TLG 2034 010 :: PORPHYRIUS :: Chronica

PORPHYRIUS Phil., vel Malchus
(Tyrius Romanus: A.D. 3)

Chronica

Source: FHG 3. : 689–702, 706–707, 711–717, 719–725.

Citation: Fragment — section — (line)

1

t

ΒΑΣΙΛΕΙΣ ΜΑΚΕΔΟΝΩΝ.

1

.

1

Syncell. p. 261, D: Ὁ περὶ τῆς βασιλείας Μακε‐ δόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι περὶ ταῦτα σπουδά‐ ζουσιν ἀναγκαῖος πέφυκε. Προκείσθω γοῦν κεφαλαιω‐
5δῶς ὑπὸ μίαν σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. Τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. Μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν πʹ Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον, ἐξ
10ὧν αἱ τῶν Κορινθίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. Χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως. Κάρανος ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος, ἑνὸς τῶν ἀφ’ Ἡρακλέους καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας689
15βασιλεύοντος, σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου, μεθ’ ὧν τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας, συμμαχήσας ἅμα καί τινι τῶν Ὀρε‐ στῶν λεγομένων δυνάστῃ περὶ τὴν χώραν κατὰ τῶν πλη‐
20σιοχώρων βαρβάρων, τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συν‐ εστήσατο, ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ’ αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ιαʹ ἦν, ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν
25κατελθόντος εἰς Πελοπόννησον ἕβδομος. Γενεαλογοῦσι δ’ αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος, [καὶ add. Sca‐ lig. perperam] οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος· Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεστίου (Θεοστίου codd.) τοῦ Κισ‐
30σίου (Κισοῦ B.) τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου (Κλεοδάτου A. Κλεοδίου B.) τοῦ Ὕλλου τοῦ Ἡρακλέους. Ἔνιοι δὲ ἄλλως, φησὶ, γενεαλο‐ γοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροί‐ σου τοῦ Κλεοδαίου τοῦ Εὐρυβιάδα τοῦ Δεβάλλου
35(Δαιβάλλου cod. B.) τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ Κάρανος λʹ ἔτη ἐβασίλευσε· μεθ’ ὃν Κοῖνος παῖς ἔτη κηʹ. Μετὰ δὲ τοῦτον ὁ υἱὸς Τυριμμᾶς ἔτη μεʹ, καὶ τὴν λοιπὴν τῆς Μακεδονίας προσελάβετο χώραν, καὶ καθ’ ὅλου τὴν βα‐
40σιλείαν ηὔξησεν. [Εἶτα Περδίκκας ἔτη μηʹ. m.] Εἶτα Ἀργεῖος παῖς (Τυριμμᾶ h. v. delet m.) ἔτη λδʹ, μεθ’ ὃν Φίλιππος υἱὸς Ἀργείου ἔτη λεʹ. Πρὸς οἷς Ἀλκέτας ὁ Φιλίππου υἱὸς ἔτη .... [Pro his Scaliger: Πρὸς οἷς Ἀε‐ ρόπας ὁ Φιλίππου υἱὸς ἔτη κγʹ. Ἀλκέτας ἔτη κηʹ]. Εἶτ’
45Ἀμύντας υἱὸς Ἀλκέτου ἔτη [μβʹ suppl. Scal.]. Ἑξῆς Ἀλέξανδρος Ἀμύντου [ἔτη μδʹ Scal.]. Οὗτος κατὰ τὴν Ξέρξου διάβασιν Πέρσαις ἔδωκεν ὕδωρ καὶ γῆν. Οὗτος ἔσχε δύο υἱοὺς, Περδίκκαν καὶ Ἀμύνταν, ὧν Περδίκκας μὲν ἐβασίλευσεν ἔτη [κγʹ Scal.]. Ἀμύντας δὲ πάντα690

1

.

1

(50)

τὸν βίον ἰδιωτικῶς ζήσας κατέλιπεν υἱὸν Ἀριδαῖον, οὗ παῖς γέγονεν Ἀμύντας ἕτερος ὁμώνυμος τῷ πάππῳ, περὶ οὗ ἑξῆς λεχθήσεται, πῶς ἐπὶ τὴν βασιλείαν παρῆλθε. Μετὰ γὰρ Περδίκκαν Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐβασίλευ‐ σεν ἔτη ιδʹ, πρὸς ὃν καὶ Εὐριπίδης ὁ τραγῳδοποιὸς παρα‐
55γενηθεὶς πάντα τὸν χρόνον διῆξε τιμώμενος παρ’ αὐτῷ. Ἀρχελάου δ’ ἀναιρεθέντος διεδέξατο τὴν βασιλείαν Ὀρέστης υἱὸς αὐτοῦ ἔτη δʹ. Ὃν ἀνεῖλεν Ἀερόπας (Ἀρ‐ χέλαος m.) ἐπίτροπος καὶ ἐβασίλευσε μετ’ αὐτὸν ἔτη δʹ. Μεθ’ ὃν Ἀμύντας ἔτος αʹ βασιλεύσας ὑπὸ Μακεδόνων
60ἐξεβλήθη. ** Καὶ Ἀμύντας ὁ προρρηθεὶς καθείρχθη (l. κατήχθη) υἱὸς μὲν Ἀριδαίου τοῦ υἱοῦ Ἀμύντου τοῦ Ἀλεξάνδρου, καθ’ ὃν, ὡς προείρηται, γέγονεν ἡ Ξέρξου διάβασις ἐπὶ τὴν Ἑλλάδα. [supplet m.: Διεδέξατο Παυσανίας ἔτος αʹ, εἶτα Ἀμύντας ἔτη εʹ, εἶτα ἄλλος Ἀρ‐
65γεῖος βʹ, εἶτα ἄλλος Ἀμύντας ιβʹ.] Ἀμύντου τοίνυν τούτου βασιλεύσαντος ἔτη ιβʹ διεδέξατο τὴν ἀρχὴν Ἀλέξανδρος, υἱὸς αὐτοῦ πρῶτος, ἔτος αʹ. Μετὰ δὲ τοῦτον Πτολεμαῖος ἦρξεν ὁ λεγόμενος Ἀλωρίτης, ἀλλότριος τοῦ γένους, ἔτη [γʹ]. Τοῦτον ἀνελὼν Περδίκκας υἱὸς καὶ αὐτὸς Ἀμύντου
70[κατέσχεν τὴν βασιλείαν ἔτη ϛʹ. Εἶτα Φίλιππος m.] ἔτη κγʹ κρατήσας τῆς βασιλείας Μακεδόνων, δεόντως τε ἅπαντα πράξας καὶ κατὰ τάξιν μεγίστην πασῶν τῶν κατὰ τὴν Εὐρώπην ἀναδείξας τὴν Μακεδόνων ἀρχήν. Οὗτος τοὺς περὶ τὴν χώραν ἅπαντας ἐδουλώσατο πολε‐
75μίους, βουληθεὶς καὶ αὐτοὺς Ἕλληνας ὑπὸ χεῖρα ποιή‐
σασθαι, μεγάλην κτησάμενος δύναμιν, καὶ Τριβάλλους ὑποτάξας. Ἐπ’ αὐτοῦ Πλάτων μὲν τελευτᾷ καταγη‐ ράσας, Ἀριστοτέλης δ’ ὁ Σταγειρίτης Νικομάχου παῖς ἤνθει, οὗ καὶ ἀκροατὴς γέγονεν Ἀλέξανδρος ὁ Φιλίππου691
80τούτου παῖς ἐξ Ὀλυμπιάδος γαμετῆς, ἣν Ἕλληνές φα‐ σιν ἐξ Ἀχιλλέως τοῦ Θέτιδος φέρειν τὸ γένος. Φίλιπ‐ πος οὗτος πρὸ μικροῦ χρόνου τῆς τελευτῆς τὸ Βυζάντιον ἐπολιόρκησε· συμμαχούντων δὲ Βυζαντίοις Ἀθηναίων διὰ Χάρητος στρατηγοῦ ἀποτυχὼν ὁ Φίλιππος ἐπὶ Χερρόνη‐
85σον χωρεῖ, καὶ ταύτην λαβὼν ἐπανῆλθε. Τότε καὶ Ἀθη‐ ναίοις σπένδεται βασιλεύσας, ὡς προλέλεκται, ἔτη κγʹ, καὶ ἀναιρεθεὶς ὑπὸ Παυσανίου κατὰ τὴν ριʹ [leg. ριαʹ. mgo: ρθʹ e Sync. computo] ὀλυμπιάδα ἀρχομένην, καθ’ ἣν Ἀλέξανδρος παῖς ἐβασίλευε Μακεδόνων. Μετὰ γὰρ τὸν
90πατέρα Φίλιππον ἀναδέδεικται κατὰ τὸ πρῶτον ἔτος Δα‐ ρείου Ἀρσάμου Περσῶν βασιλέως, μετὰ Κῦρον γεγονότος. Μέχρι τοῦ νῦν, τῆς ἀρχῆς Ἀλεξάνδρου, γίνεται χρό‐ νος ἀπὸ μὲν πρώτης ὀλυμπιάδος καὶ αὐτῆς ἀρχομένης, καθ’ ἣν Ῥωμύλος Ῥώμην κτίζει, ἔτη υκʹ [υλγʹ m.],
95ἀπὸ δὲ Τροίας ἁλώσεως ἔτη ωʹ [ωκηʹ m.].692

3

.

