκέναι, ὅτε συνῆγε τὸν ὄχλον περὶ Σαλαμῖνος. ἄλλοι δέ, ὅτι ἐμπόδιον ἦν αὐτῷ πρὸς τὸν δρόμον ἡ χλαῖνα. οἱ δέ, ὅτι ταπεινὸν αὑτὸν καὶ ὑπηρέτην τῶν Ἀγαμέμνονος πραγμάτων δεῖξαι βούλεται. οἱ δέ, ὅτι τὸ σκῆπτρον λαμβάνει μετιὼν τὸ τοῦ Ἀγαμέμνονος, ὥστε τὴν ἐξουσίαν ἔχων τὴν βασιλικὴν τὸ οἰκεῖον
10σχῆμα τῆς ἀξίας περιεῖλεν. οἱ δέ, ὅτι τρέχοντος αὐτοῦ πεσεῖν αὐτο‐ μάτως συνέβη. ..... οἱ δέ, ὅτι τὴν σπουδὴν ἐπιδεῖξαι θέλων διὰ τῆς πτώσεως τῆς χλαμύδος ἥτις .... ἐγεγόνει. οἱ δὲ μᾶλλον συντίθενται, ὅπως ἐπι‐ στρέψῃ τὸ πλῆθος πρὸς ἑαυτὸν ἀπὸ τῆς περὶ τοῦ φεύγειν ταραχῆς ἐπ‐
15έχων διὰ τοῦ ξενισμοῦ, ὡς καὶ τὸν Ἀγαμέμνονα ἑτέρωθί φησι (Θ 271) πορφύρεον μέγα φᾶρος ἔχοντα παρακελεύεσθαι τοῖς Ἕλλησιν. τὸ δὲ σκῆπτρον λαμβάνειν ἔοικε παρὰ τοῦ Ἀγαμέμνονος, ἤτοι ἵνα τὰ τῷ βα‐ σιλεῖ δοκοῦντα φαίνηται πράττων καὶ παρὰ τοῦ βασιλέως λαβεῖν τὴν ἐξουσίαν, ἢ ἵνα ἀντὶ βασιλέως φαίνηται ποιεῖν καὶ τὴν τοῦ αὐτοκράτο‐
20ρος εἰς τοὺς πλημμελοῦντας εἰληφέναι ἐξουσίαν, ἢ ὅτι ἄλλως οὐκ ἐξῆν δημηγορεῖν ἢ τὸ σκῆπτρον ἔχοντα.

2

.

184

v. ad Ε 576.

2

.

194

διὰ τί τὸ ὄναρ οὐδεὶς τῶν ἐν τῷ προβουλίῳ ἀκούσας παρὰ Ἀγαμέμνονος ἐξεῖπε τοῖς ἄλλοις Ἕλλησιν; ἓν μὲν αἴτιον· εὐλάβεια γὰρ ἦν μὴ ὑπονοήσωσιν οἱ Ἕλληνες ὅτι διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν τὸν ὄνειρον πλάσσει 〈coni. Cobet ap. Dind.; codd. πράσσει〉, ὅπερ οὐ βασι‐
5λικόν· ἕτερον δὲ ὅτι τὰ τῶν ὀνείρων οὐ βεβαίως πιστεύεται, δι’ ἣν αἰτίαν οὐκ ἐξεῖπε. τρίτον δὲ ὅτι τὰ ἐν ταῖς βουλαῖς βασιλικὰ σκέμματα
καὶ διηγήματα τοὺς ἀκούοντας οὐ προσῆκεν ἐκκαλύπτειν.28 in vol. 1

2

.

199

δόξειεν εἶναι τοῦτο ἄλογον, ὅτι τῆς Ἀθηνᾶς εἰπούσης σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον (v. 180) τύπτει τινάς· ταῦτα γὰρ παρακούοντος τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς Ὀδυσσεῖ. ἐροῦμεν δὲ ὅτι ἡ μώμησις ἄλογος· εἰκὸς γὰρ ἦν ἐν τῷ τοσούτῳ θορύ‐
5βῳ σφάλλεσθαι πολλάκις καὶ Ὀδυσσέα· πάντες γὰρ ἐν τοῖς τοιούτοις καιροῖς συνταραττόμεθα παρηχούμενοι, ὥστε πολλὰ ἐπιλανθάνεσθαι. οὐ μὴν ἀλλὰ καὶ οἱ θρασεῖς κολακευόμενοι πτεροῦνται, μᾶλλον δὲ πληγαῖς ὑπείκουσιν.

2

.

212

διὰ τί μηκέτι μέλλων ὁ ποιητὴς τοῦ Θερσίτου μνημονεύειν ἅπαξ αὐτοῦ ἐδεήθη; καὶ τίς ἡ χρεία τοῦ δεηθῆναι ἐν τῷ θορύβῳ γεγο‐ νότι ἐκ τῆς Ἀγαμέμνονος τῶν Ἑλλήνων πείρας; ῥητέον δὲ ὅτι παρα‐ λόγως γεγονυίας τῆς Ἑλληνικῆς στάσεως διὰ τὸ ἄλλως ἐκδέχεσθαι τοῦ
5βασιλέως τοὺς λόγους καὶ μὴ συνιέναι ὅτι πείρας ἕνεκα εἴρηκε τοὺς πολλοὺς καὶ συρφετώδεις, καὶ μάλιστα τῆς ἀγνοίας ἐν τῷ χυδαίῳ πλή‐ θει γεγονυίας—τοῖς γὰρ ἡγεμόσι προείρητο ἡ τοῦ βασιλέως γνώμη, οἷς ἐν τῷ προβουλίῳ ἐρρήθη 〈ἐρήθη cod.〉 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι 〈πολυκληῖσι cod.〉 κελεύσω,
10 ὑμεῖς δὲ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (v. 74. 75) —, ἐκ τῶν πολλῶν ἔδει καὶ χυδαίων γενέσθαι τὴν μέμψιν· οὐ γὰρ ἐκ τῶν βασιλικὴν 〈–ῶν cod.; corr. Vill.〉 καὶ ἀναπολόγητον ἐσχηκότων τῆς στάσεως τὴν αἰτίαν. ἅπαξ δὲ ἐκ τῶν χυδαίων ὀφειλούσης γενέσθαι τῆς ἀταξίας, τοιοῦτον πρόσωπον εἰκότως ἐδέξατο, ὃ προσυνίστησιν ὅτι
15 ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε 〈spr. lin. ab alt. man. addit.〉 πολλά τε ᾔδει, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν, ἀλλ’ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι (v. 213—16). εἰδὼς δὲ ὅτι ὀργαὶ χυδαίων καὶ πλήθους ἀνοήτου ἢ φόβῳ κρατοῦνται
20ἢ γέλωτι διαχέονται 〈διαδέχονται cod.; corr. Vill.), ἀμφοτέροις κέχρη‐ ται, φόβῳ μὲν διὰ τοῦ Ὀδυσσέως, διαχύσει δὲ καὶ γέλωτι οὐκ ἂν ἄλ‐ λως ἔσχε χρήσασθαι ἢ διὰ τοῦ τοιούτου προσώπου, ὥστε τὸ αὐτὸ παρ‐ έλαβεν εἰς ἔνδειξιν τῆς τοῦ χυδαίου πλήθους στάσεως οἵα τις ἦν, καὶ εἰς τὴν τοῦ γέλωτος ὑπόθεσιν. καὶ μετὰ τοῦτο ἐξεῖλεν αὐτὸν τῆς ποι‐
25ήσεως, ὅτι καὶ πᾶσαν τοιαύτην στάσιν ἐν τοῖς μετὰ ταῦτα τῶν ποιημά‐
των ἐξώρισε. τοιοῦτόν τι καὶ ἐν στάσει θεῶν καὶ ἐν ἔριδι, ἐν ᾗ ἔφη ὤχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες (Α 570), ἐπενόησε διὰ τῆς Ἡφαίστου οἰνοχοΐας, ὃν κυλλοποδίωνα καὶ ἀμφιγυήεντα ἔφη, διὰ τῆς τούτου οἰνοχοΐας τὴν στάσιν βουληθεὶς εἰς γέλωτα παρατρέψαι.29 in vol. 1
30τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα πρῶτος ὑπέλαβεν 〈correxi; cod. ὑπέβαλεν〉 εἶναι, καὶ τὰς παρὰ τῶν ἀνθρώπων ὀργὰς θεῶν διαλύεσθαι καὶ διὰ γέλωτος, ὡσανεὶ γέλωτος 〈ita videtur; litterae duorum verb. admodum detrit.〉 ἀξίων τῶν ἀνθρώποις προσηκόντων πραγμάτων. ..... ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς
35Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ὡς 〈Ludw., Mus. Rh. XXXII p. 19〉 στασιώδης ὢν οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος, ἢ ὅτι κατ’ ἐπ‐ εισόδιον παρῆκται πρὸς τὸ ἐκ τοῦ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων, ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ Α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ ποιητῇ
40ἢ πιθανότητος ἕνεκεν ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώ‐ σεως χάριν.

2

.

226

διὰ τί ὑπὲρ τὴν ἄλλην ὕλην τοῦ χαλκοῦ ἐμνήσθη; ὅτι ἐν τοῖς ἀρχαίοις σφόδρα τίμιος ἦν ὁ χαλκός 〈χαλκεύς L〉.

2

.

249

μ’ Ἀτρείδῃς 〈suprascrpt. αισ〉 ὑπὸ Ἴλιον ἦλθον: οὗ‐ τοι δὲ ἦσαν κατὰ μὲν τὸ σύνηθες Πλεισθένους καὶ Ἀερώπης Ἀτρέως παῖδες τοῦ Πέλοπος, ὥς φασιν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ’ ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ μηδὲν κατα‐
5λείψας μνήμης 〈μνημ, μ spr. η scrpt., cod.〉, νέοι ἀνατραφέντες 〈ἀνα‐ τρεφέντες cod.〉 ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.

2

257-277

διὰ τί ἐπὶ τῷ Θερσίτῃ πληγὰς λαβόντι καὶ γελοίως δα‐
κρύσαντι, καὶ τοὺς Ἕλληνας καίπερ ἐφ’ οἷς ἐπεπόνθεισαν ὑπὸ τοῦ Ἀγαμέμνονος λελυπημένους γελάσαι ποιήσας 〈om. cod.; add. Vill.〉 ἐπὶ τῷ Θερσίτῃ αἰσχρῶς δακρύοντι, οὐκ ἠρκέσθη ὁ ποιητὴς εἰπὼν οἱ30 in vol. 1
5δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν (v. 270), ἀλλὰ καὶ προστίθησι καὶ λόγους δὲ λεγομένους τοιούτους· ἦ δὴ μυρ’ Ὀδυσ‐ σεὺς ἐσθλὰ ἔοργε, βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων (v. 272. 73) καὶ τὰ ἑξῆς; οὐ γὰρ ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπισκώπτειν ἤ τι τοιοῦτον διασύροντας καὶ
10ἐπιτωθάζοντας λέγειν. φαίνεται δὲ ὁ ποιητὴς ἐνδείκνυσθαι διὰ τοῦ λόγου τούτου ἀνακειμένου τῷ πλήθει, ὅτι πᾶν τὸ ἄκοσμον τῶν πολλῶν ἤδη κατέσταλται καὶ τὸ στασιῶδες αὐτῶν ἐξῄρηται καὶ ὅλως τὸ κατ‐ εξανίστασθαι τοὺς φαύλους τῶν κρειττόνων καὶ νομίζειν αὑτοῖς ἐξου‐ σίαν εἶναι τοῦ καὶ λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη
15ὑβριστοῦ καὶ ἐπεσβόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκλησιάζειν, ἅμα δὴ καὶ ἄλλο τι προσοικονομεῖσθαι. ἐπεὶ γὰρ οὐκέτι μνησθήσεσθαι Θερσίτου ἔμελλεν, ἀλλὰ πρὸς ὀλίγον χρησάμενος ἐξαιρήσειν πᾶσαν αὐτοῦ μνήμην ἐκ τῆς ποιήσεως, πιθανῶς τὴν μηκέτι μέλλουσαν αὐτοῦ πάροδον ἀνα‐ τέθεικε τῇ τότε παιδεύσει καὶ προεῖπεν ἡμῖν τοῦτο, τῷ παντὶ πλήθει
20χρησάμενος κήρυκι 〈seq. τὲ, quod inde a Vill. om.〉 τοῦ μέλλοντος, δι’ ὧν ἔφη οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν (v. 276. 77). εἰ γὰρ προσῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν
25(v. 214), οὐκέτι δὲ φαίνεται τοῦτο δρῶν, ἀναγκαία ἡ τῆς αἰτίας ἀπό‐ δοσις ὅτι σωφρονισθεὶς ἐπαύσατο, ὡς μηδ’ ἂν ἐπιθυμῆσαι πάλιν ἀκοσμεῖν. τοῦτο γὰρ ἠπειλεῖτο 〈ἠπιλειτο cod., acc. evan.〉 αὐτῷ ὑπὸ τοῦ Ὀδυσσέως—εἴ κ’ ἔτι 〈εἰ κέ τι cod.〉 ς’ ἀφραίνοντα κιχήσο‐ μαι ὥς νύ περ ὧδε (v. 258)—μεθ’ ὅρκου τὴν κόλασιν ἐπανατει‐
30ναμένου εἰς κώλυσιν πάσης τοιαύτης μελλούσης ἀκοσμίας. ὁ μὲν 〈post h. v. duae litt. eras.〉 οὖν εὐφυὴς λόγῳ ἁμαρτάνων νουθετεῖται, ὁ δὲ κακοφυὴς πλουτῶν μὲν χρημάτων ζημίᾳ, ῥώμῃ δὲ σώματος θαρρῶν δεσμοῖς καὶ ταῖς τοῦ σώματος βασάνοις. ὁ δὲ οἷος ἦν ὁ Θερσίτης, ἀσθενής τε καὶ λελωβημένος πάντοθεν τὸ σῶμα, πληγαῖς τε καὶ μεθ’
35〈om. cod.; add. Vill.〉 ὅρκων ἀπειλαῖς αἰκισμοῦ μέλλοντος μετὰ γυ‐ μνώσεως καὶ πάσης ἐνδείξεως τῆς τοῦ σώματος αἰσχύνης· ταῦτα γὰρ γενόμενα ὑπὸ τοῦ πολιτικοῦ ἀνδρὸς τὰ μέτρα τῶν κολάσεων καὶ τοὺς
τρόπους καὶ τὸ κατ’ ἀξίαν ἑκάστου ἁμαρτήματος ὑπέδειξεν. πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ·31 in vol. 1
40ἀλλ’ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας πληγῆς πιστοῦ‐ ται, ὅτι μὴ σωφρονιζόμενον καὶ ταῖς μείζοσιν αἰκίσεται πληγαῖς. ἢ ἀπόπειραν διὰ τῆς ἀπειλῆς ποιεῖ, ὅπως οἱ πολλοὶ ἐπισχεθῶσι δι’ αὐτοῦ, εἶτα ἰδὼν αὐτοὺς βουλομένους ταὐτὰ οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον
45παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βρα‐ χείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὑγιὴς δὲ βασάνοις ἢ χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος οἷος ὁ Θερσίτης βραχείᾳ πληγῇ καὶ τῇ μεθ’ ὅρκων ἀπειλῇ.

2

.

279

.... διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν, καὶ θορύβου τοσούτου ὄντος ἔδει γεγωνότερον βοᾶν. ὁ μὲν οὖν Νέστωρ ὡς γέρων βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς μεγάλην ὄπα ἐκ στήθεος ἵει (Γ 221). διὰ
5τοῦτο ὁ μὲν τεταραγμένων αὐτῶν δημηγορεῖ, ὁ δὲ ἡσυχίαν ἀγόντων.

2

305-329

ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς μέχρι τοῦ τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. περὶ
τούτων τῶν ἐπῶν ἠπόρησεν ὁ Ἀριστοτέλης τοιαῦτα· διὰ τί ὁ Κάλχας, εἰ μὲν οὐδὲν ἦν τέρας τὸ γινόμενον, ἐξηγεῖται ὡς τέρας—τί γὰρ32 in vol. 1
5ἄτοπον ὑπὸ ὄφεως στρουθοὺς κατέδεσθαι ἢ τούτους ὀκτὼ εἶναι; — περὶ δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα; εἰ μὴ ἄρα εἰς τὸν ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν (οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς γὰρ ἦν ὑπολαβεῖν καὶ εἰ μή τις ἔλεγε), καὶ τότε ἀξίως ἔλεξε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν ἄν, εἰ ἦν τὸ **** τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ
10δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς ἀπολιθώσεως τοῦ δράκοντος· διὸ οὐδ’ ἐποίησε λέγοντα· οὔτε γὰρ πάν‐ τες ἄνοστοι ἐγένοντο γελοῖός τ’ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ ἀλλὰ πλεῖν προτρεπόμενος οὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μήποτ’ οὖν, φησί, τὸ σημεῖον τὸ λίθον γενέσθαι βραδυτῆτος σημεῖον ἦν, ὅπερ ἤδη
15ἐγεγόνει καὶ οὐκέτ’ ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν ἐννέα· τοῦ δε‐ κάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν. οἱ δὲ τὰ περὶ οἰωνιστικῆς τῆς καθ’ Ὅμηρον γράψαντες τὴν μὲν νεοττιάν, ὡς ἂν ἐπ’ ἄκρας τῆς πλατάνου κειμένην τῶν κλάδων, οὖσαν
20ἐνάερον εἰλῆφθαί φασι πρὸς τὴν ἀνεμόεσσαν πόλιν, τούς τ’ ἐνοικοῦντας ἐν αὐτῇ στρουθοὺς στρατὸν εἶναι ἀλλοεθνῆ· πολλοὶ γὰρ ἐπίκουροι
πολλέων ἐκ πολίων (v. 130) κατῴκουν τὴν πόλιν· πτηνοὶ γὰρ ἀέρι μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆς πλατάνου, νεαροῦ ξύλου καὶ ὑδρηλοῦ, δι’ οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺς στρου‐33 in vol. 1
25θούς, ἐδήλου οὖν, διότι πολὺς στρατὸς, πορείαν ποιησάμενος διαπόντιον νηίτης, περάσας διὰ τῆς χώρας ἐπιπεσεῖσθαι τοῖς Τρωσὶν ἔμελλεν. ἐπί‐ γειος γὰρ ὁ ὄφις· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν πο‐ ρείαν ἐδήλου, εἶτ’ ἀπόβασιν καὶ διὰ τῆς χώρας ἔφοδον τοῖς τὴν ἠνε‐ μόεσσαν κατοικοῦσι πόλιν. τὸ δὲ πετάλοις ὑποπεπτηῶτας εἶναι
30τοὺς στρουθοὺς δηλοῦν τὸ ἀβέβαιον τῆς εὐθαλείας τῶν κατοικούντων τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. στρουθοὺς δὲ καὶ οὐκ ἄλλα ὄρνεα παρείληφεν, ὅτι ἱερὰ μὲν Ἀφροδίτης ἡ στρουθὸς κατωφερέστατον δὲ ζῶον καὶ λάγνιστον, οἰκεῖοι δὲ τῇ Ἀφροδίτῃ οἱ Τρῶες καὶ λαγνείας εἵνεκα τὸν πόλεμον ἐνστησάμενοι, ὥσπερ τῆς Ἀθηνᾶς ἱερὸς ὁ δράκων,
35φίλοι δὲ Ἀθηνᾶς οἱ Ἕλληνες, οὓς τῷ σημείῳ ὁ δράκων ἐσήμανεν. ὁ δὲ τῶν στρουθῶν ἀριθμὸς τῶν ἐτῶν ἐδήλωσε τὸν ἀριθμόν· ἐτήσιος γὰρ ἡ γένεσις ὄρνισι, καὶ ὀκτὼ μὲν ἔτη, ἐν οἷς ἦσαν ἀπόρθητοι, μικρὰ ταῦτα, τὸ δὲ ἔνατον, ἐν ᾧ τὸ τέλος, τὸ κεφάλαιον ἂν εἴη τοῦ χρόνου, ὥστε οἰκεία ἡ μήτηρ τῷ χρόνῳ τούτῳ. ἐννέα δὲ καὶ οὐ δέκα ὁ ἀριθμός, ὅτι
40τοῦ πολέμου ὁ χρόνος ἀριθμεῖται, οὐ τῆς ἁλώσεως. τί γάρ φησιν; ὣς ἡμεῖς τοσσαῦτ’ ἔτεα πολεμίζομεν αὖθι (v. 328), ἐννέα ἔτεα, ὧν τὸ ἔνατον τὸ κεφάλαιον περιεῖχε τῶν κακῶν καὶ περιοχὴν τῶν παρελθόντων ὀκτώ, τῷ δεκάτῳ δὲ πόλιν αἱρή‐ σομεν (v. 329), μετὰ γὰρ τὴν μητέρα τῶν στρουθῶν καὶ τὸ ἔνατον
45ἔτος ἑτοίμη ἦν ληφθῆναι ἡ νεοττιὰ καὶ ἡ πόλις ἡ τῶν Τρώων. ἡ ἰαχή τε τῆς μητρὸς καὶ τῶν τριζόντων νεοττῶν τὴν οἰμωγὴν ἐδήλου τῶν ἁλισκομένων. ἡ δὲ τοῦ δράκοντος ἀπολίθωσις κατὰ μὲν Ἀριστοτέλην τὴν βραδυτῆτα ἐδήλου καὶ τὸ σκληρὸν τοῦ πολέμου, κατὰ δὲ [τοὺς] ἄλλους τὴν τῆς πόλεως ἐρήμωσιν καὶ τοῦ μὲν ζωτικοῦ παντὸς κένωσιν

2

305-329

(50)

τῶν δὲ λίθων καὶ οἰκοδομημάτων κατάλυσιν, τῶν Τρώων ἁλόντων Ἑλ‐ λήνων ἀποπλευσάντων. τὸ δὲ δέκατον ἔτος, ὅπερ διὰ τοῦ δράκοντος δεκάτου ὄντος ἐν
τοῖς σημείοις ἀριθμεῖται, λαμβανόμενον τὸ αὐτὸ εἰς μὲν τοὺς Ἕλληνας γίνεται λίθος μένων καὶ ἀρίζηλος, πᾶσιν διακένωμα ὢν καὶ λίθους με‐34 in vol. 1
55μενηκέναι τοῦ πολέμου καταλυθέντος, ὥστε τὸν δράκοντα ἐπιόντα μὲν δηλοῦν τὴν ἔφοδον τῶν Ἑλλήνων, διὰ δὲ τῆς πλατάνου τὴν διὰ τῶν νεῶν γινομένην, κατεσθίοντα δὲ τοὺς ἐννέα στρουθοὺς μετὰ τῆς μητρὸς σημαίνειν τὸν ἐνναετῆ πόλεμον, ἀπολιθούμενον δὲ δέκατον ἐν τοῖς ση‐ μείοις αὐτὸν ἐρημίαν δηλοῦν τὴν ἐν τῷ δεκάτῳ ἔτει, τῶν Ἑλλήνων
60ἀποστάντων καὶ τῆς πόλεως ἐν λίθοις μόνοις καταλειφθείσης, παντός τε τοῦ ἐμψύχου ἔκ τε αὐτῆς καὶ τῶν περὶ αὐτὴν καθημένων κενωθέν‐ τος· ἐμήνυε δὲ ἡ εἰς παράδοξον καὶ θαυμαστὸν μεταβολὴ τὴν τῶν κατ‐ ειργασμένων ἐπὶ πλεῖστον μνήμην. ἡ δὲ ἕδρα τῶν ὀρνίθων καὶ ἡ ἐν τῇ νεοττιᾷ τῶν στρουθῶν καθέδρα ἐδήλου τοὺς ἐνδομυχοῦντας καὶ ἐν
65τῇ πόλει κατακλείστους Τρῶας. οἱ δὲ βεβαιότερόν φασιν εἶναι τὰ διὰ τῶν καθεδρῶν ἢ ὅσα πετόμενοι σημαίνουσιν ὄρνιθες, ὥσπερ γὰρ πετό‐ μενοι μηνύουσι ταχύτερον οὕτω πάντα ἔσεσθαι, οὕτω καθεζόμενοι ποι‐ οῦσι χρόνια καὶ παράμονα. τὸ δὲ καὶ περιπέτεσθαι τὴν νεοττιὰν τὴν μητέρα ἀεὶ καὶ μὴ πόρρω ἀποχωρεῖν ἐδήλου, ὅτι καὶ οἱ ἐκ τῆς πόλεως
70ἐξιόντες αὐτόθι περὶ τὴν πόλιν καὶ οὐ πόρρω χωρεῖν ἔμελλον, ἀλλὰ ζῆν περὶ αὐτὴν χρειοῖ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ γυναι‐ κῶν (Θ 57). τὴν δὲ νεοττιὰν οὐ διέφθειρεν ὁ δράκων, ὅτι οὐκ ἐξη‐ λίφη τέλος ἡ πόλις, ἀλλὰ μόνοι οἱ ἐνοικοῦντες, αὐτῆς μὲν μενούσης, τῶν δ’ ἐπελθόντων μετὰ τὴν ἀναχώρησιν καὶ πόρθησιν ἐρημίαν φοβερὰν
75καταλελοιπότων καὶ πάντα εἰς λίθους περιστησάντων διὰ τὸ ἄπορον καὶ ἄψυχον τῆς χώρας, ἐγκαταλελειμμένης καὶ τῆς πόλεως. ἅμα δὲ καὶ ὅτι ἡ ἀποστροφὴ τοῖς Ἕλλησιν ἀντιτυπής ἐστι καὶ σκληρὰ ἐδήλου ὁ ἀπολιθούμενος δράκων· ἀπαλλάσσεσθαι γὰρ μέλλων ἤδη τῆς νεοττιᾶς ἐγένετο λίθος καὶ ἐπὶ τῆς ὁδοῦ ἔτι ὤν. τὸ δὲ δένδρον οὖν ἡ ὁδός.
80ἀλλὰ καὶ ἡ πορεία τοῦ δράκοντος οὐκ οὖσα ὀρθὴ φύσει οὐδὲ εὐθεῖαν τὴν ὁδὸν τοῖς Ἕλλησιν ἐσήμαινεν, ὁποία ἐγένετο καὶ αὐτοῖς ἀπιοῦσί τε καὶ ὑποστρέφουσιν. οὐδὲ τὸ ἐλελιξάμενος πτέρυγος λάβεν (Β 316) ἐστὶν ὡς πρὸς μαντείαν ἄχρηστον· ἐδήλου δὲ τὸν τρόπον καθ’ ὃν τὴν
Ἴλιον ἔμελλον ἐκπορθήσειν οἱ Ἕλληνες· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτη‐35 in vol. 1
85σαν καὶ εἷλον, ἀλλ’ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος εἶθ’ ὑποστρέψαντες, ὃ ἔστιν εἰπεῖν ἐλελιξάμενοι. ἡ δὲ πλάτανος διὰ μὲν τὸ ὑδρηλὸν καὶ εὔμηκες ἐδήλου τὴν διὰ νεῶν καὶ ὕδατος μακρὰν πορείαν, διὰ δὲ τὸ ἄκαρπον φύσει καὶ ὅτι ἄκαρπος ἡ πορεία καὶ τοῖς ἐπελθοῦσιν Ἕλλησι καὶ τοῖς ἐνοικοῦσι τὴν πόλιν τῶν Τρώων· τά τε γὰρ ληφθέντα λάφυρα
90ἐξ Ἰλίου ἄλλα ἄλλως ἀπώλετο, καὶ οἱ Τρῶες οὐδένα καρπὸν ἔσχον, μει‐ νάσης αὐτοῖς τῆς νεοττιᾶς ἐν ἀκάρπῳ μὲν δένδρῳ φύλλοις δὲ πρὸς καιρὸν θάλλουσιν, αὐτοὶ ἄρδην ἀπολόμενοι. ad scholia excerpta referendum: ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης χρόνον τε δη‐
95λοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. καὶ τὸ μὲν ἐφ’ ὕψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον. οἱ δὲ ὑπὸ τοῖς πετάλοις νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὔπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν. ἡ δὲ διὰ τοῦ

2

305-329

(100)

ὕδατος πορεία τοῦ δράκοντος τὴν δι’ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων. τὸ δὲ περιλειφθῆναι τὴν νεοττιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν· οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες. ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πολέμου
105τὸ τέλος. δράκων (v. 308). τούτῳ 〈τοῦτο cod.; corr. Dind.〉 τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι Σθένιος· οὕτως γὰρ ἱστόρηται Διο‐
νυσίῳ ἐν τῷ εʹ τῶν ἀπόρων. ἔνθ’ ἐφάνη (ibid.). ὅπου ἡμῖν ὤφθη ὁ δράκων. οὗτινος δρά‐36 in vol. 1
110κοντος τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι. λέγει γὰρ αὐτὸν Σθένιον. οὕτως γὰρ ἱστορεῖται Διονύσιος ἐν τῇ πέμπτῃ τῶν ἀπόρων.

2

.

350

v. ad v. 370 (p. 38, 36).

2

.

362

...... ζητοῦσι δέ τινες, τί δή ποτε οὐκ ἐν ἀρχῇ τοῦ πολέ‐ μου τὸ στράτευμα διατάττει ὁ Νέστωρ. ῥητέον δὲ ὅτι ἔχοντες πρῶτον Ἀχιλλέα τούτων οὐκ ἐδέοντο, ὡς οὐδὲ τοῦ τείχους.
1 ἐζήτηται, διὰ τί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο 〈μὴ πρὸ πολλῶν ὑπετ. Par.〉 ὁ Νέστωρ. ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φίλος 〈φιλόσοφος A〉 ὢν τῶν Ἑλλήνων ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ ἐποίει τοῦτο, νῦν δὲ αὐτοῦ
5μηνίοντος εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.

2

.

367

ad Ι 1 sqq.

2

370sqq

διὰ τί, Ὀδυσσέως καὶ κρατήσαντος τοὺς Ἕλληνας φεύγειν μέλλοντας καὶ τοὺς οἷος ὁ Θερσίτης καταστασιάζοντας ἐπισχόντος καὶ ἀπειλαῖς καὶ πληγαῖς—ὁμοίως γὰρ τῷ Θερσίτῃ ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμο‐
5κλήσασκέ τε μύθῳ (v. 198. 99)· ὅθεν καὶ τὸν Θερσίτην προήχθη τύψαι, χείρονα ὄντα τῶν πληγὰς εἰληφότων—πρὸς δὲ τούτοις δημη‐ γορήσαντος οὕτως ὡς ἐπιβοῆσαι αὐτῷ ἅπαντας ἐπαινοῦντας—ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κο‐ νάβησαν ἀυσάντων ὑπ’ Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσ‐
10σῆος θείοιο (v. 333—35)—, Ἀγαμέμνων μόνῳ Νέστορι τὰ πρωτεῖα δίδωσι καὶ τῆς νίκης παραχωρεῖ, λέγων ἦ μὰν αὖτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν (v. 370), καὶ τοιούτους δέκα εὔχεται συμφρά‐ δμονας γενέσθαι; οὕτω γὰρ τάχα πορθηθῆναι τὴν Ἴλιον, χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσαν (v. 374).
15 ῥητέον οὖν ὅτι οὐχ ἁπλῶς νικᾶν ἔφη καὶ ἐν πᾶσι τὸν Νέστορα, ἀλλὰ μόνον ἐν τῇ ἀγορῇ νικᾷς, γέρον, τὰ πρωτεῖα διδοὺς κατὰ τὴν δημηγορίαν καὶ αὐτὸς τῷ Νέστορι, καθάπερ οἱ Ἕλληνες τῷ Ὀδυσσεῖ. Ὀδυσσεὺς μὲν γὰρ ἐδημαγώγησεν ὡς πρὸς δημοκρατίαν ἁρμόσας τὸν λόγον, καὶ ὡς ἐπ’ αὐτοῖς ὂν μένειν ἢ ἀποπλεῖν—τί γάρ φησιν, ὑπο‐
20τάξας τὸν Ἀγαμέμνονα τῇ τῶν Ἑλλήνων ἐξουσίᾳ; Ἀτρείδη, νῦν σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερό‐
πεσσι βροτοῖσι (v. 284. 85) καὶ τὰ ἑξῆς—ὁ δὲ Νέστωρ τὸν Ἀγα‐ μέμνονα αὐτὸς ἄρχειν παρακαλεῖ καὶ μὴ φροντίζειν τῶν ἀποστατούν‐ των, συμφέρειν γὰρ πᾶσι τὴν τούτου ἀρχὴν διὰ τὸ πάντας οὐχ ὑπο‐37 in vol. 1
25σχέσεσιν ἁπλῶς, ὡς Ὀδυσσεὺς ἔφη (v. 286), ὅρκοις δὲ καὶ συνθήκαις καὶ δεξιαῖς πιστώσασθαι τὴν τούτου ἡγεμονίαν, ἀπειθοῦσι δὲ αὐτοῖς κα‐ θὼς ἐξώμοσαν πάντες γενέσθαι τὴν παράβασιν· Ἀτρείδη, σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευ’ Ἀργείοισι κατὰ κρα‐ τερὰς ὑσμίνας, διὰ τ; πῆ γὰρ αἱ συνθῆκαι καὶ ὅρκια βήσεται
30ἡμῖν σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν, διόπερ Ὀδυσσεὺς μὲν τοὺς Ἕλληνας εἰπών· ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι (v. 289. 90), εὐθὺς ἐπιλαμβάνεται αὐτῶν ἀνακαλούμενος τὸν λόγον διὰ τοῦ φάναι ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι
35καὶ ἐκ τοῦ ἥττονος παραβάλλειν τὸ μέγεθος τῆς Ἑλληνικῆς [ἀθυμίας]· εἰ γὰρ καὶ ὁ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχάλλει ὑπὸ ἀνέ‐ μων ἐναντίων ἐμποδιζόμενος, ἡμῖν δ’ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι, τίς [ἂν νε]μεσήσαι ἀσχάλλουσι τοῖς Ἕλλησιν; ὁ δὲ Νέστωρ οὐχ Ἕλληνάς φησιν ἀξίους εἶναι ὡς παῖδας
40διασύρεσθαι, ἀλλ’ αὐτοὺς τοὺς δημηγόρους τὰ τοῦ πολέμου ἔργα μὴ σκοπουμέ[νους] .. ὧν μάλιστα ἤρτηται ἐκ τῆς πρὸς θεοὺς εὐσεβείας· ἦ δὴ παισὶν ἐοικότες ἠγοράασθε νηπιάχοις, οἷς οὔτι μέλει πολεμήια ἔργα (v. 337. 38)· πῶς οὖν οὐ μέλλει [τις κακῶς] διὰ ἀφροσύνην τὰ τῶν πολέμων φρονεῖν, ὅτε δή φησιν ἐν πυρὶ δὴ βου‐
45λαί τε γενοίατο, συνθεσίαι καὶ τὰ ὅρκια, σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν· τὸ θαρρεῖν γὰρ εὐορκοῦσι καὶ τηροῦσι τὰς διὰ θεῶν πίστεις ἀνδρῶν ἂν εἴη εὐφρόνων καὶ εἰδότων τὰ κοινὰ τῶν πολέμων εὐλαβεῖσθαι· καὶ τούτων ἀναμιμνήσκειν δεῖ, φησὶ, τοὺς συμ‐ βουλεύοντας ῥήτορας. ἀκολούθως δὲ τούτοις ἐπάγεται καὶ τὸ ἔα φθι‐

2

370sqq

(50)

νύθειν ἕνα καὶ δύο τῶν ἀπειθούντων, οἳ οὐκ ἀνύουσι πρότερον τὸ εἰς οἶκον ἀπελθεῖν, πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐχί (v. 346—49). εἰ γὰρ ἐπὶ ὅρκοις καὶ σπονδαῖς καὶ τοῦ πολέμου, παρασκευαῖς καὶ δεξιαῖς καὶ Διὸς ἐγέ‐ νετο ἡ ὑπόσχεσις, κίνδυνος τοῖς ταῦτα παραβαίνουσι, καὶ οὐ χρὴ θω‐
55πεύειν δημαγωγοῦντας, ἐπιπλήττειν δὲ μᾶλλον ἁμαρτάνουσι καὶ ἐπάγειν τὸν βασιλέα εἰς τὸ τῆς ἐξουσίας ἡγεμονικόν, ἀλλ’ οὐκ ἀπέχεσθαι τῶν ἀρχομένων, ἐπισταμένων, οἷς ἔκριναν μετὰ πίστεως ὡς χρεὼν ἐν πᾶσιν
ὑπακούειν. διὸ Ὀδυσσεῖ μὲν ἀκόλουθον δημαγωγοῦντι καὶ Κάλχαντος χρήσασθαι μαντείαις· ὕβριστο μὲν γὰρ ὑπὸ Ἀγαμέμνονος, αἴτιος δὲ38 in vol. 1
60ἐδόκει ἔναγχος αὐτοῖς γεγονέναι τοῦ λοιμοῦ τῆς θεραπείας, καὶ διὰ τοῦτο πρὸς αὐτῶν ἠγαπᾶτο καὶ ἐπιστεύετο· Νέστορι δὲ τούτου μὲν ἀμελεῖν, εἰς δὲ τὰς Διὸς ἀνάγειν ὑποσχέσεις, αἷς μετὰ τῆς τοῦ πολέμου κατορθώσεως καὶ τὸ ἡγεῖσθαι τοῦ πολέμου τὸν Ἀγαμέμνονα ἐκύρωσεν· φημὶ γὰρ κατανεῦσαι ὑπερμενέα Κρονίωνα (v. 350) καὶ τὰ ἑξῆς.
65 γράφει δὲ περὶ τῶν δεξιῶν ἀστραπῶν Ἕρμων ὁ Δήλιος· καὶ ὅταν κατὰ δεξιὰ χειρὸς ἀστράπτῃ, νίκην καὶ ὑπέρτερον εὖχος ὀπάζει. καὶ ὅλως οἱ περὶ τούτων σκεψάμενοί φασιν ἀστραπαὶ καὶ βρονταὶ δεξιαὶ τοῖς ἐπιχειροῦσιν ἄγεσθαι. φόβους γὰρ τοῖς πολεμίοις σημαίνουσιν ἐν δεξιοῖς γινόμεναι.
70 διαφόρων τοίνυν οὐσῶν τῶν δημηγοριῶν, καὶ τῆς μὲν Ὀδυσσέως δημοτικωτέρας τῆς δὲ Νέστορος βασιλικωτέρας καὶ ἀρχικῆς, εἰκότως ὁ μὲν θωπεύει, οὐ νεμεσίζομαι Ἀχαιοὺς λέγων ἀσχάλλειν παρὰ νηυσί (v. 296), καὶ ὅμως ἀξιῶν· τλῆτε φίλοι καὶ μείνατ’ ἐπὶ χρό‐ νον· αἰσχρὸν γὰρ δηρόν τε μένειν κενεόν τε νέεσθαι (v. 299.
7598), ὁ δὲ ὀλίγον ἐνδοὺς καὶ τοσοῦτον θεραπεύσας ἐν τῷ φάναι τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι (v. 354. 55), εὐθὺς μὲν ἐγείρει τὸν λόγον εἰς τὴν ὑπὲρ τοῦ βασιλικοῦ ὅρκου μνήμην ***** τίσασθαι γὰρ Ἑλέ‐ νης ὁρμήματα στοναχάς τε (v. 356), εἰς ἀπειλὰς δὲ χωρεῖ οἰκείας
80βασιλικῷ φρονήματι· εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς νηὸς ἐυσσέλμοιο μελαίνης, ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ μοῖραν ἐπίσπῃ (v. 357—59). λοιπὸν δὲ οὐκ ὦ Ἀτρείδη λέγει οὐδ’ ὦ Ἀγάμεμνον· ἀλλὰ ἄναξ (v. 361), ὦ βασιλεῦ, λέγων ἀξιοῖ μὲν αὐτὸν κατάρχειν σκεμμάτων καλῶν, πείθεσθαι δὲ καὶ
85ἄλλῳ καὶ διατάττειν ὡς χρὴ κατακοσμηθῆναι κατ’ αὐτούς. εἰκότως οὖν,
τοῦ μὲν πρὸς τὸ ἀρχόμενον καὶ δημοτικὸν ἁρμόζοντος λόγου, τοῦ δὲ πρὸς τὸν ἄρχοντα καὶ βασιλέα τῶν ἄλλων, τὸν μὲν τὸ πλῆθος ἐπαινεῖ, τῷ δὲ τὸ νικᾶν ὁ βασιλεὺς ἀποδίδωσιν. ἐζήτηται διὰ τί, Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους39 in vol. 1
90καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν Νέστορι προσμαρτυρεῖ. ἤτοι ὡς δυναμικωτέρῳ· προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπόρησε λόγων. ἢ ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ δὲ σὺν τῇ δια‐ τάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν· βεβαιότερον γὰρ νίκης φῶς.

2

379-380

καὶ πῶς οὐ παρακαλεῖ; αἰδεῖται χωρὶς ἀνάγκης καὶ τῷ ὀνείρῳ πείθεται. ἀβέλτερος, φησὶν, ὁ Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τούτου τέλος, ἀλλ’ ὡς ἂν τύχῃ γενόμε‐
5νον. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότεροι παρασκευασθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον, ἠχθέ‐ σθημεν, ἢ μή, τελεσθέντων ὑπεράγαν ἐχάρημεν.

2

.

408

διὰ τί τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ; νῦν μὲν Μενέλαον, ἀλλαχοῦ δὲ (e. c. Β 563. Ε 114) Διομήδην, πῇ δὲ βοὴν ἀγαθὸς βάλεν Αἴας (Ο 249) καὶ Ἕκτορα δ’ ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους (Ο 671). ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑ‐
5ρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις τε καὶ ἀνακλήσεις. ἄλ‐ λως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν φωνήν. διὰ τοῦτο βοῶντας παρ‐ εισάγει τοὺς ἥρωας· σμερδαλέον δ’ ἐβόησεν (Θ 92), ἤυσε δὲ δια‐ πρύσιον (Θ 227).

2

.

423

ad Φ 363.

2

.

447

τῶν μεθ’ Ὅμηρον ποιητῶν πολλοί τινες τὴν αἰγίδα παρα‐
διδόασιν ὡς ἴδιον Ἀθηνᾶς ὅπλον, διὸ καὶ πλέονα τῶν ἐπιθέτων ἀπ’ αὐτῆς τίθεται τῇ θεῷ. ὁ δὲ χρωμένην μὲν οὐδενὸς ἧσσον παρεισάγει ταύτῃ τὴν Ἀθηνᾶν, τῷ δὲ Διί φησιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίστου,40 in vol. 1
5σαφῶς οὕτω διὰ τῶν ἐπῶν συνιστάς (Ο 307 sqq.)·
πρόσθεν δὲ κ’ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺς Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν.
10καθὸ δὴ καὶ πυκνῶς αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα πα‐ ρασκευαστικὴν ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺς ἀνέμους αἰγίδων, ἃς καταιγίδας εἰώθαμεν προσαγορεύειν. Ὅμηρος μὲν γὰρ οὕτω λέγει (Β 147. 48)· ἠύτε κινήσῃ Ζέφυρος βαθὺ λήιον ἐλθὼν
15 λάβρος ἐπαιγίζων. ***** νῦν γοῦν οὐκ ἄλλο τι, τὸ αὐτὸ δὲ τὸ λάβρος ἐπαιγίζων βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδας τὰς νῦν καταιγίδας τῶν σφοδρῶν καὶ συν‐ εστραμμένων πνευμάτων καὶ ἅμα καταρασσόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητής (Λ 297. 98)·
20 ἐν δ’ ἔπες’ ὑσμίνῃ ὑπεραέι ἶσος ἀέλλ, ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. Ἀλκαῖος δέ που καὶ Σαπφὼ τὸν τοιοῦτον ἄνεμον κατώρη λέγουσιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν. τὴν δὲ τοῦ Διὸς αἰγίδα συμβέβηκεν ὠνομάσθαι διὰ τῆς Ὁμήρου ποιήσεως ὡσαύτως τῇ περὶ τοὺς ἀνέμους
25λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον αἰγίδι, καθ’ ἡμᾶς δὲ καταιγίδι, παρα‐ σκευαστικὴν δὲ αὐτὴν τῶν ὁμωνύμων εἰσάγεσθαι πνευμάτων, ὅτε ἐπισει‐ σθείη κατὰ τὸ ἐναντίον. ἐπισεισθείσης γὰρ αὐτῆς καὶ καταρρηγνυμένης ἐπὶ τὴν γῆν, οὐ μόνον ἀπὸ τοῦ ψιλοῦ πνεύματος τοὺς ἐναντίους βλά‐ πτεσθαι συμβαίνει, κονιορτοῦ δὲ πρὸς τὰς ὄψεις φερομένου παντελῶς
30ἐμποδίζεσθαι. οἷον· καὶ τότε δὴ Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν, σμερδαλέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν· ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε, τὴν δ’ ἐτίναξε, νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ’ Ἀχαιούς41 in vol. 1
35(Ρ 593 sqq.). οἰκεῖα γοῦν τοῖς ἀπὸ ταύτης φερομένοις πνεύμασι καὶ τὰ παρακείμενα αὐτῷ συνεκπεφώνηται ἐν οἷς φησιν, ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην αὐτὸν καλύψαι τοῖς νέφεσιν, ἀστράψαντα δὲ μέγα μὲν ἐπιβροντῆσαι τινάξαι δὲ ἐκείνην. ὅτι δὲ κατ’ ἐναντίαν τοῦτο γίνε‐ ται τῶν ταπεινοῦσθαι μελλόντων σαφὲς ἐκ τούτων· ὄφρα μὲν ἀσπίδα
40χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλ’ ἀμφοτέροις βέλε’ ἥπτετο· αὐτὰρ ἐπεὶ κατένωπα ἰδὼν Δαναῶν ταχυπώ‐ λων [σεῖς’], εἶτα ἐπιφέρει· τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς (Ο 318 sqq.). ποτὲ δὲ διότι μὲν ἐπέσεισε τὴν αἰγίδα τοῖς Ἀχαιοῖς ἀπὸ τῆς Ἴδης ὁ Ζεὺς οὐ παρέδωκε
45ῥητῷ λόγῳ, τὸ δὲ γενόμενον ἐπ’ αὐτοῖς ἐσήμαινε, διὰ τοῦ συμβάντος συνιστὰς τὸ προηγούμενον. λέγει γὰρ ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο ἠχῇ θεσπεσί, ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ’ ἰθὺς νηῶν κονίην φέρεν (Μ 251 sqq.). ἡ γὰρ εἰς εὐθὺ τῶν νηῶν τὸν κονιορ‐

2

.

447

(50)

τὸν φέρουσα θύελλα δῆλον ὡς ἐξ ἐναντίου προσφέρεται τοῖς Ἀχαιοῖς. διὸ δὴ καὶ ἐπέζευξεν ἄλλως· αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε (Μ 254 sqq.)· τοῦτο δὲ δεῖ νοεῖν τῆς αἰγίδος ἐπισεισθείσης. καὶ ἐπ’ ἄλλων δὲ πλειόνων ὁ παραπλήσιος ὑπάρχει τρόπος, ὥστε
55τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ὁμωνύμους τινὰς ποιεῖν δαίμονας εἰδω‐ λοποιουμένους εἰς κατασκευὰς μυθώδεις, ἐφ’ ὧν οὐκ αὐτὸ τὸ ἀποτελού‐ μενον δεῖ νοεῖν, τὸ δὲ παρασκευαστικὸν τοῦ καθ’ ἡμᾶς ἐνεργουμένου συμπτώματος. οἷον ἔρως ἐπὶ τοῦ πάθους αὐτοῦ λέγεται καὶ ἐπὶ τοῦ
κατὰ τὸ παρασκευαστικὸν εἶδος λεγομένου, καὶ πάντα τὰ τοιαῦτα,42 in vol. 1
60πλοῦτος, ἔρις, ὕβρις καὶ ὅσα ἂν τίς ἀριθμήσειε ῥᾳδίως; δεῖ γὰρ παρα‐ θεωρεῖν τὴν τῶν τοιούτων διαφοράν, ὡς ὁπόταν εἴπωμεν· ὁ Ἔρως ἐν‐ έβαλεν ἔρωτα τῷ δεῖνι, καὶ πάλιν ἡ Ἔρις ἔριν. τότε γὰρ ὡς θεὸν ἢ δαίμονά τινα δεῖ νοεῖν παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος ἢ πάθους, καὶ [τότε] τὸ συμβαῖνον ἐξ ἐκείνου πάλιν ἀνάλογον πάθος ἢ
65σύμπτωμα, καθάπερ ὁ ποιητὴς ἐν τούτοις (Ε 592) δεικνύει· οἱ δ’ ἴσαν, ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυ, ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηιοτῆτος· νῦν γὰρ οὐχὶ τὸν ἐνεργῶς θεωρούμενον, ἀλλὰ τὸ παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος μυθικῶς εἰδωλοποιούμενον. τὸ δ’ αὐτὸ κἀπὶ
70τούτων νοητέον· Ζεὺς δ’ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν (Λ 3. 4). οὐδὲ γὰρ νῦν ἄλλο τι πάλιν ἀλλὰ τὸν πόλεμον ἔχουσα παραγίνεται τὸν παρασκευαστικὸν τοῦ κατὰ πρᾶγμα φαινομένου πολέμου. καὶ γάρ ἐστιν ἐκεῖνος ὁ κατὰ τὸ μυθικὸν εἰδωλοποιούμενος τοῦ κατὰ τὸ ἐνεργὲς θεω‐
75ρουμένου πολέμου σημεῖον, ὃ δὴ νῦν προσαγορεύει τέρας. εἴη δ’ ἂν οὗτος κυδοιμὸς μάχης, ὡς θεὸς οἷον ἔμπροσθεν θεωρούμενος, ὁπότε ἐλέγομεν ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηιοτῆτος· ὡσαύτως ἐπὶ τούτου πάλιν, ὃ δὴ πολέμοιο τέρας φησὶν εἶναι, τὸ ἀπαράλ‐ λακτον ὑπάρχει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ τῆς βροντῆς καὶ ἀστρα‐
80πῆς καὶ τῶν παραπλησίων, ὥστε δεῖ νοεῖν ἕτερα μέν τινα κατασκευά‐ σματα παρασκευαστικὰ τῶν ἐν ἡμῖν ἐναργῶς ἀκουομένων, ἕτερα δὲ τὰ διὰ τούτων μὲν ἀποτελούμενα, καθ’ ὁμωνυμίαν δὲ ἐνεργήματα. καθάπερ ὅταν εἴπῃ (Ν 242—44)· βῆ δ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
85 χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου, δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί. οὕτω γὰρ δεῖ τὸν νοῦν ἐκδέχεσθαι, οἷον τὴν μὲν ἀστραπὴν λαβὼν ὁ Ζεὺς ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου, οἱονεὶ κατασκεύασμά τι θεῖον καὶ τοῦτο εἰκότως ἡμεῖς θεῖον ἐνοήσαμεν. ἀλλ’ ὁπότε τῇ χειρὶ τινά‐
90ξειεν, οὗ διασεισθέντος ἀπέλαμψε τὸ τοιοῦτον φέγγος, οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν ἔτι τὴν ἀστραπὴν παραλαμβάνομεν, ἀλλὰ τὴν μὲν ἀπο‐ τελοῦσαν, τὸ δὲ ἀποτελούμενον. οὕτως ἐπὶ τῆς αἰγίδος ταὐτὸ δεῖ νο‐ εῖν· ἣν μὲν ὁ Ζεὺς ἐπισείων *****, κατασκεύασμά τι θεῖον, ἑτέραν δὲ τὴν ἀποτελουμένην διὰ τῆς κατ’ ἐνέργειαν ὁμωνυμίας, ἣ τότε μὲν43 in vol. 1
95ὁμωνύμως αἰγὶς λέγεται, νῦν δὲ ἐπὶ τῆς ἡμετέρας συνηθείας καταιγίς. διὸ καὶ τὸ τοιοῦτον ἐπίφθεγμα τέταχεν ὁ ποιητὴς ἐπ’ αὐτῆς κατὰ τὸν τοῦ Ἀγαμέμνονος λόγον (Δ 164—67) ἔσσεται ἦμαρ ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο·

2

.

447

(100)

Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν. ὃν τρόπον γὰρ ἐπ’ ἄλλων μερῶν τῆς ποιήσεως τὴν λαίλαπα προσαγο‐ ρεύων φανερός ἐστιν—ἐρεμνὴν γὰρ αὐτήν φησι διὰ τὸ τοῦ πνεύματος ἀθροῦν καὶ ζοφῶδες, οἷον ὁπόταν λέγῃ (Υ 51. 52)·
105 αὖε δ’ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος, ὀξὺ κατ’ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων—, τὸν αὐτὸν τρόπον, οὐ παρ’ ἄλλο τι, δεῖ νοεῖν ἐρεμνὴν τὴν αἰγίδα, κατὰ δὴ τὸ τῆς λαίλαπος οἰκεῖον οἱονεὶ λαιλαπώδη λεγομένην. τοῦτον δὴ τὸν τρόπον ἡ τῆς εἰσηγημένης καθ’ Ὅμηρον αἰγίδος
110διάθεσις καὶ δύναμις οὕτως ἂν ἄριστα δειχθείη. διὰ τί ποτὲ μέν φησι τὴν κεφαλὴν τῆς Γοργόνος ἐν Ἅιδου εἶναι, λέγων (Λ 633) μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου ἐξ Ἀίδου πέμψειε,
115ποτὲ δὲ τὴν Ἀθηνᾶν ἔχειν ἐν τῇ αἰγίδι, λέγων (Ε 738) βάλετ’ αἰγίδα θυσσανόεσσαν, καὶ ἐπάγει· ἐν δ’ ἔρις, ἐν δ’ ἀλκ, ἐν δὲ κρυόεσσα ἰωκ, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου; φησὶ δ’ Ἀριστοτέλης, ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κε‐
120φαλὴν τῆς Γοργόνος, ὥσπερ οὐδὲ τὴν Ἔριν οὐδὲ τὴν κρυόεσσαν Ἰωκήν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνος γιγνόμενον τοῖς ἐνορῶσι πάθος καταπληκτι‐ κόν. καὶ μήποτε πάλιν ῥητέον, ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ’ ὅτι γεγραμ‐
μένον τῇ ἀσπίδι ὥσπερ σημεῖόν τι. ῥητέον δὲ ὅτι οὐδὲ Ὀδυσσεὺς λέ‐ γει, ὡς ἦν ἐν Ἅιδου ἡ Γοργόνος κεφαλή, ἀλλ’ ὅτι αὐτὸς ἐφοβήθη μὴ44 in vol. 1
125τοιοῦτος δαίμων ἐκπεμφθῇ· φοβηθῆναι οὖν οὐκ ἰδεῖν. ἢ ὅτι ἡ μὲν ψυχὴ ἐν Ἅιδου, τὸ δὲ σῶμα ἐν τῇ ἀσπίδι. καὶ Γοργείην κεφαλὴν οὐ πάντως τὴν τῆς Γοργόνος, ἀλλά τινα φοβερὸν δαίμονα, ὡς τοίην γὰρ κεφαλὴν πόθεον υἷες Ἀχαιῶν (λ 549 mixt. c. Α 240).

2

467-468

ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. ἐν μὲν τῷ λίαν φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν (v. 800) ἐπί‐ τασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψα‐
5μάθων, ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι ἦλθον ἔπειθ’ ὅσα φύλλα
καὶ ἄνθεα γίνεται ὥρῃ (ι 51) δόξειεν ἂν ἐλάττωσις εἶναι ἐκ τοῦ ἐπαγομένου· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ· οὐ γὰρ τοῦ πλήθους παραστατικὰ παρείληπται ἄμφω, ὥσπερ ὡς ἐπὶ τῶν φύλ‐ λων καὶ τῆς ψάμμου ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθε‐45 in vol. 1
10μόεντι μυρίοι, ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρᾳκῶν.

2

478sqq

διὰ τί δὲ ὄμματα καὶ κεφαλὴν τοῦ Ἀγαμέμνονος τῷ Διὶ ὡμοίωσε, στέρνον δὲ Ποσειδάωνι, τὸ δ’ ἐν τῷ καθοπλισμῷ φοβερὸν τῷ περὶ τὸν Ἄρην δεινῷ τε καὶ λαμπρῷ, καὶ ἀπὸ τῶν θείων ὑπέβη, ταύρῳ μετὰ θεοὺς αὐτὸν ἐξομοιῶν; τί δὲ καὶ βούλεται τὸ στέρνον δὲ Πο‐
5σειδάωνι; ῥητέον οὖν ὅτι τὸ μὲν σεμνὸν αὐτοῦ καὶ βασιλικὸν διὰ τῆς βασιλικῆς τοῦ Διὸς προλήψεως παρέστησεν, ὡς ἂν βασιλικὰ καὶ φρο‐ νοῦντος καὶ αἰσθομένου, τῆς μὲν φρονήσεως ἐκ τῆς ἡγεμονευούσης κε‐ φαλῆς παρισταμένης, τῆς δὲ αἰσθήσεως ἐκ τῶν ὀμμάτων. ὑπερβολὴ δὲ τὸ μὴ Διὸς κεφαλῇ καὶ ὄμμασιν ἐοικέναι τὴν κεφαλὴν αὐτοῦ φάναι καὶ
10τὰ ὄμματα, ἀλλὰ τῷ Διὶ ὅλῳ. οὐ τῷ σωματοειδεῖ οὖν ἀπείκασε θεῷ, ἀλλὰ τῇ δυνάμει τοῦ Διὸς τῇ βασιλικῇ τε καὶ ἀρχικῇ. ὀφθεὶς γὰρ μό‐ νον ἐκ τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν διέφηνε τὸ βασιλικὸν κράτος. τὸ δ’ εὔρωστον καὶ δυναμικὸν αὐτοῦ, ὅπερ περὶ τὸν θώρακα καὶ τὸ στέρνον καθιδρῦσθαι λέγεται, Ποσειδῶνι ἀπείκασε τῷ ἐνοσίχθονι, οὗ καὶ
15ἐρχομένου, φησὶ, τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη (Ν 18), τὸ δὲ φο‐ βερὸν τῆς καθοπλίσεως τῷ Ἄρει. ἦν οὖν τὴν μὲν κρίσιν καὶ τὴν φρό‐ νησιν τὴν βασιλικὴν ἔχων τοῦ Διὸς, τὴν δὲ δύναμιν καὶ τὴν ῥώμην τοῦ Ποσειδῶνος, τὴν δὲ πανοπλίαν καὶ τὴν δι’ ὅπλων χρῆσιν ὡς ὁ Ἄρης.
λοιπὸν δὲ τὸ ἡγεμονικὸν καὶ ἔξαρχον τῶν ἄλλων ταύρῳ ἀπείκασεν, οὐ46 in vol. 1
20μειώσας, οὐ γὰρ τὸ αὐτὸ εἶδος καὶ πρᾶγμα ἀπὸ τῶν θεῶν ἐπὶ τὸν ταῦ‐ ρον κατήγαγεν, ἀλλ’ ὅτι τὰ περὶ τὸν Ἀγαμέμνονα ἀπείκασε τῷ ἀγελάρχῳ ταύρῳ. ὥσπερ οὖν ἀπὸ τοῦ Διὸς εἰς τὸν Ἄρεα μεταβὰς οὐκ ἐμείωσε διὰ τὸ ἀπὸ ἄλλου εἰς ἄλλο τῶν περὶ τὸν Ἀγαμέμνονα μεταβῆναι, οὕ‐ τως οὐδὲ τὸν ταῦρον παρειληφὼς εἰς παράστασιν τῆς ἐξοχῆς τῶν ὁμο‐
25γενῶν ἐμείωσε τὸν ἔπαινον. καὶ τὰ μὲν ἦν τὰ καθ’ αὑτὸν προσόντα ἐπαίροντα, τὸ δὲ συγκριτικὸν τὴν ὁμοίωσιν ἀπὸ ὁμογενῶν λαμβάνει εἰς ὁμογενεῖς· ταῦρος δὲ διαπρέπει ἐν ὁμογενέσι βουσὶ τῆς ἀγέλης ἐξάρχων. πῶς μετὰ τοὺς θεοὺς βοῒ παρέβαλε τὸν Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν ὅτι διὰ τοὺς μὴ δυναμένους τὴν θείαν νοῆσαι φύσιν πάλιν
30ἑτέραν εἰκόνα ἀπὸ γνωρίμου ζώου παρέλαβε 〈παρέβαλε Lp〉 μὴ νοητὴν οὖσαν· ἡ γὰρ προτέρα τῶν θεῶν παραβολὴ 〈μεταβολὴ codd.; mut. Bekk.〉 ὅλως ἐστὶ νοητή. ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε 〈fuit εἴκασεν, ν eras., B〉 βαδίζοντι δι’ ἀγέλης, ὅπερ ἐστὶ ζῶον ἡγεμονικόν. τὴν αὐτὴν δὲ εἰκόνα Ὀδυσσεῖ προσθεῖναι 〈προθεῖναι Lp〉
35θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας (Γ 197). ἐπεὶ δὲ ἐν τῇ μάχῃ ταύτῃ Ἀγαμέμνων τι πλεονεκτῆσαι οὐκ ἔμελλε, κατὰ τὴν ὁδὸν αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.

2

.

484

ζητοῦσί τινες, διὰ ποίαν αἰτίαν τῆς μὲν ὅλης πραγματείας ἀρχόμενος ὁ ποιητὴς μίαν ἐπεκαλέσατο τῶν Μουσῶν, ἐπὶ δὲ τοῦ κατα‐ λόγου τὰς πάσας. λέγουσι δέ τινες τῶν γραμματικῶν ἐπὶ τοῦ μῆνιν ἄειδε τὸν τρόπον εἶναι συνεκδοχήν, ὡς ἀπὸ μιᾶς τῆς κυριωτέρας τῶν
5Μουσῶν νοεῖσθαι τὰς πάσας. ἄλλοι δὲ λέγουσιν, ὅτι περὶ ἑνὸς μὲν προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται.

2

.

486

εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών φησιν ἀρ‐ χοὺς αὖ νηῶν ἐρέω (v. 493); στικτέον οὖν εἰς τὸ ἴδμεν καὶ τὸν
λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδ’ ὅλως 〈μηδό‐ λως BLp〉 δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν χρῄζειν47 in vol. 1
5δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν οὕτως 〈om. A〉 τὸ πᾶν· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς δ’ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας· πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθή‐ σομαι οὐδ’ ὀνομήνω, εἰ μὴ αὐταὶ δι’ ἑαυτῶν εἴποιτε 〈αὐταὶ αἱ Μοῦσαι δι’ ἑαυτ. εἴποιεν A〉. τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε 〈ἐμε‐
10σομβόλησε Lp〉 τοῦ ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.

2

.

494

διὰ τί τοῦ δεκάτου 〈om. codd.; τοῦ ἔτους ιʹ Vill.〉 ἔτους τῆς μάχης ἐνστάντος νεῶν κατάλογον ποιεῖται Ὅμηρος; ἢ ὅτι καὶ ἡ ὑπόθεσις αὐτῷ περὶ τὸ δέκατον ἔτος τοῦ πολέμου εἴληπται, γνώριμον δὲ τῷ θεατῇ οὐκ ἦν γενέσθαι μὴ προκαταλεχθέντων τῶν ἀφικομένων.
5ἡ μέντοι πρόφασις εὔλογος, ὠργισμένου γὰρ τοῦ Ἀχιλλέως, καὶ ἡ τοῦ τείχους οἰκοδομὴ εὔλογον ἔσχε πρόφασιν καὶ ἡ τῶν Ἑλλήνων κατὰ φῦλα 〈φύλα B, φυλὰς Lp〉 διάκρισις, ὅπως ἂν διάδηλοι γίγνοιντο οἱ ῥᾳθυμοῦντες, καὶ ὁ Τρωικὸς ὡσαύτως διάκοσμος ἐν πεδίῳ τότε παρα‐ τασσόμενος, καὶ ἄλλως τοῖς μὲν Τρωσὶ τὸ θαρσῆσαι τοῖς δ’ Ἕλλησι τὸ
10εὐλαβεστέρους γενέσθαι. τοῦτο δὲ ἑκατέροις αἴτιον ἐγίγνετο τῆς διακοσμή‐ σεως καὶ τῷ ποιητῇ πρόφασιν ἐδίδου τῆς εὐλόγου ἐκτάξεως τοῦ καταλόγου.

2

494sqq

quae ab Eustathio ad Βοιωτίαν Porphyriana affe‐ runtur, uno fortasse loco p. 359, 33 excepto, e libro Paralipome‐ norum Homericorum neque e Quaestionibus petita esse in dis‐ sertatione ‘Porphyr. bei Eustath. zur Βοιωτία‘ (Herm. XIV) demonstravi.

2

.

517

ad Ε 576.

2

.

649

διὰ τί ἐνταῦθα μὲν πεποίηκεν ἄλλοι θ’ οἳ Κρήτην ἑκα‐ τόμπολιν ἀμφενέμοντο, ἐν δὲ Ὀδυσσείᾳ (τ 174) εἰπὼν ὅτι ἔστιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίρρυτος ἐπάγει· ἐν δ’ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι καὶ ἐννήκοντα πόληες; τὸ γὰρ ποτὲ μὲν
5ἐνενήκοντα ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. Ἡρακλείδης μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτως· ἐπεὶ γὰρ μυθεύεται τοὺς μετ’ Ἰδομενέως ἀπὸ Τροίας ἀποπλεύσαντας πορθῆσαι Λύκτον καὶ τὰς
ἐγγὺς πόλεις, ἃς ἔχων Λεύκων ὁ Τάλω πόλεμον ἐξήνεγκε τοῖς ἐκ Τροίας ἐλθοῦσιν, εἰκότως ἂν φαίνοιτο μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναν‐48 in vol. 1
10τιολογία τις. οἱ μὲν γὰρ εἰς Τροίαν ἐλθόντες ἐξ ἑκατὸν ἦσαν πόλεων, τοῦ δὲ Ὀδυσσέως εἰς οἶκον ἥκοντος ἔτει δεκάτῳ μετὰ Τροίας ἅλωσιν καὶ φήμης διηκούσης, ὅτι πεπόρθηνται δέκα πόλεις ἐν Κρήτῃ καὶ οὔκ εἰσί πως συνῳκισμέναι, μετὰ λόγου φαίνοιτ’ ἂν Ὀδυσσεὺς λέγων ἐνενη‐ κοντάπολιν τὴν Κρήτην, ὥστε, εἰ καὶ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει,
15οὐ μέντοι διὰ τοῦτο καὶ ψεύδεται. Ἀριστοτέλης δὲ οὐκ ἄτοπόν φησιν, εἰ μὴ πάντες τὰ αὐτὰ λέγοντες πεποίηνται αὐτῷ· οὕτως γὰρ καὶ ἀλλήλοις τὰ αὐτὰ παντελῶς λέγειν ὤφειλον. μήποτε δὲ καὶ μετα‐ φορά ἐστι τὰ ἑκατόν, ὡς ἐκ τῆς ἑκατὸν θύσανοι (Β 448)· οὐ γὰρ ἑκατὸν ἦσαν ἀριθμῷ· καὶ ἑκατὸν δέ τε δούρατ’ ἀμάξης (Hes. ἐκἡ
20456). ἔπειτα οὐδαμοῦ λέγει ὡς ἐνενήκοντα μόναι εἰσίν· ἐν δὲ τοῖς ἑκατόν εἰσι καὶ ἐνενήκοντα. πῶς οὖν ἐν τῷ καταλόγῳ φησὶν ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμ‐ πολιν ἀμφενέμοντο; ἤτοι οὖν ἐκεῖ τὸ ἑκατόν ἀντὶ τοῦ πολλοῦ κεῖ‐ ται, ὡς τῆς ἑκατὸν θύσανοι· ἢ ἐπεὶ μετὰ τὸν ἀπόπλουν οἱ μετὰ
25Ἰδομενέως ἐπόρθησαν Λύκτον καὶ τὰς πέριξ, ἃς ἔχων Λεῦκος ὁ Τάλω πόλεμον ἤρατο πρὸς αὐτούς. οὗτος θετὸς ὢν Ἰδομενέως παῖς ἀφεθεὶς ὑπ’ αὐτοῦ φύλαξ τῆς Κρήτης ἐστασίασε πρὸς αὐτοὺς ἐπανελθόντας .... μετὰ δὲ ταῦτα προσεκτίσθησαν αἱ δέκα.

2

.

787

v. 447.

2

.

827

Δ 105—11.

2

844sqq

μάχεσθαι δοκεῖ τὸ αὐτὰρ Θρήικας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως τῷ Ἰφιδάμας Ἀντηνορίδης ἠύς τε μέγας τε ὃς τράφη ἐν Θρῄκῃ (Λ 221)· ἐκεῖ γὰρ ὑποτίθεται τὸν Ἰφιδάμαντα βα‐
σιλέα τῶν Θρᾳκῶν. ἡ δὲ λύσις ἐκ τῆς λέξεως· οὐ γὰρ οἱ περὶ τὸν49 in vol. 1
5Ἀκάμαντα πάντας τοὺς Θρᾷκας ἄγουσιν, ἄλλως τε ἐπεὶ εἴρηκεν ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει, ὥστε τῶν ἐκτὸς Θρᾳκῶν καὶ τὸν Ῥῆσον καὶ τὸν Ἰφιδάμαντα δύνασθαι βασιλεύοντας ὕστερον εἶναι βοηθούς. πάλιν δὲ τὸ αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
10(Β 848) ἐναντίον τῷ τὸν Ἀστεροπαῖον αὖθις ὑποτίθεσθαι τῶν Παιόνων βασιλέα (Φ 140 sqq.). λύοιτο δ’ ἂν τῷ καιρῷ· τὸν γὰρ Ἀστεροπαῖον οὐκ ἀπεικὸς χρονίζοντος τοῦ πολέμου ἐλθεῖν ἄγοντα πάλιν τινὰς τῶν Παιόνων. τάχα δὲ καὶ τῇ λέξει διττὸν ἀποφαίνει γένος Παιόνων· τοὺς μὲν γὰρ εἴρηκεν ἀγκυλοτόξους, τοὺς δὲ δολιχεγχέας (Φ 155).
15 καὶ πῶς Ἰφιδάμαντα καὶ Ῥῆσόν φησιν ἄρχειν τῶν Θρᾳκῶν; ἀλλὰ προστέθεικεν ὅσσους 〈ὅσους codd.〉 Ἑλλήσποντος. τῶν γὰρ Ἑλλη‐ σποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν Ἀκάμας, ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε σὺν δυοκαίδεκα 〈δύο καὶ δέκα Lp〉 νηυσίν (Λ 228), ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ τὸν 〈om. codd.〉 Λυδίαν.

3

.

1

πῶς ἐπὶ δύο στρατιῶν 〈στρατιωτῶν BL; corr. Bkk.〉 τὸ ἕκα‐
στοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς διεκοσμήθησαν, ἢ ἀντὶ τοῦ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ δενδίλλων ἐς ἕκαστον (Ι 180)· δύο γὰρ οἱ πρέσβεις. ἔστι δὲ Ἀττικόν.50 in vol. 1

3

16-49

..... διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμε‐ νον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ ὅτι εἰ μὲν 〈εἰ μὴ codd.; corr. Vill.〉 πάντα ἐπαι‐ νῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ
5τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει. ἐζήτηται πῶς Ἀλέξανδρος προκαλεῖται πάντας τοὺς ἀρίστους τῶν Ἑλλή‐ νων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης ἀλλὰ τοξότης. ἔνιοι μὲν οὖν φασιν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ τὰ τυ‐
10χόντα, οἱ δέ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρη‐ μένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ θάρσος ἀλλότριον τῶν ὅπλων αὐτῷ προστέθεικεν, ἵν’ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσ‐ οφλήσῃ τὸν γέλωτα.
15 ἐκ ποίας αἰτίας τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει (v. 39. 40)· Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτ, αἴθ’ ὄφελες καὶ τὰ λοιπὰ τῆς λοιδορίας; λοιδόρου γὰρ πάθος τὸ μετὰ ἐννέα ἔτη
20εἰς τοιαύτας λοιδορίας ἐκπίπτειν. κἂν τοιοῦτος δὲ ᾖ, διὰ τί εἰς τοιαύ‐ τας κατηνέχθη ζητοῦσι. τὸ μὲν γὰρ ὅτι γυναιμανὴς καὶ ἠπεροπευτής, ὃ σημαίνει τὸν ἀπατεῶνα, ἐξ ὧν δέδρακε περὶ τὴν Ἑλένην εἶχεν ὀνει‐ δίζειν, τὸ δὲ ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων καὶ τὸ ἀριστέα μὲν αὐτὸν ὑπολαβεῖν καὶ πρόμον τοὺς Ἕλληνας, χαίρειν
25δὲ ὅτι οὐκ ἔστι βίη ἐν αὐτῷ, πόθεν στοχάζεται ὅτι ἀριστέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωσαν δειλὸν ὄντα καὶ ἄναν‐ δρον; νῦν τε διὰ τί ταῦτα προφέρει; οὐ γὰρ δὴ ὥσπερ Ὅμηρος πρώ‐ την μάχην ταύτην ὑφίσταται ἐν ποιήσει, καὶ ταῖς ἀληθείαις πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτορος ὀνειδισμός, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖ‐
30ξαι βούλεται καὶ ὀργίλον ἄλλως τὸν Ἕκτορα. ῥητέον οὖν ὅτι, ἐπεὶ συνέμιξαν ἀλλήλοις θέλοντες, φησὶν ὅτι Τρωσὶ μὲν προμάχιζεν Ἀλέξανδρος, παρδαλέην ὤμοισιν ἔχων καὶ τὰ λοιπὰ Ἀργείους προκαλίζετο ἀντίβιον μαχέσα‐ σθαι (v. 16—20). ὁ δ’ ἐν τοῖς προμάχοις γινόμενος καὶ προκαλού‐51 in vol. 1
35μενος πάντας τοὺς ἀριστέας εἰς μάχην ὑποληφθείη ἂν ἀριστεὺς εἶναι πρόμαχος. πάλιν δ’ οὗτος, ἡνίκα τὸν Μενέλαον θεασάμενος κατεπλάγη καὶ ἀναστρέψας ἐκ τῶν προμάχων εἰς τὸ πλῆθος κατέδυ δείσας Ἀτρέος υἱόν (v. 37), καταγέλαστος γίνεται καὶ ἄλλως ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖς πᾶσι διεφθαρμένος. ἐπεὶ τοίνυν ὁ Ἕκτωρ
40ἐκπηδῶντα εἰς τοὺς προμάχους ἐθεάσατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶδε τὸν Μενέλαον, εἰς τὸ πλῆθος ὑπονοστοῦντα διὰ δέος καὶ φόβον πρίν τι παθεῖν καὶ κινδυνεῦσαι, ἐξ αὐτῶν τῶν πᾶσιν ὀφθέντων εἰς τὰς λοιδορίας παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτος καὶ ἄλλως ἀλαζὼν καὶ ἠπεροπευτὴς καὶ ὑπόψιος ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ λώβην τ
45ἔμεναι καὶ ὑπόψιον ἄλλων (v. 42) σημαίνει, ὅτι μὴ μόνον ἐφθαρ‐ μένος ἐστὶν ἀλλὰ καὶ πᾶσι πρόδηλος. εἶ γὰρ, φησὶ, λώβη (τοῦτο γὰρ σημαίνει τὸ ἔμεναι), καὶ γινώσκῃ ὑπὸ τὰς ὄψεις πάντων, ὅτι τοιοῦτος εἶ· ἀλλ’ οὐκ ὢν λέληθας, καὶ ὑπολαμβάνουσι μέν σε Ἀχαιοὶ ἀριστέα ἐκ τοῦ Τρωσὶ προμαχίζειν καὶ Ἀργείων προκαλίζεσθαι πάντας ἀρίστους,

3

16-49

(50)

οὐκ ἔστι δὲ βίη φρεσί (v. 45)—κατεπλάγη γὰρ φίλον ἦτορ (v. 31)— ἀλλ’ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται, εἰκότως καὶ τὸ οὐκ ἂν δὴ μείνειας ἀρηίφιλον Μενέλαον (v. 52) εἴρηται. καὶ ἐπειδὴ πάν‐ τες αὐτὸν εἶδον ἐν τοῖς προμάχοις καὶ πάλιν κρυπτόμενον ἐν τῷ πλή‐ θει πάντων, ἔφη τὴν λώβην ἔχειν, ὡς πάντων αὐτῷ φοβερῶν ὄντων,
55ὥσπερ Μενέλαον 〈ὥσπερ ὁ μενέλαος cod.〉, διότι ἠδίκησε τὴν γυναῖκα ἁρπάσας, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φησὶ, λαβὼν ἔχεις μόνου, ἀλλὰ νυὸν ἀνδρῶν αἰχμητάων (v. 49), τούτων μὲν νύμφην —πάντες γὰρ αὐτὴν ἐμνηστεύοντο οἱ ἄριστοι—Μενελάου δὲ γεγο‐ νυῖαν θαλερὴν παράκοιτιν (v. 53).
60 ἐκ τῶν οὖν νῦν ὑπὸ Ἀλεξάνδρου γεγονότων ὀνειδισμὸς γίνεται, ἀλλ’ οὐκ 〈supr. lin. script.〉 ἐκ λοιδόρου καὶ εἰς ὕβριν ἐπιφόρου δια‐ νοίας τοῦ Ἕκτορος. τὸ δὲ Ἀργείων προκαλίζετο πάντας ἀρί‐ στους ἀντίβιον μαχέσασθαι (v. 19. 20) ἀμφίβολον, πότερον αὐτὸς πάλλων προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτῷ μαχέσασθαι, ἢ
65πάλλων τὰ δόρατα προὐκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Τρώων Ἀρ‐ γείοις ἀντίβιον μαχέσασθαι· ἢ γὰρ τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτὸς προεκαλεῖτο μάχεσθαι κραδαίνων τὰ δόρατα, ἢ τῶν Τρώων πάντας τοὺς ἀρίστους προὐκαλεῖτο Ἀργείοις ἀντίβιον μαχέσασθαι.52 in vol. 1

3

.

