TLG 2034 009 :: PORPHYRIUS :: In Platonis Timaeum commentaria (fragmenta) PORPHYRIUS Phil., vel Malchus In Platonis Timaeum commentaria (fragmenta) Citation: Book — fragment — (line) | ||
1t | 〈ΠΟΡΦΥΡΙΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ〉 | |
1.1 | 〈Εἷς, δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑ‐ στιατόρων; [17 A 1—3]〉. Ὁ δέ γε φιλόσοφος Πορφύριος ἀπαντᾷ πρὸς αὐτὸν (i. e. Πραξι‐ | |
5 | φάνη, uide hic infra Procli explicationem) κατὰ πόδας, πρὸς μὲν τὸ δεύτερον, ὅτι τῆς Ἑλληνικῆς ἐστι τοῦτο συνηθείας, κάλλος περὶ τὴν ἑρμηνείαν ἐργαζομένης· ὁ γοῦν Ὅμηρος πολλὰ τοιαῦτα εἴρηκεν [H 247]· ἓξ μὲν γάρ φησι διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, | |
---|---|---|
10 | ἐπεσχέθη δὲ ἐν τῇ ἑβδομάτῃ· καὶ τῷ ὀνόματί φησιν οὕτως καὶ ἄλλοθι πολλαχοῦ· ἔχει μὴν καὶ αἰτίαν ἐνταῦθα ἡ ἐξαλλαγή· τοὺς μὲν γὰρ παρόντας ἦν δεικνύντα ἀριθμεῖν· δεικτικὸν γὰρ τὸ εἷς δύο τρεῖς· τὸν δὲ ἀπόντα—δεικνύναι γὰρ ἀδύνατον ἦν—διὰ τοῦ τέ‐ | |
ταρτος ἐσήμηνε· καὶ γὰρ ἐπὶ ἀπόντος χρώμεθα τῷ τέταρτος· πρὸς | 1 | |
15 | δὲ τὸ πρότερον, ὅτι ἄρα τοσούτων μὲν παρόντων, ὅσους ἦν παραγί‐ νεσθαι εἰκός, περιττὸν τὸ ἀριθμεῖν, ἐλλείποντος δέ τινος, ὃν ἀγνοοῦμεν δι’ ὀνόματος, ἔμφασιν ἔχει τοῦ λείποντος ἡ τῶν παρόντων ἀπαρίθμησις, ὡς ἐπιποθοῦσα τὸν λοιπὸν καὶ ὡς ἐνδέουσα μέρει τοῦ παντὸς ἀριθμοῦ. τοῦτο οὖν καὶ ὁ Πλάτων ἐνδεικνύμενος πεποίηκε τὸν Σωκράτην καὶ | |
20 | ἀριθμοῦντα τοὺς παραγενομένους καὶ ἀπαιτοῦντα τὸν ὑπολειπόμενον· εἰ μὲν γὰρ ἐγίγνωσκε κἀκεῖνον καὶ ἦν δυνατὸν δηλοῦν τῷ ὀνόματι, εἶπεν ἂν τυχόν, ὅτι Κριτίαν μὲν ὁρᾷ καὶ Τίμαιον καὶ Ἑρμοκράτην, τὸν δεῖνα δὲ οὐχ ὁρᾷ· ἐπειδὴ δὲ ξένος ἦν ὁ ἀπὼν καὶ ἀγνὼς αὐτῷ, διὰ τοῦ ἀριθμοῦ μόνον αὐτός τε οἶδεν ὅτι ἄπεστι, καὶ ἡμῖν ποιεῖ κα‐ | |
25 | ταφανὲς τοῖς ὕστερον τοσοῦτον γεγονόσι. | |
1.2 | 〈Ἀσθένειά τις αὐτῷ συνέπεσεν, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας [17 A 4—5]〉. Ὁ μὲν φιλόσοφος Πορφύριος καθῆκον ὑπογράφεσθαί φησιν | |
5 | ἐν τούτοις τό τε μίαν ταύτην αἰτίαν εἶναι τοῖς ἔμφροσι τῆς τῶν τοιού‐ των συνουσιῶν ἀπολείψεως ἀσθένειαν τοῦ σώματος, καὶ ὡς χρὴ πᾶν τοῦτο περιστατικὸν νομίζειν καὶ ἀκούσιον, καὶ αὖ ἕτερον τὸ τοὺς φίλους ὑπὲρ τῶν φίλων τὰς ἐνδεχομένας ἀπολογίας ποιεῖσθαι, ὅταν τι δοκῶσι παρὰ τὸ κοινῇ δόξαν 〈οὐκ〉 ὀρθῶς ποιεῖν· ἀμφότερα γοῦν ἡ | |
10 | ῥῆσις αὕτη περιείληφε τό τε ἦθος τοῦ Τιμαίου καὶ τὴν ἀνάγκην τοῦ ἀπόντος ἐνδεικνυμένη, τὸ μὲν ὡς ἥμερον καὶ φιλάληθες, τὴν δὲ ὡς ἐμπόδιον τῆς φιλολόγου ζωῆς. | 2 |
1.3 | 〈Οὐκοῦν σὸν τῶνδέ τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος; [17 A 6—7]〉. Ὁ δέ γε Πορφύριος ἠθικὸν ἐν τούτοις ἀναγράφει τὸ τοὺς φίλους ὑπὲρ ἀλλήλων χρῆναι πάντα ὑπομένειν ἔν τε λόγοις καὶ ἐν | |
5 | ἔργοις καὶ τὸ ἐνδέον ἐκείνοις αὐτοὺς περιάγειν εἰς τὸ ἀνενδεές, τὸ ἐ‐ κείνων ἀναπληροῦντας· ταῦτα γάρ ἐστιν ἴδια τῆς καθαρᾶς καὶ ἀδόλου φιλίας. | |
1.4 | 〈Τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις [17 B 7—8]〉. Ἐν οἷς ἠθικὸν μὲν εὕροις ἄν, ὥς φησιν ὁ Πορφύριος, τὸ μέσον εἰρωνείας τε καὶ ἀλαζονείας· οὔτε γὰρ πάντων ἔφατο μεμνῆσθαι | |
5 | οὔτε μηδενός, ἀλλὰ τῶν μέν, τῶν δ’ οὔ. | |
1.5 | 〈Χθές που τῶν ὑπ’ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετ’ ἄν μοι γενέσθαι [17 C 1—3]〉. | |
5 | Οἱ μὲν (i. e. Porphyrius eiusque auditores) τὴν ἐπάνοδον τῆς Πο‐ λιτείας ἠθικώτερον λέγοντες ἐνδείκνυσθαί φασιν ἡμῖν, ὅτι δεῖ τὰ ἤθη | |
κεκοσμημένους ἅπτεσθαι τῆς θεωρίας τῶν ὅλων. | 3 | |
1.6 | 〈Ὅπως δὲ δὴ κατὰ δύναμιν εὐθὺς γίγνοιν‐ το ὡς ἄριστοι τὰς φύσεις, ἆρ’ οὐ μεμνήμεθα ὡς τοὺς ἄρχοντας ἔφαμεν καὶ τὰς ἀρχούσας δεῖν εἰς τὴν τῶν γάμων σύνερξιν λάθρᾳ μηχανᾶσθαι κλή‐ | |
5 | ροις τισὶν ὅπως οἱ κακοὶ χωρὶς οἵ τ’ ἀγαθοὶ ταῖς ὁμοίαις ἑκάτεροι συλλήξονται, καὶ μή τις αὐτοῖς ἔχ‐ θρα διὰ ταῦτα γίγνηται, τύχην ἡγουμένοις αἰ‐ τίαν τῆς συλλήξεως; [18 D 7—E 4]〉. Λογγίνος δὲ ἐν τούτοις ἀπορεῖ, μήποτε ὁ Πλάτων τοῖς | |
10 | σπέρμασιν οἴεται συγκαταβάλλεσθαι τὰς ψυχάς· ἵνα γὰρ ἄριστοι γί‐ γνωνται, τοῖς ὁμοίοις τὰς ὁμοίας συζεύγνυσι. καὶ ὅ γε Πορφύριος ἀπαντᾷ μὲν πρὸς τὴν ἔνστασιν, οὐ σφόδρα δὲ ἱκανῶς. | |
1.7 | 〈Ἀκούοιτ’ ἂν ἤδη τὰ μετὰ ταῦτα περὶ τῆς πολιτείας ἣν διήλθομεν, οἷόν τι πρὸς αὐ‐ τὴν πεπονθὼς τυγχάνω [19 B 3—5]〉. Ἀπορήσειε δ’ ἄν τις, ὅποι βλέπει τοῦ Σωκράτους ἡ ἔφεσις αὕτη, | |
5 | καὶ διὰ ποίαν αἰτίαν τοῦτο ποθεῖ γίνεσθαι. Πορφύριος μὲν οὖν λύει τὴν ἀπορίαν λέγων, ὅτι τὰς ἕξεις αἱ ἐνέργειαι τελειοῦσιν οὐ μό‐ νον αἱ πρὸ τῶν ἕξεων, ἀλλὰ καὶ αἱ ἀπ’ αὐτῶν προϊοῦσαι· τὸ γὰρ τέλειον τῇ ἕξει μετὰ τοῦ ἐνεργεῖν ἐστιν, εἰ δὲ μή, δυνάμει πώς ἐστιν ἠρεμοῦσα τῆς ἐνεργείας παρῃρημένη. ἵνα οὖν τελείαν ὄντως θεωρήσῃ | |
10 | τὴν πολιτείαν ὁ Σωκράτης, ἀπαιτεῖ καὶ κινουμένην αὐτὴν εἰς πολεμι‐ κὰς πράξεις τῷ λόγῳ θεάσασθαι καὶ ἀγωνιζομένην πρὸς ἄλλας, καὶ ἔοικέ, φησι, διὰ τούτων εἶναι δῆλος οὐ τὴν ἕξιν τῆς ἀρετῆς καθ’ αὑτήν, ἀλλὰ τὴν ἐνεργοῦσαν αὐτάρκη πρὸς εὐδαιμονίαν | |
τιθέμενος. | 4 | |
1.8 | 〈Καὶ τὸ μὲν ἐμὸν οὐδὲν θαυμαστόν· ἀλλὰ τὴν αὐτὴν δόξαν εἴληφα καὶ περὶ τῶν πάλαι γεγονό‐ των καὶ περὶ τῶν νῦν ὄντων ποιητῶν, οὔτι τὸ ποι‐ ητικὸν ἀτιμάζων γένος, ἀλλὰ παντὶ δῆλον ὡς τὸ | |
5 | μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφῇ, ταῦτα μιμή‐ σεται ῥᾷστα καὶ ἄριστα, τὸ δ’ ἐκτὸς τῆς τροφῆς ἑκάστοις γιγνόμενον χαλεπὸν μὲν ἔργοις, ἔτι δὲ χαλεπώτερον λόγοις εὖ μιμεῖσθαι [19 D 3—E 2]〉. Ἀπορεῖται δὲ ὑπὸ Λογγίνου καὶ Ὠριγένους ὁ λόγος, | |
10 | μήποτε καὶ τὸν Ὅμηρον περιείληφεν ἐν τοῖς ποιηταῖς εἰπὼν τὴν αὐ‐ τὴν εἰληφέναι δόξαν οὐ περὶ τῶν ὄντων μόνον—τοῦτο γὰρ οὐδὲν καινόν—ἀλλὰ καὶ περὶ τῶν πάλαι γεγονότων ποιητῶν. ὥστε, φησὶν ὁ Πορφύριος, τριῶν ὅλων ἡμερῶν διατελέσαι τὸν Ὠριγένη βοῶντα καὶ ἐρυθριῶντα καὶ ἱδρῶτι πολλῷ κατεχόμενον, μεγάλην εἶναι | |
15 | λέγοντα τὴν ὑπόθεσιν καὶ τὴν ἀπορίαν, καὶ δεικνύναι φιλοτιμούμενον, ὅτι πρὸς τὰς κατ’ ἀρετὴν πράξεις ἀρκοῦσά ἐστιν ἡ παρ’ Ὁμήρῳ μί‐ μησις· τίς γὰρ Ὁμήρου μεγαλοφωνότερος, ὃς καὶ θεοὺς εἰς ἔριν καὶ μάχην καταστήσας οὐ διαπίπτει τῆς μιμήσεως, ἀλλ’ ἀρκεῖ τῇ φύσει τῶν πραγμάτων ὑψηλολογούμενος; ταῦτα μὲν ὁ ἐνιστάμενος λόγος. | |
20 | ἀπαντῶν δὲ ὁ Πορφύριός φησιν, ὅτι μέγεθος μὲν πάθεσι περι‐ θεῖναι καὶ ὕψος Ὅμηρος ἱκανὸς καὶ εἰς ὄγκον ἐγεῖραι φανταστικὸν τὰς πράξεις, ἀπάθειαν δὲ νοερὰν καὶ ζωὴν φιλόσοφον ἐνεργοῦσαν οὐχ οἷός τε παραδοῦναι. | |
1.9 | Προστίθησι δὲ ὁ Πορφύριος, ὅτι ὥσπερ τοῖς ζωγράφοις οὐ πάντα μιμητά, οἷον τὸ μεθημερινὸν φῶς, οὕτως οὐδὲ τοῖς ποιηταῖς ἡ ζωὴ τῆς ἀρίστης πολιτείας ὑπεραίρουσα τὴν δύναμιν αὐτῶν. | 5 |
1.10 | 〈Ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτ’ ἔφη [20 D 8—9]〉. Οἳ δὲ καὶ μίξαντες τὴν Ὠριγένους, ὥσπερ οἴονται, καὶ Νουμενίου | |
5 | δόξαν ψυχῶν πρὸς δαίμονας ἐναντίωσιν εἶπον, τῶν μὲν δαιμόνων κα‐ ταγωγῶν ὄντων, τῶν δὲ ψυχῶν ἀναγομένων· παρ’ οἷς ὁ δαίμων τρι‐ χῶς· καὶ γὰρ εἶναί φασι τὸ μὲν θείων δαιμόνων γένος, τὸ δὲ κατὰ σχέσιν, ὃ μερικαὶ συμπληροῦσι ψυχαὶ δαιμονίας τυχοῦσαι λήξεως, τὸ δὲ πονηρὸν ἄλλο καὶ λυμαντικὸν τῶν ψυχῶν. τοὺς οὖν ἐσχάτους δαί‐ | |
10 | μονας τὸν πόλεμον τοῦτον συγκροτεῖν καὶ τὰς ψυχὰς ἐν τῇ εἰς τὴν γένεσιν καθόδῳ· καὶ ἅπερ οἱ παλαιοί, φασι, θεολόγοι εἰς Ὄσι‐ | |
ριν καὶ Τυφῶνα ἀνήγαγον ἢ εἰς Διόνυσον καὶ Τιτᾶνας, ταῦτα ὁ Πλά‐ των εἰς Ἀθηναίους καὶ Ἀτλαντίνους ἀναπέμπει δι’ εὐσέβειαν· πρὶν δὲ εἰς τὰ στερεὰ σώματα κατελθεῖν, 〈ἐναντίωσιν〉 παραδίδωσι τῶν | 6 | |
15 | ψυχῶν πρὸς τοὺς ὑλικοὺς δαίμονας, οὓς τῇ δύσει προσῳκείωσεν· ἐπεὶ καὶ ἡ δύσις, ὡς ἔλεγον Αἰγύπτιοι, τόπος ἐστὶ δαιμόνων κακωτι‐ κῶν· ἐπὶ δὲ ταύτης ἐστὶ τῆς οἰήσεως ὁ φιλόσοφος Πορφύριος, ὃν καὶ θαυμάσειεν ἄν τις, εἰ ἕτερα λέγει τῆς Νουμενίου παραδόσεως. | |
1.11 | 〈Ἦ περὶ μεγίστης, ἔφη, καὶ ὀνομαστοτά‐ της πασῶν δικαιότατ’ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὁ λόγος | |
5 | [21 D 4—7]〉. Ἐν δὴ τούτοις ὁ μὲν Λογγῖνος ἐλλείπειν οἴεται τὴν λέξιν· τὸ γὰρ δικαιότατ’ ἂν προσδεῖν τοῦ νομισθείσης, διότι τοῦτο ἀπαιτεῖται ἐν τῷ ἐφεξῆς, ἀλλ’ οὐ τὸ οὔσης. οὐ συνῆκε δέ, φησιν ὁ Πορφύριος, ὅτι διὰ τὸ εἶναι μὲν μεγίστην τὴν πράξιν, μήπω δὲ | |
10 | ὀνομαστήν, προσέθηκε τὸ δικαιότατ’ ἂν ὀνομαστοτάτην εἶναι. | |
1.12 | 〈Τὸ γὰρ οὖν καὶ παρ’ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πα‐ τρὸς ὁδὸν ἐλαύνειν τά τ’ ἐπὶ γῆς συνέκαυσεν καὶ | |
5 | αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται [22 C 3—8]〉. Λέγει γοῦν καὶ ὁ Πορφύριος, ὅτι καὶ σημεῖά τινα ἐλάμβα‐ | |
νον ἀπὸ τῆς κινήσεως τῶν κομητῶν, ἐπὶ μὲν τὰ νότια γιγνομένης, χειμώνων, ἐπὶ δὲ τὰ ἀρκτῷα, αὐχμῶν, ἐπὶ δὲ ἀνατολάς, λοιμῶν, ἐπὶ | 7 | |