1

Syncell. p. 264, B: (*) Θάπτεται οὖν τὸ σῶμα (Ἀλεξάνδρου) σταλὲν εἰς Ἀλεξάνδρειαν ὑπὸ Ἀριδαίου ἀδελφοῦ αὐτοῦ πρὸς πατρὸς, ὃς μετὰ Ἀλέξανδρον ἦρξε Μακεδόνων, μετονομασθεὶς ὑπ’ αὐτῶν Φίλιππος, σὺν
5Ἀλεξάνδρῳ ἐκ Ῥωξάνης τῆς Δαρείου (deb. Ὀξυάρ‐ του) παιδὸς τοῦ μεγάλου Ἀλεξάνδρου, ἐγγὺς ἔτη ζʹ. Ὅσα μὲν οὖν ἐχρῆν πρὸ τῆς Ἀλεξάνδρου βασιλείας περὶ τῆς Μακεδόνων ἀρχῆς παραθέσθαι, συνοπτικῶς ἤδη προτέτακται μέχρις αὐτοῦ. Λοιπὸν δὲ καὶ τοὺς μετ’
10αὐτὸν διαδεξαμένους τὴν ἡγεμονίαν ἐπισημοτέρους ἄξιον εἰπεῖν καὶ αὐτοὺς ἐν κεφαλαίῳ. Μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν διαιροῦνται τὴν ἡγεμονίαν Μακεδόνων μὲν, ὡς ἤδη λέλεκται, Ἀριδαῖος ἀδελφὸς αὐτοῦ πρὸς πατρὸς ἐκ Φιλίννης τῆς Θετταλῆς, ὁ ἐπικληθεὶς Φίλιππος,693
15πόθῳ τῶν Μακεδόνων τῷ πρὸς πατέρα Φίλιππον, καὶ Ἀλέξανδρος, παῖς Ἀλεξάνδρου ἐκ Ῥωξάνης τῆς Ὀξυάρ‐ του. Εἶτα καὶ οἱ λοιποὶ καθ’ ἑαυτοὺς ἕκαστος, ὧν οἱ προὔχοντες. ἦσαν Πτολεμαῖος ὁ Λάγου κληρωσάμενος τὴν Αἰγύπτου βασιλείαν, Σέλευκος ὁ Νικάτωρ [ἐπὶ]
20Συρίας καὶ Κιλικίας μέχρι Βαβυλῶνος, Περδίκκας ὁ λαβὼν παρὰ Ἀλεξάνδρου τὸν δακτύλιον (τὸ δακτυλί‐ διον G.) ἐπὶ τῆς μεγάλης τάττεται Φρυγίας, Λυσίμα‐ χος τὴν εἰς δεξιὰ τοῖς πλέουσι τὸν Πόντον ἡγεμονίαν παραλαμβάνει, Ἀντίγονος Φρυγίας τῆς μικρᾶς καὶ
25Παμφυλίας καὶ Λυκίας ἄρχει, Εὐμένης Παφλαγονίας καὶ Καππαδοκίας κληροῦται, Κάσανδρος ὁ Ἀντιπάτρου σὺν τῷ πατρὶ τὴν Ἀριδαίου καὶ Ἀλεξάνδρου διοικεῖ βασιλείαν ἐν Μακεδόσι, καὶ τῆς Ἑλλάδος κρατεῖ. Ταῦτα πάντα συντρέχει κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, καθ’ ἣν
30ἀρχομένην ἢ πρὶν ἄρξασθαι τὸν Ἀριδαῖον Ὀλυμπιὰς κτείνει ἡ Ἀλεξάνδρου μήτηρ ἡ παρὰ Αἰακοῦ σταλεῖσα τοῦ βασιλέως Ἠπείρου, ἢ τοῦτον φυγοῦσα καὶ πρὸς Μακεδόνας ἐλθοῦσα· διττῶς γὰρ ἱστορεῖται.

3

.

2

Τοῦτον μὲν οὖν ἀνελοῦσα σὺν τῇ γαμετῇ ἑβδόμῳ ἔτει τῆς μετὰ Ἀλέξανδρον βασιλείας αὐτοῦ, καὶ αὐτὴ μετὰ βραχὺν χρόνον ἀναιρεῖται ὑπὸ Κασάνδρου τοῦ Ἀν‐ τιπάτρου· βασιλεύει δὲ Μακεδόνων ἀρξαμένη σὺν δύο
5παισὶν Ἀλεξάνδρου, τῷ τε ἐκ Φαρσίνης (Βαρσίνης m.) τῆς Φαρναβάζου Ἡρακλεῖ καλουμένῳ καὶ Ἀλεξάνδρῳ τῷ προρρηθέντι ἐκ Ῥωξάνης τῆς θυγατρὸς Ὀξυάρ‐ του Βακτρῶν βασιλέως, οὓς καὶ αὐτοὺς ὁ Κάσανδρος ἀνελὼν, τὴν δὲ Ὀλυμπιάδα καὶ ἄταφον ἐκρίψας,
10ἑαυτὸν Μακεδόσι βασιλέα ἀνηγόρευσε, γήμας τὴν Φιλίππου τοῦ βασιλέως (γαμετὴν) Θεσσαλονίκην, καὶ βασιλεύσας ἔτη ιθʹ, φθινάδι τε νόσῳ διαλυθεὶς [ἔθανεν] ἐπὶ τρισὶν υἱοῖς, Φιλίππῳ, Ἀλεξάνδρῳ καὶ Ἀντιπά‐ τρῳ.

3

.

3

Ὧν Φίλιππος πρῶτος ἦρξε μετὰ Κάσανδρον τὸν πατέρα Μακεδόνων, ἐν Ἐλατείᾳ θανὼν, Ἀντίπατρος δὲ Θεσσαλονίκην ἀνελὼν, τὴν ἰδίαν μητέρα, συμπράττου‐ σαν Ἀλεξάνδρῳ τἀδελφῷ περὶ τῆς βασιλείας, εἰς Πόν‐694
5τον φεύγει πρὸς Λυσίμαχον καὶ ἀναιρεῖται ὑπ’ αὐτοῦ, καίπερ γήμας θυγατέρα αὐτοῦ. Ἀλέξανδρος δὲ Λυσάν‐ δραν τὴν Πτολεμαίου γαμεῖ, παρὰ Δημητρίου δὲ ἀναι‐ ρεῖται τοῦ Πολιορκητοῦ, συμμαχήσειν κατὰ Ἀντιπάτρου τοῦ νεωτέρου ἀδελφοῦ τοῦτον προσκαλεσάμενος, καὶ
10ἄρχει Μακεδόνων Δημήτριος. Ὁ Ἀντιγόνου μὲν παῖς οὗτος, τοῦ τὴν μικρὰν κληρωσαμένου Φρυγίαν, ὡς ἀνω‐ τέρω προείρηται, φοβερωτάτου δὲ τῶν τότε κατὰ τὴν Ἀσίαν βασιλέων, ὃς καὶ ἐν Φρυγίᾳ θνήσκει πάντων αὐτῷ διὰ φόβον ἐπιτεθέντων [τῶν] δυναστῶν, ἔτη
15ιηʹ τῆς βασιλείας κρατήσας, Πολιορκητὴς δὲ ἐπικλη‐ θεὶς, διὰ τὸ μετὰ θάνατον Ἀντιγόνου τοῦ πατρὸς ἐν Ἐφέσῳ διασωθῆναι φυγὰς, ἡνίκα τῆς ὅλης Ἀσίας ἀπο‐ σφαλεὶς ὤφθη δεινότατος ἐν τῇ πολιορκίᾳ, βασιλεύσας ἁπάντων τῶν τηνικαῦτα· οὗτος τῆς μὲν Ἀσίας τῆς μι‐
20κρᾶς ἔτη ιζʹ, Μακεδόνων δὲ ϛʹ ἐβασίλευσεν ἔτη μόνα, μετὰ τὸ ἀνελεῖν Ἀλέξανδρον τὸν Κασάνδρου.

3

.

4

Καὶ ἐκβάλλεται τῆς ἀρχῆς ὑπὸ Πύρρου βασιλέως Ἠπείρου, υἱοῦ μὲν Αἰακοῦ τοῦ Ἠπειρώτου δυνάστου, διαδεξαμένου τὴν Ἠπειρωτικὴν ἀρχὴν ἀπ’ αὐτοῦ, εἰ‐ κοστοῦ δὲ καὶ τρίτου ἀπὸ Ἀχιλλέως τοῦ Θέτιδος καὶ
5Πηλέως, ἀνδρὸς καὶ χειρὶ δυνατοῦ καὶ εὐβουλίας (εὐβου‐ λίᾳ G.) στρατηγικοῦ· ὃς Πύρρος ἐκβαλὼν Δημήτριον, ὡς προσηκούσης αὐτῷ τῆς Μακεδόνων ἀρχῆς μετὰ τὸ γένος Φιλίππου διὰ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου τοῦ κτίστου μητέρα φέρουσαν ἐκ Πύρρου τοῦ καὶ Νεο‐
10πτολέμου παιδὸς Ἀχιλλέως τὸ γένος, ἐκράτησε Μακε‐ δόνων μῆνας ζʹ. Λυσίμαχος δὲ ὁ Θετταλὸς, Ἀγαθο‐ κλέους παῖς, εἷς τῶν Ἀλεξάνδρου δορυφόρων, Θρᾴκης τε καὶ Χερρονήσου τῆς λοιπῆς τε βασιλεύων ὁμόρου χώρας, τῷ Πόντῳ καὶ τῇ Μακεδονίᾳ ταύτῃ ἐπιδρα‐
15μὼν ὡς γείτονι, Πύρρον μὲν διεδέξατο, αὐτὸς δὲ ἐβασίλευσε Μακεδόνων ἔτη εʹ (βʹ m. male) καὶ μῆ‐ νας ϛʹ. Οὗτος ἡττηθεὶς ἐν τῇ πρὸς Σέλευκον τὸν Νικά‐ τορα μάχῃ, βασιλέα Συρίας καὶ Ἀσίας, τὸν αἰχμάλωτον ἑλόντα καὶ τὸν Πολιορκητὴν Δημήτριον, ἐκπίπτει τῆς
20ἀρχῆς. Φανεροῦ δὴ ὄντος τοῦ τρόπου, καθ’ ὃν Ἀντίγονός τε ὁ τῆς μικρᾶς Φρυγίας καὶ Παμφυλίας καὶ Λυκίας ἄρξας εὐθὺς μετὰ Ἀλέξανδρον τέθνηκε, καὶ ὅπως ὁ τούτου παῖς Δημήτριος δόλῳ κρατήσας Μακεδόνων ὑπὸ Πύρ‐
25ρου ἐξεβλήθη, αἰχμάλωτός τε ἁλοὺς ὑπὸ Σελεύκου ἐν Κιλικίᾳ τηρούμενος βασιλικῶς θνήσκει, καὶ αὖθις ὁ
Λυσίμαχος Πύρρον ἐκβαλὼν Μακεδόνων ἐβασίλευσεν ὑπὸ Σελεύκου τε τοῦ Νικάτορος καταπολεμηθεὶς ἐκπέ‐ πτωκε τῆς ἀρχῆς· ὑπολείπεται δεῖξαι καὶ Σέλευκον695
30ὅπως τῆς βασιλείας ἔτυχε. Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύσας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βα‐ σιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ’ ἀνα‐
35βὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβʹ (λγʹ m.)· διὸ καὶ Νικάτωρ ἐπε‐ κλήθη.

3

.

5

Τῷ γοῦν λβʹ (λγʹ m.) ἔτει τῆς βασιλείας αὐτοῦ, οεʹ τῆς ὅλης ζωῆς, Λυσίμαχον ἐκβαλὼν τῆς Μακε‐ δονικῆς ἀρχῆς, ἐπαρθεὶς δὲ ἐπὶ τῇ νίκῃ (εὐθὺς ἐπὶ τῇ νίκῃ Euseb.) καὶ αὐτὸς ἀναιρεῖται πρὸς (ὑπὸ Scal.)
5Πτολεμαίου τοῦ Λάγου, τοῦ Κεραυνοῦ λεγομένου, μέλλων καὶ Μακεδόνων ἄρχειν, καὶ κρατεῖ Μακεδόνων Πτολεμαῖος.