46

v. ad Ε 886.

3

61-62

τὸ ὅστ’ εἶσιν διὰ δουρὸς ὑπ’ ἀνέρος, ὅς ῥά τε τέχνῃ νήιον ἐκτάμνῃσιν ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν ἀδύνατόν φασιν εἶναι· τὸν γὰρ πέλεκυν ἀδύνατον τέχνῃ χρῆσθαι. λύοιτο δ’ ἂν κατὰ λέξιν, οὐχ ὥς τινες ὅτι ἐπὶ τοῦ ἀνδρὸς λέγεται τὸ ἀκροτέ‐
5λευτον 〈ἀκροτελεύτιον Lp〉 ὅς ῥά τε τέχνη, ὁ ἀνήρ· τὸ γὰρ ἐπιφε‐ ρόμενον ἐλέγχει τοὺς λόγους ὑπὲρ τοῦ πελέκεως ὄντας· ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν· μᾶλλον ὥστε τὸ τέχνῃ ἐστὶν ὑπὸ τέχνης. συνήθης δ’ ὁ τρόπος τῆς ἑρμηνείας, ὡς ἐν τῷ γήραϊ δὴ πολέμοιο πεπαυ‐ μένοι (v. 150) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως, καὶ ὃς δὴ γήραϊ κυφὸς
10ἔην (β 16), ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως.

3

65-66

τὸ οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο ἐναντιολογίαν δοκεῖ περιέχειν· τὰ γὰρ μὴ ἀπόβλητα δῶρα καὶ μάλα παρὰ θεοῦ δωρούμενα καὶ ἐρικυδέα πῶς οὐκ ἄν τις ἑκὼν ἕλοιτο; λύεται τὸ ἑκὼν οὐκ ἄν
5τις ἕλοιτο μαχομέναις ταῖς κατὰ τὸ κοινὸν ἐννοίαις· ἡ δὲ λύσις· θεῶν δῶρα οὐ μόνον ἃ διδόασιν ἀγαθὰ ἀλλὰ καὶ ἃ παρέχουσι κακά· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἑάων (Ω 527). ὥστε δῶρα καὶ κακά, ἅπερ οὐκ ἄν τις ἑκὼν ἕλοιτο, δοθέντα δὲ στέργειν αὐτὰ ὀφείλει. ἢ ἁπλῶς τὰ
10δῶρα ὁποῖα ἂν ᾖ παρὰ θεῶν φησιν οὐδὲ ἀπόβλητά ἐστι διὰ τὸ μὴ ὑπὸ τὴν ἡμετέραν κεῖσθαι ἐξουσίαν εἰς τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἶναι ἀπόβλητα μηδὲ ὑφ’ ἑκόντων ληπτέα εἴρηται, ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξ‐ ουσίᾳ κεῖται εἰς τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφ’ ἡμῖν, ὡς μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήσασι μήτε λαβεῖν
15προθυμηθεῖσιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία. καὶ ἔστιν ὁ λόγος· ἃ θεοὶ διδόασι δῶρα, κἂν ἐρικυδέα ᾖ κἂν φαῦλα, οὔτε ἀποβαλεῖν ἐφ’ ἡμῖν ἐστιν οὔτε λαβεῖν ἐφ’ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸς τὸ ἀποβαλεῖν ἀκοῦσαι καὶ πρὸς τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τις καὶ
θέλων ἀποβάλοι οὐδ’ ἑκὼν ἄν τις καὶ θέλων λάβοι ἃ ἐν τῇ τῶν κρειτ‐53 in vol. 1
20τόνων καὶ ὑπὲρ ἡμᾶς ὄντων ἐξουσίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείς τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντι τῷ βουληθέντι ῥᾷστα ληφθῆναι.

3

98sqq

ἀποροῦσί τινες πῶς ὁ Ἀγαμέμνων ἀκούσας θωρῆξαί σε κέλευσε καρηκομόωντας Ἀχαιοὺς πανσυδί· νῦν γάρ κεν ἕλοις 〈ἑλ cod.〉 πόλιν εὐρυάγυιαν (Β 28. 29), καὶ πιστεύσας τῷ ὀνείρῳ—φῆ γὰρ ὅγ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
5(Β 37)—ὡς τῶν πολεμίων ἁλίσκεσθαι μελλόντων καὶ τῆς πόλεως καταλαμβανομένης, τὰ μὲν πρὸς ἅλωσιν οὐ ποιεῖ ἐξαγαγὼν τὴν στρα‐ τιάν 〈στρατείαν cod.; corr. Bkk.〉, ἐπὶ ὅρκους δὲ ἔρχεται καὶ συνθήκας, αἷς ἐπεφώνησεν· οἱ δ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀιζυροῦ πολέμοιο (Γ 111). ῥητέον οὖν ὅτι μήποτε
10οὐ παντελῶς ἐπίστευσε τῇ περὶ τὸν ὄνειρον φαντασίᾳ· διόπερ εὐγνώ‐ μοσι τοῖς περὶ τῆς συνθήκης λόγοις ὑπάρχουσιν εἰκότως συγκατατίθεται 〈add. cod. ἀπρεπὲς δὲ τὸ λέγειν κτλ., quae p. 24, 3 edidimus〉. διὰ τί ὑποσχομένου τὴν ἅλωσιν Ἰλίου συνθήκας ποιεῖται πρὸς Τρῶας; ῥητέον οὖν κατ’ ἐνίους ὅτι οὐ πιστεύει τῷ ὀνείρῳ, κατὰ δέ
15τινας ὅτι οὐδὲν διέφερε καὶ ἑνὸς μονομαχία. ἄλλως τε οὖν προστέ‐ τακται αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι.

3

.

103

..... διὰ τί δὲ οἱ Τρῶες Γῇ καὶ Ἡλίῳ; ὅτι ὁ 〈om. L〉 κίνδυνος περὶ σωτηρίας τῆς ἐν τῇ οἰκείᾳ 〈οἰκίᾳ L〉. Ἕλληνες δὲ Διί, ἐπεὶ ξένιος 〈ἐπ. ξ. om. L〉· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸς
5οὐκ εἶπε τί χρῶμα· Γῆν μὲν γὰρ καὶ Ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.

3

.

108

v. ad Ξ 267.

3

.

121

εἰς τὸ Ἶρις δ’ αὖθ’ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν. ἄλογον ἀφ’ ἑαυτῆς ἔρχεσθαι πρὸς τὴν Ἑλένην. λύεται δὲ ἐκ τῆς λέ‐
ξεως. τὸ γὰρ ἄγγελος οὐκ ἔστιν αὐτάγγελος ἀφ’ ἑαυτῆς, ἀλλ’ ὑποβάλ‐ λει ὅτι παρὰ τοῦ Διός. οἱ δὲ τὸ λευκωλένῳ δέχονται τῇ Ἥρᾳ ἐπί‐54 in vol. 1
5θετον.

3

.

122

τὸ δὲ εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, διὰ τί μᾶλλον ταύτῃ ἢ ἄλλῃ; ἄλογον γάρ. ἡ δὲ λύσις ἐκ τοῦ προσώπου. ὑπόκειται γὰρ ὁ Ἀντήνωρ πρόξενος τῶν Ἑλλήνων καὶ τὸ γένος αὐτοῦ καὶ τῆς συνοικούσης τούτῳ.

3

.

144

ἀδύνατόν φησι 〈φασι Lp〉 τὴν Αἴθρην 〈αἴθραν L Et〉 ἔτι ζῆν καὶ ἀμφιπόλου τάξιν ἔχειν, εἴπερ ὁ μὲν Θησεὺς ἀρχαῖός ἐστιν—ἔνθα κ’ ἔτι 〈κέ τι, ε in ras., B〉 προτέρους ἴδον 〈εἶδον L〉 ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα
5630. 31)—ἡ δὲ ἀμφίπολος ἐπὶ νέας τάττεται. ἡ δὲ λύσις ἐκ τῆς λέ‐ ξεως· ἢ ὅτι ὁμωνυμία ἐστὶ τῆς Αἴθρας, ἢ ὅτι ἡ 〈om. Lp〉 ἀμφίπολος οὐ πάντως νέα· γρηὶ σὺν ἀμφιπόλ, ἥ οἱ βρῶσιν πόσιν τε παρτίθει (α 191). εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη
10καὶ τὸ ἑξῆς συναπτέον. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο 〈add. Lp: ἀδύν. φασι κτλ., l. 7〉. καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμφιπολεῖν δύναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται· γρηὶ σὺν ἀμφιπόλῳ. πιθανώτερον δὲ ὁμωνυμίαν
15εἶναι· οὐ γὰρ ἡ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησι. πῶς τε, εἰ ἐν Τροιζῆνι ἐκεῖνος ἦν, πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν. κουριδίην 〈κουρίην cod. Town.〉 τε ἄλοχον (Ν 626) Μενέλαος αὐτήν φησιν 〈αὐτόν φη‐ σιν Town.〉.

3

154sqq

διὰ τί ἡ Ἑλένη ἐπὶ τὴν θέαν ἀφικνεῖται καὶ ταύτης 〈ταύ‐ την cod.〉 ὁ Πρίαμος τὰ περὶ τῶν Ἑλλήνων πυνθάνεται; διὰ τί τε ἐν‐
νέα ἤδη τῶν τοῦ πολέμου παρῳχηκότων ἐτῶν ὁ Πρίαμος ἀγνοεῖν φαί‐ νεται τοὺς ἡγεμόνας τῶν Ἑλλήνων, πάντως πολλάκις ἑωρακὼς αὐτοὺς55 in vol. 1
5ἐκ τοῦ τείχους, ὥσπερ καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶς ἂν καὶ μαθεῖν περὶ ἑκάστου; ῥητέον δὲ ὅτι τοῦ Ἀχιλλέως συντεταγμένου τοῖς Ἕλλησι καὶ τῶν Τρώων ἐν τῇ πόλει καθειργμένων, ἔφοδοι ἐγίνοντο ἔνοπλοι καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίστων ὁ Πρίαμος καὶ αὐτοὺς ἐνόπλους
10θεάσασθαι, ἐπὶ συνθήκας δὲ καὶ διάλυσιν πολέμου τοιαύτην μὴ ἐληλυ‐ θότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προκλήσεως μονομαχίων οὐ μετ’ ἐκεχειρίας 〈ἐκκεχειρίας cod.〉 τῶν ἄλλων γινομένων, καὶ διὰ τοῦτο ἐν‐ όπλων ἀλλήλοις ἀεὶ ἀναμιγνυμένων, ὁ ποιητὴς *** 〈lacunae in cod. vestigium non exstat〉 ἐπινοήσας μονομάχιον μετ’ ἐκεχειρίας 〈ἐκκεχει‐
15ρίας cod.〉 τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύσας ἀπὸ τῶν ὅπλων τοὺς πολεμοῦντας· φησὶ γὰρ ὡς ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπό‐ μενοι παύσασθαι ὀιζυροῦ πολέμοιο τεύχεά τ’ ἐξεδύοντο (v. 111. 12. 14)· καὶ ἐπισημηνάμενος ἀναγκαίως τὸ παράδοξον τῆς ἐπι‐ νοίας διὰ τοῦ φάναι ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θ’ ἱππο‐
20δάμων καὶ Ἀχαιῶν (v. 130. 31). τί οὖν τὸ θαυμαστόν; ὅτι οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, οἱ 〈οἳ cod.〉 δὴ νῦν ἕαται σιγ, πόλεμος δὲ πέπαυται (v. 132. 34). γυμνῶν οὖν γε‐ νομένων νῦν πρῶτον, ἥ τε τῆς Ἑλένης θέα ἐπὶ τῷ παραδόξῳ τῆς εἰρή‐ νης καὶ τῆς γυμνητείας 〈γυμνι, suprascrpt. τʹ, cod.〉 τῶν ὅπλων
25οὐκ ἄλογος, καὶ ὁ ἐγειρόμενος ὑπὸ ἐκλύσεως τοῦ φόβου πεπαυ‐ μένου τοῦ πολέμου ἵμερος 〈om. cod.; addidi e v. 139〉 οὐκ ἄλογος, ἥ τε ἐξέτασις τοῦ Πριάμου εὔκαιρος καὶ λόγον ἔχουσα τὰ νῦν. ἔτι καὶ νῦν αὐτοὺς γυμνοὺς ἄτερ ὅπλων θεώμενος γνῶναι δύναται ἐξετάσας παρὰ 〈περὶ cod.〉 τῆς ὁμοεθνοῦς ἕκαστον, διὸ καί φησι τεύχεα μέν
30οἱ κεῖται ἐπὶ χθον, αὐτὸς δὲ κτίλος ὥς (v. 195. 96). καὶ πρὸς τοῦτο οὖν ἡ τῆς Ἑλένης εἰς τὸ τεῖχος παρουσία εὐλόγως ᾠκο‐ νόμηται. ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τοὺς ἀπὸ τῶν ὅπλων ση‐ μαινομένους ἕκαστον, δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃς ἐνδύσασθαι τὰ
35Ἀχιλλέως ὅπλα ἐδεήθη, αἴ κέν πως αὐτόν γε ἐίσκοντες τῷ Ἀχιλλεῖ ἀπόσχωνται πολέμοιο Τρῶες (Π 41). οὕτως οὐκ ἦν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντως γινώσκειν αὐτόν. ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺς πολεμοῦντας, δηλοῖ καὶ ὁ Κεβριόνης ὅταν λέγῃ τῷ Ἕκτορι· νῶι μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσιν· οἱ δὲ
40δὴ ἄλλοι Τρῶες ὀρίνονται· Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος (Λ 523—27)· καὶ πάλιν· Τυδείδῃ μιν 〈μὲν cod.〉 ἔγωγε δαΐφρονι πάντα ἐίσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ (Ε 181. 82). εἰ μὲν οὖν καθωπλισμένων αὐτῶν ἡ ἐξέτασις ἐγίνετο, ἄλογός γε ἂν διὰ τοῦ
45τοσούτου χρόνου γινομένη πρός τε τὴν Ἑλένην διατιθεμένη, δέον πρός
τινα τῶν τὸν πόλεμον κατατιθέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τότε γεγένηνται, οὔτε ἡ ἐξέτασις ἄλογος οὔτε ἡ πρὸς τῆς Ἑλένης περὶ τούτων γινομένη διδασκαλία· ἀκριβέστερον γὰρ ταύτης οὐδεὶς ἂν ἄλλος τῶν παρόντων τὰς μορφὰς καὶ τὰ εἴδη ἀνεγνώρισεν.56 in vol. 1

3

154sqq

(50)

ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρί‐ στων. ῥητέον οὖν, ὅτι ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο, ὥς που καὶ ὁ ποιητής φησιν· κατὰ ληΐδ’ ὅπη ἄρξειεν Ἀχιλλεύς (γ 106), νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς
55ἐγκειμένου καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος καὶ τῷ φόβῳ κατα‐ κλείστους ποιοῦντος· τότε γὰρ ὁ Πρίαμος οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μηνίοντος ἐκείνου καὶ τῆς μάχης ἰσορρόπου γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς
60πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει· ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ (Ε 182)· πρότερον δὲ οὐ τεθέαται ἐνόπλους πάντας ὡς νῦν.

3

.

168

v. ad Β 478 sqq., p. 47.

3

.

175

coniungendum cum ζητ. Vat. 13, quod in extr. opere edetur.

3

196-197

Πορφύριος δὲ καὶ κύριον ὄνομα οἶδε Κτίλον τινά, ὃν Διὸς λέγει ἀπόγονον. ἐκ τοῦ πηγόν τὸ μέλαν· κύματι πηγῷ (ε 318)· ἐξ ἀντικειμένου δέ φησιν ἐπ’ αὐτοῦ ὅς τ’ ὀίων μέγα πῶυ διέρχεται ἀργεννάων·
5ἐν λευκοῖς δὲ ὁ μέλας διαφορώτερος. καὶ τοὺς ἵππους τοὺς πηγοὺς
ἀθλοφόρους λέγει (Ι 124), παρ’ ὅσον οἱ περὶ ἱππικῆς γράψαντές φασι πρὸς ἀρετὴν ἵππων ἀρίστους εἶναι τοὺς μέλανας. καὶ τὸ κῦμα δὲ ἀντι‐ φράζων ὁτὲ μὲν κύματι πηγῷ λέγει, ὁτὲ δὲ μέλαν τέ ἑ κῦμα κάλυψε (Ψ 693). καὶ Ἀντίμαχος δὲ τὸ λευκὸν ὡς ἀντικείμενον τῷ57 in vol. 1
10πηγῷ λαμβάνει.

3

.

236

διὰ τί τὴν Ἑλένην πεποίηκεν ἀγνοοῦσαν περὶ τῶν ἀδελφῶν ὅτι οὐ παρῆσαν, δεκαετοῦς τοῦ πολέμου ὄντος καὶ αἰχμαλώτων πολλῶν γινομένων; ἄλογον γάρ. ἔτι δὲ καὶ εἰ ἠγνόει, ἀλλ’ οὐκ ἦν ἀναγκαῖον μνησθῆναι τούτων οὐκ ἐρωτηθεῖσαν ὑπὸ τοῦ Πριάμου περὶ αὐτῶν·
5οὐδὲ γὰρ πρὸς τὴν ποίησιν πρὸ ἔργου ἦν ἡ τούτων μνήμη. φησὶ μὲν οὖν Ἀριστοτέλης· ἴσως ὑπὸ τοῦ Ἀλεξάνδρου ἐντυγχάνειν ἐφυλάττετο τοῖς αἰχμαλώτοις. ἢ ὅπως τὸ ἦθος βελτίων φανῇ καὶ μὴ πολυπραγ‐ μονοίη, οὐδὲ τοὺς ἀδελφοὺς ᾔδει ὅπου εἰσί. φαίνεται δὲ πάντα καὶ λέγουσα καὶ οἰκονομοῦσα, ὅπως ὅ τε Πρίαμος καὶ οἱ ἄλλοι πεισθῶσι
10Τρῶες, ὅτι ἀκούσιος καὶ παρὰ γνώμην αὐτῆς ἡ εἰς τὴν Ἴλιον γέγονεν ἄφιξις. οὕτω γὰρ τοῦ Πριάμου εἰπόντος· οὔτι μοι αἰτίη ἐσσ, θεοί νύ μοι αἴτιοί εἰσιν (v. 164), αὐτὴ δ’ αἰδοῖον εἰποῦσα καὶ ἐπίφοβον διὰ τὸ σέβας (v. 172), καταρᾶται, οὐδὲν μὲν ἐπισημαίνουσα, εἴτε ἑκοῦσα εἴτε ἄκουσα ἀφίκετο, ἀλλὰ μόνον γνωστούς τε λιποῦσα παῖδά τε
15τηλυγέτην (v. 174. 75), καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουσα δια‐ τελεῖ καὶ ὅτι δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος, ὁ Ἀγαμέμνων, εἴ ποτ’ ἔην γε, ἀντὶ τοῦ ὁπότ’ ἦν (v. 180), ὡς ἂν ποθούσης αὐτῆς τοῦ ἀνδρὸς τὴν συγγένειαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖς πρεσβύταις βελτίων εἶναι καὶ τοῦ ἀφικέσθαι οὐκ αἰτία, εἴ γε ἐπ‐
20εθύμει ἀπελθεῖν, ὥστε καὶ περὶ τῆς ἐξ ἀρχῆς ὁδοῦ ὑπολήψεσθαι αὐτοὺς ᾤετο ὅτι μὴ ἑκουσία ἢ συγγνώσεσθαι, ὡς ὅταν τις 〈ὡς addidi; cod. om.〉 μεταμελόμενος φαίνηται καὶ ὁμολογῇ οὐκ ἐξοργίζονται ἀλλ’ ἐλεοῦσι. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήσθη εἰποῦσα· ἤτοι οὐχ ἥκουσιν αἴσχεα δειδιότες καὶ ὀνείδεα (v. 242), ἢ κεκρυμμένοι εἰσί,
25δι’ αὐτὴν ὁμοίως αἴσχεα δειδιότες. καὶ ἡ μνήμη οὖν ἀναγκαία εἰς σύστασιν τοῦ προσώπου, ἵνα φαίνηται ὁμολογοῦσα τὰ γεγενημένα μὴ καλῶς ἔχειν, κἂν ἀπόδοσις γένηται ἡττηθέντος Ἀλεξάνδρου, μαρτυροῦν‐ τας ἔχῃ τοὺς γέροντας τῷ ἤθει αὐτῆς πρὸς τοὺς ὑπολαμβάνοντας, ὡς αἰσχρὰ ὁμολογεῖ, καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ τὸν θάνατον ᾑρεῖτο
30ἀντὶ τῆς σωτηρίας. οὕτω γὰρ καὶ εἰσελθόντος Ἕκτορος εἰς τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα τε ἑαυτὴν καλεῖ καὶ δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου (Ζ 344). καὶ ταῦτα λέγει ἅτε πρὸς τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον, ἐπὶ μὲν γὰρ τοῦ Πριάμου· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός, ὁππότε δεῦρο 〈post. h. v.
35ras.〉 υἱέι σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα (Γ 173. 74)
καὶ τὰ ἑξῆς, ἐπὶ δὲ τοῦ Ἕκτορος μηδὲ γεννηθῆναι καταρᾶται ἑαυτῇ, ὥς μ’ ὄφελ’ ἤματι 〈εἴμα τὶ cod.〉 τῷ ὅτε με 〈om. cod.〉 πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα (Ζ 345, 46). καὶ θρηνοῦσα τὸν Ἕκτορα ἀχθῆναί φησιν εἰς τὴν Τροίαν ὑπὸ58 in vol. 1
40Ἀλεξάνδρου, ὡς πρὶν ὤφελλον 〈ὄφελον cod.〉 ὀλέσθαι (Ω 764), καὶ ἑαυτὴν οὖν κλαίει· τῷ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ (Ω 773) καὶ τὰ τούτοις ἑξῆς. καὶ ὅτι τοιοῦτον εἶχε βίον καὶ τοιαύτας ἐν Τροίᾳ διατριβάς, διεδόθη καὶ τοῖς Ἕλλησι· διὰ τοῦτο μαχόμενοι ὑπὲρ αὐτῆς παρεκάλουν εἰς τὸν πόλεμον, λέγοντες
45ὡς χρὴ τίσασθαι Ἑλένης ὁρμήματά τε 〈om. cod.〉 στοναχάς τε (Β 356. 590). ἀπίθανον εἶναι δοκεῖ, ἐννέα ἐτῶν διελθόντων τοῖς Ἕλλησιν ἐν Ἰλίῳ, μηδένα τῶν βαρβάρων ἀπαγγεῖλαι τῇ Ἑλένῃ περὶ τῶν ἀδελφῶν, εἴτε καὶ αὐτοὶ ἀφίκοντο εἰς τὸν πόλεμον εἴτε ὅλως οὐκ ἦλθον εἰς

3

.

236

(50)

Τροίαν, ἢ ἐλθόντες οὐκ ἐξῆλθον εἰς τὴν μάχην· οὐ γὰρ ἐνῆν τοιούτους ὄντας μὴ οὐχ ὑπὸ πάντων γινώσκεσθαι παρόντας εἰς τὴν Τροίαν. λέγει δὲ Ἡρακλείδης, ὅτι ἄλογον ἦν ὄντως τοῦτο, εἰ διατελεσάντων ἐν τῇ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελφῶν ἔσχεν Ἑλένη λέγειν· εἰ δὲ οὐ πάντες ἦσαν οἱ στρατεύσαντες ἐν Τροίᾳ, ἀλλ’
55οἱ μὲν περὶ Λέσβον καὶ τὰς ἄλλας νήσους, ἃς οἱ Κᾶρες 〈κάρες cod.〉 εἶχον, ἐπόρθουν, πόλεις 〈πολλὰς cod.〉 δὲ καὶ τῶν ἐν τῇ ἠπείρῳ, οὐδὲν ᾔδει εἰ ἐστράτευσαν 〈οὐδὲν ᾖ δεινὸν εἰ ἐστρ. cod.; corr. Vill.〉 ἢ οὔ. πιθανώτερον δὲ προσθεῖναι, ὅτι ἠφανισμένων τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους καὶ δοκούντων τεθνάναι, διὰ τὸ μὴ εἰδέναι τοὺς ἀνθρώ‐
60πους τὸ συμβεβηκός, μήτε 〈μὴ cod.〉 ὅτι ἐτεθνήκεσαν μήτε εἰ ἔτι εἰσίν, οὐκ ἀνηγγέλλετο τῇ Ἑλένῃ περὶ αὐτῶν. οὐδὲ γὰρ τὰ δυσχερῆ οἱ 〈καὶ cod.; corr. Bkk.〉 βάρβαροι τοῖς δυνάσταις πάντα εἰσὶν εἰθισμένοι ἀπ‐ αγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔστιν· ἔτι γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὖν ἐκώλυεν ἀμφιδοξεῖν περὶ αὐτῶν τὴν
65Ἑλένην. τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετάσασα τὴν θέαν οὐδαμῆ 〈L οὐ‐ δαμοῦ〉 δὲ ἰδοῦσα. πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν ἴσως μὴ συγχωρουμένη
70συντυγχάνειν τοῖς αἰχμαλώτοις.

3

.

276

διὰ τί βουλόμενος ἐπιορκῆσαι τοὺς Τρῶας ὁ ποιητής, ἵνα εὐλόγως ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦντας ἀλλ’ οἴεται; ὁ
γὰρ ὅρκος ἦν, εἰ Ἀλέξανδρον ἀποκτείνειεν ὁ Μενέλαος, ἀποδοθῆναι τὴν Ἑλένην· οὐκ ἀναιρεθέντος δὲ οὐδαμοῦ ἠδίκουν μὴ ἀποδιδόντες59 in vol. 1
5οὐδ’ ἐπιώρκησαν. φησὶ δ’ Ἀριστοτέλης, ὅτι οὐδ’ ὁ ποιητὴς λέγει ὡς ἐπιώρκησαν, καθάπερ ἐπ’ ἄλλων· ὣς φάτο καί ’ ἐπίορκον ὤμοσεν (Κ 332), ἀλλ’ ὅτι κατάρατοι ἦσαν· αὐτοὶ γὰρ ἑαυτοῖς κατη‐ ράσαντο εἰπόντες· Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ
10ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος (Γ 298—300). οὐκ ἐπι‐ ώρκησαν μὲν οὖν, ἐκακούργησαν δὲ καὶ ἔβλαψαν τοὺς ὅρκους· ἐπάρα‐ τοι οὖν ἦσαν. ταῦτά τοι καὶ Ἥρα πειρᾶται, ἐξ αὐτῶν ὧν κατηράσαντο γενέσθαι αὐτοῖς τὴν βλάβην· εὐξαμένων γὰρ ἐκείνων· ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ’ ἐγκέφαλος χαμά‐
15δις ῥέοι ὡς ὅδε οἶνος, ἡ Ἥρα αὐτὸ τοῦτο παρακελεύεται τῇ Ἀθηνᾷ· ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, πειρᾶν δ’ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσιν πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι (Δ 65—67). τὸ δὲ βλάψαι οὐκ ἔστιν ἐπι‐ ορκῆσαι.

3

.

277

ad μ 374 pertinet.

3

281sqq

διὰ τί τὸν Μενέλαον ἐποίησε μονομαχοῦντα; οὐδὲ γὰρ ἐξ ἴσου ἦν ἡ μονομαχία. ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ τῶν ἀλλοτρίων ἐμάχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο, ἡττηθεὶς δὲ τὰ ἑαυτοῦ ἀπέβα‐ λεν, ὁ δὲ Ἀλέξανδρος νικήσας μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶς
5δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πᾶς ἄν τις βούλοιτο μονο‐ μαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πλησίον· νικήσας μὲν λήψεται, ἡττηθεὶς δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδρος ἀνόητος ἦν· περὶ ὧν γὰρ εἶχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλ’ ἴσως ἀμφότερα εἰκότως. ὁ
μὲν γὰρ Ἀλέξανδρος περὶ ὧν εἶχεν ἐμάχετο ἀλλ’ οὐ τῶν ἑαυτοῦ, ἵνα60 in vol. 1
10γένηται αὑτοῦ, ὁ δὲ Μενέλαος περὶ τῶν ἑαυτοῦ, ἀλλ’ οὐχ ὧν ἐκράτει ἀλλ’ ἵνα κρατήσῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομίσασθαι τὴν Ἑλένην καὶ τὴν κτῆσιν, ἀλλ’ ἔτι καὶ τιμὴν Ἀργείοις ἀποτινέμεν ἥν τιν’ ἔοικεν (v. 286). καὶ διὰ τί ἀβελτέρως τῆς μονομαχίας Ἀγαμέμνων ἐπεμελήθη;
15οὐδὲν γὰρ ἔλαβε βέβαιον οὐδ’ ἐμεσεγγυήσατο τὴν Ἑλένην, περὶ ἧς ὁ ἀγών, ἀλλ’ ἐπ’ ἐκείνοις ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ τοῦ ἔθους. οὐ γὰρ ἦν τὸ ἀρχαῖον τὰ πρὸς ἀλλήλους διὰ πολλῆς φυλακῆς, ἀλλ’ ἁπλῶς συνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ ἦσαν, πρὸς ἃς αἱ τοιαῦται εὐλάβειαι εὑρέθησαν. ἐπεὶ διὰ τί Ἀγαμέμνων καὶ Μενέλαος
20ἀδορυφόρητοι ἦσαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ στρατιά; ἀλλ’ οὔπω τότε ἦσαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴς μιμητὴς ὢν τὰ ὑπ‐ άρχοντα ἐποίει, ἀλλ’ οὐ τὰ μέλλοντα.

3

.

306

διὰ τί ὁ Πρίαμος τὸν μὲν Ἀλέξανδρον καὶ τὸν Μενέλαον οὐκ ἂν ἔφη δύνασθαι ἰδεῖν μαχομένους, ἀλλ’ ᾤχετο ἀπιών, τὸν δ’ Ἀχιλλέα καὶ Ἕκτορα θεωρεῖ ὃν μᾶλλον ἐφίλει; ἢ ὅτι ὁ μὲν αἴτιος τῶν κακῶν ὢν μονομαχήσειν ἔμελλεν· ὁ δοὺς οὖν τὸ χρῆναι αὐτὸν μονο‐
5μαχεῖν τῇ τύχῃ ἐπέτρεψε τὸ τέλος, αὐτὸς ἀφιστάμενος τοῦ θορύβου. φησὶ γὰρ Ζεὺς μέν που τό γε οἶδεν, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν (v. 308. 9). ὅπου δὲ οὐ συγκατατίθεται τῇ μάχῃ, πείθεσθαι δὲ παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆς ἀνα‐ χωρήσεως ἐπιμένει, ἱκέτης ἀλλ’ οὐ θεατὴς γινόμενος· ἄχρι γὰρ τέλους
10ἡ ἐλπὶς τοῦ πεισθῆναι δεόμενον κατεῖχεν. οὕτως γὰρ καὶ ἡ μήτηρ πάρεστιν, οὐχ ἵνα θεάσηται μαχόμενον, ἀλλ’ ἵνα μὴ θεάσηται, εἰσελθόν‐ τος αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται δι’ οἴκτου ψυχαγωγοῦσα τὸν ἀκροατήν, τούτων παρόντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἕκτορος παρὰ
15τὸ τῆς πόλεως τεῖχος. συνεωσμένων δὲ τῶν μὲν Τρώων εἰς τὴν πόλιν, τῶν δ’ Ἀχαιῶν ἐφεστηκότων καὶ τοῦ Ἀχιλλέως θέοντος περὶ τὸ τεῖ‐ χος, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἄχρηστον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθος τοῦ κινδύνου. ....... πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ
20θεωρεῖν, Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες 〈post h. v. ras. un. litt.〉 τῷ μεγέ‐ θει τοῦ κινδύνου καταπλησσόμενοι. ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ
πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν Δαναῶν 〈?, θανά‐ των cod.〉 πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸς σωτηρίαν τῆς πό‐61 in vol. 1
25λεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο· τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν ἀλλ’ ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει. διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ οἱ μέν φασιν ὅτι ἵνα ἀφ’ ὕψους
30κρεῖσσον 〈κρείσσων cod.〉 θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν, οἱ δὲ ἵνα φυλάξῃ τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν προΐσχονται, τὸ οὔπω τλήσομ’ ὀφθαλμοῖσιν ὁρᾶσθαι. ὅπερ ἄμεινον.

3

315-316

ἄλογον δοκεῖ 〈δοκεῖ μὲν ἄλογον Et〉 εἶναι ἐπὶ μόνων τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληροῦν· ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· ὑπὲρ γὰρ τῶν ὅλων αὕτη μόνη εἰσήχθη ἡ μάχη. ....... χῶρον δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡς ἂν
5τοῦ παρεξελθόντος πεφευγότος καὶ διὰ τοῦτο ἡττηθέντος, κἂν ἔξω γε‐ νόμενος τοῦ χώρου πολεμῇ. ἐπὶ τούτοις οὖν τῶν συνθηκῶν γεγονυιῶν καὶ τῆς μάχης δι’ ὅπλων ἀφορισθείσης, ἀφανοῦς γενομένου τοῦ Ἀλε‐ ξάνδρου, τοξευθέντος δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντος ὑπὸ τίνος, κἂν μήποτε ὑπ’ Ἀλεξάνδρου ἢ ὑπ’ ἄλλου τινός—ὡς ἐδηλοῦτο ἐκ τοῦ
10φάναι τὸν κήρυκα· ὅν τις ὀιστεύσας ἔβαλεν τόξων εὖ εἰδώς (Δ 206)· καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· πρόσθεν γὰρ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι (Δ 113)· καὶ ἐπαγγελία ὅτι ἐάν τις τοξεύσῃ
τὸν Μενέλαον λήψεται δῶρα παρὰ Ἀλεξάνδρου (Δ 69), καὶ οὐκ ἄλλως ἐκδίδοται ὁ Μενέλαος, καίτοι οὗτος μὲν ἦν ὡπλισμένος ἔτι, Ἀγαμέμνων62 in vol. 1
15δὲ καὶ οἱ ἄλλοι ἄοπλοι· πάντως οὖν ἵνα δόξῃ Ἀλέξανδρος αὐτὸν το‐ ξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ στρατοπέδου εἰς δόλον καὶ μηχανὴν κατὰ τοῦ Μενελάου—πάντα οὖν ταῦτα προϊδόμενοι δια‐ μετροῦσι τὸν χῶρον καὶ ὅρκοις πιστοῦνται τὰ παρόντα, ἵνα ὁ παρελθὼν ἔνοχος γένηται τῇ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδρος εἰ παρεξελθὼν τὸν
20τόπον ἐξεβλ... Μενέλαος δ’ οὐ ... τοῦτο ἐγίνετο τῶν συνθηκῶν μὴ σωζομένων. ἵν’ οὖν παρασπονδήσαντες φωραθῶσι, περιγράφεται ὁ τό‐ πος τοῦ μονομαχίου. ἐκ τούτου λύεται καὶ ἡ αἰτία δι’ ἣν οὐ τὸν Ἀγαμέμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀρίστων ὁ ..... εὐμαρὲς ὂν διὰ τὸ εἶναι ἀνόπλους, ἀλλὰ τὸν Μενέλαον ἔνοπλον ὄντα· δῆλον γὰρ
25ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαρος, ὡς ἂν δὴ τούτου τοξεύ‐ σαντος τὸν ἀνθεστῶτα καὶ μηδεμιᾶς παρα[βάσεως] τῶν ὅρκων ὑπ’ ἄλλου γεγονυίας. διὸ καὶ προσάγει τὸν Ἀλέξανδρον παρδαλέαν ὤμοισιν ἔχοντα καὶ καμπύλα τόξα, ἵνα καὶ χρώμενος τούτοις εὐλόγως μετὰ ταῦτα ὑπονοηθῇ.
30 καὶ πῶς ἐπὶ Ἕκτορος, ἔνθα Αἴαντι μονομαχεῖ (Η 225), μὴ δια‐ μετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλ‐ λῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή πώς τις ἔνοπλος ὢν προσ‐ αμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερικωτέρους ἐργάζεται
35τοὺς πολεμοῦντας. ἄλλως τε δὲ δεδίασι μὴ τοξότης Ἀλέξανδρος ὢν δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ Μενελάῳ. σκό‐ πει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανισθέντος, Μενελάου δὲ τοξευθέντος, οὐκ ἴσασι μὴ καὶ αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων· ὅν τις ὀιστεύσας ἔβαλε τόξων εὖ εἰδὼς Τρώων ἢ Λυκίων (Δ 196).

3

.

327

e schol. ad Κ 167 adscripto, quod in fine operis edendum erit, excerptum.

3

.

330

διὰ τί πάντας μονομαχεῖν μέλλοντας καὶ εἰ τύχοιεν ὡπλι‐ σμένοι αὖθις ποιεῖ καθωπλισμένους, ἐπιλέγων κνημῖδας μὲν πρῶτον
καὶ τὰ ἑξῆς (v. 330); ἢ ὅτι τῶν προκλήσεων γινομένων ἦν ἀναγκαῖον τοὺς μέλλοντας μονομαχεῖν διαναπαύεσθαι, καὶ πρότερον ἀναψύξαντας63 in vol. 1
5καὶ νεαλεῖς γενομένους οὕτως ἐπὶ τὸν ἀγῶνα καθιέναι. εἰκὸς δὲ μέλλοντας ἰδίᾳ κινδυνεύειν, ἵνα βέλτιον ὦσιν ὡπλισμένοι, ἐξ ἀρχῆς κατασκευάζεσθαι.

3

.

355

v. 281 sqq.

3

365sqq

τί οὖν βλασφημεῖ ὁ Μενέλαος; ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως ἀλλὰ νεμεσᾷ. ἀρετῇ γὰρ οἰκείᾳ οἶδε πάσχων ἅπερ οὐκ ἔδει καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρ’ ἀξίαν σωζομένῳ. ἄλογον τὸ μὴ σπασάμενον τὸ ἐκείνου ξίφος διαχειρίσασθαι αὐτόν.
5λύεται δ’ ἐκ τοῦ καιροῦ. τὸν γὰρ ἐν τοσούτῳ ἀγῶνι οὐκ εἰκὸς ἅπαντα συνορᾶν. εἰ μὴ καὶ ἐκ τῆς λέξεως. λέγει γὰρ τὴν Ἀφροδίτην αὐτῷ βοηθῆσαι, ὥστε εἴη ἂν καὶ ἐν τῷ τοιούτῳ συλλαμβανομένη. καὶ διὰ τί ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ ἐσπά‐ σατο τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο τῷ λογισμῷ, ἐκ‐
10πλαγεὶς τῷ κινδύνῳ, ἢ πάντως Ἕλλησιν ἑλκύσαι ἠθέλησεν αὔξων τὸ κατόρθωμα. ἢ καὶ δι’ οἰκονομίαν ὁ ποιητὴς ἐσεσώκει τὸν Πάριν· ἐλέ‐ λυτο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ. ...... οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ καὶ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ
15ὅτι ἴσον θανάτου ἦν τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλόμενος, ὅπερ ἦν μεῖζον. οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν ἢ συντόμως ἀνελών.

3

379-380

αὐτὰρ ὁ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
ἔγχεϊ χαλκείῳ. ἀδύνατόν φασιν εἶναι κατὰ τὸ ἐγχείρημα. ἐρρίφη γὰρ, φησὶν, ἤδη τὸ ἔγχος· ἠίχθη παλάμηφιν ἐτώσιον (v. 369). λύεται δὲ ἀπὸ τοῦ ἔθους. δύο γὰρ δόρατα φέρειν νενομισμένον ἦν,64 in vol. 1
5ὡς πολλαχοῦ λέγει· πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντη (Ζ 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολόμενον τὸ ἔγχος, ἀλλ’ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυριεύθη. καὶ πῶς φησιν ἐκ δέ μοι ἔγχος ἠίχθη; ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχει‐
10ρισόμενος ἐπεδίωκεν.

3

.

383

κατηγοροῦσιν ὡς προαγωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν τῆς δὲ τὸ σῶφρον ὑπ’ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα δι’ ἑτέρου συμβιβάζειν, ἐπίτηδες
5παρέλαβε τὴν Ἀφροδίτην. καλεῖ δὲ αὐτὴν ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ, ἢ μήπως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχειρίσηται ἑαυτόν.

3

396-397

ἀδύνατόν φασιν εἰς γραῦν μεταβαλεῖν τὴν ἰδέαν τὴν Ἀφροδίτην καὶ νοῆσαι τὴν Ἑλένην τὴν τῆς θεᾶς δειρήν. λύσις· πολ‐ λαχοῦ ποιεῖται τοὺς ἡμιθέους τεκμαιρομένους τὰς τῶν θεῶν μορφάς, ὡς ὅταν ὁ Ποσειδῶν Κάλχαντι ἀπεικασθεὶς φαίνηται ὅ τε Αἴας φησίν·
5οὐδ’ ὅγε Κάλχας ἐστὶ θεοπρόπος· ἴχνια δὲ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥε’ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ (Ν 70—72).

3

.

441

διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτως ἄθλιον, ὥστε μὴ
μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφροδισίων μεμνημένον εὐθύς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρωτικῶς μὲν γὰρ καὶ πρό‐65 in vol. 1
5τερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γάρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. οἱ δὲ ὅτι ἡ προσδοκία τῆς ἀπο‐ δόσεως ἤγειρε σφοδρότερον τὴν ἐπιθυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ ὅτι ἡ Ἀφροδίτη παροῦσα οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο,
10ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατήφειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ ὅτι Ἑλένης ἀνακτώμενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρον ἐπιτετάσθαι λέγει· ἐνόμισε γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν δι’ ἃ συνέθετο ὥσπερ ἔκδοτον τοῖς Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος,
15ἔν τε τῷ πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν ἐπί τε τῆς οἰκίας ἀσελγῆ καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.

3

.

457

διὰ τί, τῶν συνθηκῶν ὑπὸ Ἀγαμέμνονος τοιούτων γεγονυιῶν· εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφν, αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω, ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα· εἰ δέ κ’ Ἀλέ‐ ξανδρον κτείνῃ Μενέλαος, Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτή‐
5ματα πάντ’ ἀποδοῦναι τιμήν τ’ Ἀργείοις ἀποτινέμεν, ἥν τιν’ ἔοικεν· εἰ δ’ ἂν ἐμοὶ Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλουσιν 〈ἐθέλωσιν Kammer, p. 35〉, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσσομαι εἵνεκα ποινῆς (v. 281 sqq.), τῶν γοῦν συν‐ θηκῶν τοιούτων γεγονυιῶν 〈τοιούτ. γεγ. addidi, om. cod.; aliter Kamm.
10l. c.〉, τῆς νίκης διὰ σφαγῆς θατέρου τῶν μαχομένων ὡρισμένης 〈o spr. ω scrpt., cod.〉 καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου, Ἀγαμέμνων φησὶ νίκη μὲν δὴ φαίνεται ἀρηιφίλου Μενελάου, ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ ἔκδοτε καὶ τιμὴν ἀποτινέμεν, ἥν τιν’ ἔοικεν (v. 457—59); ἐνῆν γὰρ ἀντικρούειν τὸν
15τυχόντα, ὅτι εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος 〈μενέλαος ἀλέ‐ ξανδρον cod.; recte haec et seq. corr. Kamm.〉 καταπέφνῃ εἴρηται καὶ εἰ δέ κ’ Ἀλέξανδρον 〈ἀλέξανδρος cod.〉 κτείνῃ ξανθὸς
Μενέλαος 〈ξανθὸν μενέλαον cod.〉. ῥητέον ὅτι ἀπὸ τῶν Ἕκτορος λόγων ἡ ἀπαίτησις τῷ Ἀγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων·66 in vol. 1
20κέκλυτέ μευ, Τρῶες καὶ Ἀχαιο, μῦθον Ἀλεξάνδροιο· ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα ἀποθέσθαι ἐπὶ χθον, αὐτὸν δ’ ἐν μέσῳ καὶ Μενέλαον οἴους ἀμφ’ Ἑλένῃ μάχεσθαι· ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω (v. 86—93).
25μὴ ῥηθέντος οὖν ὑπὸ τοῦ Ἀλεξάνδρου διὰ τοῦ Ἕκτορος περὶ σφαγῆς καὶ θανάτου, περὶ δὲ νίκης καὶ τοῦ ἐκ κρειττόνων γεγονότος, ὁ μὲν Ἀγαμέμνων εὐλόγως ἐξ ὧν εἰρήκασιν οἱ πολέμιοι ἀπαιτεῖ τὰς συνθήκας, ἐπὶ δ’ ᾔνεον ἄλλοι Ἀχαιοί (v. 461)· οἱ δὲ Τρῶες οὐκέτι συναι‐ νοῦσι, σφαγῆς μὴ γεγονυίας, ἐξ ὧν εἴρηκε ποιούμενος τὰς συνθήκας
30Ἀγαμέμνων, διὰ σφαγῆς κρίνεσθαι τὴν νίκην, εὔλογον τῆς ἡσυχίας πρό‐ φασιν λαμβάνοντες, ὥστε καὶ ἐνεῖναι διαμφισβητεῖν πρὸς ἀλλήλους, ἑκατέρων μαρτυρομένων τὰς ἀπὸ τῶν ἀμψισβητούντων γεγονυίας ὁμο‐ λογίας. ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμο‐ λογήθη ὑπὸ Ἕκτορος, τὸ τῷ νικήσαντι καὶ κρείσσονι γεγονότι τὴν
35ἀπόδοσιν γίνεσθαι. ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι· ὁμολογεῖσθαι γὰρ καὶ συγκεῖσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος, θανάτου γεγονότος καὶ 〈addidi, om. cod.〉 σφαγῆς ὅτι δεῖ τὴν ἀπόδοσιν γίνεσθαι· μηδενὸς δὲ ἀνῃρη‐ μένου μένει ἀκεραίως τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆσαι αὐτούς· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ συνθηκῶν με‐
40νουσῶν ἔτι, ἐν ταῖς σπονδαῖς ἀντ’ Ἀλεξάνδρου ἀνταποκτεῖναι θελήσας τὸν Μενέλαον καὶ τοξεύσας συγκέχυκε τοὺς ὅρκους ὁ Πάνδαρος 〈ὁ Πανδ. addidit Kamm.; om. cod.〉 καὶ πάντας ἐπαιτίους ἐπιορκίας 〈ἐπὶ τὴν ἐπιορκίαν cod.; emend. Lehrs ap. Kamm.〉 τοὺς μήτε τὸν Ἀλέξαν‐ δρον ἐκδεδωκότας μήτε τὸν τοξεύσαντα τὸν Μενέλαον πεποίηκεν.

4

.

1

Ὁ μὲν Ἀρίσταρχος τὸ ἠγορόωντο ἀποδέδωκεν ἀντὶ τοῦ ἠθροίζοντο. βέλτιον δὲ λέγειν τὸ διελέγοντο, ὥσπερ καὶ τὸ ὡς ὁπότ’ 〈ὁππότ’ L〉 ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε (Θ 230). εἰ γὰρ εἰπεῖν ἐβούλετο ἠθροίζοντο, ἔφη ἄν· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθ‐
5ήμενοι ἠγερέθοντο 〈ἠγερέθεντο L〉· τοῦτο μὲν γὰρ ἐκ τοῦ ἀγείρεσθαι— λαὸν ἀγείροντες (Λ 770) καὶ αὐτὰρ ἐπεί ’ ἤγερθεν (Ω 790. β 9. θ 24. ω 421)—γεγένηται, τὸ δ’ ἠγορόωντο ἀπὸ τοῦ ἀγορά‐ ασθαι 〈ἠγοράασθαι L, ἠγοράασθε Et〉.

4

.

2

de χρυσέῳ ἐν δαπέδῳ v. Ε 504. ibid. κατηγοροῦσι τοῦ ποιητοῦ ὡς μαχόμενα 〈μαχομένου L〉 λέγον‐
τος, ὅταν ποτὲ μὲν τὸν Γανυμήδην 〈γαννυμήδην L; id. B alter. ν eras.〉 οἰνοχόον εἶναι 〈om. L〉 τῶν θεῶν λέγει, ποτὲ δὲ τὴν Ἥβην. οὐκοῦν67 in vol. 1
5λύσομεν ὀνόματι 〈ὀν. μὲν L〉 καὶ λέξει, ὅτι οὐχὶ τῶν θεῶν ἀλλὰ τοῦ Διὸς αὐτὸν οἰνοχόον ἀποφαίνει—ἔχει γὰρ ἡ λέξις οὕτως· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν (Υ 234)—, ἡ δὲ Ἥβη τοῖς θεοῖς οἰνοχοεῖ· προσώπῳ δέ, ὅτι τὸ μὲν ἐκ τοῦ ποιητοῦ λέγεται, τὸ δὲ ἐξ Αἰνείου 〈αἴνου L〉, ὃν εἰκὸς μεγαλύνειν τὸ αὑτοῦ 〈αὐτοῦ B〉 γένος·
10καιρῷ δὲ καὶ χρόνῳ, ὡς ἐγχωρεῖ πάλαι ποτὲ αὐτὸν ἁρπασθέντα πρὸς τὴν διακονίαν ταύτην ὑπὲρ 〈ὑπὸ L〉 τοῦ θνητὸν εἶναι μηκέτι παρα‐ μένειν ἕως τῶν Ἰλιακῶν· ἔθει δέ, ὡς πολλοῖς νενομισμένον ἐστὶν οἰνοχόοις χρῆσθαι 〈χρᾶσθαι L〉 ἄρρεσι καὶ θηλείαις, ὥστε οὐδ’ ἐν θεοῖς ἄτοπον τοῦτο. τὸ μὲν οὖν ἐναντίον οὕτως ἐλέγχεται 〈λέγεται L〉, τὸ
15δ’ ἀδύνατον ἐγκαλεῖται οὕτως 〈excidisse nonnulla videntur〉. ..... δι’ ἣν δὲ αἰτίαν οὐ πάρεστι Γανυμήδης, ὢν οἰνοχόος τοῦ Διός; ἔνιοι μέν φασιν ὅτι τοῦ Διὸς μόνου ὢν διάκονος, οὐκ ἐξῆν αὐτὸν κοινῶς πᾶσιν οἰνοχοεῖν, ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πᾶσίν ἐστιν. ἔνιοι δέ φασιν, ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομέ‐
20νης εὐοικονομήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὸν χάριν. διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδης ὑπηρετεῖ; ῥητέον οὖν ὅτι Ἥβη μὲν ἅπασι διακονεῖ, ἐπεὶ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία ἀβροσία τις οὖσα καὶ τὸ νέκταρ
25παρὰ τὸ νεάζειν γεγενημένον. Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διί, ὅτι ὁ μὲν Ζεὺς ὁ πρῶτός ἐστι νοῦς, μόνος δὲ νοῦς οἰκεῖον ἔχει τὸ
τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης.68 in vol. 1

4

.

4

ἀπρεπές φασιν, εἰ τέρπει τοὺς θεοὺς 〈εἰ τέρποι θεοῖς L〉 πολέ‐ μων θέα. ἀλλ’ οὐκ ἀπρεπές· τὰ γὰρ γενναῖα ἔργα τέρπει. ἄλλως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ 〈om. L〉 δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα δεινά. συντελεῖ γὰρ ἅπαντα ὁ θεὸς πρὸς ἁρμονίαν τῶν ἄλλων 〈ὅλων
5L〉 ἢ καὶ ὅλων, οἰκονομῶν τὰ συμφέροντα 〈τὸ συμφέρον L〉, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ 〈καὶ ins. Lp〉 πάντα καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν 〈om. L Lp〉 ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.

4

.

5

exc. e schol. Α 105 (=ζητ. Vat. 17).

4

.

43

πῶς ὁ Ζεὺς δῶκά σοί φησιν ἑκὼν ἀέκοντί γε θυμῷ; τὸ γὰρ ἑκών τῷ ἄκων ἀντίκειται. Τρύφων μὲν οὖν συναλείψας ἐν τῷ κ συνάπτει τὸ α πρὸς τὸ ἑκών, ἵν’ ᾖ ἀέκων ἀέκοντί γε θυμῷ. τοιαύτη τις ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅλης τῆς διανοίας
5ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ καί φησιν· ἐγὼ ἑκὼν δέδωκα ἀκούσης μου τῆς διανοίας καὶ μὴ θελούσης. εἰ μὲν οὖν ἐγώ σοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι θυμῷ, καὶ οὕτως ἂν ἦν ἐναντιολογία. ἐπεὶ δ’ ἐγὼ μὲν ἑκὼν ἔφη ἀέκοντί γε θυμῷ, οὐκέτ’ ἔστι μάχη διὰ τὸ πολλὰ μὲν ποιεῖν ἡμᾶς, μὴ συντιθεμένης
10δὲ τῆς διανοίας. πᾶσα γὰρ πρᾶξις διὰ τὸ καθ’ ὁρμὴν γίνεσθαι ἐφ’ ἡμῖν οὖσα ἑκούσιος ἂν εἴη, οὐ πᾶσα δὲ πρᾶξις καὶ τὸ εὐάρεστον τῆς διανοίας ἔχει. ἔστι δὲ καὶ ἕτερον εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν ὡς ἀδελφῇ καὶ γυναικί, ἄκων δὲ ὅτι τοὺς φιλτάτους πρὸς ἀπώλειαν ἐκ‐ δίδωσι· καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες, ὅταν περιπέσωσι κινδύνῳ,
15ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες μὲν ἵνα σωθῆναι δυνηθῶσιν, ἄκοντες δὲ ὅτι τὸν φόρτον ἀπολ‐ λύουσι δι’ ὃν πλέουσιν.

4

.

51

διὰ τί ὁ μὲν Ζεὺς μίαν ἡ δὲ Ἥρα τρεῖς ἔχειν φησὶ πόλεις
φιλτάτας, καὶ ἡ μὲν Ἑλληνίδας ὁ δὲ βάρβαρον; ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. ῥητέον δὲ ὅτι εὐπρεπῆ 〈ἀπρεπῆ L〉 βουλόμενος περιθεῖναι 〈ἐπιθεῖναι L〉 αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ69 in vol. 1
5ποιητὴς καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους Τρωσὶν ἐχαλέπαινεν 〈Lp ex ἐχαλέπαινον corr.〉, ἐπίτηδές φησιν αὐτὴν 〈αὐτὸς L〉 τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονε. σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφρο‐
10δίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανείη. οὐ γὰρ 〈ἂν add. L〉 ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας τῆς παρ’ αὐτῆς 〈τῆς παρ’ αὐτῆς βοηθείας L〉 ἐπὶ τῷ ἀρέσαι τῷ ἀνδρὶ ἐναγανακτεῖν 〈ἀγανακτεῖν L〉 ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν λέγων πόλιν φιλεῖν ἐξαίρει τὴν χάριν. οὐχ οὕτω 〈οὐχ ἧττον L〉 γὰρ ὁ ἀπὸ πολλῶν
15διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν ἣν καὶ μόνην ἔχει 〈εἶχεν L〉, χαριεῖσθαι.

4

55-56

(c. l. εἴπερ γὰρ φθονέω). ἀναλύει 〈cod., qui h. l. vacuum spa‐ tium habet, om.〉 τὴν χάριν, φησὶν, εἰ διὰ τοῦτο δίδωσιν ἑκοῦσα, ὅτι καὶ
5ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν. ῥη‐ τέον δέ, ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλ’ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι 〈τι μὲν cod.〉 παθεῖν τὰς πόλεις, οὐκ ἀντι‐ πράξει δὲ διὰ τὸ ἀδύνατον. οἶκτον δὲ
10ἐμφαίνει τῶν λόγων, ὅπως μὴ ἐξ αὐ‐ τῆς ἀπαιτῇ τὴν χάριν. —Quo de scholio cf. Hiller, Phil. XXVIII, p. 101, et Prol. p. 437.

4

.

88

διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο; φησὶν οὖν ὁ Ἀριστοτέλης, ὅτι τῶν μὲν Τρώων
5οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Γ 454), τῶν δ’ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον—σημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾷ (Ε 202)—καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν,
10ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι χρεία· οὐκ ἦν δὲ ἐν τῷ Τρωικῷ μέρει ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητήν· Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν (Β 827), ὃ σημαίνει τὴν τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο
15τοξότην.
οὐκ ἀσεβεῖ δὲ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε καὶ ὁ Ζεὺς ἀπέσταλκε. ῥητέον οὖν ὅτι ὁ μὲν εἰδὼς κακῶς τοὺς ὅρκους γεγενημένους—οὐδὲν γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμο‐ σαν—διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν70 in vol. 1
20δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου, καὶ αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιστον γὰρ Λυκίων ἔθνος, καὶ Ἀριστο‐ τέλης δὲ μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου λύουσι λέγοντες προειρηκέναι τὸν ποιητὴν πειρᾶν αἴ κε θέλῃσιν (? Δ 66. 71), οὐχὶ πείθειν.

4

.

100

ad Γ 315, p. 63.

4

.

102

..... πῶς δὲ ὁ Χρύσης (Α 41) ταύρων καὶ αἰγῶν θυσίαν ὑπισχνεῖται; ἐροῦμεν ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ σαφῶς εἰδὼς καὶ τὰ φίλα θύει· θυσίαις γὰρ αἰγῶν καὶ ταύρων ἥδεται. ὕλη γὰρ αὐτὰ τοῖς τόξοις κερασφόρα ὄντα. Πάνδαρος δὲ ὑπὸ Ἀθηνᾶς πειθόμενος τοξεῦσαι
5οὐκ αἶγας οὐδὲ ταύρους ὑπισχνεῖται ἀλλ’ ἐρίφων πρωτογόνων θυσίαν. ἀποτυχεῖν γὰρ αὐτὸν τῆς καιρίας πληγῆς ἐβούλετο.

4

105-111

ἀδύνατόν φησιν 〈φασὶν Sc〉 εἶναι τηλικοῦτον κέρας αἰγὸς 〈γενέσθαι ins. Sc〉 ὡς εἶναι ἑκκαίδεκα παλαιστῶν· δύο γὰρ καὶ ἡμίσεος πήχεων 〈πηχῶν cod.〉 οὐκ ἂν γένοιτο κέρας. λύεται δὲ ἐκ τῆς λέξεως, οὐ γὰρ ἓν κέρας ἀλλ’ ἄμφω ἑκκαιδεκάδωρα.
5 ἱξάλου 〈ϊξάλου A, om. L〉: ἤτοι τελείου ἢ πηδητικοῦ καὶ ὁρμη‐ τικοῦ παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει τὸν τομίαν. συμ‐ βαίνει γὰρ, φησὶ, πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς θήραις κατὰ τὴν παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια. (Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν, Β 827).
10τοῦτο μάχεσθαι δοκεῖ τῷ αὐτίκ’ ἐσύλα τόξον ἐύξοον ἱξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας· δηλοῖ γὰρ ἐκεῖ Πάνδαρον ἑαυτῷ πεποιηκέναι τὸ τόξον. λύοιτο δ’ ἂν καὶ λέξει καὶ ἔθει, λέξει μὲν οὕτως· τὸ γὰρ ᾧ καὶ τόξον αὐτὸς71 in vol. 1
15ἔδωκεν δύναται ἐπὶ τὴν τοξικὴν μεταφέρεσθαι· ἔθει δέ, ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον, καὶ μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.

4

.

117

v. ad Α 486.

4

.

138

διὰ τί μᾶλλον τοῦ θώρακος αὕτη βοηθεῖ; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων τὰ ὑπείκοντα.

4

.

171

.... διὰ τί δὲ οὕτως οὗτος 〈οὗτος οὕτως L〉 ὑποστρέψειν φησίν; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἀπελεύσονται, Τρῶες δὲ κερτομήσουσιν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, 〈καὶ ins. L〉 ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ δι’ ὧν ἀπολοφύρεται ὡσεὶ καταλειφθησόμενος
5〈fuit καταληφθησόμενος L〉 ὑπὸ τῶν συμμάχων, εἰ Μενέλαος ἀποθάνῃ, κατέχειν αὐτοὺς πειρᾶται, τεθνηκότος ἢ καὶ μὴ τοῦ Μενελάου.

4

.

221

διὰ τί οἱ Τρῶες, εἴπερ πάλιν ἐκθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐ ζητοῦσι τὸν βαλόντα 〈βάλοντα BLp, βάλλοντα L〉, ἀλλ’ εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν βασιλέων πεπρᾶχθαι τὴν παράβασιν. καὶ εἰ μὲν τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων ἤλπιζον
5διὰ τὴν ἐπ’ ἐκείνῳ λύπην κατεπτοημένων 〈Dind. auctore in cod. quo‐ dam exstat; κατεπτωμένων BLLp〉, εἰ δὲ μή, κἂν φθάσαι ἀόπλοις
αὐτοῖς 〈αὐτ. ἀόπλοις Lp〉 ἐμπεσεῖν. διὰ τί δὲ πάλιν Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναβαλέσθαι 〈ἀναλαβέσθαι Dind. codicem quendam secutus〉 τὸ πταῖσμα, ἅπαξ Μενελάου τρωθέντος.72 in vol. 1

4

.

226

ἐζήτηται πῶς τοὺς ἵππους καὶ τὰ ἅρματα εἴασε· τὸν γὰρ σπεύδοντα οὐκ εἰκὸς τὰ ἅρματα καταλείπειν. λύεται δὲ ἐκ τοῦ καιροῦ. ἔδει γὰρ οὐ μόνον 〈καὶ μόνον L Et〉 παρελθεῖν ἀλλὰ καὶ 〈om. B Lp〉 πρὸς ἕκαστον διαλεχθῆναι. σοβαρὸν γὰρ ἐφαίνετο τὸ ἀπὸ τοῦ ἅρματος
5ὁμιλεῖν.

4

.

297

διὰ τί τὴν τάξιν ταύτην ἐποίησεν, ἱππῆας μὲν πρῶτον πεζοὺς δ’ ἐξόπισθε, κακοὺς δ’ ἐς μέσσον; ἄτοπον γὰρ τὸ τοὺς ἱππέας πρὸ τῆς φάλαγγος ποιῆσαι καὶ τούτων μεταξὺ τοὺς φαύλους. λύει δ’ Ἀριστο‐ τέλης· ἢ οὐ πρὸ τῆς φάλαγγος λέγειν τοὺς ἱππεῖς φησιν ἀλλ’ ἐπὶ τοῖς
5κέρασι. καὶ οὗτοι πρῶτοι εἶεν ἄν. τοὺς δὲ κακοὺς οὐ τόπῳ διορίζει, ἀλλ’ ἐναλλὰξ μεταξὺ ἀνδρείου τὸν ἀσθενέστερον. πεζοὺς δ’ ἐξόπισθεν τῶν ἱππέων, ὥστε τὰ μὲν κρατεῖν τοὺς ἱππέας, μετὰ δὲ τούτους τοὺς πεζούς, πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων, ἱππέων τε καὶ πεζῶν, τετάχθαι τοὺς κακούς, ἤτοι ἱππέας τε καὶ πεζούς. ἄλλοι δέ, οὐδὲν ὅλως τῷ τόπῳ διορίζειν,
10ἀλλὰ τῷ χρόνῳ λέγειν πρώτους καὶ μέσους καὶ τὸ ὄπισθεν ὑστέρους, ἵνα πρῶτοι μὲν συμβάλλωσιν οἱ ἱππεῖς οἱ ἀνδρεῖοι, μεθ’ οὓς ἐπιφέρονται οἱ χείρους τῶν ἱππέων τε καὶ πεζῶν οἱ ἀνδρειότατοι. οἱ δέ, ὅτι οὐχ ὡς ἐπιτιμᾶ‐ ται ἔταξε ********** καὶ γὰρ Βοιωτοῖς οὕτω τάττειν δοκεῖ. ὥστε ἀπὸ τοῦ ἔθους ἡ λύσις. οἱ δὲ ἀπὸ τῆς λέξεως. τὸ γὰρ πρῶτον δῆλον
15τὸ δεξιὸν κέρας, ὄπισθεν δὲ τὸ ἀριστερόν· πρώτους οὖν εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ μέρους ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὧν εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς. οὕτω γὰρ καὶ λόγον ἕξει τὸ
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ (Δ 300). οὐ δεόντως, φασὶ, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι, κινδύνου73 in vol. 1
20ὄντος, εἰ τροπὴ γένηται τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν τάξιν. ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑπο‐ χωρούντων διιστάμενοι δέχοιντο αὐτούς, ὃ καὶ γεφύρας πολέμου καλεῖ, καὶ πάλιν ἑνούμενοι ὡς τεῖχος δέχοιντο τοὺς πολεμίους ἐπιόντας· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλε. τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπι‐
25σθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρως λαμβάνουσι· τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπ’ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων.

4

.

334

εἴτε διὰ τοῦτο ἕστασαν, ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλλήνων; ἄμφω δὲ ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προκληθῆναι—οὐ γὰρ μικρὰ καὶ τοῦτο βλάπτει—καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ
5μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν (v. 347). ἢ λείπει ἡ κατά εἰς τὸ ὁρμήσειεν, ὡς τὸ (Ξ 488) ὡρμήθη δὲ Ἀκάμαντος 〈ἀκά‐ μαντα L〉. θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους 〈ἀλλήλους Lp〉 Ἕλληνας
10ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμενοι σῶσαι. διὸ καὶ δόλιον αὐτὸν καλεῖ Ἀγαμέμνων (Δ 339), ἐπεὶ οὐ φιλέλλην ἀλλὰ φίλαυτος ὁρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περι‐ μένει, ὁ δ’ ὀνειδίζων δέκα πύργοι Ἀχαιῶν φησιν.

4

.

347

ad lin. 21.

4

401-2

πῶς οὗτος νεώτερος ὢν τὴν ἐπίπληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονιμώτερος ὢν ὠργίσθη (v. 349) καὶ ἐχαλέπηνε 〈ἐχαλέπαινε L〉; ῥητέον δὲ ὅτι δι’ αὐτὸ τοῦτο, ἐπεὶ καὶ πρεσβύτερός ἐστι καὶ φρονιμώτερος, τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι
5γὰρ σφᾶς αὐτοὺς οἱ πρεσβύτεροι νομίζουσι δεῖν. ἄλλως τε οὐχ ὁμοίως ἀμφοτέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον εἰπὼν τὸν δὲ 〈τοῦ ins. Bkk.〉 πατρὸς ἥττονα· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλε βεβαιοῦν τὸ λάλος εἶναι. σώφρων ὅστις οὐδέποτε τοὺς πολεμίους δείσας φοβεῖται τὴν ἐπί‐74 in vol. 1
10πληξιν τοῦ στρατηγοῦ. καὶ νῦν μὲν ἵνα μὴ δοκῇ 〈δοκεῖ L〉 εἶναι λάλος ἡσυχάζει, τοῖς γε μὴν ἔργοις δείξας ἑαυτὸν ἐφάμιλλον 〈ἴσον L〉 τῷ πατρί φησιν ἀλκὴν μέν μοι 〈φησι add. B L〉 πρῶτον ὀνείδισας 〈Ι 34; ὠνείδισας B L Lp〉. καὶ τὸ κρατερός (Δ 401) δὲ νῦν ἔμφασιν ἔχει, πληροῦν ὃ παρέλιπεν ὁ βασιλεύς.

4

.

434

αἰτιῶνταί τινες τὰς τοιαύτας προσθήκας ὡς περιττάς· γάλα λευκόν· ποῖον γὰρ γάλα μέλαν; τάφρον 〈τάφον ut etiam infra Et〉 ὀρυκτήν (Θ 179)· πῶς γὰρ ἂν γένοιτο 〈οὐκ ὀρυκτὴ ins. L Et〉 τάφρος; ὑγρὸν 〈καὶ ins. Et〉 ἔλαιον (Ψ 281)· σκληρὸν γὰρ πότ’ ἂν γένοιτο;
5ὀφθαλμοῖσιν ἰδών (Γ 28)· πῶς γάρ τις ἂν ἴδοι; οἱ δ’ οὔασι πάντες ἄκουον 〈ἄκουσαν Lp, Μ 442〉· οὐ γάρ πως ἄλλῃ αἰσθήσει ἀκούομεν. ἀλλ’ ὅτε δὴ Λυκίην ἷξε 〈ἵξε B〉 Ξάνθον τε ῥέοντα (Ζ 172)· ποῖος γὰρ ἄλλος ποταμὸς οὐ ῥεῖ; ἔστι δὲ ἡ μὲν ὀρυκτὴ τάφρος πρὸς τὰς οὐκ ἐξ ὀρύγματος συνισταμένας τάφρους ἤτοι ἀντι‐
10διαιρουμένη, ἐκ χάσματος δὲ γῆς ἢ ἐξ ὕδατος παρόδου 〈προσόδου ci. Kamm. p. 38〉 ἢ ἐξ ἄλλης αἰτίας· ἢ 〈si Noehdeni silentio fides, in uno Et〉 ὀρυκτὴ τάφρος ἡ βαθὺ τὸ ὄρυγμα διαφαίνουσα· ὅταν γὰρ βαθὺ γένηται σκάμμα καὶ ἐπικίνδυνον εἰς διάβασιν, τότε ἀπείληφε τοῦ ὀρύγ‐ ματος τὴν δύναμιν. τὸ δὲ γάλα λευκόν, ὅτι σκιὰν οὐκ ἐπιδέχεται.
15ὑγρὸν δὲ τὸ ἔλαιον, ὅτι τὰ μὲν ἄλλα ὑγρὰ ἐκχυθέντα εἰ καὶ παραυ‐ τίκα δευθέντα μαλακύνει, ἀλλ’ οὖν ταχέως ξηραίνεται καὶ ἐκβληθέντα κραῦρα 〈κραύρα Lp〉 καὶ περίξηρα 〈παράξηρα L〉 καταλείπεται τὰ δεδευμένα, τὸ ἔλαιον δὲ ἐπὶ πολὺ διαμένει καὶ ἀνυγραίνει τὸ δεξάμενον μαλακώτερόν τε ποιεῖ πρὸς ἁφὴν τὸ φύσει ἁπαλόν. τὸ δὲ ἰδεῖν
20ὀφθαλμοῖσιν ἀντιδιαίρεσιν ἔχει πρὸς τὸν διὰ φαντασίας βλέποντά τι,
ὥσπερ καὶ 〈om. Lp〉 κατὰ τοὺς ὕπνους δοκοῦμεν ὁρᾶν τι καὶ διηγου‐ μένων ἄλλων ἀναπλάσσομεν τὰ διηγήματα. τὸ δὲ θεάσασθαι δι’ ὀφθαλ‐ μῶν τὴν ἐναργῆ 〈ἐναρῆ B〉 θέαν καὶ τὴν δι’ αὐτοῦ 〈δι’ αὐτῶν L〉 κατάληψιν διὰ τῆς οἰκείας πρὸς τὸ ὁρώμενον αἰσθήσεως. ὡσαύτως75 in vol. 1
25δὲ ἔχει 〈καὶ ins. Et〉 τὸ οὔασιν ἀκοῦσαι, τὸ τὸν παρόντα αὐτὸν 〈αὐτοῦ B〉 ἀκοῦσαι 〈τὸ τὸν—ἀκοῦσαι om. L〉 τοῦ λέγοντος 〈τοὺς λέγοντας Lp〉 καὶ μὴ ἄλλου ἀγγέλλοντος 〈ἀγγέλοντος B〉 ἀκοῦσαι λόγον, ὡς καὶ ἐν τῇ συνηθείᾳ 〈ἐν τῷ συνήθει L Et〉 εἰώθασι λέγειν παρὰ ζώσης φωνῆς ἀκηκοέναι καὶ μήτε διὰ γραπτῶν λόγων ἀκοῦσαι
30μήτε τὰ παρ’ ἄλλου ἄλλου διηγουμένου. Ξάνθον τε 〈δὲ Lp〉 ῥέοντα, ἤτοι ἐπεὶ Ξάνθος ἐστὶ καὶ πόλις Λυκίας διέκρινε τὸν ποταμὸν τῷ ῥεύ‐ ματι, ἢ τὸν σφόδρα ῥέοντα βούλεται λέγειν ὡς τὸν δινήεντα (Φ 2), ἢ Ξάν‐ θον ῥέοντα ὡς εἰ ἔλεγε Ξάνθου ῥοάς, ἢ τὸν καλῶς ῥέοντα, ὡς ποιητὰς ἐσέχυντο πύλας (Μ 470), τὰς εὖ πεποιημένας· ἢ ποιηταὶ πύλαι αἱ
35τέλος ἤδη λαβοῦσαι καὶ ἀποτετελεσμέναι 〈ἢ ποιηταὶ—ἀποτετελεσμέναι uncin. incl. Kamm.〉. καὶ ὅλως ἐπὶ πάντων τῶν τοιούτων ζητῶν τις εὑρήσει εὔλογον τὴν τῆς προσθήκης αἰτίαν.

4

.

447

Ι 1 sqq.

4

.

457

..... πῶς οὐκ Αἴας πρῶτος ἢ Διομήδης ἀριστεύει; καί φασιν ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν. ἄλλοι δὲ ὅτι, ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπ’ ἐλάσσονος ἦρχθαι τὸν ποιητὴν τὸ τῆς τύχης αἰνισσόμενον κράτος.
5 τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ καὶ ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει 〈συγγράφει, om. οὐ, BLp, corr. Bkk.〉· ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα· πρῶτος γὰρ, φησὶν, ἐγὼν ἕλον ἄνδρα (Λ 737), καὶ θεατὴν αὐτὸν ἔχει. θερμότητος δὲ τοῦτο 〈5 fere litt. post h. v. eras. B〉 νεωτερι‐ κῆς ἔργον. ἢ Τρῶες κατεφρόνουν Νέστορος καὶ κατὰ τοῦτο μᾶλλον τὸ
10μέρος πρώτως ἔκρουσαν. alter. schol. h. v. (de ἱπποκορυστής) v. Β 1.