10 | δὲ δύσιν, εὐετηρίας, καὶ τὴν ἀφάνισιν τοῦ κομήτου κεραύνωσιν ἐκά‐ λουν, ὡς ἂν εἰωθυίας οὔσης τῆς τούτων συστάσεως. | |
1.13 | 〈Τότε οὖν ὅσοι κατ’ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυν‐ ται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων [22 D 3—5]〉. | |
5 | Ὁ δέ γε φιλόσοφος Πορφύριος καὶ ἐπὶ τὰς ψυχὰς ἀπὸ τῶν φαινομένων μετάγει τοὺς λόγους καί φησιν, ὅτι ἄρα καὶ ἐν ταύταις ποτὲ μὲν ὑπερζεῖ τὸ θυμοειδές, καὶ ἡ ἐκπύρωσις αὕτη φθορά ἐστι τῶν ἐν ἡμῖν ἀνθρώπων· ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην | |
10 | ἐπὶ θυμουμένου τοῦ Ἀγαμέμνονος ἐποίησεν Ὅμηρος [A 104]· ὁτὲ δὲ τὸ ἐπιθυμητικὸν ὑπὸ τῆς γενεσιουργοῦ κατακλυζόμενον ὑγρό‐ τητος ἐκνευρίζεται καὶ βαπτίζεται τοῖς τῆς ὕλης ῥεύμασι, καὶ ἄλλος οὗτος ψυχῶν τῶν νοερῶν θάνατος, ὑγρῇσι γενέσθαι, φη‐ σὶν Ἡράκλειτος [frg. 77 D.]. εἰ δὲ ταῦτα ὀρθῶς διατέτακται, | |
15 | τῶν μὲν κατὰ θυμὸν παθῶν ἀπείρατοι μένουσιν ὅσοι ἂν κεχαλασμένον ἔχωσι τὸν θυμὸν καὶ σύμμετρον εἰς τὴν τῶν δευτέρων ἐπιμέλειαν· | |
τοῦτο γὰρ οἱ κοῖλοι τόποι καὶ ὑδάτων γείτονες σημαίνουσι. τῶν δὲ κατ’ ἐπιθυμίαν, οἱ συντονώτερον ἔχοντες τὸ ἐπιθυμητικὸν καὶ ἐγηγερ‐ μένον ἀπὸ τῆς ὕλης· τοῦτο γὰρ οἱ ὑψηλοὶ τόποι δηλοῦσι. πέφυκε γάρ | 8 | |
20 | πως τὸ μὲν θυμικὸν ὀξυκίνητον εἶναι καὶ δραστήριον, τὸ δὲ τῆς ἐπι‐ θυμίας ἔκλυτον καὶ ἀσθενές· μουσικοῦ δ’ ἀνδρὸς χαλάσαι μὲν τοῦ θυμοῦ τὸ εὔτονον, ἐπιτεῖναι δὲ τῆς ἐπιθυμίας τὸ ἐκμελές. | |
1.14 | 〈Κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλ‐ λοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δ’ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν. Ὅθεν καὶ δι’ ἃς αἰτίας τἀνθάδε σῳζόμενα λέγεται πα‐ | |
5 | λαιότατα [22 E 1—4]〉. Πόθεν οὖν ὁ Νεῖλος ἐπάνεισι; Πορφύριος μὲν δή φησιν, ὅτι δόξα ἦν παλαιὰ Αἰγυπτίων τὸ ὕδωρ κάτωθεν ἀναβλυσθαίνειν ἐν τῇ ἀναβάσει τοῦ Νείλου, διὸ καὶ ἱδρῶτα τῆς γῆς ἐκάλουν τὸν Νεῖλον, καὶ τὸ ἐπανιέναι κάτωθεν τοῦτο τῷ Αἰγυπτίῳ δηλοῦν καὶ τὸ | |
10 | σῴζει λυόμενος, οὐχ ὅτι ἡ χιὼν λυομένη τὸ πλῆθος τῶν ὑδά‐ των ποιεῖ, ἀλλ’ ὅτι λύεται ἀπὸ τῶν ἑαυτοῦ πηγῶν καὶ πρόεισιν εἰς τὸ ἐμφανὲς ἐπεχόμενος πρότερον. | |
1.15 | 〈Τῆς δὲ ἐνθάδε διακοσμήσεως παρ’ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἐτῶν ἀ‐ ριθμὸς γέγραπται [23 E 2—4]〉. Τοῖς μὲν Ἀθηναίοις τὸν ἐννακισχίλια ἀριθμὸν ἀποδέδωκεν ἐκ τῆς | |
5 | ἱστορίας καὶ τοῦτο λαβών, τοῖς δὲ Σαΐταις τὸν ὀκτακισχίλια κατὰ τὰ ἐν τοῖς ἱεροῖς γράμματα, τῇ χιλιάδι μετρῶν τοὺς βίους τῶν πόλεων· ταύτῃ γὰρ λέγονται καὶ οἱ δαίμονες τὸν χρόνον μετρεῖν, ὥς φησιν ὁ | |
φιλόσοφος Πορφύριος. | 9 | |
1.16 | Ὁ δέ γε φιλόσοφος Πορφύριος ταῦτα ἐξηγούμενος τὸν μὲν Ἥφαιστον 〈τὸν〉 τεχνικὸν ὑποτίθεται νοῦν, γῆν δὲ τὴν σεληνια‐ κὴν σφαῖραν· ταύτην γὰρ αἰθερίαν γῆν καλεῖσθαι παρ’ Αἰγυπτίοις. τὰς οὖν ψυχὰς τὰς ἀπὸ μὲν θεοῦ ὑποστάσας, τοῦ δὲ τεχνικοῦ νοῦ | |
5 | μετεχούσας εἰς ⟦τε⟧ τὸ τῆς σελήνης σῶμα σπείρεσθαί φησιν, ὡς ἐκεῖ πολιτευομένας τὰς τεχνικὰς τῶν ψυχῶν, σώματα δ’ ἐχούσας ἀπορροίας ὄντα τῶν αἰθερίων σωμάτων. τὰ δὲ ἐννακισχίλια ἔτη ταύταις ἐφαρμό‐ ζει ταῖς ψυχαῖς τοιόνδε τρόπον· μυριέτης μέν ἐστιν, ὥς φησι, περίοδος τῆς ψυχῆς ἡ διὰ τῶν πέντε ἀστέρων ἀνιοῦσά τε καὶ κατιοῦσα, ἵν’ ἕκαστος ἔχῃ | |
10 | δύο χιλιάδας· οὐ μὴν ἐφεξῆς. ὁ μέντοι χρόνος ἐφεξῆς κατ’ ἐπιβολήν· ἑαυτῷ γὰρ οὖν ἐπιβάλλει· διὸ καὶ ἐννέα βίοι γίνονται οἱ πάντες, οὓς αἰνίσσεται διὰ τῶν ἐννακισχιλίων ἐτῶν, καὶ τοῖς τεθνηκόσιν ἔνατα ποιοῦσι, καὶ τοῖς γεννωμένοις ὁμοίως τὰ ὀνόματα τίθενταί τινες ἐν τῇ ἐνάτῃ, συμβόλοις περιόδοις χρώμενοι γενέσεως καὶ ἀπογενέσεως. οὐ | |
15 | παρέλαβε δὲ νῦν τὸν μυριέτη χρόνον, ἀλλὰ τὸν ἐννακισχιλίων ἀριθ‐ μόν, ἵν’ ἔτι περίγειοι ὦσι πλησιάζοντες τῇ μυριέτῃ περιόδῳ. | |
1.17 | 〈Πρῶτον μὲν τὸ τῶν ἱερέων γένος ἀπὸ | |
τῶν ἄλλων χωρὶς ἀφωρισμένον [24 A 4—5]〉. Ἐνταῦθα δὲ πῶς καὶ τίνα τρόπον ταῦτα τὰ γένη ληπτέον ἐν τῷ παντὶ καθορᾶν ἄξιον· ὁ μὲν γὰρ φιλόσοφος Πορφύριος οὕτω | 10 | |
5 | διατάττεται· τοὺς μὲν ἱερέας ἀναλογεῖν τοῖς ἐν οὐρανῷ ἀρχαγγέλοις τετραμμένοις πρὸς θεούς, ὧν εἰσιν ἄγγελοι, τοὺς δὲ μαχίμους τοῖς εἰς τὰ σώματα κατιοῦσι δαίμοσι, τοὺς δὲ αὖ νομέας τοῖς ἐπὶ ταῖς τῶν ζῴων ἀγέλαις τεταγμένοις, οὓς δι’ ἀπορρήτων ψυχὰς εἶναι λέγουσιν ἀποτυχού‐ σας μὲν τοῦ ἀνθρωπικοῦ νοῦ, πρὸς δὲ τὰ ζῷα ἐχούσας διάθεσιν· ἐπεὶ | |
10 | καὶ ἀνθρώπων ἀγέλης ἔστι τις κηδεμὼν καὶ μερικοί τινες, οἳ μὲν ἔ‐ θνη, οἳ δὲ πόλεις, οἳ δὲ καὶ τοὺς καθ’ ἕκαστον ἐπισκοποῦντες· τοὺς δὲ θηρευτὰς τοῖς τὰς ψυχὰς θηρεύουσι καὶ εἰς τὰ σώματα κατακλεί‐ ουσιν· εἰσὶ δὲ οἳ καὶ ταῖς θήραις τῶν ζῴων χαίρουσιν, οἵαν καὶ τὴν Ἄρτεμιν τίθενται καὶ ἄλλο σὺν αὐτῇ πλῆθος δαιμόνων θηρατικῶν· | |
15 | τοὺς δὲ γεωργοὺς τοῖς ἐπὶ τῶν καρπῶν τεταγμένοις. τὸ δὴ πολίτευμα τοῦτο πᾶν τῶν ὑπὸ σελήνην δαιμόνων εἰς πολλὰ νενεμημένων δημιουρ‐ γικὸν ὑπὸ τοῦ Πλάτωνος εἰρῆσθαι διὰ τὸ ἀφορᾶν πρὸς ἀποτέλεσμα ὂν ἤδη ἢ γιγνόμενον. | |
1.18 | 〈Ἔτι δὲ ἡ τῆς ὁπλίσεως αὐτῶν σχέσις ἀ‐ σπίδων καὶ δοράτων, οἷς ἡμεῖς πρῶτοι τῶν περὶ τὴν Ἀσίαν ὡπλίσμεθα, τῆς θεοῦ καθάπερ ἐν ἐ‐ κείνοις τοῖς τόποις παρ’ ὑμῖν πρώτοις ἐνδειξα‐ | |
5 | μένης [24 B 4—7]〉. Πορφύριος μὲν ἀσπίδα τὸ σῶμα καλῶν ἀντὶ τοῦ δόρατος πα‐ ραλαμβάνει τὸν θυμόν· ταῦτα δὲ εἰς γένεσιν πεσόντων ἐστὶ καὶ ἐνύ‐ λων πραγμάτων, καὶ οὐχὶ τῆς ἀτρέπτου σωτηρίας, ἀλλὰ τῆς γενε‐ σιουργοῦ ζωῆς ὄργανα, διαφθείροντα τὴν καθαρότητα τοῦ νοῦ καὶ | 11 |
10 | τὴν κατὰ λόγον ἀπολλύντα ζωήν. | |
1.19 | 〈Τὸ δ’ αὖ περὶ τῆς φρονήσεως, ὁρᾷς που τὸν νόμον τῇδε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐ‐ θὺς κατ’ ἀρχὰς περί τε τὸν κόσμον, ἅπαντα μέ‐ χρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν ἐκ τού‐ | |
5 | των θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησά‐ μενος [24 B 7—C 3]〉. Περὶ δὲ τὸν κόσμον ἅπαντα, διότι καὶ ἀφανεῖς εἰσιν αἰτίαι τῶν ἐν τῷ κόσμῳ τεταγμένων, ἃς θεωρεῖ πρὸ τούτων ἡ τελέα | |
10 | φρόνησις· οὐ γάρ ἐστιν αὐτῆς τὸ εἶδος τεχνικόν, ὥς φησι Πορφύ‐ ριος, ἢ πρὸς τέχνας ἐπιτήδειον. | |
1.20 | Πορφύριος δὲ εἰκότως φησὶ καὶ ἰατρικὴν ἀπὸ τῆς Ἀ‐ θηνᾶς ἥκειν, διότι καὶ ὁ Ἀσκληπιὸς νοῦς ἐστι Σεληνιακός, ὥσπερ ὁ | |
Ἀπόλλων Ἡλιακὸς νοῦς. | 12 | |
1.21 | 〈Ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι [24 C 5—7]〉. Ὠριγένης δὲ τὴν εὐκρασίαν ταύτην ἐπὶ τὴν τοῦ οὐρανοῦ | |
5 | κυκλοφορίαν ἀνέπεμπεν· ἐκεῖθεν γὰρ εἶναι τὰς φορὰς καὶ τὰς ἀφορίας τῶν ψυχῶν, ὥς φησιν ὁ ἐν Πολιτείᾳ [VIII 546 A] Σωκράτης. ἀλλ’ οὗτος μὲν μερικώτερον ἐφάπτεται τῆς ἀληθείας, Λογγίνος δὲ λανθάνει τὴν ἰδιότητα σωματικὴν ποιῶν καὶ ταῖς ἀπορίαις ἐνισχόμενος, ἃς καὶ ὁ Πορφύριος αὐτῷ προσφέρει· μία γὰρ ἰδιότης ἀέρος πῶς πρὸς | |
10 | διάφορα ποιεῖ ἐπιτηδείους; ἔπειτα τῆς ἰδιότητος ἔτι μενούσης τῆς ὁμοίας πῶς οὐκέτι ἡ αὐτὴ εὐφυΐα τῶν οἰκούντων ἐστίν; εἰ δὲ φθαρτὴ ἡ ἰδιό‐ της, τί τὸ φθαρτικὸν αὐτῆς λεκτέον; ἄμεινον δὲ λέγειν, ὅτι τῶν θεῶν διελομένων τὸν σύμπαντα τόπον κατὰ τὴν δημιουργικὴν τάξιν ἑκάστη τοῦ τόπου μερὶς ὑποδέχεται ψυχὰς τὰς αὐτῇ προσφόρους, ἡ μὲν Ἀρεϊ‐ | |
15 | κὴ τὰς θυμοειδεστέρας, ἡ δὲ Ἀπολλωνιακὴ τὰς μαντικάς, ἡ δὲ Ἀσκληπιακὴ τὰς ἰατρικάς, ἡ δὲ Ἀθηναϊκὴ τὰς φρονίμους, τοῦτο δὲ διὰ τὸ ποιότητά τινα, μᾶλλον δὲ δύναμιν ἔχειν τοιαύτην ἐκ τοῦ λα‐ χόντος θεοῦ καὶ εὐαρμοστίαν πρὸς τὰς τοιάσδε ζωάς. τὴν μὲν οὖν εὐ‐ αρμοστίαν ταύτην εὐκρασίαν ἐκάλεσεν, ἐπειδὴ πολλαὶ μὲν ἑκάστῃ | |
20 | μερίδι δυνάμεις ἔνεισιν φυσικαὶ καὶ ψυχικαί, δαιμόνιοι καὶ ἀγγελικαί, πάσας δὲ αὐτὰς ἑνίζει καὶ συγχίρνησιν ἀμιγῶς ἑνώσασα πάσας ἢ ἑνὰς τοῦ λαχόντος ἑκάστην θεοῦ. διότι δὲ καὶ τῶν μερίδων τούτων καὶ τῶν κλήρων τὴν φρουρὰν αἱ Ὧραι παρὰ τοῦ πατρὸς εἰλήχασι, ταῖς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε, | |
25 | φησὶν Ὅμηρος [E 750], καθ’ ἃς καὶ αἱ τῶν ψυχῶν ἐπιτελοῦνται τῶν ὁμοίων πρὸς τοὺς τόπους συναρμόσεις, διὰ δὴ τοῦτο τὴν εὐκρασίαν ταύτην ἐξῆψε τῶν Ὡρῶν ἐκεῖθεν ὅλην συνεχομένην. | |
1.22 | 〈Ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλον‐ τα οἴσειν τόπον ἄνδρας, τοῦτον ἐκλεξαμένη πρῶ‐ | |
τον κατῴκισεν [24 C 7—D 3]〉. | 13 | |
5 | Ὁ μὲν γὰρ Πορφύριος ἐν σελήνῃ τὴν Ἀθηνᾶν ὑποθέμενος ψυχὰς ἐκεῖθεν κατιέναι φησὶ τό τε θυμοειδὲς ἅμα καὶ τὸ πρᾶον ἐχού‐ σας, καὶ διὰ τοῦτο φιλοσόφους καὶ φιλοπολέμους οὔσας, τῶν ἐν Ἐλευσῖνι μυσταγωγούς, ἐπείπερ καὶ ἀπὸ Μουσαίου τοῦ Σεληνιακοῦ τὸ γένος τοῖς ἐν Ἐλευσῖνι τῶν μυστερίων ἡγουμένοις, ἐπεὶ δὲ καὶ ὁ Ἡρ‐ | |
10 | μῆς ἐκεῖ περὶ Σελήνην ἐστὶ παρ’ αὐτοῖς καὶ τὸ Κηρύκων, ὥς φησι, γένος. | |
1.23 | 〈Πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάν‐ των μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ [24 D 6—8]〉. Ὁ δὲ Πορφύριος μεγάλα μὲν ἔργα καὶ θαυμαστὰ ψυχῶν | |