3

.

6

Οὗτος ὁ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπά‐ τρου Σέλευκον ἀνελὼν εὐεργέτην τε ὄντα ἑαυτοῦ καὶ ἐκ φυγῆς ὑποδεξάμενον, [μετ’] ἔτος ἓν καὶ μῆνας εʹ ἀναι‐ ρεῖται καὶ αὐτὸς, Γαλάταις πολεμῶν, κατακοπεὶς μετὰ
5τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων.

3

.

7

Κατὰ δὲ τοὺς χρόνους τούτους τῶν Γαλατῶν ἐπι‐ κειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτὴν, (suppl. ex Euseb.: γίνεται ἀναρχία,) διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ
5ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος, ἀδελφὸς Πτολε‐ μαίου Λάγου (deb. Πτ. Κεραυνοῦ), πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών· ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας τεσσαρά‐ κοντα πέντε· μεθ’ οὓς Σωσθένης· ἔτι δὲ Πτολεμαῖος· πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης.
10Οἳ πάντες ἔτη τρία κατὰ Διόδωρον.

3

.

8

Ἀντίγονος ὁ Γονατᾶς ἐπικληθεὶς διὰ τὸ ἐν Γόνοις τῆς Θετταλίας τραφῆναι, υἱὸς Δημητρίου τοῦ Πολιορ‐ κητοῦ, βασιλεύει Μακεδόνων ἔτη μδʹ, προβασιλεύσας ἔτη δώδεκα (l. δέκα) τῆς Ἑλλάδος, καὶ μετὰ ταῦτα
5τῆς Μακεδονικῆς ἀρχῆς σὺν τῇ Ἑλλαδικῇ ἀντιποιησά‐ μενος ἓν κράτος (l. εἰς ἓν κρ. vel ἐγκρατῶς).

3

.

9

Μετὰ τοῦτον ὁ υἱὸς Δημήτριος ἔτη ιʹ βασιλεύσας τελευτᾷ καταλιπὼν Φίλιππον υἱὸν νήπιον.

3

.

10

Τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δη‐ μητρίου κρατεῖ Μακεδόνων ἔτη ιβʹ, κατὰ δὲ τὸν Διό‐ δωρον ἔτη θʹ. Μεθ’ ὃν ὁ Φίλιππος αὐξηθεὶς ἀπέλαβε τὴν πατρῴαν ἀρχὴν, καὶ ἦρξεν ἔτη μβʹ.

3

.

11

Τούτου τελευτήσαντος διεδέξατο τὴν ἀρχὴν Περ‐ σεὺς ἔτη ιʹ ἢ θʹ (l. μῆνας θʹ, uti est p. 282, B), κατά τινας ὕστατος βασιλεὺς Μακεδόνων γεγονὼς ὑποχείριός τε Ῥωμαίοις καὶ τὸν βίον οἰκτρῶς καταστρέψας κατὰ
5τοὺς χρόνους τῶν Μακκαβαίων.696

4

n

Exc. Euseb. p. 62 Scalig.; tom. II, p. 129 in Crameri Anecd. Paris.

4

.

1

Ἡ Μακεδονικὴ βασιλεία ἀπὸ τῶν Πορφυ‐ ρίου τοῦ καθ’ ἡμῶν φιλοσόφου. Μετὰ δὲ τὸν Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνων ἐβασίλευσαν οἵδε, τῆς Μακεδονίας καὶ Ἑλλάδος. —
5Ἡ τῶν Μακεδόνων ἀρχὴ ἄχρι τῆς ὑπὸ Ῥωμαίων κατα‐ λύσεως τοῦτον διήρκησε τὸν τρόπον. Ἀριδαῖος ὁ Φιλίπ‐ που καὶ Φιλίννης τῆς Θετταλῆς, ὃν οἱ Μακεδόνες πόθῳ τοῦ Φιλίππου γένους Φίλιππον προσαγορεύσαντες βασι‐ λέα ἀνέδειξαν μετὰ Ἀλέξανδρον, καίπερ ἐξ ἑταίρας
10γεγονότα, καὶ ἄφρονα συνειδότες εἶναι, διαδέχεται τὴν ἀρχὴν, ὥσπερ ἔφαμεν, Ὀλυμπιάδος τῆς ριδʹ ἔτει δευ‐ τέρῳ. Λογίζεται δὲ αὐτῷ ἔτη ζʹ. Ἐπέζησε γὰρ ἄχρι ἑκατοστῆς πεντεκαιδεκάτης Ὀλυμπιάδος ἔτους τετάρ‐ του. Κατέλιπε δὲ ὁ Ἀλέξανδρος παῖδας Ἡρακλέα τε ἐκ
15Βαρσίνης τῆς Φαρναβάζου, Ἀλέξανδρόν τε ἐκ Ῥωξά‐ νης τῆς Ὀξυάρτου τοῦ Βάκτρων βασιλέως.

4

.

2

Ἀριδαῖον μὲν οὖν Ὀλυμπιὰς ἔκτεινεν ἡ μήτηρ Ἀλεξάνδρου· αὐτὴν δὲ καὶ τοὺς δύο παῖδας Ἀλεξάνδρου Κάσανδρος ὁ Ἀντιπάτρου ἀναιρεῖ, τὸν μὲν αὐτὸς φο‐ νεύσας, τὸν δὲ Βαρσίνης Πολυσπέρχοντα πείσας· Ὀλυμ‐
5πιάδα δὲ καὶ ἄταφον ἐκρίψας, ἀνεῖπεν ἑαυτὸν Μακε‐ δόνων βασιλέα. Καὶ ἀπὸ τοῦδε καὶ τῶν ἄλλων σατρα‐ πῶν ἕκαστος ἐβασίλευσε, τῆς Ἀλεξάνδρου γενεᾶς διεφθαρμένης. Γήμας δὲ Θεσσαλονίκην τὴν Φιλίππου, βασιλεύων ἐπεβίω ἔτη ιθʹ, καὶ φθινάδι νόσῳ ἐπιπόνῳ
10διελύθη.

4

.

3

Τοῦτον διαδέχονται οἱ παῖδες, Φίλιππος [καὶ Ἀλέξανδρος] καὶ Ἀντίπατρος, οἵτινες ἔτη τρία καὶ
μῆνας ϛʹ ἐβασίλευσαν μετὰ τὸν πατέρα· πρῶ‐ τος μὲν Φίλιππος, καὶ ἐν Ἐλατείᾳ ἀποθνήσκει· Ἀν‐697
5τίπατρος δὲ Ἀλεξάνδρῳ τῷ παιδὶ συμπράττουσαν ἀνε‐ λὼν τὴν μητέρα Θεσσαλονίκην εἰς Λυσίμαχον ἔφυγε, καὶ τῶν ἐκείνου θυγατέρων γήμας τινὰ ὁμοίως ἀνῃ‐ ρέθη πρὸς αὐτοῦ Λυσιμάχου. Ἀλέξανδρος δὲ γαμεῖ μὲν Λυσάνδραν τὴν τοῦ Πτολεμαίου, πρός τε τὸν νεώτε‐
10ρον πολεμῶν ἀδελφὸν εἰς συμμαχίαν ἐπικαλεῖται Δημήτριον τὸν Ἀντιγόνου, ὅτῳ Πολιορκητὴς ἦν ἐπώνυ‐ μον, ἀναιρεῖταί τε ὑπ’ αὐτοῦ, καὶ Μακεδόσιν αὐτὸς ἄρχει Δημήτριος. Τῶν οὖν παίδων Κασάνδρου τῆς ἀρχῆς ἔτη λογίζονται ἀπὸ τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς [εἰ‐
15κοστῆς ἄχρι] τοῦ τρίτου ἑκατοστῆς εἰκοστῆς πρώτης Ὀλυμπιάδος.

4

.

4

Δημήτριον δὲ ἓξ ἔτη βασιλεύσαντα Μακεδονίας Πύρρος ἐκβάλλει τῆς Ἠπείρου βασιλεὺς, τρίτος καὶ εἰ‐ κοστὸς ἀπ’ Ἀχιλλέως τοῦ Θέτιδος ὢν, ὡς ἂν αὐτῷ προσηκούσης τῆς ἀρχῆς μετὰ τὸ Φιλίππου γένος δι’
5Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα κἀκείνην ἐκ Πύρ‐ ρου τοῦ [καὶ] Νεοπτολέμου γενομένην. Ἑπτὰ δὲ μῆνας ἄρχει Μακεδόνων. Τῷ δὲ ὀγδόῳ τοῦτον Λυσίμαχος διαδέχεται ὁ Ἀγαθοκλέους Θετταλὸς ὢν ἐκ Κρανῶνος, καὶ Ἀλεξάνδρου γεγονὼς δορυφόρος, Θρᾴ‐
10κης δὲ τότε καὶ Χερρονήσου βασιλεύων, εἰς γείτονα καὶ ὅμορον τὴν Μακεδονίαν ἐπιδραμὼν, διεδέξατο. Οὗτος Ἀρσινόῃ πεισθεὶς τῇ γυναικὶ, Ἀγαθοκλέα τὸν υἱὸν ἐκ τοῦ ζῆν ᾖρε. Βασιλεύει δὲ Μακεδονίας ἔτη εʹ, καὶ μῆνας ϛʹ. Ἡττᾶται δὲ ἐν τῇ περὶ Κόρου πεδίον μάχῃ τῇ πρὸς
15Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα, ὅτῳ Νικάτωρ ἐπί‐
κλησις ἦν, ὅτε καὶ τοῦ ζῆν ἀπαλλάττεται.698

4

.

5

Εὐθὺς δ’ ἐπὶ τῇ νίκῃ Σέλευκον Πτολεμαῖος ὁ τοῦ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου, ᾧ Κεραυνὸς ἐπίκλησις ἦν, εὐεργέτην τε ὄντα ἑαυτοῦ, καὶ ἐκ φυγῆς ὑποδεξάμενον, ἀνελὼν, ἦρχεν αὐτὸς Μακε‐
5δόσιν. Ὅσπερ Γαλάταις πολεμῶν ἀνῃρέθη, βασιλεύσας ἐνιαυτὸν καὶ μῆνας εʹ.

4

.