4

.

491

ἀδύνατόν φησιν εἶναι ἐπὶ τὸν Αἴαντα τὸ βέλος πεμφθὲν εἰς Ἰθακήσιον ἐλθεῖν· οἱ γὰρ Ἰθακήσιοι πόρρω τεταγμένοι εἰσὶ καὶ οὐ κατὰ Σαλαμινίους 〈σαλαμίνους L Et〉 καὶ 〈τοὺς ins. L〉 Λοκρούς. λύεται δὲ ἐκ τῆς λέξεως· ὁ γὰρ ἑταῖρος οὐ πάντως πολίτης ἀλλὰ καὶ φίλος καὶ συμ‐
5πράττων. οὕτω καὶ Πάτροκλος Ἀχιλλέως οὐ πολίτης ἀλλ’ ἑταῖρος.
πῶς ἑταῖρον αὐτόν φησιν Ὀδυσσέως, μὴ στρατευομένων Ἰθακησίων πλησίον Σαλαμινίων; ἑταῖρον οὖν νῦν 〈μὲν οὖν L〉 οὐ τὸν πολίτην ἀλλὰ τὸν συνεργόν φησιν. τί γὰρ ἄτοπον εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; οἱ δὲ ὅτι συγκέχυται ἡ μάχη, ἢ ὅτι ὁ Αἴας πάσας ἐπῄει76 in vol. 1
10τὰς τάξεις βοηθῶν. καί που γὰρ καὶ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς μάχη (Λ 472), καὶ Μενεσθεῖ βοηθεῖ (Μ 370) ἐν τῇ τειχομαχίᾳ 〈βοηθεῖ usque ad. βοηθεῖ om. L, tum idem ἐν τῷ τηλεμαχʹ〉, καὶ Μενέλαος αὐτὸν ἐπὶ Πατρόκλου 〈πατρόκλῳ L〉 προσκαλεῖται (Ρ 120). ὅς οἱ φίλος ἦεν ἑταῖρος. τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ·
15οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων· ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· γείτονες ἠδὲ ἔται (δ 16). καὶ ὅτι ἑταίρους συνδιαιτητὰς οἶδεν· ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής (Ρ 577). καὶ ἐρίηρας ἑταίρους (ι 100)
20τοὺς διὰ τῆς χρείας φίλους, καὶ Ἕκτορι δ’ ἦεν ἑταῖρος (Σ 251), παραλιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δ’ αὖ σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐτός
25(β 285—87), καὶ ἐγὼ δ’ ἀνὰ δῆμον ἑταίρους αἶψ’ ἐθελοντῆρας συλλέξομαι (β 291). καὶ μεταφέρων ἐκ τοῦ ἐυκνήμιδας Ἀχαιούς λέγει (β 402)· Τηλέμαχ’, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι,
30καὶ ἐκ τοῦ κομόωντες Ἀχαιο· εὗρεν ἔπειτ’ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους (β 408). φίλος δὲ υἱὸς καὶ φίλη μήτηρ καὶ φίλα γυῖα καὶ φίλαι χεῖρες. καὶ διακρίνων· εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ
35 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν (α 237. 8)· οὐκ ἂν, φησὶν, ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν αὐτοῦ ἑταίρων
ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησεν. καταχρώμενος δὲ καὶ τὴν φύξιν ἑταίραν τοῦ φόβου λέγει (Ι 2)·77 in vol. 1
40 φύζα φόβου κρυόεντος ἑταίρη, καὶ ἄνεμον (λ 7)· ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον. καὶ πάλιν ὅλην τὴν οἰκειότητά φησι δηλῶν (Γ 163)· ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
45τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους. διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς.

4

.

505

πῶς νικῶσιν 〈οἱ ins. L〉 Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει ἡττᾶ‐ σθαι; ἐροῦμεν ὅτι Ζεὺς ἐᾷ 〈ἔα Lp〉 Τρῶας ποινὰς τῶν πλημμελημάτων τίνειν, ἢ ὅτι δι’ ἀμφοτέρων τὴν τῶν Ἑλλήνων δύναμιν, ἵνα καὶ συμ‐ μαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε μόνος Αἴας; οὗτος
5ἅμα Διὶ τοὺς πάντας Ἕλληνας διώκει.

4

.

520

πῶς ἐν τῷ καταλόγῳ φησὶν Θρήικας ἦγε σὺν Ἀκάμαντι 〈ἀκάμαν τί B〉 ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει (Β 844), νῦν δὲ λέγει ὅτι Αἰνόθεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περι‐ ῴκουν, τὰ δὲ βασίλεια ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ.

5

.

1

Πῶς ἐν τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα (Β 768) τὴν πρώτην ἀριστείαν οὐ τούτῳ τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν τὴν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος
5προτροπῆς 〈Δ 370〉 ἀνεπτέρωται· οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται. ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· ἧττον γὰρ ἀπεδίδρασκε καὶ διὰ τὸ δέος Ἀχιλλέως (Η 116. 17?) καὶ διὰ τῶν ὅρκων τὴν ὑποψίαν. καλῶς δὲ ὁ Διομήδης προτρέπεται ἰδίᾳ· ἡ γὰρ
10κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθ’ ἕνα ἀμελέστερον ἐργάζεται,
ἡ δὲ πρὸς ἕνα τινὰ μονομαχία εὐθαρσέστερον καὶ γενναιότερον.78 in vol. 1

5

.

7

ἀδύνατον τοῦτο· πῶς γὰρ ἂν ἔζησεν ὁ οὕτω καιόμενος ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων; ἐγχειρεῖ μὲν οὖν τῷ ἔθει λύειν, ὅτι συγ‐ κεχώρηται τὸ δοκεῖν τοὺς θεοὺς δύνασθαι τοιαῦτα δρᾶν τινας ἃ τοῖς πάσχουσιν ἀκίνδυνά εἰσι κατὰ τὴν ἐκείνων προαίρεσιν. λύεται δὲ καὶ
5ἐκ τῆς λέξεως διχῶς, ἢ ὅτι τὸ πῦρ οὐ κυριολογεῖ ἀλλ’ ἐπὶ τῆς λαμπη‐ δόνος τίθησιν, ἢ ὅτι μετωνυμικῶς ἀπὸ κρατός τε καὶ ὤμων λέγει, ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα· προείρηται γὰρ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ 〈post h. v. B rasura〉 ἀσπίδος ἀκάματον πῦρ (v. 4). ἢ καὶ ἐκ τοῦ ἔθους· εἴωθε γὰρ 〈om. B2 L〉 ἐπὶ τῶν μαχομένων τὸ
10πῦρ λαμβάνειν εἰς παράστασιν 〈B2 π in ras.〉 τῆς συντόνου 〈συντό‐ μου L〉 καὶ ἐνθέρμου ὁρμῆς· ὣς οἱ μὲν μάρναντο 〈μάρνανται L〉 δέμας πυρὸς αἰθομένοιο (Λ 596. Ν 673. Ρ 366. Σ 1) καὶ (Δ 342. Μ 316) μάχης καυστειρῆς ἀντιβολῆσαι 〈ἀντιβολήσας L〉. καὶ τὰ περὶ τὸν Διομήδη οὖν παραστατικὰ τῆς κατὰ τοὺς ὤμους καὶ τὰς χεῖρας
15ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κεφαλὴν πυκνοτέρας ἐπιστροφῆς· οὕτω γὰρ 〈om. B2〉 καὶ κορυθαιόλος 〈tum ὁ Ἕκτωρ B2〉 εἴρηται. Ζωίλος 〈Ζωῖλος A〉 ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου καὶ μέμφεται τῷ ποιητῇ 〈τὸν ποιητὴν L〉, ὅτι λίαν γελοίως πεποίηκεν ἐκ
20τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ· ἐκινδύνευσε γὰρ ἂν κατα‐ φλεχθῆναι 〈καταφλεχθεὶς A〉 ὁ ἥρως. ἔνιοι μὲν οὖν παρειλῆφθαι τὸ ὡς κατὰ συνήθειαν τῷ ποιητῇ, ὡς καὶ ἐν ἑτέροις ὣς οἱ μὲν μάρναντο δέμας πυρός, καὶ ἐνθάδε τὸ δαῖέ οἱ ἀκάματον πῦρ, ἵν’ ᾖ ὡς πυρὸς φαντασία, οὐκ εἰδικῶς 〈ἰδικὼς A〉 πῦρ 〈L verbis poëtae δέμας
25πυρὸς addidit αἰθομένοιο, tum ita pergit: ὡς πυρὸς φαντασίαν καὶ οὐκ εἰδικὸν πῦρ λέγει ὁ ποιητής, ὃ βέλτιον ἂν εἶεν〉.

5

.

20

κατηγορεῖ καὶ τούτου Ζωίλος, ὅτι λίαν φησὶ γελοίως πεποίηκε τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν. ῥητέον οὖν ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τῷ ἀδελφῷ, εὐλα‐ βηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ὥρμησεν. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς
5τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι
παρέπλαγξαν καὶ τὸν σοφόν. τοιοῦτος εὑρίσκεται παρ’ αὐτῷ καὶ Ἀλέ‐ ξανδρος ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ ἀγνοῶν χρήσασθαι τῷ ξίφει κατὰ τοῦ πολεμίου (Γ 369 sqq.).79 in vol. 1

5

.

28

καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν. διό τινες ἔλεγον· παρ’ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, ἵν’ ᾖ οὕτως· τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφ’ ἑαυ‐ τοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τῶν Τρώων
5τὸ πάθος.

5

.

127

ad Ζ 129

5

.

132

v. 315—41.

5

.

137

schol. de variis domiciliorum et rusticorum et urbanorum partibus quoniam casu cum h. l. in libris (*B et L) coniunctum est, in fine operis nostri edetur.

5

.

153

cf. ad Α 250.

5

.

182

καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ’ αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ’ ὅτε καὶ 〈om. B Lp〉 μὴ ὄντος πολέμου κατοπτεύοντες βλέπουσι τοὺς ἀλλή‐ λων ἀριστεῖς.

5

.

265

..... πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (Ν 374 sqq.). δύναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴ γε Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Τροίαν 〈ἐπί‐ νοιαν Lp〉.

5

.

269

..... πῶς παρὰ τῷ Πριάμῳ τὸ γένος οὐ σώζεται; ὅτι τοὺς Λαομέδοντος Ἡρακλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον.

5

290-91

ζητεῖται πῶς Διομήδους μὲν ἀκοντίσαντος πεζοῦ, Παν‐ δάρου δὲ ἀπὸ ἅρματος, οὕτως ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν. ἔστι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτό, ᾗ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθ’ ὅτι
5προσεπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι, εἰ καιρίως τέτρωται ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ ὅτι ἐν
ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδη ἀφ’ ὕψους βεβληκέναι. ἢ ὅτι δειλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος80 in vol. 1
10ὁ Πάνδαρος συνεκάθισεν.

5

315-341

οὐχ ἵνα μὴ τρωθῇ· πῶς γὰρ ἐνόμισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι, τιτρωσκομένων καὶ τῶν θεῶν; ἀλλ’ ὑπὸ οὐδενὸς αὐτὸν 〈αὐτῶν cod.〉 τῶν πολεμίων ὁραθῆναι θέλει. ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω καὶ ἡ ἐσθὴς αὐτῶν ἀόρατος.
5πῶς οὖν ἐπιφέρει μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται; ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον. εἰ γὰρ ὤφθη, ἴσως ἂν ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανε. Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν ἀχλὺν γὰρ ἦν ἀφῃρημένος.

5

336*

διὰ τί κατὰ χειρὸς τιτρώσκεται ἡ Ἀφροδίτη; ὅτι τῆς χειρὸς λαβομένη 〈ὅτι δεῖ λαβ. Lp〉 παρῄνει τὴν Ἑλένην (Γ 385). διὰ τί κατὰ χειρὸς τιτρώσκεται Ἀφροδίτη; ὅτι χειρὶ λαβομένη παρῄνει τὴν Ἑλένην. καὶ ἄλλως. ἠρέθισται ἀκούσασα.

5

.

341

ἄλογος ὁ συλλογισμός· οὐ γὰρ διότι σῖτον καὶ οἶνον οὐ προσφέρονται, διὰ τοῦτό εἰσιν ἀναίμονες καὶ ἀθάνατοι· πολλὰ γὰρ καὶ ἄλλα ζῶα οὐ προσφέρεται ταῦτα. λύεται δὲ ἐκ τῆς λέξεως· ὑπακοῦσαι γὰρ δεῖ τῷ οὐ σῖτον ἔδουσιν· ἀλλ’ ἀμβροσίαν, τῷ δὲ οὐ πίνουσιν
5οἶνον· ἀλλὰ νέκταρ.81 in vol. 1

5

.

358

οὐκ εὖ φασι προσκεῖσθαί τινες τὸ πολλά 〈οὐκ εὖ φας. ἔνιοι πρόσκειται τὸ πολλά Lp〉· καὶ γὰρ ἐραστής ἐστι 〈om. Lp〉 καὶ ἀδελφὸς καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ 〈om. Lp〉 ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν 〈Lp add.: ἄμπυξ
5δὲ κτλ. quae huc non pertinent〉.

5

.

430

καὶ πῶς ὕστερον (889 sqq.) ὑβρίζει αὐτόν; ὅτι τὸ δίκαιον ὑπερέβαινεν οὐ βοηθῶν ἀλλὰ καὶ αὐτουργῶν κατὰ τῶν Ἀχαιῶν· Περί‐ φαντα γοῦν ἀπέκτεινεν (v. 842).

5

.

451

καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν, τὴν ἀχλὺν ἀφῃρημένος 〈ἀφῄρηται γὰρ τὴν ἀχλὺν Lp〉, ὄφρ’ εὖ γινώ‐ σκοι 〈γινώσκῃ Lp〉 θεὸν ἠδὲ 〈om. Lp〉 καὶ ἄνδρα (v. 128); ῥητέον δὲ 〈om. Lp〉 ὅτι τὸ εἴδωλον ἀμφοτέρων τούτων 〈ἀμφοῖν, om. τούτων,
5Lp〉 ἐστέρηται.

5

.

453

τὸ λαισήια εἰ καὶ ἄλλοι ἄλλως ἀποδεδώκασιν, ἀλλ’ ἐγώ φημι σάκη λέγειν κοῦφα ἤγουν ἐλαφρά—τοῦτο γὰρ δηλοῖ τὸ πτερό‐ εντα—, λαισήια δὲ εἰρῆσθαι τὰ ἐν τῇ λαιᾷ βασταζόμενα [μικρὰ ἀσπι‐ δίσκια], ὥς ποτε ἔφη ὁ δ’ ἀριστερὸν ὦμον ἔκαμνεν ἔμπεδον
5αἰὲν ἔχων σάκος αἰόλον (Π 106). πτερόεντα δὲ ὡς κοῦφα· τῷ δ’ εὖτε πτερὰ γίνετο (Τ 386).

5

.

504

πῶς τὸν οὐρανὸν πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ (Δ 2); ἰστέον δὲ ὅτι ὅταν μὲν στερεὸν βού‐ ληται λέγειν, τότε πολύχαλκόν φησιν, ὅταν δὲ καλόν, χρυσοῦν.

5

.

522

διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι ὕστερον κινηθήσονται.

5

.

533

τὸ ἦ ὅτι μὲν ταὐτὸν σημαίνει τῷ 〈τὸ L〉 ἔφη δισυλλάβῳ καὶ
τῷ φῆ διγραμμάτῳ ῥήματι παρ’ Ὁμήρῳ δῆλον, καὶ δοκεῖ γεγενῆσθαι τὸ ἦ ἀπὸ τοῦ φῆ κατὰ ἀφαίρεσιν τοῦ φ. ζητοῦσι δὲ τίς ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ. διαφέρειν δὲ φαίνεται, ὅτι τὸ μὲν ἦ ἐπὶ προειρημένοις82 in vol. 1
5λόγοις ἐπιλέγεται, οἷον ἐν τούτοις· ἦ καὶ κυανέῃσιν 〈κυανέοισιν L〉 ἐπ’ ὀφρύσι νεῦσε Κρονίων (Α 528), ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν (Α 219)· προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλ‐ λέως, ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι’ ἀμφοτέρων ὅλων τῶν ποιήσεων οὕτως αὐτὸ καὶ μόνον ὑποτάττει. τὸ δὲ φῆ καὶ τὸ ἔφη καὶ προτάσσεται
10τῶν ῥηθησομένων λόγων καὶ τούτοις ὑποτάσσεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ 〈τοῦ ins. L〉 ἔφη πρὸς τὸ ἦ, δευτέρα δὲ αὕτη· τὸ μὲν γὰρ 〈om. L〉 ἦ καθ’ ἕνα σχηματισμὸν ἐκφέρεται καὶ σημαίνει ῥῆμα τὸ ἦ, εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου δηλωτικὸν ὑπάρχον τρίτου προσώπου, τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας χρόνους καὶ τοὺς ἀριθ‐
15μοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται 〈λαμβάνει L〉, καὶ τρέπε‐ ται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττικοῖς ἔστι τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμ‐ ματον ἦ, σημαίνει δὲ δύο, τὸ μέν τι 〈μέντοι BL, corr. Bkk.〉 ταὐτὸ 〈ταὐτὸν L〉 τῷ παρ’ Ὁμήρῳ· χρῶνται γὰρ αὐτῷ παραπλησίως ἀντὶ
20τοῦ 〈om. L〉 ἔφη κατὰ τοῦ τρίτου προσώπου, τὸ δέ τι ταὐτὸν τῷ ὑπῆρχον 〈τὸ—ὑπηρχ. quae B et L om., praeeunte Dindorfio e schol. Od. addidi〉, ὃ ποιεῖ ἦν, ὅπερ ἐπιπολάζει νῦν. τῶν δὲ Ἀττικῶν οἱ μὲν ἀρχαῖοι μονογράμματον αὐτὸ προεφέροντο, οἱ δὲ νεώτεροι σὺν τῷ ν, καθάπερ τῶν πρεσβυτέρων τινές. χρῆται δὲ τούτῳ 〈τοῦτο L〉 ὁ
25ποιητὴς ποτὲ μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον ἐπὶ τοῦ Νέστορος εἴ ποτε. 〈κοῦρος ἔα e schol. Od. add. Dind.〉 νῦν αὐτέ με γῆρας ἱκάνει (Δ 321), καὶ τοῖος ἔα ἐν πολέμ, ἔργον δέ μοι οὐ φίλον ἦεν (ξ 222). τούτων τὸ πρό‐ τερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς τὸ η, οἷον ἀλλ’ ὅτε δὴ 〈μὴ
30L〉 σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης (κ 156)· ἐν γὰρ τούτοις ταὐτόν τι λέγει τῷ 〈τὸ codd., corr. Bkk.〉 ἤμην. τὸ δὲ μονοσύλλαβον οὐχ εὑρίσκομεν παρ’ αὐτῷ κατὰ τῆς δυνάμεως 〈τὴν δύναμιν L〉 ταύτης ἀλλὰ κατὰ τὴν ἑτέραν 〈τῆς ἑτέρας L〉 μόνον. τῶν δὲ Ἀττικῶν ἐστι παρὰ Κρατίνῳ 〈κρατύνῳ L〉 ἐν Πυτίνῃ· γυνὴ δ’ ἐκείνου πρότερον
35ἦ 〈ἦν codd., corr. Buttm.〉, νῦν δ’ οὐκέτι, καὶ παρὰ τῷ 〈om. L〉 Σοφοκλεῖ ἐν τῇ Νιόβῃ· ἦ γὰρ φίλη ἐγὼ τῶνδε τοῦ προφερτέρου, καὶ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ (ἐπικλωνῷ L, potius τῷ Τυράννῳ, v. 1123)· ἦ 〈ἦν codd.〉 δοῦλος οὐκ ὠνητὸς ἀλλ’ οἰκοτραφής, καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ (Rep. I, p. 328 C)· οὐ γὰρ ἐγὼ ἐν83 in vol. 1
40δυνάμει ἦ 〈codd. ἦν〉 τοῦ ῥᾳδίως.

5

.

576

τὸ ἔνθα Πυλαιμένεα 〈–μενέα B〉 ἑλέτην 〈εἰς τὸ ἔνθα Πυλ. ἑλ. L〉 μάχεται τῷ ἐν τῇ παρὰ νηυσὶ μάχῃ ζῶντι καὶ ἑπομένῳ τῷ παιδὶ Ἁρπα‐ λίωνι· παρὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων (Ν 658). ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· καὶ γὰρ ὁ Πυλαιμένης 〈–μενὴς B〉 ὁμώνυμος
5εἶναι δύναται, καὶ τὸ μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων μετωνυμικῶς· ἐκδέχεται ἡ τοῦ πατρὸς μνήμη. καὶ τὸ ἔνθα Πυλαι‐ μένεα 〈–μενέα B〉 ἑλέτην οὐ πάντως ἐστὶν ἀνεῖλον, ἀλλὰ κατέλα‐ βον, ὡς ἐπὶ τοῦ ζωὸν ἕλ 〈ἕλον B L〉· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο (Ζ 38). οὐδὲ γὰρ ἀγῶνα αὐτοῦ εἴρηκεν, οἷα εἴωθε λέγειν
10τοῖς ἀποθανοῦσι· τάχα οὖν αὐτὸς 〈αὐτὸ L〉 μόνον τέτρωται. [σκόπει τὴν φράσιν [ἕλετο] ἑλέτην· ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους, ἢ συλληπτικῶς· τώ τε Θρῄκηθεν ἄητον] (Ι 5). πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ· ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος (Ν 643); ἔστιν οὖν ὁμω‐
15νυμία, καὶ ὁ μὲν ἀρχηγός, ὡς Ἴασος αὖτ’ ἀρχὸς μὲν [Ἀθηναίων ἐτέτυκτο, Ο 337], ὁ δὲ βασιλεύς. διὸ πολλὴ γίνεται περὶ αὐτῶν σπουδὴ τῶν Παφλαγόνων καὶ Ἀλεξάνδρου. πῶς δὲ ὁ Ἁρπαλίων ἐνταῦθα οὐκ ἐπήμυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος;
ἔνιοι τοῦτον (Ν 643. 658) ἐνόμιζον εἶναι τὸν ἐν τῷ Ε ἀναιρεθέντα.84 in vol. 1
20ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηι ἀρχὸν Παφλα‐ γόνων. ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως. πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Σχεδίοι γὰρ δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους (Ο 515), ὁ δὲ Ἰφίτου (Β 517), οὓς ἀμφοτέρους Ἕκτωρ ἀναιρεῖ. Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν
25Ἀγαμέμνονος (Δ 228), ὁ δὲ Νέστορος (Θ 114. Λ 620). κήρυκες Εὐρυ‐ βάται δύο, ὁ μὲν Ὀδυσσέως (Β 184. τ 246), ὁ δὲ Ἀγαμέμνονος (Α 320. Ι 170). Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν ὑπὸ Διομήδους (Λ 328), ὁ δὲ ὑπὸ Μενελάου (Ζ 51), ὁ δὲ ὑπὸ Πατρόκλου (Π 694) ἀναιρούμενος. Ἀκάμαντες δύο, ὁ μὲν Εὐσώρου (Ζ 8), ὁ δὲ Ἀντήνορος (Β 823).
30Ἀστύνοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος (Ε 144), ὁ δὲ Πολυδάμαντος ἡνίοχος (Ο 455). Θόωνες βάρβαροι τρεῖς, ὁ μὲν ὑπὸ Διομήδους (Ε 152), ὁ δὲ ὑπὸ Ὀδυσσέως (Λ 422), ὁ δὲ ὑπὸ Ἀντιλόχου (Ν 545) ἀναιρούμενος. Μελάνιπποι τρεῖς, ὁ μὲν ὑπὸ Ἕκτορος παραι‐ νούμενος ἐμπεσεῖν ταῖς ναυσίν (Ο 547), ὁ δὲ ὑπὸ Τεύκρου (Θ 276), ὁ
35δὲ ὑπὸ Πατρόκλου (Π 695) ἀναιρούμενος. Ὀφελέσται δύο ***** ὁ μὲν ὑπ’ Εὐρυπύλου, ὁ δὲ ὑπ’ Αἴαντος. Πυλάρται δύο, ὁ μὲν ὑπ’ Αἴαντος (Λ 491), ὁ δὲ ὑπὸ Πατρόκλου (Π 696). Πείσανδροι δύο, ὁ μὲν ὑπὸ Ἀγαμέμνονος (Λ 122), ὁ δὲ ὑπὸ Μενελάου (Ν 601).

5

.

584

πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν θέλων 〈ἐθέλων Lp〉 ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν 〈κατέκυψεν ante ἢ ναρκ. Lp〉.

5

.

631

..... πῶς οὖν συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· φησὶ γὰρ ὅτι ψευδόμενοι δέ σέ φασι Διὸς γόνον (v. 635). ..... ὑπὸ συγγενοῦς δὲ ἀναιρεῖται, ὅτι καὶ συγγενῆ ἀνεῖλε τὸν85 in vol. 1
5Λικύμνιον· φίλον γὰρ μήτρωα κατέκτα (Β 662).

5

.

695

Δ 491.

5

.

741

Β 447 (p. 44).

5

.

757

χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος, ὡς καὶ Ζεύς· οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα (v. 428).

5

.

771

*B (id. L f. 119a, Π) ad ν 103 pertinet, quem versum quaestioni instituendae ansam dedisse Etym. M. v. ἠεροειδές docet: ... καὶ γὰρ ἄτοπον θεοῖς σκοτεινὸν ἀνεῖσθαι.

5

.

778

τὸ τρυφερῶς ὡς πελειάδας πορεύεσθαι ἀπρεπές. λύεται δὲ ἐκ τῆς λέξεως· τὰ γὰρ ἴθματα οὐκ ἔστιν ἴχνη, ἀλλ’ ὁρμήσεις 〈ὁρμήματα Scor.〉 καὶ πτήσεις. οὐ περιστεραὶ γενόμεναι, ἀλλ’ ὅμοιαι 〈ὁμοῖαι B〉 τοῖς ἴθμασιν,
5ἤγουν τοῖς ὁρμήμασι καὶ ταῖς πτήσεσι, τῶν περιστερῶν εἰς τὸ στρατό‐ πεδον ἔρχονται· τὸ γὰρ ὡς πελειάδας τὰς θεὰς πορεύεσθαι ἀπρεπές. τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. ἄλλως. καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν. ἀφανῆ γὰρ αὐτῶν τὰ ἴχνη, ὡς Ἀριστοτέλης.
10ἢ καὶ διὰ τὸ καθαρὸν ἢ διὰ τὸ ταχύ.

5

.

857

Φ 407.

5

.

886

καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων ἤ κεν ζὼς ἀμενηνός; εἰ δὲ καὶ τεθνηκώς, πῶς ἀποθανεῖν ἠδύνατο, ὡς καὶ ἀποθανὼν ἔτι ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον δὲ ὅτι ὁ δεύτερος ἤ86 in vol. 1
5ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἤ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν (Θ 111), καὶ ὁ λόγος οὕτως· δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς, κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.

5

.

890

ad Φ 389.

6

.

6

Ζητεῖται πῶς Αἴας ἀνελὼν τὸν Ἀκάμαντα φόως δ’ ἑτάροισιν ἔθηκε μήπω ἀριστείας αὐτοῦ παραδεδομένης; ῥητέον οὖν ὅτι κατὰ τοῦτο φοβερὸς ἔδοξεν ὁ Ἀκάμας εἶναι, καθὸ ὁ Ἄρης αὐτῷ ἀπείκασται πολλοὺς Ἑλλήνων ἀναιρῶν.

6

.

15

τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔστι τὸ παρὰ τὴν ὁδὸν οἰκῶν, ἀλλ’ ἡ ἐπί δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν ἀπὸ τῆς γῆς. ἐπεὶ τοίνυν
ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ οἰκῶν ἐν αὐτῇ ἐπάνω γῆς οἰκεῖ. οὕτως ἔφη καὶ τὸ τὴν μὲν ἔπειτ’ ἐπὶ βωμὸν ἄγων πολύ‐87 in vol. 1
5μητις Ὀδυσσεύς (Α 440), ἤγουν οὐ παρὰ τὸν βωμόν, ἀλλ’ ἐπὶ τὸν βωμόν, ὅτι κυρίως βωμὸς κατασκεύασμα ἐλέγετο ἀναβαθμοὺς καὶ βήματα ἔχον, ὑψηλὸν ἀπὸ τῆς γῆς. διὰ τοῦτο οὖν ἐπὶ βωμὸν Ὀδυσσεὺς ἄγει. καὶ οὗτος μὲν ὁ βωμὸς θυήεις, εἰς ὃν ἀναβαίνειν ἔστιν. ἔστι δὲ καὶ ἄλλος, ὅπου τὰ ἅρματα ἐτίθετο· ἅρματα δ’ ἂμ βωμοῖσι τίθει
10441), καὶ ἐπὶ τούτου οἰκείως χρησάμενος τῇ ἀνά προθέσει. καὶ τὸ ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ (ζ 305) σημαίνει ὡς τοῦ θρόνου ὑψηλοτέρου ὄντος τῆς ἐσχάρας. καὶ τὸ γενεὴ δέ τοι ἔστ’ ἐπὶ λίμνῃ Γυγαίῃ (Υ 390)· ἡ γένεσις καὶ ἡ γονὴ καὶ ὁ τόπος ἐν ὕψει τῆς λίμνης.

6

.

16

δοκεῖ ἡ προσθήκη αὕτη τὸ κάλλιστόν τε καὶ βιωφελὲς ἐξευτε‐ λίζειν ὡς οὐκ ὂν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵν’ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ οὐδὲ ἑκηβολίαι (Ε 54). ἢ ἀποδοκι‐
5μάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖός τίς ἐστιν ᾧ μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπιορκίᾳ μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

6

.

58

μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις
5ἢ δι’ ἀγγέλων ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβού‐ μενοι μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. δεκτέον δὲ λέγειν ὅτι, εἰ
μὲν ἔλεγε ταῦτα πρὸ τῆς ἐπιορκίας, ἦν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβασιν, οὐκ ἐπαχθῆ. σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλεται τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρκων. τάχα88 in vol. 1
10γοῦν καὶ ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως τε πρᾷος μέν ἐστι τοῖς ἀρχομένοις, βαρὺς δὲ τοῖς ἀντιπάλοις· τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ.

6

.

77

τί βούλεται τὸ Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ ἄριστοι πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε; τὸ μὲν οὖν ἐγκεκλίσθαι τὸν πόνον αὐτοῖς ἔχει τὴν μεταφορὰν ἤτοι ἀπὸ τῶν χειραγωγουμένων
5δι’ ἀσθένειαν καὶ ἐπικλινόντων αὑτοὺς πρὸς τοὺς κουφίζοντας ἢ ἀπὸ τῶν ζυγοστατούντων καὶ ῥεπόντων εἰς μέρος. ἡ ῥοπὴ οὖν τῶν πραγ‐ μάτων πρὸς ὑμᾶς ἐστι κεκλιμένη, τὸ ἀσθενὲς καὶ ἑαυτὸ φέρειν μὴ δυνά‐ μενον ὑμεῖς διακρατεῖτε ὀρθοῦντες. ἢ ἀπὸ τῶν ἐγκεκλιμένων τινὶ ζώων· ἐγκέκλιται οὖν, ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν
10πραγμάτων. καὶ ἡ αἰτία· οὕνεκ’ ἄριστοι πᾶσαν ἐπ’ ἰθύν ἐστε· ἡ ἰθὺς οὖν ἡ ὁρμή, ἀπὸ τοῦ πρόσω φέρεσθαι. ἐπὶ πᾶσαν οὖν ὁρμὴν καὶ τοῦ φρονεῖν καὶ τοῦ μάχεσθαί ἐστε ἄριστοι. ἡ ἰθὺς ὀρθότης· ἄρι‐ στοι οὖν ἐστε ἐν πάσῃ ὀρθότητι τοῦ τε φρονεῖν καὶ τοῦ μάχεσθαι. ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι μὲν ἄριστα τὸ συμφέρον,
15πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξωνται τὴν συμβουλήν. Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.

6

.

80

ὁ τρόπος σύλληψις κτλ. (B f. 83a ad στῆτ’, Lp f. 121b
Dindorfius (Phil. XVIII, p. 344) e coniectura ad Porphyrium retu‐ lisse videtur. Cum enim contendat e longiore scholio Porphyriano excerpta esse, ubi illud legatur non addidit.89 in vol. 1

6

.

92

v. 273.

6

.

102

v. 116. p. 91.

6

.

114

καὶ πῶς οὐδὲν εἶπε τοῖς 〈ταῖς cod.〉 βουλευταῖς ἀλλὰ ταῖς γυναιξί (v. 270); νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι, ἢ ὡς ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστεθεικέναι.

6

.

116

ἀποροῦσιν ἐπὶ τῇ ἀποστάσει Ἕκτορός τινες τῇ εἰς τὴν πόλιν γεγονυίᾳ. πάσης γὰρ οὕτως τῆς ῥοπῆς τῶν πραγμάτων παρὰ τοῖς Ἕλλησιν οὔσης, δυνάμενος ὁ Ἕκτωρ καὶ ἄλλον ἀποστέλλειν πρὸς τὴν μητέρα, ἵνα εὔξηται καὶ τὰς ἄλλας εἰς τοῦτο παρακαλέσῃ, οὐ ποιεῖ
5τοῦτο, ἀλλ’ αὐτὸς ἄπεισιν. οἱ μέν φασιν, ὅπως τῇ γυναικὶ διαλεχθῇ τοῦτο τὸν ποιητὴν οἰκονομῆσαι. οἱ δὲ τοῦτο μὲν ἄλλως φασὶν ἐπα‐ κολουθῆσαι, προηγούμενον δὲ ἰδεῖν ὡς εὔλογον εἶναι ἀπαίτησιν ... φασὶν ὅτι παρών τε οὐδὲν ὠφέλει καὶ ἀπελθὼν ἐξ ὧν ὁ μάντις ἔλεγεν ἀπαλ‐ λαγὴν τῶν παρόντων εὕρισκε, παρασκευάσας τὸ θεῖον εὐμενές. καὶ οὐ
10μικρὰν δὲ ἔφασαν ἐπιστροφὴν τοῦ θείου εἶναι τὸ ἢ διὰ τοῦ τυχόντος ἢ διὰ τοῦ προεστῶτος τῶν πραγμάτων γίνεσθαι τὴν θεραπείαν, ἐπεὶ οὐδὲ τὸ ὑπὸ οἰκέτου τυχεῖν διακονίας ὅμοιον τῷ ὑπὸ τοῦ υἱοῦ ἢ ἀδελφοῦ ἢ γυναικός· ὑπὸ τῶν ἀρίστων γὰρ τιμωμένους τοὺς θεοὺς εἰκὸς μᾶλλον χαίρειν ἢ ὑπὸ τῶν τυχόντων. ἔπειτ’ οὐ περὶ τοῦ Ἕκτορος
15ζητεῖν δεῖ, διὰ τί χωρίζεται πεισθεὶς τῷ μάντει καὶ τούτου ἀκούσας ἐκτελεῖ τὴν πρόσταξιν, συντελεῖν τὰ κελευόμενα πρὸς τοὺς θεοὺς καθ‐ ήκειν κρίνας· πρὸς δὲ τὸν μάντιν, εἰ ἄρα, ζητεῖν ἔδει, δι’ ἣν αἰτίαν καὶ τοῦτον ἀπάγει. εἶπε δ’ ἂν ὅτι οὐ πρὸς τὰς δόξας τῶν πολλῶν ἅπαντα πέφυκεν εἰς τοὺς θεοὺς καθήκοντα, ἀλλ’ ὥσπερ ἐφάνη δεῖν εὔξασθαι καὶ
20θεῶν οὐκ ἄλλῳ ἀλλὰ τῇ Ἀθηνᾷ, πέπλον τε ἀναθεῖναι τὸν χαριέστατον
ἠδὲ μέγιστον καὶ βουθυσίας ὑποσχέσθαι καὶ διὰ πρεσβυτίδων γυναικῶν καὶ ἐντίμων καὶ τῶν ἱερειῶν γενέσθαι τὰς εὐχάς, οὑτωσὶ δὲ καὶ ὅτι διὰ πρεσβευτοῦ καὶ ἀξιόχρεω Ἕκτορος παντὶ λῷον ἐφάνη τὴν πραγματείαν γενέσθαι, μείζονα ἔχοντος τὴν τοῦ συμφέροντος κατάληψιν ἢ οἱ ἄλλοι90 in vol. 1
25ἰδιῶται. καὶ μῆνις θεῶν πολλάκις ἰδίως διά τινος λύεται προσώπου καὶ διὰ τοῦδε μᾶλλον τοῦ ἱερείου ἢ τοῦδε καὶ τῶνδε παρόντων ἢ τῶνδε. χωρὶς δὲ τούτων οὐκ ἔρημον ἄρχοντος κατέλιπε τὸ στρατό‐ πεδον, ἀλλ’ οἵ τε ἀδελφοὶ παρῆσαν πολλοὶ καὶ ὁ Αἰνείας καὶ οἱ Ἀντη‐ νορίδαι καὶ Πουλυδάμας, ἀξίωμα ἐπὶ τῷ μάχεσθαι καὶ φρόνημα οὐ
30μικρὸν ἔχοντες. δεῖ οὖν μᾶλλον λογίζεσθαι διὰ τὴν εἰρημένην χρείαν καὶ ἄλλα παρευρίσκειν ὠφελεῖν μέλλοντα τοὺς οἰκείους, ὧν καὶ τὸ ἐξαγαγεῖν κρυπτόμενον τὸν Ἀλέξανδρον καὶ οἴκου διατρίβοντα· πρὸς ὃν εἰκὸς ἀγανακτοῦντας τοὺς Τρῶας ἐθελοκακεῖν ἐν τῷ πολέμῳ. ῥᾳδίως δὲ οὐκ ἂν ἐξήγγελλε πέμψας ἄλλους πρὸς αὐτόν.
35 καὶ γὰρ καὶ τὸ μονομάχιον τούτῳ πεισθεὶς ἐποίησε (Η 54 sqq.). δεισιδαίμων δὲ ὢν οὐ θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρα‐ τευμάτων· διὸ καὶ τὸ μονομάχιον Γλαύκου παράγεται. ἢ ἐπεὶ ὠνεί‐ δισται ὑπὸ Σαρπηδόνος (Ε 472 sqq.) Ἀλέξανδρον θέλει παρεγεῖραι.

6

.

129

πῶς, φασὶ, λέγει Διομήδης οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπου‐ ρανίοισι μαχοίμην· οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν, ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ’ ἠγάθεον
5Νυσήιον, αἱ δ’ ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ’ ἀν‐ δροφόνοιο Λυκούργου καὶ τὰ ἑξῆς; πῶς γὰρ παραιτεῖσθαι λέγων τὸ θεομαχεῖν αὐτὸς μὲν δύο τέτρωκε θεοὺς ἤδη, τὸν Διόνυσον δὲ ἐν αὐτοῖς τούτοις μαινόμενον λέγει καὶ πεφευγέναι εἰς θάλασσαν φοβηθέντα; ἄτοπον γὰρ καὶ ψεύστην ὁμοῦ καὶ βλάσφημον τὸν Διομήδη κατελέγ‐
10χοντα. λύσις. τὸ μὲν οὖν τρῶσαι θεοὺς οὐ κατὰ προαίρεσιν αὐτοῦ
γέγονε, καθ’ ὑπηρεσίαν δὲ ἄλλης θεοῦ κατὰ θεῶν ἕπεσθαι καὶ αὐτῆς κελευσάσης. τοῖς δύο δ’ εἰρηκυίας Ἀθηνᾶς μόνοις δεῖν ἐναντιωθῆναι καὶ διὰ τούτους τὴν ὁμίχλην ἀφελούσης καὶ τὴν ἀπὸ τούτων μόνων ἀγνωσίαν ἀφῃρημένης, προσθείσης δὲ μή τι σύ γ’ ἀθανάτοισι θεοῖς91 in vol. 1
15ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις (Ε 130), καὶ τοῦ Διομήδους εἰπόν‐ τος ἀλλ’ ἔτι σῶν μέμνημαι ἐφετμέων, ἃς ἐπέτελλες· οὔ μ’ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις (Ε 818 sqq.), Γλαύκου δὲ θρασύτερον ἐπιόντος, εὐλαβεῖται, μή τις εἴη θεός, καὶ τὰς παραγγελίας εἰς μνήμην ἀγείρει, λέγων· οὐκ ἂν ἔγωγε θεοῖσιν
20ἐπουρανίοισι μαχοίμην. μαινόμενος δὲ ὁ Διόνυσος οὐ κατὰ βλασφημίαν εἴρηται, ἀλλὰ παραστατικῶς τῆς τοῦ θεοῦ κατὰ βακχείαν ὁρμῆς, φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος ἐρρωμένως ἐν τῇ τῆς χορείας καταστάσει, ὁμοίως τῷ μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ (Ο 605).
25καὶ ἐν τῇ συνηθείᾳ δὲ ἐπὶ τῶν ὑπερβαλλόντων τοῖς ἔργοις κατ’ ἀν‐ δρείαν μαίνεται φαμέν, μανίαν τὴν ἐνθουσιαστικὴν πρᾶξιν λέγοντες. καὶ Πλάτων (Phaedr. p. 244) δὲ διαιρῶν τὰς μανίας δείκνυσι τὰς ἀγαθάς τε καὶ θείας, αἵ τινές εἰσι. φυγὴν δὲ Διονύσου οὐχ ὁ Διομήδης κατ‐ έγνωκε, τοῖς δὲ λεγομένοις καὶ κεκρατηκόσι μύθοις Ὅμηρος κρίνων
30αὐτοὺς εἰς χρῆσιν κατὰ καιρὸν τοῖς ἥρωσιν ἀνατέθεικε. τὰ δὲ κατὰ τὴν Λυκουργίαν οἰκεῖον ἦν εἰδέναι τῷ Διομήδει· Οἰνεὺς γὰρ ὁ πάππος
αὐτῷ ὁμόλεκτρος λέγεται Διονύσῳ γενέσθαι. οἶδεν οὖν εἰκότως τὰ κατὰ τὸν Διόνυσον καὶ ὁποίου τέλους ἔτυχεν ὁ πρὸς τοῦτον μαχεσά‐ μενος Λυκοῦργος. ἐναργῶς δὲ καὶ ἐν ὀλίγοις καὶ κυρίᾳ τῇ λέξει χρώ‐92 in vol. 1
35μενος χορείαν ἀπήγγειλε Βακχῶν· ὁ μὲν γὰρ Λυκοῦργος τὸν πέλεκυν ἀνατετακὼς ὁρᾶται—οὗτος γάρ ἐστιν ὁ βουπλήξ—, αἱ δὲ φεύγουσαι κατὰ τὸ ὄρος, οἱ δὲ θύρσοι κείμενοι χαμαί, ὁ δὲ Διόνυσος διὰ δέος καταδυόμενος εἰς τὴν θάλασσαν ὡς ἂν ἔτι παῖς, καὶ Θέτις ὑποδεχομένη τοῖς κόλποις ὡς νήπιον ἔτι καὶ παῖδα. τὸ δὲ δεδιότα διὰ τὴν ἀπειλὴν
40τοῦ ἐπανατειναμένου τὸν πέλεκυν ἀνδροφόνου Λυκούργου καὶ τὸ τὰ θύσθλα δὲ καταχέαι φάναι, ἀλλὰ μὴ ῥῖψαι, τὸ ἁβρὸν τῶν περὶ τὸν Διόνυσον Βακχῶν παραστήσει.

6

.

150

κατὰ τὸν Πορφύριον εἰς τὸ ἐθέλεις ὑποστικτέον, ἵν’ ᾖ τὸ δαήμεναι ἀντὶ τοῦ δάηθι.

6

164-165

οὐ γάρ, ὥς τινες ἐξεδέξαντο, τεθνήξῃ ἀναιρεθεὶς ὑπὸ τοῦ ἐπιβούλου, εἰ μὴ φθάσας σὺ τοῦτον ἀποκτείνεις. ἔστι δὲ ἠθικὴ ἡ φράσις λέγουσα ὅτι καλόν σοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήσεις τὸν ὑβρίσαντά σε διὰ τὸ θελῆσαί μοι μιγῆναι οὐκ ἐθελούσῃ· ἀποθάνοις, ὦ
5Προῖτε, εἰ μή με ἐκδικήσειας, κατὰ ἀρὰν λεγούσης. συντόμως δὲ τὰ ἀρχαῖα δεδήλωκε, μιγῆναι οὐκ ἐθελούσῃ, ἀλλ’ οὐχ ὥσπερ Ἡσίοδος τὰ περὶ τοῦ Πηλέως καὶ τῆς Ἀκάστου γυναικὸς διὰ μικρῶν ἐπεξελθών. τρεῖς δὲ οὗτοι τρόποι μίξεως· ἢ γὰρ βούλεταί τις μὴ βουλομένης τῆς γυναικός, ὡς ἡ Ἄντεια τὸν Βελλεροφόντην διέβαλλεν, ἢ μὴ βουλόμενος
10βουλομένῃ σύνεστιν, ὥσπερ Ὀδυσσεὺς παρ’ οὐκ ἐθέλων ἐθελούσῃ τῇ Καλυψοῖ (ε 155), ἢ βουλομένῃ βουλόμενος, ὥσπερ Αἴγισθος τῇ Κλυ‐ ταιμνήστρᾳ· καὶ γὰρ ἐθέλων ἐθέλουσαν· ἀνήγαγεν ὅνδε δόμονδε (γ 272). τέταρτος γὰρ τρόπος οὐκ ἔνεστιν· οὐδὲ γὰρ ἄκων ἀκούσῃ
σύνεστιν.93 in vol. 1

6

.

166

ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξε; διασύρει διὰ τού‐ του τὸ τῶν ἀνδρῶν γυναικοπαθὲς Ὅμηρος.

6

.

168

οἱ μὲν τὰ γράμματα. κατὰ γὰρ λόγον φιλόσοφον, ἐπεί εἰσι σημεῖα φωνῶν ἢ νοημάτων ἢ πραγμάτων· οἱ δὲ κλῆρον ἐσημήναντο (Η 175)· ὅς μιν ἐπιγράψας (Η 187). ἄτοπον γὰρ τοὺς πᾶσαν τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δέ, ὡς παρ’ Αἰγυπτίοις,
5ἱερὰ ζώδια, δι’ ὧν δηλοῦται τὰ πράγματα. Πορφύριος μὲν σήματα τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον. γράμμασιν ἐσημήναντο (Η 175). καὶ πῶς ὁ κῆρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν.

6

.

172

ad Δ 434.

6

.

179

καὶ ζητητέον τὸν Πορφύριον καλῶς τοῖς περὶ τούτων (de Chimaera rebusque ad eam pertinentibus) διαιτῶντα.

6

.

200

τίς ἡ αἰτία, φασὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ πᾶσι θεοῖς γενέσθαι καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν ἐκκλίνειν; καὶ πρὸς τίνα ἔχει τὴν ἀναφορὰν τὸ ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
5 ἤτοι ὁ καππεδίον τὸ ἀλήιον οἶος ἀλᾶτο; τόν θ’ ἑαυτοῦ πρόγονον πῶς οὐκ ἀφρόνως ὁ Γλαῦκος ἀπεχθῆ γενέσθαι θεοῖς καταγγέλλει ἀφ’ οὗ τὴν τῆς ξενίας φιλίαν καταβάλλεσθαι ἔμελλε; ῥητέον δὲ ὅτι οὐδέπω γνωρισθεὶς ὁ Γλαῦκος Διομήδει, ὡς προγονικὴν
ἔχων πρὸς αὐτὸν φιλίαν, ὑπεύθυνός ἐστιν ἁπλοϊκώτερον διηγούμενος94 in vol. 1
10τὰ κατὰ τὸν πάππον καὶ ἀληθέστερον μᾶλλον ἢ κεχαρισμένως, ὥσπερ δ’ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα τοῦ Διομήδους καθαιρῶν· Τυδείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοιήδε καὶ ἀνδρῶν· φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ὣς ἀνδρὸς γενεὴ ἠμὲν φύει ἠδ’ ἀπολήγει (v. 145—49), οὕτω
15καθαιρεῖ δι’ οἰκείων παραδειγμάτων· ἢ μήποτε, τῶν καθόλου ῥηθέντων ἐν τοῖς πρόσθεν, πίστις ἡ περὶ τὸν πρόγονον μεταβολὴ ἐκ τοσαύτης ἀρετῆς καὶ εὐδαιμονίας γενομένη. ἐκεῖνο δὲ πάλιν, ὅπερ ἔπρεπε τῷ ἀπογόνῳ, **** γεγονέναι τὴν συμφοράν, οὐκ ἀπεκάλυψε. μήποτ’ οὖν, ὥς φαμεν ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀναφορὰν εἰς τὰ καθόλου περὶ
20τῶν ἀνθρώπων ῥηθέντα, ὡς θάλλει τε ὁμοῦ καὶ πάλιν μαραίνεται —κἀκεῖνος οὖν, ὅτε τὰ ἀνθρώπινα πάσχειν ἔμελλε καὶ ταῖς τύχαις ἐν‐ ίσχεσθαι ταῖς ἀνθρωπίναις, μεταβέβληκεν—, ἐπειδὴ τὰς μὲν εὐτυχίας εἰώθασιν ἀναφέρειν εἰς τὸ θεοφιλές, τὰς δὲ δυστυχίας εἰς ἀπέχθειαν θεοῦ, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ Βελλεροφόντου εἰκότως εἰς
25ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ πολλή τις ἡ κατ’ αὐτὸν μεταβολὴ γέγονε, δηλοῖ ἃ καταλέγει δυστυχήματα αὐτοῦ· Ἴσανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἄρης μαρνάμενον Σολύμοισι κατέκτανε, Λαοδάμειαν δὲ τὴν θυγατέρα χωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. οὐκ ἀπ‐ εικὸς οὖν ὑπερπαθήσαντα αὐτὸν ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον
30γενέσθαι καὶ πενθοῦντα ἀνακαλεῖσθαι τοὺς θεοὺς ὡς θεομισῆ γενόμενον. ἅπερ οὖν ἐκεῖνος δυστυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτ’ εἰς τὰ γένη ὡς διαδοθέντα εἰκὸς ἦν μὴ ἀγνοῆσαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ τέκνα φάναι τὸ τῆς λύπης μέγεθος γενέσθαι ἢ νόσῳ ἀνενέγκαι τὴν αἰτίαν τῇ τῶν μελαγχολώντων, οἳ φιλέρημοι γίνονται καὶ τὰς λεωφό‐
35ρους ἐκτρέπονται λυπούμενοι ἐπὶ μηδενὶ λύπης ἀξίῳ. Ἀντίμαχος δὲ
ἐν τῇ Λύδῃ, ὅτι τοὺς Σολύμους ἀνεῖλε θεοῖς ὄντας προσφιλεῖς, διὰ τοῦτο μισηθῆναι αὐτόν φησιν ὑπὸ τῶν θεῶν. Λέων δέ, ἐν τοῖς Χρυ‐ σαορικοῖς γεγράφθαι φησίν, ὡς ἀπήχθετο πᾶσι θεοῖς ****** Προίτῳ μὲν διαβεβλημένος ὑπὸ τῆς γυναικὸς ἀδίκως, Ἰοβάτῃ δὲ ἢ Ἀμφιάνακτι95 in vol. 1
40ἐκ τῶν γραμμάτων· τούτῳ δ’ ἀκόλουθον καὶ τὸ πάτον ἀνθρώπων ἀλεείνων. φασὶ δὲ τοὺς ὕστερον Πισίδας κληθέντας Σολύμους πρό‐ τερον κεκλῆσθαι.

6

.

201

*B (=ζητ. Vat. 11) v. in extrema operis nostri parte.

6

.

234

διὰ τί ὁ μὲν Γλαῦκος προήχθη εἰς φιλοτιμίαν τοῦ ἀλλάσσειν τὰ ὅπλα χρυσᾶ ὄντα πρὸς Διομήδην, ὁ δὲ ποιητὴς ἐπιτιμᾷ ὡς οὐ δέον οὐδ’ εἰ φίλος εἴη, προΐεσθαι πλείονος ἄξιον; προγόνων ὁ Γλαῦκος φιλοτιμίαν ἐξηγησαμένου Διομήδους ἀκούσας
5οὐκ ᾠήθη δεῖν ἐλαττοῦσθαι ταύτης· Οἰνεὺς γάρ ποτε δῖος ἀμύ‐ μονα Βελλεροφόντην ξείνις’ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ ἐρύξας· οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήια καλ· Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντης δὲ δέπας ἀμφικύπελλον (v. 216—220). ταῦτ’ οὖν ἀκούσας ὁ Γλαῦκος
10προήχθη εἰς φιλοτιμίαν προγονικήν· ὡς γὰρ Βελλεροφόντης ζωστῆρος οὐκ ἀπηξίωσε χρυσοῦν ἔκπωμα δοῦναι καὶ ὅλως χρύσεον δεδώρηται τῷ ξένῳ, οὕτω καὶ αὐτὸς χρυσὸν ὃν εἶχε περικείμενον δοῦναι προήχθη, ἀκού‐ σας παρὰ τοῦ φοβερωτάτου Διομήδους τῶν τότε· τῷ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
15 εἰμ, σὺ δ’ ἐν Λυκί, ὅτε κεν τῶν δῆμον ἵκωμαι (v. 224), καὶ προσέτι εἰπόντος τοῦ Διομήδους τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν, ὅτι ξεῖνοι πατρώιοι εὐχόμεθ’ εἶναι (v. 230. 31). μικρολογίας γὰρ ἦν αἰτηθέντα τοῖς μὲν ἄλλοις ὑπακοῦσαι, ἀντειπεῖν δὲ
20πρὸς τὰ δῶρα. ὁ ποιητὴς δέ, φησὶν Ἀριστοτέλης, οὐχ ὅτι τὰ πλείονος ἄξια ὄντα προήκατο ἐπιτιμᾷ, ἀλλ’ ὅτι ἐν πολέμῳ καὶ χρώμενος προΐετο. οὐδὲν γὰρ ἀλλοιότερον, ὥσπερ ἂν εἰ ἀπέβαλε τὰ ὅπλα· ἐπιτιμᾷ οὖν ὅτι κρείττω προΐετο οὐκ εἰς τιμὴν ἀλλ’ εἰς χρῆσιν· ἀναγκαῖον δὲ τοῦτο
25δηλῶσαι εἰπόντα τὴν ἀξίαν.
τινὲς δ’ οὐ καταμέμφεσθαί φασιν ἐν τῷ φάναι Κρονίδης δὲ φρένας ἐξέλετο Ζεύς· τὸ γὰρ ἐξελεῖν δηλοῖ καὶ τὸ εἰς μέγα ἆραι καὶ αὐξῆσαι, ὡς ἐν τῷ κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν (Π 56)·96 in vol. 1
30δηλοῖ γάρ· ἣν εἰς τιμὴν γεραίροντές με δεδώκασι καὶ τὸ γέρας μου αὔξοντες· γέρας γὰρ ἔξελον ἐξαίρετον ποιοῦντες. τὰ δὲ γινόμενα ὡς ἐπὶ τὸ πολὺ θεοῖς εἰώθασιν ἀνάπτειν. τὸ μέντοι ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου (Ζ 226) ἀντὶ τοῦ ἐν ὄψει πάντων, ὡς εἰδέναι αὐτοὺς ὅτι ξένοι ἀλλήλων ἐσμέν, ἢ μὴ μόνον ἀλλήλων φειδώ‐
35μεθα ἀλλὰ καὶ οἱ ὅμιλοι ἡμῶν. ἀλλ’ οὗτοι μὲν διὰ προγονικὴν φιλίαν τὸν πρὸς ἀλλήλους ἐσπείσαντο πόλεμον, Σαρπηδὼν δὲ καὶ Τληπόλεμος συγγενεῖς ὄντες καὶ τοῦτο γινώσκοντες συνελθόντες διὰ θανάτου ἐκρί‐ θησαν, τοῦ μὲν ἀποθανόντος τοῦ δὲ τρωθέντος (Ε 655 sqq.). οὕτως ἡ λεγομένη συγγένεια πρὸς φιλίαν οὐδὲν συνεργεῖ.
40 ἄλλως. ἀσύμφορον δοκεῖ εἶναι ἄφρονας καλεῖν τοὺς λαμπροὺς τὰς ψυχὰς καὶ ἀποκλείειν τὰς μεγαλοψυχίας τῶν ξένων πρὸς ἀλλήλους. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσι, τὸ ἐξέλετο ἀποδιδόντες τὸ ἐξαί‐ ρετον καὶ ἔκκριτον ἐποίησε, βιαίως πως. οἱ δὲ περίφρασιν εἶναι· Γλαύκῳ φρένας ἐξέλετο· μὴ γὰρ ἀμειψάμενος ἀλλ’ ἀπειθήσας
45ἀνῃρέθη ἄν, πολὺ βιαιότερον ἀποδιδόντες. οἱ δὲ πρὸς τὸν καιρόν, ὅτι ὁ χρυσὸς ἐπιτηδειότερος πρὸς τὸν πόλεμον διὰ τὸ στίλβον τῶν ὅπλων.
ἐμοὶ δὲ οὐδ’ οὕτως καλῶς ******* καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ (Ι 502. 3).97 in vol. 1

6

.

234

(50)

εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλε‐ ροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν, ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ γινόμενος ἰδιόξενος τοῦ παναρίστου Διομήδους. τὸ δὲ ἐξ‐ έλετο ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλότητι. ἢ μᾶλλον αἰτιᾶται αὐτὸν ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει αὐτὸν λαμπροτέροις ὅπλοις. ἢ ὡς Ἡφαι‐
55στότευκτα. ἤ, ὡς Πίος, ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα ὡς μὴ ἐξ ἴσου ἀπηλλαγμένον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν πολεμίων ὁρμή.

6

.

235

καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος, πρὸ μικροῦ τῶν Τρώων παρασπονδησάντων (Δ 104 sqq.); τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος, ὡς οἱ περὶ Ἕκτορα, ἤμειψαν (Η 303—5). οὐ γὰρ τὴν ἀσπίδα πρὸς χάριν ἐδίδουν· ἢ γὰρ ἂν προὔκρινε τὴν
5Αἴαντος Ἕκτωρ, εἰ ἐδίδοτο, ὑπερτέρως ζωστῆρος.

6

252col1

Vatic. ζητ. ιζʹ (potius XVIII). πρόσσχες δή μοι καὶ τού‐ τοις, εἰ προσήκουσαν παρ’ ἡμῶν λαμβάνει τὴν λύσιν·
5 ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσ‐ άγουσα, θυγατρῶν εἶδος ἀρί‐ στην. τὸ εἰσάγουσα οὐκ ἔστι κατὰ τὸ
10σύνηθες, οἷον εἰσφέρουσα· οὐ γὰρ εἰσάγειν μεθ’ ἑαυτῆς λέγει τὴν Λαο‐ δίκην ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσ‐ πορευομένην, ᾗ ὁμοιωθεῖσα ἡ Ἀφρο‐ δίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος
15ἐξήγαγεν· εἰδομένη γάρ φησι γαλό, Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην (Γ 122—24). νομίζουσα οὖν ὄντως εἰς τὸ τεῖχος
20ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγ‐ μονήσουσα. τύμβον ἀμφὶ πυρὴν ἕνα ποίεον ἐξαγαγόντες ἄκρι‐
25τον ἐκ πεδίου (Η 435. 36). τῷ ἐξαγαγόντες ὁμοίως τῷ εἰσ‐ άγουσα κέχρηται, ὡς γὰρ τοῦ ... .................... .... τὸ ἐξαγαγόντες ἐκπορευ‐
30θέντες τοῦ πεδίου. ἕνα ...... .................... ..... μὴ καθέκαστον τῶν τεθνη‐
κότων διακρινομένων.Column end

6

252col2

*B f. 86b ad ἐσάγουσα h. v., L f. 133b ib., Π: πρόσσχες μοι καὶ τούτοις, εἰ προσήκουσαν παρ’ ἡμῶν λαμβάνει τὴν λύσιν·
5 ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσ‐ άγουσα, θυγατρῶν εἶδος ἀρίστην. τὸ ἐσάγουσα οὐκέτι κατὰ τὸ σύν‐
10ηθές ἐστιν, οἷον εἰσφέρουσα (οὐ γὰρ ἐσάγειν μεθ’ ἑαυτῆς λέγει τὴν Λαοδίκην), ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομένη· εἰσῄει γὰρ πρὸς Λαοδίκην, ἀλλ’ ἐπεὶ ταύτῃ ὁμοιω‐
15θεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· εἰδομένη γα‐ λόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης ἔσχε κρείων Ἑλικάων, Λαοδίκην· νομίζουσα98 in vol. 1
20γὰρ ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσασα. L f. 155a, Π (ad Η 336): εἰς τὸ τύμβον δ’ ἀμφὶ πυρὴν
25ἕνα χεύομεν ἐξαγαγόντες. ὁμοίως τῷ εἰσάγουσα θυγατρῶν εἶδος ἀρίστην κέχρηται. ὡς γὰρ τοῦτο σημαίνει τὸ εἰσπορευομένη, οὕτως τὸ ἐξαγαγόντες τὸ ἐκ‐
30πορευθέντες τοῦ πεδίου. ἕνα τύμ‐ βον πάντων ἄκριτον ἐποιήσαντο, τουτέστι μὴ καθέκαστον τῶν τεθνη‐ κότων διακρινόμενον. τὸ δὲ ἄκρι‐ τον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώρι‐
35στον, ὅμοιον τῷ λοιπῷ πεδίῳ.Column end

6

.

260

v. 265, p. 101.

6

.

265

ζητεῖται πῶς ποτε ἐναντία ἑαυτῷ ὁ ποιητὴς λέγει· προει‐
πὼν γὰρ ἀνδρὶ κεκμηῶτι μένος μέγα. οἶνος ἀέξει (Ζ 161) νῦν ἐπάγει μή μ’ ἀπογυιώσης μένεος ἀλκῆς τε λάθωμαι. ἡ μὲν οὖν ὑπὸ πολλῶν γενομένη λύσις τοῦ ζητήματος τοιαύτη, ὅτι ἕτερόν ἐστι99 in vol. 1
5πρόσωπον Ἑκάβης τὸ λέγον ὠφέλιμον εἶναι τὸν οἶνον, ἕτερον δὲ τὸ τοῦ Ἕκτορος τὸ ἀρνούμενον· οὐδὲν δὲ θαυμαστὸν εἰ παρὰ τῷ ποιητῇ ἐναντία λέγεται ὑπὸ διαφόρων φωνῶν. ὅσα μὲν γὰρ ἔφη αὐτὸς ἀφ’ ἑαυτοῦ ἐξ ἰδίου προσώπου, ταῦτα δεῖ ἀκόλουθα εἶναι καὶ μὴ ἐναντία ἀλλήλοις· ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ εἰσιν ἀλλὰ τῶν
10λεγόντων νοεῖται, ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφωνίαν, ὥσπερ καὶ ἐν τούτοις. ἡ μὲν γὰρ Ἑκάβη οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν ταύτης ἐστὶ τῆς γνώμης, ὁ δὲ Ἕκτωρ μάλιστα ἐπιστάμενος ἀντιλέγει. ἔπειτα καὶ ἡ μὲν πρεσβῦτις ἦν, χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη— ἐπωφελὴς γὰρ ταύτῃ ἐστὶν ὁ οἶνος θερμὸς ὢν καὶ ὑγρὸς ψυχρᾷ οὔσῃ
15καὶ ξηρᾷ καὶ ἀναρρώννυσιν αὐτήν—, ὁ δὲ Ἕκτωρ νέος ἦν καὶ ἀκμαῖος. ἄμεινον δέ ἐστιν ἐκεῖνο λέγειν καὶ δεικνύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις, ὅτι ἐπὶ παντὸς πράγματος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτως οὖν καὶ ἐπὶ τούτου· τῷ μὲν γὰρ μέτρια πεπονηκότι
20πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει, τὸν δὲ πάνυ κεκμηκότα σφάλλει· ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ μόνον δὲ ὑπὸ τοῦ πολέμου ἀλλὰ καὶ ὑπὸ τοῦ ἐπὶ τὴν πόλιν δρόμου. ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενὸς ἐγέγευστο· ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον συμβάλλεται εἰς δύναμιν, ὥσπερ
καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής·100 in vol. 1
25 σίτου καὶ οἴνοιο, τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή (Ι 706), καὶ πάλιν· ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέσσι πανημέριον πολεμίζῃ καὶ τὰ λοιπά (Τ 168 sqq.). ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος, καθ’ ὑπερ‐
30βατὸν ἐξηγουμένων τινῶν οὕτως· μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, χερσὶ δ’ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι, οὐδέ πῃ ἔστι κελαινεφέι Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι, μή μ’ ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι, ἵνα ὡς μὴ καθαρὸς τὰς χεῖρας τὸν οἶνον σπένδειν θεοῖς
35παραιτῆται καὶ μὴ ὀργήν τινα παρὰ θεῶν λάβῃ διὰ τοῦτο. λύεται δὲ τὸ προκείμενον καὶ οὕτως, ὅτι τὸ μένος διχῶς κεῖται, καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς καὶ δυνάμεως. ἡ μὲν οὖν Ἑκάβη φύσει τοῦ πιόντος οἶνον τὴν δύναμιν αὔξειν λέγει, ὁ δὲ μαραίνεσθαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ πιόντος λέγει ὑπὸ τοῦ οἴνου, ὥστε μὴ κεῖσθαι ἐναντία.
40 μητρὸς ἦθος ἀναφαίνεται διὰ τούτου (Ζ 258 sqq.)· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ σπείσῃς εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή (Ι 706)· ὁ δέ, ἐπεὶ πραΰνει
45ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει, τῶν νεύρων καθαπτόμενος, ὥς φησι Λύκος. ἢ ὅτι μετέωρον ἔχει τὸ πνεῦμα, ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖος. ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρα‐ τηγοὺς δὲ τῆς φρονήσεως ὑπεκλύει, μόνους δὲ τοὺς ἀποκαμόντας ὠφε‐

6

.

265

(50)

λεῖ, ὁ δὲ ἔτι ἰσχύει. ἢ ἐν ὑπερβατῷ ἐστι· χερσὶ δ’ ἀνίπτοισιν Διὶ λείβειν ἅζομαι, μή μ’ ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι. ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπι‐ βλαβής.

6

.

266

ἄμφω τὰς προτάσεις Ἑκάβης παραιτεῖται ὁ Ἕκτωρ. ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευσάσης, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις. ἀλλ’ οὐ τοῦτο ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ ὅλον ἀπολούεσθαι σῶμα, ὅπερ οὐκ εὐχερὲς101 in vol. 1
5Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· Ζεῦ ἄλλοι τε θεο, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ’ ἐμόν, ὡς καὶ ἐγώ περ (v. 476. 77); οὐκ ἔστι τοίνυν ἐναντίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.

6

.

273

πῶς ὀρθοῦ ὄντος τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούνασι θεῖναι παρακλεύεται· τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠυκόμοιο; καί τινες μὲν οὖν φασιν ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται· οἱ δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα, ὡς ἐπὶ τοῦ ἐυκνήμιδες Ἀχαιοί. οἱ
5δέ, ὅτι γούνατα καὶ τὰς ἱκετείας λέγει· φησὶ γὰρ ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται (α 267), τουτέστιν ἐν τῇ τῶν θεῶν ἱκετείᾳ καὶ δεήσει. θεῖναι οὖν Ἀθηναίης ἐπὶ γούνασι τουτέστιν ἐπὶ τῇ λιτανείᾳ καὶ δεήσει θεῖναι τὸν πέπλον. οἱ δὲ ὅτι τῇ ἐπί ἀντὶ τῆς παρά εἴωθε χρῆσθαι, ὡς τὸ ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη φιλότητι (Ζ 25)
10ἀντὶ τοῦ παρὰ τοῖς ὄεσσι, καὶ ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο (ζ 52) ἀντὶ τοῦ παρὰ τῇ ἐσχάρῃ. οὕτω γοῦν καὶ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ γούνασιν Ἀθηναίης.

6

.

293

οὐ πρεπόντως, φησὶν, ἐκ τῆς Ἀλεξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλ’ οὔτε Ἑλένης ὁ πέπλος ἐστὶν οὔτε ἐκ Λακε‐
δαίμονος αἱ γυναῖκες.102 in vol. 1

6

.

326

ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας—οὐ γὰρ ὡς ἀσθε‐ νοῦς ἀλλ’ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ—καί φησιν· οὐχ ὑγιῶς ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνίουσιν, ὡς θελησάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν
5οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλ’ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης λοι‐ δορεῖσθαι. ἤτοι οὐ καλῶς νῦν τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχεις, ὅτι πρὸς σὲ λυπούμενοι παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἅπερ ἔλαβες, οὐδὲ ἐν καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶς νῦν ὀργίζῃ ἡγούμενος τοὺς Τρῶας
10ἀγανακτεῖν κατὰ σοῦ.

6

.

359

*B f. 89a ad κορυθαιόλος (=ζητ. Vat. 3) inter quaestiones sub finem operis edendas referetur.

6

.

413

διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισμὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσι καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν.

6

.

420

ad Θ 1 extr.

6

433-436

οὐ πρέποντα μὲν τὰ τῆς ὑποθήκης γυναικί. ἀλλ’ εἰ καὶ γυναικὶ μὴ πρέπει, ἀλλά γε τῇ Ἀνδρομάχῃ, ἐπεὶ καὶ τὸ ἱπποκομεῖν οὐ γυναικός, ἡ δὲ Ἀνδρομάχη καὶ τοῦτο ποιεῖ (Θ 187—190), ὡς καὶ
φίλανδρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα.103 in vol. 1
5 .... διὰ τί δὲ, φασὶν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν δὲ ὅτι συνεῖδεν· ἐμοὶ γάρ φησι τάδε πάντα μέλει, γύναι (Ζ 441).

6

.

488

ἐζήτησάν τινες, πῶς ἐνταῦθα ἀπαράβατον λέγει τὴν μοῖραν ὁ ποιητής, ἐν δὲ τῇ Ὀδυσσείᾳ παραβατὴν ὑφίσταται, ὅταν λέγῃ (α 35)· ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρείδαο γῆμ’ ἄλοχον.
5λύεται δὲ τοῦτο ἐκ τοῦ δείκνυσθαι ὅτι τριχῶς ἡ μοῖρα παρὰ τῷ ποιητῇ λέγεται· ἡ εἱμαρμένη, ἡ μερὶς καὶ τὸ καθῆκον. ὅταν οὖν λέγῃ (γ 66) μοίρας δασσάμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα, τὰς μερίδας λέγει. ὅταν δὲ λέγῃ (Ε 83) ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή,
10τὴν εἱμαρμένην σημαίνει. ὅταν δὲ ἐπὶ τῶν Τρώων φευγόντων λέγῃ· οὐ κατὰ μοῖραν τάφρον διεπέρων (Π 367), οὐ κατὰ τὸ καθῆκον διεπέ‐ ρων τὴν τάφρον λέγει, ἀλλ’ αἰσχρῶς. καὶ ἐπὶ τῶν οὖν προκειμένων ἐν μὲν τῷ μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀν‐ δρῶν τὴν εἱμαρμένην λέγει, ὅταν δὲ ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ
15μόρον, οὐ τὸ σημαῖνον τὴν εἱμαρμένην λέγει, ἀλλὰ τὸ ὑπὲρ τὸ καθ‐ ῆκον· οὐ γάρ ἐστι νῦν πρέπον οὐδὲ καθῆκον τὰς ἄλλοις νόμῳ συνῳκι‐ σμένας φθείρειν γυναῖκας. ἄλλως τε οὐκ ἐκ τοῦ ποιητοῦ οἱ λόγοι, ἐκ προσώπων δὲ διαφόρων εἰς μίμησιν παραληφθέντων. ποτὲ μὲν γὰρ λέγει πρὸς Ἀνδρομάχην ὁ Ἕκτωρ, ποτὲ δὲ ὁ Ζεύς· διαφωνεῖν δὲ πρὸς
20ἄλληλα οὐδὲν ἀπεικὸς τὰ διάφορα πρόσωπα. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων ὅταν λέγῃ (Β 155) ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, παρὰ τὸ καθῆκον ἀκουσόμεθα. Ὅμηρος μέντοι ἀπαράβατον τὴν μοῖ‐
ραν τὴν κατὰ τὴν εἱμαρμένην οἶδεν ἐν οἷς φησι (Ψ 80. 81)104 in vol. 1
25 καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ’ Ἀχιλλε, τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι, καὶ πάλιν (Ε 613) ἀλλά ἑ μοῖρα ἦγ’ ἐπικουρήσαντα μετὰ Πρίαμόν τε καὶ υἷας. κρατεῖν δὲ οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἀποφαίνεται, ὥς που
30καὶ ὁ Ἄρης φησὶν (Ο 117. 8) εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι, καὶ ὁ Ποσειδῶν πρὸς τὴν Ἶριν (Ο 208 sqq.)· ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
35 ὁππόταν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ἀφ’ ὧν δηλοῖ ὡς τὴν πεπρωμένην καὶ αὐτῶν τῶν θεῶν ἐπικρατεῖν γινώσκει, διὸ καὶ ὑπείκειν αὐτῇ καὶ τὸν ὑπέρτατον θεὸν Δία καὶ ἄν‐ δρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ αὐτοῦ τε υἱὸν νενο‐
40μισμένον μὴ θελῆσαι θανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ μᾶλ‐ λον αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τι‐ μῶν (Π 441. 459). διὸ καὶ Πάτροκλος (Π 849)· ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός. οὕτω καὶ περὶ Ἡρακλέους λέγει (Σ 117)·
45 οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλά ἑ μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης, καὶ ἀλλαχοῦ (Σ 328. 9)· ἀλλ’ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτ·

6

.

488

(50)

ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι. ἀλλὰ καὶ Ἥφαιστος τὰ μὲν ὅπλα δοῦναι ὑπισχνεῖται, τὴν δὲ μοῖραν παρατρέψαι ἀρνεῖται· αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι (Σ 464. 5).
55ἔστι δὲ γὰρ καὶ ἄλλα μυρία, ἀφ’ ὧν δείκνυται Ὅμηρος ἀπαράβατον λέγων τὴν τοῦ θανάτου μοῖραν. οὐ σύνθετον τὸ ὑπὲρ μόρον (α 34). μόρον δὲ τὴν μοῖραν· ἦ ῥα καὶ σὺ κακὸν μόρον ἡγηλάζεις (λ 618). καὶ πῶς ἀλλαχοῦ
φησι μοῖραν δ’ οὔ τινά φημι (Ζ 488); ῥητέον ὅτι τῆς μοίρας τὸ105 in vol. 1
60μέν ἐστι μονότροπον τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπεδείξαμεν, ὡς ἐν τῷ μήτηρ γάρ τέ μέ φησι διχθαδίας κῆρας φερέμεν (Ι 410). ..... τὸ ἀμφίβολον δὲ τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, δι’ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ τὰς εἰ μέν κ’ 〈κεν BLp〉 ἀσινέας ἐᾷς· εἰ δέ κε σίνηαι (λ 110. 12).

6

.