5 | ἤκουσεν, ὅσα πρὸς ὕλην καὶ τοὺς ὑλικοὺς πράττεται τρόπους, ὑλικοὺς δὲ τρόπους ἀποκαλεῖ τοὺς δαίμονας· δύο γὰρ εἶναι δαιμόνων εἴδη, τὸ μὲν ψυχάς, τὸ δ’ ἕτερον τρόπους, εἶναι δὲ τούτους ὑλικὰς δυνάμεις, ἠθοποιοὺς τῆς ψυχῆς. | |
1.24 | 〈Λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πό‐ λις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομέ‐ | |
νην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν [24 E 2—4]〉. Ὁ μὲν οὖν Πορφύριος ἐν τούτοις εἰς δαίμονας καὶ ψυχὰς | 14 | |
5 | ἀναπέμπων τὴν θεωρίαν, ποτὲ δὲ καὶ τοῦ μυθευομένου Τιτανικοῦ πολέμου μνήμην ποιησάμενος τὰ μὲν πιθανῶς, τὰ δὲ οὒ προσβιβάζει τοῖς προκειμένοις. | |
1.25 | 〈Ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημεῖον. Ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἶδ’ εἰ δυναίμην ἅπαν‐ τα ἐν μνήμῃ πάλιν λαβεῖν· ταῦτα δὲ ἃ πάμπολυν | |
5 | χρόνον διακήκοα, παντάπασι θαυμάσαιμ’ ἂν εἴ τί με αὐτῶν διαπέφευγεν. Ἦν μὲν οὖν μετὰ πολλῆς ἡδονῆς καὶ παιδιᾶς τότε ἀκουόμενα, καὶ τοῦ πρεσβύ‐ του προθύμως με διδάσκοντος, ἅτ’ ἐμοῦ πολλάκις ἐπανερωτῶντος, ὥστε οἷον ἐγκαύματα ἀνεκπλύ‐ | |
10 | του γραφῆς ἔμμονά μοι γέγονεν [26 B 3—C 4]〉. Τὸ μνημονικωτέρους εἶναι τοὺς παῖδας καὶ ἐπὶ τῶν ἔργων ὁρᾶται καὶ πολλὰς ἂν ἔχοι πιθανὰς αἰτίας· μίαν μέν, ὥς φησι Πορφύριος, ὅτι αἱ ψυχαὶ τῶν παίδων πεῖραν οὐκ ἔχουσι τῶν ἀνθρωπίνων κακῶν· | |
ἅτε οὖν μήτε περισπώμεναι μήτε ἐνοχλούμεναι ὑπὸ τῶν ἐκτὸς εὐτύπωτον | 15 | |
15 | μὲν ἔχουσι τὸ φανταστικόν, ἀργότερον δὲ τὸ διανοητικόν· αἱ γὰρ πεῖ‐ ραι τοῦτο ποιοῦσιν ὀξὺ καὶ εὐκίνητον. | |
1.26 | 〈Σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν. Ἔδοξεν γὰρ ἡμῖν Τίμαιον μέν, ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον, πρῶτον | |
5 | λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευ‐ τᾶν δὲ εἰς ἀνθρώπων φύσιν· ἐμὲ δὲ μετὰ τοῦ‐ τον, ὡς παρὰ μὲν τούτου δεδεγμένον ἀνθρώπους τῷ λόγῳ γεγονότας, παρὰ σοῦ δὲ πεπαιδευμένους διαφερόντως αὐτῶν τινας, κατὰ δὲ τὸν Σόλωνος λό‐ | |
10 | γον τε καὶ νόμον εἰσαγαγόντα αὐτοὺς ὡς εἰς δικαστὰς ἡμᾶς ποιῆσαι πολίτας τῆς πόλεως τῆσδε ὡς ὄντας τοὺς τότε Ἀθηναίους, οὓς ἐμήνυσεν ἀφανεῖς ὄντας ἡ τῶν ἱερῶν γραμμάτων φήμη, τὰ λοιπὰ δὲ ὡς περὶ πολιτῶν καὶ Ἀθηναίων ὄντων ἤδη ποιεῖσθαι | |
15 | τοὺς λόγους [27 A 2—B 6]〉. Ἀπορήσειε δ’ ἄν τις, τίνος ἕνεκα μὴ προτέτακται τῆς Πολιτείας ὁ Τίμαιος, ἐν ᾧ τοῦ τε ἄλλου κόσμου γένεσις παραδίδοται καὶ τοῦ ἀνθρώπων γένους ... ὁ δὲ φιλόσοφος Πορφύριος οὐκ αὐτόθεν τῆς ἀπορίας ἕνεκα ταύτης, ἀλλ’ ἄλλου τινὸς πέρι διαταττόμενος τοιαύτην | |
20 | ἀφορμὴν παρέσχετο λύσεως· τοὺς τῆς ὅλης θεωρίας γνησίως ἀντιλή‐ ψεσθαι μέλλοντας δεῖ πεπαιδεῦσθαι πρότερον τὸ ἦθος, ἵνα ὅμοιον ὂν τῷ κατανοουμένῳ συναρμόζηται πρεπόντως εἰς τὴν γνῶσιν τῆς ἀλη‐ θείας. | 16 |
1.27 | 〈Τελέως τε καὶ λαμπρῶς ἔοικα ἀντα‐ πολήψεσθαι τὴν τῶν λόγων ἑστίασιν. Σὸν οὖν ἔρ‐ γον λέγειν ἄν, ὦ Τίμαιε, τὸ μετὰ τοῦτο, ὡς ἔοικεν, εἴη καλέσαντα κατὰ νόμον θεοὺς [27 B 7—10]〉. | |
5 | Πορφύριος δὲ καὶ Ἰάμβλιχος τῇ πάσῃ τοῦ διαλόγου προθέσει σύμφωνον (i. e. τὸ τοῦ Τιμαίου προοίμιον) ἀπέφηναν, ὃ μὲν μερικώτερον, ὃ δὲ ἐποπτικώτερον· ὥστε εἰ καὶ ἡμεῖς ἐνταῦθα τὸ βι‐ βλίον περιγράψαιμεν, σύμφωνον τῷ τε Πλάτωνι καὶ τούτοις παρεξόμεθα | |
τὴν ἑαυτῶν τάξιν. | 17 | |
2t | 〈ΠΟΡΦΥΡΙΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ〉 | |
2.28 | Ὁ μὲν γὰρ φιλόσοφος Πορφύριος διοριζόμενος, τίνες μὲν τῶν παλαιῶν προσήκαντο τὴν εὐχήν, τίνες δὲ οὔ, περιήγα‐ γεν ἡμᾶς ἐπ’ ἄλλας καὶ ἄλλας δόξας λέγων, ὡς συλλήβδην εἰπεῖν, ὡς οὔτε οἱ τὴν πρώτην ἀθεότητα νοσήσαντες προσποιοῦνται τὴν ἀπὸ | |
5 | τῆς εὐχῆς ὠφέλειαν, οἵ γε μηδὲ εἶναι λέγοντες θεούς, οὔτε οἱ τὴν δευτέραν, ὅσοι τὴν πρόνοιαν ἄρδην ἀνατρέπουσι θεοὺς εἶναι διδόντες, οὔθ’ οἱ καὶ εἶναι καὶ προνοεῖν αὐτοὺς συγχωροῦντες, ἅπαντα δὲ ἀπ’ αὐτῶν ἐξ ἀνάγκης γίνεσθαι· τῶν γὰρ ἐνδεχομένων καὶ ἄλλως γίνε‐ σθαι μὴ ὄντων ἀναιρεῖται τὸ τῆς εὐχῆς ὄφελος· ὅσοι δὲ καὶ εἶναι καὶ | |
10 | προνοεῖν φασιν αὐτοὺς καὶ πολλὰ τῶν γιγνομένων ἐνδέχεσθαι καὶ ἄλ‐ λως ἔχειν, οὗτοι καὶ τὰς εὐχὰς εἰκότως παραδέχονται καὶ τὸν βίον ἡμῶν ἀνορθοῦν ὁμολογοῦσι. καὶ δὴ καὶ προστίθησιν, ὅτι τοῖς σπου‐ δαίοις ἡ εὐχὴ μάλιστα προσήκει, διότι συναφὴ πρὸς τὸ θεῖόν ἐστι, τῷ δὲ ὁμοίῳ τὸ ὅμοιον συνάπτεσθαι φιλεῖ, τοῖς δὲ θεοῖς ὁ σπουδαῖος ὁμοιότατος, | |
15 | καὶ διότι ἐν φρουρᾷ ὄντες οἱ τῆς ἀρετῆς ἀντεχόμενοι καὶ ὑπὸ τοῦ σώματος ὡς δεσμωτηρίου συνειλημμένοι δεῖσθαι τῶν θεῶν ὀφείλουσι περὶ τῆς ἐντεῦθεν μεταστάσεως, καὶ ὅτι ὡς παῖδας πατέρων ἀποσπα‐ σθέντας εὔχεσθαι προσήκει περὶ τῆς πρὸς τοὺς ἀληθινοὺς ἡμῶν πατέ‐ ρας, τοὺς θεούς, ἐπανόδου, καὶ ὅτι ἀπάτορές τινες ἄρα καὶ ἀμήτορες | 18 |
20 | ἐοίκασιν εἶναι οἱ μὴ ἀξιοῦντες εὔχεσθαι μηδὲ ἐπιστρέφειν εἰς τοὺς κρείττονας, καὶ ὅτι καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν οἱ σοφίᾳ διενεγκόντες περὶ εὐχὰς ἐσπούδασαν, Ἰνδῶν μὲν Βραχμᾶνες, Μάγοι δὲ Περσῶν, Ἑλλήνων δὲ οἱ θεολογικώτατοι, οἳ καὶ τελετὰς κατεστήσαντο καὶ μυ‐ στήρια· Χαλδαῖοι δὲ καὶ τὸ ἄλλο θεῖον ἐθεράπευσαν καὶ αὐτὴν τὴν | |
25 | ἀρετὴν τῶν θεῶν θεὸν εἰπόντες ἐσέφθησαν, πολλοῦ δέοντες διὰ τὴν ἀρετὴν ὑπερφρονεῖν τῆς ἱερᾶς θρησκείας· καὶ ἐπὶ πᾶσι τούτοις, ὅτι μέρος ὄντας τοῦ παντὸς δεῖσθαι προσήκει τοῦ παντός· παντὶ γὰρ ἡ πρὸς τὸ ὅλον ἐπιστροφὴ παρέχεται τὴν σωτηρίαν· εἴτε οὖν ἀρετὴν ἔχεις, παρακλητέον σοι τὸ τὴν ὅλην ἀρετὴν προειληφός· τὸ γὰρ πᾶν | |
30 | ἀγαθὸν αἴτιόν ἐστι καὶ σοὶ τοῦ ἀγαθοῦ τοῦ σοὶ προσήκοντος· εἴτε σω‐ ματικόν τι ζητεῖς ἀγαθόν, ἔστιν ἡ παντὸς σώματος ἐν τῷ κόσμῳ συ‐ νεκτικὴ δύναμις· ἐκεῖθεν οὖν ἐφήκειν ἀνάγκη καὶ τοῖς μέρεσι τὸ τέ‐ λειον. ταύτῃ μὲν ὁ Πορφύριος ὡς συντόμως εἰπεῖν. | |
2.29 | 〈Ἀλλ’, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παν‐ τὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν [27 C 1—3]〉. | |
5 | Ἀλλὰ πῶς, φησὶν ὁ Ἐπικούρειος Ἕρμαρχος, οὐκ εἰς ἄπει‐ ρον πρόϊμεν, εἰ ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος εὐχῆς δεό‐ μεθα; καὶ γὰρ ἵνα εὐξώμεθα, πάλιν ἄλλης εὐχῆς δεήσει, καὶ οὐδα‐ μοῦ στησόμεθα. λυτέον δὴ τὴν ἀπορίαν ὡς ὁ Πορφύριος, ὅτι οὐκ | |
εἴρηται ἐπὶ παντὶ πράγματι δεῖν εὔχεσθαι, ἀλλ’ ἐπὶ παντὸς ὁρμῇ πράγ‐ | 19 | |
10 | ματος· ἐπὶ πράγματα μὲν οὖν ὁρμῶμεν, ἐπὶ δὲ ὁρμὰς οὐχ ὁρμῶμεν, ὥστε οὐκ ἐπ’ ἄπειρον ἡ ὁδός. | |
2.30 | 〈Ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖ‐ σθαί πῃ μέλλοντας, ᾗ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν [27 C 4—6]〉. Πάλιν τοίνυν τὸ η γέγονεν η καὶ ἀγενές ἐστιν οἳ μὲν | |
5 | ἐξηγήσαντο τὸ μὲν πρότερον η δασύναντες, τὸ δὲ δεύτερον ψιλώσαν‐ τες ... Πορφύριος δὲ καὶ Ἰάμβλιχος ἀμφότερα ψιλοῦσιν, ἵνα ᾖ τὸ λεγόμενον, πότερον γέγονε τὸ πᾶν ἢ ἀγενές ἐστι. | |
2.31 | 〈Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπ‐ τόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δ’ αὖ δόξῃ μετ’ αἰ‐ σθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολ‐ λύμενον, ὄντως δὲ οὐδέποτε ὄν [28 A 1—4]〉. | |
5 | Ὀρθῶς οὖν καὶ ὁ Πορφύριος ἔλεγεν, ὅτι τὰ ἄκρα νῦν ὁ Πλάτων ἀφορίζεται, τό τε πρώτως ἀεὶ ὂν καὶ τὸ μόνως γενητόν, τὰ δὲ | |
μέσα παρῆκεν, οἷον τὸ ὂν ἅμα καὶ γινόμενον, ἢ τὸ γινόμενον καὶ ὄν. ὧν τὸ μὲν ὂν καὶ γινόμενον οἰκεῖόν ἐστι τῷ πλάτει τῶν ψυχῶν, τὸ δὲ ἀνάπαλιν καὶ γιγνόμενον καὶ ὂν τῇ ἀκρότητι τῶν γενητῶν. | 20 | |
2.32 | 〈Ὅτου μὲν οὖν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ προσχρώμενος παραδείγματι, τὴν ἰδέαν καὶ δύ‐ ναμιν αὐτοῦ ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕ‐ | |
5 | τως ἀποτελεῖσθαι πᾶν· οὗ δ’ ἂν εἰς τὸ γεγονός, γεννητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν [28 A 6—B 3]〉. Τὸ δὲ ἀεὶ συναπτέον τῷ κατὰ ταὐτὰ ἔχον, ἵν’ ᾖ πρὸς τὸ ἀεὶ κατὰ ταὐτὰ ἔχον βλέπων. οὕτω καὶ ὁ φι‐ | |
10 | λόσοφος ἔκρινε Πορφύριος εἰκότως· οὐ γὰρ καὶ ἀεὶ βλέπειν φησὶ πάντα δημιουργόν, ὡς οἴεται Ἀττικός, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχειν τὸ νοητόν· εἰ μὴ ἄρα καὶ τὸ βλέπειν ἀεὶ διὰ τοῦτο παρέλαβεν, ἵνα μὴ τῷ ποτὲ μὲν ὁρᾶν, ποτὲ δὲ μή, παρείσδυσιν δῷ τῷ μὴ καλῷ πρὸς τὴν ποίησιν· ἐν ᾧ ἂν οὖν ᾖ δημιουργός, βλεπέτω πρὸς τὸ ἀίδιον, ἵνα | |
15 | ποιήσῃ προσόμοιον αὐτῷ καὶ καλόν. | |
2.33 | 〈Σκεπτέον δ’ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκο‐ πεῖν [28 B 5—6]〉. Ἐπειδὴ δὲ τῶν Πλατωνικῶν οἱ μὲν πολλοὶ τὸ περὶ παντὸς | |
5 | ἤκουσαν ἐπὶ παντὸς πράγματος κατὰ τὸ ἐν τῷ Φαίδρῳ ῥηθέν, Πορ‐ φύριος δὲ καὶ Ἰάμβλιχος ἐπ’ αὐτοῦ τοῦ παντός, ὡς δέον ὂν περὶ τοῦ παντὸς εἰπεῖν πρῶτον, ποτέρως ἔχει φύσεως, εἴτε ἀγένητον, εἴτε αὖ γενητὸν τυγχάνει ὄν, εἰδέναι χρή, ὅτι μᾶλλον ἡ προτέρα ἐξή‐ γησις ἔχει τὸ αὐτοφυές. | |