6

Τὸν δὲ Πτολεμαῖον Μελέαγρος ὁ ἀδελφὸς διε‐ δέξατο. Μακεδόνες δ’ αὐτὸν τῆς ἀρχῆς εὐθὺς ἐκβάλ‐ λουσιν ἄρξαντα δύο μῆνας ὡς ἀνάξιον φανέντα. Καὶ ἀντ’ αὐτοῦ ποιοῦνται βασιλέα Ἀντίπατρον, ἀδελφιδοῦν μὲν
5ὄντα Κασάνδρου, υἱὸν δὲ Φιλίππου, κατὰ ἀπορίαν γένους βασιλικοῦ. Πέντε δ’ αὐτὸν καὶ τεσσαράκοντα ἡμέραις ἄρχοντα Σωσθένης τις τῶν δημοτικῶν ἐξελαύνει ὡς ἀδύνατον στρατηγεῖν, Βρέννου τοῦ Γαλάτου ἐπιόν‐ τος τοσούτου πολέμου. Καὶ αὐτὸν οἱ Μακεδόνες Ἐτη‐
10σίαν ἐκάλεσαν, ὅτι χρόνῳ τοσῷδε οἱ ἐτησίαι πνέουσι. Σωσθένης δὲ Βρέννον ἐξελάσας, καὶ ὅλων δύο ἐτῶν προστὰς τῶν πραγμάτων ἀποθνήσκει.

4

.

7

Καὶ γίνεται ἀναρχία Μακεδόσι, διὰ τὸ τοὺς περὶ Ἀντίπατρον καὶ Πτολεμαῖον καὶ Ἀριδαῖον ἀν‐ τιποιεῖσθαι μὲν τῶν πραγμάτων, ὁλοσχερῶς δὲ μηδένα προστῆναι, ἀπὸ δὴ τοῦ Πτολεμαίου ἐπὶ τὸ τέλος τῆς
5ἀναρχίας, τοῦτ’ ἔστιν, ἀπὸ ρκδʹ Ὀλυμπιάδος ἔτους τε‐ τάρτου, ἄχρι τῆς ρκϛʹ, Πτολεμαίου μὲν τοῦ Κεραυνοῦ
βʹ, ἐνιαυτὸν καὶ μῆνας εʹ ἄρξαντος, Μελεάγρου δὲ μῆνας Ἀντιπάτρου δὲ ἡμέρας μεʹ, Σωσθένους δὲ ἔτη βʹ, καὶ τοῦ λοιποῦ χρόνου εἰς ἀναρχίαν λογισθέντος.699

4

.

8

Τοῦ δ’ Ἀντιπάτρου τοῖς πράγμασιν ἐπιβουλεύον‐ τος, Ἀντίγονος, ὁ Δημητρίου τοῦ Πολιορκητοῦ καὶ Φίλας τῆς Ἀντιπάτρου θυγατρὸς υἱὸς, μεταποιεῖται τῆς ἀρχῆς, ὃς ἐν Γόνοις τῆς Θετταλίας γενόμενός τε καὶ τραφεὶς
5Γονατᾶς ἐπεκαλεῖτο. Λογίζεται δὲ αὐτῷ τὰ πάντα ἔτη τῆς βασιλείας τέσσαρα καὶ τεσσαράκοντα. Ἦν γὰρ βασιλεὺς καὶ πρὶν τῆς Μακεδονίας κρατῆσαι, ὅλοις ἔτεσι δέκα πρότερον. Οὗτός ἐστιν ὁ τὴν Ἑλλάδα ἐγκρα‐ τῶς χειρωσάμενος. Καὶ βιοῖ μὲν τὰ πάντα ἔτη τρία
10καὶ ὀγδοήκοντα, τελευτᾷ δὲ τῆς ρλεʹ Ὀλυμπιάδος ἔτει
πρώτῳ.700

4

.

9

Ὃν διαδέχεται υἱὸς Δημήτριος, ὃς καὶ πᾶσαν τὴν Λιβύην ἔλαβε, Κυρήνης τε ἐκράτησε, καὶ κατέσχεν ἐτῶν δέκα. Γήμας δέ τινα τῶν αἰχμαλώτων, καὶ Χρυσηΐδα προσειπὼν, Φίλιππον ἐξ αὐτῆς ἔσχε τὸν
5πρῶτον πολεμήσαντα Ῥωμαίοις καὶ κακῶν αἴτιον Μα‐ κεδόσι γενόμενον.

4

.

10

Φίλιππον μὲν οὖν ὀρφανευόμενον ἐπετρόπευεν Ἀντίγονος ἕτερος ἐκ τοῦ βασιλείου γένους, ᾧ Φοῦσκος ἐπώνυμον ἦν. Δίκαιον δὲ τὸν Φοῦσκον εἰς τὴν ἐπιτροπὴν ὁρῶντες οἱ Μακεδόνες ἐστήσαντο βασιλεύειν, καὶ τὴν
5Χρυσηΐδα αὐτῷ ἥρμοσαν. Ὁ δὲ παίδων γενομένων ἐκ τῆς Χρυσηΐδος, οὐκ ἀνεθρέψατο, τὴν ἀρχὴν τῷ Φι‐ λίππῳ περισώζων (παρας. Scal.), ᾧ δὴ καὶ παρέδωκεν ἀποθνήσκων, ἐπιτροπεύσας μὲν ἐπ’ ἔτη ιβʹ, ζήσας δὲ πάντα ἔτη μβʹ. Ἦν δὲ τοῦ Δημητρίου υἱὸς, ὃν
10οἱ Μακεδόνες Καλὸν ἐπωνόμαζον. [Ὁ δὲ Φίλιππος] χωρὶς τοῦ ἐπιτρόπου ἀπὸ τῆς ρμʹ Ὀλυμπιάδος ἄρχειν ἤρξατο· καὶ ἐβασίλευσεν ἔτεσιν ὅλοις δύο καὶ μʹ· τε‐ λευτᾷ δὲ δευτέρῳ ἔτει τῆς ρνθʹ (l. ρνʹ) Ὀλυμπιάδος, νηʹ τὰ ὅλα βιοὺς ἔτη.701

4

.

11

Περσεὺς δὲ υἱὸς τοῦ Φιλίππου Δημήτριον τὸν ἀδελφὸν ταῖς πρὸς τὸν πατέρα αὐτοῦ διαβολαῖς ἀποκτεί‐ νας βασιλεύει ἔτεσι δέκα καὶ μησὶν ὀκτώ. Ἐπὶ γὰρ τῆς ρνβʹ Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους Λεύκιος Αἰμίλιος
5πρὸς (στρατηγὸς s. ὕπατος?) τοὺς Μακεδόνας περὶ τὴν Πύδναν εἷλε κατὰ κράτος. Περσεὺς δὲ εἰς τὴν Σαμοθρᾴ‐ κην ἔφυγεν. Εἶτα ἑκουσίως παρέδωκεν ἑαυτὸν δέσμιον τοῖς πολεμίοις, κἀκεῖθεν εἰς Ἄλβην μετατεθεὶς καὶ τη‐ ρούμενος μετὰ πέντε ἔτη ἐτελεύτα.

4

.

12

Τὰ δὴ τῶν Μακεδόνων ἐπὶ τούτου κατελύθη. Καὶ αὐτοὺς Ῥωμαῖοι τότε μὲν αὐτονόμους ἀφῆκαν, αἰδούμε‐ νοι δόξαν ἀγαθὴν καὶ μέγεθος ἀρχῆς τῆς Μακεδόνων.

4

.

13

Ἔτει δὲ ἐννεακαιδεκάτῳ, ἐπὶ τῆς ρνζʹ Ὀλυμπιά‐ δος, εἰς ἔτος τρίτον, Ἀνδρίσκος τις υἱὸν ἑαυτὸν ψευσά‐ μενος εἶναι Περσέως, καὶ Φίλιππον ἑαυτὸν μετονομά‐ σας, καθ’ (καὶ cod. παρ’ Scal.) ὃ καὶ Ψευδοφίλιππος
5ἐκαλεῖτο, κρατεῖ Μακεδονίας, Θρᾷκας λαβὼν συμμά‐ χους. Ἐνιαυτὸν δὲ κρατήσας, ἐκ παρατάξεως μὲν [ἡττηθεὶς] φεύγει εἰς τοὺς Θρᾷκας, ἔκδοτος δὲ παρ’ ἐκείνων δοθεὶς ἀναπέμπεται δέσμιος εἰς τὴν Ῥώμην.

4

.

14

Ῥωμαῖοι δὲ Μακεδόνας ἀχαρίστους γενομένους, διὰ τὸ συλλαβέσθαι τῷ Ψευδοφιλίππῳ, ὑποφόρους ἐποίησαν, ἔτει τετάρτῳ τῆς ρνζʹ Ὀλυμπιάδος. Γίνον‐ ται οὖν μετ’ Ἀλέξανδρον τὸν μέγαν ἀπὸ τῆς ριδʹ Ὀλυμ‐
5πιάδος ἔτους δευτέρου, ἄχρι τῆς ρνζʹ τετάρτου ἔτους, ἐν ᾧ κατεδουλώθησαν Μακεδόνες, τὰ πάντα ἔτη ροδʹ, ἔτους τῆς Μακεδονικῆς βασιλείας ροδʹ.

4

.

15

αʹ Ἀριδαῖος ὁ καὶ Φίλιππος ἔτη ζʹ. βʹ Κάσσανδρος ἔτη ιθʹ. γʹ Κασσάνδρου παῖδες ἔτη γʹ, μῆνας ϛʹ. δʹ Δημήτριος ὁ Πολιορκητὴς ἔτη ϛʹ.
5εʹ Πύρρος μῆνας ϛʹ (l. ζʹ). ϛʹ Λυσίμαχος ἔτη εʹ, μῆνας εʹ (supra ϛʹ). ζʹ Πτολεμαῖος ὁ Κεραυνὸς ἔτος αʹ, μῆνας εʹ. ηʹ Μελέαγρος (ἔτος αʹ, quod dele), μῆνας βʹ. θʹ Ἀντίπατρος Λυσιμάχου (supra Φιλίππου) ἔτος
10αʹ (l. ὁ Ἐτησίας), ἡμέρας μεʹ. ιʹ Σωσθένης ἔτη βʹ. ιαʹ Ἀναρχίας ἔτος αʹ μῆνες βʹ. (aliter latin.) ιβʹ Ἀντίγονος ὁ Γονατᾶς ἔτη λδʹ. ιγʹ Δημήτριος ὁ Καλὸς ἔτη ιʹ.
15ιδʹ Ἀντίγονος ὁ Φοῦσκος ἔτη ιβʹ. ιεʹ Φίλιππος ἔτη μβʹ. ιϛʹ Περσεὺς ἔτη ιʹ, μῆνας ηʹ. ιζʹ Αὐτονομίας ἔτη ιθʹ.
ιηʹ Ψευδοφίλιππος ἔτος αʹ.702

6

n

Scaliger Exc. Eus. p. 61. Cramer. An. Par. II, p. 125: Ἀσίας καὶ Συρίας βασιλεῖς οἱ μετὰ τὸν μέγαν
Ἀλέξανδρο
ν.

6

.