491

διαφέρει τὰ ἠλάκατα τῆς ἠλακάτης, καὶ ἡ διαφορὰ ἥδε· ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον, εἰς ὅπερ εἰλοῦσι τὸ ἔριον αἱ νήθουσαι, ἠλάκατα δὲ αὐτὰ τὰ ἔρια τὰ περιειλούμενα τῇ ἠλακάτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, ὡς ἐν τῇ Ὀδυσσείᾳ (δ 135)·
5 ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη τε καὶ λείαν. τὰ δὲ ἐπὶ τῆς ἠλακάτης ἔρια· ἠλάκατα στρωφῶς’ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι (ζ 306), καὶ ἔτι δὲ παρ’ ἠλάκατα στροφαλίζετο (ς 315). λέγει δὲ
10καὶ χρυσῆν τὴν ἠλακάτην, ὡς τὸ (δ 130 sqq.) χωρὶς δ’ αὖθ’ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα, χρυσῆν τ’ ἠλακάτην τάλαρόν θ’ ὑπόκυκλον ὄπασσε, τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον.
15καὶ ἡ χρυσηλάκατος δὲ Ἄρτεμις ἀπὸ τῆς ὁμοιότητος καὶ τῆς κατασκευῆς τῆς ἠλακάτης εἴρηται χρυσοῦν τόξον ἔχουσα· Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα (Υ 70. 71).

6

.

523

τί γὰρ μεθίει τε καὶ τί οὐκ ἐθέλει; ἐκ τῶν προρρηθέντων ἔστι λαβεῖν. προεῖπε δέ· δαιμόνι’, οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐν‐ αίσιμος εἴη ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι. μεθ‐ ίεις οὖν τὸ ἔργον τῆς μάχης καὶ οὐκ ἐθέλεις μάχεσθαι, ὥσπερ ἐν ἄλ‐
5λοις ἐκ πλήρους ἔφη· οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ
πολέμοιο (Δ 240).106 in vol. 1

7

.

9

Δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς, ἀεὶ πρεσβύτερον λέγων Νέ‐ στορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων—μετὰ δὲ τριτάτοισιν ἄνασ‐ σεν (Α 252)—, ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γενεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος· Ἀρηιθόου γὰρ λέγει τοῦ ἐπικαλουμένου
5κορυνήτου παῖδα εἶναι Μενέσθιον, ὑπὸ δὲ Λυκούργου φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα, γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆ‐ ναι νέου ὄντος· φησὶ γὰρ γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων (Η 153). ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηίθοος ἐνιαυσιαῖον ἐάσας
10τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γὰρ πέφνε δόλῳ οὔτι κράτεΐ γε (Η 142)· ὀλίγον δὲ ἐπιβιοὺς δύ‐ ναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος ἀναιρεῖται νέου ὄντος, ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν
15ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. ἢ τῇ τοῦ ὀνόματος ὁμω‐ νυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηίθους Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς. ἀδύνατον Μενέσθιον τοῦ κορυνήτου υἱὸν ὄντα πολεμεῖν. πρεσβύ‐ τερος γὰρ ἂν εἴη Νέστορος, εἴγε τὸν κορυνήτην Λυκοῦργος ἀνεῖλεν,
20εἰ γηράσας δὲ οὗτος Ἐρευθαλίωνι κατέλιπε τὴν κορύνην, τοῦτον δὲ Νέστωρ νεώτατος ὢν ἀνεῖλεν (Η 142—154). ἡ δὲ λύσις ἀπὸ τῆς λέ‐ ξεως· ὁμώνυμος γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φησὶν (Η 138) ὁ κορυνήτης, οὐ τὸν Μενέσθιον λέγει ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεσθίου πατέρα, ὥστε εἶναι τὸν κορυνήτην πάππον τοῦ Μενεσθίου.

7

.

44

...... διὰ τί δὲ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέ‐ σασθαι; ὅτι ἡττηθεὶς ἔμελλεν ἀπιέναι.

7

.

93

διὰ τί προκαλουμένου Ἕκτορος εἰς μονομαχίαν οἱ μὲν ἄλλοι ἄρι‐ στοι αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι (Η 93), Μενέ‐
λαος δὲ πρῶτος ἀνίσταται καὶ μεμψάμενος τοὺς ἄλλους κατεδύσατο τεύχεα καλὰ (v. 103) μάχεσθαι προθυμούμενος, ὅτε δὲ προτραπέντες οἱ107 in vol. 1
5ἐννέα ἀνίσταντο, οὐδαμοῦ οὗτος ἐν τούτοις εὑρίσκεται, ἀλλ’ Ἀγαμέμνων καὶ Διομήδης καὶ οἱ Αἴαντες καὶ Ἰδομενεὺς καὶ Μηριόνης καὶ Εὐρύ‐ πυλος καὶ Θόας καὶ Ὀδυσσεύς (v. 161 sqq); φησὶ δὲ ὁ Ἀριστοτέλης, ὅτι ἅπαξ ἀκούσας μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μά‐ χεσθαι Ἕκτορι (v. 111) οὐκ ἔμελλεν αὖθις ἀνίστασθαι, καὶ ὅτι τὸ
10πρότερον ἐκ φιλονεικίας ἡ ἀνάστασις, καὶ ὅτι ἤδη μονομαχήσας ἐτύγ‐ χανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶς ἀπαλλάξας, καὶ νεωστὶ ἐτέτρωτο ὑπὸ Πανδάρου, καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐν ᾧ τὸ τέλος ἤρτητο τοῦ πολέμου· ἐπὶ γὰρ Ἀλεξάνδρου ἴσον ἦν τὸ τοῦ κινδύνου.

7

.

101

πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος; φαμὲν ὅτι ἀσφαλέ‐ στερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰσιέναι εἰς μονομάχιον 〈μονο‐ μαχίαν Lp〉.

7

.

107

διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ (Γ 39 sqq.), τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντος ἡδέως οἱ Τρῶες εἶχον, τὸν δὲ ὡς ἀδικούμενον ἐλεοῦσιν.

7

.

125

..... ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παρα‐ λαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. ἔστι δὲ ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ὑμῶν; ἅμα δὲ καὶ ὑπομιμνή‐
5σκει Ἀγαμέμνονα Ἀχιλλέως, ὅτι ὁ νῦν προκαλούμενος πάντας, ὄφρ’ Ἀχιλλεὺς μετ’ Ἀχαιοῖσιν πολέμιζεν, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ (Ι 352)· ἐπαχθὲς γὰρ ἦν οὕτω σα‐ φῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς λιτάς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρόνιος, τοῦ Πηλέως
10οὕτως πρὸς τοὺς Ἕλληνας διακειμένου. ὑποθωπεύει δὲ λεληθότως τὸν Ἀχιλλέα.

7

.

171

..... ἀνοήτως δὲ, φασὶν, ἐπὶ κλῆρον ἔρχεται· δέον γὰρ ἑλέσθαι τὸν ἄριστον πάντων, ὅπου τοιοῦτος ὁ κίνδυνος ἦν, τὸν δὲ φαυλότατον ἐᾶσαι. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα μὴ ἑνὸς προκριθέν‐ τος ὑβρισθῶσιν οἱ λοιποί. τῷ τε πολεμίῳ ἐνδείκνυται, ὅτι οὐχ ἕνα
5μόνον οἴεται ἀξιόχρεων εἰς τὴν πρὸς αὐτὸν μάχην. καὶ ἵνα μήτε νι‐
κήσας τὸν ἄριστον δοκῇ νενικηκέναι ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, μήτε λειφθεὶς ὑπὸ τοῦ ἀρίστου λελεῖφθαι ἀλλ’ ὑπὸ τοῦ λαχόντος τὸν κλῆρον. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής.108 in vol. 1

7

.

175

Ζ 168.

7

.

185

v. ad Ζ 168.

7

.

229

διὰ τί ὁ Αἴας τῷ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλλέως μῆνιν; οὐδεμία γὰρ ἀνάγκη ἦν οὐδὲ φρονίμου ἀνδρὸς τὰ παρ’ αὐτοῦ κακὰ τοῖς πολεμίοις ἐξαγγέλλειν, ἢ ὅτι ἐγίνωσκον οἱ Τρῶες τὴν μῆνιν Ἀχιλ‐ λέως ὑποδεῖξαι πάντως· ὁ γὰρ Ἀπόλλων ἐδήλωσεν αὐτοῖς ἐν οἷς φη‐
5σιν (Δ 512. 13)· οὐ μὰν οὐδ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠυκόμοιο μάρναται, ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. εἰ δ’ ἀγνοοῦσι τὴν ὀργὴν οἱ Τρῶες, καὶ οὕτως τὸ τῆς δηλώσεως ἀναγ‐ καῖον, μὴ ἐν τῷ λοιμῷ τεθνηκέναι νομίσωσιν αὐτόν. λύσις. Ἀριστοτέ‐
10λης δέ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ ἄλλους αὑτοῦ εἶναι κρείττους. εἶτα εἰπὼν νῦν δὴ σάφα εἴσεαι οἰόθεν οἶος, οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι, καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα (Η 266 sqq.),
15ἵνα καταπλήξῃ τῆς Ἀχιλλέως ἀρετῆς ἀναμνήσας, ὃν ἐδόκει πεφοβῆσθαι, εἰκότως ** πέπονθεν Ἀχιλλεύς. τὸ γὰρ μετ’ Ἀχιλλῆα ἀμφίβολον, πότερον μετὰ τὴν ἐκείνου τελευτὴν ἢ μετὰ τὴν ἐκείνου ἀρετὴν ἢ καθ‐ άπερ ἐκεῖνος ἦν καὶ ἄλλοι εἰσίν. ἀναγκαῖον οὖν δηλῶσαι τί πέπονθεν Ἀχιλλεύς, καὶ ὅτι μηνίων οὐ πάρεστιν ἀλλ’ οὐχὶ τεθνηκὼς ἢ ἀποπλεύ‐
20σας, ἀλλ’ ὅτι ἐν νηυσὶ κορωνίσι μηνίων. ὀργὴ δ’ ἐν ἀγαθοῖς ἀνδράσιν εὐδιάλυτον.

7

.

276

ὁ μὲν Ἰδαῖος εἰκότως προσέρχεται, τὸν Ἕκτορα σώσων κιν‐ δυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὡρμῆσθαι λέγει, ἔνθα μάλιστα τύχης, οὐ τέχνης καὶ ἰσχύος,
5κρίσις τὸ πλεῖστον ἔχει· ἀπὸ ἴσου γὰρ ὁρμῶνται. ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον. ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα. κατὰ τὸ σιωπώμενον δὲ οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.109 in vol. 1

7

.

298

αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. ἀγῶνα. ἀγῶνα λέγει καὶ τὸν τόπον· λείηναν δὲ χορὸν 〈χῶρον cod.〉 καλὸν δ’ εὔρυναν ἀγῶνα (θ 260) καὶ Ἀργεῖοι δ’ ἐν ἀγῶνι καθήμενοι (Ψ 448), καὶ τὸ ἄθροισμα δέ· Ἥρη 〈ηρη cod.〉 μὲν μετ’ ἀγῶνα
5νεῶν (Υ 33), καὶ τὸ πλῆθος· λῦτο δ’ ἀγών (Ω 1), καὶ τὸ ἆθλον. θεῖον οὖν ἀγῶνα νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεὼν 〈νέων cod.〉, ἤτοι θεῖον τόπον ὄντα καὶ θεῖον ἄθροισμα περιέχοντα, διὰ τὸ πολλῶν θεῶν ἀνατίθεσθαι ἐν αὐτῷ ἀγάλματα. εὐχόμεναι δὲ ἐμοί, οὐχ ὑπὲρ ἐμοῦ, ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ’ οὐχ ὑπὲρ τοῦ χείρονος 〈ὑπὲρ αὐτοῦ
10ὡς χείρονος ?〉 νῦν (Σ 376) τὸν ναὸν λέγει. ἀγὼν δὲ σημαίνει εʹ· τὸν τόπον, ὡς τὸ λείηναν δὲ χορὸν 〈Vill.; cod. χῶρον〉 καλὸν δ’ εὔρυναν ἀγῶνα, τὸ ἄθροισμα· ἦλθε μετ’ ἀγῶνα νεῶν 〈Bkk.; cod. νέων〉 καὶ Παλλὰς Ἀθήνη, τὸ πλῆθος, ὡς τὸ λῦτο 〈λύτο cod.〉 δ’ ἀγών,
15τὸ ἆθλον, ἀγῶνος ἆθλα. τὸν ναόν, ὡς ἐνταῦθα καὶ αἵ τέ μοι εὐχό‐ μεναι θεῖον δύσονται ἀγῶνα.

7

.

336

Ζ 252.

7

.

433

v. in fine operis.

7

.

436

v. ad Ζ 252.

8

.

1

Ἠώς διάφορα σημαίνει· τήν τε σωματοειδῆ θεὸν διὰ τὸ φάναι τὸν
ποιητὴν Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο ὤρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι,110 in vol. 1
5(Λ 1. 2), καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν (Θ 1), καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ (Θ 66),
10καὶ τὴν ὅλην ἡμέραν, καθ’ ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνα‐ τολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος, τὸ παρ’ ἡμᾶς διεξιὼν ἡμισφαίριον, ὡς τὸ οἵ ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι
15(Ν 793), καὶ ἤματι τῷ προτέρ, ὅτ’ ἐμαίνετο φαίδιμος Ἕκτωρ (Φ 5), καὶ τὸ συναμφότερον ἡμέραν τε καὶ νύκτα, καθ’ ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ
ἠὼς δέ μοί ἐστιν
20 ἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθα (Φ 80), καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον· ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος [οὐδ’ ὅπη ἠὼς] οὐδ’ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶς’ ὑπὸ γαῖαν,
25 οὐδ’ ὅπῃ ἀννεῖται (κ 190 sqq.)· νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσάρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἅπερ ἀλλήλοις ἐξ
ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει. ...... καὶ ποσαχῶς μὲν ἠώς παρ’ αὐτῷ λέγεται εἴρηται· ὅτι δὲ111 in vol. 1
30ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος ἐπὶ τῆς δαίμονος λέγεται δῆλον. ἐπεὶ δὲ τὰ ἐπίθετα ἐκ τοῦ περὶ τὸ ὁρώμενον τῆς ἡμέρας καταστήματος εἴληπται, ἐξηγεῖται τὸ ἐκ ποίας μὲν καταλήψεως ἡ κροκόπεπλος, ἐκ ποίας δὲ ἡ ῥοδοδάκτυλος. φημὶ τοίνυν, ὡς διὰ μὲν τῆς τοῦ κρόκου χρόας δηλοῖ ὀλίγον τῆς ἡμέρας φῶς πολλῷ τῷ τῆς νυκτὸς μέλανι κιρ‐
35νώμενον, ὅταν δὲ λέγῃ ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς (e. c. Α 477), διὰ τῆς τοῦ ῥόδου χροιᾶς δηλοῦν αὐτὸν ὀλίγον τὸ τῆς νυκτὸς μέλαν πολλῷ τῷ τῆς ἡμέρας φωτὶ κεχρωσμένον. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον ἔστω ἐκεῖθεν· μνησθεὶς γὰρ ἑωσφόρου, ὡς νυκτὸς ἔτ’ οὔσης ἀνατέλλει, ἐπάγει αὐτῷ τὴν κροκόπεπλον ἠῶ·
40ἦμος ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς (Ψ 226. 7). (Ψ 226. 27). γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου τὸν ὄρθρον ἐπάγει τὴν ῥοδοδάκτυλον· ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.112 in vol. 1
45 ἐν δὲ τῷ ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν (Θ 1) τοῦ κίδνασθαι δηλοῦντος τὸ σκορπίζεσθαι ὡς ἐν τῷ σκί‐ δναται κατὰ στρατόν (Α 487?), δύο ταῦτα τηρήσεως ἄξια ὑπεδεί‐ κνυεν· ἓν μὲν ὅτι ἐκίδνατο ἔφη πᾶσαν ἐπ’ αἶαν, ὅπερ παράτασιν ἔχει, οὐ συντέλειαν, οἷον τὸ ἐσκεδάσθη· ἐπεὶ δὲ σφαιροειδοῦς ὄντος

8

.

1

(50)

τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα παρὰ πᾶσι κατὰ τὸ αὐτὸ ὁ ἥλιος ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡ ἡμέρα ἀνίσταται, εἰκότως ἐκί‐ δνατο ἔφη, τὴν ἐν παρατάσει ἄλλοτε πρὸς ἄλλους ἐπιβολὴν παριστὰς τῆς ἡμέρας καὶ πορείαν. ἕτερον δὲ πάλιν ἐσημειούμην, ὅτι σὺν τῷ ἀποτελέσματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται· ἡ μὲν
55γὰρ θεὸς κροκόπεπλος ὡς ἂν οὐσία ἔννους τε καὶ ἔμψυχος καὶ ἐνσώ‐ ματος, τὸ δὲ ἀπ’ αὐτῆς σκεδάννυται περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήρτησεν αὐτὴν τῷ σκεδαν‐ νυμένῳ ἀπ’ αὐτῆς φωτί, εἰπὼν αὐτὴν ἀλλ’ οὐχὶ τὸ ἀπ’ αὐτῆς φῶς σκε‐ δάννυσθαι· Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν·
60οὐ γὰρ δήποτε ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλὰ τὸ ἀπ’ αὐτῆς ἡμερινὸν φῶς. ἀλλ’ οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν. ὅτι δὲ καὶ ἐπὶ τῶν ἄλλων οἶδε τὸ ποιοῦν καὶ τὸ ἀποτελούμενον, λάμβανε πρῶτον ἐπὶ τῆς νυκτός· τὸ μὲν ἀποτέλεσμα· νὺξ δ’ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι (Η 282),
65 αἱ δέ τε νύκτες ἀθέσφατοι (ο 392), ἐκ νυκτὸς δ’ ἄνεμοι χαλεποί (μ 286), τὴν δὲ δεσπότιν· εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· τὴν ἱκόμην φεύγων καὶ
70 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδοι (Ξ 259—61). οὕτω καὶ ἥβη ἀποτέλεσμα καὶ θεὸς ταύτης προστάτις· οἳ νῶϊν ἀγάσαντο παρ’ ἀλλήλοισι μένοντες ἥβης ταρφθῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι (ψ 211), τῆς νεότητος καὶ ἀκμῆς τῆς ἐν νεότητι σφριγώσης· ὄφρ’ ἥβῃ τε πε‐
75ποίθεα χερσί τ’ ἐμῇσιν (θ 181), οὐδέ τι ἥβης δεύεται (θ 136)· ἐπὶ γὰρ πάντων τὰ ἀποτελέσματα λέγεται. ἐπὶ δὲ τῆς θεοῦ· μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει (Δ 2), τὸν δ’ Ἥβη λοῦ‐ σεν (Ε 905)· ἐν γὰρ τοῖς ἀγηράτοις θεοῖς καὶ ἀεὶ ἡβῶσιν οἰνοχόον τὴν Ἥβην καὶ ὑπηρέτιν ἐποίησεν. ἐκ τούτων λύσεις, πῶς ἀγάστονόν τε113 in vol. 1
80λέγει τὴν Ἀμφιτρίτην, ὅταν εἴπῃ (μ 96)·
καὶ εἴ ποθι μεῖζον ἔνεστι κῆτος, ἃ μυρία βόσκει ἀγάστονος ἀμφιτρίτη, καὶ πάλιν κλυτὸν ἐν οἷς φησιν (ε 421)· ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
85 ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη· κλυτὸς μὲν γὰρ ἡ θεὸς, ἡ μεγάλη δαίμων, ἀγάστονος δὲ ἡ θάλασσα. οὕτως καὶ γῆ μὲν τὸ στοιχεῖον· ἕλε γαῖαν ἀγοστῷ (Λ 425) καὶ κάπ‐ πεσεν ἐν γαίῃ, ἡ δὲ θεός· ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν (Ο 36) καὶ Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες
90259). οὕτω καὶ Στυγὸς ὕδωρ λέγει, τῆς δαίμονος, τὸ Στύγιον ἀπ’ αὐτῆς καλούμενον· καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ (Ο 37), ὥσπερ καὶ ποταμὸν λέγει δαίμονα Ἀλφειὸν καὶ Ἀξιὸν καὶ Σπερχειόν, ὧν εἶναι καὶ γένος, καὶ Ξάνθον δινήεντα. καὶ ὅταν μὴ εἴπῃ τὸ ὄνομα τοῦ θεοῦ, τὸν εὐχόμενον ποιεῖ λέγοντα· κλῦθι ἄναξ, ὅτις ἐσσί
95445)· εὔχεται δὲ τῷ ποταμῷ, ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδε θεάς, ἃς Νύμφας καλεῖ· Νύμφαι κρηναῖαι, κοῦραι Διός (ρ 240), καὶ ἄλλαι Νύμφαι ὀρεστιάδες, κοῦραι Διός (Ζ 420). οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖτο ἅπαντα.

8

.

2

ad v. 5.

8

5sqq

ἐν τῇ Διὸς δημηγορίᾳ τῇ οὕτως ἐχούσῃ·
κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, πῶς ἄξιον διὰ τὴν τῶν Ἀχαιῶν ἀρετὴν ἐκκλησίας δεῆσαι ὑπελήφθη τῷ Διί, ἐν δὲ τοῖς ἑξῆς (v. 133) καὶ ὄμβρων καὶ κεραυνῶν ἵνα ἡττηθῶσι, καλῶς114 in vol. 1
5εἴρηται καὶ ἐν ἄλλοις καὶ ὅτι βούλεται μὲν εἴργειν τῆς συμμαχίας τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, ἃς οἶδε μάλιστα τῇ γνώμῃ αὐτοῦ ἐναντιωθη‐ σομένας, κοινὸν δὲ ποιεῖται περὶ πάντων τῶν θεῶν τὸν λόγον καὶ τῶν Τρωσὶν ἐπαμυνόντων, ἵνα μὴ ταύταις ἀντιπράττειν μόναις δοκῇ. διὸ καὶ μάλιστ’ ἀποτείνεται τὸν λόγον πρὸς τὰς θηλείας· κέκλυτέ μευ
10πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, καὶ ἀπὸ τῶν θηλειῶν ἄρχεται· μήτε τις οὖν θήλεια θεὸς τόγε μήτε τις ἄρσην. καὶ μὴν κἀκεῖνο λύεται καλῶς· πῶς γὰρ ὑπεσχημένος ὁ Ζεὺς τῶν Τρώων ἐπικουρίαν οὐκ εὐθὺς ἐποίησε νικῶντας αὐτοὺς κατὰ τὴν πρώτην τῆς Ἰλιάδος ἀρχήν, ἀλλὰ νῦν μετὰ ἧτταν καὶ τοσοῦτον τῶν
15Τρώων φόνον; ἔδει γὰρ αὐτοὺς πρότερον, φασὶν, ἀντὶ τῆς τῶν ὅρκων παραβάσεως δοῦναι δίκην. ἃ γὰρ ὁ ποιητὴς ἐφρόνει, ταῦτα ποιεῖ τινα λέγοντα· λέγει γὰρ ὁ Ἀγαμέμνων· Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν,
20 τῆσδ’ ἀπάτης κοτέων (Δ 166—8). ἅμα δὲ καὶ ἠθέλησεν ἀλκιμωτέρους Ἕλληνας ἐπιδείξας τότε τοῖς Τρωσὶ τὴν παρὰ τοῦ Διὸς βοήθειαν ἐπαγαγεῖν. καὶ τὸ ὁμοειδὲς δὲ ἐφυλάξατο· ἦν γὰρ ὁμοειδὲς Τρωσὶ μάχῃ παράγειν τοὺς Ἕλληνας ἡττωμένους· ποι‐ κίλλειν γὰρ θέλει. ὅθεν ἐν μὲν τῇ προτέρᾳ μάχῃ ἀμφοτέροις βοηθοῦν‐
25τας ἐποίησε τοὺς θεούς, ἐν αὐτῇ δὲ μόνον τὸν Δία τοῖς βαρβάροις (Θ 130 sqq.), εἶτα πάλιν ἐρεῖ ἀμφοτέροισι δ’ ἀρήγεθ’, ὅπη νόος ἐστὶν ἑκάστου (Υ 25). οὕτως ἐθηρᾶτο τὸ ποικίλον. ταῦτα μὲν οὖν εἴρηται. τί δὲ δηλοῦν ἐθέλει ἀλλ’ ἅμα πάντες αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα (Θ 8. 9), οὐ πάν‐
30τως παρέστησε, ποῖα γὰρ ἔργα τελευτήσει, οὐ παρέστησεν ὁ Ζεύς, ἀλλ’ ἐν ἀσαφεῖ εἴασεν. λέγει δέ· ἃ ἐγὼ ἐργάζεσθαι μόνος βούλο‐ μαι, πρὸς ἃ καὶ παρακελεύεται μηδένα ἀντιπρᾶξαι τῶν θεῶν. ἐρ‐ γάζεσθαι δὲ ἠβούλετο εἰς τέλος ὡς Ἀχιλῆα τιμήσ, ὀλέσῃ δὲ πο‐
λέας ἐπὶ νηυσὶν Ἀχαιῶν (Β 3. 4)· ἔφη γὰρ οὐ γὰρ ἐμὸν πα‐115 in vol. 1
35λινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον, ὅ τι κεν κεφα‐ λῇ κατανεύσω (Α 526. 27)· ταῦτα οὖν ἔφη ὄφρα τάχιστα τελευ‐ τήσω τάδε ἔργα, εἰς τέλος ἀγάγω. καὶ ἡ παροιμία· μήπω μέγ’ εἴπῃς, πρὶν τελευτήσαντ’ ἴδῃς (Soph. fr. Tyr., 583b Dind.), ἤγουν μὴ θαυμάσῃς τὸν μέγα ἐπαγγελλόμενον. ἀσαφῆ δὲ ἐάσας ὅσα ἐξεπίτηδες
40ἔφη τάχιστα ἐκτελέσειν, ὡς σαφῶς εἰπὼν ἐπάγει ὃν δ’ ἂν ἐγὼν ἀπά‐ νευθε θεῶν ἐθέλοντα νοήσω καὶ τὰ ἑξῆς (Θ 10 sqq.). ὅθεν οὐκ ἔστι περισσὸν τὸ ὃν δ’ ἂν ἐγών, οὐδ’ ἐντεῦθεν ἄρχεται τοῦ λόγου, ἀλλ’ ἐκ τοῦ αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα, ᾧ ἀκό‐ λουθον ὡς δηλώσαντος τὸ βούλημα τὸ ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε
45θεῶν ἐθέλοντα νοήσω. λέγουσι δὲ κἀν τούτῳ περιττεύειν τὸ ἐθέ‐ λοντα· ἔδει γὰρ ὃν δ’ ἂν ἐγὼ νοήσω ἐλθόντα Τρώεσσιν ἀρηγέμεν. οὐκ ἔστι δὲ περισσόν, ἀλλ’ ἔστιν ἡ διάνοια· ὃν δ’ ἂν ἐγὼ νοήσω ἢ Τρώεσσι θέλοντα ἀρηγέμεν ἢ Δαναοῖσιν ἐλθόντα.

8

.

14

.... πῶς δὲ δύναταί τις ἐκεῖσε κατελθεῖν; φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν.

8

25-26

..... οἱ δὲ ζητοῦσι, πῶς πάντων περιγίνεται ὁ Ζεὺς ὁ ὑπὸ τριῶν μόνων δεθείς, καθά φησιν ἐν τῇ Α (400)· ῥητέον οὖν ὅτι ἐκεῖ μὲν ἐξ ἐπιβουλῆς ἡ ἰσχύς, ἐνταῦθα δὲ ἐκ τοῦ φανερῶς κρατεῖν.

8

39-40

ὁ νοῦς ἀσαφής, ὅντινα ἀγνοήσαντες ἠθέτησαν τὰ ἔπη. ἡ δὲ ἀσάφεια ἐκ τοῦ πρόφρονι· ἀπέδοσαν γὰρ ὡς δηλοῦντος τοῦ ποιη‐ τοῦ διὰ τοῦ πρόφρονι· οὐ κατὰ σπουδὴν ταῦτα ἀγορεύω. ἔστι δὲ οὐ τοῦτο, ἀλλὰ τῇ πρό κέχρηται ἀντὶ τῆς ὑπέρ συνήθως, ὡς ἐν τῷ ἀε‐
5θλεύων πρὸ ἄνακτος ἀμειλίκτου (Ω 734) ἀντὶ τοῦ ὑπὲρ ἄνακτος, καὶ ἐν τῷ χρείῃ ἀναγκαίῃ πρό τε παίδων καὶ γυναικῶν (Θ 57.) ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν βούλεται λέγειν. φησὶν οὖν καὶ ἐνταῦθα· οὐ καθ’ ὑπερφροσύνην οὐδ’ ὡς τύραννος λέγω ταῦτα· βού‐ λομαι γὰρ ἤπιος εἶναι καὶ πρᾶος. καὶ ὁ τοί οὖν παραπληρωματικὸς
10καὶ οὐκ ἀντὶ τοῦ σοί παρείληπται. πρέπουσα τοίνυν ἡ διάνοια ἄρχοντι βουλομένῳ ἐνδείκνυσθαι βασιλικὴν ἠπιότητα καὶ οὐ τυραννικὴν ἀγριότητα· οἱ γὰρ ῥηθέντες μετ’ ἀπειλῆς λόγοι ὑπέρφρονα θυμόν, καὶ ὃν ἐν ἄλλοις ἀγήνορα ἔφη, ἐνεδείκνυντο.116 in vol. 1

8

53-54

δεῖπνον λέγεται καὶ τὸ ἐξ ἑωθινοῦ ἀκράτισμα, ὡς νῦν ἐν τοῖς προκειμένοις, καὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ἄριστον, ὡς ἐν τῷ ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο 〈ὡπλίσατο cod.〉
δεῖπνον (Λ 86).
5καὶ πάλιν ἄριστον τὸ ἀκράτισμα· ἐντύναντο ἄριστον ἅμ’ ἠοῖ κειαμένω 〈κειμένω cod.〉 πῦρ (π 2). τὸ δὲ ἐν τοῖς προκειμένοις ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο οὐκ ἔστιν ὑπερβατόν, ὥς τινες· ἀπεθωρήσσοντο δὲ αὐτοῦ, ἀλλά φησιν ἀπὸ τοῦ δείπνου ἐθωρήσσοντο. καὶ ἔστι πεζοτέρα ἡ φράσις, καὶ διὰ τοῦτο λαν‐
10θάνει τὸ νόημα.

8

.

56

καὶ πῶς φησι πολλέων 〈alt. λ eras. B; πολέων Lp〉 ἐκ πολίων (Β 131); νῦν οὖν τοὺς ἰθαγενεῖς φησι· διὸ καὶ τὸ πρό τε παίδων καὶ πρὸ γυναικῶν (Θ 57). ἢ ἑαυτῶν ἥττους γενόμενοι διὰ τὸν θάνατον. ἀναγκαίως δὲ καὶ τὸ μέμασαν ἐπιφέρει, ἵνα μὴ
5νομίσωμεν 〈ι in ras. B〉 αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προγενομέ‐ νην ἧτταν.

8

.

58

πᾶσαι δ’ ὠίγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός. οὐ λέγει περὶ τῶν ἐν Ἰλίῳ πυλῶν μόνον ἀλλὰ καὶ περὶ τῶν ἐν τῷ ναυστάθμῳ τῶν Ἑλλήνων, οὐδὲ λαὸν τὸν Τρωικὸν μόνον, ἀλλὰ καὶ τὸν Ἑλληνι‐ κόν· τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ οἱ δ’ ὅτε δή ’ ἐς χῶρον ἕνα
5ξυνιόντες ἵκοντο (Θ 60). εἶτα ἐπάγει ὅτι συνέβαλλον παντάπασι τὰς ἀσπίδας ἀσπίσι, τὰ ἔγχη τοῖς ἔγχεσι, τὰς δυνάμεις ταῖς δυνάμεσι. καὶ ἀναλαμβάνει αὐτά· ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσιν (Θ 62)· ἔψαυον γὰρ ἀλλήλων, τουτέστιν αἱ μὲν τῶν Τρώων ταῖς τῶν Ἑλλήνων.

8

.

70

ἐν δ’ ἐτίθει δύο κῆρε. πρὸς Αἰσχύλον ψυχοστασίαν γρά‐
ψαντα καὶ τὸ κήρ ἀκούσαντα οὐκ ἐπὶ τῆς μοίρας λεγόμενον ἀλλ’ ἐπὶ τῆς ψυχῆς, ὅτι θηλυκῶς μὲν ἡ κήρ τὴν μοῖραν δηλοῖ, οὐδετέρως δὲ τὸ κῆρ καὶ περισπωμένως τὴν ψυχήν, ὃ διαιρεῖται εἰς κέαρ. εἰ δὲ ἔλεγε117 in vol. 1
5τὴν ψυχήν, οὐκ ἂν ἔφησε δύο κῆρε διὰ τοῦ ε ἀλλὰ δύο κῆρα διὰ τοῦ α. καὶ αὐτὸς δὲ ἐξηγήσατο τίς ἡ κήρ, εἰπὼν ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν· ἀντὶ γὰρ τοῦ φάναι ῥέπε δὲ ἡ κὴρ τῶν Ἀχαιῶν μεταλαβὼν ἔφη ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν. ἡ κὴρ δὲ εἴληπται οὐχ ἑνὸς τῶν Ἑλλήνων μία ἀλλὰ πάντων, οὐδὲ Τρώων ἑνὸς μία ἀλλὰ πάντων,
10διὸ καὶ ἐπάγει αἱ μὲν Ἀχαιῶν κῆρες (v. 73). ὡς ἡ ἵππος τῶν πολε‐ μίων σημαίνει τὸ πλῆθος, οὕτως ἡ κὴρ τῶν Ἑλλήνων αἱ κῆρες ἦσαν. καὶ τὸ ἐπὶ χθονὶ ἕζεσθαι (v. 73) τὸ πρὸς γῆν ῥέψαι δηλοῖ, τὸ δ’ ἐς οὐρανὸν ἀρθῆναι τὸ ὑπερτέραν γενέσθαι. συμβολικῶς δὲ λαμβάνει τὰ μὲν ῥέποντα πρὸς τὰ χθόνια θανατικά, τὰ δὲ πρὸς τὸν οὐρανὸν ζωτικά·
15ζωηφόρα γὰρ τὰ οὐράνια, θανατηφόρα δὲ τὰ χθόνια. ὅπερ ἀγνοή‐ σαντές τινες ἠθέτησαν τὰ ἔπη, ἐν οἷς φησιν αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην· Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν, νομίσαντες ὅτι τὸ ἑζέσθην δυϊκόν ἐστιν, ὡς ἀπο‐ δεξαμένων τινῶν, ὅτι ἀνὰ δύο τίθησι κῆρας εἰς τὸν ζυγόν. οὐ σημαί‐
20νει δὲ τὸ ἑζέσθην, ἀλλ’ ἀντὶ τοῦ ἕζοντο, ὡς μιάνθην αἵματι μηροί (Δ 146)· ἀντὶ γὰρ τοῦ ἐμιάνθησαν ἐπὶ πληθυντικοῦ κεῖται· εἰ γὰρ ἦν ἐπὶ δυϊκοῦ, ἔφη ἂν μιανθήτην ὡς κλινθήτην καὶ ἡσθήτην. ἑζέσθην οὖν ἀντὶ τοῦ ἑζέσθησαν, ὡς τὸ ἐκόσμηθεν ἀντὶ τοῦ ἐκοσμήθησαν. πῶς δύο κῆρες ἐντίθησιν ὁ Ζεύς, ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρα‐
25τοῦ, ἐν δὲ τοῖς ἑξῆς πλείους αὐτάς φησιν· αἱ μὲν Ἀχαιῶν κῆρες; ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν 〈οὖν Lp〉 διττὰ πράγμα‐ τα. πλειόνων δὲ ἔμφασιν διδόντος τοῦ ὀνόματος, εἰκότως ἐν τῇ μετα‐ λήψει πλέονας εἶπεν. ἔστι δὲ σχῆμα συνεκδοχικῶν σχημάτων ἕν. 〈quae
sequuntur de origine v. κήρ ad Porphyrium referre non audemus〉.118 in vol. 1

8

.

72

οὐκ ἄρα, φασὶν, ἐχαρίσατο τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ αὐτὸς ὁπλίζεται (v. 43) κατ’ αὐτῶν 〈αὐτὴν Lp〉, ὅπερ ἦν τῆς χάριτος.

8

.

75

πῶς ἔφη τὸν κεραυνὸν σέλας δαιόμενον; σέλας μὲν γὰρ ἡ φωτὸς ἔλλαμψις, καυθεῖσα δὲ καὶ ἐκπυρωθεῖσα κεραυνὸς γίνεται καὶ οὐκ ἀστραπὴ μόνον. [προειπὼν αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε καὶ ἐπάγων τὸ κεραυνοῦ ὄνομα ἐσήμανεν, ὡς προηγεῖται ἡ βροντὴ τῆς
5ἀστραπῆς, δι’ ἧς καὶ τὸ σέλας ἐκλάμπει]. τὸ σέλας δηλοῖ τὴν ἔλλαμψιν. βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γενόμενον ἀλλὰ κεραυνός, μετὰ τὴν βροντὴν προσέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός, μετὰ γὰρ τὴν βροντὴν ὁ κεραυνός, ὅς ἐστι καυστικός.

8

.

97

ἐζήτηται δὲ πότερον ἄρα οὐδ’ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς ἢ οὐκ ἐπείσθη. ῥητέον ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν, ἀγνοοῦντες τὸ οὐδ’ ἐσάκουσεν. οὐ γὰρ τὸ παρακοῦσαι ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸς
5τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδει‐ κνύμενος. οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύ‐ γει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει. πῶς γὰρ δειλὸς ὁ μετὰ πάντας φεύγων; οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει.

8

.

117

εἰ τοσοῦτον 〈τοῦτο Lp〉 ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πραγματεύεται πρὸς τὸ μὴ ἀθρόως καὶ ἄνευ πόνου 〈πόνων L〉 νικᾶν τοὺς Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν 〈ἀνακοχὴν L〉 λαβεῖν. ἄλλως τε ἢ 〈καὶ pro ἢ L〉 νικήσειν οἴεται ἢ νικώμενος ῥᾳδίως φεύ‐
5ξεσθαι.

8

.

133

cf. ad v. 5, p. 115.

8

.

167

πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆσαι 〈τὸν Δ. post με‐ ριμν. L〉 ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευού‐ σας, ἵππους τε στρέψαι καὶ ἐναντίβιον πολεμῆσαι 〈μαχέσασθαι L〉, ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἕν, ἤτοι τὸ ἢ στραφῆναι 〈μεταστρα‐
5φῆναι L〉 ἢ μὴ στραφῆναι, ὃ κατέλιπεν.

8

.

185

ἀθετεῖται ὁ στίχος, πρῶτόν γε καὶ διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος (ψ 246), Ξάνθος Ἀχιλ‐ λέως (Τ 400), Πόδαργος Μενελάου (Ψ 295), Αἴθη Ἀγαμέμνονος (Ψ 295), ἣν Αἴθωνα νῦν εἶπε μετατιθεὶς τὸ γένος. οὐδαμοῦ δὲ τεθρίππῳ κέ‐119 in vol. 1
5χρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσείᾳ ἐπὶ παραβολῆς· ἡ δ’ ὥς τ’ ἐν πε‐ δίῳ τετράοροι ἄρσενες ἵπποι (ν 81). τὸ γὰρ τέσσαρας ἀθλο‐ φόρους ἵππους (Λ 699) ὑπώπτευται ὡς νόθον, ἢ δύο ἅρματα δη‐ λοῦν βούλεται· τὸν δὲ ἐλατῆρα ἀφίει ἀκαχήμενον (Λ 702), τὸν ἐξ ἑκατέρας συνωρίδος. εἴποι δ’ ἄν τις πρὸς τοῦτο, ὅτι εἰκὸς, τῶν
10ἄλλων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων· ἀπόγονος γάρ ἐστι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν ἵππους, καὶ φιλότιμός ἐστι περὶ ἱππι‐ κήν. οἶδε γὰρ ἵππος ἀγαθὸς πρὸς ἱππικὴν ἐγείρειν, ὡς καὶ πρὸς πό‐ λεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων καλῶς ἰχνηλατοῦσα ἐπὶ τὸ
15κυνηγέσιον. διὸ καὶ τὸν Ἕκτορα θρασὺν ἡνίοχόν φησιν Ὅμηρος (Θ 89), καὶ οὐ μόνον τοῦτον θρασὺν ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ Ἀρχεπτόλεμον (Θ 128. 312)· οὐ τοῦ τυχόντος γὰρ ἦν τὸ τέτρωρον ἡνιοχεῖν. φασὶ δέ· εἰ τέτρωρον ἦν, πῶς ὡς πρὸς δυϊκὸν ἀποτείνεται καί φησι νῦν μοι τὴν κομιδὴν ἀποτίνετον καὶ ἐφομαρτεῖτον
20καὶ σπεύδετον (Θ 186. 191); ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ πρὸς ἕκαστον ἵππον λέγει, ἀλλὰ πρὸς τὰ ἐξ αὐτῶν συστήματα· δύο γὰρ ζύ‐ γιοι ἦσαν καὶ δύο παρήοροι· τοὺς μὲν οὖν ζυγίους ἀνθ’ ἑνὸς τοὺς δὲ παρηόρους ἀνθ’ ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐστι τῷ τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο (Θ 67)· πρὸς ἑκατέραν γὰρ κἀκεῖνο στρα‐
25τιάν· καὶ τῷ τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις· μήπως ὡς ἀψῖσι λίνου ἁλόντε (Ε 485. 7)· πρὸς γὰρ τὸν Ἕκτορα καὶ τοὺς Τρῶας. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν παρήορος
30ἄγηται· οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι
οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενος τὴν τρῶ‐ σιν. καθ’ ἑκάστην δὲ κλητικὴν βραχεῖα διαστολή, οὐκ ἐῶσι δὲ οἱ σύν‐ δεσμοι, ὥς τινες 〈τινα Lp〉, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.120 in vol. 1

8

.

189

.... ἀθετεῖται δὲ τὸ οἶνόν τ’ ἐγκεράσασα, ὅτι οὐ σύν‐ ηθες οἶνον πίνειν ἵππους, καὶ διὰ τὸ ὅτε θυμὸς ἀνώγοι· ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ’ ἐγκεράσασα πιεῖν
5ὅτε θυμὸς ἀνώγοι, ἵν’ ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.

8

.

197

καὶ πῶς πρὸ ὀλίγου (v. 182) καῦσαι αὐτὰς ἤθελε; κωμῳδεῖ διὰ τούτου ὁ ποιητὴς τὸ τῶν βαρβάρων εὐμετάβολον.

8

.

230

v. ad Δ 1.

8

233col1

Vat. ζητ. κζʹ: οὐκ ἔστι Τρώων ἄνθ’ ἑκατόν τε διηκο‐ σίων τε ἕκαστος στήσεσθ’ ἐν πολέμῳ καὶ πρὸς ἑκατὸν καὶ δια‐
5κοσίους μαχέσεσθε, ὥς τινες ἀπο‐ δεδώκασιν, ἀλλ’ ὡς εἰ ἔλεγεν· ἀντί‐ σταθμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει ἐν τῷ πολέμῳ γενέσθαι. τῇ γὰρ διανοίᾳ
10ταύτῃ ἀκόλουθον τὸ νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος (v. 234. 35)· ἀπὸ γὰρ τῶν ἐν τοῖς ζυ‐ γοῖς ἱσταμένων καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν οὖν τούτων εἴρη‐
15ται· ἔφασκεν εἶναι ἀντίσταθμον ἑκα‐ τὸν καὶ διακοσίων ἑαυτὸν λέγειν, ἤτοι ἰσοβαρῆ καὶ ἰσοδύναμιν. ἐπὶ δὲ τοῦ Ἕκτορος· οὐδ’ εἴ κέν ς’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώ‐
20γοι Δαρδανίδης Πρίαμος (Χ 351), οἷον ἶσον καὶ ἰσόσταθμον χρυ‐
σῷ· τὸ δὲ ἐρύσασθαι ἀντὶ τοῦ στῆσαι, ἀπὸ τῶν ἑλκόντων τὸν ζυ‐ γόν. ὃ δὲ σημαίνει τὸ ἐρύσασθαι,Column end
25τοῦτο καὶ ἐτίταινε λέγει· καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα (Θ 69), καὶ τὸ ἐρύσασθαι ἐξηγούμενος ἐπάγει ἕλκε δὲ μέσ‐ σα λαβών (Θ 70), καὶ ἐπὶ τῆς χή‐
30ρας ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσα τάλαντα (Μ 434). ἀτάλαντος οὖν ὁ ἶσος καὶ μὴ ταλαντεύων· ἀτά‐ λαντος Ἄρηι (Β 627), ὃ ἐξηγού‐
35μενός φησιν ἶσος Ἐνυαλίῳ κο‐ ρυθάικι (Χ 132). κέχρηται τῇ ἀπὸ τῶν σταθμῶν διαμετρήσει καὶ ἐπὶ τοῦ δείδω μὴ τὸ χθιζὸν ἀποτίσονται Ἀχαιοὶ χρεῖος
40(Ν 745), ἤγουν ἶσον ἀπολάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γοῦν τὸ ὄφλημα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ
45ὡς δανεισάμενοι χθὲς τὴν νίκην
ἀποδῶμεν αὐτοῖς στήσαντες τὸ χρέος.Column end

8

233col2

*B f. 107b ad ἑκατόν τε (id. L f. 188b, Π)· οὐκ ἔστι τὸ Τρώων ἀνθ 〈ita B certe〉 ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθ
5ἐν πολέμῳ πρὸς ἑκατὸν καὶ δια‐ κοσίους μάχεσθαι ἐν πολέμῳ, ὥς τινες ἀποδεδώκασιν, ἀλλ’ ὡς εἰ ἔλε‐ γεν· ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκα‐ τὸν καὶ διακοσίων ἕκαστος ἠπείλει
10γενέσθαι ἐν τῷ πολέμῳ. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν Ἕκτο‐ ρος· ἀπὸ γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων τε καὶ πιπρασκομένων
15εἴρηται. ἐπὶ μὲν τούτων ἔφασκεν ἕκαστον αὑτὸν λέγειν ἀντίσταθμον εἶναι ἑκατὸν καὶ διακοσίων, ἐπὶ δὲ τοῦ Ἕκτορος· οὐδ’ εἴ κεν σαυ‐ τὸν χρυσῷ ἐρύσασθαι Δαρδα‐
20νίδης Πρίαμος, οἷον ἴσον χρυσῷ καὶ ἰσόσταθμον χρυσῷ· τὸ δὲ ἐρύ‐
σασθαι ἀντὶ τοῦ στῆσαι. *B f. 184b ad Ν 745: ..... τὸ δὲ μὴ τὸ χθιζὸν ἀποτίσων‐121 in vol. 1
25ται χρεῖος ἀντὶ τοῦ ἶσον ἀπολά‐ βωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαν‐ τες καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλη‐ μα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν
30οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς,
σταθμῷ στήσαντες τὸ χρέος.Column end

8

.

284

ἐζήτηται δὲ πῶς ἐξ ἁπάντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. καί φαμεν μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπ’ ἴσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ καὶ αὐξή‐122 in vol. 1
5σεως ἕνεκα τοῦτ’ εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερ‐ έβαλεν. οὐκ ὀνειδίζει, ἀλλ’ ἐπαινεῖ, ὅτι διὰ τὴν τοῦ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνει‐ δος τὰ ἴδια ἀκούειν. ἀλλ’ οὐδὲ ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς πα‐
10λαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους βαρβαρόθεν καὶ αὐτὸς ὤν, ὅτι τῇ φιλαδελφίᾳ μᾶλλον ἡττᾶται.

8

323sqq

ἐν τούτοις τοῖς ἔπεσι τοῖς περὶ τοῦ Τεύκρου εἰρημένοις ζητοῦσι ποίαν χεῖρα τέτρωται ὁ Τεῦκρος καὶ πότερον τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκει καθάπερ οἱ Σκύθαι· τοῦτο γὰρ ᾤετο Νεοτέλης, ὅλην βίβλον γράψας περὶ τῆς κατὰ τοὺς ἥρωας τοξείας, καὶ τοὺς μὲν Κρῆτας
5φάμενος τὴν νευρὰν ἕλκειν ἐπὶ τὸν μαστὸν τὴν δὲ τάσιν κυκλοτερῆ ποιεῖσθαι, τῶν Σκυθῶν οὐκ ἐπὶ τὸν μαστὸν ἀλλ’ ἐπὶ τὸν ὦμον ἑλκόν‐ των **** μὴ προέχειν τὰ εὐώνυμα μέρη τοξεύοντα τὰ δεξιά. ῥητέον δέ· τὸ αὐερύοντα οὐ δεῖ συνάπτειν τῷ παρ’ ὦμον, ἀλλὰ στίξαντα ἐν τῷ αὐερύοντα τὸ ἑξῆς λέγειν, παρ’ ὦμον ὅθι κληῒς ἀποέρ‐
10γει αὐχένα τε στῆθός τε· τοῦτο γὰρ τῷ μὲν τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκειν οὐ συνᾴδει, τῷ δ’ ἐμφῆναι βουλομένῳ τὴν παρ’ ὦμον πληγήν, ὅπως καὶ πόσε, μάλιστα συνᾴδει· παρὰ γὰρ τὸν ὦμον ἡ κλείς ἐστιν, ἀποδιαιροῦσα τὸ στῆθος ἀπὸ τοῦ αὐχένος. τοῦτο μὲν οἶμαι οὕ‐ τως λύεται. φαμὲν δὲ ὅτι παρὰ τὸν ἀριστερὸν ὦμον ὁ λίθος κατηνέ‐
15χθη. οὐκ ἐκ τῶν προκειμένων δὲ ἐπῶν, ἀλλ’ ἐξ ὧν ἐπάγει ἔδειξε· ῥῆξε δέ οἱ νευρήν, νάρκησε δὲ χεὶρ ἐπὶ καρπ, στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός (v. 328. 9), οὐ μὰ Δία τῆς δεξιᾶς, ἀλλὰ τῆς εὐωνύμου. καὶ συνέβη ταύτην ναρκῆσαι κατὰ τὴν πρὸς τὸν ὦμον συνάφειαν, ὅνπερ καὶ πεπλη‐
20γέναι συνέβαινε. προσεχῆ γὰρ τῇ μὲν δεξιᾷ χειρὶ τὰ δεξιὰ τῶν ὑπὲρ αὐτήν, τῇ δ’ ἀριστερᾷ ἐν συναφῇ τὰ ἐναντία. καὶ οὐκ ἠδύνατο, τῆς κρατούσης τὸ τόξον ἀριστερᾶς χειρὸς ναρκησάσης καὶ διὰ τοῦτο ἀπο‐ βαλούσης τὸ τόξον, μᾶλλον ὁ δεξιὸς ὦμος βεβλῆσθαι ἀλλ’ οὐχ ὁ τῆς πεπονθυίας ἀριστερᾶς, ἐπεὶ καὶ προβάλλοντες μὲν τὸν ἀριστερὰν ὦμον,123 in vol. 1
25συστέλλοντες δὲ εἰς ἑαυτοὺς τὸν δεξιὸν τοξεύουσιν. ἑτοιμότερον δὲ εἰς βολὴν τὸ προβεβλημένον τοῦ κρυπτομένου.

8

.

338

οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῶον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς, ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτει‐
5νόμενος θηρὶ ἑνί· φησὶ γὰρ αἰὲν ἀποκτείνων τὸν ὀπίστατον (v. 342). πρὸς δὲ τὸ δεύτερον, ὅτι ἡ παραβολὴ οὐ πρὸς ἰσχὺν ἀλλὰ τά‐ χος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ δὲ ἄγρια ζῶα φεύγειν εἴωθε τὰ πολλά· διὰ τοῦτο ὑποχωροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται.
10ἔπειτα καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζώοις φεύγουσι παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακοπραγοῦντας αὐτοὺς θηρσὶν εἰκάζειν.

8

.

362

πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς τὸν Ἡρακλέα τῆς εὐεργε‐ σίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντίωτο αὐτῇ σωζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσενεγκάμενοι καὶ δι’ αὐτῶν τοῖς
5ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρίστων ὄντων τῶν εὖ πεπονθό‐ των, εἰώθαμεν σχετλιάζοντες εἰσφέρειν πρὸς οὓς ἀπηχθήμεθα, τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμφόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.

8

423-424

ἀθετοῦνται διὰ τὸ τραχύ 〈ταχύ Lp〉. ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμφαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε τολμήσεις· οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλ’ εἰ ἐθελήσειε 〈θελήσεις Lp〉 μάχεσθαι τῷ Διί. πιθανῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγ‐
5γεῖλαι μόνον τὰ παρὰ 〈περὶ Lp〉 Διός, ἀλλὰ καὶ παρ’ αὑτῆς 〈Bkk.; codd. αὐτῆσ〉 τι προσέθηκε. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Πο‐ σειδῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου ἀλλὰ καὶ τὴν τοῦ συμ‐
βούλου ἀποπληροῦσα 〈ἀποπληροῦσαν Lp〉 χώραν (Ο 201).124 in vol. 1

8

.

509

Κ 418.

8

.

520

τὸ δὲ θηλύτεραι ὁ Πορφύριος λέγει ἢ ἁπλῶς ἀντὶ τοῦ θήλειαι, ὡς καὶ τὸ νεώτερος ἔστιν ὅτε ἀντὶ τοῦ νέος, ἢ συγκριτικῶς τῶν ἄλλων ζώων· οὐ γὰρ τέτακταί τις αὐταῖς καιρὸς ὁμιλίας τῆς εἰς τὸ γεννᾶν.
5 αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει καιρὸν ἐν ᾧ μίγνυται 〈μίγνυνται L〉, αὗται δὲ διηνεκῶς πλησιάζουσιν.

8

.

555

ἐκ τοῦ ἀδυνάτου καὶ τοῦτο· πῶς γὰρ δυνατὸν περὶ τὴν φαει‐ νὴν σελήνην ἀριπρεπῆ εἶναι τὰ ἄστρα; λύεται δὲ ἐκ τῆς λέξεως. τὸ φαεινήν οὐκ ἐπὶ τῆς τότε ἀλλ’ ἐπὶ τῆς φύσει, ὡς ἐπὶ τούτου· κούρη δ’ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν
5(ζ 74), οὐκ ἐπὶ τῆς τότε ἀλλ’ ἐπὶ τῆς φύσει. καὶ πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα (Φ 218). τὸ ἀμφὶ σελήνην φαεινὴν φύσει. οὕτω συντακτέον· ὅτε γὰρ ἐκείνη φαεινή, οὐ πάντως ἀριπρεπῆ τὰ ἄστρα, ἀλλ’ ὅταν μὴ φαίνηται ἢ φαί‐ νοιτο μὲν οὐ μὴν φαεινὴ ἀλλά πως ἀμαυρὰ καὶ ἀλαμπής, τινὶ αἰτίᾳ
10ἐπηλυγαζομένη.

9

1sqq,col1

Vatic. ζητ. εʹ. Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγι‐ νώσκων οὕτως ἔχουσαν· ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον, αὐτὰρ
5Ἀχαιοὺς θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, πέν‐ θεϊ δ’ ἀτλήτῳ βεβολήατο πάν‐ τες ἄριστοι. ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυό‐
10εντα, Βορέης καὶ Ζέφυρος, τώτε Θρῄκηθεν ἄητον, ἐλθόντ’ ἐξαπίνης, ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε·
15ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσ‐ σιν Ἀχαιῶν· ταῦτ’ οὖν ἀναγινώ‐ σκων ἠπόρεις, πῶς ἀκριβὴς ὢν περὶ τὰς εἰκόνας Ὅμηρος νῦν δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰ‐
20κόνα παραλαμβάνειν. εἰ γὰρ αὐξή‐ σεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· σὺν δ’ Εὖρός τε Νό‐ τος τε πέσον Ζέφυρός τε δυσ‐ αὴς καὶ Βορέης αἰθρηγενέτης
25μέγα κῦμα κυλίνδων (ε 295. 96). λύει δὲ τὴν ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρίστησι. δύο γὰρ πάθεσι χειμα‐ ζομένους ποιήσας τοὺς Ἀχαιούς,
30φόβῳ μὲν ἐφ’ οἷς εἴρηκε θεσπε‐ σίη ἔχε φύζα, λύπῃ δὲ ἐν οἷς ἐπάγει πένθεϊ δ’ ἀτλήτῳ βεβο‐ λήατο πάντες ἄριστοι—δε‐ δίασι μὲν γὰρ τὰ μέλλοντα, βαρέως
35δὲ φέρουσι τὰ γεγονότα—, προσ‐ ηκόντως αὐτοὺς ἀπεικάζει πελάγει δυσὶ πνεύμασιν ἐπεγειρομένῳ. θεσ‐ πεσίη δ’ ἔχε φύζα δηλοῖ οὐ τὸν προσγενόμενον αὐτοῖς διὰ δειλίαν
40φόβον, ἀλλ’ ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς εἶπε· γνώ‐ σεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κα‐ κότητι (Β 367. 68), τουτέστι θείᾳColumn end
45βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. ἔστι δὲ καὶ ἄλλων ἐπίθετον τὸ θεσ‐ πέσιον· θεσπέσιός τε γὰρ πλοῦ‐ τος (Β 670) καὶ θεσπεσίη φύζα· ἐκ κοινοῦ ἔσται κἀνταῦθα ἡ κακότης·

9

1sqq,col1

(50)

γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσ‐ εταιρίζεται. καὶ τὸ μὲν βεβολήατο
55τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ
δὲ βεβλῆσθαι ἐπὶ σώματος.Column end

9

1sqq,col2

*B f. 114b ad ἄνεμοι v. 4 (id. L f. 180b, Π): νῦν δοκεῖ πρὸς μη‐ δεμίαν χρείαν δυοῖν ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήσεως
5ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. λύει δὲ τὴν
10ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώ‐ νιος ὁ τοῦ Μόλωνος παρέστησε. δύο γὰρ πάθεσι χειμαζομένους ποι‐ ήσας τοὺς Ἀχαιούς, φόβῳ μὲν ἐφ’ οἷς εἴρηκε θεσπεσίη ἔχε φύζα,
15φόβου κρυόεντος ἑταίρη, λύπῃ δὲ ἐν οἷς ἐπάγει πένθεϊ δ’ ἀτλή‐ τῳ βεβολήατο πάντες ἄριστοι —δεδίασι γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα οἱ ἄριστοι
20—, δύο οὖν πάθεσι συνεχομένους εἰπὼν τοὺς Ἕλληνας προσηκόντως ἀπεικάζει πελάγει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ θεσπεσίη δ
ἔχε φύζα δηλοῖ τὸν οὐ προσγινό‐125 in vol. 1
25μενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλ’ ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν εἰ‐ πών· γνώσεαι δ’ εἰ καὶ θεσπε‐ σίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ
30ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. εἰ δὲ καὶ ἄλλων ἐπίθετον τὸ τῆς θεσπεσίας, ὡς τὸ θεσπέσιον πλοῦτον καὶ
35θεσπεσίη φύζα, ἐκ κοινοῦ ἔσται ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι· δη‐ λοῦται δὲ οὕτως ἡ θεία. φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέ‐
40γεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται. καὶ τὸ μὲν βεβο‐ λήατο τὴν βούλησιν βεβλάφθαι δη‐ λοῖ, τὸ δὲ βεβλῆσθαι δηλοῖ τὸ σῶμα. ἀνιστόρητον δέ φασιν εἶναι τὸ
45τοὺς ἀμφοτέρους, ἤγουν τὸν Βο‐ ρέην καὶ τὸν Ζέφυρον, πνέειν ἐκ τῆς Θρᾴκης· οὐ γὰρ πνέουσιν ἀμ‐ φότεροι ἐξ αὐτῆς. λύεται δὲ ἐκ τῆς λέξεως τρόπῳ συλληπτικῷ· τὸ

9

1sqq,col2

(50)

γὰρ θατέρῳ συμβεβηκὸς ἐπ’ ἀμφοῖν τέθεικεν. ἔστι δὲ καὶ ἑτέρως· ὁμω‐ νύμως γὰρ τὰ πνεύματα καὶ οἱ προ‐ εστῶτες αὐτῶν θεοὶ λέγονται· τοὺς δὲ σωματικῶς ἐν Θρᾴκῃ κατοικοῦν‐
55τας ὑποτίθεται ὁ ποιητής.126 in vol. 1

9

1sqq

(56)

πῶς ἀμφοτέρους ἐκ Θρᾴκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ ἄρ‐ κτου τοῦ δὲ Ζεφύρου ἐκ δύσεως πνέοντος; ῥητέον οὖν ὅτι ἡ Θρᾳκῶν γῆ ἐπὶ πολὺ διήκει καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ καὶ μέχρι τῆς δύσεως· ἀφ’ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ
60δέ φασιν ὅτι συλληπτικῶς πέφρακε· τὸ γὰρ ἑτέρῳ συμβεβηκὸς καθ’ ἑκα‐ τέρων κεῖται· μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνέει. ἐπεὶ δὲ παραβολῆς ἐμνήσθημεν, σκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος τρωθέντος χρησάμενος τῇ παρα‐ βολῇ ταύτῃ·
65 ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα καὶ ἀνταποδόσει· ὣς ὀξε’ ὀδύναι δῦνον μένος Ἀτρείδαο (Λ 269. 72), ἐπὶ τοῦ Κύκλωπος δυνάμει τὰ τῆς παραβολῆς μεταφέρων χρῆται, ἐν οἷς λέγει (ι 415)·
70 Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν· ἔστι δὲ τῆς παραβολῆς τὸ ὠδίνων τῆς δ’ ἀνταποδόσεως τὸ ὀδύνῃσι. πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ τῶν Ἑλλήνων ὁρμῆς·
ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ (Ν 137),
75κατὰ τὴν αὐτὴν φαντασίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδη. νῶιν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ (Λ 347)· ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύχῳ ὁρμῇ· οὐ γὰρ θρασὺν ἔφη οὐδὲ κορυθαιό‐ λον, οἷς ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέστορος
σκεπτομένου ποῖ τράπηται φησίν·127 in vol. 1
80 ἢ μεθ’ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων ἠὲ μετ’ Ἀτρείδην Ἀγαμέμνονα (Ξ 21. 22), ὅλην τὴν παραβολὴν διεξελθών· ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφ, ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
85αὔτως, οὐδ’ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον (Ξ 16 sqq.)· εἶτα ἐπ’ Ἀγήνορος προτραπέντος μὲν ὑπὸ Ἀπόλλωνος ὑποστῆναι Ἀχιλ‐ λέα, ὅμως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνόματι· πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι (Φ 551).
90πάλιν τε εἰπὼν ἐπὶ τῆς Ἥρας (Ο 80 sqq.)· ὡς δ’ ὅταν ἀίξῃ νόος ἀνέρος, ὅστ’ ἐπὶ πολλὴν γαῖαν ἐληλυθὼς φρεσὶ πευκαλίμῃσι νοήσ, ἔνθα ἴῃ ἢ ἔνθα, μενοινήσειέ τε πολλ, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη,
95καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας παραβολήν, ἀπὸ δὲ τοῦ πέτεσθαι ἀπο‐ δοὺς τὴν ἀνταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· ὡσεὶ πτε‐ ρὸν ἠὲ νόημα (η 36). θαυμαστὸν δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκείαν ἐπάγει παραβολήν, κρατύνων αὐτὴν ὡς εὔλογον

9

1sqq

(100)

ἔσχε τὴν τόλμαν. εἰπὼν οὖν κραδίη δέ οἱ ἔνδον ὑλάκτει (υ 13) ἐπάγει· ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ’ ἀγνοιήσας’ ὑλάει μέμονέν τε μάχεσθαι. καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθημένων
105
τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι εἰπών (Η 61), ἐπήγαγεν· οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς.128 in vol. 1
110ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μετα‐ φορᾶς ὁμοίωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπ’ ἀμφοῖν τὴν παραβολήν· Τρῶες μὲν κλαγγῇ (Γ 2)· τοῦτο μὲν δὴ ἡ μεταφορά· τὸ δ’ ὄρνιθες ὥς ἡ ὁμοίωσις· εἶθ’ ἡ παραβολή· ἠύτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρ,
115 αἵτ’, ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, κλαγγῇ ταίγε πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων, ᾗ σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν τε αὐτοῦ παρατηρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως τιθεμένας
120φωνὰς ἐπὶ τῶν πραγμάτων πολλάκις εἰς τὰς παραβολὰς μετατίθησι καὶ τὰς ἐπὶ τῶν παραβολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη στρατιωτῶν λέ‐ γεται, σμήνη δὲ μελισσῶν, παραβαλὼν δὲ τὰ πλήθη τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελισσῶν κέχρηται· ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων (Β 87),
125ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος ἀπεικάζων (Ν 137) ἀναθρώσκειν τέ φησι τὸν λίθον καὶ πέτεσθαι, καὶ τελευτῶν, ὡς ἀπ’ αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένου ἀλλ’ οὐχὶ τοῦ λίθου, ἐπάγει· ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, εἰσόκεν ἔλθῃ.
130οὕτω καὶ ἐπὶ τοῦ κύματος, ὃ τάξεσιν ἀπεικάζει στρατοπέδου, προειπών (Δ 422)· ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος, μετάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς· πόντῳ μὲν κορύσσεται τὰ
135πρῶτα. ἀνάπαλιν δὲ τὰς τῶν παραβολῶν μετατίθησι φωνὰς ἐπὶ τὰ
πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως· ὡς δ’ ὅτ’ ἀριζήλη φων, ὅτε τ’ ἴαχε σάλπιγξ (Σ 219) εἰπὼν ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον· οἱ δ’ ὡς οὖν ἄιον ὄπα χάλκεον Αἰακίδαο.129 in vol. 1
140κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα, οἷον
σιδήρειος δ’ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο (Ρ 424)· ὡς γὰρ ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου τὴν φαντασίαν εἰς τὸν ἐκ πόντου ἦχον κεκίνηκεν.
145 ἐλέγομεν περὶ τῶν παραβολῶν, ὅτι πολλάκις τὰ οἰκεῖα τοῖς πράγ‐ μασιν ὀνόματα παρατίθησι τοῖς ἐν ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολ‐ λοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πίστιν τούτου παρακείσθω καὶ ταῦτα· συμ‐ βάλλουσι μὲν ἀλλήλοις στρατοὶ τὸν πόλεμον· σύν ’ ἔβαλον Λαπίθαι πόλεμον (Μ 181),

9

1sqq

(150)

σύν ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν (Δ 447), μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά· οἱ μὲν ἄρ’ οἶνον ἔμισγον ἐνὶ κρατῆρσι καὶ ὕδωρ (α 110), ὅθεν καὶ τὸ καταδεχόμενον τοὺς ποταμοὺς χωρίον μισγάγκεια εἴρηται· ἀλλ’ ὅμως αὐτὸς ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν,
155ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων· ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ (Δ 453), ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ· ὣς τῶν μισγομένων γένετ’ ἰαχή τε φόβος τε (Δ 456). συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν· ἐς μισγάγκειαν συμμίσγετον ὄβριμον
160ὕδωρ, Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν, ὡς τὸ τέμενος τάμον (Ζ 194) καὶ κειμήλια κεῖται (Ζ 47) καὶ Ἅρπυιαι ἀνηρείψαντο (α 241) καὶ μένος οἴχεται ὃ πρὶν ἔχεσκεν (? Ε 472). ὁ δὲ προ‐ είλετο τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑνωτικὴν τοῦ φραζομένου πρὸς τὸ εἰκαζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ πρέπουσιν ἑκατέροις.
165ἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήσας νέφος εἶπε καὶ κατὰ μεταφο‐
ρὰν πεζῶν (Δ 274), καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπι‐ στώσατο καὶ τὰς φωνὰς ἤμειψεν, ἐπειπὼν τὸ παραβληθὲν τῷ παραβαλ‐ λομένῳ· ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν,130 in vol. 1
170 τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. προαναφωνήσας οὖν νέφος πεζῶν ἐξ αὐτοῦ πλάσσει παραβολήν· ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς, τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠύτε πίσσα
175 φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν· τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήιον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι (Δ 275—82). τὸ μὲν νέφος ἐρχόμενον καὶ ἰὸν καὶ ἄγον λαίλαπα εἶπεν, ὅ ἐστι
180πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος κίνυντο, ὃ ἐπὶ νέφους τάτ‐ τει κινήσει· πυκινὴν νεφέλην (Π 298) καὶ πυκιναὶ φάλαγγες καὶ κυάνεον νέφος (Π 66. Ψ 188) καὶ κυάνεαι φάλαγγες. ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς· ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
185 δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουσι, τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος
(δ 791 sqq.)· μερμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων, ὁ δ’ ἐνήλλαξε. τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν
190ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρήσασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης· ὡς δὲ χιὼν κατατήκεται— ἥντ’ Εὖρος κατέτηξε· τηκομένης δ’ ἄρα τῆς—ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης (τ 205 sqq.), καίτοι ἐν ἄλλοις εἰπών· τῆς δ’ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί (θ 530).

9

.

17

διὰ τί λέγοντα ποιεῖ ἐν δήμῳ ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες, τοὺς ἡγήτορας καὶ βασιλεῖς προσφωνῶν, καίπερ πάν‐ των παρόντων; φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ὁ μὲν δῆμος μόνου
τοῦ ἀκοῦσαι κύριος, οἱ δὲ ἡγεμόνες καὶ τοῦ πρᾶξαι.131 in vol. 1

9

.

55

.... πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδιδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ; ῥητέον δὲ ὅτι τῆς ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. ὅπερ δὲ δεῖ πράσσειν ἐν τῷ καιρῷ Διομήδης παρέλιπεν κἀκεῖνος εἰσ‐
5ηγεῖται.

9

.

90

quae ad h. v. de κλισίῳ leguntur ad ω 208 pertinent.

9

.

122

(Eust., p. 740, 18) v. Ψ 269.

9

.

124

v. ad Γ 197.

9

.

143

de τηλύγετος (exc. e schol. Ε 153) v. ad Α 250 (in extr. op.).

9

150sqq

Μεσσηνίδες αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν τῶν Λακε‐ δαιμονίων νομὸν πάλαι συνετέλει. πῶς οὖν, φασὶν, Ἀγαμέμνων ταύτας δίδωσιν οὐκ οὔσας αὐτοῦ; φασὶ δὲ αὐτὰς Κλυταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡς κἀκεῖνος τὴν Αἴθην (Ψ 295) .....
5 διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ καταλόγῳ, ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ Νηρίκου· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν. ἢ περὶ αὐτῶν φησιν ἐν οἷς λέγει Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν (Β 575) ....

9

.

158

διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιδην ἀνελεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαί‐ νουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτός ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βω‐
5μός ἐστιν· Αἰσχύλος φησίν· μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ οὐδ’ ἄν τι θύων οὐδ’ ἐπισπένδων λάβοις, οὐδ’ ἔστι βωμὸς οὐδὲ παιω‐ νίζεται (fr. Niob., 156 Dind.).

9

.

167

ἐζήτηται δὲ πῶς μᾶλλον ὁ Νέστωρ οὐ πρεσβεύει ὡς συνετώ‐ τερος. ἔστι δὲ λέγειν, ὅτι κατ’ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀπο‐ τύχωσιν οἱ περὶ Ὀδυσσέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν
πρεσβεύειν τὸν Νέστορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι·132 in vol. 1
5ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν, ὅτι ἐπεὶ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα· τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο (Β 346). αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας ἢ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡς ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ δια‐
10τάξει τοῦ στρατοῦ—ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ (Β 363)— τοῦτο δὲ τάφρον περιβαλλόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει· ἢ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμεν (Ι 348. 49), ἢ ὅτι εἶπεν· τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο (Β 346). εἰ
15δὲ ἐν τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήσατο (Ψ 616), οὐδὲν θαυμαστόν, εἰ τὴν ἔχθραν ἀποθέμενος τὴν πρὸς Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος εἰ πείσει, καλῶς ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἔμελλεν αὐτὸς ἔχειν τὴν δόξαν ὡσεὶ ἡγησάμενος, ἀπο‐ τευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν ἔσχον οἱ πρέσβεις ἐνδεῶς διειλεγμένοι.

9

.

182

ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐστι πρεσβευτής. καί φασιν οἱ μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος οὐκ εἰς τὸ πρεσβεύειν ἀλλ’ εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴς δυϊκῶς κέχρηται, καὶ χαίρετον ὦ φίλοι (v. 197). ἔνιοι δὲ λέγουσι συμπε‐
5πρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ ἆσ‐ σον ἰόντε (Α 567), καὶ ὡς ἐπὶ τοῦ κούρω κριθέντε δύο καὶ πεντή‐ κοντα (θ 48).

9

.

186

ἀπρεπὲς δοκεῖ καταλαμβάνεσθαι κιθαρίζοντα. λύεται δ’ ἐκ τοῦ καιροῦ· ἐν γὰρ νυκτὶ οὐκ εὐπρεπέστερον 〈L ἀπρεπέστερον, quod mutavi〉 ἄλλως καταλαμβάνεται. γυμνάζεσθαι μὲν γὰρ τῷ σώματι οὐκ ἦν τότε· κοιμώμενος δὲ ἢ παννυχίζων ἀπρεπέστερον ηὑρίσκετο.
5 οἰκεῖον τῷ ἥρωι νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικά, ἀλλὰ μὴ διαπαννυχίζειν· παραμυθία γὰρ ταῦτα θυμοῦ καὶ λύπης. ἔστι
δὲ νέος καὶ φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν, καὶ οὐ θηλυ‐ δριώδη μέλη ἀλλὰ κλέα ἀνδρῶν ᾄδει. ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβα‐ ρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκοίη κω‐133 in vol. 1
10μάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλήνων ἀσφαλείας, προσ‐ ποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν δῖε Μενοιτιάδη, νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ λίσσεσθαι Ἀχαιούς (Λ 608. 9), καὶ πάλιν
15 ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε· λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν (Π 126. 7). οὐκ ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ’ ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις, καὶ ἐπ’ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμιδόνες (Β 773 sqq.).

9

.

203

ἀπρεπές· ὡς γὰρ ἐπὶ κῶμον ἥκουσιν ἀκρατότερον διδόναι παρακελεύεται. οἱ μὲν γὰρ ἀπὸ τῆς λέξεως λύουσι· τὸ γὰρ ζωρότε‐ ρον εἶναι τάχιον· οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι νύξ· οἱ δὲ ἀπὸ τοῦ ἔθους· τοὺς γὰρ ἥρωας, ἄλλως καταπονουμένους, δαψιλεστέροις τοῖς πρὸς τὴν
5δίαιταν κεχρῆσθαι εἰκός· ἢ ἴσως ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφ’ ὧν ὀνειδίζει καὶ οἰνοφλυγίαν Ἀγαμέμνονι (Α 225).

9

.

221

πῶς παρὰ Ἀγαμέμνονι δεδειπνηκότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ 〈Bkk.; τῷ cod.〉 Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβηκὸς συλλη‐ πτικῶς περὶ πάντων εἶπεν, ἢ συλλήβδην ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδε‐
σθαι τῇ περὶ αὐτὸν ἑστιάσει.134 in vol. 1

9

.

223

καὶ ζητεῖται διὰ τί προαρπάζει τὸν λόγον Ὀδυσσεύς, πρὸς τὸν Αἴαντα ὄντος τοῦ νεύματος τοῦ Φοίνικος. ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ, ὅτι οὐ μία ἦν ἡ ἐλπίς, προαποτυχόντων τῶν ἑταίρων αὐτοῦ καὶ οἰκείων τοῦ Ἀχιλλέως. ἐβούλετο δὲ προεκκε‐
5νώσας τὴν ὀργὴν ἀναγκάσαι τι τοῖς οἰκείοις προσδοθῆναι χάρισμα.

9

.

226

διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθερα‐ πεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ ὅτι πρότερον ὑβρί‐ σας ἱκέτης καθέστηκεν, ἢ πάνυ ῥητορικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους καὶ τῇ τραπέζῃ δυσωπῶν καὶ τοῦτο μόνον λέγων, ὡς ὁμό‐
5σιτος αὐτῷ δι’ ἡμῶν γεγένησαι· καὶ γὰρ καὶ ἐκείνου καὶ σοῦ μετεσχή‐ καμεν τραπέζης.