2.34 | 〈Πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων | |
οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔ‐ χων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δ’ αἰσθη‐ | 21 | |
5 | τά, δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη [28 B 6—C 2]〉. «Ἴδωμεν τοίνυν, ποῖον σημαινόμενον τοῦ κόσμου ὁ Πλάτων κα‐» «τηγόρησεν καὶ ποῖον ἠρώτησεν καὶ τίνι εἰκότως ἐφαρμόττει. καὶ» «μὴν ἔστω τὸ δηλοῦν τὴν ἀπὸ χρόνου γένεσιν παρειληφὼς καὶ σκε‐» | |
10 | «πτέσθω, πότερον ἦν ἀεὶ μηδέποτε ἀπὸ χρόνου γεγονὼς ἢ γέγονεν» «ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, ἀποφαινέσθω δὲ ἀπό τινος ἀρχῆς χρο‐» «νικῆς γεγονέναι, δι’ ἃς ἐπιφέρει ἀποδείξεις. τίνες οὖν αὗται; “ὁρα‐» «τός τε γὰρ ἁπτός τέ ἐστιν,” φησίν, “καὶ σῶμα ἔχων· πάντα δὲ τὰ» «τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως γινόμενα καὶ» | |
15 | «γενητὰ ἐφάνη.” τούτων δὲ τί ἂν εἴη γελοιότερον; τίς γὰρ ἡ ἀνάγ‐» «κη τῆς ἀκολουθίας, εἰ ὁρατὸς καὶ ἁπτὸς καὶ ἔχων σῶμα, ἀπ’» «ἀρχῆς χρόνου γεγονέναι;» | 22 |
2.35 | «Οἱ δὴ λέγοντες ἀγένητον μὲν κατὰ χρόνον εἶναι τὸν» «κόσμον ἑτέρως δὲ λέγειν γενητὸν εἶναι ἀναγκαίως τὰ σημαινόμενα» «τοῦ γενητοῦ καταριθμήσαντες, ἣν ἐπάγει κατασκευὴν τοῦ γεγονέναι,» «τίνι τῶν σημαινομένων ἐφαρμόττει, ἀξιοῦσι καθορᾶν. εἰ μὲν γὰρ μὴ» | |
5 | «ἀπεδείκνυεν, ὅτι γέγονεν, ἄδηλον ἦν, πῶς τὸ γεγονέναι τοῦ κόσμου» «κατηγόρησεν· εἰ δὲ ἐπάγει τούτου τὴν ἀπόδειξιν, ᾧπερ ἂν τῶν ση‐» «μαινομένων τοῦ γενητοῦ ἐφαρμόζῃ ἡ ἀπόδειξις, δῆλον, ὡς κατ’» «ἐκεῖνο γενητὸν ἂν λέγοι τὸν κόσμον, ᾧ δὲ μὴ ἐφαρμόζῃ, πρόδηλον,» «ὡς ἐκεῖνο παραιτεῖται· μὴ γὰρ δὴ τοσοῦτον τῶν φρενῶν ἐξεστηκέ‐» | |
10 | «ναι ὡς ἀσυλλόγιστα καὶ μηδαμῶς κατασκευαστικὰ τοῦ συμπεράσμα‐» «τος λαμβάνειν τὸν Πλάτωνα». | |
2.36 | Ἔτι φησὶν ὁ Πορφύριος γενητὸν λέγεσθαι καὶ τὸ διὰ γενέσεως καὶ τοῦ γίνεσθαι τὸ εἶναι λαβόν, ὡς οἰκία καὶ πλοῖον καὶ φυτὸν καὶ ζῷον, καθὸ τὴν ἀστραπὴν καὶ τὸν κρότον καὶ ὅσα | |
ἐξαίφνης ὑφίσταται καὶ παύεται οὐ λέγομεν εἶναι γενητά· πάντα | 23 | |
5 | γὰρ τὰ τοιαῦτα, ὡς καὶ Ἀριστοτέλης φησίν, ἄνευ γενέσεως εἰς τὸ εἶ‐ ναι παραγίγνεται καὶ χωρὶς φθορᾶς εἰς τὸ μὴ εἶναι μεταβάλλει· καὶ δῆλον, ὅτι οὐδεὶς ἂν κατὰ τοῦτο γενητὸν εἶναι τὸν κόσμον ὑπόθοιτο ὡς διὰ γενέσεως εἰς τὸ εἶναι παραγενόμενον· ἅμα γὰρ νοήματι εἰς οὐ‐ σίωσιν ὁ θεὸς τὰ πάντα παρήγαγεν. ὥστε οὐδὲν τούτου τοῦ σημαινο‐ | |
10 | μένου εἰς ἐξέτασιν τῆς Πλάτωνος διανοίας δεησόμεθα. ἐπὶ πᾶσιν γενη‐ τὸν λέγεσθαί φησιν ὁ Πορφύριος καὶ τὸ πᾶσιν γνώριμόν τε καὶ καθω‐ μιλημένον τὸ ἀπὸ χρόνου ἀρχὴν τοῦ εἶναι λαβὸν πρότερον οὐκ ὄν, καθό φησιν μὴ λέγεσθαι ὑπὸ Πλάτωνος γενητὸν τὸν κόσμον. | |
2.37 | Φησὶν (i. e. ὁ Πορφύριος) γὰρ γενητὸν λέγεσθαι καὶ τὸ λόγον ἔχον γενέσεως, κἂν μηδέποτε γεγονὸς ᾖ, ὡς τὰ ὀνόματα καὶ αἱ | |
συλλαβαὶ τῷ ἀναλύεσθαι εἰς στοιχεῖα καὶ συντίθεσθαι ἐκ στοιχείων καὶ ὡς τὰ διαγράμματα οἷον τὰ εὐθύγραμμα τῶν σχημάτων εἰς τρίγω‐ | 24 | |
5 | νά τε διαιρεῖται τῷ λόγῳ καὶ ἐκ τριγώνων σύγκειται. δῆλον δήπου, ὅτι εἰς ταὐτὸν συντρέχει τοῦτο τῷ ἐξ ὕλης καὶ εἴδους συνθέτῳ· τὸ γὰρ οὕτω γενητὸν ὡς οὐκ ὂν ἁπλοῦν ἀλλὰ συγκείμενον ἐξ ὕλης καὶ εἴδους κατὰ τὸν αὐτὸν λόγον τοῖς διαγράμμασιν γενητὸν λέγεται· τῷ γὰρ προεπινοεῖσθαι ἀμφοτέρων τινὰ ἁπλούστερα, ἐξ ὧν ἡ σύνθεσις αὐ‐ | |
10 | τῶν θεωρεῖται καὶ εἰς ἃ ἡ ἀνάλυσις, ταύτῃ γενητὰ λέγεται πρὸς ἀν‐ τέμφασιν τῶν πάντῃ ἁπλῶν καὶ μηδεμίαν ἐπίνοιαν ἐχόντων συνθέσεως. ὥστε ὡς ἓν ἄμφω ληπτέον. | |
2.38 | «Φημὶ τοίνυν, ὅτι κατὰ τὸ κυρίως ὑφ’ ἡμῶν δειχθὲν» «γενητὸν προσαγορευόμενον, τουτέστιν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους,» «πρὸς οὗπερ τὴν ἀπόδειξιν καὶ τὰ προληφθέντα ἀξιώματα οἰκείως αὐ‐» «τὸν δείξομεν προειληφότα, πρότερον ὡς τῷ τοιούτῳ ἐφαρμόζει σημαι‐» | |
5 | «νομένῳ ἡ ἀπόδειξις ἐκδιδάξαντες· εἰ γάρ τι ὁρατὸν καὶ ἁπτόν ἐστιν» «καὶ σῶμα ἔχον, τοῦτο τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας καὶ ὠγκω‐» | |
«μένον οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους». | 25 | |
2.39 | Ἐκ ταύτης τοίνυν τῆς ἐννοίας καὶ τὸ ἕκτον τῶν ἐπιχει‐ ρημάτων τῷ Πρόκλῳ συντέθειται, μᾶλλον δὲ πάλιν ἡμῖν κἀν τούτῳ τὰ Πορφυρίου μεταγεγράφηκεν· σαφῶς γὰρ ἐκεῖνος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν εἰς κατασκευὴν τοῦ καὶ Πλάτωνι δοκεῖν τὸν κό‐ | |
5 | σμον εἶναι ἀίδιον καὶ τούτῳ τῷ ἐπιχειρήματι χρησάμενος φαίνεται· λαβὼν γάρ, ὅτι ἄφθαρτος κατὰ Πλάτωνα ὁ κόσμος, συνάγει, ὡς ὅτι καὶ ἀγένητος· εἰ γὰρ παντὶ γενομένῳ φθορὰ ἕπεται ἐξ ἀνάγκης, ὡς αὐτὸς ἐν τῷ Φαίδρῳ φησὶν ὁ Πλάτων, ἀκόλουθόν που πάντως κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, εἴ τι μὴ φθείροιτο, τοῦτο μηδὲ γεγο‐ | |
10 | νέναι. εἰ οὖν σαφῶς ἄφθαρτον τὸν κόσμον φησὶν εἶναι ὁ Πλάτων, δῆ‐ λόν που πάντως, ὅτι καὶ ἀγένητον. | |
2.40 | 〈Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάν‐ τας ἀδύνατον λέγειν [28 C 3—5]〉. Πορφύριος δέ φησιν, ὅτι πατὴρ μέν ἐστιν ὁ ἀφ’ ἑαυτοῦ γεν‐ | |
5 | νῶν τὸ ὅλον, ποιητὴς δὲ ὁ παρ’ ἄλλου τὴν ὕλην λαμβάνων· ὅθεν καὶ πατὴρ μὲν Ἀρίστων λέγεται Πλάτωνος ὡς ὅλου αἴτιος, ποιητὴς δὲ ὁ οἰκοδόμος τῆς οἰκίας ὡς οὐκ αὐτὸς τὴν ὕλην γεννῶν. | |
2.41 | Μετὰ δὲ τὸν Ἀμέλιον ὁ Πορφύριος οἰόμενος τῷ Πλω‐ | |
τίνῳ συνᾴδειν, τὴν μὲν ψυχὴν τὴν ὑπερκόσμιον ἀποκαλεῖ δημιουργόν, τὸν δὲ νοῦν αὐτῆς, πρὸς ὃν ἐπέστραπται, τὸ αὐτοζῷον, ὡς εἶναι τὸ παράδειγμα τοῦ δημιουργοῦ κατὰ τοῦτον τὸν νοῦν. | 26 | |
2.42 | 〈Τόδε δ’ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐ‐ τοῦ, πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκται‐ νόμενος αὐτὸν ἀπηργάζετο, πότερον πρὸς τὸ κα‐ τὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός | |
5 | [28 C 5—29 A 2]〉. Ὁ δέ γε φιλόσοφος Πορφύριος τὴν μὲν ψυχήν, ὥσπερ εἴ‐ ρηται καὶ πρότερον, δημιουργὸν ὑπέθετο τὴν ἀμέθεκτον, τὸ δὲ παρά‐ δειγμα τὸν νοῦν, ἐν ταῖς ὑφειμέναις τάξεσι τὰ ἐν ταῖς πρεσβυτέραις ὁρῶν· ὁ μὲν γὰρ Πλάτων νοῦν δημιουργὸν εἰπὼν τὸ παράδειγμα νοη‐ | |
10 | τὸν ἐπωνόμασεν, ὁ δὲ ἐξηγητὴς οὗτος ψυχὴν δημιουργὸν λαβὼν νοῦν τὸ παράδειγμα κέκληκε. | |
2.43 | Ὁ δέ γε ἡμέτερος καθηγεμὼν κατὰ τὴν ἔνθεον ἑαυτοῦ νόησιν καὶ τόδε τῆς προσηκούσης διαίτης ἠξίωσεν· ἐπεὶ γὰρ τῶν παλαιῶν οἳ μὲν αὐτὸν τὸν δημιουργὸν ἐποίησαν ἔχοντα τὰ παραδείγματα τῶν ὅλων, ὡς Πλωτῖνος [enn. 3, 9, 1], οἳ δὲ οὐκ αὐτόν, ἀλλ’ | |
5 | ἤτοι πρὸ αὐτοῦ τὸ παράδειγμα, ἢ μετ’ αὐτόν, πρὸ αὐτοῦ μὲν ὡς ὁ | |
Πορφύριος, μετ’ αὐτὸν δὲ ὡς ὁ Λογγίνος, ἠρώτα, πότερον ὁ δημιουργὸς εὐθὺς μετὰ τὸ ἕν ἐστιν, ἢ καὶ ἄλλαι τάξεις εἰσὶ νοηταὶ μεταξὺ τοῦ τε δημιουργοῦ καὶ τοῦ ἑνός. | 27 | |
2.44 | 〈Παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον· ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δ’ ἄριστος τῶν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον | |
5 | δεδημιούργηται [29 A 5—8]〉. Προστίθησι δὲ ὁ Πορφύριος, ὅτι οὔτε, εἰ ἄριστος ὁ δημιουρ‐ γός, ἕπεται τὸ βλέπειν αὐτὸν πρὸς τὸ ἀίδιον, εἰ μὴ καλὰ δημιουργοῖ, οὔτε, εἰ καλὰ δημιουργοίη ⟦τις⟧, τὸ βλέπειν πρὸς τὸ ἀίδιον, εἰ μὴ ὡς ἄριστος δημιουργὸς τὰ καλὰ ποιεῖ, ἀλλὰ κατὰ τύχην—διὸ συνέ‐ | |
10 | πλεξεν ἀμφότερα ὁ Πλάτων—καὶ ὅτι εἰ δαίμονες οἱ δημιουργοὶ τῶν θνητῶν, καὶ εἰ μὴ ἁπλῶς ἄριστοί εἰσιν, οὐδὲν κωλύονται οἱ τεχνῖται καὶ ὑποστάται τῶν θνητῶν ἄριστοι εἶναι καὶ διὰ τοῦτο καλῶν εἰκόνων δημιουργοί. ταῦτα μὲν οὖν ὁ ἐκείνου λόγος. | |
2.45 | 〈Ἀλλ’ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώ‐ μεθα εἰκότας, ἀγαπᾶν χρή, μεμνημένους ὡς ὁ λέγων ἐγὼ ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον ἀ‐ | |
5 | ποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέ‐ ρα ζητεῖν [29 C 7—D 2]〉. | |
Μὴ γὰρ οἰηθῶμεν, ὅτι ταῖς τῶν γνωστῶν φύσεσιν αἱ γνώσεις χα‐ ρακτηρίζονται, μηδ’ ὅτι τὸ μὴ ἀραρὸς οὐκ ἀραρός ἐστι παρὰ θεοῖς, ὥς φησιν ὁ φιλόσοφος Πορφύριος—τοῦτο γὰρ αὖ ἐκεῖνος ἀνεφ‐ | 28 | |
10 | θέγξατο, ὅπερ τ’ ἄρρητον ἄμεινον [Hom. ξ 466]—ἀλλ’ ὅτι ταῖς τῶν γινωσκόντων διαφοραῖς ἀλλοῖος γίγνεται τῆς γνώσεως ὁ τρόπος. | |
2.46 | 〈Τούτου δ’ ἐκτὸς ὢν πάντα ὅτι μάλι‐ στα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ [29 E 2—4]〉. Ὁ δὲ Πορφύριος καὶ ταῦτα (i. e. quae ab Attico defendun‐ | |
5 | tur: uide hic infra Procli explicationem) προσέμενος ἀξιοῖ λέγειν, τί προσλαβόντα τὰ γενητὰ ἀγαθά ἐστι, καί φησιν, ὅτι τὴν ἁρμονίαν καὶ τὴν συμμετρίαν καὶ τὴν τάξιν· ταῦτα γὰρ καλά, πᾶν δὲ τὸ καλὸν ἀγαθόν. δηλοῖ γοῦν ὁ Πλάτων, ὅτι ἐν τούτοις τὸ ἀγαθόν, ἐν οἷς φησιν [30 A], ὅτι εἰς τάξιν ἦγε τὸ ἄτακτον ὁ θεὸς διὰ τὴν | |