1

Φιλίππου τοῦ [καὶ] Ἀριδαίου ἕκτον ἔτος κατά‐ γοντος (ἄγοντος Scal.) τῆς βασιλείας ἐπὶ τῆς ἑκατοστῆς πεντεκαιδεκάτης Ὀλυμπιάδος ἔτει τρίτῳ Ἀντίγονος ὁ πρῶτος ἐβασίλευσε τῆς Ἀσίας καὶ ἦρξε μὲν ἔτεσιν
5ὀκτωκαίδεκα, τὰ πάντα βιώσας ἓξ καὶ ὀγδοήκοντα. Φοβερώτατος δὲ τῶν τότε βασιλέων γέγονε· καὶ θνήσκει περὶ τὴν Φρυγίαν, πάντων αὐτῷ διὰ φόβον τῶν δυνα‐ στῶν ἐπιθεμένων, τετάρτῳ ἔτει τῆς ἑκατοστῆς ἐννεακαι‐ δεκάτης Ὀλυμπιάδος.

6

.

2

Ὁ δὲ υἱὸς αὐτοῦ Δημήτριος φυγὰς εἰς τὴν Ἔφε‐ σον διεσώθη· καὶ τῆς Ἀσίας ἁπάσης ἀποσφαλεὶς, πάν‐ των δεινότατος βασιλεὺς ἔδοξεν εἶναι ἐν τῇ πολιορκίᾳ· ἀφ’ οὗ δὴ καὶ Πολιορκητὴς ἐπεκλήθη. Βασιλεύει δὲ καὶ
5αὐτὸς ἔτη ιζʹ. (Excidit folium.) [Syncell. p. 273, D: Δημήτριον τὸν Πολιορκη‐ τὴν ὁ Σέλευκος λαβὼν ἐν Κιλικίᾳ βασιλικῶς τηρεῖσθαι προσέταξεν, ἕως θανάτου ὑπὸ χεῖρα τὴν τῆς Ἀσίας ἀρχὴν
κτησάμενος.]706

6

.

4

[Syncell. p. 266, C: Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύσας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βα‐
5σιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ’ ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασι‐
λεύει ἔτη λβʹ· διὸ καὶ Νικάνωρ ἐπεκλήθη.]707

6

.

15

[Syncell. p. 290, D: Οὗτος ὁ Δημήτριος ὑπὸ Σελεύκου τοῦ πατρὸς δοθεὶς ὅμηρος εἰς Ῥώμην, φυγὼν εἰς Τρίπολιν Φοινίκης ἐν ἡμέραις * παρεγένετο, καὶ ἐπελθὼν Λυσίαν τε ἐπίτροπον Ἀντιόχου τοῦ παιδὸς ἀναι‐
5ρεῖ καὶ αὐτὸν Ἀντίοχον, παραδόξως ἐν ταῖς ὅλαις (ἐν ὀλίγαις?) ἡμέραις τοσαύτην κατακτησάμενος ἀρχήν. Κατὰ τούτου Πτολεμαῖός τε συμμαχεῖ Ἀλεξάνδρῳ διὰ μισθοφόρων ξένων καὶ Ἄτταλος ὁ Περγάμου βασιλεὺς ὁ καὶ κατάγων αὐτόν· πρὸς ὃν ἀντιταττόμενος ὁ Δημή‐
10τριος τελευτᾷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ κρατεῖ τῆς Συρίας Ἀλέξανδρος ὁ ὑποτεταγμένος ἔτη εʹ, καὶ ἀναιρεῖται πολεμῶν τῷ Πτολεμαίῳ κατὰ τὴν Ἀντιό‐ χειαν κατάγοντι τὸν Δημήτριον ἐπὶ τὴν βασιλείαν Συ‐ ρίας· συμπίπτει δὲ καὶ ὁ Πτολεμαῖος καὶ μετ’ οὐ πολὺν
15χρόνον θνήσκει.]711

6

.

17

[Cf. Syncell. p. 292, C: Τοῦ Ἀλεξάνδρου τούτου τοῦ προρηθέντος υἱοῦ Ἀντιόχου τοῦ Ἐπιφάνους πεσόντος ἐν τῇ πρὸς Πτολεμαῖον μάχῃ μερίζεται ἡ τῆς Συρίας ἀρχὴ εἴς τε Δημήτριον τὸν τοῦ Δημητρίου υἱὸν
5ὁρμώμενον ἐκ τῆς Σελευκίας καὶ εἰς τὸν υἱὸν Ἀλεξάν‐ δρου ὁρμώμενον ἐκ Συρίας καὶ Ἀντιοχείας Ἀντίοχον. Ἀλλὰ τοῦτον ὁ Δημητρίου Δημήτριος τάχιστα νικήσας χειροῦται τὴν ἀρχὴν ἔτη γʹ· ὅθεν καὶ Νικάνωρ ἐκλήθη. Στρατεύσας δὲ ἐπ’ Ἀρσάκην εἰς Βαβυλῶνα αἰχμάλωτος
10γίνεται ὑπὸ Ἀρσάκου καὶ εἰς τὴν Παρθικὴν ἀναχθεὶς ἐφρουρεῖτο σιδηρωθείς· ὅθεν καὶ Σιδηρίτης ἐλέγετο
ὕστερον.]712

6

.

18

(Cod. fol. 193) ** κῆσαι αἰχμάλωτον βασιλικῶς ἐφύλαττεν.
2

6

.

19

Ἦν Ἀντιόχῳ ** καὶ τοῦ Σελεύκου τούτου νεώ‐ τερος υἱὸς ὁ Ἀντίοχος ὁ ἐν Κυζίκῳ παρὰ Κρατερῷ τῷ εὐνούχῳ τρεφόμενος διὰ δέος τοῦ Δημητρίου, ὃς διὰ τούτου Κυζικηνὸς ἐπεκλήθη.
4

6

.

20

Ὁ τοίνυν Δημήτριος ἀπολυθεὶς ὑπὸ τοῦ Ἀρσά‐ κου, ὡς εἴρηται, καὶ κατελθὼν, βασιλεύει. Πτολεμαῖος δὲ ἀγανακτήσας, ὅτι τῷ Πηλουσίῳ προσέβαλεν ὁ Δη‐ μήτριος, ἅτε τῶν κατ’ Αἴγυπτον πραγμάτων ἐχόμενος,
5πέμπει βασιλέα τῆς Ἀσίας Ἀλέξανδρον, ὡς υἱὸν Ἀλε‐ ξάνδρου, ὃς διὰ τὸ ὡς ἀγοραστὸς εἶναι νενομίσθαι τοῦ Πτολεμαίου, Ζαβινᾶς ἐπεκλήθη πρὸς τῶν Σύρων. Συμ‐ βολῆς δὲ περὶ Δαμασκὸν γενομένης, ἡττηθεὶς ὁ Δη‐ μήτριος φεύγει εἰς Τύρον, κἀκεῖ κωλυόμενος εἰσελθεῖν,
10πλοίῳ ἐπιβὰς κατεκόπη, βασιλεύσας πρὸ μὲν τῆς αἰ‐
χμαλωσίας ἔτη τρία, μετὰ δὲ τὴν κάθοδον ἔτη δʹ.713

6

.

21

Διαδέχεται δὲ τὸν Δημήτριον Σέλευκος ὁ υἱὸς, καὶ εὐθὺς ἐκ διαβολῆς τῆς μητρὸς ἀποθνήσκει. Ἀντίο‐ χος δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος παραλαμβάνει τὰ πράγματα τῆς εἰκοστῆς ἑξηκοστῆς τετάρτης Ὀλυμπιά‐
5δος ἔτει δευτέρῳ, καὶ τρίτῳ ἔτει νικᾷ τὸν Ζαβινᾶν. Ὁ δὲ τὴν ἧτταν μὴ ἐνέγκας φαρμάκῳ ἑαυτὸν διεχρή‐ σατο. Βασιλεύει δὲ ἔτη ιαʹ, ἄχρι τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς ἑξηκοστῆς ἕκτης Ὀλυμπιάδος. Συναρι‐ θμεῖται γὰρ ὁ τοῦ ἀδελφοῦ αὐτοῦ Σελεύκου ἐνιαυτὸς τῆς
10ἀρχῆς εἰς τοῦτον. Ἐκαλεῖτο δὲ Γρυπὸς καὶ Φιλομήτωρ. Κατιόντι δὲ τῷ ὁμομητρίῳ ἀδελφῷ Ἀντιόχῳ (ἀγι‐ τράχω cod.) καὶ ἀνεψιῷ τὰ ἐκ πατρὸς, τῷ ἐπικλη‐ θέντι Κυζικηνῷ, περὶ οὗ πρὸ ὀλίγου εἰρήκαμεν, ἐκχω‐ ρεῖ τῆς ἀρχῆς ἀπελθὼν εἰς τὴν Ἄσπενδον, ὅθεν καὶ
15Ἀσπένδιος ἐκλήθη ὁ αὐτὸς καὶ Γρυπὸς καὶ Φιλομή‐ τωρ ἐπικαλούμενος.

6

.

22

Τοῦ τοίνυν Ἀντιόχου εἰς τὴν Ἄσπενδον ἐκχω‐ ρήσαντος, ἄρχει ἀπὸ τῆς ρξζʹ Ὀλυμπιάδος ἔτους τοῦ πρώτου ὁ Κυζικηνὸς Ἀντίοχος. Τῷ δὲ δευτέρῳ ἔτει τῆς αὐτῆς Ὀλυμπιάδος κάτεισι πάλιν ἀπὸ τῆς Ἀσπέν‐
5δου ὁ Ἀντίοχος· καὶ κρατεῖ μὲν αὐτὸς τῆς Συρίας, ὁ δὲ Κυζικηνὸς τῆς Κοίλης. Διαιρεθείσης δὲ τῆς ἀρχῆς, ὁ μὲν Γρυπὸς παρατείνει ἄχρι τῆς ἑκατοστῆς Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους, ἔτη μετὰ τὴν κάθοδον ἐπιζήσας δε‐ καπέντε, ὡς ἄρξαι τὰ πάντα εἴκοσι ἓξ, ἕνδεκα μὲν
10καθ’ ἑαυτὸν, πεντεκαίδεκα δὲ τῆς ἀρχῆς διῃρημένης.

6

.