9

.

241

διὰ τί δὲ, φησὶ, πρῶτον ἀποκόπτει, εἶθ’ οὕτως τὸ πῦρ ἐμ‐ βάλλει; ἐπειδὴ ἐκ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν αὐτῶν. ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ.

9

.

265

τί βούλεται τὸ αἴθωνας δὲ λέβητας ἐείκοσι, καὶ εἰ οἱ αὐτοὶ τοῖς ἀπύροις, ὅταν εἴπῃ ἄπυρον λέβητα (Ψ 885); φημὶ οὖν, ὅτι τῶν τριπόδων καὶ τῶν λεβήτων οἱ μὲν ἦσαν εἰς ὑπηρεσίαν τοῦ πυρὸς ἐπιτήδειοι, οἱ δὲ ἀργοὶ καὶ εἰς θέαν καὶ τὴν διὰ τῆς ὄψεως τέρψιν εἰρ‐
5γασμένοι. διακρίνει δὲ τοῖς ἐπιθέτοις ἀπ’ ἀλλήλων, τοὺς μὲν λέγων αἴθωνας καὶ ἐμπυριβήτας, τοὺς δὲ ἀπύρους καὶ ἀνθεμόεντας, τοὺς ἕνεκα κόσμου μόνον εἰργασμένους.

9

.

308

schol. Leid. f. 189b de Ulixe πολυτρόπῳ agens ad α 1 per‐ tinet.

9

.

356

v. 682.

9

.

371

διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος
ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρός, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέχειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι135 in vol. 1
5ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν οὐκ ἐποίησεν.

9

.

377

ad Ζ 234 (p. 97).

9

.

378

ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ (Β 867) λοιδορεῖ ὁ ποιητής, οἷον ἐν μοίρᾳ Καρὸς οἱονεὶ δούλου. τὸ ἔγκαρος Ἀλκαῖος μὲν ὁ ἐπιγραμμα‐ τοποιὸς ἐγκέφαλον ἤκουσεν (Anth. IX, 519, 3), ἀπὸ τοῦ ἐν τῷ κάρᾳ εἶναι. τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει τὸν ἐγκέφαλον. λέγει
5οὖν τὸ τίω δέ μιν ἐν καρὸς αἴσ, τουτέστι τιμῶμαι αὐτὸν ἐν ᾗ μοίρᾳ αἱ γυναῖκες τὸν ἐγκέφαλον. Ἀρχίλοχος δὲ [καὶ δὴ ἐπίκουρος ὥστε Κὰρ κεκλήσομαι]· τιμῶμαι αὐτὸν ἐν μισθοφόρου καὶ τοῦ τυχόντος στρατιώτου μοίρ. Λυσανίας δὲ ὁ Κυρηναῖος καὶ Ἀριστοφάνης καὶ Ἀρίσταρχος ἐν κηρὸς μοίρᾳ φασὶ λέγειν τὸν ποιητὴν Δωρικῶς
10μεταβαλόντα τὸ η εἰς α. Νέσος δὲ ὁ Χῖος καὶ τὸ α μηκύνει οὐδὲν φροντίσας τοῦ μέτρου. Ἡρακλείδης δέ φησιν ὅτι τὰ ἐκ τοῦ η εἰς βραχὺ α μεταγόμενα Ἰωνικά ἐστιν ἀλλ’ οὐ Δωριέων συστολαί. ἀντι‐ φράζει μέντοι ὁ ποιητὴς τῷ ἐν καρὸς αἴσῃ τὸ εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον (Ι 300) καὶ ἶσον γάρ σφιν ἀπ‐
15ήχθετο κηρὶ μελαίνῃ (Γ 454), καὶ ὁ αὐτὸς Ἀχιλλεύς· ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν (Ι 312). ὅμοιον δέ ἐστι τῷ ἶσον πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.

9

.

383

ζητεῖται, πότερον τὸ μέγεθος τῆς πόλεως δηλῶσαι βούλεται, ὡς ἂν ἐχούσης πύλας ἑκατόν, ἢ τῶν πυλῶν τὸ μέγεθος, ὡς ἐκ διακο‐ σίων ἁρμάτων καθ’ ἑκάστην ἅμα εἰσιέναι δυναμένων, ἢ τὸ μέγεθος τῆς δυνάμεως, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόσιοι ἄνδρες καθ’ ἑκάστην
5εἰσίασιν, οἱ διακόσιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλασιασθέντες δισμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ δισμύριοι ἄνδρες οἰκοῦσι τὴν πόλιν. ῥητέον
δὲ, ὅτι μέγεθος πόλεως δηλοῖ καὶ δυνάμεως μέγεθος, οὐκέτι δὲ πυλῶν· οὐδὲ γὰρ καὶ τὸ ἅμα τοὺς διακοσίους εἰσιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθ’ ἑκάστην εἰσίασι ςʹ, οἳ καὶ ἕπεσθαι ἀλλήλοις ἠδύναντο. μέγεθος136 in vol. 1
10δὲ τῆς πόλεως δηλοῖ τὸ ἑκατόμπυλον, τῆς δὲ δυνάμεως τῶν ἁρμάτων καὶ ἡνιόχων τοσοῦτον εἶναι πλῆθος· οὐ γὰρ δὴ ἁπλῶς τῶν κατοικούν‐ των τοσοῦτον τίθεται τὸ πλῆθος, ἀλλὰ τῶν ἁρματοφορούντων. ἀμφί‐ βολον δὲ πότερον ἄνδρες διακόσιοι σὺν διακοσίοις ἅρμασιν ..... ἢ ἄνδρες ἑκατὸν σὺν ἑκατὸν ἅρμασιν, ὡς τὸ συναμφότερον εἶναι τοὺς ςʹ,
15τοὺς ἀνθρώπους καὶ τὰ ἅρματα. κἂν διακόσιοι δὲ ὦσιν ἄνθρωποι, ἀμφί‐ βολον πότερον ἓν ἕκαστος ἔχει ἅρμα, καὶ οὕτως ἔσονται διακόσια, ὄντων τετρακοσίων ἵππων· ἢ διακόσιοι ἄνδρες ἔχουσιν ἅρματα, ἐν ἑκά‐ στῳ ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντος, ὥστε ἑκατὸν μὲν εἶναι τὰ ἅρματα, ἵππους δὲ διακοσίους καὶ ἀνθρώπους διακοσίους, καὶ ἅρματα
20μὲν τὰ πάντα μύρια, ἵππους δὲ δισμυρίους· ἐκείνων γὰρ ἅρματα μέν εἰσι ςʹ, ἵπποι δὲ τετρακισμύριοι, ἡνίοχοι δὲ δισμύριοι σύμπαντες. ἑκα‐ τέρων δὲ ἡ δύναμις μεγάλη φαίνεται, ἢ τετρακισμυρίων ἵππων τρεφο‐ μένων ἢ καὶ δισμυρίων. ἦν δὲ τὸ παλαιὸν Αἰγύπτου βασίλεια καὶ πολ‐ λοὺς εἰς αὐτὴν ἀνῆγον φόρους Αἰγύπτιοι Λίβυες Αἰθίοπες καὶ ἄλλα
25ἔθνη. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δὲ Κάστωρ ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώ‐ μας μὲν εἶχε τρισμυρίας ͵γλʹ, ἀνθρώπων δὲ μυριάδας ψʹ, ἑκατὸν δὲ πύ‐ λαις διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν
30ἱερέων, ὅτι ρʹ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται μύριοι, ψʹ δὲ ἵπποι ἐξεστράτευον. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἑλλήνων ἀπὸ Θήβης τῆς Νείλου θυγατρός· οἱ δὲ Ἐπάφου εἶπον αὐτήν, οἱ δὲ Πρωτέως τοῦ Πο‐ σειδῶνος, οἱ δὲ Λίβυος τοῦ Ἠπείρου.

9

.

404

ad Ξ 200.

9

.

410

ad Ζ 488, p. 106.137 in vol. 1

9

.

443

..... εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δῆλον ὅτι πολεμικὴν καὶ ἰατρικήν.

9

.

447

v. infra ad lin. 12 sqq.

9

453sqq

ἀπρεπὲς τοιαῦτα περὶ αὑτοῦ διεξιέναι πρὸς μηδὲν ἀναγ‐ καῖον. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσιν, ὅτι προμιγῆναι οὐδεμίαν ἔχει ἀτοπίαν, οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τὰς παλλακίδας διαβάλλει πρὸς τὸν Ἀχιλλέα ἕνεκα τῆς Βρισηίδος χαλεπαίνοντα.
5 διὰ τί ὁ Πηλεὺς τὸν Φοίνικα τοιαῦτα ἡμαρτηκότα, ὥστε τῇ παλ‐ λακίδι τοῦ πατρὸς συγγενέσθαι καὶ τῷ πατρὶ ἐπιβουλεῦσαι, ὅμως διδά‐ σκαλον τῷ υἱῷ συνέπεμψεν; ἢ ὅτι ὥσπερ ἰατροὶ ἄριστοι ἐγγίνονται οὐχ οἱ μὴ ἠρρωστηκότες οὐδὲ ἠρρωστηκότες μὲν μὴ εἰδότες δὲ τὰ ἁμαρτή‐ ματα καὶ τὰς αἰτίας, ἀλλ’ οἱ ἄμφω ἔχοντες, οὕτω καὶ σύμβουλοι ἄριστοι
10οὐχ οἱ ἄπειροι τῶν ἁμαρτημάτων, ἀλλ’ οἱ ἔμπειροι, οὐδὲ οἱ ἐν ἐμπει‐ ρίᾳ μὲν γενόμενοι μὴ οἰόμενοι δὲ ἡμαρτηκέναι. ὃ παρῆν τῷ Φοίνικι· καὶ γὰρ ἥμαρτε καὶ ἁμαρτὼν ἔγνω ὅτι ἥμαρτε, καὶ προσεπιγνοὺς ὅτι ἥμαρτεν ἑαυτὸν τετιμώρηκε διὰ τῆς ἑκουσίου φυγῆς. ὁ τοιοῦτος ἂν εἴη ἄριστος ἰατρὸς τῶν παιδείας δεομένων.
15 ἡ δὲ μνήμη τῆς περὶ τὴν παλλακὴν ἁμαρτίας πρὸς τὸν Ἀχιλλέα οὐκ ἄκαιρος διὰ παλλακίδος αἰτίαν ἐξαμαρτάνοντα πρὸς τοὺς Ἕλληνας, καὶ παράδειγμα φέροντος πρὸς τὸν Ἀχιλλέα πατρικῆς πράξεως· ὡς γὰρ ὁ Πηλεὺς τὸν εἰς παλλακὴν πλημμελήσαντα καὶ πρὸς πατέρα ὁμολογή‐ σαντα τὸ ἀδίκημα καὶ ἱκετεύσαντα καὶ διὰ φυγῆς ἐξιλασκόμενον τὴν τοῦ
20πατρὸς μῆνιν οὐ παρῃτήσατο δέξασθαι, οὕτω τὸν ἱκετεύσαντα Ἀγαμέμνονα ἀνθ’ ὧν εἰς τὴν παλλακίδα πλημμελεῖν ἐδόκει μὴ ἄτοπον εἶναι προσήσε‐ σθαι, μήτ’ οὖν τῷ Ἀχιλλεῖ, μήτε τῷ Φοίνικι ὑπὲρ αὐτοῦ πρεσβεύειν. ὡς πρὸς ὁμόνοιαν γονέων τὸ τοιοῦτον ἐποίησε· φησὶ γοῦν ἡ δ’
αἰὲν ἐμὲ λισσέσκετο (v. 451). καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείτ‐138 in vol. 1
25τονα τὴν φυγὴν ἡγήσατο. ἐν ἤθει δὲ δεῖ τὸν στίχον ἀναγινώσκειν ὡς μετα‐ νοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· ὁ γάρ τι πταίσας πάν‐ τως καὶ φυλάττεται, καὶ Σοφοκλῆς (fr. 750 D.)· ὃς μὴ πέπονθε τἀ‐ μ, μῆ βουλευέτω. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπ’ ἴσης μὲν αὐ‐ τοὺς ἀγαπῶσιν, ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ, ἢ τάχα βούλεται
30λέγειν, ὅτι οὐ πάντα πειστέον μητρί—Θέτις γοῦν ἔλεγεν· ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνι’ Ἀχαιοῖσιν (Α 421)—, ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι· φιλοφροσύνη γὰρ ἀμεί‐ νων (Ι 256). ἀγαθοὶ δὲ διδάσκαλοι οἱ ἐν παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ φησι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦ‐
35σαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυβριανὸν Ἡρόδικον, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐπιπόνως τὴν τέχνην ταύτην ἐμε‐ λέτησεν.

9

.

457

πῶς ὁ μὲν εὔχεται τοῖς Ἐρινύσι 〈ἐριννύσι Lp〉, τὰς δὲ εὐ‐ χὰς αὐτῷ ἐκτελεῖ Ἅιδης καὶ Περσεφόνη; ῥητέον οὖν 〈om. BLp〉, ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλ‐ λοις δαίμοσι παρέχονται.

9

.

468

δῆλον 〈δηλοῖ L〉 ὅτι οἱ σύες θαλέθοντες ἀλοιφῇ καὶ πιμε‐ λεῖς ὄντες εὑόμενοι τῇ φλογὶ καὶ ὀπτώμενοι τανύονται 〈τάνυνται L〉, ὃ σημαίνει τὸ ἐκτήκοντο 〈ἐτήκοντο L〉, ἀπὸ τοῦ τετανοὺς 〈τετάνους B〉 γίνεσθαι τοὺς ἰσχναινομένους.

9

.

473

ad Ε 137 in fine operis edendum.

9

.

480

v. 453 sqq.

9

.

497

.... ἐναντίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος (γ 147). λύοιτο δ’ ἂν προσώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητής φησιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως εἰκότως, καὶ
5τοὺς θεοὺς πείθεσθαι.

9

.

571

.... πῶς δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δῆλον
ὡς ὑπηρέτις.139 in vol. 1

9

.

591

καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ, τότε παρακαλεῖ.
5 ἀπρεπὲς δοκεῖ τὸ μὴ ὑπό τινος ἄλλου πεισθῆναι τὸν Μελέαγρον, ἀλλὰ μόνης τῆς γυναικός. λύει δ’ ὁ καιρός· ἀλλ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο (v. 588).

9

.

617

διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ῥητέον οὖν ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσβείᾳ ἐφοβήθη, μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὡμολογημένον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν
5κατέχει.

9

.

656

ζητεῖται διὰ τί μετὰ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπ‐ εκρίνατο. λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας, τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλ’ οὗτοι, ὅτι κρείττονες ἐδόκουν.

9

.

682

ἐν τῷ μουσείῳ τῷ κατὰ Ἀλεξάνδρειαν νόμος ἦν προβάλλε‐ σθαι ζητήματα καὶ τὰς γινομένας λύσεις ἀναγράφεσθαι. προεβλήθη οὖν, πῶς τοῦ Ἀχιλλέως τοῖς πρὸς αὐτὸν ἐλθοῦσι πρέσβεσι ταύτην δεδωκότος ἀπόφασιν·
5οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος, πρίν γ’ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι. ἀμφὶ δέ τοι τῇ ’μῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω
10(v. 650—52. 54. 55), Ὀδυσσεὺς ἐρωτώμενος τὰ περὶ τῆς πρεσβείας τοῦτο μὲν οὔ φησιν, ἀλλὰ τὸ αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφι νῆας ἐυσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας (v. 682. 83)· παραπρεσβείας γὰρ εἶναι τὸ μὴ τἀληθῆ ἀπαγγέλλειν. πρὸς τοῦτο ὁ
15λύων ἔφασκε, τἀληθῆ μὲν ἐπαγγεῖλαι τὸν Ὀδυσσέα, οὐχ ἃ πρὸς ἄλλους εἴρηκεν εἰπόντα, ἀλλ’ ἃ πρὸς αὐτὸν καὶ ἃ ἤκουσε παρ’ Ἀχιλλέως. ἦν
δὲ πρὸς αὐτὸν ῥηθέντα νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δί, αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι,140 in vol. 1
20 νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω, ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλ, ἦρι μάλ’ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντα πλεούσας νῆας ἐμάς, ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας (v. 356—361). ὅταν μὲν οὖν εἴπῃ ὁ μὲν αὔριον πορεύεσθαι, ὁ δ’ Ὀδυσσεὺς ἅμ’ ἠοῖ
25φαινομένηφι, τἀληθὲς ἂν εἴη ἀπηγγελκώς. οὐ μέντοι ἁπλῶς ἔφη, ὅτι ταῦτα εἴρηκεν Ἀχιλλεύς, ἀλλ’ ὅτι ἠπείλησεν, ἀπειλὴν τὸ πρᾶγμα καὶ οὐκ ἔργον ἀποφαίνων δι’ ἃ ἤκουσε πρὸς τοὺς ἄλλους ὑπ’ αὐτοῦ λεγό‐ μενα, ὧν πρὸς μὲν τὸν Φοίνικα· φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἤ κε μένωμεν (v. 619),
30πρὸς δὲ τὸν Αἴαντα, πρίν γ’ υἱὸν Πριάμοιο ἐλθεῖν ἐπὶ τὴν σκηνήν, οὐ πρότερον ἐξίεσθαι εἰς τὸν πόλεμον (v. 650). τί οὖν ἔδει τὰ πρὸς τοὺς ἄλλους λέγειν, ἀλλ’ οὐχὶ μόνον ἐπικρίνειν τὰ πρὸς αὐτὸν ῥηθέντα; ἀπει‐ λαὶ δὲ ἦσαν ἐξ ὧν πρὸς τοὺς ἄλλους μετὰ ταῦτα ἔφη. εἰ δ’ αὔτως καὶ τὰ πρὸς Αἴαντα φθάσας εἶπε ῥηθέντα, ὕβρις ἂν ἦν τοῦ Αἴαντος,
35μὴ δυναμένου λέγειν ἃ ἀκήκοε· διὸ ἐπήγαγεν· εἰσὶ καὶ οἵδε ἀπαγγέλ‐ λειν οἷοί τε τὰ ῥηθέντα πρὸς αὐτούς. καὶ μὴν Φοίνικι μὲν ἔλεγε φρασσόμεθ’ ἤ κε νεώμεθα (v. 619), Αἴαντι δὲ οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι (v. 650). ἀλλ’ ἴσως Ὀδυσσεὺς τὰ πρὸς ἑαυτὸν μόνον ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ
40τὰ Αἴαντος εἰπὼν εἰσὶ καὶ οἵδε (v. 688), ὅπως μὴ αἰσχύνοιτο Αἴαν‐ τος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύ‐ χως πολεμήσωσιν, ὅθεν καὶ παραινεῖ ὁ Διομήδης καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους (v. 708). ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.

9

.

688

v. 656.141 in vol. 1

10

.

6

Πολὺν ὄμβρον ἀθέσφατον. glossa suprascripta: ἐκ παραλ‐ λήλου τὸ αὐτὸ κατὰ Πορφύριον.

10

.

11

ἀδύνατον, φασὶν, ἐν τῇ σκηνῇ ὄντα κατιδεῖν εἰς τὸ πεδίον. ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆσαι λέγομεν καὶ τὸ τῇ διανοίᾳ σκέψασθαι. ἐγχωρεῖ δὲ καὶ οὕτως ἔχειν τὴν σκηνὴν, ὡς δύνασθαι ἀπιδεῖν· ἔθος γὰρ τοῖς βασιλεῦσι τοιαῦτα κατασκευάζειν, ἀφ’ ὧν περιόψονται.
5 ἢ ὅτι ἐφ’ ὕψους ἡ σκηνὴ ἡ βασιλική, ἢ ὅτι οἱ Τρῶες 〈om. οἱ Τρ. Lp〉 ἐπὶ θρωσμῷ πεδίοιο (v. 160). ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν, ἀλλὰ προσέθηκεν ἂν τὸ 〈ταῖς Lp〉 φρεσίν, ὡς τὸ ὄφρα ἴδωμαι 〈αι e corr. Lp〉 ἐνὶ φρεσίν (Φ 61).

10

47sqq

εἰ δέ τις λέγει τὸν Ἕκτορα διὰ ταῦτα ὑπερτίθεσθαι καὶ αὐτοῦ τοῦ Ἀχιλλέως, ἴστω ὅτι λύει τὸ ἄπορον ὁ βασιλεύς, προσθεὶς τὸ αὕτως, ἤτοι οὕτως ἁπλῶς, οὔτε θεᾶς, φησὶν, υἱὸς φίλος οὔτε θεοῖο. Ἀχιλλεὺς μὲν γὰρ καὶ τοιαῦτα καὶ μείζω δράσας οὐκ ἂν ἐκ‐
5πλήξοι τινά (ἐκ θεᾶς γάρ), ὁ Ἕκτωρ δὲ ἁπλῶς ἀνήρ.

10

67sqq

φθέγγεο δ’ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι, πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον πάντας κυδαί‐ νων, μηδὲ μεγαλίζεο θυμῷ. ταῦτα σημειωτέον ὡς ἐπιτήδεια εἰς αἰτίας ἀπόδοσιν, δι’ ἣν εἰώθασιν οὕτω πρὸς ἀλλήλους διαλέγεσθαι οἱ
5ἥρωες· διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ· εἶναι γὰρ φιλο‐ φρονουμένων τὸν τοιοῦτον τρόπον τῆς προσαγορεύσεως. τὸ μὲν οὖν πατρόθεν ὀνομάζειν ἐστὶν ἐν τῷ Λαερτιάδη, τὸ δὲ ἐκ γενεῆς, τὸ ἐκ γενάρχου, οἷον τὸ διογενές· ἐκ γὰρ τοῦ Διὸς τοῦ ἀρχηγέτου τοῦ γένους εἴληπται τὸ διογενές. τὸ δὲ οὕτως ὀνομάζειν κυδαίνοντός ἐστι142 in vol. 1
10τοὺς καλουμένους. τί οὖν τὸ μηδὲ μεγαλίζεο θυμῷ; οὐ γὰρ, ὥσπερ οἱ γραμματικοί, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον καὶ τὸ οὕτω προσφωνεῖν, ἀλλὰ σημαίνει· μὴ μεγάλυνε σεαυτοῦ τὴν ψυχήν, ἐξ οὗ σημαίνεται· μὴ ὑπερόπτης γίνου μηδ’ ἀνάξιον σαυτοῦ τὸ ἄλλον κυδαίνειν ἡγοῦ. ταὐ‐ τὸν γὰρ τοῦτο καὶ ἐν ἄλλοις ἔφη· σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν
15ἐν στήθεσσιν (Ι 255)· ὅμοιον γὰρ τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴσχειν ἐν στήθεσι θυμὸν μεγαλήτορα, ᾧ ἐπάγει φιλοφροσύνη γὰρ ἀμείνων· ταὐτὸν οὖν τῷ πάντας κυδαίνων. καὶ ἡ Πηνελόπη δὲ λέγει οὐ γάρ τι μεγαλίζομαι οὐδ’ ἀθερίζω (ψ 174), οὐχ ὑπερηφανῶ ὥς τις μεγάλη, οὐδέ ς’ ὡς μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ,
20ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡς τοῦ μηδε‐ νὸς ἄξιον, ὡς ἀθέρας ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον (Α 261), οὔ ποτέ με ἐν ἀθέρων μοίρᾳ εἶχον. ταὐτὸ δὲ τὸ ἀθερίζειν ἐστὶ τῷ ἀπόβλητόν τι ποιεῖσθαι· οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται (Β 361), ᾧ ἀντικείσεται τὸ ἄνδρας δὲ λίσσεσθαι
25ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαϊκόν (Ι 520. 21), καὶ αἰσυμνῆται δ’ ἔκκριτοι ἐννέα πάντες ἀνέσταν (θ 258). ἐξηγούμενος δὲ τὸ ἀθερίζειν ἔφη τῶν δ’ ἄλλων οὔ πέρ τιν’ ἀναί‐ νομαι οὐδ’ ἀθερίζω (θ 212). ἔστι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαι‐ νῶ, διὸ ἴσον ἂν εἴη τῷ πάντας κυδαίνειν. καὶ τὸ οὐχ ἅλιον δὲ ἴσον
30τῷ οὐκ ἀθερίζειν, οὐκ ἀποβολῆς ἄξιον τῆς θαλάττης· τὸ μὲν γὰρ ἀθερί‐ ζειν ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, ὁ δὲ ἅλιος ἀπὸ τῶν εἰς ἅλα βαλλομένων, ὡς τὸ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ (Σ 324). τὸ μὲν οὖν μὴ μεγαλίζεσθαι θυμῷ σημαίνει τὸ μὴ ὑπερηφανεῖν δι’ ὑπερ‐ οψίαν. αὐτό τε τὸ ὑπερηφανῆσαί φησι· σὺ δὲ τῷ μεγαλήτορι θυ‐
35μῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμη‐ σας (Ι 109. 10), ὃ ἔφη ἠθέρισας. καὶ πάλιν οἳ τὸ πάρος θυμῷ ἦρα φέροντες ἀφεστᾶσι (Ξ 131. 2), καταφρονοῦντες καὶ ὑπερηφανοῦντες, διὰ τὸ αὐτοῖς χωρίζεσθαι, ὥς που ἔφη ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχα‐
40νόωνται (Λ 694. 95). οἱ μέντοι συνείκοντες καὶ τῆς ὑπεροψίας παυ‐ όμενοι· ὣς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ, εἴξας ᾧ
θυμῷ (Ι 597).143 in vol. 1

10

.

98

v. 194 sqq.

10

.

149

δειλὸς, φασὶν, οὗτος, ὅτι ἀσπίδα καὶ οὐ 〈add. Bkk.; codd. om.〉 δόρυ ἀναλαμβάνει. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι πότερον φευκτέα ἢ μενετέα, ἐμφαί‐ νων διὰ τῆς ἀσπίδος ὅτι μενετέα (v. 147). δόρυ μὲν γὰρ φέρουσι καὶ
5μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων.

10

.

151

σχῆμα ἀμφιβολίας· ἄδηλον γὰρ εἴτε παράκειται αὐτοῦ τὰ ὅπλα ἢ ἐνδέδυται. Πορφύριος δέ φησιν ὅτι οὐ φορεῖ· δειλίας γὰρ δεῖγμα τὸ τοιοῦτον. οὐχ ὡπλισμένος (δειλοῦ γάρ), ἀλλ’ οἷον πλησίον ἔχων τὰ τεύχη.
5καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθ’ ἡμέραν τάξιν φυλάττουσι περιστοιχοῦντες τὸν βασιλέα. [στρατηγικὸν δὲ καὶ τὸ αἰθριοκοιτεῖν.]

10

.

153

φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ σαυρωτῆρας στάσις· καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἓν μόνον πεσόν. λύει δ’ Ἀριστοτέλης λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηρος οἷα ἦν τότε. ἦν δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐν τοῖς βαρβάροις· πολλοὶ
5δὲ οὕτω χρῶνται τῶν βαρβάρων.

10

.

167

scholium quod de τρόπῳ ἀπὸ κοινοῦ qui vocatur agit, quo‐ niam casu ad h. v. adscriptum est neque habet quo aliqua cum veri specie referatur (cf. ad p. 143, 11—15), in fine operis nostri eden‐ dum erit.

10

194sqq

ἠπόρησεν Ἀριστοτέλης, διὰ τί ἔξω τοῦ τείχους ἐποί‐ ησε τοὺς ἀριστέας βουλευομένους ἐν νυκτηγορίᾳ, ἐξὸν ἐντὸς τοῦ τείχους ἐν ἀσφαλεῖ. καί φησι· πρῶτον μὲν οὖν οὐκ εἰκὸς ἦν ἀποκινδυνεύειν τοὺς Τρῶας οὔτ’ ἐπιτίθεσθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυχούντων ἦν ἀπο‐
5κινδυνεύειν. ἔπειτα ἐν ἐρημίᾳ καὶ καθ’ ἡσυχίαν βουλεύεσθαι περὶ τῶν
τηλικούτων ἔθος. ἄτοπον δ’ ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τινας εἰς τοὺς Τρῶας, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν ἐτόλμων. ἔπειτα στρα‐ τηγῶν ἂν εἴη τὸ φυλάσσεσθαι τοὺς νυκτερινοὺς θορύβους, τὸ δ’ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντας βουλεύεσθαι, νεωτερισμοῦ ὑποψίαν παρα‐144 in vol. 1
10σχὸν, φόβον ἐνεποίει. ἅμα δὲ καὶ ἡ πρόθεσις ἦν τοὺς φύλακας θεά‐ σασθαι, ἐν οἷς ἦν ἡ σωτηρία τῶν καθευδόντων. γενόμενοι δ’ ἐν τού‐ τοις τὰς βουλὰς, ὀλίγον πόρρω τούτων ἀποστάντες, ἐν ἡσυχίᾳ μὲν καὶ ἐν ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖς φύλαξιν, ἐν ἀσφαλεῖ δέ, πλησίον γὰρ τῶν φυλάκων. καὶ ἅμα ταχέως ἦν ἐπιτελέσαι τὰ δό‐
15ξαντα. ὁ δὲ νεκύων χῶρος πλήρης μὲν τῶν κειμένων πτωμάτων, ὀλί‐ γον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζονται, τοῦ περὶ τὴν τάφρον παντὸς χωρίου πλήρους ὄντος τῶν ἀνῃρημένων. ἀπολογούμενος δὲ διότι ἄταφοι ἦσαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸς γέγονεν ἡ ἀναχώ‐ ρησις καὶ σχολὴν οὐκ ἐνέδωκεν ὁ καιρὸς εἰς ταφήν, νυκτὸς μὲν κατα‐
20λαβούσης, ἐκ δὲ τῆς ἥττης ὑπὸ τοῦ καμάτου εἰς ὕπνον τετραμμένων πάντων· φησὶ γάρ (v. 98. 99)· μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπιπάγχυ λάθωνται καὶ (v. 200)·
25 ὅθεν αὖτις ἀπετράπετ’ ὄβριμος Ἕκτωρ καὶ τὰ ἑξῆς. ..... διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βου‐ λεύονται; ἀλλ’ ἐν τῷ στρατεύματι νυκτὸς περιιόντες θόρυβον ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως τε ἄτοπον
30ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολμᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι. ἄλογον τὸ μὴ ἐντὸς τῆς τάφρου τὸ συνέδριον εἶναι. λύεται δὲ ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τοὺς ἐν στρατοπέδῳ προσῆκον. θαρραλεώτερόν τε τὸν κατάσκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ
35οὐδὲν μέλλοντα πείσεσθαι δεινόν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγ‐ χανόντων.

10

215-216

διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα; καὶ ῥητέον ὅτι μέλανα μέν, ἐπεὶ νυκτὸς ἐπορεύοντο, ὑπόρρηνα δὲ συμ‐
βόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται.145 in vol. 1

10

.

249

ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν μὲν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φίλαυχός ἐστι (ι 19. 20). ῥητέον ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις, παρὰ δὲ τοῖς Φαί‐ αξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.

10

252-253

ἡ συναγωγὴ τῶν ζητουμένων γέγονε μὲν ἤδη καὶ παρ’ ἄλλοις· ἡμεῖς δὲ τὰ προβλήματα λαμβάνοντες παρὰ τῶν ἐζητηκότων τὰς λύσεις ἐπικρίνομεν ἃς ἐκεῖνοι ὑπέταξαν τοῖς προβλήμασι, καί τινας μὲν τούτων ἐγκρίνομεν, τινὰς δὲ παραιτούμεθα, τὰς δ’ αὐτοὶ ἐξευρίσκο‐
5μεν, τὰς δὲ πειρώμεθα διορθοῦν καὶ ἐξεργάζεσθαι, ὥσπερ τοῖς ἐντυγχά‐ νουσιν ἔσται δῆλον. αὐτίκα τῶν παλαιῶν ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐν οἷς φησιν ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλέω νὺξ τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται.
10πῶς γὰρ, εἰ αἱ δύο μοῖραι ἐξήκουσιν αὐταί τε καὶ ἔτι τούτων πλέον, ἡ τριτάτη μοῖρα λέλειπται, ἀλλ’ οὐχὶ τῆς τρίτης μόριον; ὅθεν καί τινες προστιθέντες τὸ ς ἠξίουν τριτάτης δέ τι μοῖρα λέλειπται γράφειν, ἵνα τῆς τρίτης μερίς τις ᾖ καταλελειμμένη, ἀλλ’ οὐχ’ ὅλη ἡ τρίτη. Μητρόδωρος μὲν οὖν τὸ πλεῖον δύο σημαίνειν φησὶ παρ’ Ὁμήρῳ·
15καὶ γὰρ τὸ σύνηθες—ὡς ὅταν λέγῃ νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο (θ 475) καὶ ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊ‐ κος πολέμοιο χεῖρες ἐμαὶ διέπουσι (Α 165)—, σημαίνει δὲ καὶ τὸ πλῆρες, ὡς ἐν τῷ σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηκε (Δ 262), καὶ ἐν τῷ πλεῖαί τοι χαλκοῦ κλισίαι (Β 226). νῦν οὖν τὸ πλέον
20ἀντὶ τοῦ πλῆρες εἰρῆσθαι· πλήρης γὰρ ἡ νὺξ τῶν δύο μοιρῶν γεγονυῖα παρῴχηκε, τριτάτη δ’ ἔτι περιλέλειπται. διεῖλε δ’ εἰς τρία, ὡς ἂν τρι‐ φυλάκου τῆς νυκτὸς οὔσης. Χρύσιππος δὲ, ὥσπερ εἴ τις, φησὶ, περὶ τριῶν ἡμερῶν διαλεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσ‐
25σέα, εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν, τὴν τρίτην φάναι
καταλείπεσθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ὡς ἕν τι λαμβάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ’ ἀριθ‐ μεῖσθαί γε τρίτην τῷ τάξιν τῶν μερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον πηρὸν τὸν πόδα γενόμενον ἔτι τυγχάνειν τῆς ὅλης146 in vol. 1
30προσηγορίας. ἄλλοι δέ φασιν ἔθος ἔχειν τοὺς ποιητὰς τῷ ἀπηρτισμέ‐ νῳ χρῆσθαι ἀριθμῷ, ὁτὲ μὲν τὰ ἐπιτρέχοντα τοῖς ἀριθμοῖς περιγρά‐ φοντας ὑπὲρ τοῦ ὁλοσχερεῖ καὶ ἀπηρτισμένῳ χρῆσθαι, ὅταν χιλιό‐ ναυν στρατὸν φήσειέ τις (Eur. Or. 344) τῶν Ἑλλήνων—ἦσαν δὲ αἱ νῆες χίλιαι ἑκατὸν ὀγδοήκοντα ἕξ—, καὶ ἔτι πύργους εἴκοσι μιᾷ
35στολ, πεζοῖς μὲν ἕνδεκα, ναυσὶ δὲ δυώδεκα ἀντὶ τοῦ κγʹ. ὁτὲ δὲ τὸν προκείμενον περιγράφουσι, τῷ ἐπιτρέχοντι ἀρκούμενοι, οἷον κατὰ μὲν φίλα τέκνα ἔπεφνε θάλλοντα ἥβᾳ δυώδεκα, αὐτὸν δὲ τρίτον (Pind. fr. 157 Boeekh.), ἀντὶ τοῦ τρίτον καὶ δέκατον· καὶ τετράτῳ δ’ αὐτὸς πεδάθη, φησὶν ὁ Πίνδαρος (fr. 100), ἀντὶ τοῦ
40τετάρτῳ καὶ δεκάτῳ· ἡ δὲ γυνὴ τέταρτον ἔτος ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο (Hes. op. 696), ἀντὶ τοῦ τεσσαρεσκαιδεκάτῳ καὶ πεντε‐ καιδεκάτῳ· Εὔπολίς τε Χρυσῷ γένει (Mein., fr. com. II, p. 537)· δω‐ δέκατος ὁ τυφλὸς, τρίτος ὁ τὴν κάλην ἔχων, ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα, πέμπτος δ’ ὁ πύργος, ἕκτος ὁ διε‐
45στραμμένος· χοὗτοι μέν εἰς’ ἑκκαίδεκ’ εἰς Ἀρχέστρατον, ἐς τὸν δὲ φαλακρὸν ἑπτακαίδεκ’. Β. ἴσχε δ. Α. ὄγδοος ὁ τὸν τρίβων’ ἔχων. ὁτὲ δὲ ἔξω προστιθέασιν, ἵνα τὸν πλήρη ἀριθμὸν εἴ‐ πωσιν, οἷον Ὁμήρου εἰπόντος ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νη‐ δύος ἦσαν (Ω 496), Σιμωνίδης φησὶ καὶ σὺ μὲν εἴκοσι παίδων

10

252-253

(50)

μᾶτερ ἔλλαθι (fr. 49 Bergk.). καὶ δεκάτῳ μηνὶ τοῦ τοκετοῦ ταῖς γυναιξὶ γιγνομένου φησὶν Ὅμηρος· χαῖρε, γυν, φιλότητι, περι‐ πλομένου δ’ ἐνιαυτοῦ τέξῃ ἀγλαὰ τέκνα (λ 248). καὶ ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο (Β 649) καὶ πολλοὶ ἀπειρέσιοι καὶ ἐννήκοντα πόληες (τ 174)· ἢ γὰρ κατὰ τὸ ἕτερον
55προστίθησιν ἢ κατὰ τὸ ἕτερον ἀφαιρεῖ. ὁμοίως καὶ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο (Α 601), οὐχ ἅμα τῇ ἕῳ ἀρξαμένων πίνειν· καὶ πᾶν δ’ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι (Σ 453),
καίπερ βραχέος γινομένου χρόνου ὑπὲρ τὴν μάχην. καὶ τῶν Ὀλυμπίων δὲ ἐναλλὰξ ἀγομένων διὰ πεντήκοντα μηνῶν καὶ τεσσαράκοντα ἐννέα,147 in vol. 1
60οἱ ποιηταὶ πεντηκοντάμηνόν φασι τὴν πανήγυριν. οὕτως οὖν οὐδὲν κωλύει, καὶ τῆς τρίτης μοίρας ἐλλιποῦς οὔσης, οὐχ ὁλόκληρον τρίτην αὐτὴν ὀνομάσαι μοῖραν. Ἀριστοτέλης δὲ οὕτως ἀξιοῖ λύειν, ἐν οἷς φησιν· ἡ εἰς δύο διαίρεσις εἰς ἴσην δύναται γενέσθαι ἐν τούτοις· ἐπεὶ δὲ τὸ πλέον τοῦ ἡμίσεος ἀόριστόν ἐστιν, ὅταν τοσοῦτον αὐξηθῇ ὡς τοῦ
65ὅλου τρίτον ἀπολείπεσθαι, ἀκριβοῦς ἂν εἴη τὸ ἀφορίσαι τοῦτο καὶ δη‐ λῶσαι ὅσον ἐστὶ τὸ καταλειφθέν, ἵνα ὅσον ηὐξήθη τοῦ ὅλου τὸ ἥμισυ δῆλον γένηται. οἷον τῶν ϛʹ ἥμισυ τὰ γʹ. εἴπερ διαιρεθείη τὰ ϛʹ εἰς βʹ ἴσα, ἔσται γʹ. ἐὰν τὸ ἕτερον μέρος αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλῃ μονάδι. ἐὰν οὖν ὅλῃ μονάδι πλέον γένηται, τὸ μέρος
70τὸ ὑπολειπόμενον τρίτον ἔσται τοῦ ὅλου, ὥστε καὶ ὁ εἰπὼν τῶν δύο μερῶν θάτερον πλέον γινόμενον καταλέλοιπε τριτάτην μοῖραν δεδήλω‐ κεν ὅτι ἐν αὐξήσει τὸ πλέον μονάδι γέγονε, τεσσάρων γεγονότων τῶν τριῶν καὶ δύο ὑπολειπομένων, ὅπερ ἦν τῶν ἓξ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆς νυκτὸς αἱ δώδεκα μοῖραι εἰς δύο ἴσας μερίδας μερίζεσθαι δύ‐
75νανται εἰς ἓξ, ηὐξήθη δὲ καὶ πλέον γέγονε θάτερον μέρος, ἄδηλον δὲ τὸ πόσαις ὥραις—καὶ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ καὶ πλείοσιν ἡ αὔξη‐ σις δύναται γίνεσθαι—, ἀφορίζων ὁ ποιητὴς τὸ ἀόριστον τοῦ πλείονος πόσον ἦν, καὶ ὅτι βʹ ὥραις ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλει‐ πται, ὡς ὀκτὼ μὲν γενέσθαι τὰς παρῳχηκυίας ὥρας, καταλείπεσθαι δὲ
80τέσσαρας, αἵπερ εἰσὶ τοῦ ὅλου τρίτον. οὕτω καὶ εἰ δέκα ὀκτὼ εἴη μοι‐ ρῶν, ὅ τι δίχα διαιρεῖται εἰς ἐννέα, εἴποις δ’ ὅτι πλέον τῆς εἰς δύο μοίρας παρῴχηκεν, ἡ δὲ τρίτη μοῖρα περιλείπεται, δῆλον ποιήσεις ἐκ τοῦ τὸ τρίτον φάναι περιλείπεσθαι, ὅπερ ἐστὶν ϛʹ, ὅτι δώδεκα φὴς εἰ‐ λῆφθαι. ἔστω δὲ καὶ ἐπὶ τοῦ νυχθημέρου τῶν ὡρῶν τὸ αὐτὸ ζητού‐
85μενον, καὶ λεγέτω τις ὅτι πλέον τι τῶν εἰς δύο μοίρας νεμομένων ὡρῶν παρῴχηκέ τι, μὴ ἀφορίσας τὸ πόσον, ἐπαγέτω δὲ ὅτι ἡ τρίτη μοῖρα τοῦ παντὸς λέλειπται· δῆλον γίνεται ὅτι τῆς εἰς βʹ διαιρέσεως εἰς ιβʹ καὶ ιβʹ γενομένης, τοῦ τρίτου καταλειφθέντος τοῦ παντός, ὅπερ ἐστὶν ὀκτώ, θάτερον μέρος τὸ πλέον ἐν τέτρασιν ἔσχεν, ὥστε ἑκκαίδεκα ὥρας
90τὰς πάσας παρεληλυθέναι, ὑπολείπεσθαι δὲ ὀκτώ. ἐν οἷς οὖν εἰς δύο ἴσα καὶ εἰς τρία ἐστὶ διαίρεσις, ἐάν τις εἰς δύο πλεονάσαντα τὸ τρίτον τῆς εἰς γʹ καταλίποι, ἀφορίζει ὅσῳ πλέον ἡ αὔξησις γέγονε. σοφῶς οὖν ὁ ποιητὴς τὸ ἀόριστον [τρίτον] τῆς αὐξήσεως τοῦ ἡμίσεος δεδήλωκεν ὅσον ἦν, ὅτι ὥραις δύο, καὶ ὀγδόη παρεληλύθει ὥρα, διὰ τὸ φάναι
95τριτάτη δ’ ἔτι μοῖρα λέλειπται. εἰδὼς γάρ τις ὅτι ιβʹ μὲν αἱ ὧραι πᾶσαι τῆς νυκτός, ὧν ἡ εἰς δύο μὲν μοίρας διαίρεσις ϛʹ καὶ ϛʹ ποιεῖ, ἡ δὲ εἰς γʹ δʹ καὶ δʹ καὶ δʹ, καὶ ἀκούσας ὅτι τῆς εἰς δύο μοίρας διαιρέσεως πλέον τι παρῴχηκεν, εἶτα γνοὺς ὅτι τῆς εἰς τρία τὸ τρίτον ἐπιμένει, ὅπερ ἐστὶν ὧραι τέσσαρες, εὐθὺς γινώσκει ὅτι ἀπὸ τοῦ μεσο‐148 in vol. 1

10

252-253

(100)

νυκτίου βʹ ὧραι ἦσαν παραλλάξασαι μεταβάντος. Αὐτόχθων δέ φησιν ὅτι τετελεσμένων τῶν βʹ μοιρῶν, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλέον ἡ νὺξ οὖσα μοιρῶν βʹ· πλέον γὰρ μέρος εἰσὶ τῆς νυκτὸς αἱ δύο, εἴ γε τὰ δύο τοῦ ἑνὸς πλείονα. τὸ οὖν παρ‐ ῴχηκεν, ὅτι παροιχομένων τῶν δύο μοιρῶν τῷ πλείονι ἡ νὺξ παρῴχη‐
105κεν. οὕτω γὰρ οὐδ’ ἁμάρτημα ἔσται ἐν τῷ πλέω, ὅπερ θηλυκῶς ἀκού‐ οντές τινες ἡμαρτῆσθαι λέγουσιν ἀντὶ τοῦ ἡ πλείων· ἔστι γὰρ τῷ πλέῳ ἡ νὺξ παρῳχηκυῖα μέρει, τουτέστι τῷ πλείονι καὶ μείζονι μέρει παρήλ‐ λαχε, τῶν δύο μερῶν παρῳχημένων. Ἀπίων δὲ αὐτῶν τῶν βʹ τὸ πλέον μέρος ἀνηλῶσθαι λέγει, ὥστε καὶ τῆς δευτέρας εἶναι λείψανον, καὶ τού‐
110των μὲν οὖν τὸ πλέον παρῴχηκε, τὸ δὲ τρίτον καταλείπεται· περὶ γὰρ νύκτας μέσας ἀναστὰς Ἀγαμέμνων ἐγείρει τὸν Νέστορα καὶ μετ’ αὐτοῦ τινὰς τῶν ἀριστέων, καὶ ἐπὶ τὴν τάφρον προελθόντες πέμπουσι τοὺς κατασκόπους. τὸν δὲ καιρὸν τῆς νυκτὸς ὑποβάλλει καὶ τὸ πλῆθος τῶν πράξεων. ὁπλισάμενοι γὰρ οἱ κατάσκοποι, ὀφθέντος αὐτοῖς τοῦ ὀρνέου,
115εὐξάμενοί τε τῇ Ἀθηνᾷ χωροῦσι πρόσω· καὶ ἐντυχόντες τῷ Δόλωνι οὐκ ὀλίγον χρόνον περὶ τὰς ἐρωτήσεις διέτριψαν· καὶ κτείναντες αὐτὸν μετὰ ταῦτα ἐπὶ τοὺς Θρᾷκας ἔρχονται· καὶ βραδύνουσιν αὐτοῖς περὶ τὸν τού‐ των φόνον ἡ Ἀθηνᾶ ἐπὶ τὰς ναῦς ἀπαλλάττεσθαι παραινεῖ· καὶ ἐπανελ‐ θόντες λούονταί τε καὶ ἀριστοποιοῦνται, καὶ τότε ἡμέρα γίνεται. Ὀδυσ‐
120σεὺς δὲ λέγει ἐγγύθι δ’ ἠώς, τὴν διέξοδον ἐπείγων· οὐδὲ γὰρ εὔλο‐ γον πλησιαζούσης τῆς ἕω κατασκόπους πέμπεσθαι, ἀλλὰ καὶ πάνυ ἐπι‐ σφαλές. τὸ δὲ πλέω δύναται μὲν καὶ ὡς πληθυντικὸν οὐδέτερον παρ‐ ειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρῆλθεν· ἢ πλείονα παρὰ μοίρας τὰς δύο, ὥς που καὶ ὁ Θουκυδίδης (I, 3, 5) λέγει· ἀλλὰ καὶ
125ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι συνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι, πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθε τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν. πιθανῶς δὲ οὐδένα ἄλλον τὴν τῶν ἄστρων πορείαν ἐποίησε φυλάττοντα ἢ τὸν Ὀδυσσέα, προοικονομῶν εἰς τὴν Ὀδύσσειαν· ἐκεῖ γὰρ αὐτῷ ὁ πλοῦς ἀνύεται
130Πληιάδας ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην (ε 572). λέγοντος τοῦ Ὀδυσσέως ἄστρα δὲ δὴ προβέβηκε, ζητήσειεν
ἄν τις, τί δηλοῖ τὸ προβέβηκε καὶ ποῖά εἰσιν ἄστρα ἐξ ὧν στοχάζεται τὴν ὥραν. τὸ γὰρ ἐκ τῆς ἄρκτου λέγειν οὐχ ὑγιές· οὐ γὰρ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ’ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰς ὥρας τεκμαί‐149 in vol. 1
135ρεσθαι ἔστιν. οἱ δὲ οὐδ’ ἐπ’ ἄλλου φασὶν οἷόν τε ἢ ἐπὶ τῆς ἄρκτου εἰρῆσθαι διὰ τὸ προκεῖσθαι τὸ προβεβηκέναι· σημειωσάμενον γὰρ τοὺς τόπους καθ’ ὥραν, ὡς ἐπιλαμβάνουσι στρεφόμενοι τῆς ἄρκτου οἱ ἀστέ‐ ρες, προβεβηκέναι φάναι ἐπὶ πλέον κατὰ τὴν στροφὴν χωρήσαντας, οἱ δὲ ἀπὸ τῶν Πληιάδων καὶ Ὑάδων καὶ Ὠρίωνος, ἤτοι τὴν ἀνατολὴν
140ἑῴαν ποιουμένων καὶ προβεβηκότων ἀπὸ τῆς ἀνατολῆς, [Πληιάδων] δύ‐ σιν ποιουμένων καὶ ἤδη προβαινόντων εἰς τὴν δύσιν· τὸ αὐτὸ γὰρ καὶ ἐν τῷ ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ’ ἄστρα βεβήκει (μ 312), ἢ ὡς πρὸς ἀνατολὴν ἢ πρὸς δύσιν, τὸ μέντοι τρίχα ἀντὶ τοῦ τρίτον. διχῶς δὲ τὸ τρίτον ******* τό τε κατὰ σχέσιν τὴν πρὸς
145τὸ πρῶτον. μή ποτε ἐκ τοῦ ζωδιακοῦ κύκλου τὴν ὥραν καταμεμαθη‐ κέναι φησί· τούτου γὰρ εἰς ιβʹ διῃρημένου, ϛʹ μὲν εὐθέως καταδύνοντος ἡλίου βλέπεται, νυκτὸς δὲ προβαινούσης τὰ λοιπά, οὐ τὰ αὐτὰ μὲν ὁρώ‐ μενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν

10

252-253

(150)

στοχάζεται Ὀδυσσεύς. ἢ ἁπλῶς πάντα φησὶ τὰ ἄστρα προβέβηκε, τουτ‐ έστι προκεχώρηκεν εἰς δύσιν τὰ ἀφ’ ἑσπέρας ἐν τῇ ἀνατολῇ φανέντα, ὡς καὶ νῦν φαμεν πολὺ προῆλθε τῆς ἡμέρας, εἰς δύσιν λέγοντες προ‐ ελθεῖν· ἐφ’ ὧν γὰρ ἀπὸ πέρατος εἰς πέρας ἐστί τις δρόμος, ὅταν ἤδη πρὸς τῷ ἑτέρῳ πέρατι ὁρώμενα φαίνηται, προβεβηκέναι λέγοιτ’ ἂν ἀφ’
155οὗ πρῶτον ὁρμώμενα ὤφθη. ὅτι δὲ καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα εἰς τρία διαιρεῖ δῆλον· ἐπὶ μὲν γὰρ τῆς ἡμέρας· ἔσσεται ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ (Φ 111), ἐπὶ δὲ τῆς νυκτός· ἀλλ’ ὅτε δὴ τρίχα νυ‐ κτὸς ἔην (μ 312). διὰ τί προβέβηκε καὶ ποῖα τὰ ἄστρα, ἐξ ὧν στοχάζεται τὴν
160ὥραν ὁ Ὀδυσσεύς; τὸ γὰρ τῆς ἄρκτου τοὺς ἀστέρας ἀκούειν ἁμάρτημα, οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ’ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τῆς ὥρας τεκμηριουμένης καὶ νοουμένης. ἔνιοι μὲν οὖν· Πληιάδας φησὶν καὶ Ὑάδας καὶ τὸν Ὠρίωνα καὶ τὸ προβεβηκέναι τὴν ἀνατολὴν ἑῴαν 〈ἑῶαν, ε ex π facto, cod.〉 ποιεῖται, ἕτεροι δὲ τὸν Ἕσπερον καὶ τὸν150 in vol. 1
165Κύνα καὶ τὸ προβεβηκέναι ἑῴαν 〈ἑῶαν cod.〉 ποιεῖται τὴν δύσιν. ἄμει‐ νον δὲ λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. τούτου 〈τοῦτο cod.〉 γὰρ εἰς ιβʹ διῃρημένου 〈διηρημένον cod.〉, ἓξ μὲν εὐθέως ἡλίου καταδύνοντος 〈καταδύοντος cod.〉 βλέπεται, νυκτὸς δὲ προβαινούσης τὰ λοιπά, καὶ τὰ 〈οὐ τὰ αὐτὰ sch. min.〉 μὲν ὁρώμενα τὸν
170δὲ ἀριθμὸν τῶν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται ὁ Ὀδυσσεύς. ἢ ἁπλῶς φησι πάντα τὰ ἄστρα συγκαταδυόμενα 〈καταδυόμενα cod.〉 τῷ ἡλίῳ καὶ συνανατέλλοντα κατὰ τὸ δεύτερον. τὸ δὲ προβέβηκε δηλοῖ προκεχώρηκεν εἰς δύσιν, ὥσπερ καὶ ἡμεῖς λέγοντες τὸ πολὺ προῆλθε
175τῆς ἡμέρας τὸ εἰς δύσιν προελθεῖν λέγομεν. εἰ δέ τις ἐπιζητεῖ, πῶς οὐκ ὠνόμασε τὰ ἄστρα, ἴστω ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐκ ἥρμο‐ ζεν ἀδολεσχεῖν. φαίνεται δὲ ἐκ τούτων Ὅμηρος καὶ σφαιροειδῆ τὸν κόσμον εἰδώς· οὐ γὰρ οἶόν τε τὰ μὲν δύνειν τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου καὶ ὑπὲρ γῆν ἀνίσχοντος. εἰδὼς δὲ καὶ
180ἡμερῶν καὶ νυκτῶν μέγεθος καὶ ἡλίου κίνησιν, οἶδεν ἀκριβῶς ὅτι κατὰ 〈καὶ, om. ὅτι, cod.〉 τὰς τούτου δύσεις καὶ ἀνατολὰς ἡ νὺξ ὁρίζεται 〈ὀργίζεσθαι cod.〉 κατὰ τὴν ἡμέραν. παρῴχηκε δὲ ἡ νὺξ τῶν δύο μοιρῶν 〈corr.〉, τριτάτη δ’ ἔτι 〈δέ τοι cod.〉 μοῖρα λέλειπται. ὥσπερ τὴν ἡμέραν εἰς τρία
185μέρη διεῖλεν, ἐν οἷς φησιν ἔσσεται 〈ἔσεται cod.〉 ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ, οὕτω καὶ τὴν νύκτα εἰς τρία διεῖλεν. εἰ δὲ τριμερὴς ἔσται ἡ νὺξ καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθεν, πῶς δύναται ὅλη ἡ τρίτη λείπεσθαι; ἀλλὰ λέγομεν, ὅτι τετελεσμένων τῶν δύο μοιρῶν, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλεῖον ἡ νὺξ
190οὖσα μοιρῶν δύο· πλεῖον γὰρ μέρος ἐστὶ τῆς ὅλης νυκτὸς αἱ δύο, εἴ γε τὰ δύο τοῦ ἑνὸς πλείονα. ἢ κἀκεῖνο ῥητέον, ὡς τὸ μέρος ὁμοίως ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεσθαι εἰπὼν οὐ λειπομένην ὅλην, ὁμοίως· ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα καὶ πᾶν δ’ ἦμαρ μάρναντο ἐπὶ Σκαιῇσι πύλῃσιν· οὔτε γὰρ ἅμα ἕῳ
195ἀρξάμενοι ἔπινον καὶ 〈om. cod.〉 βραχὺς ἦν ὁ ἀναλωθεὶς χρόνος εἰς τὴν μάχην περὶ ταῖς πύλαις. κἀκεῖνο ὅμοιον· περιπλομένου ἐνιαυ‐ τοῦ τέξεις ἀγλαὰ τέκνα· εἰς γὰρ ἀποκύησιν οὐ πληροῦται ὅλον ἔτος 〈ἔπος cod.〉, ἀλλὰ διακόσιαι καὶ ἑβδομήκοντα καὶ τρεῖς ἡμέραι.
καὶ ἡμεῖς ἐν τῷ συνήθει τοῦ 〈τοῦτον cod.〉 τὸν δολιχὸν τρέχοντος ἀρ‐151 in vol. 1

10

252-253

(200)

ξαμένου 〈τρέχοντα ἀρξάμενοι cod.〉 τὸ 〈τὸν cod.〉 τελευταῖον στάδιον τρέχειν, στάδιον αὐτὸν περιλείπεσθαί φαμεν, καὶ περὶ τοῦ τὸν 〈τοῦτον cod.〉 ἔσχατον μῆνα ἄρχοντος, ὅτι τῆς ἀρχῆς αὐτῷ περιλείπεται μείς. ἢ ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέρος ἀναλῶσθαι λέγεται, ὥστε καὶ τῆς δευτέρας τι 〈ἐστὶ cod.〉 καὶ τὴν τρίτην ὅλην καταλείπεσθαι. τὸ δὲ
205πλέω 〈πλείω cod.〉 δύναται μὲν ὡς πληθυντικὸν οὐδέτερον παρει‐ λῆφθαι· τὰ 〈τὸ cod.〉 πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι· ἢ πλεί‐ ονα παρὰ τὰς μοίρας 〈μοῖρας cod.〉 τὰς δύο, ὥς που καὶ Θουκυδίδης λέγει· ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω 〈πλοίω cod.〉 χρώμενοι συνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν
210εἶναι πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθεν εἰς πλείονα μοῖραν τῶν δύο μοιρῶν. παρῆλθον τῆς νυκτὸς αἱ δύο πλήρεις μοῖραι. οἱ δὲ ὅτι τὸ πλέον τῶν δύο μοιρῶν τῆς νυκτὸς παρῆλθεν. αἱ δύο δὲ μοῖραι ὀκτώ εἰσιν ὧραι· τούτων τὸ πλέον, ὅ ἐστιν αἱ ἑπτά, παρῆλθεν· ἐσμὲν δὲ ἐν ὀγ‐
215δόῃ ὥρᾳ, λείπονται δὲ τέσσαρες. τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ τρίτη τελεία.

10

.

260

quaestio cod. Leid. (f. 211b, Π): διὰ τί οὐδαμοῦ τῆς ποιή‐ σεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμοῦντας κτλ. (v. Phil. XVIII, p. 350), ad α 262 pertinet.

10

.

274

Ζωίλος ὁ κληθεὶς Ὁμηρομάστιξ γένει μὲν ἦν Ἀμφιπολίτης τοῦ δὲ Ἰσοκρατικοῦ διδασκαλείου, ὃς ἔγραψε τὰ καθ’ Ὁμήρου γυμνασίας ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐν τοῖς ποιηταῖς γυμνάζεσθαι. οὗτος ἄλλα τε πολλὰ Ὁμήρου κατηγορεῖ καὶ τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐν τῇ
5νυκτεγερσίᾳ ἔπεμψε τοῖς περὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ, ὃν, φησὶν, οὐκ εἶδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγξαντος ἄκουσαν (v. 276). πῶς γὰρ, φησὶ, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς (v. 277); εἰκὸς γὰρ ἦν ὑπο‐ λαβεῖν περιβοήτους ἔσεσθαι· φωνὴ γὰρ σημεῖόν ἐστι τοῖς λανθάνειν προ‐ αιρουμένοις ὑπεναντίον. Μεγακλείδης, ὅτι μαντικῶς ταῦτα ἐποίησε·
10δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουσαν μόνον. οὐκοῦν οὕτως ἀπέβη τὸ μέλλον· αὐτοὶ μὲν γὰρ ὑπὸ τῶν πολεμίων οὐκ ὤφθησαν, ἤκουσαν δὲ τὰ βου‐ λεύματα καὶ τὰς τάξεις, Δόλωνος ἐξαγγείλαντος. πῶς ἂν οὖν οἰωνὸς σαφέστερος φανείη; Ἀλέξανδρος δὲ ὁ Μύνδιος ἐν τῷ τρίτῳ περὶ ζώων ἠπόρει διὰ τί ἡ Ἀθηνᾶ ἐπὶ τὴν κατασκοπὴν πορευομένοις τοῖς152 in vol. 1
15περὶ τὸν Ὀδυσσέα οὐ τὴν γλαῦκα τὴν ἰδίαν ὄρνιν ἔπεμψε σημαίνουσαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν οὖσαν ὄρνιν, ἀλλ’ ὅτι ἱερὸν τοῦ Ποσει‐ δῶνος καὶ ἑτέρων τινῶν θεῶν. φασὶν οὖν λύοντες ὅτι ἑλώδους ὄντος τοῦ τόπου, τῶν ζώων τούτων νυκτὸς ἐν τοῖς ποταμοῖς καὶ τοῖς τέλμασι νεμομένων, διὰ τούτου σημῆναί τι τοῖς κατασκόποις ἠβουλήθη,
20καὶ οὐ τῆς τὸ ὕδωρ καὶ τὰ ἕλη μισούσης ὄρνιθος, διαιτωμένης καὶ οἰ‐ κούσης ἐν πέτραις καὶ τείχεσιν· ἔπειτα καὶ ὁ ὄρνις οὗτος ἡμέρᾳ τε καὶ νυκτὶ χρῆται ἐνεργὸς ὤν, καὶ ἔστιν ἀμφίβιος, ὥστε καὶ ἐν ὕδατι τροφὰς ἑαυτῷ πορίζειν, οἱ δ’ ἀριστεῖς οὗτοι καὶ σὺν ναυσὶ καὶ πεζοὶ τὰ κατὰ τοὺς πολεμίους ἐληΐζοντο, καὶ ἀναφανδὸν καὶ τότε διὰ τῆς νυκτὸς τὰ
25πρὸς τὸν πόλεμον ἔπραττον. ἐπεὶ δ’ αὐτίκα δράσειν ἔμελλον, ἐγγὺς ὁδοῖό φασι (v. 274)· τὰ γὰρ ἐγγὺς ἁπανταχοῦ ἐστι σημεῖα. ἐν δεξιᾷ δὲ χώρᾳ ἡ κλαγγὴ αὐτοῖς γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐν ᾗ τοῖς δυσμενέσιν ἔμελλον ἔσεσθαι ἀλγηδόνες, τοῖς δ’ ἀκούσασι χαρά τις καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸς οὗτος ὡς ἐπὶ τὸ πολὺ τότε κλαγγάζει, ἡνίκα
30εὖ πράττει καὶ εὐθυμεῖ ἄγρας ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸς λέγεται ἀφρο‐ δισίων ἕνεκα αἷμα δακρύειν καὶ προπίπτειν αὐτοῦ τοὺς ὀφθαλμοὺς καὶ ἀποθνήσκειν, ὥστε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶς τῇ ἀλλοτρίᾳ τοὺς ἀλλοτρίους καὶ πολεμίους γάμων ἕνεκα ἐδήλου τεθνήξεσθαι. καὶ Ἕρμων δὲ ὁ Δή‐ λιος γράφει· ἐρωδιὸς ὁ πέλλος ἐν πεδίῳ φαινόμενος δαπέδου
35μεδέοντος ἐστὶ Ποσειδῶνος, ἄρ.μενος εἰς πόλεμόν τε καὶ ἐν νήεσσι μάχεσθαι ἐσθλός· καὶ πεζοῖσι καὶ ἱππήεσσιν ἄρι‐ στος ἐν πεδίῳ θεμένοισι μάχην, ἐν ὄρει δέ τε χείρων φαι‐ νόμενος· μάλα γὰρ πέλεται νικηφόρος ὄρνις ἔς τε βρομίην ὀρμένω ἀπειλίην ἄρμενος ὁπλίτην κεν ἄγων οἶκονδε νέοτ.153 in vol. 1
40οὕτω δὲ καὶ ἀξιοῦσιν οὐ Παλλὰς Ἀθηναίη γράφειν, ἀλλὰ πέλλον, τοὺς δὲ μεταγράψαντας τῷ ἐπιθέτω ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθείᾳ δὲ ἀκολουθῆσαι· ὅθεν καὶ Ζώπυρος ἐν τετάρτῳ Μιλήτου κτίσεως γράφει· „ἐν τῇ νυκτεγερσίᾳ τοῦ ποιητοῦ θέντος πέλλον Ἀθηναίη, μεταγρά‐ φουσί τινες καί φασι Παλλὰς Ἀθηναίη, τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι
45ἀλλ’ οὐ τῇ ἀληθείᾳ ἀκολουθοῦντες. τρία δὲ γένη ἐστὶν ἐρωδιῶν, καὶ τῇ χροιᾷ διαλλάσσοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ· ἓν μέντοι γένος ἐστὶν ἐρωδιῶν τὸ καλούμενον πύγαργον, ὅπερ ἐστὶ πρὸς γάμον τῶν πάντων δυσαντητότατον· ἐν γὰρ τῷ συνουσιάζειν ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺς ὀφθαλμοὺς καὶ αἱμορραγεῖ.

10

.

274

(50)

ἄλλος ἐστὶν ἐρωδιὸς ὃν καλοῦσιν ἀφροδίσιον· οὗτος δὲ ἐν μὲν τῇ συν‐ ουσίᾳ ἁρμόζει, πρὸς δὲ γάμον καὶ συμφωνίαν βίου αἰσιώτατος. τρίτος δὲ πέλλος, ὁ μελάγχρους, καὶ πρὸς λαθραίαν πρᾶξιν ἄριστος πάντων ἐστίν. οὐκ ἤμελλεν οὖν ὁ ποιητὴς, τριῶν ὀρνίθων ὄντων καὶ τούτων ἴδιον ἑκάστου φέροντος πρᾶγμα, ἀφεὶς τὸ τὴν παροῦσαν ὁδὸν σημαῖνον,
55τῇ κοινοτέρᾳ τῶν ὀρνίθων ἐπὶ πάντων ὁμοίως χρᾶσθαι.“ Καλλίμα‐ χος δὲ ἐν τῷ περὶ ὀρνέων οὐ τὸν πύγαργόν φησιν εἶναι τὸν ἐν τῇ ὀχείᾳ τοὺς ὀφθαλμοὺς αἱμάσσοντα ἀλλὰ τὸν πέλλον, γράφων ὧδε· „ἀστε‐ ρίας, ὁ δ’ αὐτὸς καλεῖται ὄκνος· οὗτος οὐδὲν ἐργάζεται. πέλλος· οὗ‐ τος ὅταν ὀχεύῃ κραυγάζει καὶ ἐκ τῶν ὀφθαλμῶν ἀφίησιν αἷμα, καὶ τίκ‐
60τουσιν ἐπιπόνως αἱ θήλειαι. λευκός· οὗτος ἀνωδύνως ἐν ἀμφοτέροις ἀπαλλάσσεται“.

10

.

339

..... πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως
ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν.154 in vol. 1

10

.

372

..... καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ᾤετο ὡς ἀπειλῇ μόνῃ πεισθήσεται. ὑπόνοιαν δὲ αὐτῷ δίδωσιν ὡς οὐ βούλεται αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.

10

.

407

e schol. ad v. 167 adscripto excerpt.

10

.

413

τὸ καταλέξω οὐκ ἔστιν ἁπλῶς ἐρῶ, ἀλλ’ εἰς τέλος τοῦ λό‐ γου ἀφίξομαι καὶ καταλέξω. ταὐτὸν γάρ ἐστι τῷ ἀτὰρ οὐ τέλος ἵκεο μύθων (Ι 56) καὶ ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ’ ἔειπε (Ψ 350). τὸ διεξελθεῖν οὖν τὸν λόγον μέχρι τοῦ ἀπολῆξαι.

10

416sqq

τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες ἐποιοῦντο ἐκ τῆς τοιαύτης τοῦ Ἕκτορος παραγγελίας (Θ 507 sqq.)·
ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
5 ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλ, σέλας δ’ εἰς οὐρανὸν ἥκῃ, καὶ πάλιν (Ι 232 sqq.)· ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλέκλητοί τ’ ἐπίκουροι;
10 κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, καὶ πάλιν (Κ 11. 12)· ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειε, θαύμαζε πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό, εἰκότως ἀσαφέστατόν ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς
15πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί (Κ 408)
ἀποκρίνεται (Κ 416 sqq.)·
φυλακὰς δ’ ἃς εἴρεαι, ἥρως, οὔτις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει· ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη,
155 in vol. 1
20 οἵ τ’ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις. τί γὰρ βούλεται τὸ ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾳδίως συνιδεῖν. λύ‐ οντες οὖν λέγομεν ἡμεῖς ὅτι τῶν ἐν τῷ πεδίῳ πυρῶν νῦν οὐ ποιεῖ‐
25σθαι τὸν λόγον ἀλλὰ βούλεσθαι εἰπεῖν, ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι ἀλλ’ ἑστίαν ἔχοντες, ὅπερ ἐν ἄλλοις περὶ τῶν αὐτῶν λέγει (Β 185)· Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασι, τουτέστιν ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐν ἄλλοις (ψ 55)·
30ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, τουτέστιν εἰς τὴν αὑτοῦ ἑστίαν· ἑστία γὰρ ὁ οἶκος· ὃ γὰρ εἶπεν· ἦλθε μὲν αὐτὸς ἐφέστιος, μεταλαβὼν ἔφη (ψ 7)· ἦλθε δ’ Ὀδυσσεὺς καὶ οἶκον ἱκάνετο. καὶ πάλιν ἀντὶ τοῦ οἶκος· ἑστίη δ’ Ὀδυσσῆος ἀμύμονος, ἣν ἱκάνω (ξ 159). ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος, ὁ δὲ ἄπολις καὶ φυγὰς ἀφρήτωρ
35ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος (Ι 63). καὶ ἐπὶ τοῦ εἰς ἀλλο‐ τρίαν οἰκίαν ἐνοικοῦντος ἀλλ’ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων (η 248). τὸ οὖν ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι δη‐ λοῖ ὅσαι Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων ἐφέστιοι καὶ πολῖται καὶ ἑστιούχῳ Διὶ θύουσιν—ὥσπερ καὶ ὁ Φήμιος Διὸς μεγάλου ποτὶ156 in vol. 1
40βωμὸν ἑρκείου (χ 334) καταφεύγει, ᾧ δηλονότι κατὰ πᾶσαν τὴν ἡμέ‐ ραν ἔθυον—. ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ λείπειν ἐνταῦθα διὰ τῆς τοῦ πυρὸς ἐσχάρας, δηλοῖ τὰ ἐπαγόμενα (Κ 418 sqq)·
οἷσιν ἀνάγκη, οἵ τ’ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
45 ἀλλήλοις, ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι εὕδουσι· Τρωσὶ γὰρ ἐπιτροπέουσι φυλάσσειν. ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· πᾶσι γὰρ ἐπ‐ ίστιόν ἐστιν ἑκάστῳ (ζ 265), λέγει γάρ· οὐδεὶς ξένος ἐστὶν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ τοῦ ψιλοῦ ἐξενή‐

10

416sqq

(50)

νεκται, ὡς τὸ δέχεσθε δέκεσθε.

10

.

428

v. ad p. 50, 5—10.

10

.

437

καὶ εἰ νεήλυδες ἦσαν, πῶς ἐγίνωσκε τὸ τάχος; ἢ ὡς ἀκούσας ἢ ὡς ἀποσεμνύνων πρὸς τὸ μὴ ἀναιρεθῆναι. ..... πῶς ἐδόκει εἰδέναι ὅτι ταχεῖς εἰσιν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας ἢ ὡς ἀποσεμνύνων, ὡς καὶ σωθησομένων αὐτῶν διὰ τῶν
5ἵππων μετὰ τὴν Θρᾳκῶν ἐπανάστασιν.157 in vol. 1

10

.

447

ἀδύνατον τὸν οὕτω δειλὸν 〈Bekk.; δῆλον μὴ cod.〉 γινώσκε‐ σθαι ὑπὸ τῶν ἀριστέων. λύεται δὲ ἐκ τοῦ ἔθους. καὶ γὰρ πλούσιον αὐτὸν ὄντα εἰκὸς εἶναι διάδηλον· καὶ οὐκ ἂν ἦν ἐν τῷ συνεδρίῳ τοῦ Ἕκτορος μὴ τῶν ἐπιφανῶν ὤν· καὶ ἔστιν υἱὸς κήρυκος, τοῖς δὲ τοι‐
5ούτοις εἰς τὰς ἀποστολὰς χρῆσθαι εἰώθασιν. καὶ πῶς ᾔδεισαν αὐτοῦ τὸ ὄνομα; εἰκὸς ἦν ὡς κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. ἢ ἠρώτησαν κρατήσαντες.

10

.

479

v. ad Ξ 267.

10

.

515

πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα 〈πραττόμενα Lp〉· ἀπεκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα μηδενὶ στρατεύματι βοηθεῖν. ἀλλ’ ὡς εἶδεν 〈οἶδεν Lp〉 ἐλθοῦσαν Ἀθηνᾶν πρὸς Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ δεδιὼς Δία,
5ἡ δὲ Ἀθηνᾶ ταχέως· εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός 〈τοῦ Δ. L〉.

10

.

532

ζητεῖται πῶς πρῶτος αὐτὸς αἰσθάνεται. ῥητέον ὅτι πρῶτος αἰσθάνεται ἀγωνιῶν διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. ὡς οὖν γνώμην διδοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας οὐ μόνον ἠγω‐ νία ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συναπεδήμει αὐτοῖς.
5 εἰκότως· τῶν φρονιμωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν, ὡς ἂν τῆς ἐκπομπῆς τῶν κατασκό‐ πων τὴν αἰτίαν ἐπιφερόμενος· ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μή τινα καταφρονεῖν γήρως, συνέσεις γὰρ ἔχει πλείονας καὶ ἀρείονας.158 in vol. 1

10

.

561

πῶς εἰπὼν (v. 494. 95)· ἀλλ’ ὅτε δὴ βασιλῆα κιχήσατο, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα, πάλιν διηγούμενος τὰ συμβάντα φησὶ (v. 561)·
5 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν; ὁ γὰρ Δόλων τοῖς τρισκαίδεκα συναριθμούμενος τῶν Θρᾳκῶν τεσσαρεσ‐ καιδέκατος ἂν εἴη. δῆλον ὅτι τὸν Ῥῆσον ἐξελὼν καὶ δώδεκα τοὺς ἑταί‐ ρους τοῦ Ῥήσου τρισκαιδέκατον μετὰ τῶν ἑταίρων τοῦ Ῥήσου εἰκότως τὸν Δόλωνα κατηριθμήσατο. τί γάρ φησιν;
10 ἵπποι δ’ οἵδε, γεραι, νεήλυδες, οὓς ἐρεείνεις, Θρηίκιοι, τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδης ἔκτανε (v. 558—60). τοῦτον μὲν καθ’ ἑαυτὸν χωρίσας ὠνόμασεν, εἶτ’ ἐπάγει πὰρ δ’ ἑτά‐ ρους δυοκαίδεκα, μεθ’ ὧν, ἐξῃρημένου τοῦ βασιλέως, τὸν τρισκαι‐
15δέκατον σκοπὸν εἵλομεν. καὶ αὐτὸς δ’ ἐπεσημήνατο ὅτι παρὰ τὸν Ῥῆσον ἀριθμεῖται τοὺς ἑταίρους καὶ οὐ σὺν τούτῳ καταλέγει τοὺς ἄλ‐ λους. ἔφη γάρ· τὸν δέ σφιν ἄνακτα ἀγαθὸς Διομήδης
ἔκταν
ε, πὰρ δ’ ἑτάρους δυοκαίδεκα, δυοκαίδεκα μὲν τοὺς ἑταίρους, τὸν δὲ σκοπὸν τρισκαιδέκατον. ἑαυτὸν
20δὲ κοινωνὸν θεὶς τῆς λήψεως τοῦ σκοποῦ οὐκ ἔφη ἀπεκτείναμεν ἀλλὰ εἵλομεν, ἐπεὶ ὥσπερ καὶ τοὺς ἄλλους Διομήδης ἀνεῖλε, συνέλαβε δὲ τὸν σκοπὸν Διομήδει Ὀδυσσεύς. πῶς οὖν, φησὶ, δεκατέσσαρας φονεύσας τρισκαιδέκατον λέγει Δό‐
λωνα; ῥητέον οὖν ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρί‐159 in vol. 1
25ζει κατ’ ἐξοχήν. ἔθει οὖν κατὰ τὸν ἀριθμὸν κεχώρισται ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα (Ν 1).