10 | βούλησιν τῆς μεταδόσεως τῶν ἀγαθῶν. ἐκ δὲ τούτων ἁπάντων συνελεῖν ῥᾴδιον, ὅτι καὶ ὁ δημιουργὸς αἰωνίως ποιεῖ, καὶ ὁ κόσμος ἀίδιός ἐστι | |
κατὰ τὴν εἰς ἅπαντα τὸν χρόνον ἐκτεινομένην ἀιδιότητα, καὶ ὡς ἀεὶ γίγνε‐ ται τεταγμένος καὶ ὡς ἄφθαρτος οὐκ ἔστιν ἀεί, γίνεται δὲ ἀεὶ ἀγαθυνόμε‐ νος, ἀλλ’ οὐκ αὐτόθεν ἀγαθὸς ὤν, ὡς ὁ γεννήσας αὐτὸν πατήρ· πάντα | 29 | |
15 | γὰρ ἐν αὐτῷ γινομένως ἐστίν, ἀλλ’ οὐκ ὄντως ὡς ἐν τοῖς αἰωνίοις. | |
2.47 | 〈Οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλα‐ βὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημ‐ μελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου | |
5 | πάντως ἄμεινον [30 A 2—6]〉. «Οὐκ ἔστιν ταὐτὸν κόσμου ποίησις καὶ σώματος ὑπόστασις οὐδὲ» | |
«αἱ αὐταὶ ἀρχαὶ σώματός τε καὶ κόσμου, ἀλλ’ ἵνα μὲν κόσμος γένη‐» «ται, δεῖ σώματα εἶναι καὶ θεὸν εἶναι, ἵνα δὲ σώματα, δεῖ ὕλην» | 30 | |
«εἶναι καὶ θεὸν καὶ τὸ ἐπιγινόμενον ἄλλο μέν, ἵνα σωματωθῇ ὕλη,» | 31 | |
10 | «ἄλλο δέ, ἵνα τὰ σωματωθέντα ταχθῇ. ταῦτα δὲ ἀεὶ ἅμα γίνεται» «πάντα καὶ οὐ χρόνῳ διηρτημένα, ἀλλ’ ἥ γε διδασκαλία ἀναγκαίως» «διαιρεῖ, ἵνα διδάσχῃ ἀκριβῶς τὸ γιγνόμενον· σώματος μὲν γὰρ ἀρ‐» «χαὶ θεὸς μὲν γεννῶν, ὕλη δὲ καὶ τὰ σχήματα, ἃ προϊὼν ἡμᾶς» «διδάξει, ὡς ἐξ ὧν συνέστηκεν τὰ σώματα γεννηθέντων ἀπὸ θεοῦ,» | |
15 | «κόσμου δὲ τὰ ἤδη ὑποστάντα σώματα ὑπὸ θεοῦ καὶ θεὸς ὁ ταῦτα» «τάσσων». | |
2.48 | Ἅπερ (i. e. σώματα) εἴ τις αὐτὰ καθ’ αὑτὰ τοῦ τάξαν‐ τος χωρὶς ἐπινοήσειεν, ἐν κινήσει μὲν αὐτὰ πάντως θεάσεται διὰ τὸ φυσικὰ εἶναι σώματα, τὴν δὲ φύσιν κινήσεως εἶναι καὶ ἠρεμίας ἀρχήν, ἐν πλημμελεῖ δὲ πάντως καὶ ἀτάκτῳ κινήσει διὰ τὸ τὴν ἐμμελῆ καὶ | |
5 | εὔτακτον κίνησιν θεόθεν αὐτοῖς ἐπιγίνεσθαι· εἰ γὰρ γενόμενα μὲν καὶ ὑποστάντα θεωρηθείη, μὴ ταχθέντα δὲ καὶ τὴν προσήκουσαν θέσιν καὶ πρὸς ἄλληλα σχέσιν ἀπειληφότα, τί λείπεται ἢ ἄτακτον καὶ πλημ‐ μελῆ κίνησιν αὐτὰ κινεῖσθαι, ὡς πλοῖον τοῦ κυβερνοῦντος καὶ ἅρμα | |
τοῦ ἡνιοχοῦντος ἐστερημένον; | 32 | |
2.49 | «Τεκμήριον δὲ τοῦ τε μὴ ταὐτὸν εἶναι κατὰ Πλάτωνα» «σώματος σύστασιν καὶ κόσμου καὶ ὅτι νῦν μὴ τὴν ὕλην παραλαμ‐» «βάνει ἀλλὰ τὰ ἐξ ὕλης ἀποτελεσθέντα σώματα ἐκεῖνο γινέσθω τὸ» «ὁρατὰ λέγειν εἶναι τὰ παραληφθέντα (τὰ δὲ ὁρατὰ τί ἂν εἴη ἢ» | |
5 | «σώματα; ἡ δὲ ὕλη ἀειδὴς καὶ ἄμορφος κατ’ αὐτὸν καὶ μόγις νόθῳ» «λογισμῷ λαμβανομένη) καὶ τὸ προελθόντα σωμάτων γένεσιν δεικνύ‐» «ναι καίτοι ἐνταῦθα κόσμου ἐπιδείξαντα σύστασιν· ἀλλ’ ἀπὸ τῆς τοῦ» «κόσμου γενέσεως ἀνατρέχει ἐπὶ τὴν τοῦ σώματος γένεσιν». | |
2.50 | Κἂν τὰ ἴχνη δὲ τῶν εἰδῶν ἡ ὕλη δεξαμένη νοῆται, ἐπειδὴ τὰ ἴχνη τῶν εἰδῶν οὔπω εἴδη δηλονότι, ἔτι αὐτὴν ἀσώματόν τε καὶ ἀνεί‐ | |
δεον ὑπονοεῖν ἀνάγκη, ὡς καὶ τὰ ἴχνη καὶ ἡ σκιαγραφία τῆς Σωκρά‐ τους εἰκόνος οὔπω Σωκράτους ἐστὶν εἰκών. εἰ δὲ καὶ τὰ ἴχνη δεξαμένη | 33 | |
5 | ἔτι ἐστὶν ἀσώματος καὶ διὰ τοῦτο ἀόρατος ἅτε δὴ μήπω σωματωθεῖσα, τὸ δὲ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ὁρατὸν εἶναί φησιν ὁ Πλά‐ των, οὐκ ἄρα τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην εἶναί φησιν ὁ Πλάτων τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, τὰ σώματα δὲ μᾶλ‐ λον τὰ μήπω τῆς προσηκούσης τάξεως. | |
2.51 | Φέρε δὴ οὖν καὶ ὅσα ὁ φιλόσοφος Πορφύριος ἐν τού‐ τοις ἱεροπρεπῆ νοήματα παραδέδωκε, συντόμως περιλάβωμεν. πρῶτον μὲν οὖν ἀποτείνεται πρὸς τοὺς περὶ Ἀττικὸν πολλὰς ὑποτιθεμέ‐ νους ἀρχὰς συναπτούσας ἀλλήλοις τὸν δημιουργὸν καὶ τὰς ἰδέας, οἳ | |
5 | καὶ τὴν ὕλην ὑπὸ ἀγενήτου φασὶ κινουμένην ψυχῆς, ἀλόγου δὲ καὶ κακεργέτιδος, πλημμελῶς καὶ ἀτάκτως φέρεσθαι, 〈καὶ〉 προϋφιστᾶσι κατὰ χρόνον τὴν μὲν ὕλην τοῦ αἰσθητοῦ, τὴν δὲ ἀλογίαν τοῦ λόγου, τὴν δὲ ἀταξίαν τῆς τάξεως. ἔστω δὴ οὖν, ὥς φασιν, ὕλη καὶ θεὸς ἀ‐ γένητα ἄμφω ἀπ’ αἰτίας. οὐκοῦν τὸ μὲν ἀγένητον αὐτοῖς κοινόν· δια‐ | |
10 | φέρει δὲ ὅμως ἀλλήλων· ἄλλῳ ἄρα τινὶ καὶ οὐ τῷ ἀγενήτῳ. ἐκεῖνο οὖν, ᾧ διαφέρει ἀλλήλων, οὐκ ἂν εἴη ἀγένητον. γενητὸν ἄρα. ἀλλὰ ἀδύνατον τὰ ἀγένητα τῷ γενητῷ διαφέρειν. ἔπειτα τί τὸ τῆς διακρί‐ σεως αὐτοῖς αἴτιον καὶ ποιῆσαν τὸ μὲν σωστικόν, τὸ δὲ φθαρτικόν; εἰ μὲν γὰρ τὸ ἀγένητον, ἄτοπον· ἦν μὲν γὰρ ἂν πᾶν τὸ ἀγένητον | |
15 | σωστικόν, ἢ πᾶν τὸ ἀγένητον φθαρτικόν, εἴπερ τὸ ἀγένητον ἐποίει σωστικὸν τὸν θεόν, ἢ τὸ ἀγένητον τῆς ὕλης φθαρτικὸν τὴν ὕλην. εἰ δὲ ἄλλο τι λεκτέον ἐκεῖνο, πότερον καὶ αὐτὸ ἀγένητον ἢ | |
γενητόν; εἴτε γὰρ γενητὸν τῶν ἀγενήτων αἴτιον, ἄτοπον· εἶτε ἀγένητον, πῶς τῶν πάντη ἀγενήτων ἄλλο αἴτιον ἀγένητον; οὐδὲν | 34 | |
20 | γὰρ μᾶλλον ἐκεῖνο τούτοις αἴτιον ἢ ταῦτα ἐκείνῳ, πάντων παθάπερ ἀγενήτων ὄντων· ὥστε πάλιν ἄλλο πρὸ τούτων ζητήσομεν αἴτιον αὐτῶν τῆς διαφορᾶς, καὶ ἐπ’ ἄπειρον ἡ ἄνοδος ἔσται· εἰ γὰρ μηδὲν ἔσται αἴτιον τοῖς διαφέρουσι τῆς διαφορᾶς καὶ τοῦ τὸ μὲν εἶναι σωστικόν, τὸ δὲ φθαρτικόν, τὸ τυχαῖον ἐπικρατήσει τῶν ἀρχῶν· αἰτίας | |
25 | γὰρ ἀνῃρημένης ἡ συνδρομὴ τῶν τοιῶνδε ἀρχῶν ἄλογος ἔσται καὶ ἀναίτιος. ἔτι δὲ τὸ τὸ κακὸν διαιώνιον ποιεῖν ὥσπερ καὶ τὸ ἀγαθόν, ἄτοπον· οὐ γὰρ ὁμότιμον τῷ θείῳ τὸ ἄθεον οὐδὲ ἐπίσης ἀγένητον οὔτε ὅλως ἀντιδιῃρημένον· τί γὰρ μᾶλλον αὔταρκές ἐστι θάτερον ἢ ἄτρεπτον ἢ ἀμετάβλητον, εἴπερ ἑκάτερον αὐτῶν ἐξ ἀιδίου, μηδὲν τοῦ | |
30 | λοιποῦ προσδεόμενον; ἔτι τοίνυν, εἰ τὸ μὲν ἐπιτήδειον πρὸς τὸ κοσμεῖ‐ σθαι, τὸ δὲ πρὸς τὸ κοσμεῖν, πόθεν αὐτοῖς ἡ ἐπιτηδειότης; δεῖ γὰρ εἶναί τι τὸ συνάπτον ἄμφω καὶ ποιοῦν σύμμετρα ἀλλήλοις· οὐ γάρ που ταῦτα ἀπεσπασμένα ἀλλήλων καὶ ἐναντίως ἔχοντα ἑαυτὰ ἐπιτήδεια πρὸς τὴν σύνοδον ἀπεργάζεται. εἰ μὴ ἄρα καὶ τοῦτο ἀπὸ ταὐτο‐ | |
35 | μάτου γίγνεσθαι φαῖεν, οὐδὲ τοῦ Ἀθηναίου Ξένου [leg. X 891 C] λέγοντος ἀκούοντες πηγὴν ἀνοήτου δόξης εἶναι ταύ‐ την, εἴ τίς φησι πρὸ λογισμοῦ τὸ ἄλογον εἶναι καὶ πρὸ τῆς νοερᾶς τέχνης τὸ τυχαῖον ἐπικρατεῖν, οὐδὲ τοῦ Σωκράτους ἐν Πολι‐ τείᾳ λέγοντος μὴ δεῖν ἐπὶ τοῦ πλήθους μένειν, ἀλλὰ ἀνατρέχειν | |
40 | ἀπὸ τῶν πολλῶν ἐπὶ τὰς κοινὰς αὐτῶν μονάδας. ἔτι τὴν ἀνωτάτω ἀρ‐ χὴν οὐ ταύτῃ μόνον χαρακτηρίζειν δεῖ τῷ μὴ ἔχειν ἄλλην ἀρχήν —τοῦτο γὰρ οὔπω δείκνυσι τὴν ἀξίαν αὐτῆς—ἀλλὰ τῷ πάντα ἐξ αὐτῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν ἀρχαὶ πλείους μιᾶς· ἔσται γὰρ οὕτως οὐ πάντων αἴτιος ὁ θεός, ἀλλὰ τινῶν. εἰ δὲ καὶ τῆς ὕλης ἄρχοι, | |
45 | μία ἡ ἀρχὴ καὶ οὐ πολλαί. ἔτι δέ, εἰ ἐν τούτῳ ἔχοι τὸ εἶναι ἀρχή, ἐν τῷ τινῶν εἶναι καὶ κοσμεῖν τὸ ἄτακτον, ἅμα ἔσται τοῖς ἐξ αὐτῆς, | |
καὶ οὐδὲν μᾶλλον ἀνῃρημένης τῆς ἀρχῆς ἐκποδὼν τὰ μετ’ αὐτήν, ἢ τούτων μὴ ὄντων ἀναιρεῖται ἡ ἀρχή. τοῦτο δέ, ἐπειδὴ πολλάκις φασὶ τὴν ἀρχὴν ἐν τούτῳ ἔχειν τὸ εἶναι, ἐν τῷ δημιουργεῖν. εἰ δὲ | 35 | |
2.51(50) | τοῦτο ἀληθές, οὐχ οἷόν τε κόσμου μὴ ὄντος εἶναι τὴν ἀρχήν. αὖθις δὲ μεταβαλλόμενοι λέγουσιν εἶναι καὶ ἄνευ τοῦ δημιουργεῖν τὸν θεόν, οὐδὲ τοῦτο εἰδότες, ὅτι αἱ ἀληθεῖς δυνάμεις αὐτῷ τῷ εἶναι ἐνεργοῦσι, καὶ ἡ αὐξητικὴ δύναμις καὶ ἡ θρεπτικὴ αὐτῷ τῷ εἶναι τρέφει τὸ σῶμα καὶ αὔξει. οὕτω δὴ οὖν καὶ ἡ ψυχὴ ψυχοῖ καὶ ζῳοποιεῖ καὶ | |
55 | κινεῖ τὸ ὄργανον ἑαυτῆς· οὐ γὰρ προελομένων ἡμῶν αἰσθάνεται ἢ σφύζει τὸ σῶμα, ἀλλ’ ἡ παρουσία μόνον τῆς ψυχῆς ἀποτελεῖ τὰς ἐ‐ νεργείας ταύτας. ἔτι τὸ πᾶν πρός τι πεφυκὸς ἀεὶ κατ’ οὐσίαν ἔχει ἐκείνην τὴν δύναμιν, τὸ δὲ ἄλλοτε ἄλλως μεταβαλλόμενον ἐπίκτητον. εἰ μὲν οὖν ὁ θεὸς ἀεὶ δημιουργεῖ, σύμφυτον ἂν ἔχοι τὴν δημιουργικὴν | |
60 | δύναμιν· εἰ δὲ μή, ἐπίκτητον. πῶς οὖν ἐξ ἀτελοῦς γίνεται τέλειος καὶ ἐκ μὴ τεχνίτου τεχνίτης; Δεύτερον δὴ κεφάλαιον ἐπὶ τούτῳ τὸ δεικ‐ νύον, ὅτι καὶ Πλάτων ἐπὶ μίαν ἀρχὴν ἀνάγει τὰ πάντα, καὶ ἀπὸ τῶν ἐν Πολιτείᾳ [VI 508 B C] λόγων, ἐν οἷς τὸν μὲν ἥλιον αἰτιᾶται τῶν ὁρατῶν, τὸ δὲ ἀγαθὸν τῶν νοητῶν, αὐτὸν δὲ αὖ πάλιν τὸν ἥλιον | |
65 | ἔγγονον τοῦ ἀγαθοῦ προσαγορεύει· καὶ ἀπὸ τῶν ἐν Ἐπι‐ στολαῖς [312 E], ἐν οἷς περὶ τῶν πάντων βασιλέα τὰ πάντα εἶναί φησι καὶ ἐκείνου ἕνεκα πάντα· εἰ γὰρ πάντα ἐπέστραπται πρὸς ἐκεῖνον καὶ περὶ ἐκεῖνον ὑφέστηκεν, ἁπάντων ἐστὶν ἀρχὴ καὶ οὐ τινῶν· ὃ γὰρ ἂν λάβῃς, ἐκεῖθεν ἔσται· καὶ | |
70 | ἀπὸ τῶν ἐν Φιλήβῳ [23 C], ἐν οἷς πάντα μὲν ἐκ πέρατος εἶναι καὶ ἀπειρίας λέγει σαφῶς, αὐτῶν δὲ τούτων τῶν ἀρχῶν αἴτιον ἓν προϋπάρχειν τὸν θεόν, ὡς καὶ μίαν ἀρχὴν εἶναι καὶ πλείους, ἀλλὰ ταύτας ὑπὸ τὴν μίαν τελεῖν· καὶ ἀπὸ τῶν ἐν Σοφίστῃ [238 sqq.], ἐν οἷς ἀπαντᾷ πρὸς τοὺς πολλὰ τὰ ὄντα λέγοντας καὶ χωρὶς πρὸς τοὺς αὐτὸ τὸ ὂν ἀρχὴν | |
75 | τιθεμένους, δεικνύς, ὅτι οὔτε ἀπὸ τοῦ πλήθους ἄρχεσθαι δεῖ τῶν ὄν‐ των οὔτε ἀπὸ τοῦ ἑνὸς ὄντος, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ ἑνός. Τρίτον τοίνυν, ὅτι οὐδὲ ὁ ποιητής, ὃν παραλαμβάνουσιν ἀρχήν, προσήκει τῷ Πλάτωνι· | |
οὔτε γὰρ αἱ ἰδέαι κεχωρισμέναι τοῦ νοῦ καθ’ αὑτὰς ὑφεστήκασιν, ἀλλ’ ὁ νοῦς εἰς ἑαυτὸν ἐπεστραμμένος ὁρᾷ τὰ εἴδη πάντα· διὸ ὁ | 36 | |