23

Ὁ δὲ Κυζικηνὸς κρατήσας ἀπὸ τῆς ρξζʹ ἔτους πρώτου τελευτᾷ ἔτει πρώτῳ τῆς ροαʹ Ὀλυμπιάδος, βα‐ σιλεύσας μὲν ἔτη ιηʹ, βιοὺς δὲ τὰ πάντα ἔτη νʹ. Τελευτᾷ
δὲ τοῦτον τὸν τρόπον. Ἀποθανόντος γὰρ τοῦ Γρυποῦ714
5Ἀντιόχου κατὰ τὸν εἰρημένον χρόνον, Σέλευκος ὁ τού‐ του παῖς ἐπελθὼν μετὰ δυνάμεως πολλὰς πόλεις προσ‐ ηγάγετο. Ἀντίοχος δὲ ὁ Κυζικηνὸς προσαγαγὼν ἐκ τῆς Ἀντιοχείας τὴν δύναμιν, καὶ παραταξάμενος, ἐνικήθη· ἐξενεχθεὶς δ’ ὑπὸ τοῦ ἵππου αὑτοῦ πρὸς τοὺς πολε‐
10μίους, καὶ μέλλων συλλαμβάνεσθαι, ἑαυτὸν ἀπέσφαξε. Τῆς δὲ βασιλείας ὁ Σέλευκος ἐγκρατὴς γενόμενος παρέ‐ λαβε τὴν Ἀντιόχειαν.

6

.

24

Πρὸς δὲ τοῦτον ἐπολέμει τοῦ Κυζικηνοῦ υἱὸς γενόμενος Ἀντίοχος. Γενομένης δὲ μάχης ἐν τῇ Κιλι‐ κίᾳ περὶ πόλιν τὴν ὀνομαζομένην Μοψουεστίαν, ἐνί‐ κησεν ὁ Ἀντίοχος. Σέλευκος δὲ φυγὼν εἰς τὴν πόλιν, καὶ
5πυθόμενος τοὺς ἐγχωρίους, ὅτι διεγνώκασιν αὐτὸν ζῶντα κατακαῦσαι, φθάσας ἑαυτὸν ἀπέσφαξεν.

6

.

25

Οἱ δὲ ἀδελφοὶ αὐτοῦ οἱ κληθέντες Δίδυμοι, Ἀν‐ τίοχός τε καὶ Φίλιππος, ἐπιφανέντες μετὰ δυνάμεως καὶ τὴν πόλιν βίᾳ χειρωσάμενοι μετῆλθον τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ, κατασκάψαντες τὴν πόλιν. Ἐπελθὼν δὲ
5ὁ τοῦ Κυζικηνοῦ υἱὸς μάχῃ αὐτοὺς νικᾷ. Καὶ τούτων Ἀντίοχος μὲν ὁ τοῦ Σελεύκου ἀδελφὸς ἀπὸ τῆς μάχης ἐλαύνων τὸν ἵππον καὶ καταφυγὼν εἰς τὸν Ὀρόντην, ὑπὸ τοῦ ῥείθρου κατεφθάρη.

6

.

26

Λοιπῶν δὲ ὄντων τῶν ἀμφισβητούντων περὶ τῆς βασιλείας Φιλίππου, τοῦ Σελεύκου μὲν ἀδελφοῦ, υἱοῦ δὲ τοῦ Γρυποῦ Ἀντιόχου, Ἀντιόχου δὲ τοῦ παιδὸς τοῦ Κυζικηνοῦ, ἀπὸ τρίτου ἔτους τῆς ροαʹ Ὀλυμπιάδος ἀρ‐
5ξάμενοι καὶ δυνάμεις ἀξιολόγους ἔχοντες καὶ μέρους
τῆς Συρίας ἐπικρατοῦντες, διεπολέμουν πρὸς ἀλλήλους περὶ τῆς Συρίας. Καὶ ἡττηθεὶς ὁ Ἀντίοχος εἰς Πάρθους ἀπέφυγε, καὶ ὕστερον Πομπηίῳ ἑαυτὸν ἐνεχείρισεν, ὡς ὑπ’ αὐτοῦ καταχθησόμενος εἰς τὴν Συρίαν. Ὁ δὲ λαβὼν715
10παρὰ τῶν Ἀντιοχέων χρήματα, τοῦ μὲν οὐκ ἐφρόντι‐ σεν, αὐτόνομον δὲ τὴν πόλιν εἴασε. Πεμψάντων δὲ ἐπ’ αὐτὸν (Scal., αὐτοὺς cod.) Μενέλαον καὶ Λάμπωνα καὶ Καλλίμανδρον Ἀλεξανδρέων, ὅπως, Πτολεμαίου τοῦ Διονύσου τῆς Ἀλεξανδρείας ἐκστάντος, αὐτὸς ἐλθὼν τῆς
15Αἰγύπτου βασιλεύσῃ μετὰ τῶν θυγατέρων τοῦ Πτολε‐ μαίου, νόσῳ συσχεθεὶς ἐτελεύτησε.

6

.

27

Καταλύεται δὲ καὶ Φίλιππος ὁ τοῦ Γρυποῦ καὶ Τρυφαίνης τῆς Πτολεμαίου τοῦ ὀγδόου υἱὸς ὁ προειρη‐ μένος· καὶ κατιέναι θέλοντα αὐτὸν εἰς τὴν Αἴγυπτον (μετεπέμψαντο γὰρ καὶ τοῦτον τότε οἱ Ἀλεξανδρεῖς ἐπὶ
5τὴν ἀρχήν) Γαβίνιος ὁ τῆς Συρίας ἄρχων Ῥωμαῖος, ἔπαρχος ὢν τοῦ Πομπηίου, ἐπέσχε. Καὶ οὕτως ἡ βα‐ σιλικὴ διαδοχὴ ἡ κατὰ Συρίαν ἄχρι τούτων φθάσασα κατελύθη.

6

.

28

Εἰσὶν οὖν ἐφεξῆς Ἀσίας καὶ τῆς Συρίας βασιλεῖς οἵδε· αʹ. Ἀντίγονος ἐβασίλευσε τῆς Ἀσίας ἔτη ιηʹ. βʹ. Δημήτριος ὁ Πολιορκητὴς τῶν τε ἄνω τόπων
5καὶ Συρίας ἔτη ιζʹ. γʹ. Σέλευκος ὁ Νικάτωρ ἔτη λβʹ. δʹ. Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιθʹ. εʹ. Ἀντίοχος ὁ Θεὸς ἔτη ιεʹ. ϛʹ. Σέλευκος ὁ Καλλίνικος ἔτη καʹ.
10ζʹ. Σέλευκος ὁ Κεραυνὸς ἔτη γʹ. ηʹ. Ἀντίοχος ὁ Μέγας ἔτη λϛʹ. θʹ. Σέλευκος ὁ Φιλοπάτωρ ἔτη ιβʹ.
ιʹ. Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιαʹ. ιαʹ. Ἀντίοχος ὁ Εὐπάτωρ ἔτος αʹ, μῆνας ϛʹ.716
15ιβʹ. Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιβʹ. ιγʹ. Ἀλέξανδρος ἔτη ιεʹ (leg. εʹ). ιδʹ. Δημήτριος Δημητρίου ἔτη γʹ. ιεʹ. Ἀντίοχος ὁ Σιδήτης ἔτη θʹ. ιϛʹ. Δημήτριος αὖθις ἔτη δʹ.
20 ιζʹ. Ἀντίοχος ὁ Γρυπὸς ἔτη κϛʹ. ιηʹ. Ἀντίοχος ὁ Κυζικηνὸς ἔτη ιηʹ. ιθʹ. Φίλιππος ὁ τοῦ Γρυποῦ ἔτη βʹ [leg. ιβʹ], ἐφ’ οὗ ἡ κατὰ Συρίαν ἀρχὴ κατελύθη. Συνάγεται οὖν ὁ τῆς βασιλείας τῆς ὑπὸ Μακεδόνων
25χρόνος ἀπὸ μὲν τοῦ Ἀντιγόνου εἰς ἔτη σοδʹ, ἀπὸ δὲ Σε‐
λεύκου τοῦ Νικάτορος ἔτη σλθʹ.717

7

n

Scaligeri Exc. Euseb. p. 59. Cramer. Anecd. Paris. II, p. 120:

7

.

1

Οἱ μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα Αἰγύ‐ πτου καὶ Ἀλεξανδρείας βασιλεύσαντες. Ἀπὸ τῆς Πορφυρίου γραφῆς. Τελευτᾷ μὲν Ἀλέξανδρος ὁ Μακεδὼν ἐπὶ τῆς ἑκα‐
5τοστῆς τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, ἄρξας ἔτη τὰ σύμπαντα δώδεκα. Διαδέχεται δὲ τὴν βασιλείαν Ἀρι‐ δαῖος ὁ μετονομασθεὶς Φίλιππος, ἀδελφὸς ὢν Ἀλεξάν‐ δρου οὐχ ὁμομήτριος· γέγονε γὰρ ἐκ Φιλίννης τῆς Λαρισσαίας τῷ Φιλίππῳ. Βασιλεύει δὲ ἐπὶ ἔτεσιν ζʹ,
10καὶ ἀναιρεῖται ἐν τῇ Μακεδονίᾳ διὰ Πολυσπέρχοντος τοῦ Ἀντιπάτρου υἱοῦ. Πτολεμαῖος δὲ ὁ Ἀρσινόης καὶ Λάγου υἱὸς μετ’ ἐνιαυτὸν [καὶ διὰ] τῆς εἰς Φίλιππον ἀναγεγραμμένης ἡγεμονίας σατράπης εἰς Αἴγυπτον πέμπεται. Καὶ σα‐
15τραπεύει μὲν τὰ πρῶτα ἔτη ζʹ καὶ δέκα, βασιλεύει δὲ ἔτη τρία καὶ εἴκοσιν, ὥστε τὰ πάντα μʹ λογίζεσθαι αὐτῷ ἄχρι τῆς τελευτῆς. Ἐπεὶ δὲ ζῶν ἔτι τῆς ἀρχῆς παρεχώ‐ ρησε τῷ υἱῷ Πτολεμαίῳ τῷ ἐπικληθέντι Φιλαδέλφῳ, δύο ἔτη ἐπέζησε τῷ παιδὶ τὴν ἀρχὴν διαδεξαμένῳ·
20οὐκέτι δὴ τεσσαράκοντα, τριάκοντα δὲ καὶ ὀκτὼ τὰ τοῦ πρώτου Πτολεμαίου, ὃν Σωτῆρα ἐπεκάλουν, λογίζονται. Τοῦτον διαδέχεται Πτολεμαῖος ὁ υἱὸς ὁ ἐπικληθεὶς, ὡς ἔφαμεν, Φιλάδελφος. Καὶ ζῶντος μὲν ἔτι τοῦ πατρὸς, δύο πληροῖ τῆς βασιλείας ἔτη, ἀποθανόντος δὲ, [ἓξ]
25(vox deest in cod.; ὀκτὼ dedit Scal.) καὶ τριάκοντα. Ὡς καὶ τούτῳ ὀκτὼ καὶ τριάκοντα τοὺς τῆς βασιλείας ἐνιαυτοὺς ἴσους τοῖς τοῦ πατρὸς ἀποδίδοσθαι. Τοῦτον διαδέχεται τρίτος Πτολεμαῖος ὁ ἐπικληθεὶς Εὐεργέτης, καὶ βασιλεύει ἔτη πέντε καὶ εἴκοσι.
30 Ὃν ὁ τέταρτος διαδέχεται Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ, καὶ βασιλεύει ἔτεσιν ὅλοις ἑπτακαίδεκα. Ὁ δὲ μετ’ αὐτὸν πέμπτος Πτολεμαῖος, Ἐπιφανὴς μὲν ἐπεκλήθη, βασιλεύει δὲ τέσσαρσι καὶ εἴκοσι ἔτε‐
σιν.719

7

.