11

51-52

..... τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει ὀλίγον, τοιοῦτόν ἐστι· τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφ’ ἁρμάτων 〈ἐφαμαρτῶν cod.; corr. Bkk.〉· ἢ τῷ
5χρόνῳ πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖς τῷ καταταχῦναι 〈κατα‐ χῦναι cod.; corr. Bkk.〉 ὀλίγον ὄπισθεν ἦσαν.

11

53-54

ἐζήτηται πῶς ἐνεδέχετο ἔχειν τὰς νεφέλας αἷμα· ῥητέον οὖν ὅτι τὸ τοῦ ὕδατος λεπτότατον καὶ κουφότατον ἁρπάσαν τὸ πῦρ τὸ τοῦ ἡλίου μετέωρον ἐξήρανε καὶ κατέμιξε τῷ ἀέρι, καὶ τὸ μὲν θολε‐ ρὸν αὐτοῦ καὶ βαρὺ ἐκκριθὲν ὁμίχλη γίνεται, τὸ δὲ καθαρώτατον καὶ
5κουφότατον γλυκαίνεται καταλελειμμένον, ἕψοντος τοῦ ἡλίου καὶ καίον‐ τος· εἰ γὰρ καὶ τὰ ἄλλα τοῦ ὕδατος, ἐὰν ᾖ ἁλμυρά, τὸ παρ’ ἡμῖν πῦρ γλυκέα ἀπεργάζεται, τί χρὴ προσδοκᾶν περὶ τοῦ δυνατωτέρου πυρὸς ὃ ἥλιον λέγομεν; τὸ ἀναπεμφθὲν οὖν τοῦτο ὕδωρ μέχρι διεσκέδασται μετέωρον φερόμενον, ὅταν εἰς τὸ αὐτὸ συστραφῇ, βαρούμενον κάτω
10φέρεται καὶ ὄμβρος γίνεται. καὶ ἡ αἰτία· ὅταν νέφεσιν ἐλαυνομένοις ὑπ’ ἀνέμου ἐμπέσῃ πνεῦμα ἐναντίον καὶ νέφη ἕτερα ὑπὸ τούτου διω‐ κόμενα, τὰ μὲν πρῶτα συστρέφεται, τὰ δ’ ὄπισθεν αὐτῶν ἐπιφερόμενα παχύνεται καὶ μελαίνεται καὶ καταρραγέντα ὑπὸ τοῦ βάρους ὄμβρον
ἐγέννησεν. εἴπερ οὖν οἱ ποταμοὶ, πολλοῦ κατ’ αὐτοὺς συντελουμένου160 in vol. 1
15τοῦ φόνου, ἦσαν αἵματος ἀνάπλεοι, εἰκότως τὸ ἀναφερόμενον ἀπ’ αὐτῶν ὕδωρ γίνεται ὄμβρος αἱματώδης, καὶ τοῦτο μυθῶδες δοκοῦν οὐκ ἀποφεύγει τὸ πιθανόν.

11

.

84

ad Θ 1, p. 111. 112.

11

.

86

cf. Θ 53. 54.

11

155col1

Vatic. ζητ. κηʹ. ὡς δ’ ὅτε πῦρ ἀίδηλον ἐν ἀξύλῳ ἐμ‐ πέσοι ὕλῃ. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ
5ὁμόξυλον. δηλοῖ γὰρ, φασὶν .... ........ ὡς ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος), καὶ ἄβρομοι (Ν 41) ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτω καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμό‐
10λεκτρος καὶ ὁμόκοιτις· καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ τὴν στέρησιν τοῦ ξύλου· ἐπάγει γάρ· οἱ δέ τε θάμνοι πρόρριζοι
15πίπτουσιν, ἀλλὰ κατὰ στέρησιν
τοῦ ξυλίσασθαι, ἵν’ ᾖ ἄξυλος ὕλη, ἀφ’ ἧς οὐδείς πω ἐξυλεύσατο. καὶ ἄκοιτις δὲ καὶ ἄλοχος ἐμοὶ δοκεῖ κυρίως ἡ παρθενικὴ λέγεσθαι, παρὰColumn end
20τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης. παρ’ ὃ καὶ λέγει κουρι‐ δίης ἀλόχου (Α 114). λοιπὸν δ’ ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετ‐ ήγαγεν. ὥσπερ κυρίως ἀλεξῆσαι
25τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι· λοι‐ πὸν δ’ ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν. καὶ ἀίδη‐ λον δὲ πῦρ (Β 455. Ι 436. Λ 155) οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ
30ἀδηλοποιόν, ἐξ οὗ σημαίνει τὸ ἀφα‐ νιστικόν. οὕτω γοῦν ἔφη σὺ δὲ κτείνεις ἀιδήλως (Φ 220), ἀφα‐ νίζων καὶ ἀδήλους ποιῶν. οὐ κα‐ κῶς δὲ καὶ Σέξστος ἀίδηλον ἀπο‐
35δέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν.Column end

11

155col2

*B f. 144b ad ἀξύλῳ, L f. 228b, Π. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ ἄξυ‐ λον. δηλοῖ γὰρ, φησὶ, τὸ α καὶ τὸ
5ὁμοῦ, ὡς ἐπὶ τοῦ ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος), καὶ ἄβρομοι ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτως καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεχος καὶ ὁμόκοιτις. καὶ ἄξυ‐
10λος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυ‐ κνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ στέρησιν τοῦ ξύλου· ἐπά‐ γει γάρ· οἱ δέ τε θάμνοι πρόρ‐ ριζοι πίπτουσιν, ἀλλὰ κατὰ στέ‐
15ρησιν τοῦ ξυλίσασθαι, ἵνα ᾖ ἄξυλος
ὕλη, ἐξ ἧς οὐδείς πω ἐξυλεύσατο, τουτέστιν ἀφ’ ἧς ξύλον οὐδεὶς ἔκο‐ ψε. καὶ ἄκοιτις δὲ καὶ ἡ ἄλοχος, ὡς ἐμοὶ δοκεῖ, κυρίως ἡ παρθενικὴ161 in vol. 1
20λέγεται, παρὰ τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης (παρ’ ὃ καὶ λέγει κουριδίης ἀλόχου, τῆς ἐκ παρθενίας ἀλλ’ οὐ λέχους ἑτέρου μετασχούσης), λοιπὸν δ’ ἡ κατά‐
25χρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ὥσπερ κυρίως τὸ ἀλεξῆσαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι· λέγει γὰρ Ἕκτωρ· ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προ‐
30φρονέως ῥύοισθε (Ρ 223)· λοι‐ πὸν δὲ ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν. καὶ τὸ ἀί‐ δηλον δὲ πῦρ οὐκ ἔστι τὸ μεγα‐ λόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ
35οὗ σημαίνει τὸ ἀφανιστικόν. οὕτως γοῦν ἔφη σὺ δὲ κτείνεις ἀιδή‐ λως, ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέκστος ἀίδηλον ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν.
40ἡ παραβολὴ οὖν πρὸς τὴν συνέχειαν τῶν πιπτόντων· τί δ’ ὀξύτερον ἢ
εὐκινητότερον πυρός;162 in vol. 1

11

.

269

Ι init., p. 128.

11

.

273

..... πῶς δὲ οὐδένα στρατηγὸν ἀνθ’ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται.

11

.

354

τουτέστιν ἀμέτρητον, ὃ οὐκ ἔστι μέτρῳ οὐδὲ πελέθρῳ μετρῆ‐ σαι. οὕτως ἐστὶ καὶ τὸ ἀμαιμάκετον, ᾧ οὐκ ἔστι μῆκος παραβαλεῖν· ἱστὸν ἀμαιμάκετον (ξ 311), ὃν ἐν ἄλλοις ἔφη περιμήκετον (β 94. 95 ?), περισσῶς μέγαν. καὶ ἡ ἀμαιμάκετος οὖν Χίμαιρα (Ζ 179. Π 329)
5τὴν μεγάλην δηλοῖ, πρὸς ἣν οὐκ ἔστι μέγεθος τῶν ὁμοίων παραβαλεῖν· πρὸς γὰρ τὰ ὁμογενῆ τὰ πρός τι· ἡ δ’ ρ’ ἔην θεῖον γένος οὐδ’ ἀνθρώπων (Ζ 180).

11

.

356

Α 104.

11

.

385

ἀλλὰ καὶ οἱ θεοὶ, φασὶ, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλλων, Ἄρτεμις, Ἡρακλῆς, Εὔρυτος· ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἴλιον
στρατευομένοις Μηριόνης, Φιλοκτήτης, Τεῦκρος. οὐχ ὅτι δὲ τοξότης ὀνειδίζει, ἀλλ’ ὅτι φαῦλος· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. εἶτα163 in vol. 1
5πάλιν τῇ τριχὶ, φησὶ, κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐδὲ γὰρ οὐδὲ τὸ κομᾶν κακόν ἐστι καθ’ ἑαυτό. Ἀριστοτέλης δέ φησι· κέρᾳ ἀγλαὸν εἶπεν ἀντὶ τοῦ αἰδοίῳ σεμνυνόμενον, ἐπὶ τοιούτου σημαινομένου τὴν λέξιν ἐκεῖνος νοήσας.

11

.

405

ἀσύμφορον ἀναπείθειν δεινότερον εἶναι τοῦ ἀποθανεῖν τὸ φυγεῖν. λύεται δὲ ἀπὸ τῆς λέξεως· τὸ γὰρ ἁλώω δύναται καὶ ἐπὶ τοῦ ζωγρηθῶ εἶναι.

11

.

515

ἐμείωσε, φασὶ, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴ‐ δησιν. καίτοι φησὶν ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίας (Ο 411, con‐ fus. c. ρ 384). οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμα‐ κευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος
5μὲν ἤρξατο, συνετέλεσε δὲ καὶ Ἱπποκράτης, Πραξαγόρας, Χρύσιππος. ἔνιοι δέ φασιν, ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι κοινός, ἀλλὰ τὸν Μαχάονα μόνον χειρουργεῖν θέλουσι· τὸν γὰρ Ποδα‐ λείριον διαιτᾶσθαί φασι τὰς νόσους. καὶ τεκμήριον ὅτι Ἀγαμέμνων τρω‐ θέντος Μενελάου οὐ Ποδαλείριον καλεῖ, ἀλλὰ τὸν Μαχάονα (Δ 193).
10[τοῦτο ἔοικε καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει νομίζειν ἐν οἷς φησιν· αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ ἐνοσίγαιος πεσεῖν ἀμφοτέροις, ἕτερον δ’
ἑτέρου κυδίον’ ἔθηκε· τῷ μὲν κουφοτέρας χεῖρας πόρεν, ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ’ ἀκέσασθαι· τῷ δ’ ἄρ’ ἀκριβέα πάντ’ ἐνὶ στήθεσσιν ἔθηκεν, ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι·164 in vol. 1
15ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματά τ’ ἀστράπτοντα βαρυνόμενόν τε νόημα.] εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· ἀπρεπὲς γὰρ ἦν τὸν ἥρωα πυρέττοντα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτιζόμενον. [ταῦτα γὰρ κωμικά, ὡς καὶ τῷ Διονυσίῳ πεποίηται ἐν Λιμῷ τῶν νό‐
20σων Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν πειρᾶται τὸν Ἡρακλέα.] ἢ μόνων τῶν ἐν πολέμῳ ἐνεργούντων μέμνηται· εἰσὶ δὲ φάρμακα καὶ χειρουρ‐ γίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης εἶναι πολλῶν ἀντάξια.

11

548sqq

διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ἐν ἄλλῳ (v. 558) ὄνῳ; ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνον‐ ται, αὐξήσεως ἐνεργείας σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον ἐτήρησεν ὁ ποιητής, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην καὶ
5τῶν πολεμίων ἀναχωροῦντα ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζώων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.

11

.

559

v. ad v. 548 sqq.

11

.

596

Ε 7.

11

.

597

πῶς, φασὶ, δύνανται Νηλέως οὖσαι αἱ ἵπποι ἐπὶ τὸν Νέστορα τὸν γέροντα φθάσαι ζῶσαι; ἢ δῆλον ὅτι τὰς ἀπογόνους τῶν ἵππων ἐκεί‐ νων λέγει, ὥσπερ καὶ τὸ Τρώιοι φησὶν ἵπποι (Ε 222), οἱ ἀπὸ τοῦ
Τρωός, κατὰ διαδοχὴν τῶν 〈τοῦ cod.〉 ἀπ’ ἐκείνων.165 in vol. 1
5 αἱ ἀπόγονοι τῶν ἵππων ἐκείνων· οὐ γὰρ δυνατὸν ἦν φθάσαι ἐπὶ τὸν γέροντα Νέστορα τὰς ἵππους τοῦ Νηλέως ζώσας. ὥσπερ καὶ Τρώιοι ἵπποι οἱ ἀπὸ τοῦ Τρωός, κατὰ διαδοχὴν τῶν 〈τοῦ cod.〉 ἀπ’ ἐκείνων.

11

.

611

διὰ τί τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; ῥητέον οὖν ὅτι κατ’ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγένηται, διὰ Πα‐ τρόκλου βούλεται Νέστορα κατορθῶσαι τοῦτο, ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς οὕτως, ἵνα καὶ Νέστο‐
5ρος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ Ἀχιλλέα δείξῃ μετ’ εὐλό‐ γου προφάσεως εἰς τὸν πόλεμον ἐξάγοντα τὸν Πάτροκλον.

11

.

623

ὅλος ὁ τόπος οὗτος ἐλέγχεται ὡς παρὰ τὴν ἰατρικὴν ἱστορίαν πεποιημένος. ὅσοι μὲν οὖν λύουσιν, ὡς τῶν ἡρώων ἑτέρως εἰθισμένων θεραπεύεσθαι διὰ τὸ μὴ ταῖς αὐταῖς διαίταις τοὺς ἰατροὺς ἐπιπολάζειν χρωμένους, ἀπὸ τοῦ ἔθους ἀπολογοῦνται· ὅσοι δ’ ἐλέγχουσι τὴν σύν‐
5θεσιν πάντων ἐξαλλάσσειν τὴν καθ’ ἕκαστον δύναμιν, ἀπὸ τῆς λέξεως ἐπιχειροῦσιν. οἱ δὲ νῦν πάντες, οὐκ εἶναι χαλεπὸν τὸ τραῦμα οὐδὲ πρὸς θεραπείαν δίδοσθαι τὸ πόμα, τῷ δὲ κοινῷ ἔθει πίνειν οὐ μόνον τὸν Μαχάονα ἀλλὰ καὶ τὸν Νέστορα τὸ τοῖς κεκμηκόσι σκευαζόμενον ποτόν—τοιοῦτον γὰρ προσφέρειν καὶ τὴν Κίρκην τοῖς πρὸς αὐτὴν
10καταγομένοις (κ 234)—ἀπὸ τοῦ καιροῦ λύουσιν. οὐ δεόντως, φασὶν, ὁ Μαχάων καὶ ταῦτα ἰατρὸς ὢν τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου—τοιοῦτος γὰρ ὁ Πράμνιος —καὶ τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς τραυματίαις. πρῶτον μὲν οὖν φαμεν, ὅτι τὴν δίαιταν ἠγνό‐
15ουν καὶ ἀνδρειότερα ὅμως εἶχον τὰ σώματα, ὡς καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας, εἶτα ὅτι ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν
συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· εἰ δὲ καὶ κατὰ βά‐ θους, οὐδ’ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυμοὺς καὶ τὴν ἐπίρρυσιν166 in vol. 1
20τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ συστέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσάγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. ἀλλὰ καὶ τὸ ἄλφιτον παχύνει τὰ ὑγρά. καὶ τὸ κρόμυόν ἐστι διουρητικὸν καὶ μάχεται τῇ φλεγμονῇ· ὅθεν καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεται. ἢ οὐ πρὸς θεραπείαν ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα, καὶ Νέστωρ
25γοῦν λαμβάνει· τοῖς κακοπαθοῦσι γὰρ ἐπιτήδειος ὁ κυκεὼν τροφὴν ἅμα καὶ ποτὸν ἔχων.

11

636-637

Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. διὰ τί πε‐ ποίηκε μόνον τὸν Νέστορα αἴροντα τὸ ἔκπομα; οὐ γὰρ εἰκὸς ῥᾷον αἴ‐ ρειν νεωτέρων 〈νεώτερον L〉. καὶ Στησίμβροτος οὖν φησιν, ἵνα δοκῇ εἰκότως πολλὰ ἔτη βεβιωκέναι· εἰ γὰρ παράμονος ἡ ἰσχὺς καὶ οὐχ
5ὑπὸ γήρως μεμάρανται, καὶ τὰ τῆς ζωῆς εὔλογον εἶναι παραπλήσια. Ἀντισθένης δέ· οὐ περὶ τῆς κατὰ χεῖρα βαρύτητος λέγει, ἀλλ’ ὅτι οὐκ ἐμεθύσκετο σημαίνει· ἀλλ’ ἔφερε ῥᾳδίως τὸν οἶνον. Γλαῦκος 〈Γλαύκων dubitanter Heitz, d. verl. Schrft. d. Aristot., p. 260, 2〉 δέ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέσου δὲ πᾶν εὔφορον. Ἀρι‐
10στοτέλης δὲ τὸ Νέστωρ ὁ γέρων ἀπὸ κοινοῦ ἔφη δεῖν ἀκούειν ἐπὶ τοῦ ἄλλος, ἵν’ ᾖ· ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν, πρὸς γὰρ τοὺς καθ’ ἡλικίαν ὁμοίους γενέσθαι τὴν σύγκρισιν.
οὐχ, ὥς τινες, ἐπὶ Μαχάονος τὸ ἄλλος ἐκδέχεσθαι χρή, ἀλλ’167 in vol. 1
15ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν, ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ 〈τὸν Lp〉 ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵν’ ᾖ ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητὶ ἄειρεν 〈add. *B: Στησίμβροτος δέ φησιν κτλ., v. ad p. 168, lin. 12〉.
20 τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροὶ ἀλλ’ οἱ ἔμπειροι φέρουσι. διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκί‐ νησεν αὐτὸ τῆς 〈om. Lp〉 τραπέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ πῶς μὴ εἰδέναι· εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε 〈κῆρε L〉, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης 〈ἑκάστοις Lp〉 χειρὸς δακτύ‐
25λοις τῶν ὤτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπως.

11

.

719

καὶ πῶς πρότερον ἐνίκησεν; ὅτι πρὸς ἀπείρους ἦν ἡ μάχη, τὰ δὲ νῦν πρὸς ἐπιστήμονας.

11

767sqq

ἀθετοῦνται στίχοι ιθʹ. πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀρι‐ στεύειν ἐπιτάσσει (v. 784), ἐν δὲ ταῖς Λιταῖς μεγαλήτορα θυμὸν ἴσχειν (Ι 255); ὅτι οὗ δέονται, τούτου ὑπομιμνήσκουσιν· ὁρᾷ γὰρ ὁ Νέστωρ, ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. καὶ διὰ τί Πηλεὺς τοὺς περὶ Νέστορα οὐ
5φιλοφρονεῖται, ἀλλ’ Ἀχιλλεύς (Λ 777); σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον 〈–ος L〉, νῦν δὲ ἀποδοκιμάζοντα. αὔξει δὲ νῦν τὸν Πάτροκλον ὡς δεόμενος 〈δεξόμενος L〉 αὐτοῦ, καὶ ἠρέμα διδάσκει, ὅτι σύμμαχος 〈συμμάχῳ L〉 τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας 〈τοῦ ins. L〉 Ἀχιλλέως. ἐν καιρῷ δὲ
10ἐδήλωσε τὰ 〈om. L〉 τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς εἰς τὸ 〈τὸν L〉 λαὸν ἀγείρειν ἐκπέμπονται.

11

.

786

τὸ γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς οὐ λέγει, ὅτι τῇ γεννήσει σοῦ ἐστιν ὑπερέχων, ἵν’ ᾗ πρεσβύτερος, ὥς τινες τῶν τρα‐ γικῶν ἤκουσαν· πῶς γὰρ ἂν ἐπήγαγε· πρεσβύτερος δὲ σύ ἐσσι; ἀλλ’ ὑπερτέραν γενεὰν λέγει οὐ τὴν χρόνῳ ὑπερέχουσαν, ἀλλὰ γένους168 in vol. 1
5ἀξίᾳ, ὥς που ἔφη· τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων, ἐς γενεὴν ὁρόων (Κ 237—39), καὶ ἐπάγει· μηδ’ εἰ βασιλεύτερός ἐστι. τὸ γενεῇ ὑπέρτερος ἔφη ἐν ἄλλοις· Τρώων εὐηγενέων (Ψ 81) καὶ εὐηγενέος Σώκοιο
10(Λ 427), καὶ τὸ ἐναντίον· τῷ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλ‐ κιδα φάντες (Ξ 126).

11

.

843

διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος βελουλκῆσαι, ἀλλ’ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· συναγέντος γὰρ τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ· καὶ δῆλον ὡς μαχαίρῃ
5τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό.

11

.

846

τινὲς Ἀχιλλείαν τὴν βοτάνην λέγουσι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριφέρει τὴν ῥίζαν ὡς χρήσιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ, καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, ὅτι ἐπὶ τραυ‐ ματίαν ἔρχεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔλα‐
5βεν ἔμπειρος ὤν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. ἐζήτηται δὲ καὶ τὸ ὁποία ἦν ὅλως ἡ ῥίζα, ᾗ αὐτὸν κατέπασσε. λέγουσιν αὐτὴν εἶναι τὴν καλουμένην ἀριστολοχίαν, ἣν καὶ ἴσχαιμον καλοῦσιν.

11

.

847

διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντικοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες. τῷ δὲ Μενελάῳ ἐπιπάσσει
τὸ φάρμακον (Δ 219), βραχείας οὔσης τῆς τοῦ τραύματος φορᾶς.169 in vol. 1

12

10sqq

Ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεύς,
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλ
ε,
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦε
ν. ἀπορίαν εἰκότως παρέσχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαι‐
5ῶν ὁ ποιητὴς ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφ’ ὅσον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺς, ἡ δὲ τοῦ Πριάμου πόλις ἀνάλωτος ἔμενε, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου συν‐ εστῶτος καὶ Ἀχιλλέως μηνίοντος, Ἕκτορος δὲ περιόντος καὶ ἀριστεύ‐
10οντος, ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατηρείφθη καὶ διοδεύ‐ σιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύ‐ λας διέρρηξεν, ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. φησὶ γὰρ ἐπὶ μὲν Σαρπηδόνος·
15 Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δ’ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον
(Μ 397—99), ἐπὶ δὲ τοῦ Ἕκτορος·
20ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας. στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας, εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
25βριθοσύν, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄρ’ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη λᾶος ὑπαὶ ῥιπῆς. ὁ δ’ ἄρ’ ἔσθορε φαίδιμος Ἕκτωρ, κέκλετο δὲ Τρώεσσιν, ἑλιξάμενος καθ’ ὅμιλον, τεῖχος ὑπερβαίνειν· τοὶ δ’ ὀτρύνοντος ἄκουσαν·
30 αὐτίκα δ’ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατ’ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας (Μ 453. 54; 57—62; 67—70), ἐπὶ δὲ τοῦ Ἀπόλλωνος καὶ τῶν Τρώων·
τῇ ’ οἵγε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων αἰγίδ’ ἔχων ἐρίτιμον, ἔρειπε δὲ τεῖχος Ἀχαιῶν170 in vol. 1
35ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης ἢ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσὶ καὶ χερσὶν ἀθύρων. ὥς ῥα σ, ἤιε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων (Ο 360—66).
40οἱ δὲ Πανέλληνες τοῖς γεγενημένοις μαρτυροῦντές φασι συμφώνως· τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι, οἱ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι (Ξ 55—57). τὸ καταρριφὲν οὖν τεῖχος οὐχ ὑπὸ ἀνθρώπων μόνων ἀλλὰ καὶ θεῶν
45ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον. εἰς λύ‐ σιν οἱ μὲν οὖν γραμματικοὶ κατὰ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι, ὅτι τινὰ, κἂν ἐκ μέρους πάθῃ, οὔτ’ ἔμπεδά ἐστιν οὔτ’ ἀρη‐

12

10sqq

(50)

ρότα. καὶ ἀμφορεὺς διατρηθείς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτι ἐστὶν ἔμπεδος ἀμφορεὺς ἀλλ’ ὄστρακον, καὶ τεῖχος, ὃ μηκέθ’ οἷον φυλάσσειν τοὺς τειχίσαντας, οὐκέτ’ ἂν εἴη ἔμπεδον τεῖχος ἀλλὰ σωρὸς λίθων. μήποτ’ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορι‐ κῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀρηρός, οὐδέ ἐστιν ὅμοιον τῷ οὐδέ μοι
55ἦτορ ἔμπεδον ἀλλ’ ἀλαλύκτημαι (Κ 93) οὐδὲ τῷ τοὶ δ’ ἄρ’ ἔσαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν (Ψ 641), ἀλλὰ κυρίως νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν τὸ ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπε‐ δον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αὖθις ἁλίπλουν γενόμενον·
60οὐ γὰρ ἔφη· τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυ‐ στον, ἀλλ’ ἔμπεδον, καὶ πάλιν· οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν (Μ 9). τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν,
ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων,
ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον· ὗε δ’ ἄρα Ζεὺς171 in vol. 1
65συνεχές, ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε, φιτρῶν καὶ λαῶν, τὰ θέσαν μογέοντες Ἀχαιο, λεῖα δ’ ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον
70
(Μ 24—30). ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλ’ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα δι’ ὕδατός φησιν εἰς θάλασσαν ἐξενε‐ χθῆναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδ’ ὅτε Ξάνθος ἐπλημμύρει κατ’ Ἀχιλλέως. καὶ τὸ κατὰ μεταφορὰν
75δ’ ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος καθ’ αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰς θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν. διὰ τί σχεδὸν ὅλου καταλυθέντος τοῦ τείχους ἐν τῷ πολέμῳ, πρῶτον μὲν ὑπὸ Σαρπηδόνος·
80 Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δ’ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη (Μ 397—99), μετὰ δὲ ταῦτα ὑπὸ τοῦ Ἀπόλλωνος·
προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
85 [ῥε’ ὄχθας] καπέτοιο βαθείης ποσσὶν ἐρείπων ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον (Ο 355—57), καὶ μετ’ ὀλίγον πάλιν·
ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης·
90 ὥς ῥα σ, ἤιε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων (Ο 361. 62. 65. 66)· πῶς οὖν, πεπτωκότος τοῦ μέρους τοῦ τείχους, φησὶν ὁ ποιητής· ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεύς, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν,
95ὅτε δὲ, φησὶν, ἑάλω ἡ πόλις, Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν· δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι (Μ 10—12. 16—18); ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καθὰ νῦν σημαίνει ἡ λέξις,

12

10sqq

(100)

ἀλλὰ κυρίως τὸ ἐν τῷ πεδίῳ· καὶ πεπτωκὸς δὲ τὸ τεῖχος ἐν τῷ πεδίῳ ἔκειτο. οὐκ εἰς πτῶσιν οὖν τινα ἡ ἀναβολή, ἀλλ’ εἴς τε τὴν τοῦ παν‐ τὸς πτῶσιν καὶ εἰς τὴν ἐκ τοῦ πεδίου ἐκβολήν. τὸ γὰρ ἐπάγγελμα· ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη· καὶ πάντα τὰ θεμέλια κύμασι πέμπε,172 in vol. 1
105 λεῖα δ’ ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον, αὖτις δ’ ἠιόνα μεγάλην ψαμάθοισι κάλυψε, τεῖχος ἀμαλδύνας (Μ 26—32). ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχος, ὅπερ ἐστὶν ἀφανίσαι ἐκ τοῦ τό‐ που ἐν ᾧ ἦν, τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον σημαίνοι τὸ
110ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ πεδίῳ κείμενον. οὕτω καὶ Ἄρατος ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπών (phaen. v. 13)· ὄφρ’ ἔμπεδα πάντα φύωνται, ἀντὶ τοῦ ἐν πεδίῳ καὶ τῇ γῇ κείμενα.

12

.

25

διὰ τί τὸ τεῖχος οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίησαν, ὁ δὲ Ἀπόλλων καὶ ὁ Ποσειδῶν ἐννέα ἡμέραις κατέβαλον; ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίως τοὺς ἀνθρώπους ποιῆσαι, τὸ δὲ ῥᾷον, τὸ κατα‐ βαλεῖν τοῦ οἰκοδομῆσαι, τοὺς θεοὺς μόλις· ῥητέον δέ· οὐκ εἰς τὸ κατα‐
5βαλεῖν ταῖς ἐννέα ἡμέραις κέχρηται, ἀλλ’ εἰς τὸ ἁλίπλοα γενέσθαι, καὶ τὰ θεμέλια καὶ εἰς τὴν θάλασσαν κατενεχθῆναι φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί (v. 29), καὶ ἔτι λειῶσαί τε τὸν τόπον καὶ αὖθις δ’ ἠιόνα μεγάλην ψαμάθοισι καλύψαι (v. 31),
10οὐ μὴν τὰ πρὸς τὸ καταβαλεῖν συνηρτημένα εἰς τὸ τέλειον τοῦ ἀφανι‐ σμοῦ καὶ τῆς ἠιόνος τὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασιν. ἅμα δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν διατριβήν· οὐ γὰρ εὐπρεπὲς τοὺς ἀριστέας ποιῆσαι λιθοφοροῦντας· ἡ δὲ τῶν θεῶν μεγαλοπρεπής· τοῖς γὰρ ποταμοῖς καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχος.
15Καλλίστρατος δὲ ἠξίου ἓν δ’ ἦμαρ ἐς τεῖχος γράφειν, δασύνοντας τὸ ἕν, ἐπεὶ μηδέποτε καθ’ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴς εἴρηκεν, ἀλλὰ πάντως ἐπάγων τὴν δεκάτην· ἐννῆμαρ μὲν ἀνὰ στρατόν, τῇ δε‐ κάτῃ τε (Α 53. 54). ἄλογον τοὺς μὲν ἀνθρώπους ποιῆσαι 〈om. B〉 μιᾷ ἡμέρᾳ τὸ
20τεῖχος, τοὺς δὲ θεοὺς ἐννέα ἡμέραις καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆς λέ‐ ξεως λύουσι· τὸ γὰρ ἐννῆμαρ εὐεπιπτώτως λέγουσι λέγειν Ὅμηρον. οἱ δὲ δασύνουσιν, ἵνα ᾖ ἓν 〈ἑνὸς L〉 ἦμαρ. οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι
τότε βουλόμενος παντάπασιν ἐξαλεῖψαι τὸ τεῖχος πλασθὲν ὑπ’ αὐτοῦ τοσοῦτον χρόνον ἐποίησε τῆς καθαιρέσεως. οἱ δὲ ἀπὸ τοῦ προσώπου·173 in vol. 1
25οὐ γὰρ πρέπει τοὺς ἀριστέας εἰσάγειν τειχοδομοῦντας ἐν πολλαῖς ἡμέ‐ ραις, ἀπρεπεστέρας οὔσης τῆς ὑπηρεσίας.

12

.

103

πολλάκις ἀπὸ διαφόρων κλίσεων συνέμπτωσις γενομένη πλανᾷ τοὺς πολλούς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴσαντο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβον, καὶ τὸ ἐπορεύθησαν, καὶ ἴσος καὶ ὅμοιος γενόμενος· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω,
5τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω. τὸ μὲν οὖν δηλοῖ τὰ τοιαῦτα· εἴσατο δ’ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι (ε 281), ὑπέλαβεν—τὸ δὲ ὡς ῥι‐ νόν, ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐστιν ὡς ἐρι‐ νεός· ἦν γὰρ ὡς ὅτε ἐρινός—, καὶ τὸ εἴσομαι αἴ κε τύχοιμι (χ 7), ἀπὸ τοῦ εἴδω, εἴσομαι, καὶ ἀπὸ τοῦ εἰδῆσαι· τὸ δὲ εἰσάμενος Κάλ‐
10χαντι δέμας (Ν 45), ὁμοιώσας, καὶ τῷ μιν ἐεισάμενος (Β 22), καὶ εἴσατο δὲ φθογγήν (Β 791), ἀντὶ τοῦ ὡμοίωσε, καὶ εἰδόμενος Ἀκά‐ μαντι θοῷ (Ε 462). [τὸ μέντοι εἴσατο νηῶν ἐπ’ ἀριστερά (Μ 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ’ οὗ καὶ τὸ ἴομεν· σημαίνει γὰρ τὸ ἐπο‐ ρεύθη.]
15 τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ εἴδω, ὁ μέλλων εἴσω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ ἐίσκω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡσαύτως κἀν τῷ αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο εἴσομαι, ἤγουν πορεύσομαι, ἐξ ἁλόθεν χαλε‐ πὴν ὄρσουσα θύελλαν (Φ 334). ὁμοίως δὲ ἔχει καὶ τὸ ὅθι οἱ
20καταείσατο γαίῃ (Λ 358), ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐν τῇ γῇ ἐπάγη, ἐπεστηρίχθη, καὶ ἐν ἄλλοις· ἐν γαίῃ ἵσταντο (Λ 574). καὶ εἴσομαι
ἀντὶ τοῦ γνώσομαι, ὡς τὸ εἴσομαι αἴ κέ μ’ ὁ Τυδείδης (Θ 532).174 in vol. 1

12

.

110

βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ τὴν ἀλήθειαν ὁ ποιη‐ τὴς ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει· διὰ τί δὲ ἕνα τοῦτον; ὅτι μά‐ λιστα τοῖς ἵπποις ἠγάλλετο, καταστέλλει οὖν τὴν τῶν πολλῶν ἀλαζο‐ νείαν.

12

.

122

τὸ ἀναπεπταμένας εἶχον ἀνέρες οὐκ ἔστιν ἀντὶ τοῦ ἠνεῳγμένας μόνον, ἀλλ’ ἠνεῳγμένας κατεῖχον αὐτάς, ὅπως τοὺς μὲν φίλους εἰσδέχωνται, τῶν δ’ ἐχθρῶν βιαζομένων ἐπικλείωσιν. αὐτὸς δὲ τὴν λύσιν δέδωκε σαφέστερον ἐπὶ τοῦ Πριάμου παραστήσας, ἔνθα φησὶ
5πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε λαοὶ ἔλθωσιν προτὶ ἄστυ πεφυζότες· αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, αὖθις ἐπιθέμεναι σανίδας πυκινῶς ἀραρυίας (Φ 531 sqq.).

12

127sqq

ἐν τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ ἔπη ταῦτα· Ἀσίου ἐπελθόντος κατὰ τὰς πύλας τῷ τείχει, ἐπιλέγει ὁ ποιητὴς περὶ αὐτοῦ τε καὶ τῶν μετ’ αὐτοῦ· νήπιοι, ἐν δὲ πύλῃσι δ’ ἀνέρας εὗρον ἀρίστους,
5υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηι. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν, ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι
10
(Μ 127—132). διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα καὶ Πολυποίτην πυλάων προπάροι‐ θεν ἑστάναι ὡς δρῦς, ἀναμένοντας ἐπερχόμενον μέγαν Ἄσιον οὐ‐ δὲ φέβοντο (v. 136), εἶτα ἐπάγων περὶ τῶν κατὰ τὸν Ἄσιον· οἱ δ’ ἰθὺς πρὸς τεῖχος ἐύδμητον, βόας αὔας
15 ὑψός’ ἀνασχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τ’ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε
(v. 137—40), πάλιν ποιεῖ τοὺς περὶ τὸν Λεοντέα καὶ Πολυποίτην ἔνδον ἐόντας, οὓς
20πρόσθεν ἔξω ἑστάναι ἔφη· ἐπάγει γάρ· οἱ δ’ ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιοὺς ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν· αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,175 in vol. 1
25 ἐκ δὲ τὼ ἀίξαντε πυλάων πρόσθε μαχέσθην, ἀγροτέροισι σύεσσιν ἐοικότε (v. 141—46), καὶ πληρώσας τὴν παραβολὴν ἐπάγει· ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων (v. 150. 51).
30διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡς ἔξω ἑστώ‐ των, αὖθις δὲ ὡς ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προ‐ τάττειν ταῦτα τὰ ἔπη· οἱ δ’ ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιούς, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον·
35
ἐν δὲ πύλῃσι δ’ ἀνέρας εὗρον ἀρίστους, υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων· οἱ δ’ ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιοὺς ὄρνυον (v. 127. 8; 141. 2)· εἶτα συνάψαντες τοὺς ἐφεξῆς, ὧν ἡ ἀρχὴ
40αὐτὰρ ἐπειδὴ τεῖχος, Τρῶας, ἀτὰρ Δαναῶν, ἐκ δὲ τὼ ἀίξαντε, ἀγροτέροισι σύεσσιν, ἀνδρῶν ἠδὲ κυνῶν,
45 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων, λαοῖσι καθύπερθε (143—47; 51—53), εἶτα ἀνατρέχουσιν ἐπὶ τὸ τὼ μὲν ἄρα προπάροιθε (v. 131), καὶ καταβάντες τοὺς δέκα στίχους ἄχρι τοῦ Ἀσιάδην τ’ Ἀδάμαντα (v.

12

127sqq

(50)

140) ἐπάγουσιν οἱ δ’ ἄρα χερμαδίοισι (v. 154) καὶ τὰ ἑξῆς. Ἡφαιστίων δὲ διπλῆν τὴν γραφὴν εἶναι ἔφη καὶ δεῖν παρα‐ γράφειν ἢ τοὺς δέκα στίχους τοὺς ἀπὸ τοῦ τὼ μὲν ἄρα προπάροι‐ θεν (v. 131) μέχρι τοῦ Ἀσιάδην τ’ Ἀδάμαντα (v. 140) ἢ τοὺς ιγʹ τοὺς ἀπὸ τοῦ οἱ δ’ ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιούς (v. 141)
55μέχρι τοῦ λαοῖσι καθύπερθε (v. 153). μήποτε δὲ, κἂν οὕτως μένῃ ἡ γραφὴ καὶ ἡ τάξις, οὐδὲν ἄτοπον, πρότερον μὲν εἰπόντος τοῦ ποιη‐
τοῦ ὅτι περὶ τὰς πύλας ἦσαν οἱ περὶ τὸν Πολυποίτην (ἐν δὲ πύλῃσι δ’ ἀνέρας εὗρον ἀρίστους, v. 127), ἐπισημηναμένου τε ὅτι καὶ ἔξωθεν ἑστῶτας εὗρον, εἶτα καὶ ἐπαναδραμόντος, ὅπως περὶ τὰς πύλας176 in vol. 1
60ἔχοντες τούς τε ἔσω παρώρμων, ἐπιόντας βλέποντες τοὺς περὶ τὸν Ἄσιον, αὐτοί τε προεκδραμόντες ἀνέμενον πάντες ἔξω τὸν Ἄσιον. καὶ γὰρ οὗτος εἷς τρόπος ἑρμηνείας, ἐκ τῶν ὕστερον ἀρξάμενον ἀναδραμεῖν εἰς τὰ πρῶτα καὶ πάλιν συνάψαι ταῦτα τοῖς ὑστέροις. καὶ ἔστι συνήθης ὁ τρόπος τῆς ἑρμηνείας τῷ ποιητῇ. οὕτως γὰρ εὐθὺς
65κατ’ ἀρχὰς τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶς, ὅσων κακῶν αἰτία γέγονε τοῖς Ἕλλησιν, ὕστερον ἐπὶ τὰ αἴτια ἀνατρέχει ταύτης καὶ ἐπεξεργάζεται δι’ ὅλης τῆς ποιήσεως τὰ κατ’ αὐτήν. οὕτω καὶ περὶ τῆς νόσου εἰπών· Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆι χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαο,
70 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρείδης (Α 9 sqq.), ἑξῆς ἐπέξεισι, πῶς ἐπράχθη τὰ κατὰ τὴν νόσον. καὶ ἐνταῦθα τοίνυν εἰπών, ὅτι περὶ τὰς πύλας εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑστῶτες ἐπερχόμενον τὸν Ἄσιον, ἐπαναδραμὼν ἐξ‐
75ηγεῖται τὰ κατὰ μέρος, ὅτι τέως μὲν ἔνδον ἦσαν προτρεπόμενοι τοὺς Ἀχαιοὺς ἀμύνεσθαι περὶ νηῶν, εἶτα, ἐπειδὴ ἐθεάσαντο τοὺς περὶ τὸν Ἄσιον ἐπιόντας καὶ πεφευγότας τοὺς Ἕλληνας, αὐτοὶ ἀΐξαντες πυλάων πρόσθε μαχέσθην (Μ 145). τὰ οὖν κεφαλαιωδῶς ἐκτιθέμενα προλαμ‐ βάνειν εἴωθε τὸ συμπέρασμα· τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰς τὴν
80ἀρχὴν ἀναδραμόντα οὕτω κάτεισιν ἐπὶ τὸ τέλος.

12

.

162

ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου· ἔστι δὲ μόνον τῆς λύπης δηλωτικόν, ὡς ἐν ὀχλήματι γενόμενον.

12

175-181sqq

ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι· εἶτα διὰ τὸ ἀργα‐ λέον δέ με ταῦτα· φησὶ γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν. εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ 〈e δὴ corr. B〉, φησὶ, καὶ 〈om. L〉
5τοὺς πατέρας καὶ τοὺς υἱοὺς Λαπίθας καλεῖν. Πῖος δὲ ἀπολογούμενος πρὸς τὰς ἀθετήσεις Ἀριστάρχου ταῦτά φησιν, ὅτι Ἄσιος μὲν περὶ τὴν
μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰς μικρὰς πύλας· τῷ δὲ ἄλλας μικρὰς εἶναι οὐδεὶς εὖ φρονῶν ἀντείποι· πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει; τὸ δὲ ἀργαλέον δέ177 in vol. 1
10με ταῦτα πάνυ μετρίως φησὶν εἰρῆσθαι 〈εἰρ. φης. L〉· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον 〈κατὰ λόγον Lp〉 διεξιὼν καὶ τρόπους τῶν ἀναιρέσεων καὶ λόγους τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώ‐ ματα τῆς τύχης καὶ πολυμερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τούτων διήγησιν. τὸ δὲ Λαπίθαι γελοιότατον 〈γελοιότερον L〉· πῶς
15γὰρ ἄλλως ἦν ὀνομάσαι 〈corr. ex ὀνομᾶσαι B〉 τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ πατρικῷ ὀνόματι;

12

.

200

ζητεῖται δὲ, πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει· φησὶ γάρ· ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσι. ῥητέον οὖν, ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσίν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων· οὐ γὰρ κατὰ
5προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.

12

.

253

πῶς οὐ λέγει ἀπ’ ἄλλων ὀρῶν τὴν τῶν ἀνέμων θύελλαν ἐξεγείρεσθαι ἀλλ’ ἐκ τῶν Ἰδαίων; καὶ λέγομεν, ὡς διὰ τὸ ὑλικὸν πρωτ‐ αίτιον. αἴτιον γὰρ καὶ ἀρχὴ τῶν ἀνέμων τὸ ὕδωρ· ἐπεὶ γοῦν καὶ ἡ Ἴδη πολυπίδακος φαίνεται, εἰκότως ἀπ’ αὐτῆς ἡ τῶν ἀνέμων θύελλα
5ἐξεγείρεται.

12

.

258

Ἀρίσταρχος ἐπὶ κλιμάκων ἀκούσας καὶ τὸ προκρόσσας ἀποδιδοὺς ἐπὶ τῶν νεῶν κλιμακηδόν (τῷ ῥα προκρόσσας ἔρυον, Ξ 35), τὸ πύργων ἔρυον ἀποδίδωσιν ἐπὶ τοὺς πύργους ἔρυον, ἀπο‐
διδοὺς ἀνεῖλκον [ὡς κλειστῶν καὶ συγκαμπτῶν οὐσῶν τῶν κλιμάκων].178 in vol. 1
5παραμυθεῖται δὲ ἐξ Ὁμήρου τὸ πύργων ἔρυον ἀποδιδοὺς ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον, ἐκ τούτων·
οἱ δὲ μένοντες ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειεν (Δ 333—5),
10ἀντὶ τοῦ ἐπὶ τοὺς Τρῶας ὁρμήσειεν· οὕτω καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον, καὶ ἀκόντισαν Ἰδομενῆος (Ν 502). οὐκ εἰσὶ δὲ κρόσσαι αἱ κλίμακες, ἀλλὰ μᾶλλον οἱ ἐξέχοντες λίθοι ἐν τοῖς πύργοις, οὓς ποιοῦσιν εἰς τὸ ἐμποδίζειν τὰς τῶν μηχανημάτων ἐμβολάς. οὕτω καὶ κροσσοὺς ἱματίων λέγομεν τοὺς ἐξέχοντας στήμονας· καὶ πρό‐
15κροσσαι δὲ αἱ νῆες αἱ μὴ ἐπ’ ἴσου στίχου εἱλκυσμέναι ἀλλ’ ἐξέχουσαί εἰσιν, ἐφ’ ὧν διὰ τὸ μὴ πάντας ἔχειν ἰσαρίθμους ***** στήλας τε προβλῆτας ἐμόχλεον (Μ 259), τοὺς λεγομένους προμαχῶνας.

12

.

438

Π 558.179 in vol. 1

13

.

3

Αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ. ἀδύνατόν φασιν· εἰ γὰρ ἀπετράπη ἀπὸ τῆς Ἰλίου ἐπὶ τὴν Μυσίαν κατὰ τὰ τῆς Ἀσίας ἔθνη, ἀδύνατον τὴν Θρᾴκην καθορᾶν οὖσαν ἐν τῇ Εὐρώπῃ. λύεται δὲ ἐκ τῆς λέξεως· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν Θρᾳκῶν
5γῆν, ἧς ἦσαν ἄποικοι, κατοικοῦντες δὲ Ἀσίαν, Βιθυνοί τε καὶ οἱ Θυνοί, Θρᾳκῶν ἄποικοι.

13

.

18

εἰ συνεχῆ, φησὶ, προέβαινε, πῶς παρακατιών φησι τρὶς μὲν ὀρέξατο (v. 20); ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά.

13

20sqq

ἐζήτηται διὰ τί εὐθέως οὐ πορεύεται εἰς Τροίαν ὁ Πο‐ σειδῶν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ
5ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ. ..... τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, καὶ δυνάμενος ἐν Τροίᾳ εὐθὺς γενέσθαι μετὰ τὸ λιπεῖν τὴν Σαμοθρᾴκην; ἴσως οὖν πρὸς
κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος .....180 in vol. 1

13

.

34

v. ad p. 183, 17.

13

.

70

..... πῶς δὲ, φησὶν, ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; καὶ ῥητέον ὅτι φαντασίαν τινὰ παρέχει τὸ θεῖον ἑαυτοῦ.

13

.

168

..... διὰ τί δὲ οὐκ ἄλλον πέμπει, ἀλλ’ αὐτὸς ἄπεισιν; ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων, καὶ ἡ σκηνὴ πλησίον ἦν, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχεῖς, καὶ παρὼν δὲ ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ μὴ ἔχων .....

13

.

295

Ψ 269.

13

.

340

(=Vat. ζητ. θʹ) edit. in fine operis.

13

358-360

ἐν τοῖς οὕτω λεγομένοις τοὶ δ’ ἔριδος κρατερῆς καὶ ὁμοιίου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν, ἄρρηκτόν τ’ ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν
5δυνατώτερα καὶ τολμηρότερα ἀπὸ τῶν εἰς πέρατα σχοινία συμβαλλόν‐ των καὶ εἰς δεσμὸν ἐπαλλαττόντων τὰ πέρατα, ἔπειτα τεινόντων μετενή‐ νοχεν, ἔριδος, λέγων, καὶ πολέμου τὰ πέρατα ἐναλλάξαντες καὶ δήσαντες
ἐτάνυσαν ἐπ’ ἀλλήλους, οὕτως ἰσχυρῶς τὴν ἔριν τῷ πολέμῳ συνδήσαν‐ τες, ὡς τὸν δεσμὸν τοῦτον ἄρρηκτον μὲν εἶναι καὶ ἄλυτον αὐτοῖς,183 in vol. 2
10πολλῶν δὲ γούνατ’ ἔλυσε. σκέψαι δὲ εἰ μὴ κακοζήλως εἶπε τὸν μὲν δεσμὸν ἄρρηκτον καὶ ἄλυτον, πολλῶν δὲ γούνατ’ ἔλυσεν, ἐν δὲ ἄλλοις οὐκ ἔφη ἄρρηκτον ἀλλ’ ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν (Υ 55), καὶ ἐν ἄλλοις.

13

.

443

τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι, ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν· ἀσπαίροντα δ’ ἔπειτα (μ 254) καὶ ἀσπαίροντα λαβών (τ 229) καὶ ἥ ῥά οἱ ἀσπαίρουσα
5καὶ οὐρίαχον πελέμιξεν ἔγχεος (Ν 443) καὶ ἤσπαιρ’ ὡς ὅτε βοῦς (Ν 571). τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α· μολπῇ δ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο (Σ 472). ἔστιν οὖν ἡ διαφορὰ ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ δὲ σκαίρειν ἔμ‐
10μουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δ’ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρους ἐννοίας προσηγο‐ ρεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίας ἑκατέρων γινομένης. τὸ δὲ σκαίρω
πάντως ὀξυτέρας, ἀφ’ ἧς καὶ τὴν πολύσκαρθμον Μύριναν προσεῖπεν ὁ ποιητὴς (Β 814) μίαν τῶν Ἀμαζόνων, ὥς φασι, καὶ εὐσκάρθμους ἵππους184 in vol. 2
15(Ν 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν τῇ συνηθείᾳ τὸ σκιρτᾶν καὶ σκαρδαμυ‐ κτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.

13

.

470

ad ζητ. ιγʹ (in fine operis).

13

.

493

..... πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν; ὅτι πάντων ἡγεμονικώτατος ἦν Αἰνείας.

13

.

502

εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς ἀκοντίζει; ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος.

13

.

521

ἐζήτηται δὲ πῶς θεὸς ὢν ὁ Ἄρης οὐκ ᾔδει περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι ἀνθρω‐ ποειδῶς ἐφίστανται· ἀθανασίᾳ γὰρ διαφέροντες μόνον ἀνθρώπων τοῖς αὐτοῖς ἐνέχονται πάθεσιν.

13

.

643

Ε 576.

13

658-659

ibid., ad p. 84, 24 sqq.

13

.

686

v. Herm. XIV, p. 248.

13

.

745

Θ 233, p. 122, 15; ibid. ad lin. 22.

13

.

814

in fine operis ad ζητ. 34.

13

.

824

τὸ βουγάιον ἀκουστέον διὰ τὸ ὑπερμεγέθη ἔχειν βοείαν 〈βοίειαν L〉 ἀσπίδα, ὡς εἰ ἔλεγεν· ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς κύδεϊ γαίων (Α 405). ἐπὶ δὲ τοῦ Ἴρου·
νῦν μὲν μήτ’ εἴης βουγάιε μήτε γένοιο
5(ς 79), χαριεντιζομένου ἀκουστέον διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἂν ἔχοντος ἀσπίδα. λέγει δέ· μὴ εἴης μέγας μηδὲ γένοιο μέγας, ᾧ ὅμοιον τὸ
μάλα Ἶρος ἄιρος (ς 73), ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι (ς 7). τούτῳ 〈B ex οὕτως corr.〉 ὅμοιον τὸ οὕτω γάρ κεν δή μοι ἐυκλείη τ’ ἀρετή τε εἴη ἐπ’ ἀνθρώπους ἅμα τ’ αὐτίκα καὶ185 in vol. 2
10μετέπειτα (ξ 402), ταὐτὸ τῷ εἴη καὶ γένοιτο.

14

.

1

..... ἐζήτηται δὲ πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει, ἀρξάμε‐ νος ἀπὸ τῶν ἐσχάτων τῆς Λ. καὶ ῥητέον ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλ’ Ὅμηρος, κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθεὶς δὲ ἐπὶ τὸν Νέστορα μεταβῆναι, πάλιν ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο, ἀφ’
5ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα. ἀκολάστως, φασὶ, καὶ ὡς μέθυσος πίνει. τάχα γοῦν τὸν κυκεῶνα πίνειν φησίν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ ἰαχή, καὶ τὸ ἑξῆς οὕτως· ἀλλὰ καὶ πρὸς τὸν Ἀσκληπιάδην πίνοντα ἔφη. ὁ δὲ Ἀρί‐ σταρχος ἀντὶ τοῦ ὁμοίως τῷ Μαχάονι, ὡς τὸ σὺ δὲ χαῖρε καὶ ἔμ‐
10πης (ε 205), παρών τε καὶ ἀπών, τόν τέ περ πλεονάζειν, ὡς τὸ ἔφυ‐ γόν περ αἰπὺν ὄλεθρον (ρ 47).

14

.

5

ad Λ 624 (in Addendis ad p. 167, 27 sqq.).

14

74sqq

ἐζήτηται πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι, λέγων νῆες ὅσαι πρῶται [καὶ τὰ ἑξῆς]. ῥητέον οὖν, ὅτι ὁ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ
τὴν οἰκείαν ἀρετήν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπι‐186 in vol. 2
5τρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκα τοῦ καθ’ ἑαυτὸν χρησίμου αἴτιος γίνεσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐ‐ ναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν, καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας. ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες, ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ
10ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερ‐ έχουσιν ἕκαστος, κινδύνου δὲ ἐπιγενομένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν τῆς οἰκείας ἀσφαλείας προτιμῶντες. καὶ ἰδίως μὲν αὐτὸς πάλιν δοκιμά‐ ζειν βούλεται. καὶ πρὸς σώφρονας ὁ λόγος, καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ τὸν στρατόν, ἀλλὰ διὰ
15τῶν ἡγεμόνων· δι’ ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο, ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φέρων.

14

.

109

ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐχ ὁ Νέστωρ. ῥητέον οὖν ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστιν ἐπισχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ βουλῇ (Ι 32 sqq.) θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπασε τῶν πρε‐
5σβυτέρων τοὺς λόγους.

14

114sqq

[καὶ] διὰ τί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; ῥητέον οὖν ὅτι πάνυ ῥητορικῶς· δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν, ὡς εἰσὶν οὐχ οἱ τυχόντες ἀλλὰ πολλῷ κρείττους, ἵν’ οὕτως ὡς ἂν καλ‐ λίονες εἰπόντες πείσωνται.

14

.

147

πῶς δὲ, φησὶν, ὁ Ποσειδῶν ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν ἐφθέγγετο; ῥητέον ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ δύναμιν ἐπεδείκνυτο. ..... πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; ἐπεὶ εἶπεν· ἠχὴ δ
5ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς (Ν 837).187 in vol. 2

14

.

200

πῶς πολλάκις Ὅμηρος τὴν γῆν ἄπειρον εἰπών, διὰ τούτων· ταί μιν φέρον ἐφ’ ὑγρὴν [δ’ ἐπ’] ἀπείρονα γαῖαν (α 97. 8), καὶ πάλιν· γαῖαν ἀπειρεσίην (Υ 58), πάλιν διὰ τῆς Ἥρας· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης; μάχεται γὰρ τὸ ἅμα
5μὲν αὐτὴν πεπερασμένην ἅμα δ’ ἀπείρονα ἀποφαίνεσθαι. εἰ μὲν οὖν ἡ τοῦ ἀπείρου φωνὴ ἓν σημαινόμενον περιεῖχε, τὸ κατὰ ποσὸν ἀδιεξίτητον καὶ ἀπειρομέγεθες, ἐναντιολογία ἂν ἦν· πῶς γὰρ ἡ ἀπειρομεγέθης γῆ πέρατα ἂν ἔχοι; ἐπειδὴ δὲ τὸ ἄπειρον πολλαχῶς λέγεται, ἄτοπον ἂν εἴη, πλειόνων ὄντων τῶν σημαινομένων, ἐφ’ ἓν ἀποταξαμένους ἐλθεῖν,
10καὶ τοῦτο μαχόμενον. δεικτέον οὖν κατὰ ποῖον σημαινόμενον τὴν πε‐ περασμένην ἐνδέχεται καὶ ἄπειρον λέγειν. ἡ τοίνυν τοῦ ἀπείρου φωνὴ τάσσεται μὲν καὶ κατὰ ποσόν. διττὸν δὲ τοῦτο, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος· κατὰ μέγεθος μέν, ὅταν ζητῶμεν εἰ ἄπειρος ὁ κόσμος, κατὰ πλῆθος δέ, ὅταν εἰ ἄπειροι οἱ κόσμοι, ὡρισμένοι μὲν κατὰ μέγεθος,
15κατὰ δὲ πλῆθος ἀδιεξίτητοι ὄντες. σημαίνει δὲ τὸ ἄπειρον καὶ τὸ πεπερασμένον μὲν τῇ ἑαυτοῦ φύσει, ἡμῖν δ’ ἀπερίληπτον, ᾧ δὴ σημαι‐ νομένῳ χρῆται Ὅμηρος, ὅταν λέγῃ· Κρήτη τις γα’ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντ, καλὴ καὶ πίειρα, περίρρυτος, ἐν δ’ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι (τ 172—4), καὶ ἐπὶ τοῦ Χρύσου δὲ τὰ ἄποινα
20ὑπὲρ τῆς θυγατρὸς κομίσαντος φέρων φησὶν ἀπερείσι’ ἄποινα (Α 13), ὅπερ ἐστὶ πολλὰ τῷ πλήθει. τρία μὲν οὖν ταῦτα σημαινόμενα ἐκ τῆς τοῦ ἀπείρου φωνῆς κατὰ ποσὸν δεδήλωται. σημαίνει δὲ καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ’ Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδός· Δημοδόκης, τὴν
25πλεῖστοι ἐπιχθονίων ἀνθρώπων μνήστευον καὶ πολλὰ καὶ ἀγλαὰ δῶρ’ ὀνόμηναν, ἴφθιμοι βασιλῆες, ἀπειρέσιον κατὰ εἶδος (Hes. fr. 41 Marksch.; 58 Göttl.)· τὸ γὰρ ἀπειρέσιον ἐν τού‐ τοις ἐπὶ τοῦ κατ’ εἶδος ἐξόχου καὶ καλοῦ ἄγαν τέτακται. δυνατὸν δὲ καὶ τὰ ὑπὸ τοῦ Χρύσου κομισθέντα οὕτως ἀπερείσι’ ἄποινα λέγεσθαι,
30οἷον ὑπερβαλλόντως καλὰ καὶ περικαλλῆ. λέγεται δὲ ἄπειρον κατ’ ἄλλο σημαινόμενον καὶ ἐπὶ τοῦ κατὰ σῶμα κυκλοτεροῦς τε καὶ σφαιροειδοῦς· τῶν γὰρ πεπερασμένων ἃ μὲν πρὸς πέρασι λέγεται ὡρισμένοις πεπεράν‐ θαι, ἃ δὲ οὔ· ὡς φέρε ἃ ἀπὸ γραμμῶν ἢ οἷον τοῦ τετραγώνου, πρὸς πέρασι μέν ἐστι τοῖς ἀπό του καὶ ἐπί τι· δύο γὰρ ὄντων περάτων, τὸ188 in vol. 2
35μέν ἐστιν ἀρχὴ ἀφ’ οὗ, τὸ δὲ τέλος εἰς ὅ· ἐστι γὰρ ἐπ’ αὐτοῖς τὸ πόθεν ποῖ. τῆς δὲ ὅλης τοῦ κύκλου περιφερείας ******* οὐκέτι· πᾶν γὰρ ὃ ἄν τις ἐπινοήσῃ σημεῖον, ἀρχή τέ ἐστι καὶ πέρας· ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας κατὰ τὸν Ἡράκλειτον. τοῦ τοίνυν κύκλου κατὰ τὴν περιφέρειαν ὄντος πεπερασμένου καὶ μὴ ἀπείρου
40κατὰ τὸ διεξίτητον, οὐκ ἂν λέγοιτο πρὸς πέρασιν αὐτὴ πεπεράνθαι. κατὰ δὲ τὸ μὴ ἔχειν ποθέν ποι διάφορα πέρατα πᾶν τε τὸ ληφθὲν ἀρχὴν εἶναι καὶ πέρας ἄπειρον ἐκάλουν τὸν κύκλον· ὡσαύτως δὲ καὶ τὴν σφαῖραν οὔτε ἄπειρον καὶ ἀδιεξίτητον οὖσαν κατὰ μέγεθος οὔτε κατὰ ἀριθμὸν, κατὰ δὲ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι. ***** τῆς
45φωνῆς κατὰ τὰς συντάξεις ἄλλα τε καὶ ἅπερ δὴ καὶ τὸ πολύ σημαι‐ νούσης· οὕτως γὰρ ἀχανὲς πέλαγος (Plut. Alex. 31?) τὸ μέγα
πάνυ, καὶ ὁ ἐν Δελφοῖς θεὸς ἀφήτωρ (Ι 404) ὁ πολυφήτωρ καὶ πολλὰς ἀφιεὶς φήμας, οὐχ ὁ μηδεμίαν, καὶ ἄξυλος ὕλη (Λ 155) ἡ πολύξυλος. οὕτω καὶ ἄπειρος κύκλος ὁ πολυπείρων· οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο189 in vol. 2

14

.

200

(50)

αὐτὸ τὸ πέρας ἐστί. σημαινούσης δὲ τῆς α καὶ τὸ ἴσον, ὡς τὸ ἀρρεπές τὸ ἰσορρεπές, καὶ ἀτάλαντον (e. c. Β 627) τὸ ἰσοτάλαντον, δύναται καὶ ἀπείρων ἰσοπέρατος εἶναι, ὅτι ὅμοιος πάντη κατὰ τὰ πέρατα. τὸ δὲ ἴσον ἐπὶ μόνων σχημάτων κύκλου τε καὶ σφαίρας γίνεται· ὅμοια γὰρ ταῦτα πάντοθεν διὰ τὸ τὴν ἐκ μέσου πρὸς τὸ πέρας ἴσην ἀποχὴν εἶναι
55πάντη. διὰ τοῦτο δὲ καὶ ὁμοιομερὴς ἥ τε τοῦ κύκλου περιφέρεια καὶ ἡ τῆς σφαίρας ἐπιφάνεια· καὶ τὸ ὅμοιον πάντη ἐπὶ μόνων τῶν σχημά‐ των τούτων λέγεται. εὐλόγως οὖν οἱ παλαιοὶ ἐπὶ τὸ προσαγορεύειν τόν τε κύκλον καὶ τὴν σφαῖραν ἀπείρονα προήχθησαν. οὕτω καὶ Ἀριστο‐ φάνης Δαναίσι (fr. 247 D.)· δακτύλιον χαλκοῦν φέρων ἀπείρονα
60ἔφη· ἔστι δὲ ὁ ἀπείρων δακτύλιος καὶ ὁ κρίκος ὁ ἀσυγκόλλητος καὶ πέρας μὴ δεικνύς, ἀρχήν τε καὶ τέλος· οἱ γὰρ σφενδόνας ἔχοντες, εἰς ἃς οἱ λίθοι ἐντίθενται ἢ σφραγῖδες, οὔκ εἰσιν ἀπείρονες· οὐ γάρ ἐστιν ὁμοιομερής. ὁμοίως δὲ καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας ἐν ἀπεί‐ ρονι σχήματί φησιν ἵστασθαι· ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς
65σέλας κύκλῳ περίστητ’ ἐν λόχῳ τ’ ἀπείρονι εὔξασθε (fr. 407 D.)· τοῦτο δέ ἐστιν ἐν τάξει κατὰ κύκλον· ὁ γὰρ λόχος ἐστὶ τάξις, ἐπεὶ καὶ ὁ λοχαγὸς ταξίαρχος. καὶ Εὐριπίδης (Orest. 25) ἐπὶ τοῦ συνερραμμέ‐ νου πανταχῆ χιτῶνος καὶ κατὰ τοῦτο ὁμοίου (πέριξ οὖν ἡ Κλυταιμνή‐ στρα τὸν Ἀγαμέμνονα ἐνέδυσεν)· ἡ πόσιν περιβαλοῦς’ ὑφάσματι
70ἀπείρονι. καὶ ἐπὶ τοῦ αἰθέρος κυκλοτεροῦς ὄντος εἰπὼν ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἀπείρον’ αἰθέρα, ἐπήγαγε κατὰ τί ἄπειρον εἴρηκεν, ὅτι κατὰ τὸ τὴν γῆν ἔχειν πέριξ ὑγραῖσιν ἀγκάλαις (fr. 935 D.). μήποτε δὲ καὶ ὅταν Ὅμηρος λέγῃ δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμ‐
φὶς ἔχοιεν (θ 340), οἱ ἀπείρονες δεσμοὶ οὐ σημαίνουσι πλῆθος ἀλλὰ190 in vol. 2
75τοὺς ἰσχυρούς, οἵ εἰσιν ἔγκυκλοι καὶ κρικωτοί· πρὸς γὰρ τὴν ἐρώτησιν ἡ ἀπόκρισις ἔσται κατὰ λόγον τοῦ σημαινομένου οὕτως ἀποδοθέντος· ἤρετο μὲν γὰρ αὐτὸν εἰ θέλοι δεσμοῖσι κρατεροῖσι πιεσθεὶς εὕδειν παρὰ τῇ Ἀφροδίτῃ, ὁ δὲ ἀποκρίνεται· εἴη μοι πολλάκις τοσούτοις δεσμοῖς δεθέντα εὕδειν, ἴσον τῷ πολυπλασίοις καὶ πρὸς τούτοις ἀπείροσιν, ἐν
80ταὐτῷ λέγων τῷ ἰσχυροῖς· τοῦτο γὰρ αὐτὸς ἐπύθετο· ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κραταιοῖσι πιεσθεὶς εὕδειν (θ 336); τὸ δὲ ἰσχυροῖς δηλοῖ διὰ τῆς ἀπείρονος φωνῆς, ἀναφέρων ἐπὶ τοὺς κρικωτοὺς καὶ ταύτῃ δυσλύτους. ὡς γὰρ ἀλλαχοῦ εἶπε πέδας ἀρρήκτους ἀλύ‐ τους (Ν 36), οὕτως ἐνταῦθα τοὺς ἀπείρονας δεσμοὺς τοὺς ἀλύτους
85διὰ τὸ ἐν κύκλῳ περιέχειν. εἰ γὰρ ἀπείρονες ἀκούοιμεν ὡς ἄπειροι πλήθει, ἄλογος ἔσται ἡ ἀπόφασις, τρὶς τόσσους εἰπεῖν καὶ ἀπείρους· τὸ γὰρ τρὶς τόσσους πολλαπλάσιόν ἐστι, τὸ δὲ καθ’ ὁποσονοῦν πολλαπλάσιον οὐκ ἄπειρον. ὥστε ἅμα δεσμοί τε εἶεν ἂν καὶ τὸ πλῆθος ἄπειροι· ὁ γὰρ δεσμὸς συνοχὴν καὶ δέσιν ὑπαγορεύων τοῦ κατὰ πλῆθος ἀπείρου
90κεχώρισται. ὅλως τε ἡ ἐρώτησις οὐ περὶ πλήθους ἀλλὰ περὶ δυνάμεως· εἰ γὰρ βουληθείη δεσμοῖσι κρατεροῖς πιεσθεὶς εὕδειν ἐρωτᾷ, οὐχὶ πολλοῖς. ἄλογον δὲ πρὸς τὸ πολλοῖς ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεσθαι, πρὸς δὲ τὸ κρατεροῖσι μηδὲν φάναι. λέγοι ἂν οὖν τὸ μὲν τρὶς τόσσους πολλα‐ πλασίους, ἀπείρονας δὲ τοὺς κραταιούς, ὥστε τὸ ἄπειρον καὶ ἐπὶ σχή‐
95ματος πεπερασμένου καθ’ Ὅμηρον τίθεται. καὶ ἔστι τοῦ κυκλοτεροῦς ἴδιον καὶ σφαιροειδοῦς, εἴγε καὶ αὐτὸς πείρατα γαίης φησὶ καὶ ἀπεί‐ ρονα γαῖαν, ἀδύνατον δὲ καὶ ἐπὶ τοῦ κατὰ μέγεθος ἢ κατὰ ποσὸν ἀδιεξιτήτου ἀπείρου τίθεσθαι πέρας, ἐπὶ δὲ τοῦ περιφεροῦς οἷόν τε. ὥστε συνάγεται, εἴπερ ἡ γῆ πεπερασμένη ῥηθεῖσα ἄπειρος πάλιν ἐῤῥήθη,

14

.

200

(100)

μὴ διὰ τὸ μὴ ἐξίτητον αὐτὴν εἶναι κατὰ μέγεθος εἰρῆσθαι ἄπειρον, διὰ δὲ τὸ σφαιροειδῆ εἶναι, καὶ τοιαύτην αὐτὴν κατὰ σχῆμα ὑπειλῆφθαι τῷ Ὁμήρῳ. εἰ δὲ καὶ ἀπειρέσιος ὡς μέγας ἀκούοιτο καὶ ἀπερίληπτος εἰς γνῶσιν ἡμετέραν, οὐδ’ οὕτως ἀντιπίπτει κατὰ τὴν πρός τι σχέσιν· πολλὴ μὲν γὰρ οἰκουμένη τῆς καθ’ ἡμᾶς ἠπείρου, πολλὴ δὲ θάλασσα,
105πολλὴ δ’ ἀντίπερα ταύτης χέρσος διειργομένη τῷ τοῦ Ὠκεανοῦ χεύματι
(μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸν μὲν πρῶτον, ὃν οὔπω ἔστι περῆσαι, λ 157)· τῆς δ’ οἰκουμένης αὐτῆς εἴ τις ἐπίδοι τὰ μεγέθη καθόλου τε καὶ κατὰ μέρη, καὶ τῆς θαλάσ‐ σης τά τε πελάγη καὶ τοὺς κόλπους τοὺς μεγάλους τε καὶ μικρούς,191 in vol. 2
110πολλοῦ χρόνου δέοιτ’ ἂν πρὸς τὴν διήγησιν. κἂν μέντοι ἀπειρεσίη λέγοιτο διὰ τὸ κάλλος, οὐδ’ οὕτως ἀντιπίπτει τῇ φύσει αὐτῆς τὸ σημαι‐ νόμενον, καθάπερ τοῖς διαγράφειν τὰ κατ’ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. Ex eadem quaestione additis nonnullis, quae aliunde illata esse
115videntur, excerptum est schol. α 98, quod in cod. E secundum Din‐ dorfium (cf. idem in praef., p. XXX) ita legitur: ἀπείρονα γαῖαν] τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογγυ‐ λοειδῆ ἢ σφαιρικὴν καὶ κυκλικήν· ἢ καθ’ ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται.
120ἢ ἀντὶ τοῦ περικαλλής, καθάπερ τοῖς διαγράφειν τὰ κατ’ αὐτὴν βουλο‐ μένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ’ Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδός· Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνδρῶν μνηστεύοντο καὶ πόλλ’ ἀγλαὰ δῶρ’ ὀνό‐
125μηναν, ἴφθιμοι βασιλῆες, ἀπειρέσιον κατὰ εἶδος. ἰστέον δὲ ὅτι ἄπειρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφό‐ ροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατ’ ἐπίτασιν τοῦ α. οὐ γὰρ ἂν ἔλθοι τις τοῦτο ἐπ’ αὐτὸ πέρας ἴσως ἔχον διὰ τὸ ἰσοπέραστον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ
130ἴσην ἀπόστασιν κατ’ ἰσότητα του α. οὕτως Ἀριστοφάνης Δαναΐσι· δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα ἔφη, δηλῶν τὴν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας καὶ ἀπείρονι σχήματί φησιν ἵστασθαι· ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸν γέρας κύκλῳ παρίστατε ἐν λόχῳ τ
135ἀπείρονι εὔξασθε, τουτέστιν ἐν τάξει κατὰ κύκλον. ὁ γὰρ λόγος (?) ἐστὶ τάξις, ἐπεὶ καὶ λοχαγὸς ὁ ταξίαρχος.

14

.

212

πῶς ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ ὅτι οὐκ ἀλεξιφάρ‐ μακον ἀπάτης ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περι‐ ποιητικός, φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ τὸ ὅ τι φρεσὶ σῇσι με‐
νοινᾷς (v. 221). οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶσθαι καὶ ἄλλους192 in vol. 2
5ἀπατᾶν δύνασθαι. ἢ δίδωσι τὸν κεστόν, ὅπως τῇ ἀπουσίᾳ τῆς Ἥρας ἀκίνδυνοι εἶεν Τρῶες.

14

216sqq

διὰ τί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶν Ὅμηρος κατεστίχθαι· ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος; φησὶν οὖν Σάτυρος, ὡς ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἐρῶντες· Ἀπίων δέ, ἐπειδὴ δεσμοῖς ἐοί‐ κασι καὶ βρόχοις οἱ ἔρωτες καὶ τὰ τῶν ἐρώτων πάθη· Ἀρίσταρχος
5δέ, ὅτι ἄχρι τοῦ δέρματος διικνεῖται τὰ ἐρωτικὰ πάθη τήκοντα τοὺς ἐρῶντας καὶ ἀποξύοντα διὰ τῆς στύψεως τὰ μέλη.

14

.

230

διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ Ὕπνος διατρίβει; ῥητέον οὖν ὅτι Λήμνου μὲν ἦν δεσπότης Ἥφαιστος, γυνὴ δὲ τούτου Χάρις, Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν Ἥρα. δύνα‐
5ται δὲ καὶ φυσικώτερον λυθῆναι, ὅτι οἰνοφόρος ἡ Λῆμνος, καθὼς λέγει· νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι (Η 467), τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρέπεται. πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότως ἐκεῖσε διατρί‐ βει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον, ὥστε καὶ τοῖς Ἕλλησι χορη‐
10γεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι, ὡς οἱ παῖδες Αἰγύπτου, ὑπὸ τῶν γυναι‐ κῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. εἴωθε δὲ ὁ Ὕπνος ἐπὶ
πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν.193 in vol. 2

14

.

246

πῶς Ἡσιόδου (theog. 116) πάντων πρῶτον εἰπόντος γεγενῆ‐ σθαι τὸ χάος, Ὅμηρός φησι γεγενῆσθαι τὸν Ὠκεανὸν ποταμόν; ῥητέον οὖν ὅτι ἕκαστος εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλοσοφώτερον· τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωή, καὶ προέχει τῶν τεσσάρων στοιχείων,
5ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτό φησιν.

14

.

267

v. schol. 2 ad lin. 17 sqq. allatum.

14

.