80 | Ἀθηναῖος Ξένος [leg. X 898 B] σφαίρας ἐντόρνου περιφορᾷ τοῦ νοῦ τὴν ἐνέργειαν ἀπείκασεν· οἳ δὲ ἀδρανεῖς τὰς ἰδέας τύποις κοροπλαθικοῖς ἐοικυίας ἐφ’ ἑαυτῶν οὔσας καὶ ἔξω τοῦ νοῦ κει‐ μένας εἰσάγουσιν. οὔτε ὁ δημιουργὸς ὁ πρώτιστός ἐστι θεός· κρείττων γὰρ ἐκεῖνος ἁπάσης τῆς νοερᾶς οὐσίας. οὔτε ψυχή τις ἄλογος κινεῖ | |
85 | τὸ πλημμελῶς καὶ ἀτάκτως φερόμενον· πᾶσα γὰρ ψυχὴ γέννημά ἐστι τῶν θεῶν. οὔτε ὅλως ἐξ ἀτάκτου τεταγμένον γίνεται τὸ πᾶν· εἰ γὰρ ὁ θεὸς βούλεται εἰς τάξιν ἄγειν πάντα, πῶς βούλεται; ἆρα ἀεὶ ἢ ποτέ; εἰ μὲν γὰρ ποτέ, ἢ παρ’ αὐτὸν τοῦτο ἢ παρὰ τὴν ὕλην. ἀλλ’ εἰ παρ’ αὐτόν, ἄτοπον· ἀεὶ γὰρ ἀγαθός· τὸ δὲ ἀγαθὸν πᾶν ἀεὶ εὖ ποιητι‐ | |
90 | κόν· εἰ δὲ παρὰ τὴν ὕλην ἀντικόπτουσαν, πῶς νῦν κεκόσμηται; ὅτι, φασίν, ἐπιτηδεία γέγονεν εἰς τὸ δέξασθαι τὸν δημιουργικὸν λόγον· τοῦτο γὰρ καὶ ἐπιτηρεῖν τὸν θεόν, τὴν ἐπιτηδειότητα αὐτῆς. ἀνάγκη δὴ οὖν οὐκ ἄτακτον οὖσαν αὐτὴν εἰς τάξιν ἦχθαι—οὐ γὰρ ἂν ἦν ἐπιτηδεία—ἀλλὰ πεπαυμένη〈ν〉 τῆς ἀταξίας· ἡ γὰρ ἀνεπιτηδειότης | |
95 | ἐστὶν ἡ ἄτακτος αὐτῆς κίνησις. οὐκ ἄρα ἡ ὕλη αἰτία τῆς ἀκοσμίας. ἀλλὰ μὴν οὐδ’ ἡ τοῦ θεοῦ βούλησις· ἀεὶ γὰρ ἀγαθός· ἀεὶ ἄρα καὶ ὁ κόσμος ἐκοσμεῖτο καὶ ὁ δημιουργὸς ἔταττε τὴν πλημμελῆ καὶ ἄτακτον φύσιν. τί δή ποτε οὖν ὑπέθετο τὴν ἀταξίαν; ἦ ἵνα θεωρήσωμεν, ὅπως ἄλλη μὲν ἡ τῶν σωμάτων γένεσις, ἄλλη δὲ ἡ γενομένων αὐτῶν τάξις, | |
2.51(100) | ὑποθετέον ὄντα μὲν αὐτά, κινούμενα δὲ ἀτάκτως· αὑτὰ γὰρ τάττειν τὰ σώματα ἀδύνατον. τὴν οὖν τάξιν τὴν ἀλλαχόθεν αὐτοῖς ἐφήκουσαν παραδεῖξαι βουλόμενος ταῖς κινήσεσιν αὐτῶν τὴν ἀταξίαν συνυπάρχου‐ σαν ἄνευ τῆς θείας αἰτίας ἀπέφηνεν. εἰ δὲ ὁ Ἀριστοτέλης ᾐ‐ τιάσατο τὸν εἰπόντα καθ’ ὑπόθεσιν προειλῆφθαι τοῦ κόσμου τὸ ἄκο‐ | |
105 | σμον, λέγων μὴ συμβαίνειν ταῦτα, ἐφ’ ὧν αἱ ὑποθέσεις παραλαμβά‐ νονται οἷον ἐπὶ γεωμετρίας—δύνασθαι γὰρ εἶναι ταύτας καθ’ ἑαυτάς | |
—ῥητέον, ὅτι οὐχ οὕτω καθ’ ὑπόθεσιν λέγεται τὸ ἄκοσμον προϋπο‐ κεῖσθαι δεῖν, ἀλλ’ ὡς αὐτὸς τὸ ἀνείδεον ὁρᾷ πρὸ τῶν εἰδῶν, εἰ καὶ μηδέποτέ ἐστιν ἐκείνων χωρίς, οὕτω τὸ εἰδοπεποιημένον μέν, ἔτι δὲ | 37 | |
110 | ἀδιάρθρωτον εἴληπται πρὸ τῆς τάξεως, εἰ καὶ μηδέποτε πρὸ τάξεως ἦν ἀλλ’ ὁμοῦ τῇ τάξει συνυφεστός. Τέταρτον πρὸς τοῖς εἰρημένοις ἐστὶ τῶν λόγων κεφάλαιον, ἐν ᾧ τὸν τρόπον ἐπιδεικνύει τῆς δημιουρ‐ γίας αὐτῷ τῷ εἶναι τὸν θεῖον νοῦν ἐπιτελούμενον, καὶ κατασκευάζει διὰ πλειόνων· καὶ γὰρ οἱ τεχνῖται δέονται πρὸς τὴν ἐνέργειαν ὀργά‐ | |
115 | νων διὰ τὸ μὴ πάσης κρατεῖν τῆς ὕλης, δηλοῦσι δὲ καὶ αὐτοῖς τοῖς ὀργάνοις χρώμενοι πρὸς τὸ εὐεργὸν ποιῆσαι τὴν ὕλην, τρυπῶντες ἢ ξέον‐ τες ἢ τορνεύοντες, ἃ δὴ πάντα οὐ τὸ εἶδος ἐντίθησιν, ἀλλ’ ἐξαιρεῖ τὴν ἀνεπιτηδειότητα τοῦ δεξομένου τὸ εἶδος· αὐτὸς δὲ ὁ λόγος ἀχρό‐ νως ἀπὸ τῆς τέχνης παραγίνεται τῷ ὑποκειμένῳ, πάντων ἐξαιρεθέντων | |
120 | τῶν ἐμποδών. καὶ εἰ μηδὲν ἦν καὶ τούτοις ἐμπόδιον, τό τε εἶδος ἀθρόως ἂν τῇ ὕλῃ προσῆγον καὶ ὀργάνων οὐδὲν ἂν ὅλως ἐδεήθησαν. καὶ μὴν καὶ ἡ φαντασία πολλὰ περὶ τὸ σῶμα παθήματα ἀπεργάζεται παρ’ αὐτὴν μόνην τὴν ἑαυτῆς ἐνέργειαν· ᾐσχύνθη γάρ τις φαντασθεὶς τὸ αἰσχρὸν καὶ ἐρυθρὸς ἐγένετο, καὶ ἐφοβήθη δεινοῦ τινος ἔννοιαν | |
125 | λαβὼν καὶ ὠχρὸν τὸ σῶμα ἀπέφηνε. καὶ τὰ μὲν πάθη περὶ τὸ σῶμα, αἴτιον δὲ τούτων τὸ φάντασμα, οὐκ ὤσεσι καὶ μοχλείαις χρησάμενον, ἀλλὰ τῷ παρεῖναι μόνον ἐνεργῆσαν. ἔτι δὲ αὖ κατὰ τοὺς θεολό‐ γους εἶναί τινας καὶ κρείττους ἡμῶν δυνάμεις χρωμένας δραστηρίοις φαντασίαις καὶ ἅμα τῷ γενέσθαι ποιητικαῖς, ὧν ἂν ἐθέλωσι, καὶ τὰς | |
130 | φωταγωγίας ἀπεργάζεσθαι καὶ δεικνύναι θείας τινὰς μορφὰς ταῖς ἑαυ‐ τῶν κινήσεσι, † τοιαύτας ἔξω δεικνύσας τοῖς θεᾶσθαι δυναμένοις ὄψεις. εἰ τοίνυν καὶ τέχναι ἀνθρώπιναι καὶ ψυχῶν μερικῶν φαντασίαι καὶ δαιμόνων ἐνέργειαι τοιαῦτα δρῶσι, τί θαυμαστὸν τὸν δημιουργὸν αὐτῷ τῷ νοεῖν τὸ πᾶν ὑπόστασιν παρέχεσθαι τῷ αἰσθητῷ, ἀύλως μὲν 〈πα‐ | |
135 | ράγοντα〉 τὸ ἔνυλον, ἀναφῶς δὲ ἀπογεννῶντα τὸ ἁπτόν, ἀμερῶς δὲ ἐκτείνοντα τὸ διαστατόν; καὶ οὐ δεῖ τοῦτο θαυμάζειν, εἴ τι ἀσώματον | |
ὂν καὶ ἀδιάστατον ὑποστατικὸν εἴη τοῦδε τοῦ παντός· εἴπερ γὰρ τὸ σπέρμα τοῦ ἀνθρώπου, τοσοῦτον ὄγκον ἔχον καὶ πάντας ἐν ἑαυτῷ τοὺς λόγους, ὑφίστησι τοσαύτας διαφορὰς τῶν μὲν στερεῶν, οἷον ὀστᾶ | 38 | |
140 | τὰ μὲν ναστά, τὰ δὲ κοῖλα, τῶν δὲ μαλακῶν, ὡς πνεύμονα καὶ ἧπαρ, τῶν δὲ ξηρῶν, ὡς ὄνυχας καὶ τρίχας, τῶν δὲ ὑγρῶν ὡς αἷμα καὶ φλέγμα, τῶν δὲ λιπαρῶν, ὡς μυελὸν καὶ πιμελήν, τῶν δὲ πικρῶν, ὡς χολήν, τῶν δὲ ἀποίων, ὡς σίελον, τῶν δὲ πυκνῶν, ὡς νεῦρα, τῶν δὲ ἐξηπλω‐ μένων, ὡς ὑμένας—ταῦτα γὰρ πάντα τά τε ὁμοιομερῆ καὶ τὰ ἐξ αὐ‐ | |
145 | τῶν πως ὑφίστησιν ἐξ ὀλίγου ὄγκου, μᾶλλον δὲ ἐκ τοῦ ἀόγκου· οἱ γὰρ λόγοι ταῦτα γεννῶσιν, οὗτοι δὲ ἄογκοι πανταχοῦ ὄντες· ὅ, τι γὰρ ἂν λάβῃς τοῦ σπέρματος, ἐν αὐτῷ πάντα εὑρήσεις—πολλῷ δὴ οὖν μᾶλλον ὁ δημιουργικὸς λόγος τὰ πάντα παράγειν δύναται μηδὲν εἰς τὸ εἶναι τῆς ὕλης δεηθείς, ὥσπερ ὁ τοῦ σπέρματος· ἐκεῖνος μὲν γὰρ | |
2.51(150) | οὐκ ἔξω ὕλης, ὁ δὲ τῶν πάντων ὑποστάτης ἐν ἑαυτῷ διαιωνίως ἕστηκε καὶ ἀφ’ ἑαυτοῦ μένοντος τὰ πάντα παρήγαγε. | |
2.52 | 〈Τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκό‐ των μηδενὶ καταξιώσωμεν—ἀτελεῖ γὰρ ἐοι‐ κὸς οὐδέν ποτ’ ἂν γένοιτο καλόν—[30 C 5—7]〉. Τί οὖν; φαίη τις ἄν· ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων ἕκα‐ | |
5 | στον οὐχὶ καλόν; καὶ πῶς; τούτων γὰρ ἕκαστον πρὸς μερικὸν ἀπεί‐ κασται ζῷον. ἦ καὶ τούτων ἕκαστον καλὸν μετὰ τοῦ ὅλου θεωρούμε‐ νον καὶ τῷ ὅλῳ συντεταγμένον, ὥσπερ καὶ ὀφθαλμὸς καλὸς καὶ γένειον 〈καλὸν〉 μετὰ τοῦ ὅλου προσώπου καὶ ἐν τῷ ὅλῳ ὄν, αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ προσῆκον αὐτῷ κάλλος οὐκ ἐπιδείκνυσιν· ἐν γὰρ τῷ μέρος | |
10 | εἶναι καὶ οὐχ ὅλον κατὰ τὴν οὐσίαν ἀποσπασθὲν τοῦ ὅλου τὸ ἑαυτοῦ κάλλος ἐλαττοῖ. καὶ τὸ τέλειον οὖν καὶ τὸ καλὸν αὐτοῖς ὑπάρ‐ χει μέρεσιν οὖσι διὰ τὸ ὅλον. αἴτιον δέ, φησὶν ὁ Πορφύριος, ὅτι ἐν ἐκείνοις τὸ μέρος ὅλον ἐστί· πάντα γάρ ἐστιν ἐν ἑκάστῳ μερικῶς ὅσα τῷ ὅλῳ παντελῶς διὰ τὴν ἕνωσιν τῶν νοητῶν εἰδῶν. καὶ ἔστι μὲν | |
15 | ἀληθὴς ὁ λόγος, ὅτι καὶ τῶν μερῶν ἐν ἐκείνοις ἕκαστον ὅλον πῃ διὰ | |
τὴν πρὸς τὰ πάντα κοινωνίαν ὁλούμενον, ἓν μὲν ὂν κατὰ τὴν οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ ἡ ὁλότης αὐτοῦ μερικῶς ἐστι καὶ οὐχ οἵα ἡ τοῦ ἁπλῶς ὅλου. ἄλλο γάρ ἐστιν ἡλιακῶς εἶναι ὅλον ἢ σεληνιακῶς τῷ ἕκαστον νοῦν πάντα ἔχειν οἰκείως ἑαυτῷ τοῦ | 39 | |
20 | ἑνὸς κρατοῦντος εἴδους, ὃ καὶ ποιεῖ τὸν νοῦν τοιόνδε νοῦν καὶ τινὰ νοῦν, ἄλλο τὸ ἄνευ μερικῆς ἰδιότητος εἶναι πάντα, καθὸ νοῦς ὢν τὰ πάντα καὶ οὐ καθὸ τοιόσδε νοῦς. | |
2.53 | 〈Τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁ‐ μοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατόν, πάνθ’ ὅσα αὐτοῦ κατὰ φύσιν συγγενῆ ζῷα ἐντὸς ἔχον | |
5 | ἑαυτοῦ, συνέστησε [30 D 2—31 A 1]〉. Τούτῳ (i. e. Attico; uide hic infra Procli explicationem) δὲ ἀπ’ ἐναντίας ὁ Πορφύριος ὑφειμένην τῷ δημιουργῷ δίδωσι τάξιν πα‐ ρὰ τὸ νοητόν· ψυχὴν γὰρ ὑπερουράνιον θέμενος τῷ κόσμῳ ποιητικὴν ἐν τῷ νῷ τὸ παράδειγμα τίθεται τῶν γιγνομένων. | |
2.54 | 〈Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσει‐ ρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; [31 A 1—3]〉. Περὶ δὲ τῆς λέξεως ἀμφισβητοῦσιν οἱ ἐξηγηταί· τοῖς μὲν γὰρ | |
5 | δοκεῖ δύο εἶναι τὰ διαιρούμενα νῦν ὑπὸ τοῦ Πλάτωνος, τό τε ἓν καὶ τὸ πλῆθος πᾶν, καὶ μαρτυρεῖν αὐτοῖς φαίνεται καὶ τὸ πότερον, ἐπὶ δυοῖν πραγμάτων ταττόμενον ὑπὸ τῶν παλαιῶν. τοῖς δὲ τρία εἶναι τὰ διαιρούμενα καταφαίνεται, τὸ ἕν, τὸ πεπερασμένον πλῆθος καὶ τὸ | |
ἄπειρον. καὶ εἰσὶ ταύτης προστάται τῆς ἐξηγήσεως Πορφύριός | 40 | |
10 | τε καὶ Ἰάμβλικος κατά τε τὰ πράγματα λέγοντες εὖ καὶ κατὰ τὴν τοῦ Πλάτωνος διδασκαλίαν· μικρῷ γὰρ ὕστερον δύο μὲν ἀναιρήσει, καταλείψει δὲ ἓν ἐκ τῆς διαιρέσεως. ἐκ δὲ τριῶν γίνεται δυοῖν ἀναίρε‐ σις, ἑνὸς δὲ θέσις, ἀλλ’ οὐκ ἐκ δυοῖν μόνοιν. δοκεῖ δὲ αὐτοῖς ἀντιφθέγ‐ γεσθαι τὸ πότερον. θεραπευτέον δὴ καὶ τοῦτο λέγοντας ἢ τῷ | |
15 | “ἆρ’ οὖν” τὸ πότερον σημαίνειν ταὐτόν—πολλάκις γὰρ καὶ οὕτω παραλαμβάνεται πρὸς τῶν παλαιῶν—ἢ ἐνδεῖν τῷ λόγῳ τὸ “ἢ οὔ”, καὶ εἶναι τὸ αὐτοτελές· πότερον ὀρθῶς ἕνα οὐρανὸν προσειρή‐ καμεν ἢ οὔ; καὶ εἰ μὴ τοῦτο, πότερον πολλοὺς ἢ ἀπείρους; ταῦτα δὲ διὰ συντομίαν παρεικέναι τὸν Πλάτωνα. | |
2.55 | 〈Ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δε‐ δημιουργημένος ἔσται [31 A 3—4]〉. Ὁ μὲν οὖν φιλόσοφος Πορφύριος ὑπὲρ τούτων (i. e. de iis quae alii ad mundi unitatem negandam adfirmauerunt: uide hic infra | |