2

Τούτου παῖδες δύο Πτολεμαῖοι μετ’ αὐτὸν τὴν ἀρχὴν διαδεξάμενοι, ὅ τε πρεσβύτερος ὁ κατ’ ἐπίκλησιν Φιλομήτωρ, καὶ ὁ νεώτερος ὁ ἐπικαλούμενος Εὐεργέτης δεύτερος. Ἀμφοῖν δὲ ἔτη τέσσαρα καὶ ἑξήκοντα λο‐
5γίζονται. Ὑφ’ ἓν γὰρ τὸν ἀριθμὸν αὐτῶν ἐτάξαμεν, ὅτι διαστασιαζόντων πρὸς ἀλλήλους καὶ ἐναλλὰξ βασιλευόν‐ των, σύγχυσις περὶ τοὺς χρόνους γέγονεν. Ἄρχει μὲν γὰρ ὁ Φιλομήτωρ πρότερος ἔτεσιν ἕνδεκα μόνος. Ἀν‐ τιόχου δ’ ἐπιστρατεύσαντος Αἰγύπτῳ, καὶ περιε‐
10λόντος αὐτοῦ τὸ διάδημα, οἱ Ἀλεξανδρεῖς τῷ νεωτέρῳ ἐπέτρεψαν τὰ πράγματα, καὶ διώξαντες Ἀντίοχον ἐρρύ‐ σαντο τὸν Φιλομήτορα, καὶ ἐχρημάτισεν αὐτοῖς [ἔτος] Φιλομήτορος [μὲν] ιβʹ (ιϛʹ Scal.), Εὐεργέτου δὲ αʹ. Ὁμονοοῦσι δὲ ἄχρι τοῦ ἑπτακαιδεκάτου. Ἀπὸ δὲ τοῦ
15ὀκτωκαιδεκάτου μόνου χρηματίζει τοῦ Φιλομήτορος. Ἀφαιρεθέντα γὰρ τῆς ἀρχῆς τὸν πρεσβύτερον ὑπὸ τοῦ νεωτέρου κατάγουσι Ῥωμαῖοι. Καὶ ἄρχει μὲν αὐτὸς τῆς Αἰγύπτου, τῷ δὲ ἀδελφῷ τῆς Λιβύης τὴν ἀρχὴν ἐγχειρίζει, καὶ μόνος ἄρχει δεκαοκτώ. Ἀποθανόντος δὲ720
20ἐν Συρίᾳ (καὶ γὰρ καὶ ἐκείνων ἐγκρατὴς ἦν τῶν τό‐ πων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης, καὶ βα‐ σιλεὺς ἀναγορευθεὶς, τὰ ἔτη αὑτοῦ ἀναγράφει ἀφ’ οὗ πρῶτον βασιλεὺς ἐνομίσθη, ὡς δοκεῖν μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτὴν ἄρξαντα αὐτὸν ἔτεσιν εἴκοσι πέντε
25ἀνατιθέναι ἑαυτῷ τέσσαρα καὶ πεντήκοντα. Τὸ γὰρ τριακοστὸν ἕκτον τοῦ Φιλομήτορος, δέον προσαγορεύε‐ σθαι τῆς τούτου βασιλείας πρῶτον, αὐτὸς εἰκοστὸν πέμ‐ πτον προσέταξε γράφεσθαι. Καὶ οὕτως ἀμφοτέρων μὲν ἑξήκοντα τέσσαρα, τοῦ μὲν Φιλομήτορος λεʹ, τὰ
30δ’ ὑπολειπόμενα τοῦ Εὐεργέτου. Ἡ δ’ ὑποδιαίρεσις ἐν τοῖς κατὰ μέρος ποιεῖ πλάνην.

7

.

3

Πτολεμαίου δὲ τοῦ δευτέρου Εὐεργέτου ἐκ Κλεο‐ πάτρας γίνονται υἱοὶ δύο Πτολεμαῖοι καλούμενοι. Ὧν ὁ μὲν πρεσβύτερος Σωτὴρ ἐπεκαλεῖτο, ὁ δὲ νεώτερος Ἀλέξανδρος. Βασιλεύει δὲ πρότερος ὁ πρεσβύτερος
5ὑπὸ τῆς μητρὸς ἀναδειχθείς. Δοκῶν δὲ αὐτῇ εἶναι πει‐ θήνιος, ἄχρι μέν τινος ἠγαπᾶτο. Ἐπεὶ δὲ κατὰ τὸ δέκατον ἔτος τῆς ἀρχῆς τοὺς φίλους τῶν γονέων ἀπέ‐ σφαξεν, ὑπὸ τῆς μητρὸς διὰ τὴν ὠμότητα τῆς ἀρχῆς καθῃρέθη, καὶ εἰς Κύπρον ἐφυγαδεύθη. Τὸν δὲ νεώτε‐
10ρον ἡ μήτηρ ἐκ Πηλουσίου μεταπεμψαμένη βασιλέα ἀπέδειξε σὺν ἑαυτῇ. Συνεβασίλευεν οὖν ὁ νεώτερος τῇ μητρὶ, τῶν χρηματισμῶν ἀναφερομένων εἰς ἀμφοτέ‐ ρους. Καὶ ἑνδέκατον μὲν Κλεοπάτρας ἀνηγορεύθη, ὄγδοον δὲ Πτολεμαίου Ἀλεξάνδρου. Συνανέλαβε γὰρ
15ἀπὸ τοῦ τετάρτου ἔτους τῆς τοῦ ἀδελφοῦ βασιλείας εἰς ἑαυτὸν τοὺς χρόνους ἀφ’ οὗ τῆς Κύπρου ἐβασίλευσε. Καὶ τοῦτο ζώσης τῆς Κλεοπάτρας τὸ ἔθος (ἔτος cod.) περιῆν· εἰς μόνον δὲ ἤρξατο μετατίθεσθαι τὸν Ἀλέξαν‐ δρον μετὰ τὸν ἐκείνης θάνατον τὰ συμβόλαια. Ὀκτω‐
20καίδεκα τοὺς πάντας ἀντιλαβόμενος τῶν σκήπτρων
ἐνιαυτοὺς, ἀφ’ οὗ κατῆλθεν εἰς Ἀλεξάνδρειαν, ἓξ καὶ εἴκοσι βεβασιλευκὼς ἐχρημάτισε· τῷ δὲ ἐννεακαιδε‐ κάτῳ τοῖς στρατεύμασιν ὀργισθεὶς ἐξῆλθε συλλέξων ἐπ’ αὐτοὺς δύναμιν εἰς Αἴγυπτον. Οἱ δ’ ἐπιδιώξαντες,721
25ἡγουμένου Πύρρου (Τύρρου Scal.) συγγενοῦς τῶν βασι‐ λέων, κατεναυμάχησαν αὐτὸν, καὶ φεύγειν ἠνάγκασαν μετὰ γυναικὸς καὶ θυγατρὸς τῆς Λυκίας εἰς πόλιν Μύ‐ ραν· ὅθεν εἰς Κύπρον μεταπηδήσας, καὶ καταπολεμη‐ θεὶς ὑπὸ ναυάρχου Χαιρέου, θνήσκει.

7

.

4

Μετὰ δὲ τὴν τούτου φυγὴν, πρὸς τὸν πρεσβύτε‐ ρον Πτολεμαῖον τὸν Σωτῆρα οἱ Ἀλεξανδρεῖς πρεσβευ‐ σάμενοι παραδιδόασι πάλιν τὴν βασιλείαν αὐτῷ ἐκ Κύπρου καταπλεύσαντι. Διαγενομένων δὲ ἄλλων
5ἐτῶν ἑπτὰ πρὸς μησὶν ἓξ (τοσαῦτα γὰρ ἐπέζησε μετὰ τὴν κάθοδον), ὁ πᾶς χρόνος ὁ μετὰ τὴν τοῦ πατρὸς ἀμφο‐ τέρων θάνατον εἰς τοῦτον ἀναφέρεται, τὸν μὲν ἀριθμὸν σώζων λεʹ ἐνιαυτῶν πρὸς μησὶν ἓξ, διῳκηκὼς δὲ κατὰ τὴν ἀλήθειαν εἰς μὲν τὸν Σωτῆρα Πτολεμαῖον κατὰ
10διαφόρους χρόνους δεκαεπτὰ ἔτη καὶ μῆνας ἓξ, εἰς δὲ τὸν δεύτερον, τὸν καὶ Ἀλέξανδρον, τοὺς μέσους, ὧν ἦρξεν ὁ πρεσβύτερος, ἐνιαυτοὺς δεκαοκτὼ, οὓς καίτοι μὴ δυνηθέντες ἐκ τῆς ἀναγραφῆς ἀφανίσαι, τὸ ὅσον ἐφ’ ἑαυτοῖς ἀπαλείφουσι. Προσέκρουσε γὰρ αὐτοῖς διά τινας
15Ἰουδαϊκὰς ἐπικουρίας. Οὐ γὰρ ἀριθμοῦσι τούτους τοὺς χρόνους, τοὺς δὲ πάντας τὰ ἓξ καὶ τριάκοντα ἔτη τῷ πρεσβυτέρῳ προσνέμουσι. Πάλιν τοὺς ἓξ μῆνας τοὺς μετὰ τὸν θάνατον τοῦ πρεσβυτέρου, οἳ συνεπεπλή‐ ρουν τὰ τριάκοντα ἓξ ἔτη, μὴ ἀποδόντες Κλεοπάτρᾳ
20τῇ θυγατρὶ μὲν τοῦ πρεσβυτέρου, γυναικὶ δὲ τοῦ νεωτέ‐ ρου, ἥτις μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀντελάβετο τῶν πραγμάτων· οὐδὲ γὰρ Ἀλεξάνδρῳ τῷ μετ’ αὐτῆς ἡμέ‐ ρας ἄρξαντι ιθʹ, τὰς ιθʹ ἡμέρας ἀποδιδόασιν. Οὗτος δὲ υἱὸς μὲν ἦν τοῦ νεωτέρου Πτολεμαίου τοῦ καὶ Ἀλεξάν‐
25δρου, προγονὸς δὲ Κλεοπάτρας· καταμένων δὲ ἐν Ῥώμῃ, τῆς ἐν Αἰγύπτῳ δυναστείας ἀνδρῶν ἐρήμου γενομένης, μετάκλητος ἦλθεν εἰς τὴν Ἀλεξάνδρειαν,
καὶ γήμας τὴν προειρημένην Κλεοπάτραν, παραλαβών τε παρ’ ἀκούσης τὴν ἐξουσίαν, ἐννεακαίδεκα δια‐722
30γενομένων ἡμερῶν ἀνεῖλεν αὐτὴν, καὶ αὐτὸς ὑπὸ τῶν ἐνόπλων ἐν τῷ γυμνασίῳ διὰ τὴν μιαιφονίαν συνεχόμε‐ νος ἀπώλετο.