275

διὰ τί Ἥρας ὑποσχομένης τῷ Ὕπνῳ δώσειν θρόνον ἀρνεῖται, αἰτεῖται δὲ Χαρίτων μίαν ὁπλοτεράων; καὶ τί βούλεται ἡ ὁπλο‐ τέρα Χάρις; ῥητέον οὖν· τὸν μὲν θρόνον ἀρνεῖται, ὅτι Ὕπνος θρόνου οὐ δεῖται· Θανάτου γὰρ τὸ τοιοῦτον, περιφοίτητον δὲ ὁ Ὕπνος πάθος
5ἐστὶ καὶ τῶν ἐπιόντων καὶ τῶν ἀπιόντων. Χάριν δὲ αἰτεῖται οὐ προ‐ καταρκτικὴν ἀλλ’ ἀμειπτικήν· ἀνθ’ ὧν γὰρ εὖ ποιεῖ ἀξιοῖ λαβεῖν τὴν ἀμοιβήν, οὐκ ἐξ ὧν αὐτὸς προκατήρχθη. αἱ μὲν οὖν προκατάρχουσαι Χάριτες εἶεν ἂν πρεσβύτεραι, αἱ δὲ ἀμειπτικαὶ ἔτι νεώτεραι· μεταγενέ‐ στερον γὰρ, καὶ διὰ τοῦτο νεώτερον, τὸ δεύτερον τοῦ προτέρου. διόπερ
10τῶν ὁπλοτέρων φησὶν αἰτεῖσθαι μίαν Χαρίτων. **** φέρτερον τὸν κρείττω λέγει, τὸν φέρειν ἰσχύοντα, ποιήσας τοὔνομα ἀπὸ τοῦ φέρειν δύνασθαι μᾶλλον τὰ προσπίπτοντα. τούτου οὖν ἐν εἴδει ὁ ὁπλότερος, ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενος. ἀντι‐
φερίζει δὲ ὁ ἐξ ἐναντίας τῷ φέροντι ἀντιφέρων τὸ ἴσον. τὸ δ’ αὐτὸ194 in vol. 2
15καὶ ἰσοφαρίζει (Φ 194) λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων· ἥλικες ἰσοφόροι (ς 373). ἀπὸ τοῦ φέ‐ ρειν δὲ καὶ τὸ ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένος (Κ 479), ὡς εἰ ἔλεγε τὸ ὅπλον, καὶ μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης (Γ 64).

14

295-296

καὶ πῶς φησι παρ’ Ὠκεανῷ αὐτὴν τρέφεσθαι (v. 202); ἢ τὸ ἀτιτάλλειν οὐκ ἐκ νηπίας, ἀλλὰ τὸ ἐπιμελῶς τρέφειν φησί· τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ (Ε 271). λάθρα οὖν ἐμίγη, ὅτε δὲ ἐταρταρώθη ὁ Κρόνος, ὡς παρθένος ὑπονοουμένη
5ἐξεδόθη Διὶ παρὰ Τηθύος καὶ Ὠκεανοῦ .....

14

304-306

ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διός. κακῶς· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει τὸ πάθος καὶ τὸν πόθον πλέον ἐξάπτει. ἄλλως τε λέγονται, ἵνα μὴ ὕστε‐ ρον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα.
5 διὰ τί ἡ Ἥρα, ὅτε μὲν μετὰ τοῦ Διὸς ᾤχετο ἐπὶ τὸν Ὠκεανὸν (Α 423), οὐ διέλυσε τὴν Τηθὺν καὶ τὸν Ὠκεανόν, ὕστερον δὲ ἡμέραις [πέντε ἢ] δεκαπέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεσθαι; οὐ γὰρ δὴ μετ’ ἐκείνας γε διηνέχθησαν· πάλαι γάρ φησιν αὐτοὺς ἀπέχεσθαι εὐνῆς καὶ
φιλότητος. ἢ οὐ λέγει ὁ ποιητὴς ὅτι ἐπορεύετο ἐπὶ τοῦτο, ἀλλ’ ὅτι195 in vol. 2
10σκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρα (Ξ 300), καὶ ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶς’, οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν (v. 307. 8). οὐδαμοῦ δὲ ἦσαν οἱ ἵπποι, ὥστε οὐδ’ ἡ πορεία ὄντως ἐπὶ
15τοῦτο παρεσκεύασται. ἔπειτα οἱ Αἰθίοπες παρὰ τὸν Ὠκεανὸν οἰκοῦσιν. Ὠκεανὸς δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεός, καὶ οὐχ ὁ τῷ ὕδατι ἐντυγχάνων κύκλῳ πᾶσαν περιθέοντι τὴν γῆν πάντως καὶ τῷ θεῷ ἐντυγχάνει κατὰ πᾶν μέρος τοῦ ὕδατος. οὐδ’ ἐλθοῦσα μετὰ τοῦ Διὸς ἐπ’ ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη καὶ ἐγκαταλιποῦσα τὸν ἡγεμόνα,
20ᾧ πάντες οἱ ἄλλοι θεοὶ ἠκολούθουν· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας (Α 423) καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν δόντες αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸς οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει, δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφ’ Ἥρας πεπέμφθαι (Α 194).
25πῶς οὖν, εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται θεοὶ δ’ ἅμα πάντες ἕποντο (Α 424); καὶ διὰ τί φήσας πάντας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἐληλυθέναι, θεοὶ δ’ ἅμα πάντες ἕποντο, τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρα‐ νοῦ φησιν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλ‐ ληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν ἡγε‐
30μόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντες ἐκάθευδον—ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι (Κ 1)—ὅμως ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλαον—οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν (Κ 25), οὕτως ἐκ τοῦ πλείστου τὸ πάντας ἠκολουθηκέναι τοὺς θεοὺς τῷ Διὶ εἴρηκεν· οὐ γὰρ
35δὴ θεῶν ἔμελλεν ὁ οὐρανὸς καταλείπεσθαι ἔρημος.196 in vol. 2

14

314sqq

τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία, ὡς μὴ δύνασθαι κρατεῖν ἑαυτο; φαμὲν οὖν ὡς ἀπελογήσατο περὶ τούτου ἐν οἷς φησιν ἅ τ’ ἔκλεψε νόον (v. 217). ἄλλως τε διδάξαι βούλεται τοὺς νέους ὁ ποιητὴς ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου
5καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν, ἣν ἐξ ἀγρυ‐ πνίας περιεποιήσατο.

14

.

345

πῶς οὖν ὁ Ὕπνος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σω‐ ματοειδὴς ὕπνος ἀλλὰ τὸ πάθος.

14

357-360

πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ εἰρη‐ μένου ὑπὸ τῆς Ἥρας· ἢ φὴς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν (v. 265); οὐκ ἀναγκαίως, φασὶ, τὸ ἀπόρρητον ἐξήνεγκεν. ἢ πρὸς τὸ θαρ‐
5ραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν.

14

.

434

ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι (Φ 196)·
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. λύοιτο δ’ ἂν ἐκ τῆς λέξεως καθ’ ἑκάτερα· καὶ γὰρ τὸ πάντες δύναται197 in vol. 2
5λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ τὸ ῥεῦμα, ὥστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· λέγεται γὰρ ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε. πῶς ποτὲ μὲν λέγει· τῷ οὐδὲ κρείων Ἀχελώιος ἰσοφαρί‐ ζει ****, ἐξ οὗπερ πάντες ποταμοί (Φ 194—6), ἑτέρωθι δὲ
10Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς; ἡ δὲ λύσις ἐκ τοῦ προσώπου· τὸ μὲν γὰρ ἐκ Διὸς εἶναι ὁ ποιητὴς λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύς. οὐδὲν οὖν ἄτοπον ἐν διαφόροις προσώποις διαφωνίαν συνίστασθαι. πῶς μετέπειτά φησιν ἐπὶ τοῦ Ὠκεανοῦ ἐξ οὗ περ πάντες πο‐
15ταμοί, νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν ὡς θεοῦ τιμωμένου πατὴρ ὁ Ζεύς, τοῦ δὲ ῥεύματος χορηγὸς Ὠκεανός, ἐξ οὗ περ πάντες ποταμοί **** πατὴρ ἀνδρῶν τε θεῶν τε.
ἢ διὰ τὸ πλέων χειμάρρων εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι. φησὶ γοῦν ὀρόθυνον ἐναύλους (Φ 312)· ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ198 in vol. 2
20(Φ 283). διὰ τί, πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν ὃν ἀθάνατος τέκετο Ζεύς; πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διός, ὄμβρῳ δὲ οὗτος αὔξεται ....

15

13sqq

Πῶς ὁ κεστὸς αὐτὸν οὐκ ἐπράϋνεν· ἐρώτων μόνον ἐστὶ κινη‐ τικός, οὐκ ἄλλων. ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάτ‐ τωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς. εἰκότως δὲ χαλεπαίνει, ψευδὴς πρὸς Θέτιν ἀποδειχθεὶς καὶ Ἕκτορα.
5 .... ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω; ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος· μυθικῶς γὰρ Ζεὺς ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν, ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αὐτοῦ δεσμεύων τὰ πάντα· μετ’ αὐτὸν δέ ἐστιν ἀὴρ μέσος γῆς καὶ
10αἰθέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν· τοῦ δ’ ἀέρος ἐκκρέ‐ μαται ὕδωρ τε καὶ γῆ, οὓς δὴ νῦν ἄκμονας λέγει παρὰ τὸ ἀκοπίατα εἶναι τὰ στοιχεῖα. καλῶς οὖν οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι ....

15

56-77

ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ ὅτι οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως, καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Π 433) οἰκτίζεται; καὶ ἡ πα‐ λίωξις οὐκ ὀρθῶς· ἀφ’ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν
5Ἀχαιοί. καὶ τὸ Ἀθηναίης διὰ βουλάς· διὰ τί γὰρ μὴ Ἥρας, καίτοι παρούσης; ῥητέον οὖν ὅτι τὸ σχῆμά ἐστι προανακεφαλαίωσις, ὡς Ὀδυσ‐ σεὺς προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηστηροκτονίαν (π 281 sqq.), ἀλλ’ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. εἰσὶ δὲ τῇ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ’ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα.199 in vol. 2
10πεσεῖν δὲ εἰς τὰς ναῦς ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν· ἐν‐ έπεσεν εἰς τὰς χεῖράς σου. οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (Χ 168 sqq.). πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε Ἀθηναίης, ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε. πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν
15Τροίας σκιαγραφῶν αὐτῷ. τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων ὅτι οἱ τὰ τοιαῦτα πράξαντες κρατηθήσονταί ποτε. φασὶ δὲ (οἱ ἐξηγηταὶ) καὶ ὅτι ὁ [Μαλλώτης] Ζηνόδοτος τὰ ἐκ τοῦ Πάτροκλον κτενεῖ φαίδιμος Ἕκτωρ καὶ ἑξῆς ἕως τοῦ λισ‐
20σομένη τιμῆσαι Ἀχιλλέα Εὐριπιδείῳ λέγει ἐοικέναι προλόγῳ, ἀφε‐ λῶς προαχθέντα καὶ εἰς οὐδὲν δέον ἀφηγηματικῶς. ὅτι δὲ οὐδὲ εὐτελεῖς οἱ τοῦ χωρίου τούτου στίχοι .... καὶ ὅτι οὐκ ἀήθης ἡ πρὸς τὸ πρῶ‐ τον ἀπάντησις .... καὶ ὅτι μὴ κωλυθέντες οἱ Τρῶες ἐνέρριψαν ἂν τοὺς Ἀχαιοὺς ταῖς τοῦ Ἀχιλλέως ναυσί, διὸ καὶ δοκοῦσιν ἕως καὶ εἰς
25αὐτὰς φυγεῖν οἱ Ἀχαιοί, καὶ ὡς, εἰ καὶ Πάτροκλος παρεκλήτευσεν, ἀλλ’ εἰ μὴ Ἀχιλλεὺς ὥπλισεν, οὐκ ἂν ἐκεῖνος τοῖς Ἀχαιοῖς ἐβοήθησε, διὸ καὶ Ἀχιλλεὺς ἀναστήσειν ἐκεῖνον λέγεται .... καὶ ὅτι πολλὰ παρὰ τῷ ποιητῇ κεῖται ἅπαξ εἰρημένα, οἷς συνεισακτέον καὶ τὸ Ἴλιον αἰπύ καὶ τὸ πτολίπορθος Ἀχιλλεύς, οὐ διὰ τὴν Ἴλιον ἀλλὰ διὰ τὰς τρεῖς
30πρὸς ταῖς εἴκοσιν, ἃς πολεμαρχῶν εἷλε (Ι 328. 9), δῆλόν ἐστι.

15

.

90

v. ad p. 200, 20 sqq.

15

.

128

οὐ δεῖ στίζειν ἐν τῷ φρένας ἠλέ, εἶτα καθ’ αὑτὸ λέγειν διέφθορας, ἀλλ’ ὅλον συνάπτειν τὸ φρένας διέφθορας, ἠλέ. αὐτὸς μὲν γὰρ ἐπάγει πρὸς μὲν τὸ μαινόμενε· ἧ νύ τοι αὔτως οὔατ’ ἀκουέμεν ἐστί,200 in vol. 2
5πρὸς δὲ τὸ τὰς φρένας διέφθορας, ἠλέ· νόος δ’ ἀπόλωλε καὶ αἰδώς. ἐπὶ μὲν οὖν τοῦ μαινόμενε τὸ τὰς φρένας διεφθάρθαι κατηγόρησεν, ἐπὶ δὲ τοῦ κούφου καὶ μὴ βεβαίου τὸ [ἠλεός, τὸ] ἀεσίφρων. τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· γίνεται δὲ παρὰ τὴν ἄλην, ἵνα
10ᾖ πεπλανημένε.

15

147-148

οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν· ἄπιτε καὶ ὃ ἂν εἴπῃ ποιήσατε· καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἔμελλον παρ‐ ακούειν Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διὶ τοῖς καθ’ Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι· ἀπέλθετε ποιήσον‐
5τες ἃ κελεύει Ζεύς· ὅθεν τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα ὀργιζόμενοι· ποίει ὃ θέλεις, ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον. οἱ δὲ, κατεπτηχυῖα, φασὶ, τὰς ἀπειλὰς εὐλαβεῖται, μὴ καθ’ ὁντινοῦν τρόπον ἐμποδισθείσης
10τῆς Ἴριδος Ζεὺς πάλιν ἐπ’ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.201 in vol. 2

15

170-171

.... πῶς δὲ νίφων ὁ βορρᾶς αἰθρηγενής ἐστιν; ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ πῆ ἔβη Ἀνδρομάχη λευκώλε‐ νος (Ζ 377); ἢ ἀπὸ τοῦ πλεονάζοντος· σκιόεντα γὰρ ὄντα τὰ νέφη πνοιῇσι λιγυρῇσι διασκίδνησιν (Ε 526). οἱ δὲ, ὅτι τὸ ψῦχος παρ’
5αὐτῷ αἶθρος καλεῖται. τάχος οὖν δίδωσι τῇ χιόνι ὁ ἄνεμος, βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ· νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ βορέαο πεσόντος (ξ 475).

15

189sqq

δοκεῖ ἐναντιοῦσθαι πρὸς τὸ πάντα τὸ γαῖα δ’ ἔτι ξυνὴ πάντων· οὐ γὰρ ἔτι πάντα δέδασται τούτων μὴ δεδασμένων. λύοιτο δ’ ἂν τῇ λέξει· τὸ γὰρ πάντα πάντως παρέλκει, ὡς ἐπὶ τοῦ δέκα πάντα τάλαντα (Ω 232). ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί λοιπὸν
5δέδασται; ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντα ἐπὶ τοῦ πλεονά‐
ζοντος τίθεται· ὡς εἰ ἔλεγεν· τὰ πλείονα μεμέρισται πλὴν γῆς τε καὶ οὐρανοῦ· ταῦτα γὰρ ἔτι κοινά. φυσικὴ δὲ γίνεται διάταξις· ὁ μὲν γὰρ τὸ ζῆν παρασχόμενος Ζεὺς ὠνόμασται, ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν, Ἅιδης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς202 in vol. 2
10τῆς τῶν ἀνθρώπων ἀπωλείας. κοινὴ δὲ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα. τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡφαίστου κρατῆρας καὶ περὶ τὸ τῆς Λυκίας Κράγον καὶ ὅσα τοιαῦτα. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστιν.
15καλῶς δὲ καὶ τὸν Ὄλυμπόν φησι κοινόν, ἐπεὶ καὶ ὁ οὐρανὸς τὴν γέ‐ νεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων.

15

212-217

ἀθετοῦνται οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἁλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσ‐ σεται καὶ τὰ ἑξῆς (Δ 169—82), καίτοι εἰδὼς παρὰ Κάλχαντος (Β 329)·
5ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ (Ο 211) ἀλλ’ ἤτοι νῦν μέν κε [νε‐ μεσσηθεὶς ὑποείξω]. εὐσχήμονα δὲ τὴν ἀπαλλαγὴν ὁρίζεται ἐπανα‐ τείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ Ἀχιλλεύς (Α 300)· τῶν ἄλλων ἅ μοί ἐστιν.

15

.

247

.... καὶ πῶς οἶδεν ὅτι θεός ἐστιν; ἢ ἐκεῖνος ἑαυτὸν ἐγύ‐
μνωσεν ἢ ἀπὸ τοῦ ἐρέσθαι· πάντες γὰρ οἱ Τρῶες ᾔδεισαν τὸ γεγονός.203 in vol. 2

15

.

333

v. Herm. XIV, p. 243.

15

390sqq

πῶς δὲ ἐπιλαθόμενος Ἀχιλλέως τοσοῦτον διάγει χρόνον; ἢ οὐ πολὺς μὲν ὁ χρόνος, τὰ δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ χρόνῳ.

15

.

413

πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότερον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα στάσει, οὐ δυνάμει· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων .....

15

449-451

ἀθετοῦνται οἱ τρεῖς· οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος· ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ (Ε 221), ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετη‐
5τέος ὁ στίχος· πῶς γὰρ ἡνίοχος ὢν ὄπισθεν βάλλεται—αὐχένι γάρ οἱ ὄπισθε [πολύστονος ἔμπεσεν ἰός]—; ἄτοπον γὰρ αἱ Ἀρι‐ στάρχου τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ [ἂν] οἱ παραιβάται, μόνον κινηθέντων τῶν ἵππων, εἰς τὴν πτέρναν ἑστῶτες τοῦ δίφρου. ποία τε χρεία τοῦτον πονεῖσθαι περὶ τοὺς
10ταρασσομένους τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετενη‐ νέχθαι τοὺς στίχους. ῥητέον δὲ πρὸς ταῦτα, ὅτι χαρίζεται τῷ Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς Δαρδάνιος· φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ
Πολυδάμαντος· Δάρδανος ἀνὴρ Πανθοίδης (Π 807) **** ἐπί‐ κουρος ἦν· καθ’ Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἡ Δαρδανία.204 in vol. 2
15πῶς δὲ οὐκ εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προθυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ, ὡς Αὐτομέδων (Ρ 459 sqq.); ὄπι‐ σθεν δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γάρ ἐστιν ἡ κίνησις τοῦ πολέ‐ μου, ὡς καὶ αὐτός πού φησιν· ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη (Μ 428). [τὸ ἔμπεσεν ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ αἰχμὴ
20δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα (Ε 293)· αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέρειαν τοῦ τραχήλου φησίν· ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις· καὶ πῶς ὠρέγοντο ἀλλήλων μεσολαβούντων τῶν ἵππων; ὡς καὶ Διομήδης τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν (Ε 851 sqq.)].

15

.

598

(=Vat. ζητ. ιθʹ) Σ 100.

15

.

605

ad Ζ 129, p. 92, 10.

15

610-614col1

B f. 210a ad Ἕκτο‐ ρος (id. Lp f. 246b c. 1. αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος, L f. 334a): ἀθετοῦνται εʹ διὰ τὸ λέγειν ὅτι
5ὀλιγοχρόνιον ὄντα ἐτίμα. καὶ ὅτι π’ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ μαρναμένοιο νοεῖ‐ ται τὸ Ἕκτορος. ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ.
10τὸ δὲ ὄνομα ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυμά‐ ζων τινὰ τῶν ἔργων πολλάκις ἐπ‐
αναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ π’ αἰθέρος, ὅτι ὁ αἰθέριος Ζεύς· οὐColumn end
15γὰρ ἀπὸ τῆς μερικῆς αὐτὸν ἀλλ’ ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτή‐ ρισε. [καὶ ἡ πρόληψις δέ ἐστι σχῆμα
ποιητικὸν κτλ.]Column end

15

610-614col2

Vict. f. 290a (c. 1. Ἕκτορος, αὐ‐ τὸς γάρ οἱ): ἀθετοῦνται στίχοι εʹ ὡς περιττοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἦσαν οἱ
5εʹ. οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον ἐτίμα αὐτόν. καὶ ὅτι π’ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ μαινομένοιο νοεῖται Ἕκτορος. τινὲς δὲ τὸν γάρ ἀντὶ τοῦ δέ, ὡς
10αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ ἄνδρ’ ἐπελεύσεσθαι (ι 213), καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα· οὐδ’ ἄρ’ ἀπ’ ἀσφά‐ ραγον μελίη τάμεν, ὄφρα τί
15μιν προτιείποι (Χ 328), ἦλθε δ’ ἐπὶ Νότος ὦκα, ὄφρ’ ἔτι τὴν ὀλοήν (μ 427).
π’ αἰθέρος δὲ ὁ αἰθέριος Ζεύς. [καὶ ἡ πρόληψις δὲ σχῆμα ποιητι‐205 in vol. 2
20κὸν κτλ.].Column end

15

.

653

v. 701 sqq.

15

668sqq

ἀθετοῦνται στίχοι τρεῖς· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω ἐφάνη νῦν, πρὶν συγκαθη‐ μένη τοῖς θεοῖς τοῖς ἄλλοις; εἰ μὴ λέγοις ὅτι σχῆμα ἐλλειπτικὸν ὂν δίδωσι νοεῖν τοῖς ἀκροαταῖς διὰ τούτου, ὅτι ἠχλύωντο, ἡ δὲ Ἀθηνᾶ
5ἐδύνατο καὶ ἀποῦσα ἀφαιρεῖσθαι αὐτήν, ὡς τὸ εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη (Θ 218)· οὐ γὰρ ἐκεῖ παρῆν.

15

.

680

v. ad Vat. ζητ. ηʹ (in extremo opere).

15

701sqq

διὰ τί οὐ τὰς πρώτας ναῦς ἐνέπρησαν οἱ Τρῶες· εἰσω‐ ποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι (v. 653) καὶ τὰ ἑξῆς; πότερον ὅπως πλείστας ἀπὸ τῆς περιεχομένης διαφθείρωσιν, ἢ ὅπως μὴ διὰ πυρὸς ἀναχωρήσωσιν, ἢ ὅτι αὐτῶν ἦσαν, ὧν ἤδη ἐν‐
5τὸς ἦσαν. ἐζήτηται διὰ ποίαν αἰτίαν μόνην τὴν Πρωτεσιλάου παρέδωκε ναῦν καιομένην. ῥητέον οὖν ὅτι ᾐδέσθη ὁ Ὅμηρος εἰπεῖν ἐμπρῆσαί τινα
τῶν ζώντων, μήπως ἀνανδρίαν αὐτοῦ τις δόξῃ καταγινώσκειν. εὐπρεπῶς ἐπὶ τὴν τοιαύτην ναῦν ἤγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν206 in vol. 2
10ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύσαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν), τούς τε πολίτας συγγνώμης ἄν τις ἀξιώσαι, εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως εἶχον ἐπιβοηθεῖν. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί, πρώτην κατὰ τὰς πύλας οὖ‐ σαν· ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου (Ν 681).
15ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησεν.

16

.

7

..... ἄτοπος δὲ ἔσται αὐτὸς μὲν ἕνεκα παλλακίδος κλαίων (Α 349), τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δακρύοντα δεινοῖς. ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δ’ ἄν τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς
5ἐπιεικεῖς καὶ πράους γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέρους φασίν. οὐκ ἠρκέσθη δὲ τῷ κούρη, προσέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν.

16

25sqq

ἐζήτηται δὲ πῶς Πάτροκλος περὶ Μαχάονας μηδὲν εἰπὼν κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον, ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα εἰς ἔλεον κινήσῃ, παραλιπεῖν ὡς ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.
5 .... ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχάονος, δι’ ὃν καὶ ἐπέμφθη (Λ 610). τάχα δὲ σιωπᾷ ὑποφαίνων, ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, δι’ ὧν οὐ θεραπεύεται (Λ
622. 3). οἱ δέ φασιν, ὡς ἔθος Ὁμηρικὸν περὶ ὧν τις πεμφθῇ μὴ207 in vol. 2
10παλιλλογεῖν περὶ αὐτῶν, ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διός, οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου, καὶ ἡ Ἶρις περὶ Ποσειδῶνος .....

16

.

58

οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ οὔτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐ‐ τήν. ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν· ὁ θαυμάσιος καὶ κράτιστος. τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς
5αἰτίας οὐ τοῖς ὑπηρέταις ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἑτεροποιεῖ.

16

.

68

ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παρ’ Ὁμήρῳ τὴν περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπ’ αὐτῆς ῥήματα, οἷον οἱ δὲ ῥηγμῖνι θαλάσσης κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχον‐ τες· λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Τρώων ἐπὶ ῥηγμῖνι θαλάσ‐
5σης συνηλάθησαν. οὕτως λύσεις καὶ τὸ ὣς οἱ μὲν κατὰ ἄστυ πεφυ‐ ζότες ἠύτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ τεί‐ χεος ἆσσον ἴσαν, σάκε’ ὤμοισι κλίναντες (Χ 1—4)· λέγει γάρ·
περιεχόμενοι τῷ τείχει οἱ Τρῶες, οἱ δ’ Ἀχαιοὶ τὰ σάκη περιέχοντες208 in vol. 2
10τοῖς ὤμοις. καὶ τὸ εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον, ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχ’ ἵππω (Ε 355. 6) δηλοῖ περιείχετο, καὶ τὸ κεῖθ’ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο (ν 235), κεῖται περιεχομένη. πάλιν ὡσαύτως καὶ τὸ ὅς ’ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλὼς λίμνῃ κεκλιμένος
15(Ε 708) δηλοῖ περιεχόμενος. καὶ τὸ οἳ δὴ νῦν ἕαται σιγ, πόλε‐ μος δὲ πέπαυται ἀσπίσι κεκλιμένοι (Γ 134. 5) ἀντὶ τοῦ περιεχό‐ μενοι ὑπὸ τῶν ἀσπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλει‐ σθὲν περιέχεται· οὐδὲ πύλῃσιν εὗρ’ ἐπικεκλιμένας σανίδας (Μ 120). τὸ δ’ αὐτὸ παρίστησι καὶ τὸ ἀλλ’ ἐν γὰρ Τρώων πεδίῳ
20πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα (Ο 739. 40), ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.

16

73sqq

διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος καὶ οὐδενὸς ἄλλου, λέγων οὐ γὰρ Τυδείδεω Διομή‐ δεος, οὐδέ πω Ἀτρείδεω; ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων μὲν εἰκό‐ τως ἦν ἐχθρὸς αὐτοῦ. καὶ Διομήδους δὲ διὰ λόγους ὑβριστικούς, οὓς
5εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γάρ· μὴ ὄφελες λίσ‐ σεσθαι ἀμύμονα Πηλείωνα (Ι 698).

16

83sqq

βάσκανον ἐνταῦθα τὸ ἦθος οὐκ ἐῶντος τὸν φίλον ἀπολαμ‐ πρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλακίδος καὶ δώρων μεμνῆ‐ σθαι. ἢ τοίνυν ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας, μετὰ δὲ ταῦτα
5οὐκέτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον. πῶς οὖν οὐκ ἐκ‐
φέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτω διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει Πάτροκλον τῆς ἰδίας σωτηρίας καταφρονήσοντα, ἐφ’ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴς209 in vol. 2
10ἐν τοῖς ἑξῆς· νήπιος, εἰ δὲ ἔπος Πηληιάδαο φύλαξεν, ἦ τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο (v. 686). ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ ἐπαγαγὼν τὸ μή τις ἀπ’ Οὐλύμποιο θεῶν (v. 93), εὐπρεπῶς οὐ Τρῶας ἀλλὰ τὸν Ἀπόλλωνα δεδοικώς. οὐ βασκα‐ νίας οὖν κριτέον Ἀχιλλέα ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχόμενος ἤ
15ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν (v. 243).

16

.

140

διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ 〈Vill.; cod. αὐτὸ〉 ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ περὶ 〈om. cod.; ins. Sengebusch, diss. Hom. I, p. 89〉 Ὁμήρου προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιίαν, καὶ ἐπειδὴ τὰς μὲν
5ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐρά‐ νιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πε‐ ποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, ἵνα σωθῇ κατα‐
10λειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον ἀλλ’ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.

16

.

152

..... διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι τὸν παρήορον ἀντὶ αὐτοῦ· τοῖς δὲ ἀθανάτοις ποῖον δέος τρωθῆναι ἢ καμεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵππους δὲ μή. ἄλλως
5τε ποικῖλαι θέλει τὴν Σαρπηδόνος μάχην (v. 467 sqq.) καὶ οὐκ ἄπρα‐ κτον αὐτὸν ἀνελεῖν. ἄπορον δὲ πῶς Ἀχιλλεὺς τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖς κρείσσοσι συμ‐ πλεκόμενον αἰσχύνην φέρει. ἴσως οὖν ἁρμόσει λέγειν. ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ δρόμῳ· μέτριον γὰρ εἶναι210 in vol. 2
10τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδρομῇ. ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν ἐνδείκνυσθαι τοῦ ἥρωος μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς δὲ ἀλεγεινοὶ ὄντες ἀνδράσι (Κ 402)
15Πατρόκλῳ ὑποτάσσονται; ἀλεγεινόν οὖν ἐστι τὸ μετὰ τῆς δεούσης καὶ μεγίστης φροντίδος γινόμενον.

16

161-162

ἀσαφὲς τὸ
λάψοντες γλώσσῃσιν ἀραιῄσιν μέλαν ὕδωρ
ἄκρον ἐρευγόμενοι φόνον αἵματο
ς. δεῖ δὲ στίζειν μὲν μετὰ τὸ ἄκρον, ἵν’ ᾖ τὸ λάψοντες ἄκρον ὕδωρ· τὸ
5γὰρ ἐπιπολῆς ὕδωρ λάπτουσιν, ὃ ἔφη ἄκρον λάπτοντες· οὐ γὰρ ἀνα‐ σπῶσιν οὐδ’ ἐκροφοῦσιν, ἀλλὰ λάπτουσι τὸ ἄκρον. τὸ δὲ ἐρευγόμενοι φόνον αἵματος ἀντὶ τοῦ φόνου αἷμα, ὅμοιον τῷ χασάμενος πελε‐ μίχθη (Δ 535), ἀντὶ τοῦ πελεμιχθεὶς ἐχάσατο.

16

.

167

ad Β 1, p. 21, 21.

16

.

170

πῶς, φασὶν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασιν, ὅτι οὐκ ἐν πλήθει ἡ ἀρετή, ἀλλ’ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρίσταρ‐ χος δέ φησιν, ὅτι διὰ τοῦ ἐπὶ κληῖσιν ἐδήλωσεν, ὡς μόνοι οἱ ἐρέται211 in vol. 2
5ἦσαν ἀνὰ πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημό‐ νευσεν, ὅπερ ἐπιφέρονται αἱ νῆες.

16

.

174

θαυμάσαι ἄν τις τοὺς τὸν ποταμὸν οἰηθέντας, ὂν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς (κατὰ τοὺς Αἰγυπτίους) ἐν οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν· λέγει γὰρ (δ 475. 77. 8)·
5 οὐ γάρ τοι πρὶν μοῖρα φίλους ἰδέειν, πρίν γ’ ὅταν Αἰγύπτοιο διιπετέος ποταμοῖο αὖθις ὕδωρ ἔλθῃς. πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· υἱὸν Σπερχειοῖο διιπετέος ποταμοῖο, καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· ἐγὼ δ’ ἀπά‐
10νευθε διιπετέος ποταμοῖο (η 284)· [ἀλλ’ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο (ε 441).] καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει· ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διιπετέος ποτα‐ μοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον (Ρ 263), τὸ παντὶ ποταμῷ καὶ τὴν ἐκβολὴν εἰς θάλασσαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν
15ἦχον διατακτικῶς ἐμφανίζων. διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρᾶται, ὡς τὸ ὅστις ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικός (Τ 110), ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς Ξάνθου δινήεντος, ὃν ἀθάνα‐ τος τέκετο Ζεύς (Ξ 434). τοῦτο δὲ, ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς
20πληροῦνται, ὥς που ἔφη καί σφιν Διὸς ὄμβρος ἀέξει (ι 111)· ᾧ λόγῳ καὶ τὰς νύμφας τοῦ Διὸς θυγατέρας λέγει· Νύμφαι κρηναῖαι κοῦραι Διός (ρ 240), ἔτι Νύμφαι ὀρεστιάδες κοῦραι Διός (Ζ 420), ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὄμβρῳ τρέ‐ φεται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι· διὰ τοῦτο καὶ212 in vol. 2
25γράφει διειπετῆ διὰ τῆς ει διφθόγγου.

16

.

287

v. ad Β 844 sqq. (p. 50, 5—10) et ad Φ 140 sqq.

16

.

315

μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπωδύνους μὲν οὐ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτεσθαί τινι τῶν καιρίων. οἱ δέ φασιν, ὡς μύες ἐκ νεύρων εἰσὶ πεπλεγμένοι καὶ σαρκὸς στερίφης, ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱμορρα‐
5γίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, τελευταῖον δὲ διὰ τὰς τοῦ ἐγκε‐ φάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ πάχιστον αὐτόν φησιν· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐν τῇ κνήμῃ ἐστὶ καταγόμενος ἐπὶ τὴν πτέρναν, ὃς καὶ τένων
10καλεῖται.

16

.

323

ad v. 315.

16

.

365

πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβέ‐ βηκεν. ῥητέον οὖν ὅτι τάχα συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα, ὡς καὶ ἐν τῇ Λ (54)· αἵματι μυδαλέας ἐξ αἰθέρος, καὶ Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν (Ο 192)· οὐ γὰρ αἱ213 in vol. 2
5νεφέλαι ἐν τῷ αἰθέρι.

16

.

383

..... πῶς δὲ αὐτὸν οὐ καταλαμβάνει Πάτροκλος; ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς Αἰνείας (Ε 265)· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος (Δ 500), ἀφ’ οὗ καὶ οἱ Ἀσίου, τὸν Ἀρίσβηθεν φέρον ἵπποι (Β 838). ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρο‐
5μάχη (Θ 186 sqq.). ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

16

.

411

πῶς λίθων εὐπορεῖ ἐφ’ ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώ‐ μενον καταβεβηκέναι ἀπὸ τοῦ δίφρου, εἶτα μετὰ τὸ πλῆξαι τὸν Ἐρύα‐ λον πάλιν ἐπαναβεβηκέναι, ὅτι γὰρ ἐφ’ ἅρματός ἐστι, πάλιν ἑξῆς φησιν· Πάτροκλος δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου
5(v. 427). καὶ τὸ ἐπεσσύμενος ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου.

16

.

419

..... ἄτοπον δὲ οὕτως καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου γε καὶ Ἄρης αὐτῇ χρῆται (Ε 857). οἱ δὲ τοὺς ἅμα θώρακι συνηρ‐ τημένην ἔχοντας μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλ’ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους
5διὰ τὸ ἐσκυλεῦσθαι.

16

.

459

quae in cod. Leid. (f. 353a) h. v. ad Porphyrium referuntur (cf. Phil. XVIII, p. 346) Heracliti sunt, cf. Prolegom. cap. I et III.

16

.

500

v. ad Η 298, p. 110, 3 sqq.

16

.

545

excerpt. e schol. ad Ω 22 relato (de v. ἀεικίζειν), v. in extr. opere ζητ. 35.

16

.

558

πῶς ἑτέρωθι λέγων ὁ ποιητὴς τὸν Ἕκτορα πρώτως ἐσάλλε‐ σθαι (Μ 437) νῦν λέγει τὸν Σαρπηδόνα; ῥητέον οὖν ὅτι τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσε τότε τὴν ἔπαλξιν πρῶτος ἐπισπασάμενος, καὶ ψιλῶς ἀναγνωστέον καὶ δι’ ἑνὸς λ.214 in vol. 2
5 ..... πῶς δὲ ἀλλαχοῦ φησιν Ἕκτωρ Πριαμίδης ἐσήλατο; ἢ τάχα ἑκάτερος τῆς ἰδίας φάλαγγος.

16

.

559

..... πῶς δὲ μείλιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἢ τάχα τὸ προκείμενον ἀπολογία ἐστὶ τῆς ὠμότητος· ὃς πρῶτος ἐσήλατο, καὶ χαλεπαίνει δικαίως τῷ πρῶτον ἐς τὸ τεῖχος ἐσθορόντι.

16

647sqq

τί δήποτε τιμῆσαι ὑποσχόμενος Ἀχιλλέα μεῖζον αὐτὸν ἔβλαψε; καὶ γάρ φησιν ἀλλὰ τί μοι τῶν ἦδος (Σ 80). ἢ μὴ δεόν‐ τως χρησάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.

16

.

816

πῶς λέγει ἀνωτέρω (v. 813) οὐδ’ ἐδάμασσεν 〈ἐδάμασεν Lp〉, ἐνταῦθα δὲ δουρὶ δαμασθείς; ἢ τάχα τὸ οὐδ’ ἐδάμασεν ἀντὶ τοῦ οὐκ ἔπληξε καιρίαν, ἐνταῦθα δὲ τὸ δαμασθείς ἀντὶ τοῦ πληγεὶς μόνον, ὥσπερ ἐν θεοῦ πληγῇ, οὕτω καὶ ἐν δόρατι. ἢ οὐδ’ ἐδάμασε
5κατὰ τὸν ποιητήν, ὅτι οὐκ εἶδεν οὔτε αἷμα οὔτε πληγήν· Πάτροκλος δὲ ᾔσθετο τῆς πλήξεως ἔνδοθεν.

16

.

850

πῶς τέσσαρας καταριθμήσας, Μοῖραν Ἀπόλλωνα Εὔφορβον Ἕκτορα, ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις; ἔστι δὲ λέγειν, ὅτι
τὴν Μοῖραν οὐ κατηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦς215 in vol. 2
5ἔκτανεν υἱός, ἀνδρῶν δ’ Εὔφορβος τρίτος· σὺ δέ με ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτατος ἐξεναρίζεις, ἵν’ ᾖ πολλοστός. πολλοστός, ὡς τὸ ἀσπασίη τρίλλιστος (Θ 488), οἱ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων, καὶ οὕτως
10Ἕκτωρ τρίτος. τινὲς δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ· τρίτος Εὔφορβος, σὺ δέ με ἐξεναρίζεις.

16

.

854

πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτείνει τὸν Ἕκτορα, ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος (Σ 96); ὅτι κατ’ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν
5ἀπολογίᾳ Σωκράτους (p. 39 C)· καὶ γάρ εἰμι ἐνταῦθα, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι. πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ὅτι ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείας γάρ ἐστι μέρος φύσεως,
10καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ σώματος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα.

17

.

125

..... πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος (Π 804) περὶ Ἕκ‐ τορός φησιν; ἢ τάχα περὶ μόνων τῶν κνημίδων φησίν. ἢ ὡς Ὀδυσ‐ σεύς φησι σκοπὸν εἵλομεν (Κ 561) κατὰ συνεκδοχήν, οὕτω καὶ
Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ.216 in vol. 2

17

.

127

ad Ω 15. 16.

17

.

143

φύξηλις ἐστὶν ὁ φεύγων τὰς ἴλας, δειλὸς δὲ ὁ δεδιὼς τὰς ἴλας, μενεδήιος δὲ ὁ ὑπομένων τὴν δηιοτῆτα, ἐσθλὸς δὲ ὁ ἐθελοντὴς μαχόμενος, οἱονεὶ ἐθελός. ὁ δὲ ἐναντίος οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ (Ι 353), ἀντὶ τοῦ οὐχ ὑπέμεινεν
5ἄποθεν τῶν τειχῶν μάχεσθαι. οὕτως ἔχει καὶ τὸ ἦ ς’ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα (Ρ 143). τοῦ δὲ φυξήλιος οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων (Μ 247). καὶ τὸ οἷον ἀναΐξας ἄφαρ οἴχεται οὐδ’ ὑπέμεινεν· οὐ μὲν γάρ τοι κακὸς εἰς ὦπα (α 410. 1) δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὔτε ἡμᾶς αὐτὸν οὔτ’
10αὐτὸν ἡμᾶς.

17

.

263

Π 174.

17

.

317

πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ 〈om. L〉 ἰδίων καὶ ἠμέλουν νεκρῶν.

17

.

386

v. ad ζητ. 34.

17

608sqq

λίαν τούτων πέπλεκται ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περι‐ φερομένων ζητημάτων· ὁ δ’ Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφε‐ σταότος—πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς πεζὸς ἤλυθε καί κε Τρωσὶ μέγα κράτος (οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς
5ἦν); ἀλλὰ δεῖ νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατ’ ἐπανά‐ ληψιν. τὸ δὲ πεζὸς γὰρ τὰ πρῶτα οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκου‐
στέον, ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δ’ ἐκ τοῦ ἐπιφέρεσθαι καί κεν Τρωσὶ μέγα κράτος· οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ217 in vol. 2
10Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα· δίφρῳ ἐφεσταότος, τοῦ μέν ’ ἀπὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ’ ἡνίοχόν τε Κοίρα‐ νον, ὅς ’ ἐκ Λύκτου ἐυκτιμένης ἕπεθ’ αὐτῷ, ὥστε εἶναι τὸ ἑξῆς· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ
15πρῶτα λιπὼν νέας ἤλυθεν, ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητὴς τινὰ διὰ μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταό‐ τος· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶς ἐγένετο ἐν τῷ δίφρῳ· πρότερον μὲν ἦν πεζός, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα. πεζὸς
20μὲν γὰρ τὰ πρῶτα λιπὼν νέας ἐν τῇ Ν (240) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεύς, νῦν δὲ ἄφνω πέφηνεν ἐφ’ ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσ‐ σεύς, τραχεῖαν ἔχων τὴν Ἰθάκην. σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον
25ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα· καί κε Τρωσὶ μέγα κράτος ἐγγυά‐ λιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους. τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος. πῶς; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε.
30τίς γὰρ ἡ ἰδιότης; ὅτι, εἴπερ ἐμάχετο πεζός, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦρχεν. κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπιβάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ Λύκτου
35Μηριόνῃ συνεστράτευσε· λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος Ἰδομε‐ νέως ἧκε τὸ βέλος, καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους, τροπῆς γεγονυίας, μεσαιπόλιος ὢν ὁ Ἰδομενεὺς καὶ μὴ δυνάμενος φεύγειν, ἀπώλετο ἄν.

17

.

698

ἐζήτηται πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς τοῦ Πα‐ τρόκλου ἀναιρέσεως, ἀλλ’ Ἀντίλοχος, καὶ διὰ τί γυμνὸς τρέχει. ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος· Ἀν‐218 in vol. 2
5τίλοχος δὲ ταχύτερος ὢν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸς πρόεισι, μετὰ τῶν ὅπλων τὰς συμφορὰς ἐκπομπεύειν παραιτούμενος, ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.

18

2-9

Ρ 698.

18

10-11

v. ad lin. 11. 12.

18

.

22

Πλάτων ἐν τρίτῳ Πολιτείας (p. 388 B) κατηγορεῖ τῶν ὀδυρο‐ μένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωίλος δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα (v. 4)· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν
5τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτ’ ἂν βάρβαρος τιθὴ ἐποίησεν· καίτοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν. Ζηνόδωρος δὲ ἀπο‐ λογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ, καὶ ἄλλως συνήθη ταῦτα τῷ τε βίῳ· τοῦτό νυ καὶ γέρας οἶον ὀιζυ‐
10ροῖσι βροτοῖσι κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ δάκρυ πα‐ ρειῶν (δ 197. 8).

18

.

98

διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν δουλεύων μᾶλλον ἢ ἔχειν τὴν τοῦ Ἅιδου βασιλείαν (λ 489); ἢ οὔτε τὸ τεθνάναι δι’ αὐτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, ἀλλὰ διὰ μόνα τὰ καλὰ ἔργα καὶ ὅπως πράττῃ
5ταῦτα. ἵνα μὲν γὰρ βοηθήσῃ τῷ Πατρόκλῳ, τεθναίην φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ ἀναβιώσεσθαι πάλιν, εἰ μέλλοι τῶν κατ’ ἀρετήν τι πρᾶξαι ἀναζήσας. πῶς τοσοῦτον φιλόζωον εἰσάγει (λ 489) τὸν προκρίνοντα τὸ219 in vol. 2
10ὀλιγοχρόνιον μετ’ εὐκλείας ζῆν; ἤτοι οὖν παραμυθούμενος τὴν δυστυ‐ χίαν Ὀδυσσέως ταῦτά φησιν, ἢ τὸ ἄπρακτον τῶν νεκρῶν ὁρῶν βδελύτ‐ τεται τὴν παρὰ τοῖς νεκροῖς δίαιταν.

18

.

100

Θέτιος δ’ ἐξαίσιον ἀρὴν πᾶσιν ἐπικρήνειεν (Ο 598. 99), τὴν παράνομον λέγει εὐχήν, τὴν ἔξω αἴσης καὶ μοίρας. τὸ γὰρ κατὰ μοῖραν· καὶ ἐναίσιμα βάζεις (Ι 58. δ 206 confus. cum β 159) καὶ κατὰ μοῖραν ἔειπες. ἢ ὑπεραγόντως μεγάλην. ἀρήν δὲ αἴτη‐
5σιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ θεοῦ τυγχάνει· ἢ τὴν κατὰ τῶν Ἑλ‐ λήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος. Θέτιος δ’ ἐξ .. σιον ἀρη . πᾶσιν ἐπικρήνειεν, τὴν παρά‐ νομον εὐχὴν καὶ ἔξω αἴσης καὶ μοίρας.
εἰς τὸ ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι (Σ 100).220 in vol. 2
10οὐκ ἔστι τὸ ἔδησεν ἀπὸ τοῦ δεσμοῦ οὐδ’ Ἄρης ὁ πόλεμος νῦν ἢ θεός, ἀλλὰ τὸ μὲν ἔδησε κατὰ συγκοπὴν τοῦ ἐδέησε, περισπαστέον δὲ τὸ ἀρῆς, ἵν’ ᾖ βλάβης, ὡς τὸ Μέντορ, ἄμυνον ἀρήν (χ 208)· ἐμοῦ γὰρ ἐδέησε καὶ χρείαν ἔσχε τῆς βλάβης βοηθὸν ἔχειν. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ἄνδρ’ ἀπαρέσσα‐
15σθαι, ὅτε τις πρότερον χαλεπήνῃ (Τ 182. 83). ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος περὶ τοῦ βασιλέως, ὅτι οὐκ ἔστι νε‐ μεσητόν, εἰ βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπαρέσ‐ σεται αὐτόν. ἔστι δὲ τὸ ἀπαρέσσεται τὸ τῆς ἀρᾶς ἀπᾶραι, τουτέστι τῆς βλάβης ἀπαλλάξασθαι καὶ ἐξιλάσασθαι.

18

.

108

ad ζητ. ιεʹ.

18

.

125

..... πῶς δὲ δηρόν φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ
5πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν· ἡ μία μοι ἡμέρα αἰών ἐστιν. ..... ὅρα δὲ πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ
ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ θέ‐221 in vol. 2
10λειν ἀργεῖν. καὶ ὁ ποιητής φησι δηρὸν δὲ μάχης ἐπέπαυτο (Τ 46), οὐ πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμ‐ φορῶν.

18

128sqq

πῶς, φησὶν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώννυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετ’ εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ περιείληπται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ χάλκεα
5λέγει τὰ παρ’ Ἡφαίστου ὅπλα (v. 131, cf. v. 84) ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν (v 474. 75). κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· ἦλθε δὲ χαλκεύς (γ 432) Ὅμηρος, τὸν χρυσοχόον λέγων .....

18

.

168

διὰ τί, φασὶ, κρύβδα Διός, καὶ μήν φησι μίσησε δ’ ἄρα μιν δηίων κυσὶ κύρμα γενέσθαι (Ρ 272); ἀλλ’ ἐπεὶ ὑπέσχετο Ἕκτορι ἀριστεύειν ἕως ἑσπέρας, διὰ τοῦτο αὐτὸν λάθρα βούλεται προ‐ αναστῆσαι, ἵνα τὸν τοῦ Διὸς ματαιώσῃ λόγον.

18

.

192

ζητεῖται διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοσεν. τινὲς, ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνοντο (Π 244). τινὲς δὲ ὅτι τὰ
5μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάτ‐ τονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης, ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως
ἰσωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεὺς ὁ δὲ Πάτροκλος. διὰ τί, φησὶ, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει Ἀχιλ‐222 in vol. 2
10λεύς, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοσεν; ἄλλοι δέ φασιν, ὅτι καταγέλαστον ἦν ταπεινὸν φανῆναι τοῖς τεθαρρηκόσιν, οἱ δὲ ὅτι τὴν Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα διὰ παντὸς Ἀχιλλέως ἡνίοχος νομί‐ ζηται, ἢ ὅτι μείζονα μὲν ἴσως ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνά‐ παλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει
15μὲν ἴσα ἦν, ἀσθενῆ δέ· διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰς προῦργον κίνδυνον.

18

.

206

πῶς δὲ, φησὶν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί. ῥητέον δὲ ὅτι φαντασία ἦν,

18

.

230

ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν, ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι.

18

239-240

ζητεῖται διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. Κράτης μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων, χρονίζειν ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖς τὸ ἐπίτευγμα·
Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν. Ἀγαθο‐223 in vol. 2
5κλῆς δέ φησι συνάγεσθαι, ὅτι καθ’ Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέ‐ ρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ αὐτοῦ συνέλκεται· Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν (Ο 18), ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς.

18

245sqq

ἐζήτηται πρὸς τί τὴν ἐκκλησίαν ἀθροίζει. τινὲς μὲν οὖν τὸν ποιητήν φασι μετάγειν τὴν μάχην εἰς λόγους ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ, διὰ δέος τοὺς Τρῶας αὐτομάτους συνδραμεῖν καὶ ἀναγκασθῆναι δημηγορεῖν τὸν Ἕκτορα.

18

270-271

.... διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι τὸ πλῆθος ἐξαίφνης τὸ πολὺ καὶ ταραχῶδες εἰς ἐκκλησίαν συνέρρευσεν.

18

.

308

(=Vat. ζητ. λβʹ) v. in fine operis.

18

334-335

πῶς, φησὶν, ἄταφον ἐᾷ τὸ σῶμα, τῆς τοῦ Ἕκτορος ἀναι‐ ρέσεως ἀδήλου οὔσης; ῥητέον δὲ ὅτι παρὰ τῆς μητρὸς ἐδιδάχθη, ὅτι ἐγγὺς αὐτῷ φόνος ἐστί. πῶς δὲ τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ Ἕκτορος πρὸς τὸ κεφαλήν μόνον ἐκληπτέον, ἢ ὅτι καὶ
5αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν.

18

356sqq

De fragmento e Zenodori libro περὶ τῆς Ὁμήρου συνηθείας petito, a Villoisono et Bekkero ad Porphyrium relato, a Dindorfio recte ab illo abiudicato, v. Prolegg. cap. III, 4.

18

.

376

v. ad Η 298, p. 110, 3 sqq.

18

.

431

καὶ πῶς φησιν ἡ Ἥρα (Ω 60) καὶ ἀνδρὶ πόρον παρά‐ κοιτιν; ἢ ὅτι τῶν συμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι· ἢ ὅτι αὐτῇ αἴτιος τοῦ γάμου.

18

.

478

v. ad Π 140.

18

.

489

ἀνιστόρητόν ἐστι τοῦτο· κατηγοροῦσι μὲν γὰρ κατὰ τὸν περὶ τῆς Ἄρκτου λόγον φάσκοντος οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεα‐ νοῖο, καθόλου γὰρ πάντα τὰ ἐν τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δ’ ἂν ἐκ τῆς ἀναφορᾶς τῶν πρὸς ἃ εἴρηται διὰ τῆς λέξεως· εἰρημένου γὰρ224 in vol. 2
5Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος Ἄρκτον θ’ ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει, τὸ οἴη δ’ ἄμμορός ἐστι λοετρῶν πρὸς ταῦτα τὰ ῥηθέντα ἄστρα καὶ τὰ συγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ οἷ, εἶτα ἡ δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο,
10κατὰ λέξιν ἡ λύσις ὑπάρχει. [ἀπρεπὲς δὲ δοκεῖ τὸ τῶν περὶ θεοὺς τὰ πλεῖστα παρ’ Ὁμήρῳ λελέχθαι. ὧν ἡ λύσις κατὰ τὸ πλεῖστον ἀπὸ ἔθους λαμβάνεται· ἐξ ἔθους γάρ τινος τοῖς ποιηταῖς παρακεχώρηται καὶ τοῖς ζωγράφοις καὶ τοῖς πλάσταις ἀνθρωποπαθείας τῶν θεῶν δια‐ τυποῦν καὶ μάχας αὐτῶν πρὸς ἀλλήλους καὶ θητείας καὶ ἀλλοιώσεις
15διαμυθολογεῖν.]

18

.

490

Υ 7.

18

509sqq

πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα· τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο λαῶν, τεύχεσι λαμπόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλ, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι,
5 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει. οἱ δ’ οὔπω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο. τεῖχος μέν ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας. οἱ δ’ ἴσαν, ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
10 ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω σὺν τεύχεσιν ὥς τε θεώ περ, ἀμφὶς ἀριζήλω, λαοὶ δ’ ὑπολίζονες ἦσαν. οἱ δ’ ὅτε δή ’ ἵκανον, ὅθι σφίσιν εἶκε λοχῆσαι ἐν ποταμ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
15ἔνθ’ ἄρα τοίγ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκ.
τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν, δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἱ δὲ τάχα προγένοντο, δύω δ’ ἅμ’ ἕποντο νομῆες τερπόμενοι σύριγξι, δόλον δ’ οὔτι προνόησαν.225 in vol. 2
20οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ ἔπειτα τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννῶν ὀίων, κτεῖνον δ’ ἐπιμηλοβοτῆρας. οἱ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν ἱράων προπάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων
25 βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο. στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας, βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι καὶ τὰ ἑξῆς. ταράσσει γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ ἆρά γε πολέ‐ μιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φίλοι, ἢ εἷς μὲν τῶν ἐκ τῆς
30πόλεως, ὁ δ’ ἕτερος πολέμιος; καὶ πρὸς τίνας διχονοοῦσιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ οἱ δ’ οὔπω πείθοντο (v. 513); ἆρά γε τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν ἐπὶ τίνος τὸ λόχῳ δ’ ὑπεθωρήσσοντο (v. 513); ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον; καὶ τίνων οἱ σκοποί; καὶ τίνων ἡ
35λεία; πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρ’ αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες; ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τε τίς ἡ διατύπωσις τῆς πλάσεως; ἐν τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φησιν Ἀλέξανδρος ὁ Κοτυ‐ αεύς, ὅτι δύο στρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν
40ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι· οἱ δ’ ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρόκλησιν. „οἱ οὖν πολέμιοι,“ φησὶν, „ἐνέδραν τινὰ ἐποιήσαντο τοῖς ποιμνίοις καὶ τοῖς βουκολίοις, ἃ ἦν κτήματα τῶν ἐν τῇ πόλει.“ εἶτα ἀξιοῖ τὸ μὲν οἱ δ’ οὔπω πείθοντο (v. 513) ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ λόχῳ δ’ ὑπεθωρήσσοντο περὶ τῶν
45πολεμίων, καὶ τὸ οἱ δ’ ἴσαν (v. 516) περὶ τῶν πολεμίων τῶν εἰς τὴν ἐνέδραν ἀπιόντων· οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί· τὸ δὲ οἱ δ’ ὡς
οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν (v. 530) ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ ἱράων προπάροιθε226 in vol. 2

18

509sqq

(50)

καθήμενοι (v. 531) σημαίνει τῶν ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἐκ‐ κλησιάζουσιν. ὅτε δ’ αὐτοῖς ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουσι, καὶ ἐξελθόντες συμβάλλουσι μάχην. εἶχε δ’ ἂν πιθανότητα ἡ διατύπωσις, εἰ μὴ πρῶτον μὲν βεβια‐ σμένη ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου· οἱ δ’ οὔπω πείθοντο,
55λόχῳ δ’ ὑπεθωρήσσοντο. τὸ μὲν γὰρ οἱ δ’ οὔπω πείθοντο ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ λόχῳ δ’ ὑπεθωρήσσοντο περὶ τῶν ἐκτός, ἵν’ ᾖ τὸ οἱ δ’ οὔπω πείθοντο ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις ποιούμενοι. [τὸ δὲ οἱ δ’ οὔπω πείθοντο ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν,
60βίαιον.] πάλιν δὲ μεταξὺ τοῦ λόχῳ δ’ ὑπεθωρήσσοντο καὶ τοῦ οἱ δ’ ἴσαν ἐμβεβλῆσθαι φάσκειν περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπ’ ἀσθενείας, ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνά‐ μενον φράζειν ἀταράχως. πάντως δὲ καὶ ὁ λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν
65τῇ πόλει, φανερῶς τε καὶ ἀδεῶς τῶν πολιορκούντων κωλυόντων; ἀμείνους οὖν οἱ οὕτω διατυπώσαντες τὸ πλάσμα· δύο στρατοὶ ἐπελθόντες πόλει τὴν λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι τῶν ἐν αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφ’ ᾧ τε καταθέσθαι τὸν πόλεμον. οἱ δ’ ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλ’ ἐνεδρεύσοντες
70ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρατοί, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλθον αὐτοῖς. ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησιά‐
ζοντες, δεδήλωκε περὶ αὐτῶν εἰπών· δίχα δέ σφισιν ἥνδανε βουλή (v. 510). ἀκολούθως δὲ εἴρηται ἐπὶ τῶν ἐντός, ὅτι οὐκ ἐπείθοντο μέν227 in vol. 2
75γε, εἰς δὲ λόχον καθωπλίζοντο, παραδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ οἱ δ’ ἴσαν ἐπὶ τῶν ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδο‐ κῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖς
80σύριγξι νομεῖς εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παράλογον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ’ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως ἀπελθόντων τῶν στρα‐ τῶν, περικάθηται μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν φίλιον εἶναι τῶν
85ἔνδον τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτημά‐ των, τοὺς δὲ πολεμίους μήπω πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν βου‐ λευομένων, λόχον αὐτῶν [τῇ πόλει] συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡς ἐπιόντι σοι κατ’
90αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα ἀπόδοσις ἔχει τὰ τῆς Ὁμη‐ ρικῆς διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίσκον στίζειν ἠξίουν ἐπὶ τοῦ τεῖχος μέν ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
95ῥύατ’ ἐφεσταότες μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας
(v. 514. 15) μετὰ τὸ ῥύατο, εἶτα συνῆπτον τὸ ἑξῆς· ἐφεσταότες μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας. „ἐὰν γὰρ τοῖς ἄνω,“ φασὶ, „συνά‐ ψωμεν, σολοικισμὸς ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑσταότες ἀρσενικόν.“ ἐδυνάμην οὖν φάναι πρὸς αὐτούς, ὅτι καὶ228 in vol. 2

18

509sqq

(100)

οὕτως Ὅμηρος πολλὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει κλυτὸς Ἱππο‐ δάμεια (Β 742) καὶ θῆλυς ἀυτμή (? ζ 122) καὶ ὀλοώτατος ὀδμή (δ 442) καὶ ὄπα χάλκεον (Σ 222) καὶ ἁλὸς πολιοῖο (Υ 229), καὶ ἐπὶ δυικῶν· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ (Θ 455). ἄλλως τε ἐν τοῖς τέκνοις καὶ οἱ ἄρσενές εἰσι· τί οὖν κωλύει
105πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπ’ ἄλλων μυρίων; οἷον· νε‐ φέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔποτ’ ἐρωεῖ (μ 74)· πρὸς γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν· δ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀρι‐ στερὰ νωμῆσαι βῶν ἀζαλέην, τό μοί ἐστι ταλαύρινον πολε‐ μίζειν (Η 238)· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν π
110εἰροπόκοις ὀίεσσιν ἐπάγει τὰ δ’ ἐρῆμα φοβεῖται (Ε 137. 140)· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα. καὶ ἐνταῦθα οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις εἶναι τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑποκειμένοις καὶ δύο σχήματα ἔμιξεν, ἐπὶ τοῦ
διάνδιχ’ ἅπαντα δάσασθαι
115 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει (Σ 511. 12)· τὸ γὰρ ἅπαντα πρὸς τὰ κτήματα ἀναφέρεται, τὸ δὲ
ὅσην πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι229 in vol. 2
120Κώκυτός τε (κ 513), εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων (Υ 138). ὥσπερ γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ ἐφεσταό‐ τες ἐπαγάγωμεν τῷ μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας, οὐδ’ ἂν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς
125παρ’ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

18

.

515

ad v. 509 sqq., p. 229, 20 et p. 230, 21.

18

.

572

ad Ν 443.

18

591-592

πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρω‐ πον μιμεῖται. καὶ οἱ μὲν ψιλοῦσι τὸ οἶον, συνάπτοντες αὐτὸ τῷ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίστου ποιοῦντες τὸν Δαίδαλον, ἵν’ ᾖ· τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορόν, ὁ δὲ Ἥφαιστος
5δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἢ τάχα ἔξεστιν ἐκεῖνο φάσκειν, ὅτι ἐπεὶ πρώην διακεχωρισμένως ἐχόρευον ἄνδρες τε καὶ γυναῖκες, οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἠίθεοι παρθένοις ἀναμὶξ ἐχόρευσαν, ὅπερ ὁ θεὸς ἐμιμήσατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

18

.

609

διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν ὅτι ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (Λ 19 sqq.), ὃς καὶ αὐτὸς ἡφαιστό‐ τευκτος ἦν, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν δεινο‐ λογήσας (Ψ 164 sqq.) τὴν Ἕκτορος παρέδραμεν.230 in vol. 2

19

.

40

Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. ῥητέον οὖν ὅτι ἔθος ἐστὶν ἀρχαῖον αὐτό· οὕτως γοῦν καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (54) αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ. ἄλλως τε διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν οὐδὲ τοὺς κήρυκας
5ἀναμείναντες.

19

.

68

ἀντὶ τοῦ ἄγαν σκληρῶς· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς διὰ στέρησιν μετὰ ἠπιότητος, ὁ διὰ ἰατρικῆς μὴ ἐῶν σκέλλεσθαι. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μέμψιν· τὸ γὰρ ἀσκελές ἄβατον ἀπό‐
5ρευτον.

19

71sqq

ἀλλά τιν’ οἴω ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι φεύγων ἐκ πολέμοιο. οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησὶ, καθεδεῖται τῶν φυγόντων τις ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει ἑαυτὸν καὶ τὰ
5σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.

19

79sqq

ἑσταότος μὲν καλὸν ἀκουέμεν οὐδὲ ἔοικεν
ὑββάλλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα· ἀνδρῶν δ’ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.231 in vol. 2
5 ****Ἀρίσταρχος οὖν ᾠήθη παραίτησιν εἶναι τὸν λόγον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀγαμέμνονος συγχωρεῖν ἀξιοῦντος, εἰ καθήμενος λέγει. καί φησι· διὰ τοῦτο ἐνέθηκε τὸ αὐτόθεν ἐξ ἕδρης οὐδ’ ἐν μέσσοισιν ἀναστάς (v. 77). ἄτοπος δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν χεῖρα δὲ οὕτως ἔρρωτο, ὥστε
10ὀλίγον ὕστερον αὐτὸς τὸν κάπρον ἀποσφάττει. ἐὰν προσκείμενος δὲ ὁ στίχος ᾖ τὸ αὐτόθεν ἐξ ἕδρης, ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ’ ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ
πλήθει. Ἀπολλώνιος μὲν οὖν ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέ‐ μενος ὅτι ἕστηκεν ὁ Ἀγαμέμνων, παραιτεῖται, φησὶ, τὸν ὑποβολέα ὡς232 in vol. 2
15ἂν ἐκ τοῦ αὐτοσχεδίου λέγειν μέλλων· ἐμοῦ γάρ φησιν ἀκούσατε καὶ μηδείς μοι ὑποβαλλέτω ἵν’ εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιστήμονι τοῦ λέγειν· καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσαι τοῦ ὑποβάλλοντος ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν βλάπτεσθαι ἐμ‐
20ποδιζόμενον τῷ ἐξ ὑποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ. εἶχε δ’ ἄν τινα λόγον ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν Ὅμηρος τὸ τοιοῦτον εἶδος τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλόμενον.“ Ἀλέξανδρος δὲ ὁ Κοτυαεύς φησι λέγων· „καλῶς ἔχει τὸ ἑστῶτος τοῦ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν
25(τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τὸ γὰρ χαλεπὸν ἐπιστάμενόν περ ἐόντα κατὰ Ἀττικὴν συνήθειαν πλεονάζει τὸ ἐόντα· ἐκείνοις γὰρ ἦν σύνηθες λέγειν μὴ προδοὺς ἡμᾶς γένῃ (Soph. Ai. 588) ἀντὶ τοῦ μὴ προδῷς, καὶ παίζεις ἔχων ἀντὶ τοῦ διαπαίζεις, καὶ ἐνταῦθα χαλεπὸν γὰρ
30ἐπιστάμενόν περ ἐόντα ἀντὶ τοῦ τὸν ἐπιστάμενον θορυβεῖσθαι χαλεπόν, ὡς καὶ τοῦ ἐπιστήμονος ῥήτορος ἐν θορύβῳ χαλεπῶς δημη‐ γοροῦντος.“ ἐμοὶ δὲ δοκεῖ δύνασθαί τινα οὕτως ἀποδιδόναι τὴν διά‐
νοιαν· ἐκκλησίας ἀθροισθείσης ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενος τὸν θόρυβον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ233 in vol. 2
35δεῖ νῦν ὑποκρούειν ζητοῦντας μαθεῖν τίνος ἕνεκα συνεληλύθασιν· χαλε‐ πὸν γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάν‐ τες που ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων, καὶ ὅτι νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνοδος διὰ τοῦτο. [τὸ οὖν ἐπιστάμενόν περ ἐόντα τὰ ὄντα λέγει καὶ ἐνεστῶτα τὸν καθ’ ἕκα‐
40στον αὐτῶν ἐπίστασθαι, ὡς ἔφη που· ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα (Α 70)] χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐστι τὸ ἐπιστάμενον τὰ ὄντα καὶ ἐνεστηκότα θορυβεῖν, πυνθανόμενον ὡς ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον δι’ ὧν ἐπάγει·
45 Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι σύνθεσθ’ Ἀργεῖοι, ἠμὲν νέοι ἠδὲ γέροντες (Τ 83. 4). λέγει γὰρ ὅτι ἡ ἀπότασίς μοι τοῦ λόγου πρὸς τὸν Ἀχιλλέα ἐστίν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας δι’ ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπί‐

19

79sqq

(50)

στασθε γὰρ τὰ πάντα, καὶ ὁ λόγος μοι τὰ νῦν οὐ πρὸς ὑμᾶς ἀλλὰ πρὸς τὸν Ἀχιλλέα ἔχει τὴν ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορσι προοίμια ἐπιγράφεται πρὸς τοὺς
55θορύβους.

19

.

83

v. 40.

19

.

100

ad v. 108.

19

.

108

διὰ τί ἡ Ἥρα ὀμόσαι προάγει τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀλη‐
θεύειν ὅ τι κεν κεφαλῇ κατανεύσῃ (Α 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ234 in vol. 2
5γὰρ οὐδ’ ἀφ’ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος, οὐδὲ γινόμενα εἰσάγει, ἀλλ’ ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάν‐ τες γὰρ περὶ ὧν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη,
10καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγα‐ νακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέ‐ λης (fr. 157 edit. Acad. Bor.).

19

.

183

Σ 100.

19

221sqq

ζητοῦσι τίνα νοῦν ἔχει τὰ ἔπη ταῦτα ᾐνιγμένα ὑπὸ τοῦ Ὀδυσσέως· αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ἧστε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
5 ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅστ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται (v. 221 sqq); ἐπεὶ ἡ ἄμητος λέξις σημαίνει καὶ τὸν χρόνον ἐν ᾧ ἀμῶσι, τουτέστι τὸν θερισμόν, σημαίνει δὲ καὶ τὸν ἀμώμενον καρπόν, καθ’ ἑκάτερα τῶν δύο σημαινομένων ἐκδεξάμενοι πειραθῶμεν τῶν δύο σαφῆ
10ποιῆσαι τὴν διάνοιαν. ἔσται τοίνυν ἐκ τοῦ σημαινομένου δῆλον, ὡς καλάμη μὲν λέγεται τὸ τῶν ἀποθνησκόντων πλῆθος, ἄμητος δὲ καὶ καρπὸς οἱ σωζόμενοι. φησὶν οὖν, ταχέως κόρον γίνεσθαι ἐκείνης τῆς μάχης, ἐν ᾗ πολὺς μὲν ὁ πίπτων, ὀλίγοι δὲ οἱ σωζόμενοι, ἐξ οὗ δη‐ λοῦσθαι, ὅτι τῆς σφοδροτάτης μάχης ταχὺς ὁ κόρος, καὶ μάλιστα ὅταν
15τύχῃ τις διὰ λιμὸν ἠσθενηκώς· ἐν ᾧ δ’ ἂν οὖν πολέμῳ, κλίναντος τοῦ Διὸς τὴν νίκην καὶ ἑτερορρεποῦς τῆς μάχης γεγονυίας, πολὺς μὲν ᾖ ὁ ἀναιρούμενος, ὀλίγος δὲ ὁ περισωζόμενος, κόρος ἐνταῦθα ταχέως γίνε‐ ται τῶν μὲν καλάμην πολλὴν ἐκλεγόντων, ἄμητον δὲ καὶ καρπὸν ὀλίγον ἐώντων. τὴν δὲ καλάμην καὶ τὸν καρπὸν ἐπὶ τῶν τραπέντων ἀκουσό‐
20μεθα, ὧν πολὺς μὲν ὁ ἀποθνήσκων, ὃς τέτακται ἐπὶ τῆς καλάμης, ὀλίγος δὲ ὁ διασωζόμενος, ὃς τέτακται ἐπὶ τοῦ καρποῦ· τὸν δὲ κόρον ἴσχειν ταχὺν τοὺς ταῦτα δρῶντας καὶ νικῶντας, οἳ τοῖς ἀμηταῖς εἶεν ἂν ἀνάλογοι. οὔτοι ἄρα δὴ ἐπὶ τῶν αὐτῶν τὸ ἄμητος ὀλίγιστος
ἀκουστέον· οὐκέτι γὰρ ἑτερορρεπὴς ἔσται ἡ μάχη, οὐδ’ οἱ μὲν νικῶντες235 in vol. 2
25οἱ δὲ ἡττώμενοι, ἀλλ’ ἐπ’ ἴσης ἐξ ἀμφοῖν πολλὴ μὲν ἡ καλάμη ὀλίγος δὲ ὁ καρπός, καὶ οἱ ἀμῶντες ζητηθήσονται. κἂν ἄμητον δὲ ἐπὶ τοῦ θερισμοῦ ἀκούσωμεν καὶ τοῦ χρόνου καθ’ ὃν ἀμῶσιν, ἔσται μὲν ἄμητος ἡ πρώτη τῶν στρατοπέδων συμβολὴ πρὸ τῆς τῶν ἑτέρων τροπῆς, πλείστη δὲ ἡ καλάμη τὸ πλῆθος τὸ
30μετὰ τὴν τροπὴν τῶν πιπτόντων. λογιζόμενος οὖν ὁ Ὀδυσσεὺς, ὡς οὐκ ἂν ὑποσταῖεν οἱ Τρῶες τὴν Ἀχιλλέως συμβολὴν, τραπήσονται δὲ εὐθύς, πολὺν τὸν κάματον ἔσεσθαί φησι τοῖς διώκουσιν ἅμα καὶ παίουσι καὶ φονεύουσι, καὶ κόρον αὐτίκα λήψεσθαι νήστεις ὄντας. ἐνδείξασθαι δὲ ταῦτα μᾶλλον καὶ αἰνίξασθαι βούλεται ἢ φανερῶς λέγων δόξαν
35κολακείας ἀπενέγκασθαι. λέγει οὖν· ἐν ὀλίγῳ χρόνῳ τροπῆς γενομένης τῶν πολεμίων, πολλῶν ἀναιρουμένων ἐκ πρώτης καὶ βραχείας τῆς συμ‐ βολῆς, αἶψα κόρος ἡμῖν γίνεται, ἐὰν μὴ τύχωμεν τὸν μέλλοντα κάμα‐ τον διὰ τῆς τροφῆς προανακτησάμενοι. πεποίηται δὲ τὴν ἀλληγορίαν ὁ ποιητὴς ἐκ τῆς παραβολῆς ἐκείνης·
40 οἱ δ’ ὥστ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει (Λ 67—69), εἶτ’ ἀνταποδίδωσιν· ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
45 δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο (Λ 70. 71). ἀλλ’ οὗτοι μὲν τὸν ἄμητον παρέτειναν ἰσόπαλοι ὄντες· ἐφ’ ἧς δ’ ἂν μάχης τροπὴ γένηται ἐκ μικρᾶς συμβολῆς καὶ ὀλίγου ἀμή‐ του, ταχὺς ὁ κόρος τοῖς ἀναιροῦσι καὶ τὴν καλάμην πολλὴν ποιοῦσιν, εἰ μὴ τύχωσι τὴν ἰσχὺν διὰ τῆς τροφῆς αὐτάρκη παρασκευάσαντες.

19

221sqq

(50)

μήποτε δὲ ὁ ἄμητος οὐ τὴν ἐπικαρπίαν ἀλλὰ τὸν χρόνον τῆς ἐνερ‐ γείας δηλοῖ· αὐτὸς γὰρ ὁ Ὀδυσσεὺς πρὸς τὸν Ἀχιλλέα ταῦτα προεῖπεν· οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι· εἴπερ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
55ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει δίψα τε καὶ λιμός, βλάβεται δέ τε γούνατ’ ἰόντος. ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζ, θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσὶν οὐδέ τι γυῖα
60 πρὶν κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο (Τ 162—70). ὀλίγος οὖν ἄμητος καὶ ὁ χρόνος ὁ τοῦ ἀμᾶν γίνεται καὶ τοῦ πλείστην καλάμην ἔχειν καὶ πολλοὺς ἀναιρεῖν, τροπὴν τοῦ Διὸς ἐμβαλόντος τοῖς πολεμίοις, ἐὰν μὴ τύχωσιν οἱ ἀναιροῦντες τροφῆς μετειληχότες· ἵν’ ᾗ ὁ λόγος· ἐν ᾗ δ’ ἂν μάχῃ ἐν ὀλίγῳ χρόνῳ πολὺς236 in vol. 2
65ᾖ ὁ ἀναιρούμενος τροπῆς γενομένης, εὐθέως ἐν ταύτῃ ὁ κόρος· διὸ δεῖ ἰσχύειν τοὺς βουλομένους ἐπὶ πλέον τυχεῖν τῆς νίκης.

19

310sqq

.... πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργί‐ ζεται διὰ τὴν πρεσβείαν· βαρύμηνις γάρ. καὶ πῶς τὸν ἐπιτάφιον ἀγω‐ νίζεται; ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου.

19

.

386

τὰ ὅπλα, φησὶ, κοῦφα ἐγένοντο ὡς πτερὰ καὶ ᾖρε καὶ ἐκούφιζε τὸν Ἀχιλλέα, ὡς τοὺς ὄρνιθας τὰ πτερά· τὸ γὰρ ἄειρεν ἐπὶ τοῦ ἐκούφιζεν· Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν (Λ 637), ἤ μ’ ἀνάειρεν ἢ ἐγὼ σέ (Ψ 724). τετόλμηται γοῦν ὁ λόγος, ὡς τῶν
5ὅπλων βασταζόντων τὸν Ἀχιλλέα, οὐ βασταζομένων. τινὲς δέ φασιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόσμος καὶ γαυριᾶν 〈γαβριᾶν cod.〉 ἐποίει. ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει, ὡς μὴ δοκεῖν αὐτὸν ταῦτα φέρειν, ἀλλ’ αὐτὰ 〈αὐτὸν cod.〉 τοῦτον. εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ πολλὴν ἁρμονίαν ἔχει. ὁ δὲ
10λόγος ὑπερβολή.