5 | Procli explicationem) διαγωνιζόμενος ἀεὶ τὰ εἴδη προϊόντα φησὶν εἰς πλῆθος ὑποφέρεσθαι καὶ διαίρεσιν καὶ χωρεῖν εἰς ὄγκον καὶ μερισμὸν παντοῖον· διὸ τὴν νοητὴν οὐσίαν προϊοῦσαν εἰς τὸν κόσμον ἀπολῆξαι κατὰ τὸ διῃρημένον καὶ παχὺ καὶ ἔνυλον πλῆθος, ἡνωμένον ἄνω καὶ ἀμερὲς ὂν καὶ μοναδικόν. τῷ μὲν οὖν νοητῷ παντὶ οὐκ ἄλλο ἐχορήγει | |
10 | τὴν ὕλην—αὐτὸ γὰρ αὐτὴν ὑφίστη· τοσαύτην οὖν ὑπέστησεν, ὅσην ἐδύνατο καταλαβεῖν—τῷ δὲ αὐτοανθρώπῳ τὴν ὕλην ἐχορήγει τοῦτο τὸ πᾶν· διὸ πλείων ἡ ὕλη ἑνός. ὁ μὲν οὖν κόσμος εἷς ἀφ’ ἑνὸς καὶ ὅλος ἀφ’ ὅλου, ὁ δὲ ἄνθρωπος πολὺς ἀφ’ ἑνός, τοῦ κόσμου χορηγοῦν‐ τος τὴν ὕλην. διὰ τί οὖν, φησί, μὴ καὶ ἥλιοι πολλοὶ καὶ σελῆναι; καὶ | |
15 | γὰρ τούτοις ἡ ὕλη ἐκ τοῦ παντός. διότι, φησί, τοῖς μὲν ἀφθάρτοις ὡς τῷ κόσμῳ, κἂν ᾖ μέρη, τὸ μοναδικὸν οἰκεῖον, τοῖς δὲ φθαρτοῖς τὸ πλῆθος· εἰ γὰρ μὴ πολλὰ ἦν τὰ μετέχοντα τοῦ αὐτοῦ λόγου, ἀλλ’ ἓν μόνον τὸ φθαρτόν, ἀπώλετο ἂν τὸ εἶδος τούτου φθαρέντος· δεῖν δὲ ἀεὶ πάντων εἰδῶν εἶναι πλήρωμα τὸν κόσμον. ταῦτα μὲν οὖν ὁ Πορφύριος. | 41 |
2.56 | 〈Ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτ’ ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους [31 B 1—3]〉. Δυνατὸν δέ φησιν ὁ Πορφύριος τῇ ἀποδείξει τοῦ Πλάτωνος | |
5 | χρῆσθαι καὶ ἐπὶ πάσας τὰς ἄλλας ἀρχάς· οὐ γὰρ μόνον ἓν διὰ ταύ‐ της δείκνυται τὸ νοητὸν ζῷον, ἀλλὰ καὶ εἷς ὁ δημιουργὸς ὁ πρώτιστος, καὶ ὅλως ὅτι οὐ πλείους αἱ ἀρχαὶ τῶν νοητῶν, ἀλλὰ μία· πάλιν γὰρ ἂν ἑτέραν ἀρχὴν δέοι τῶν πλειόνων εἶναι, δι’ ἣν καὶ αὗται ἀρχαὶ καὶ ἀγένητοι· πᾶν γὰρ τὸ πλείοσιν ὑπάρχον κατὰ φύσιν ἐκ μιᾶς αἰτίας | |
10 | ἐφήκειν ἀναγκαῖον. εἴ τις οὖν λέγοι θεὸν καὶ ὕλην, ἀναγκάζοιτο ἄν τι θέσθαι ἄλλο πρὸ τούτων· οὔτε γὰρ ἡ ὕλη αὐτάρκης οὔτε ὁ θεὸς πάντων περιεκτικός. δεῖ οὖν εἶναι τὴν πάντα περιέχουσαν αἰτίαν πρὸ τούτων καὶ τὴν ὄντως αὐτάρκη καὶ μηδενὸς ἄλλου προσδεομένην. | |
2.57 | 〈Σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι, χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· | |
5 | ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχό‐ μενος συνιστάναι σῶμα ὁ θεὸς ἐποίει. δύο δὲ μόνω καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν συναγωγὸν γίγνεσθαι [31 B 5—C 2]〉. | |
10 | Ὅτι δ’ οὖν τὸ ὁρατὸν πυρὸς ἴδιον καὶ τὸ ἁπτὸν τῆς γῆς ἐξαίρε‐ τον, ἐκ τούτων λάβωμεν ἀληθέστατον ὄν. διὸ καὶ τῶν δαιμόνων, φη‐ σὶν ὁ Πορφύριος, οἱ μὲν ἐν τῇ συστάσει πλέον τὸ πύριον ἔχοντες ὁρατοὶ ὄντες οὐδὲν ἔχουσιν ἀντιτύπως, οἱ δὲ καὶ γῆς μετειλη‐ φότες ὑποπίπτουσι τῇ ἁφῇ. ἠλέχθησαν δέ, ὥς φησι, τοιοῦτοι ὄντες οἱ | 42 |
15 | κατὰ τὴν Ἰταλίαν φαινόμενοι περὶ τοὺς Τούσκους οὐ μόνον τῷ σπερ‐ μαίνειν καὶ τῷ σκώληκας γεννᾶν ἐκ τοῦ σπέρματος, ἀλλὰ καὶ τῷ καίε‐ σθαι καὶ τέφραν ἀπολείπειν· ἀφ’ οὗ δὴ καὶ αὐτοῦ δείκνυται πάντα μετέχοντα γῆς. | |
2.58 | «Τὰ δὲ οὐράνια φάναι μὴ ἐκ τῶν τεσσάρων συνεστη‐» «κέναι οὐκ ἄρα κατὰ τὸ ἑπόμενον δόγμα τῷ Πλάτωνι λέγοντός» | |
«ἐστιν ἀλλ’ ἰδίῳ ἑπομένου δόγματι, ἐπεί γε ὁ Πλάτων καὶ τὰ οὐ‐» «ράνια ἐκ πλείονος μὲν πυρὸς γεγονέναι φησίν, ἐλαττόνων δὲ τῶν» | 43 | |
5 | «ἄλλων καὶ εἰλικρινεστέρων καὶ καθαρωτέρων· κατὰ δὴ Πλάτωνα» «δύο μὲν τὰ πρῶτα στοιχεῖα γῆ καὶ πῦρ, τὰ δὲ λοιπὰ δεσμοῦ καὶ» «συνοχῆς χάριν προυνοήθη». | 44 |
2.59 | 〈Καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοι‐ ούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσ‐ μου σῶμα ἐγεννήθη [32 B 9—C 1]〉. «Τέτταρα μόνα τὰ σώματα λέγει (i. e. ὁ Πλάτων), ἐπεὶ μηδὲν» | |
5 | «παρὰ ταῦτα ἐν τοῖς οὖσιν εὑρίσκεται, πλὴν τὰ ἐκ τούτων συνδέσματα». | |
2.60 | «Σαφῶς τὸν κόσμον ἐκ τῶν τεσσάρων φησὶν (i. e. ὁ» «Πλάτων) συνεστάναι στοιχείων· ὥστε τὸ πέμπτον σῶμα δῆλός ἐστιν» «οὐχ ἡγούμενος τὸ ὑπὸ Ἀριστοτέλους καὶ Ἀρχύτου εἰσαγόμενον·» «ἑξῆς δ’ ἀκριβέστερον ὀψόμεθα». | |
2.61 | 〈Ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινεν καὶ ἔτι ἔξωθεν τὸ σῶμα | |
αὐτῇ περιεκάλυψεν [34 B 3—4]〉. Ἀλλὰ τούτοις πᾶσιν (uide hic infra Procli explicationem) ἀντι‐ | 45 | |
5 | γράφουσι Πορφύριός τε καὶ Ἰάμβλιχος, ἐπιρραπίζοντες αὐτοὺς ὡς τοπικῶς καὶ διαστηματικῶς τὸ μέσον ἀκούοντας καὶ ἔν τινι μορίῳ κατακλείοντας τὴν ὅλου τοῦ κόσμου ψυχήν, τὴν πανταχοῦ πα‐ ροῦσαν ὁμοίως καὶ πᾶσιν 〈ἐν〉εξουσιάζουσαν καὶ πάντα ἄγουσαν ταῖς ἑαυτῆς κινήσεσιν. αὐτῶν δὲ τῶν θείων τούτων ἀνδρῶν ὁ μὲν Πορ‐ | |
10 | φύριος ψυχὴν εἶναι λαβὼν ταύτην τὴν τοῦδε τοῦ παντὸς τὸ μέσον κατὰ τὴν οὐσίαν ἐξηγεῖται τὴν ψυχικήν· μέση γάρ ἐστι τῶν τε νοη‐ τῶν καὶ τῶν αἰσθητῶν. | |
2.62 | 〈Καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν [34 B 4—6]〉. Εὖ μὲν καὶ ὁ φιλόσοφος Πορφύριος τὸ κύκλῳ κύκλον | |
5 | ἐξηγήσατο· δυνατὸν γὰρ ἔφη καὶ κύκλῳ κινεῖσθαι μὴ κύκλον, ὡς τὴν περιαγομένην λίθον, καὶ μὴ κύκλῳ κύκλον, ὡς τὸν τροχὸν κυλιόμε‐ νον, ἴδιον δὲ τοῦ κόσμου τὸ κύκλον ὄντα κύκλῳ περιιέναι διὰ τὴν περὶ τὸ κέντρον χορείαν. | |
2.63 | 〈Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ | |
τε καὶ τοιῷδε τρόπῳ [34 C 4—35 A 1]〉. | 46 | |
5 | Ὁ μὲν Πορφύριος ὑποδιελὼν γενέσει μὲν πρεσβυτέραν, ἀ‐ ρετῇ δὲ προτέραν ἀκούει τὴν ψυχὴν τοῦ σώματος. | |
2.64 | 〈Μειγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκεν διένειμεν [35 B 1—2]〉. Διττῆς δὲ τῆς κράσεως οὔσης ... τῆς μὲν αὐτῶν τῶν στοιχείων | |
5 | ὑποστατικῆς, τῆς δὲ τοῦ ἐκ τῶν στοιχείων, ἐζήτησεν ὁ Πορφύ‐ ριος ὀρθῶς, πότερον ἀμφοτέρας ἐν τῷ κρατῆρι ταύτας ἐποιήσατο ἢ τὴν μὲν ἔξω τοῦ κρατῆρος, τὴν δὲ ἐν αὐτῷ, καὶ ἐνέκρινεν, ὅτι τὰ μὲν στοιχεῖα κιρνὰς ἄνευ τοῦ κρατῆρος ἐνήργει, ἐπειδὴ οὐ κατὰ σύνοδον τῶν ἄκρων ἡ γένεσις τῶν μέσων ἐγίνετο οὐδ’ ὅλως | |
10 | ἠδύνατο εἰς ταὐτὸν ἀλλήλοις συνιέναι τὰ ἄκρα, τὸ δὲ ἐκ πάντων τῶν μέσων στοιχείων ἀπεργαζόμενος τῷ κρατῆρι χρῆται, ἐμβαλὼν εἰς αὐ‐ τὸν τὰ στοιχεῖα καὶ μίσγων, ἵνα πᾶσα ἐκ πάντων ἡ ψυχὴ γένηται μία καὶ ὁμόχρους ἑαυτῇ καὶ ὁμοιομερής, πάντων τῶν γενῶν διὰ πάντων πεφοιτηκότων, καὶ ἵνα λάβῃ τὸ εἶδος ἡ ψυχὴ καὶ ὅ ἐστιν ἀπὸ τοῦ | |
15 | κρατῆρος· κατὰ γὰρ τὸ ὅλον ἑκάστου τὸ εἶδος. ὥστ’ εἰκότως ψυχοποιὸς ὢν ὁ κρατὴρ ἐν ἑαυτῷ τὴν ὁλότητα ποιεῖ τῆς ψυχῆς· διὸ καὶ ἡ δευ‐ τέρα κρᾶσίς ἐστιν ἐν τῷ κρατῆρι μόνον. | |
2.65 | 〈Ἤρχετο δὲ διαιρεῖν ὧδε. μίαν ἀφεῖ‐ λεν τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν, μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δ’ αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλα‐ | |
5 | σίαν δὲ τῆς πρώτης, τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ τριπλῆν τῆς τρίτης, τὴν δ’ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην δ’ ἑπτακαιεικοσιπλασίαν τῆς πρώτης· μετὰ δὲ ταῦτα συνεπληροῦτο τά τε διπλάσια καὶ | |
10 | τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, | |
ὥστε ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσό‐ τητας, τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ | 47 | |
15 | μὲν κατ’ ἀριθμὸν ὑπερέχουσαν, ἴσῳ δὲ ὑπε‐ ρεχομένην. ἡμιολίων δὲ διαστάσεων καὶ ἐπι‐ τρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσιν, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα | |
20 | συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μό‐ ριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λει‐ φθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια. καὶ δὴ | |
25 | καὶ τὸ μειχθέν, ἐξ οὗ ταῦτα κατέτεμνεν, οὕ‐ | |
τως ἤδη κατανηλώκει [35 B 4—36 B 6]〉. | 48 | |
2.69 | Πορφύριος δὲ θαυμαστόν τινα τρόπον καίτοι τούτων προειρημένων ὅτι μὲν ἥρμοσται ἡ ψυχὴ καὶ ὅτι πάντα τὸν κόσμον ἁρμονίας πληροῖ, διὰ πολλῶν κατεσκεύασεν, ἔκ τε τοῦ πλῆθος εἶναι τὴν ψυχήν, πλῆθος δὲ οὖσαν ἢ ἀσύντακτον εἶναι ἢ ἡρμοσμένον, τοῦτο | |
5 | δὲ εἶναι ἀληθές, ἀλλ’ οὐκ ἐκεῖνό γε (δημιούργημα γὰρ οὖσα τοῦ νοῦ πῶς ἂν ἄτακτος εἴη καὶ ἀνάρμοστος), καὶ ἐκ τοῦ πάντα τὰ ἐγκόσμια κατὰ λόγους ἁρμονικοὺς ποδηγεῖν, τάς τε τῶν ζῴων γενέσεις καὶ τὴν μίαν αὐτῶν σύνταξιν πρὸς τὸ πᾶν. τίνες δέ εἰσιν οἵδε οἱ λόγοι κατὰ τὴν ὑπόστασιν αὐτὴν ὁρώμενοι τῆς ψυχῆς, οὔτε ἐδίδαξεν οὔτε φροντί‐ | |
10 | δος ἠξίωσεν, ἀλλ’ ἔφατο τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν ἐν ἑαυτῇ τοὺς | |
ἁρμονικοὺς λόγους οὐχ ὡς ἄλλων εἰκόνας, οὐδ’ ὡς ἀρχὰς ἑτέρων, ἀλλ’ ὡς συνδέοντας τὸ πλῆθος τῶν ἐν αὐτῇ δυνάμεων· καὶ γὰρ ὄντως εἰ μὴ μόνον ἐστὶν ἀμέριστος, ἀλλὰ καὶ μεριστή, δεῖ μὴ μόνον εἶναι μίαν αὐτῆς τὴν οὐσίαν, ἀλλὰ καὶ πεπληθυσμένην, εἰ δὲ πεπληθυσμένην, | 60 | |
15 | ἢ ἀνάριθμον ἢ ἠριθμημένην. ἀλλὰ τὸ ἀνάριθμον ἀδύνατον· τὸ γὰρ ἀνάριθμον πλῆθος ἄτακτον. ἠριθμημένην ἄρα. εἰ δὲ ἠριθμημένην, ἢ ἐξ ἀναρμόστων μερῶν ἢ ἐξ ἡρμοσμένων. ἀλλ’ ἐξ ἀναρμόστων ἀδύνα‐ τον· οὐδὲν γὰρ τοιοῦτον ὂν ἔχει κατὰ φύσιν. ἐξ ἡρμοσμένων ἄρα πάν‐ τως. ἀλλ’ εἰ ἐξ ἡρμοσμένων, ἀνάγκη κατὰ τὴν ἀρίστην ἁρμονίαν, | |