7

.

6

Τοῦτον τὸν Ἀλέξανδρον διαδέχεται Πτολεμαῖος ὁ ἐπικληθεὶς νέος Διόνυσος, υἱὸς μὲν ὢν Πτο‐ λεμαίου τοῦ Σωτῆρος, ἀδελφὸς δὲ τῆς εἰρημένης Κλεο‐ πάτρας, οὗ τῆς ἀρχῆς ἔτη κθʹ λογίζονται. Τούτου
5θυγάτηρ Κλεοπάτρα, ὑστάτη τῆς Λαγιδῶν γενεᾶς, ἧς ἔτη ἀριθμεῖται τῆς ἀρχῆς δύο καὶ εἴκοσι. Οὐδ’ αὐταὶ αἵδε αἱ βασιλεῖαι τὸν εἱρμὸν τῶν χρόνων ἀπ’ ἀρχῆς ἄχρι τέλους κατὰ τὸ ἑξῆς ἀναγραφόμενον ἔσχον, ἀλλ’ ἐγένετό τις αὐτῶν ἐν ἑκατέρῳ διὰ μέσου παρένθεσις εἰς
10ἄλλους. Ἐπὶ (τε) γὰρ τοῦ νέου Διονύσου εἰς τὰς αὐτοῦ θυγατέρας, Κλεοπάτραν τὴν καὶ Τρύφαιναν καὶ Βερενίκην, τριετὴς ὡς [εἰς] βεβασιλευκυίας ἀνεγράφη χρόνος, εἰς μὲν ἀμφοτέρας ἐνιαυτὸς εἷς, ἡ δ’ ἑξῆς μετὰ τὸν Κλεοπάτρας τῆς καὶ Τρυφαίνης θάνατον διετία
15εἰς μόνην Βερενίκην, ἕνεκα τοῦ τὸν μὲν Πτολεμαῖον εἰς Ῥώμην ἀπηρκέναι, καὶ τοῦτον ἐκεῖ διατετριφέ‐ ναι τὸν χρόνον, τὰς δὲ θυγατέρας, ὡς οὐκέτ’ ἐπανήξον‐ τος τοῦ πατρὸς, ἀντειλῆφθαι τῶν πραγμάτων, συνε‐ πισπωμένης ἑαυτῇ κατὰ [τούτους] χρόνους τῆς Βε‐
20ρενίκης ἄνδρας τινὰς συγγενεῖς τοὺς συνάρξαντας, μέχρι ὅτου παραγενόμενος ὁ Πτολεμαῖος ἀπὸ Ῥώμης τῆς μὲν πρὸς τὴν θυγατέρα διαθέσεως ἐπελάθετο, στυγήσας δ’ αὐτὴν διὰ τὰ πραχθέντα τοῦ ζῆν ἐστέρησεν.

7

.

7

Ἐπεί γε (l. ἐπὶ δὲ) τῆς Κλεοπάτρας τὰ πρῶτα τῆς δυναστείας ἔτη εἰς ἐκείνην τε καὶ τὸν πρεσβύτερον αὐτῆς ἀδελφὸν ἀνενέχθη Πτολεμαῖον, τὰ δ’ ἑξῆς εἰς ἑτέρας (l. ἑτέρους), διὰ τοιαύτην αἰτίαν. Τελευτῶν
5ὁ νέος Διόνυσος ἐπὶ παισὶ τέτρασι, Πτολεμαίοις δυσὶ καὶ Κλεοπάτρᾳ καὶ Ἀρσινόῃ, διέταξε τοῖς προγενεστέ‐ ροις αὐτοῦ παισὶ Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τὴν ἀρχήν.
Ὧν συμβασιλευόντων τετραετὴς διεγένετο χρόνος. Καὶ τοῦτο διέμεινεν ἂν καὶ ἐν τοῖς ἑξῆς τὸ ἔθος, εἰ μὴ723
10Πτολεμαῖον παραβάντα τὰς τοῦ πατρὸς ἐντολὰς καὶ μόνον τῆς ἡγεμονίας ἀντιποιεῖσθαι βουλόμενον ἡ μοῖρα τοῦ ζῆν μετέστησεν ἐν Αἰγύπτῳ καταναυμαχηθέντα ὑπὸ Ἰουλίου Καίσαρος Κλεοπάτρᾳ συλλαμβανομένου.

7

.

8

Μετὰ δὲ τὴν ἀπώλειαν Πτολεμαίου, ὁ νεώτερος ἀδελφὸς Κλεοπάτρας συνεθρονίσθη τῇ ἀδελφῇ Πτολε‐ μαῖος καλούμενος, γνώμῃ Καίσαρος, καὶ ἐχρημάτισε τὸ πέμπτον ἔτος Κλεοπάτρας τὸ καὶ πρῶτον Πτολε‐
5μαίου, καὶ τὰ τούτοις ἑπόμενα, μέχρι τῆς ἀναιρέσεως αὐτοῦ, ἄλλα δύο.

7

.

9

Τελευτήσαντος δὲ καὶ τούτου ταῖς Κλεοπάτρας ἀπάταις τῷ τετάρτῳ μὲν αὐτοῦ, τῆς δὲ Κλεοπάτρας ὀγδόῳ, ὁ μεταγενέστερος εἰς μόνην Κλεοπάτραν ἀνε‐ γράφη χρόνος, ἕως ἐτῶν πεντεκαίδεκα. Τὸ δ’ ἑκ‐
5καιδέκατον ὠνομάσθη τὸ καὶ πρῶτον, ἐπειδὴ τελευτή‐ σαντος Λυσιμάχου (Λυσανίου mgo Scal.) τῆς ἐν Συρίᾳ Χαλκίδος βασιλέως, Μάρκος Ἀντώνιος ὁ αὐτο‐ κράτωρ τήν τε Χαλκίδα καὶ τοὺς περὶ αὐτὴν τόπους παρέδωκε τῇ Κλεοπάτρᾳ· καὶ ἀπὸ τοῦδε καὶ τὰ τού‐
10των ὕστερα (ἕτερα Sc.) ἔτη μέχρι τοῦ εἰκοστοῦ δευ‐ τέρου, ὃ καὶ τελευταῖον ἐγένετο Κλεοπάτρας, κατὰ τὸν αὐτὸν τρόπον προστιθεμένου τοῦ ἀριθμοῦ, ἐγράφετο, ὡς γενέσθαι τὸ δεύτερον καὶ εἰκοστὸν αὐτῆς τὸ καὶ (τὸ κʹ Sc.) ἕβδομον.

7

.

10

Ἀπὸ δὲ Κλεοπάτρας Ὀκτάουιος Καῖσαρ ὁ καὶ Αὔ‐ γουστος τὴν ἀρχὴν διαδέχεται κρατήσας Αἰγύπτου τῇ ἐπ’ Ἀκτίῳ μάχῃ, κατὰ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν τε‐ τάρτην (deb. ρπζʹ) Ὀλυμπιάδα, ἐν ἔτει δευτέρῳ. Ἀπὸ
5τῆς ἑκατοστῆς ἑνδεκάτης (deb. ριδʹ) Ὀλυμπιάδος ἔτους πρώτου, ἀφ’ οὗ Ἀριδαῖος ὁ καὶ Φίλιππος διεδέξατο τὴν ἀρχὴν, ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν τετάρτην Ὀλυμπιάδα, καὶ ταύτης ἔτος δεύτερον, Ὀλυμπιάδες γίνονται ἑβδομήκοντα τρεῖς καὶ ἐνιαυτός. Τούτων ἔτη
10ςϟγʹ. Τοσαῦτα δὲ καὶ ἀριθμεῖται τὰ ἔτη τῶν ἐν Ἀλεξανδρείᾳ βασιλευσάντων ἐπὶ τῆς Κλεοπάτρας τε‐ λευτῆς.

7

.

11

Οἱ Πτολεμαίων χρόνοι τῶν μετὰ Ἀλέ‐
ξανδρον βασιλευσάντων Αἰγύπτου. Ἀλέξαν‐ δρος ὁ Μακεδὼν κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς ἑνδεκάτης Ὀλυμπιάδος βασιλεύει, κτίζει τε Ἀλεξάν‐724
5δρειαν τὴν πρὸς Αἰγύπτῳ. Ὁ δὲ τῆς ἀρχῆς αὐτοῦ χρόνος ἔτη ιβʹ, μῆνες ζʹ. Πτολεμαῖος ὁ Λάγου ἔτη μʹ. Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ (deb. κεʹ, ut su‐
10pra.) Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη καʹ (deb. ιζʹ ut supra). Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λαʹ (deb. λεʹ, ut supr.) Πτολεμαῖος ὁ νεώτερος Εὐεργέτης ἔτη κθʹ.
15 Πτολεμαῖος (ὁ Φύσκων), ὁ καὶ Σωτὴρ, ἔτη ιϛʹ (l. ιζʹ), μῆνας ϛʹ (deb. ἔτη ιʹ). Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος, ἐξωσθέντος [ὑπὸ τῆς] μητρὸς τοῦ πατρὸς (deb. ἀδελφοῦ) αὐτοῦ, ἔτη **. Πτολεμαῖος ὁ Φιλάδελφος κατελθὼν ἀπὸ τῆς φυγῆς,
20ἐξωσθέντος τοῦ Ἀλεξάνδρου, ἔτη ηʹ. Πτολεμαῖος ὁ Διόνυσος ἔτη λʹ. Πτολεμαίου θυγάτηρ Κλεοπάτρα ἔτη κβʹ. Κατὰ ταύτην Γάϊος Ἰούλιος Καῖσαρ πρῶτος ἐμο‐ νάρχησε Ῥωμαίων. Μεθ’ ὃν Καῖσαρ Σεβαστὸς Ὀκτά‐
25ουιος, ὁ καὶ Αὔγουστος, Κλεοπάτραν ἑλὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχὴν, οἳ ἐβασίλευσαν ἔτη ςϟγʹ.
Ταῦτα καὶ τὰ παρ’ Αἰγυπτίοις.725