19

.

389

τὸ ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς ἐξηγοῦν‐ ται ἀντὶ τοῦ ἠδύνατο· προειπὼν γάρ φησι· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν πάλλειν. πλανῶνται δέ· τῇ γὰρ ἐπιστήμῃ καὶ τὴν δύναμιν προσάπτει, ὥς πού φησιν·
5
ἐπεὶ οὐδ’ ἐμὲ νήιδά γ’ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε (Η 198) καὶ φῶθ’ Ἡρακλῆα μεγάλων ἐπιίστορα ἔργων (φ 26), τουτέστιν ἐπιγνώμονα καὶ ἐπιστήμονα, ὡς τὸ
10ἴστορα δ’ Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω
(Ψ 486), ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι (Σ 501), τουτέστιν ἐπὶ ἐπιστήμονι δικῶν κρίσεως.237 in vol. 2

19

.

407

.... οὐκ εὐπρεπὲς δὲ, φασὶ, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητὴς, τὸ φωνῆς μετέχοντας ἵππους εἰσάγειν, θεῷ τὴν αἰτίαν ἀνα‐ τίθησι, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐστιν ἀὴρ πεπληγμένος. τί δὲ ἄτοπον,
5ὅπου γε καὶ Θέτις προεῖπεν· αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος (Σ 96);

20

.

7

Διὰ ποίαν αἰτίαν μόνος ὁ Ὠκεανὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα· φησὶ γάρ· Ὠκεανὸς, ᾧ πᾶσα περίρρυτος ἐνδέδεται χθών. τὸν Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον, ἵνα μὴ
5κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης πρεσβύτατος ὑπάρχων.

20

26sqq

δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν γάρ φησιν, εἰ μὴ παρα‐ γένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ,
ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς238 in vol. 2
5Ἑλληνικοὺς θεοὺς ἰσχυροτέρους τῶν Τρωικῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερ‐ εχόντων μένει. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ’ ἵνα πρόφασις [Ἀχιλλεῖ] τῆς ἀπάτης Ἀπόλλωνος γένηται (Φ 599 sqq.), δυνηθῇ
10δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ.

20

.

48

πῶς λαοσσόον τὴν Ἔριν προσηγόρευσεν; οὐ γὰρ σώζουσα φαί‐ νεται ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι Ἔριν νῦν τὴν τῶν Ἑλληνικῶν καὶ Τρωικῶν θεῶν φιλονεικίαν φησίν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγένετο τῶν ἀνδρῶν. ἢ τὸ λαοσσόος
5δηλοῖ τὴν τὸν λαὸν σεύουσαν καὶ παρορμῶσαν. δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι.

20

.

58

ad Ξ 200, p. 192, 25.

20

67sqq

τοῦ ἀσυμφόρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγος, ὁμοίως δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ γὰρ πρέποντας τοὺς ὑπὲρ τῶν θεῶν μύθους φησίν. πρὸς δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆς λέξεως ἐπιλύουσιν, ἀλληγορίᾳ πάντα εἰρῆσθαι νομίζοντες ὑπὲρ τῆς τῶν στοι‐
5χείων φύσεως, οἷον ἐν ταῖς ἐναντιώσεσι τῶν θεῶν. καὶ γάρ φασι τὸ
ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεσθαι καὶ τὸ κοῦφον τῷ βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ σβεστικὸν εἶναι τοῦ πυρός, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ πᾶσι στοιχείοις, ἐξ ὧν τὸ πᾶν συνέστηκεν, ὑπάρχει ἡ ἐναντίωσις καὶ κατὰ μέρος μὲν ἐπιδέχεσθαι φθο‐239 in vol. 2
10ρὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίως. μάχας δὲ διατίθεσθαι αὐτόν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἥφαιστον, τὸ δὲ ὕδωρ Ποσειδῶνα καὶ Σκάμανδρον, τὴν δ’ αὖ σελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν καὶ τὰ λοιπά. ὁμοίως ἔσθ’ ὅτε καὶ ταῖς διαθέσεσι ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήσει τὴν Ἀθηνᾶν, τῇ δ’ ἀφροσύνῃ τὸν
15Ἄρεα, τῇ δ’ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ δὲ τὸν Ἑρμῆν, [τῇ λήθῃ δὲ τὴν Λητώ], καὶ προσοικειοῦσι τούτοις· οὗτος μὲν οὖν τρόπος ἀπολογίας ἀρχαῖος ὢν πάνυ καὶ ἀπὸ Θεαγένους τοῦ Ῥηγίνου, ὃς πρῶ‐ τας ἔγραψε περὶ Ὁμήρου, τοιοῦτός ἐστιν ἀπὸ τῆς λέξεως. ἔνιοι δὲ ἀπὸ ἔθους ἀπολογοῦνται· συγκεχώρηνται γὰρ ὑπὸ τῶν
20πόλεων καὶ τῶν νομοθετῶν τοιαῦτα περὶ θεῶν μὴ μόνον ᾄδειν ἐν ποιήσεσιν, ἀλλὰ καὶ τοῖς μυστηρίοις παραδιδόναι, ἔν τε ἱεροῖς ἀναθή‐ μασι καὶ ἕτερα σύμφωνα τοῖς μύθοις κατασκευάζειν καὶ τὸν πέπλον ἀνάγειν ἐνυφασμένον τῆς γιγαντομαχίας. οἱ δ’ ἀπὸ τοῦ καιροῦ τοῦ τότε κατὰ τὴν Ἑλλάδα παραμυθοῦν‐
25ται· βασιλευομένης γὰρ τότε τῆς Ἑλλάδος καὶ κοινῇ καὶ κατὰ πόλεις, τὸ τῶν βασιλέων γένος αὔξοντας ποιεῖν ἀπὸ τοῦ ὡς ἂν μὴ παντάπασι πόρρω εἶναι δοκῇ ἡ ἀνθρωπίνη φύσις τῆς θείας, ὑποπλάττειν δὲ καὶ περὶ θεῶν ὁποῖα περὶ ἀνθρώπων ὁρῶμεν φάσκοντας. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀσυμφόρῳ ταράττον καὶ τῷ ἀπρεπεῖ τοιοῦτόν ἐστι. τὰ δ’ ἐπὶ
30μέρους δίιμεν, ὡς μὲν ἀσύμφορα ταῦτα κατηγορεῖται.
διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλή‐ λοις; [Ποσειδῶν μὲν Ἀπόλλωνι, ὅτι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπὸ Λαομέδοντος ἐκείνοις συνήργει. Ἄρης δὲ Ἀθηνᾷ, ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι, ἢ ὅτι ἐν ὄψει τῶν θεῶν240 in vol. 2
35ὕβρισεν εἰποῦσα (Ο 128) μαινόμενε φρένας ἠλέ. Ἥρᾳ δὲ Ἄρτε‐ μις· ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς δικαίως· μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπόλλω γεννήσασαν καὶ τῶν ἐπιτηδευμά‐ των ἀντίζηλον μεμίσηκεν, ἢ ὡς λόγιος καὶ μνήμων ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως, ὅτι ἡ μὲν τῶν ποταμῶν φύσις
40πέφυκεν ὑγρά, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης, οὗ τροφὴ τὰ ξύλα.] κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ ἀφροσύνη· ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐστιν ἀήρ· Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, ἣ τὸν ἀέρα τέμνουσα, ἐξ οὗ ἤρτηται, τὸ
45βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστι λόγος, Λητὼ δ’ ἀμνημοσύνη, οἷον ληθώ τις τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ, Ξάνθος δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ. διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα Ἀθηνᾶ Ποσειδῶν Ἥφαιστος Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης Ἀπόλλων

20

67sqq

(50)

Ἄρτεμις Λητὼ Σκάμανδρος Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεός, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξαν‐ δρον, ἢ ὅτι ἐν τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητής· Ἥρη τ’ Ἀργείη (Δ 8), ἢ ὅτι ὡς τὸ Ἄργος οὕτως ἦν οἰκεία αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ διὰ
55τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δέ, ἐπεὶ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσι, καὶ διὰ τὸ ὀργίζεσθαι μὲν Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ [Λητοῖ, ἤτοι ὁ λόγος τῇ λήθῃ], ἢ ὅτι ἐξ Ἀρκαδίας, ἢ ὅτι λόγιος, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς241 in vol. 2
60ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῶν διαφορῶν Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ (Λ 138 sqq.), προστάτης δὲ τῶν κηρύκων ὁ Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην, ὅτι ἐμοί‐ χευσε τὴν γυναῖκα αὐτοῦ Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης τὸ ὅμοιον μεταδιώκων· φιλοπόλεμος γὰρ ὁ θεός, πολέμου φίλοι καὶ οἱ
65Τρῶες. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον· τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ κιθαριστὴς καὶ εὔμορφος ὡς Ἀλέξαν‐ δρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται, ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν
70αὕτη ἀνθίσταται τῷ πολέμῳ, καὶ εἰκότως πάρεστι βοηθεῖν τοῖς Τρωσίν.

20

180sqq

ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς. πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυνται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθείς, καὶ στρατη‐
5γικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθ’ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γάρ· Ἕκτορος ἄντα μάλιστα (v. 76)· εἰ‐ κότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος (v. 164) αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα.

20

.

234

Δ 2.

20

259sqq

ἐν τῇ Αἰνείου πρὸς Ἀχιλλέα μάχῃ ζήτησιν παρέσχε τὰ
ἔπη ταῦτα· ἦ ῥα καὶ ἐν δεινῷ σάκε’ ἤλασεν ὄβριμον ἔγχος καὶ τὰ ἑξῆς μέχρι καὶ αὐτοῦ τοῦ στίχου·242 in vol. 2
5 τὴν δὲ μίαν χρυσῆν, τῇ ’ ἔσχετο μείλινον ἔγχος (v. 272). τῆς γὰρ χρυσῆς πτυχὸς δοκούσης πρώτης εἶναι, εἴ γε κόσμου εἵνεκα τὴν χρυσῆν εἰς τὸ ἔξω καὶ ὁρώμενον πρώτην ἐνέθηκεν, ὑπ’ αὐτὴν δὲ στερεότητος ἕνεκα τὰς δύο χαλκᾶς, μαλάγματος χάριν καὶ τελευταίας τὰς κασσιτερίνας, πῶς δύο τε διέκοψε πτύχας, καὶ ἐν τῇ
10χρυσῇ πτυχὶ ἔξω οὔσῃ καὶ διατμηθείσῃ ἐνεσχέθη τὸ δόρυ; ἀπολυόμενοι οὖν τὴν ἀπορίαν οἱ πλεῖστοι τὸ ἔλασσεν (v. 269) οὔ φασιν εἰλῆφθαι ἄνωθεν διέκοψεν, ἀλλ’ ἀντὶ τοῦ διέθλασεν· θλασθῆ‐ ναι μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχας, τὴν χρυσῆν καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυσῆν, μὴ διακοπῆναι δέ, ἀλλὰ σχεθέντος ἐν τῇ
15χρυσῇ τοῦ δόρατος καὶ κοιλάναντος μὲν αὐτὴν καὶ τὴν ὑπ’ αὐτήν, οὐ δια‐
κόψαντος δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦσι μὴ ἔλασσε γράφειν ἀλλὰ θλάσσεν, ἄνωθεν φάσκοντες ἁμαρτόντα τινὰ γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα γὰρ ὄντα τὰ Ἡφαιστότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐν τῇ χρυσῇ πτυχὶ ἀκούων ἐνσχεθῆναι αὐτοῦ λέ‐243 in vol. 2
20γοντος τὸ δόρυ τῆς εἰς τὸ πρόσω ὁρμῆς οὐ δύναμαι ἐπινοῆσαι τὴν χρυσῆν πτύχα οὔτ’ οὖν διακοπεῖσαν οὔτε θλασθεῖσαν. πῶς γὰρ οἷόν τε ἐλασθῆναι μὲν λέγειν, τουτέστι διακοπῆναι, ἢ θλασθῆναί γε δύο πτύχας, ἐν αἷς ἦν ἡ χρυσῆ, ἐνσχεθῆναι δὲ ἐν τῇ χρυσῇ τὸ δόρυ; τὸ γὰρ ἐν‐ σχεθῆναι τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυσῆν ὅπερ αἱ ἄλλαι δηλοῖ. οἱ
25δ’ αὖ τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ’ αὐτήν· οὐ γὰρ ἂν ἐνεσχέθη ἐν τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ’ ἔλαττον ἔπαθε τῆς πρώτης. φημὶ τοίνυν, ὡς οὐ κόσμου χάριν οὐδὲ τέρψεως ὁ Ἥφαι‐ στος κέχρηται τῇ χρυσῇ πτυχὶ ἀλλ’ εὐτονίας· εὐτονώτερος δὲ χαλκοῦ χρυσός. μέσην οὖν τὴν τοῦ χρυσοῦ πτύχα ἐξύφανεν εἰς συνοχὴν τοῦ
30παντὸς σάκους· ἁπαλώτερος γὰρ ὢν καὶ εὔτονος ὁ χρυσὸς ὑποκείμενος τῷ χαλκῷ διεδέχετο τὴν ὁρμήν, ἐκλυθεῖσαν ὑπὸ τῆς τοῦ χαλκοῦ ἀντι‐ τυπίας εἰς τὸ ἄτρωτον ὑπὸ τῆς προσούσης αὐτῷ εὐτονίας. πρῶτος δὲ ὢν ὁ χρυσὸς καὶ παθὼν ὑπὸ τῆς ἐμβολῆς πρῶτος ταχεῖαν ἂν παρεῖχε τὴν διακοπὴν ἐκ τῶν εὐθραύστων συνεστώσαις. ὅτι δὲ καὶ χαλκαῖ πτύχες
35ἦσαν ἐν τῇ ἔξωθεν ἐπιφανείᾳ, μέση δὲ μετὰ ταύτην ἡ χρυσῆ, ὑφ’ ἣν αἱ τοῦ κασσιτέρου, δηλοῖ τὸ ἐν τῇ ὁπλοποιίᾳ ἐπισημαίνεσθαι τὸν ποιη‐ τήν, ὅτι τάδε μὲν ἐκ χρυσοῦ ἐποίησε, τάδε δὲ ἐξ ἄλλης ὕλης, ἐκ χαλ‐ κοῦ δὲ μὴ εἰπεῖν, ὡς ἂν τορεύοντος αὐτοῦ ἐν ἄλλῃ πτυχὶ τὰ πλάσματα·
ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη,
40 ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην (Σ 516. 17)· πῶς γὰρ αὐτοὺς χρυσοῦς ἔφη, χρυσῆς οὔσης τῆς ὑποκειμένης ἐπι‐ φανείας, εἰ μὴ ἐξηλλαγμένα ταῦτα παρὰ τὸ ὑποκείμενον ἐποίει, ἤτοι ἐγκυκλῶν ἢ ἐγκολλῶν ἢ ἐντορεύων; καὶ νειὸς χρυσῆ·
ἀρηρομένῃ δὲ ἐῴκει
244 in vol. 2
45χρυσείη περ ἐοῦσα (Σ 548. 49), ἐν δ’ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν καλὴν χρυσείην, μέλανες δ’ ἀνὰ βότρυες ἦσαν· εἱστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν· ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκος ἔλασσε

20

259sqq

(50)

κασσιτέρου (Σ 561—65)· καὶ πάλιν· ἐν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε· χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσι
55(Σ 573. 74. 77), καὶ πάλιν· καί ’ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων (Σ 597. 98). τῶν γὰρ ἐμποικιλλομένων ἔστιν ὧν τὰς ὕλας εἰπὼν ἀργύρου μὲν ἐμνήσθη καὶ χρυσοῦ καὶ κασσιτέρου, χαλκοῦ δὲ οὐκέτι, ὡς ἂν εἰ, χαλκῆς ὑπο‐
60κειμένης ἐπιφανείας, ἐνταῦθα ἐνεποίκιλλεν. οὐκ ἔφη δὲ ἄτρωτα εἶναι ὅπλα, ἀλλ’ οὐ ῥᾳδίως ὑπὸ θνητῶν διακοπτόμενα·
οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμόν, ὡς οὐ ῥηίδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν
65(Υ 264—66). ἔδει οὖν μηδὲ θλασθῆναι, ὅπερ ἀξιοῦσιν ἔλασσεν ἀκούειν, εἴ γε μηδ’ ὑπείκειν αὐτὰ ἔλεγε. ῥητῶς δ’ αὐτὸς ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ σάκος—χρυσὸς δ’ ἐρύκακε δῶρα θεοῖο—, δύο δὲ δι‐ έλασσε πτύχας, ἐσχέθη δὲ ἐν τῇ χρυσῇ, δι’ ἣν οὐκ ἐρράγη διὰ παντός. πάνυ δὲ δυνατῶς τὴν κατασκευὴν ἐδήλωσε καὶ τὸ μέχρι τίνος ἡ ῥῆξις·245 in vol. 2
70πέντε μὲν γὰρ πτύχας ἤλασε Κυλλοποδίων· εἶτα λέγει πρώτας, ὅτι καὶ πρῶται πρὸς τῇ ἐπιφανείᾳ, τὰς δύο χαλκείας, εἶτα τὰς ἀντικειμένας ταῖς πρώταις ἐσχάτας· δύο δ’ ἔνδοθι κασσιτέροιο, τὸ δ’ ἔνδοθι πρόσκειται, ἵνα τὰς χαλκᾶς ἐξωτάτας νοήσωμεν ὡς τὰς τοῦ κασσιτέρου ἔνδοθι, εἶτα λοιπὴν τὴν μέσην· τὴν δὲ μίαν χρυσῆν. εἰ
75οὖν τῆς ἔσχετο μείλινον ἔγχος, αἱ δύο χαλκαῖ ἐτρώθησαν πρῶται ὡς οὖσαι πρῶται, αἱ δὲ τρεῖς ἔμειναν ἄτρωτοι· χρυσὸς γὰρ ἐρύ‐ κακε δῶρα θεοῖο. οὕτω δὲ καὶ ἐπὶ τῆς Αἰνείου ἀσπίδος ὕπεστιν ὁ χαλκὸς τῇ βύρσῃ, ὁ μαλακώτερος τῇ ξηροτέρᾳ, καὶ οὐ κόσμου ἕνεκα χαλκὸς πρόσκειται ἐν ἐπιφανείᾳ, ἀλλ’ ὑπόκειται δι’ ἀσφάλειαν, ὡς ἐπὶ
80τῆς Ἀχιλλέως ὁ χρυσός· λέγει γὰρ ἐπὶ τῆς Αἰνείου· δεύτερος αὖτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα παντός’ ἐΐσην, ἄντυγ’ ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός, λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός (Υ 273—76).
85κἂν μέντοι ἀκούωμεν τὰς δύο χαλκείας τὴν πρώτην καὶ τὴν πέμ‐ πτην, δύο δ’ ἔνδοθι τούτων τὰς κασσιτερίνας τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτως μέση καὶ τρίτη ἐντὸς ἡ χρυσῆ, τῇ ’ ἔσχετο μείλινον ἔγχος, μιᾶς καὶ κασσιτερίνης ῥαγείσης.

20

.

291

.... πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα. .... ἐζήτηται δὲ πῶς τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρρύσατο ἀλλὰ Ποσειδῶν. καί φασιν, ὅτι ἡ μεγάλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα
5τυγχάνει καὶ τοὺς δι’ ἔχθρας ὄντας.

20

322-24

ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμέ‐ νοις· οὐ γὰρ ἔστη ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ διὰ πρὸ Πηλιὰς ἤιξε μελίη (v. 276) καὶ ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐν γαίῃ ἔστη ἱεμένη (v. 279). ἔοικε δὲ τοιοῦτον σχῆμα περὶ τὴν πληγὴν γεγενῆ‐246 in vol. 2
5σθαι· κατὰ γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ δόρατι, ὥρμησεν οὗτος εἰς τὴν τοῦ λίθου βολήν (v. 285).

20

.

329

μάχεται τῷ μὴ κατειλέχθαι Καύκωνας ἐν τῷ καταλόγῳ τὸ ἔνθα δὲ Καύκωνες πόλεμον μέτα θωρήσσοντο. λύοιτ’ ἂν ἐκ τοῦ καιροῦ· μὴ γὰρ ἐλθόντας αὐτοὺς ἐξ ἀρχῆς τοῦ πολέ‐ μου ἀλλ’ ὕστερον οὐ συγκατεῖπε τοῖς ἐξ ἀρχῆς τοῦ πολέμου. μήποτε
5δὲ καὶ περιέχονται τοῖς πᾶσι Λελέγεσιν οἱ Καύκωνες. ibid. v. 291.

21

1-2

Ξ 434, p. 200, 3; 199, 11.

21

.

76

ἀποροῦσι πῶς ὁ ἱκετεύων πρὸς τὸν Ἀχιλλέα ἔφη· πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτήν· τὸ γὰρ λέγειν, καθάπερ Στησίμβροτος, ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἐσθίουσιν ἀλλ’ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν
5υἱός· καὶ οὐδαμῶς τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις ὅτι παρ’ Ἕλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φησί· πρὸς γὰρ τὴν ἱκεσίαν εἶχέ τινα βοήθειαν τοῦτο, ὥσπερ τετυχηκὼς ξενικῆς τραπέζης
παρ’ ἐκείνῳ πρῶτον.247 in vol. 2

21

126-127

v. in fine operis Vat. ζητ. ηʹ.

21

140sqq

πῶς πρὸ πέντε ἡμερῶν τὸν κατάλογον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε λέγοντα ῥητῶς πρὸ ιαʹ ἡμερῶν ἐληλυθέναι; οὐ θαυμαστὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐν τῷ καταλόγῳ· μόνων 〈ω corr. ex ο〉 γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων, ἐν δὲ τοῖς κατὰ μέρος
5καὶ τοὺς μετ’ ἐκείνους τεταγμένους παρέλαβεν, ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ καταλόγῳ (Β 552) Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ (Ν 691)· Φείδας τε Στιχίος τε Βίας τ’ ἐύς 〈βιαστεύς τ’ cod.〉. οὕτως οὖν ἔσται καὶ ἐπὶ Ἀστεροπαίου· ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ
10δευτέραν Ἀστεροπαῖος, νυνὶ δὲ τὴν πᾶσαν αὐτῷ ἡγεμονίαν ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι (Π 287).

21

155*

καὶ πῶς ἐν τῷ καταλόγῳ (Β 848) ἀγκυλοτόξους αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον τὸ δὲ ἀκοντίζον.
ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος (Ο 478 sqq.) .....248 in vol. 2

21

.

156

v. ad v. 140 sqq., p. 249, 3 sqq.

21

.

158

schol. *B (IV, p. 261, 10 Dind.) e quaestione ad λ 239 pertinente (schol. HQT) excerptum est.

21

.

165

ad Υ 259 sqq., p. 245, 11 sqq.

21

.

194

Ξ 434, p. 198, 14.

21

.

252

ad Ω 315.

21

.

288

..... πρὸς δὲ τοὺς ζητοῦντας πῶς διαλέγονται μὲν οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος ἦν ὁ τῷ Σκαμάνδρῳ ἀντιτεταγμένος.

21

.

293

οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί γὰρ ἔμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμβουλεύουσι; τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι· σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν. ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως ἔχοντα πρὸς τὸν φόνον τῶν
5πολεμίων καὶ δυσκόλως ἀφεξόμενον τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ.

21

343sqq

διὰ τί τοῦ Σκαμάνδρου καιομένου ὁ Ἀχιλλεὺς ἐν ζέοντι αὐτῷ ἀποληφθεὶς ἐπνίγετο μὲν οὐκ ἐκαίετο δέ; ἢ διότι οὐχ ὅλος ὁ ποταμὸς ἐκαίετο. ἐνδέχεται οὖν μὴ ἐν τοῖς τοιούτοις αὐτὸν τοῦ ποτα‐ μοῦ μορίοις εἶναι· καὶ γὰρ ἂν οὕτως γε ὁ Ἥφαιστος ἦν αὐτὸν ὁ δια‐
5φθείρων, ὃν οὐκ εἰκὸς βοηθεῖν μὲν αὐτῷ, τοῦτο δὲ μὴ ὁρᾶν, ὅπως μὴ,
ἔνθα ἦν ἐκεῖνος, ὁ ποταμὸς πονήσῃ. ὡς οὖν ὁ Σκάμανδρος πνίγων Ἀχιλλέα τοὺς ἐμβεβηκότας τῶν Τρώων εἰς αὐτὸν ζωοὺς δ’ ἐσάω κατὰ καλὰ ῥέεθρα κρύπτων ἐν δίνῃσιν (v. 238), οὕτω καὶ ὁ Ἥφαιστος τὸν μὲν ποταμὸν ἔκαιε, τῷ δ’ Ἀχιλλεῖ διὰ τοῦ πυρὸς249 in vol. 2
10συνεμάχει.

21

362sqq,col1

Vat. ζητ. ιʹ. ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγό‐ μενος πυρὶ πολλ, κνίσση μελδόμενος ἁπαλοτρεφέος
5σιάλοιο, πάντοθεν ἀμβολά‐ δην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣς τοῦ καλὰ ῥεῖθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ. οἱ μὲν διορθοῦντες ἠξίουν μετὰ
10τοῦ ν γράφειν κνίσσην μελδό‐ μενος, ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν’ ᾖ τὴν κνίσσαν τήκων. σημαίνει γὰρ κυρίως τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ δὲ τοῦ ν γεγραμμένου
15κνίσση μελδόμενος, οἱ μὲν ἠξίουν μὴ προσγράφειν τὸ ι, ἵν’ ᾖ οὐδέτερον τὸ κνίσση τήκων. οὐκ εἶχον δὲ παρ’ Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος λεγόμενον,
20ἀλλὰ θηλυκῶς· κνίσση δ’ οὐρα‐
νὸν ἷκε (Α 317), κνίσσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον (Θ 549). μήποτ’ οὖν οὐκ ἔστι μελδόμενος τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδεινColumn end
25ἀλλὰ τὸ ἄλδειν. ὃ οὖν λελυμένως ἔφη μέλε’ ἤλδανε ποιμένι λαῶν (ς 70), ἤτοι εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν μελδόμενος εἶπε, κατὰ
30μεταφορὰν τὰ μέρη τοῦ λέβητος λέγων μέλη, ἃ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. ἤγουν τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαινόμενος· ἢ τῇ
35κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη· ἢ τῆς κνίσσης τὰ μέλη ἐδόμενος, δο‐ τικὴν λαβὼν ἀντὶ γενικῆς.
B f. 287a ad κνίση Φ 363: σὺν τῷ ν Ἀρίσταρχος. τὸ δὲ μελδό‐Column end
40μενος ἀντὶ τοῦ τήκων. κνίση δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον, ἵν’ ᾖ τὰ κνίση, ὡς τὸ Τηλέ‐ μαχος τεμένη νέμεται (λ 184) ἀλλ’ ἀεὶ παρ’ Ὁμήρῳ ἡ κνίσα θη‐
45λυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ περὶ τῶν εʹ προβλημάτων γρά‐ φει κνίσῃ μελδόμενος, ἵν’ ᾖ· τῇ κνίσῃ λιπαινόμενος, ὡς τὸ μέλη ἤλδανε ποιμένι λαῶν (ς 70)·

21

362sqq,col1

(50)

μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἄλ‐ δειν ἢ ἀλδάνειν. κνίσα δὲ σημαίνει
τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν λέγῃ· καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή (μ 369)Column end
55καὶ κνίση δ’ οὐρανὸν ἷκε (Α 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη· ἐμπλείην κνίσης τε καὶ αἵματος (ς 118). σημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡς
60ὅταν λέγῃ· κατά τε κνίσῃ ἐκά‐ λυψαν δίπτυχα ποιήσαντες (e. c. Α 460). [διπλᾶ γὰρ τὰ κνίση ποιήσαντες τοὺς μηροὺς ἐκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνίση· ἐπειδὴ
65γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυ‐ πτον. σιάλοιο δὲ τοῦ ἐντροφίου
καὶ σιτευτοῦ.]Column end

21

362sqq,col2

*B f. 287a ad κνίση (id. L f. 446a, Π). ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλ, κνίση μελδόμενος ἁπαλοτρε‐
5φέος σιάλοιο, πάντοθεν ἀμβο‐ λάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ. οἱ μὲν οὖν διορθοῦντες ἠξίουν
10μετὰ τοῦ ν γράφειν· κνίσην μελ‐ δόμενος, ἀντὶ τοῦ τήκων ἀκούον‐ τες, ἵν’ ᾖ τὴν κνίσαν τήκων. οὐκ εἶχον δὲ παρ’ Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος λεγόμενον,
15ἀλλ’ ἀεὶ θηλυκῶς· κνίσση δ’ οὐρα‐ νὸν ἷκεν καὶ κνίσσην ἐκ πε‐
δίου ἄνεμοι φέρον. μήποτε οὖν οὐκ ἔστι μελδόμενος τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλ‐250 in vol. 2
20δειν. ὅπερ οὖν λελυμένως ἔφη μέλη ἤλδανε ποιμένι λαῶν, σημαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει εὐρύ‐ νουσα τὰ μέλη, τοῦτο συνελὼν μελδόμενος ἔφη, κατὰ μεταφορὰν
25τὰ μέρη τοῦ λέβητος μέλη λέγων, ἅπερ λιπαίνεσθαι τηκομένῃ τῇ πι‐ μελῇ χριόμενα. τὸ οὖν ἀλειφόμε‐ νον λιπαίνεσθαι μέλδεσθαι ἔφη, ὡς ἐν ἄλλοις· ἐν δ’ ὠτειλὰς πλῆ‐
30σαν ἀλείφατος ἐννεώροιο (Σ 351). τινὲς δὲ οὕτως· κνίσσῃ μελ‐ δόμενος ἀντὶ τοῦ κνίσσης μέλη ἐδόμενος, δοτικὴν ἀντὶ τῆς γενικῆς λαβών· ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξά‐
35νων τὰ μέλη, ἤτοι τὰ κρέη· [ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαινόμενος καὶ τηκόμενος].
*B f. 29b ad κνίσῃ B 423 (id. L251 in vol. 2
40f. 39a, Π, Lp f. 73a): Ἀρίσταρ‐ χος τὰ κνίσση οὐδετέρως ἀκούει, καίτοι εἰπὼν οὐδὲν ἀδιαίρετον εἶναι τῶν εἰς ος ληγόντων οὐδετέρων παρ’ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν·
45τείχεα γὰρ καὶ βέλεα λέγει. ἀλλ’ ὥσπερ τὰ τεμένη ἀδιαιρέτως εἴρη‐ κεν, ὡς τὸ Τηλέμαχος τεμένη νέμεται, οὕτω καὶ τὰ κνίσση. καὶ ἔστιν ἐν τῇ κωμῳδίᾳ τὸ ἑνικόν· τὸ

21

362sqq,col2

(50)

κνίσσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας (Mein., fr. com. IV, p. 687). πλεονάζει δὲ Ὅμηρος τῇ
θηλυκῇ προσηγορίᾳ. σημαίνει δὲ καὶ τὴν ἀναθυμίασιν τῶν κρεῶν, ὡς252 in vol. 2
55ὅταν λέγῃ· καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς ἀυτμή καὶ κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισ‐ σομένη περὶ καπνῷ. σημαίνει καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων
60ἔφη· ἐμπλείην κνίσσης τε καὶ αἵματος. σημαίνει καὶ τὸν ἐπί‐ πλουν, ὡς ὧδε· κατά τε κνίσσῃ ἐκάλυψαν δίπτυχα ποιήσαν‐ τες. [διπλᾶ γὰρ ποιήσαντες τὰ
65κνίσση τοὺς μηροὺς ἐπεκάλυψαν. δίπτυχα ποιήσαντες· ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον αὐτῶν θατέρῳ
μέρει τοῦ ἐπίπλου ἐκάλυπτον.]Column end

21

.

365

ad v. 343 sqq.

21

388sqq

τὸ ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός, ἄιε δὲ
Ζεύς, ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύν, ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας δοκεῖ ἐναντίον εἶναι τῷ ὑπὸ Διὸς λεγομένῳ πρὸς Ἄρεα [ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν], αἰεὶ253 in vol. 2
5γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε (Ε 890. 91). ἡ δὲ λύσις ἐκ τῆς λέξεως· τὸ γὰρ αἰεί προσκείμενον τὴν διαφωνίαν ἔλυσεν.

21

.

407

..... εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης, πῶς τὸ δόρυ Διομή‐ δους τρῶσαι αὐτὸν δύναται κατὰ κενεῶνος (Ε 857); ὅτι νῦν ἀνδρὶ εἴκασται· πάρα γάρ οἱ κεῖνος Ἄρης, φησὶ, βροτῷ ἀνδρὶ ἐοι‐ κώς (Ε 604) ...
5 ... εἰ δὲ ζητοίης, πῶς Διομήδης ἔφθασε τρῶσαι τὸν τηλικοῦτον, ἴσθι ὡς συνεργούσης Ἀθήνης.

21

443sqq

... πῶς δὲ, φησὶν, Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντι θητείας, Ποσειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποσειδῶν εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ καὶ προσέτι τῇ μνήμῃ παροξύνεται· Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ’
5αὐτῶν· πᾶσα δὲ χάρις, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦσαι (Thuc. I, 42, 3).

21

.

506

ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικὶ καὶ μάλιστα παρ‐
θένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διός, ἀλλ’ ἐν τοῖς τῆς Διώνης, καίτοι γεγαμημένη οὖσα (Ε 370). πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ254 in vol. 2
5καταπονεῖσθαι τῇ πληγῇ ἐφέζεσθαι οὐ δύναται.

21

.

563

τὸ μή μ’ ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ μετ‐ ενήνεκται ἀπὸ τῶν πλεόντων καὶ ἐπαιρόντων τοὺς ἱστούς· ἱστὸν δ’ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες (β 424). οὕτω δὲ λέγουσι καὶ τὸ ἐπαίρειν. οὕτως ἔχει καὶ τὸ μῆλα γὰρ ἐξ
5Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν (φ 18) ἀντὶ τοῦ ἀείραντες ἀπήλασαν.

22

.

3

Π 68.

22

.

36

ἄξιον ζητήσεως, πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκ‐ τορι. ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλλωνα. Μεγακλείδης δέ φησι ταῦτα πάντα πλάσματα εἶναι.

22

.

38

Γ 306.

22

.

71

δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀπο‐ τρεπτικόν· καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας
5ὑφίστατο θάνατον. διό φησι σαφηνίζων τὸν νοῦν· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ (v. 73), ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν’ ᾖ· πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές· σὺ δὲ, φησὶ, ῥιψοκινδύνως ταῦτα βούλει
10παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους.

22

147-148

ζητοῦσί τινες, πῶς τὸν Σκάμανδρον ἀπὸ τῆς Ἴδης εἰπὼν ῥεῖν—κατηρίθμητο γὰρ δῖός τε Σκάμανδρος (Μ 21) τοῖς π’ Ἰδαίων ὀρέων ἅλαδε προρέουσιν—ὕστερόν φησιν· κρουνὼ δ’ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ255 in vol. 2
5 δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος, ὑπὸ τὸ τεῖχος τὰς πηγὰς τοῦ Σκαμάνδρου λέγων ῥεῖν· μάχεται γὰρ δὴ τὸ ἐν τῷ πεδίῳ ὑπὲκ κατ’ ἀμαξιτὸν τὰς πηγὰς εἶναι τοῦ Σκαμάν‐ δρου τῷ ἐκ τῆς Ἴδης αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ τῆς παραλεί‐ ψεως τῆς ἔξ. ἔστι γὰρ τὸ πλῆρες, ὅτι πηγαὶ δύο ἐκ τοῦ Σκαμάνδρου
10ἀνίασι κατὰ τὸ πέδον, ἀλλ’ οὐχ ὅτι τοῦ Σκαμάνδρου εἰσὶν αἱ ἐν τῷ πεδίῳ πηγαί.

22

165sqq

..... πῶς δὲ, φασὶν, ὁ ποδωκίστατος πάντων οὐ κατα‐ λαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα, καὶ ὅτι ὁ μὲν Ἀχιλλεὺς ἄριστός ἐστι, πλὴν κέκμηκεν
ὑπὸ Ξάνθου καὶ Ἀγήνορος (Φ 571 sqq.), ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται256 in vol. 2
5παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει. οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι παρεκκλίνοντα τὸν Ἕκτορα. πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα; καί φασιν οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπὸ τοῦ ποιητοῦ καταπεπονῆσθαι πολλῷ πόνῳ πρότερον, ἵν’ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη, οἱ δὲ
10ὅτι, τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου, Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων.

22

205*

Μεγακλείδης πλάσμα εἶναί φησι τοῦτο τὸ μονομάχιον. πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς ἀπέστρεφεν (v. 205);

22

208*

Διοκλῆς φησιν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι [τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύ‐ κλους]. τρεῖς γὰρ ποιήσαντες κύκλους τοῦτον ποιοῦσι τέταρτον.

22

.

183

Θ 39. 40.

22

.

201

v. 165 sqq.

22

.

205

ibid.

22

.

208

ibid.

22

.

210

ad Θ 70, p. 118, 1.

22

.

231

ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλλωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο 〈ἐπείθετο L〉 Πατρόκλῳ καὶ Ἀχιλλεῖ 〈Πατρόκλῳ μαχομένῳ Vict. f. 412a〉.

22

.

293

..... ἀεὶ δὲ δύο ἔχων δόρατα—πάλλων γάρ φησιν ὀξέα δοῦρα (Ζ 104. Λ 212)—πῶς νῦν οὐκ ἔχει; ἢ κατὰ τὸ σιωπώ‐ μενον θάτερον ἐν τῷ δρόμῳ πρὸς βάρος ὂν ἀπεβάλετο.

22

.

318

καὶ μὴν τῶν πλανήτων ἐστίν, ἤτοι τῆς Ἀφροδίτης. ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.

22

.

391

..... πῶς δὲ τὸν πολέμιον Ἀπόλλωνα ὑμνεῖ, οὗ ὁ ὕμνος; ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται (Ζ 87), οὕτως οὗτος τὸν θεόν· οὐ‐ δεὶς γὰρ ἐχθρὸς εἶναι δύναται θεῷ. ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως δὲ ἀεὶ εἰς αὐτὸν ᾀδόμενος.257 in vol. 2

22

.

397

Ω 15.

22

.

406

(et 431 ap. Dind. vol. II, p. 244, 27). v. 466 sqq.

22

.

431

τί νυ βείομαι, τουτέστιν εἰς τί βιώσομαι. τὸ δὲ βείω παρὰ τὸ βαίνειν τὸν ζῶντα ἐπὶ τὴν γῆν· ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἴλιον (Ζ 113). ὅτι γὰρ ζῶντα λέγει ἕκαστον ἐπὶ τῆς γῆς βαδίζειν· ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει (Ρ 447). αἰῶνα δὲ λέγει τὸν
5ἑκάστου βίον· ἐκ δ’ αἰὼν πέφαται (Τ 27), ἔφθαρται δὲ αὐτοῦ ὁ βίος, καὶ μινυνθάδιος δέ οἱ αἰών (Δ 478), ὅπερ ἐν ἄλλοις· ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο (Ω 725), ἀπὸ τοῦ βίου νέος· οὐ γηράσας τὸν βίον οὐδὲ τὸν αἰῶνα καὶ βίον πολυχρόνιον ἔσχες. καὶ πάλιν φί‐ λης αἰῶνος ἀμερθῇς (Χ 58), ὅμοιον τῷ γλυκὺς αἰών (ε 152).
10καὶ τίς ὁ αἰὼν ἐξηγούμενος· τῇ περ ῥηίστη βιοτή (δ 565). τὰ δὲ τῇ βιοτῇ ἀναγκαῖα βίοτος· βίοτον δέ τοι ἄλλοι ἔδουσι (ν 419)· καὶ ζωήν· ἡ γάρ οἱ ζωὴ ἦν ἄσπετος, οὔ τινι τόσση (ξ 96).

22

447sqq

ἐζήτηται πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀν‐ δρομάχη προῆλθεν. φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (490 sqq.) σωφρονεῖν αὐτὴν ἀναγκάζει.

22

466sqq

πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάσχει; ῥητέον οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατ’ ὀλίγον καὶ ἐκ προσαγωγὴς δε‐ ξαμένη τὸ πάθος οὐχ ἡττήθη τῷ κακῷ τοσοῦτο, Ἀνδρομάχῃ δὲ ἀπροσ‐ δοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν.258 in vol. 2
5 οὐ λειποψυχεῖ (ἡ Ἑκάβη) ὡς ἐθὰς φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προσέπεσε τὸ πάθος. καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλό‐ μενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· αὐτὰρ ἐπὴν
10πάντα τελευτήσῃς τε καὶ ἔρξῃς (α 293) ἀντὶ τοῦ ἔρξας τελευτή‐ σῃς, ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας (Φ 537) ἀπώσαντες ἄνεσαν, τιμήσ, ὀλέσῃ δὲ πολέας (Β 4) ἀντὶ τοῦ ὀλέσας τιμήσῃ, φθέγγεο καὶ ἐγρήγορθαι ἄνωχθι (Κ 67) ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως ἐκάπυσσε, τῆλε δ’ ἔχεεν (Χ 467. 68)
15ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ θρέψασα τεκοῦσά τε (μ 134).

22

.

487

ἕως τοῦ δακρυόεις δέ τ’ ἄνεισι (v. 499) ἀθετοῦνται στίχοι ιγʹ, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ ἦθος γυναικῶν ἄκρως ἀπεμιμήσατο· σύνηθες γὰρ γυναιξὶ πολυλογεῖν ἐν τοῖς
5πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν.

23

.

71

Πῶς ὁ μὲν Πάτροκλος λέγει· θάπτε με ὅττι τάχιστα,
πύλας Ἀίδαο περήσω, εἰπὼν δὲ καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν βούλεται ταφῆναι (τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων), ἐν δὲ τῇ Ὀδυσσείᾳ, ἀποθανόντων τῶν μνηστήρων πρὶν ταφῆναι, φησὶν259 in vol. 2
5 Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων (ω 1. 2), εἶτα ἄγει λαβὼν αὐτὰς εὐθὺς εἰς Ἅιδου, κἀκεῖ τοῖς περὶ τὸν Ἀγαμέ‐ μνονα ἐντυγχάνουσιν; εἰ γὰρ οἱ ἄταφοι τοῖς ἄλλοις οὐ μίγνυνται νε‐ κροῖς, ἐνταῦθα δὲ πλησιάζουσιν, μὴ ἐναντίωμα ᾖ. λύεται δὲ τοῦτο ἐκ
10τοῦ προσώπου· τὰ μὲν γὰρ περὶ τοὺς μνηστῆρας ὁ ποιητὴς ἀπεφήνατο, καὶ τὸ ἀληθὲς οὕτως ἔχει· τὰ δὲ ἕτερα φαντασθῆναί φησι τὸν Ἀχιλλέα, εἴτε ἀληθῶς ἐπιστάντος αὐτῷ εἴτε καὶ ἄλλως τοῦτο νομίσαντα.

23

.

170

Quae ab Eustathio, p. 1294, 14, Porphyriana afferuntur e libro de Antro Nympharum, cap. 18, petita sunt.

23

.

259

Scholium quod h. l. in codd. BL legitur, de quo pauca ad p. 5, 5 sqq. attuli, re diligentius pensitata non h. l. sed Ω 221 eden‐ dum esse videtur.

23

.

269

διὰ τί Ἀχιλλεὺς ἐν τῷ τετάρτῳ ἀγῶνι πλεῖστον ἀποδίδωσιν ἆθλον· τὰ γὰρ δύο τάλαντα τοῦ χρυσοῦ πλεῖον ἵππου καὶ γυναικός.
**** ὅτι δὲ οὐκ ὀλίγον ἦν, σῆμα ὅτι ἐν Λιταῖς προτίθησι δέκα τάλαντα χρυσοῦ πρὸς πολλῇ προικί (Ι 122). λύων οὖν ὁ Ἀριστοτέλης τὸ260 in vol. 2
5τάλαντον οὔτε ἴσον φησὶ τότε καὶ νῦν εἶναι οὔτε ἀφωρισμένῳ χρῆσθαι σταθμῷ, ἀλλὰ μέτρον τι μόνον εἶναι, ὡς καὶ φιάλη σχῆμά τι ἀφωρισμέ‐ νον οὐκ ἔχον σταθμόν, μέτρον δέ τι. καὶ τὸ τάλαντον δὲ μέτρον τί ἐστι, πόσον δὲ οὐκέτι ἀφωρισμένον· διὸ καὶ τὸ ἀντικείμενον αὐτοῖς ὑπερφίαλον καὶ ἀτάλαντον. ὥσπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ σημαί‐
10νει καὶ ἄμετρον, ὡς τῆς φιάλης ἐμμέτρου οὔσης (ὑπερφίαλος γὰρ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ τὸ μέτρον τῆς φιάλης), οὕτω καὶ ἀτάλαντος ὁ ἐξῃρημένος τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίσων ἐκβεβηκὼς ἴσος ἂν εἴη. ὁ γὰρ οὐκ ἄνισος, οὗτος καὶ ἀτάλαντος, ὁ τὸ ἄνισον τῶν ταλάντων μὴ ἔχων, διὸ καὶ ἴσος. ὃ γὰρ ἐν ἄλλοις ἔφη
15ἶσος Ἐνυαλίῳ (Χ 132), τοῦτο δεδήλωκεν ἐν τῷ ἀτάλαντος Ἄρηι
(e. c. Β 627).261 in vol. 2

23

296sqq

ἀπεσέμνυνε τὴν ἵππον οὕτως αὐτὴν εὐγενίσας ὥστε καὶ δῶρον ἀστρατείας δοθῆναι. κρείττονα 〈κρεῖττον L〉 δὲ ἡγήσατο πολεμι‐ κὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων.

23

.

422

οὐ δεῖ δυσχεραίνειν, εἰ τῶν νῦν παιδευτῶν τοὺς πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι ἀκριβέστα‐ τον καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματροχίαν. ἔστι δὲ ἁμα‐
5τροχία τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον, ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ’ Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγη‐ σαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχία, παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων τῇ ῥ’ εἶχε Μενέλαος ἁματροχίας ἀλεείνων (Ψ 422)·
10ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς καὶ τὴν ῥῆξιν τὴν συνέμπτω‐ σιν τοῦ δρόμου φυλαττόμενος. τοῦτο γὰρ μεταλαβὼν ἐν ἄλλοις ἐξ‐ ηγήσατο εἰπὼν αἰὲν ὁμοστιχάει (Ο 635). καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ συμβαδίζοντος μετὰ δρόμου αὐτῇ φησι
(ο 450. 51)·262 in vol. 2
15 παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε, τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε (ο 465).
20ἁματροχία μὲν οὖν οὕτως. μετὰ δὲ τοῦ ρ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸς πάλιν παρίστησι λέγων·
οὐδέ τι πολλὴ γίνετ’ ἐπισσώτρων ἁρματροχίη κατόπισθεν ἐν λεπτῇ κονίῃ (Ψ 504)·
25διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγήσατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπό‐ μενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλί‐ μαχός φησιν (fr. CXXXV)·
ἀλλὰ θεόντων
30 ὡς ἀνέμων, οὐδεὶς εἶδεν ἁματροχίας. βούλεται μὲν γὰρ εἰπεῖν, ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέ‐ μους· ἁματροχίαι δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλ’ αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρματροχίαι.

23

.

451

καὶ πῶς ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς δια‐ λύει (v. 491); ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κω‐ λύει .....

23

638-639

.... ζητεῖται γὰρ τί ἐστι τὸ πλήθει πρόσθε βαλόν‐
τες, καὶ ὁποῖοί τινες ἦσαν τὴν φύσιν, ὡς λέγεσθαι ἐπ’ αὐτῶν οἱ δ’ ἄρ’ ἔσαν δίδυμοι, τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος, καὶ τί τὸ τῆς νίκης αἴτιον. Αὐτόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν,263 in vol. 2
5οἵα τίς ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες. ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλο‐ θετοῦντας, διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ
10τουτέστι τὸ πλήθει πρόσθε βαλόντες. Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, Ἡσιόδῳ (fr. XCIX) μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας ἀλλήλοις. οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν σαφηνίζεσθαι ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ
15Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς ἀναστῆναι, εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς, καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοί, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βα‐
20λόντες.

23

824-825

διὰ τί προκρίνει Αἴαντος; διὰ τὴν στάσιν· θρασὺς γὰρ
ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ ἔτι πολεμῆσαι ἠθέλησεν.264 in vol. 2

23

.

826

... διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν τὸ κατόρ‐ θωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος, ὁ δὲ νικήσας εἶχε τὸν σόλον .... .... διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν. ἢ ὡς καταφρονητικοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον ἐπίδειξιν.

23

.

859

καὶ πῶς φησιν Ὀδυσσεὺς οἶος δή με Φιλοκτήτης ἀπε‐ καίνυτο τόξῳ (θ 219); πρὸς τοὺς ἀγνωρίστους καυχᾶται, ὡς καὶ τὸ δουρὶ δ’ ἀκοντίζω ὅσον οὐκ ἄλλος ὀιστῷ (θ 229).

23

862sqq

τί λέγει ἐν τούτοις τοῖς ἔπεσι ζητήσειεν ἄν τις· Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν, αὐτίκα δ’ ἰὸν ἧκεν ἐπικρατέως καὶ τὰ ἑξῆς μέχρι τοῦ ἀτὰρ δὴ ὀιστὸν ἔχεν πάλαι ὡς ἴθυνεν
5(v. 862—71). οἱ μὲν ἔφασαν σπεύδοντα τὸν Μηριόνην ἑλκύσαι τὸ τόξον τὸν ὀιστὸν ἔχοντα πάλαι ἐγκείμενον, δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ· σημαίνει γὰρ διὰ τούτων ὅτι τοξεύοντος τοῦ Τεύκρου εἱστήκει ὁ Μηριόνης κρατῶν τὸ τόξον ἐντεταμένον, ἡρμοσμένον ἔχων τὸν ὀιστὸν πάλαι ἐν τῇ νευρᾷ· τότε δ’ εἵλκυσε τὴν νευράν, ὡς ἴθυνε βέλος. ἢ
10οὖν τοῦτο λέγει, ἢ ὅτι τὸ τόξον μὲν ἦν ἓν, ᾧ ἔμελλε τοξεύειν, βέλη δὲ δύο, ἑκατέρῳ ἑνὸς δοθέντος. τὸν μὲν οὖν ὀιστὸν κατεῖχε πάλαι ὁ Μηριόνης, ἕως ἴθυνεν ὁ Τεῦκρος καὶ ἐτόξευε λαχὼν πρῶτος· ἐπεὶ δ’ ἀπετόξευσε καὶ ἀπέτυχε, σπερχόμενος ὁ Μηριόνης ἐξείλετο τὸ τόξον ἐκ τῆς χειρὸς τοῦ Τεύκρου· τοῦτο γὰρ παρίστησι τὸ
15 σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον, ἀτὰρ δὴ ὀιστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν, [ἐνηρμοσμένον τῇ νευρᾷ ἐξείρυσε τόξον, ὡς ἴθυνε τὸν ὀιστόν· εἶχε πάλαι δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ]. ἀντιδιαιρεῖ γὰρ τί μὲν κατεῖχε πάλαι ὁ Μηριόνης καὶ τί ὕστερον ἔλαβε· τὸν μὲν γὰρ ὀιστὸν εἶχε
20πάλαι ὡς ἴθυνε. πῶς οὖν πάλαι; τοσοῦτόν φησι χρόνον ὡς ἴθυνεν ὁ Τεῦκρος πρῶτος τοξεύων. τὸ δὲ τόξον ἐξείρυσε χειρός, ὃ οὐ κατέσχεν αὐτός, τῆς τοῦ Τεύκρου. σπερχόμενος δὲ διὰ τὸ ἁρπάζοντι ἐοικέναι, διὰ τὸ τάχος τῆς πετομένης περιστερᾶς.

23

.

870

ad v. 862 sqq.265 in vol. 2

24

15-16

Διὰ τί ὁ Ἀχιλλεὺς τὸν Ἕκτορα εἷλκε περὶ τὸν τάφον τοῦ Πατρόκλου, παρὰ τὰ νενομισμένα ποιῶν εἰς τὸν νεκρόν; ἢ παρανο‐ μοῦσι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι ἀλλ’ οἱ ἄρχοντες, ὁ δὲ Ἕκτωρ πρό‐ τερος ἐνεχείρησε λωβήσασθαι τὸν Πάτροκλον τοιαῦτα. τίς γὰρ ἡ γνώμη
5Ἕκτορος περὶ Πατρόκλου;
μάλιστα δὲ φαίδιμος Ἕκτωρ ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς (Σ 175—77). εἵλκυσταί τε πρότερος Πάτροκλος διὰ τὴν τῶν Τρώων
10περὶ τὸν νεκρὸν προθυμίαν· ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην λαοῖσι δοίη τανύειν μεθύουσαν ἀλοιφ· δεξάμενοι δ’ ἄρα τοίγε διαστάντες τανύουσι κυκλός’, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφ,
15 πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρ· ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ εἷλκον ἀμφότεροι (Ρ 389—95)· καὶ πάλιν· Ἕκτωρ μὲν Πάτροκλον, ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα,
20 ἕλχ’, ἵν’ ἀπ’ ὤμοιιν κεφαλὴν τάμοι (Ρ 125. 26). ἐκείνων οὖν λελυκότων τὸν νόμον, οὕτως ἐχρήσατο αὐτοῖς Ἀχιλλεύς· ὅταν γὰρ βουλόμενός τις κωλυθῇ, ἐκεῖνος μὲν πεποίηκεν, ἀλλ’ ὁ πά‐ σχων οὐδὲν πέπονθε. Πάτροκλος δὲ φθάσας περιείλκυσται γυμνὸς ἐν τῷ πεδίῳ διὰ πρόφασιν τῶν προθεμένων αἰκίσασθαι τὸ σῶμα, ὥστ’
25ἀπολαμβάνοντι ἔοικεν ὁ Ἕκτωρ ἃ δέδρακεν, οὐ μὴν πάσχοντι τὰ παρά‐
νομα. καὶ φιλανθρωπότερόν γε, ὅτι μόνον ἃ δρᾶσαι δεδύνηται πέπον‐ θεν, οὐχ ὅσα δὲ δρᾶσαι διενοήθη. ἔστι δὲ λύειν, φησὶν Ἀριστοτέλης (fr. 158 Acad. Ber.), καὶ εἰς τὰ ὑπάρχοντα ἀνάγοντα ἔθη, ὅτι τοιαῦτα ἦν, ἐπεὶ καὶ νῦν ἐν τῇ Θετταλίᾳ περιέλκουσι περὶ τοὺς τάφους.266 in vol. 2
30 διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν Ἕκτορα; λέγομεν οὖν, ὅτι οὐ δι’ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψεν (Ζ 417), ἀλλ’ ὅτι πρότερος ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ·
κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
35 πῆξαι ἀνὰ σκολόπεσσι, ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς (Σ 176. 77)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι ἀλλ’ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχός φησιν, ὅτι πάτριόν ἐστι Θετταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σίμωνα γάρ φησι Θετταλὸν τὸ γένος Εὐρυδάμαντα τὸν Μειδίου σῦραι ἀποκτείναντα
40Θρασύλον τὸν ἀδελφὸν αὐτοῦ, ἁψάμενον τοῦ νόμου πρῶτον· τὸν γὰρ φονέα ἐξάψαι τοῦ δίφρου καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλ‐ κειν, φησὶν, ὁ νόμος ἐκέλευεν. ὅθεν καὶ Ἀχιλλεὺς ὡς Θετταλὸς πατρίῳ
ἔθει τοῦτο πεποίηκεν.267 in vol. 2

24

.

22

Schol. de v. ἀεικίζειν et sim. notione v. in extr. opere (ζητ. 35).

24

.

73

ψευδὲς τοῦτο. τάχα οὖν φησιν ὅτι ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύς. ἢ ὑπερβολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συν‐ εχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν.

24

.

81

v. ad p. 164, 12 sqq.

24

.

117

τὸ δὲ ἐφήσω οὐκ ἔστιν ἐπιπέμψω ἁπλῶς, ἀλλ’ ἔστιν ἐντο‐ λὰς αὐτῇ δοὺς πέμψω. τίς δὲ ἡ ἐντολή; λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν· ἐφετμὴ γὰρ ἐντολή, παρὰ τὸ ἐφίεσθαι γεγονυῖα, ὅ ἐστιν ἐντέλλεσθαι· ὑμέων δ’ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος
5τάδε εἴρω (ν 7), ὡς εἰ ἔλεγεν ἐφετμὰς ποιούμενος.

24

.

130

ἀθετεῖται· ἀνοίκειος γὰρ ἥρωι καὶ θεῷ. ἴσως διὰ τὸ πολλοὺς ἀντ’ αὐτοῦ κτήσασθαι ἐκγόνους. ἢ τάχα ὑποκλέπτουσα αὐτὸν τοῦ πέν‐ θους ταῦτά φησι. συγκοιμᾶται οὖν Βρισηίδι μετὰ ταῦτα (v. 675).

24

.

172

ad ζητ. ιζʹ.

24

.

221

Ὅμηρος, ὁπόταν τὸ γένος προείπῃ καὶ τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτι‐ κοῦ συνδέσμου, ὃς οὐκ ἔστι συναγωγός, διὰ δὲ τοῦ συμπλεκτικοῦ καὶ ἀναφορικοῦ καὶ ὑπάρχειν πάντα σημαίνοντος, ὥσπερ ἐν τούτοις· νηῶν
5δ’ ἔκφερ’ ἄεθλα (Ψ 259)· τὸ γενικὸν τοῦτο· τὰ δὲ εἴδη·
λέβητάς τε τρίποδάς τε ἵππους θ’ ἡμιόνους τε βοῶν τ’ ἴφθιμα κάρηνα ἠδὲ γυναῖκας ἐυζώνους πολιόν τε σίδηρον. πάλιν εἰπὼν πολλὰ δ’ ἀγάλματ’ ἀνῆψεν (γ 274) ἐπάγει τὸ εἶδος,
268 in vol. 2
10ὑφάσματά τε χρυσόν τε, καὶ πάλιν εἰπὼν μῆλα ἐπάγει τὸ εἶδος, ὄιές τε καὶ αἶγες (ι 184). καὶ Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον (Β 494), καὶ οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν. πάλιν φυτόν εἰπὼν (ω 246) ἐπάγει·
15
οὐ συκ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον· πρὸς μὲν τὸ φυτόν ἀπέδωκε τὴν συκῆν καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν καὶ τὴν ὄχνην, πρὸς δὲ τὸν κῆπον ταῦτά τε καὶ τὴν πρασιάν. λέγει γὰρ αὐτός που· καί μοι κῆπον ἔχει πολυδένδρεον (δ 737). [κῆ‐
20πος δὲ ὁ καταπνεόμενος· Ζεφυρίη πνείουσα τὰ μὲν φύει ἄλλα δὲ πέσσει (η 119). καὶ ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν (Χ 467) ἀντὶ τοῦ ἀπέπνευσε. πρασιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων πράσοις, ἅπερ καὶ ἐπ’ ἐσχάτοις φυτεύουσιν· ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νεία‐ τον ὀρχόν (η 127) καὶ τὰ ἑξῆς ἔπη].
25πάλιν δένδρεα δ’ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν
588)· δένδρον τὸ γένος, οἷς ἐπάγει τὰ εἴδη· ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι. καὶ πάλιν ὅθι δένδρεα μακρὰ πεφύκει (ε 238), καὶ ἐπάγει· κλήθρη τ’ αἴγειρός τ’ ἐλάτη τ’ ἦν οὐρανο‐ μήκης. καὶ εἰπὼν ὁ δ’ ἐρινεὸν ὀξέι χαλκῷ τάμνεν (Φ 37)269 in vol. 2
30ἐπάγει τὸ εἰδικώτερον· νέους ὄρπηκας. καὶ πάλιν ἀμφόνον εἰπὼν (Κ 297) ἐπάγει τὰ ἐκ τοῦ φόνου· ἂν νέκυας διά τ’ ἔντεα καὶ μέ‐ λαν αἷμα· καὶ γὰρ οἱ νέκυες καὶ τὸ αἷμα καὶ τὰ ἔντεα ἐκ τοῦ φόνου· καὶ πάλιν ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν (Τ 214). λέγει δὲ καὶ τὸν τόπον, ἔνθα οἱ φονευθέντες, φόνον·
35 ἀλλ’ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλήν (χ 375). τὸ οὖν ἀμφόνον δύναται ἐπὶ τοῦ τόπου τῶν πεφονευμένων ἀκούε‐ σθαι, ἔνθα ἦσαν οἱ νέκυες καὶ τὰ ἑξῆς. [τὸ δὲ ἐρευγόμενοι φόνον αἵματος (Π 162) ἀποδεδώκαμεν ἀντὶ τοῦ αἷμα φόνου. δύναται δὲ
40φόνον λέγειν ἐν ὑπερβολῇ τὸ πλῆθος τὸ ἐκ τοῦ αἵματος τῶν φονευ‐ θέντων]. τὰ μὲν οὖν συνεκτικὰ πολλῶν ὁμοῦ οὕτω, τὰ δὲ διαζευκτικά· μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων ἢ καὶ θέσπιν ἀοι‐ δόν (ρ 384. 85). τούτοις οὖν ὅμοιον τὸ τῶν οἳ μάντιές εἰσι
45θυοσκόοι ἢ ἱερῆες (Ω 221). **** ὁ δὲ Λειώδης (φ 144) ὅτι οὐκ ἔστι μάντις δῆλον· οὐδὲν γὰρ ποιεῖ αὐτὸν προλέγοντα τοῖς μνηστῆρσιν, ὥσπερ τὸν Θεοκλύμενον· ἆ δειλο, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τ’ ἔνερθέ τε γοῦνα;

24

.

221

(50)

(υ 351. 2) καὶ ἐπάγει· εἰδώλων πλεῖον πρόθυρον, πλείη δὲ [κα] αὐλὴ ἱεμένων ἔρεβόσδε, ὡς τῶν παρακολουθούντων αὐτοῖς δαιμόνων ἤδη ἀφισταμένων καὶ εἰς Ἅιδου ἀπιόντων, ὡς καὶ ἐπὶ τοῦ Ἕκτορος ἔφη [ῥέπε δ’ Ἕκτορος270 in vol. 2
55αἴσιμον ἦμαρ, ᾤχετο δ’ εἰς Ἀίδαο], λεῖπε δέ ἑ Φοῖβος Ἀπόλ‐ λων (Χ 212 sqq.), καὶ ἐπὶ τῶν ἀποθνήσκειν μελλόντων αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν
(Θ 73. 74).
60 ἠγνόησάν τινες καὶ τὸν θυοσκόον, ἀποδιδόντες τὸν αὐτὸν μάν‐ τιν. δοκεῖ δ’ ἐμοὶ ἱερέα αὐτὸν ἀποδιδόναι, ἀπὸ τοῦ καίειν τὰ θύη. λέγει γὰρ καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων (Α 462)· ὁ οὖν καίων τὰ τεθυμένα τοῖς θεοῖς θυοσκόος· θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτρο‐ κλον (Ι 219) καὶ τὸν πῦρ κῆαι ἄνωγε (ο 97) καὶ πῦρ μέγα κειά‐
65μενος (ψ 51). καὶ ὁ Χρύσης δὲ λέγει· ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρ’ ἔκηα (Α 40). ἀπὸ συμβεβηκότος οὖν θυοσκόος ὁ ἱερεύων τοῖς θεοῖς ἐκ τῶν ἰδίων, καὶ εἴ τις ἄλλος βούλοιτο. πῶς οὖν ὁ Λει‐ ώδης φησὶν αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι (χ 318); πρὸς ὃν ἀποκρίνεται· εἰ μὲν δὴ μετὰ τοῖσι
70θυοσκόος εὔχεαι εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι (χ 321—23)· τοὺς γὰρ ἱερέας ποιεῖ καὶ καταρωμένους, ὥσπερ τὸν Χρύ‐ σην, οὐ τοὺς μάντεις. ὅταν οὖν εἴπῃ ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες (Ω 221), οὐ δεῖ συνάπτειν τῷ θυοσκόοι, ἢ ἱερῆες, ἀλλὰ
75θυοσκόοι ἢ ἱερῆες, ἵν’ ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοσκόοι, τὰ τεθυμένα καίοντες· ὁ γὰρ διαζευκτικὸς ἄλλους καὶ ἄλλους δηλοῖ, ὡς
τὸ ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειρο‐ πόλον (Α 62). περὶ τριῶν γὰρ ἔφη· περὶ μάντεως, ὃς ἐκ σημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ ἔκ τινων συμβόλων ἢ ἀποβάντων λέγει καὶ μαν‐271 in vol. 2
80τεύεται, ὡς ὁ Κάλχας ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνος μῆνιν, ἐκ τοῦ δράκοντος καὶ τῶν στρουθῶν τὰ περὶ τὴν πόρθησιν τοῦ Ἰλίου, ὁ δὲ Θεοκλύμενος ἐξ οἰωνῶν, ἀετὸν θεασάμενος τίλλοντα πέλειαν (ο 529), καὶ ἡ Ἑλένη ἐπὶ τῶν ἁρπασάντων τὸν ἥμερον χῆνα ἐκ τῆς αὐλῆς· κλῦτέ μοι, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι
85βάλλουσιν (ο 172). ὁ μὲν οὖν μάντις τοιοῦτος, ὁ δὲ ἱερεὺς ἀρᾶται καὶ εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωσύνην ἔχει, ὡς ὁ Χρύσης κατα‐ ρᾶται μὴ τυχὼν τῆς θυγατρός, καὶ πάλιν τυχὼν ὑπερεύχεται ****. ὁ δ’ ὀνειροπόλος ἔμπειρός ἐστιν ἀποκρίνασθαι ὀνείρατα, ὥσπερ Πηνελόπη τὸν Ὀδυσσέα καὶ τοὺς χῆνας ὁραθέντας ἐπερωτᾷ ἐνύπνια διελέσθαι καὶ
90σαφηνίσαι (τ 535 sqq.). καί τινα Εὐρυδάμαντα ὀνειροπόλον γέροντά φησι μὴ κρίνασθαι τοῖς ἑαυτοῦ παισὶν ὀνείρους, ὁπότε ἤρχοντο ἐπὶ τὸν πόλεμον (Ε 150), οὐ μὰ Δία θεασάμενος αὐτός· οὐδὲ μὴν ἐκείνους ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ κρίνειν αὐτοῖς τὸ μέλλον. [ὅτι δὲ διέζευκται ὁ θυοσκόος ἱερεὺς τοῦ μάντεως δῆλον· τῶν οἳ μάντιές
95εἰσι θυοσκόοι ἢ ἱερῆες].272 in vol. 2

24

315-316

[ἐζητήθη ποίου μέμνηται ἐνταῦθα Ὅμηρος αἰετοῦ, τοῦ πυγάργου ἢ τοῦ ἀφροδισίου ἢ πέλλου, περὶ ὧν φησιν ἐν τῇ Ἰλιάδι Κ (274). καὶ πάλιν αἰετοῦ οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆ‐ ρος, περὶ οὗ φησιν ἐν τῇ Ἰλιάδι Φ (252).] ἔστι δὲ ὁ αὐτός, καλού‐
5μενος μορφνὸς ὀνόματι καὶ μέλας δὲ ὤν, περὶ οὗ φησιν Ἀριστοτέλης (hist. anim. IX, 32)· „ἕτερος δὲ μέλας χρόαν καὶ μέγεθος ἐλάχιστος καὶ κράτιστος· οἰκεῖ δ’ ὄρη καὶ ὕλας, καλεῖται δὲ μελαναίετος καὶ λαγωσφόνος ἔστι δὲ ὠκυβόλοσ“. ἐπεὶ τοίνυν κοινῶς αἰετὸν ἔφη, προσέθηκε μέλανος, εἶτα ἐπικυρῶν τοῦ θηρητῆρος. οἱ δὲ κατ‐
10εψεύσαντο τοῦ ποιητοῦ ὡς μελανόστου ὑφ’ ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι, καταψευδόμενοι τῆς ἀληθείας· ὀστοῦν γὰρ μέλαν οὐδενὸς ζώου εὑρί‐ σκεται· οὐδ’ ἂν εἶπεν ὁ ποιητὴς ὀστοῦν, εἰωθὼς ὀστέον λέγειν τρισυλλά‐ βως. ἀλλ’ οὗτός ἐστιν ὁ μέλας, ὁ θηρητήρ, ὃν Ἀριστοτέλης μὲν κρά‐
15τιστον ἔφη, Ὅμηρος δὲ ὅς θ’ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν (Φ 253). εἴωθε δὲ καὶ ὁ Ἀρχίλοχος μελάμπυγον τοῦτον καλεῖν· μή τευ μελαμπύγου τύχῃς (fr. 110)—ἄλλος γὰρ ὁ πύγ‐ αργος, ἄλλος δὲ ὁ μέλας ὅλος· διὰ τοῦτο καὶ μελάμπυγος—†ἀλλ’ οὐκ ἐπὶ τούτους ἀναφέρων Θείας υἱοὺς κατωμαδὸν πρὸς Ἡρακλέους273 in vol. 2
20φερομένους τὰς ὑπὸ τὰ ἰσχία αὐτοῦ καταμαθεῖν πυλι ..... καὶ γελά‐ σαντας οὕτω τυχεῖν σωτηρίας· ἀλλὰ πρὸς τὸν πύγαργον ἀετὸν (Arist. p. 618 β 19) συγκρίνων καρτερὸν εἶπε τὸν μελάμπυγον. διὸ οὔτε τὸ μελανόστου συναπτέον, οὔτε τὸ μελανόσσου γραπτέον, οἷον με‐ λανοφθάλμου· μελαναίετος γὰρ ὡς ὅλος μέλας· οὔτε, ὥς φησιν Ἀρί‐
25σταρχος, ἐγκλίνοντες ἂν προφεροίμεθα μέλανός του· ἐπιτηδεύων γὰρ εἶπε τοῦ θηρητῆρος, ἐπεὶ ὁ μέλας τοιοῦτος. ἀλλὰ τὸ ἄρθρον λυπεῖ προσκείμενον. λυπείτω οὖν καὶ ἐπὶ τῷ Τελαμωνιάδῃ (Ξ 460) καὶ τῷ Ἀσκληπιάδῃ (Λ 614) καὶ οὕνεκα τὸν Χρύσην ἠτίμασεν (Α 11). ἀπὸ δὲ τούτου, ὅτι τὸν αὐτὸν μορφνόν καὶ περκνόν καλεῖ
30(Ω 316), συναγάγοι ἄν τις ἐκ τοῦ κἀκεῖνον θηρητῆρα εἰπεῖν μορφνὸν θηρητῆρα, εἰ μὴ ἄρα ἄλλως μὲν ὁ περκνός, ὃς καὶ θηρητὴρ κοινῶς εἴρηται, ἄλλως δὲ ὁ μέλας, ὃς καὶ θηρητὴρ ἰδίως καλεῖται.

24

.

420

Quae a schol. Townleiano (V. Rose, Ar. ps., p. 169, 23) et Victor. (f. 450a) ex Aristotele afferuntur induci non possum ut cum
Roseo l. c. et Heitzio, verl. Schrft. d. Ar., p. 269, ad ἀπορήματα Ὁμηρικά referam; quorum sententia si vera esset, paucissima illa verba et274 in vol. 2
5a scholiis et ab Eustathio h. l. allata e Porphyrio petita esse summa qui‐ dem cum veri specie existimandum esset. Sed locus, de quo agitur, ita mihi se habere videtur, ut statuendum potius sit, Aristotelem occasione oblata de eadem vel simili re ad vulnera pertinente agentem versum, quem Homeri esse diceret (μῦσεν δὲ περιβροτόεσσα ὠτειλή), obiter
10attulisse. Neque illa quidem quae apud Suidam leguntur v. μεμυ‐ κότα ..... καὶ Ὅμηρος· σὺν δ’ ἕλκεα πάντα μέμυκεν. ἐκ παρα‐ τηρήσεως Ὅμηρός φησι τῶν ἐν πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ Ἕκτορος κατὰ θείαν πρόνοιαν ..., quibus mul‐ tum ad sententiam suam stabiliendam Heitzius tribuit, ita mihi com‐
15parata esse videntur, ut Quaestionis olim institutae solutionem ser‐ vaverint; nihil enim verbis μόνου δὲ τοῦ Ἕκτορος κτλ. docetur, nisi quod ipso v. 422 continetur.

24

.

515

παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χειραγωγῆσαι καὶ τιμῆσαι. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.

24

527sqq

..... ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐν‐ ταῦθα μὲν ὁ ποιητής φησιν ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ α (34) τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ
5μόρον ἄλγε’ ἔχουσιν. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακά, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσ‐ σείᾳ Ζεύς, ὡς σαφῶς ἐπιστάμενος, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προσώπῳ.
μέμφεται τὴν δόξαν Πλάτων (resp. II, p. 379 D) λέγων, ὡς ὁ275 in vol. 2
10θεὸς ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερὸν οὐδὲ βλάπτει. ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου, ἐπεὶ καὶ ὁ ποιητὴς ὁμοίως φησίν, ὅταν λέγῃ Ζεύς· οἱ δὲ καὶ αὐτοὶ σφῇ‐ σιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν (α 34).

24

559sqq

Ἀριστοτέλης (fr. 163) φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλ‐ λέως ἦθος. οἱ δέ φασιν ὅτι, ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφ’ Ἕκτορι θρήνου, διὰ τοῦτο δεδίσσει. ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν ὁ Πρίαμος
5ταράξῃ αὐτόν, καὶ ὅτι συνεχῶς τοῦ ὀνόματος Ἕκτορος ἐμέμνητο.

24

594-595

τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν, ὅτι καὶ τὴν Διὸς γνώμην πληρώσας ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον. ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν· καί ’ ὁ μὲν ἐν δήμῳ μένει
5αὐτοῦ πόλλ’ ἀποτίσας (Ι 634), καί κέν τίς τε κασιγνήτοιο φόνοιο ποινήν (Ι 632). δώσει δὲ ἀποθανόντι δι’ ἐπιταφίων εἰς αὐτὸν ἀγώνων.

24

.

650

ἐκτὸς μὲν δὴ λέξο· ἀφίστησιν αὐτόν, ἀμάρτυρον θέλων
ἔχειν τὴν νυκτερινὴν παρρησίαν πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν (v. 130)· αἰδεῖται γὰρ εἰσφέρειν Βρισηίδα ὑπὲρ τοῦ Πριάμου. ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν. ἢ βεβαιῶσαι θέλει τὰς ἐπαγγελίας276 in vol. 2
5τῆς ἀνοχῆς, ὡς πάντων δι’ αὐτοῦ γινομένων. ἢ ἴσως οἶδεν Ἀγαμέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν. οἰκονομεῖται γὰρ νυκτὸς ἀπελθεῖν.

24

.

669

... ἐζήτηται δὲ πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλ‐ λεται τῷ Πριάμῳ ταῦτα ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺς τὰ τῶν πολεμίων ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν.

24

.

765

ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴ γε δεκαετὴς μὲν ὁ τοῦ πολέμου χρόνος ὁμολο‐ γεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς εἰς Ἰθάκην ἐπανελήλυθεν ἔτει. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ
5θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλε‐ μον καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν. νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς
στρατολογίας οὐκ ἀριθμητέον.277 in vol. 2