20 | εἴπερ ἐστὶ τὸ πρῶτον τῶν ἡρμοσμένων. ἀρίστη δὲ ἁρμονιῶν ἡ κατὰ τὸ διατονικὸν γένος· τοῦτο γὰρ σεμνὸν καὶ ἁδρόν. κατὰ τοῦτο ἄρα ἥρμοσται πάντως ἡ ψυχή· ὥστ’ εἴη ἂν ἡ οὐσία αὐτῆς ἐκ μερῶν κα‐ τὰ τὸ διάτονον γένος ἡρμοσμένων. κωλύει δὲ οὐδὲν καὶ τούτων ἀλη‐ θῶν ὄντων ὅμως εἶναι καὶ εἰκόνας τοὺς ἁρμονικοὺς λόγους θείων τινῶν | |
25 | πραγμάτων οὕτως, ὡς καὶ τὸ σῶμα σφαιρικὸν μέν ἐστιν, ἀλλὰ διὰ τοῦ σφαιρικοῦ μίμημα εἶναι λέγεται νοῦ· καὶ συμβαίνει ταῦτα ἀλλή‐ λοις. ταῦτα μὲν ὁ Πορφύριος εἰπὼν παρέσχεν ἡμῖν συλλογίζεσθαί τι περὶ τῆς ψυχῆς ἀληθές. | |
2.70 | 〈Ταύτην οὖν τὴν σύστασιν πᾶσαν δι‐ πλῆν κατὰ μῆκος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χεῖ προσβαλών [36 B 6—9]〉. | |
5 | Καὶ ὡς ὅ γε Πορφύριος ἱστορεῖ, παρὰ τοῖς Αἰγυπτίος ἦν | |
τις τοιοῦτος χαρακτὴρ σύμβολον φέρων τῆς κοσμικῆς ψυχῆς, τῷ Χ κύκλον περιβαλών· ἐσήμαινον γὰρ ἴσως διὰ μὲν τῶν εὐθειῶν τὴν δυοειδῆ πρόοδον αὐτῆς, διὰ δὲ τοῦ κύκλου τὴν μονοειδῆ ζωὴν καὶ τὴν κατὰ κύκλον νοερὸν ἐπιστροφήν. | 61 | |
2.71 | 〈Καὶ τὸν μὲν ἔξω, τὸν δ’ ἐντὸς ἐποι‐ εῖτο τῶν κύκλων. τὴν μὲν οὖν ἔξω φορὰν ἐ‐ πεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δ’ ἐντὸς τῆς θατέρου [36 C 4—6]〉. | |
5 | Ἀλλ’ ἀποροῦσι πρὸς ταῦτά τινες, ὅπως τῆς ψυχῆς ὁμοιομεροῦς οὔσης ὃ μὲν ταὐτοῦ τῶν κύκλων, ὃ δὲ θατέρου, καὶ ὃ μὲν ἐντός, ὃ δὲ ἐκτὸς ἀποπέφανται· ταῦτα γὰρ ἀνατρέπειν τὴν ὁμοιομέρειαν. ὁ μὲν οὖν Πορφύριος ἐπὶ τὰ αἰσθητὰ φερόμενος καὶ ἐπὶ τὰς μίξεις τὰς ἐνύλους τὸ μελίκρατον καὶ τὸ οἰνόμελι ἄνω καὶ κάτω θρυλεῖ πᾶν | |
10 | μὲν ὁμοιομερὲς ὄν, ἄλλοις δὲ ἄλλο πάθος ἐμποιοῦν· τοὺς μὲν γὰρ ἡ οἰνώδεια μᾶλλον, τοὺς δὲ ἡ γλυκύτης διατίθησιν. | |
2.72 | 〈Τὴν δ’ ἐντὸς σχίσας ἐξαχῇ ἑπτὰ κύ‐ κλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκα‐ τέρων τριῶν, κατὰ τἀναντία μὲν ἀλλήλοις προ‐ | |
5 | σέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους [36 | |
D 2—7]〉. | 62 | |
2.73 | 〈Καὶ μέσον μέσῃ συναγαγὼν προσήρ‐ μοττεν [36 D 8—E 1]〉. Ὁ μὲν Πορφύριος τὸ μέσον ἀντὶ τοῦ φυτικοῦ τῆς ψυ‐ χῆς ἀκούσας πειρᾶται συναρμόζειν αὐτὸ τῷ μέσῳ τοῦ παντός, καίτοι | |
5 | φυτικὸν ἐνταῦθα μηδαμοῦ τοῦ Πλάτωνος μηδ’ ἄχρις ὀνόματος παρα‐ λαβόντος. | |
2.74 | 〈Ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θα‐ τέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκρα‐ θεῖσα μοιρῶν, καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συν‐ δεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς αὑτήν, | |
5 | ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφά‐ πτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμέ‐ νη διὰ πάσης ἑαυτῆς [37 A 3—8]〉. Μὴ λανθανέτω δὲ ἡμᾶς ἐν τούτοις, ὅσα ὁ Πορφύριος ἱστό‐ ρησε περὶ τοῦ λέγει καὶ λήγει, καὶ ὅτι εἰσελθὼν πρὸς τὸν | 63 |
10 | Ἀμέλιον ἐξηγούμενον τὴν ῥῆσιν ταύτην ὡς ἔχουσαν ἀντὶ τοῦ λέ‐ γει κινουμένη λήγει κινουμένη καὶ πράγματα ἔ‐ χοντα μὴ δυνάμενον ἐφαρμόσαι τῷ λήγει κινουμένη τινὰ καὶ ὁπωσοῦν ἐξήγησιν, ἀεὶ κινουμένης τῆς ψυχῆς ἀπαύστως, ὡς εἴ‐ ρηται καὶ ἔμπροσθεν [cf. Tim. 36 E 2—5], εἰπεῖν μὲν πρὸς | |
15 | αὐτόν, ὅτι λέγει γραπτέον καὶ οὐχὶ λήγει, καὶ λυπῆσαι σφό‐ δρα τὸν Ἀμέλιον, εὑρεῖν δὲ ὕστερον οὕτω γράφοντα καὶ τὸν Σωσι‐ στράτην, ὡς τὸν Ἀμέλιον, καὶ ἡ〈σθῆναι〉 ἂν πάνυ τὸν γενναῖον Ἀμέλιον, εἰ ἔγνω καὶ ἄλλον τὴν αὐτὴν δοκιμάζοντα γραφήν, ἀλλὰ προτηλευτήσαντα τυχεῖν. | |
2.75 | 〈Λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνό‐ μενος περί τε θάτερον ὂν καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφ’ αὑτοῦ φερόμενος ἄνευ φθόγ‐ γου καὶ ἠχῆς [37 B 3—6]〉. | |
5 | Τὸν λόγον τοῦτον ὁ μὲν Ἀττικὸς ἐπὶ τῆς προσεκτικῆς δυ‐ νάμεως ἤκουσεν, ὁ δὲ Πορφύριος ἐπὶ τοῦ ἡνιόχου τοῦ κινοῦντος | |
τοὺς διττοὺς ἵππους, ὁ δὲ Ἰάμβλιχος ἐπὶ τῆς ὅλης ψυχῆς· αὕ‐ τη γὰρ ἑαυτὴν πᾶσαν κινεῖ καὶ δι’ ὅλης ἑαυτῆς λόγος ἐστὶ τῶν ὄν‐ των. καὶ δοκοῦσι μὲν αἱ ἐξηγήσεις πᾶσαι καταδράττεσθαι τῆς τοῦ | 64 | |
10 | Πλάτωνος διανοίας, μᾶλλον μὲν ἡ τοῦ Πορφυρίου συμφωνοτέρα καὶ τοῖς ἐνταῦθα καὶ τοῖς ἀλλαχοῦ λεγομένοις ἐστίν· ὁ γὰρ λόγος οὗτος οὔτε ὁ οὐσιώδης παρείληπται νῦν οὔτε ὁ κατ’ ἐνέργειαν, ἀλλ’ ὁ ὡς δύναμις μία τῆς οὐσίας τῶν ψυχῶν, καθ’ ἣν καὶ μία ἐστὶν ἡ ψυχή, καθάπερ κατὰ τὸ ταὐτὸν καὶ ἕτερον δυοειδής. ἢ διὰ τί μὴ τρεῖς γεγό‐ | |
15 | νασι κύκλοι, καθ’ ἕκαστον τῶν στοιχείων τριῶν ὄντων εἷς, ἀλλὰ δύο μόνον, ἢ ὡς τῆς οὐσίας οὔσης μιᾶς ἐν ἀμφοῖν; ταύτης οὖν ἡ δύναμίς ἐστιν ὁ λόγος οὗτος, οὐκ ὢν οὔτε αὐτὴ ἡ οὐσία οὔτε ἡ ἀπὸ τῆς οὐσίας ἐνέργεια τρίτην ἔχουσα τάξιν. οὗτος οὖν εἷς ὢν γιγνώσκει κατὰ ταὐτόν· οὐ γὰρ τοτὲ μὲν τὸ νοητόν, τοτὲ δὲ τὸ αἰσθητόν, ὡς ὁ ἡμέτερος λόγος | |
20 | οὐ δυνάμενος κατὰ ταὐτὸν εἶναι πρὸς ἀμφοτέροις. ἐκεῖνος δ’ οὖν ἅμα γιγνώσκει περί τε τὸ νοητὸν καὶ περὶ τὸ αἰσθητὸν ταὐτὸν καὶ ἕτερον, ἀληθὴς οὐχὶ ὤν, ὡς ὁ νοῦς, ἀλλὰ γιγνόμενος ἀληθὴς περὶ ἀμφότερα, διὰ τὸ μεταβατικὸν τῆς κατ’ ἄμφω γνώσεως, ἵνα τὸ μὲν κατὰ ταὐ‐ τὸν σημαίνῃ τὴν διαφορὰν τῆς θείας ψυχῆς πρὸς τὴν μερικὴν τῆς | |
25 | γνώσεως, τὸ δὲ γιγνόμενος ὅλως τῆς ψυχικῆς πρὸς τὴν νοεράν. | |
2.76 | 〈Ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ὢν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς [37 B 6—9]〉. | |
5 | Ἐν δὴ τούτοις περὶ τῆς τῶν αἰσθητῶν διαλέγεται γνώσεως, ὅπως ὁ λόγος ὁ ἐν τῇ ψυχῇ τοῦ παντὸς ἀπογεννᾷ τὴν γνῶσιν ταύτην, ὅτι τὸν θατέρου κύκλον κινῶν καὶ τοὺς ἐν αὐτῷ λόγους τοὺς προϊσταμέ‐ νους τῆς διακοσμήσεως τῶν ὅλων, καὶ ἀκλινῆ φυλάττων αὐτόν· ἡ γὰρ ὀρθότης δηλοῖ μὲν καὶ τὴν ὀρθοδοξίαν, ὡς ὅ τε Πορφύριος ἐξη‐ | |
10 | γήσατο καὶ ὁ Ἰάμβλιχος ἐπέκρινε, δηλοῖ δὲ καὶ τὸ ἀδάμαστον ἐν τῇ προνοίᾳ καὶ τὸ ἀρρεπές· οἰκεῖον γὰρ νοήσει μὲν ἡ ἄκμητος καὶ ὀξυκίνητος δύναμις, προνοίᾳ δὲ καὶ γονίμοις ἐνεργείαις ἡ ἀμείλικτος καὶ ἀκλινής, καὶ ἀμερίστῳ μὲν οὐσίᾳ 〈ἡ〉 καθαρότης νοήσεως, μερι‐ στῇ δὲ ἡ ἄχραντος ἐνέργεια. ἀμέριστον μὲν οὖν τὸν ὀρθὸν κύκλον, | |
15 | 〈μεριστὸν δὲ〉 τὸν μὴ ἀκριβῆ κύκλον, ἀλλὰ μετέχοντά πως τῆς εὐ‐ θείας ἀκούει, διότι φέρεταί τε εἰς τὸ ἐκτὸς ἡ γνῶσις τῶν αἰσθητῶν καὶ εἰς αὐτὴν πάλιν ἀνακάμπτει τὴν ψυχήν, ὡς μήτε εὐθείαν εἶναι μόνον οἵα ἡ τῆς αἰσθήσεως γνῶσις, μήτε κύκλον οἵα ἡ τῆς διανοίας. | 65 |
2.77 | Τὸ δὲ αὐτοῦ πολλαχῶς μὲν ἐξηγήσαιτο ἄν τις, ὡς καὶ ὁ Πορφύριος ἐπέστησε, μᾶλλον δὲ ὡς πρὸς τὸν λόγον ἀπο‐ δοτέον. | |
2.78 | 〈Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχα‐ νεν οὖσα αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γεν‐ νητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δ’ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι, | |
5 | καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰ‐ ῶνος ἐν ἑνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰ‐ κόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν [37 D 3—8]〉. Πῶς οὖν ὁ τοιοῦτος εἰκὼν ἂν εἴη τοῦ αἰῶνος; ... εἰ μὲν γάρ, ὡς | |
ᾤετο Πορφύριος καί τινες ἄλλοι Πλατωνικοί, μό‐ | 66 | |
10 | να μετεῖχε τῶν ὄντως ὄντων τὰ αἰσθητά, ἐν αὐτοῖς μόνοις ἂν ἐζητοῦ‐ μεν τὰς εἰκόνας. | |
2.79 | 〈Σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶ‐ τον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμε‐ νον εἰς τὸν τάχει μὲν ἰσόδρομον ἡλίῳ κύ‐ | |
5 | κλον ἰόντας, τὴν δὲ ἐναντίαν εἰληχότας αὐ‐ τῷ δύναμιν· ὅθεν καταλαμβάνουσίν τε καὶ καταλαμβάνονται καὶ κατὰ ταὐτὰ ὑπ’ ἀλλή‐ λων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ἑωσφό‐ ρος [38 C 9—D 6]〉. | |
10 | Οἱ δὲ ἀπὸ τοῦ Πλάτωνος ἐξηγηταὶ τὴν αἰτίαν ζητήσαντες ἐπὶ τὰς ζωὰς αὐτῶν ἀνήγαγον τὴν τῆς ἰσότητος καὶ ἀνι‐ σότητος τῶν δρόμων ἀρχήν, ὥσπερ δή φασι Πορφύριός τε καὶ Θεόδωρος· ἔστι γὰρ κατ’ αὐτοὺς τὸ ἀνισοταχὲς ἢ ἰσοταχὲς παρὰ τὸ αὐτόθεν ἢ διὰ πλειόνων φέρεσθαι τοὺς νόας ἐπὶ τὴν οὐσίαν, καὶ | |
15 | παρὰ τὸ εἰς τὸ αὐτὸ καταστρέφειν, εἰ καὶ δι’ ἄλλων μέσων, ἢ καὶ εἰς ἄλλο καὶ ἄλλο· ἥλιος μὲν γὰρ οὐσία ὢν ἐπὶ νοῦν ὁδεύει διὰ ζωῆς, Ἀφροδίτη δὲ νοῦς μέν, ἀλλὰ διὰ ζωῆς ἐπὶ νοῦν, Ἑρμῆς δὲ ζωὴ μέν, διὰ δὲ 〈οὐσίασ〉 εἰς νοῦν· εἰ καὶ ὁ νοῦς οὗτος, ἐφ’ ὃν ἡ καταστροφὴ τοῖς τρισίν, ὅπου μέν ἐστιν οὐσιώδης, ὅπου δὲ νοερός, ὅπου δὲ ζωτικός· | |
20 | διὸ καὶ ἀνισοταχῶς κινούμενοι καὶ ἀλλήλων ἀπολείπεσθαι καὶ προη‐ γεῖσθαι δοκοῦντες εἰς ταὐτὸν καταλήγουσι. Κρόνος δὲ καὶ Ζεὺς καὶ Ἄρης δύναιντο μὲν ἂν καὶ διαφόρων εἶναι τμημάτων καὶ διὰ τοῦτο οὐκ ἰσοταχεῖς· εἰ δὲ καὶ τοῦ αὐτοῦ εἶεν, ἀλλὰ τῷ μὴ πρὸς 〈τὸ〉 αὐτὸ καταστρέφειν ἢ μὴ διὰ τῶν ἴσων μεσοτήτων οὐκ ἰσοταχεῖς· οἷον εἰ | 67 |
25 | Κρόνος μὲν αὐτόθεν οὐσία ὢν ἐπὶ τὴν οὐσίαν ἴοι, Ζεὺς δὲ διὰ νοῦ μόνον, Ἄρης δὲ διὰ νοῦ καὶ ζωῆς, ἔσται ὃ μὲν ἀμέσως ἐν τῇ οὐσίᾳ, ὃ δὲ διὰ μιᾶς μεσότητος, ὃ δὲ διὰ δυεῖν, καὶ οὕτως οὐκ ἰσοταχεῖς· ἔστι γὰρ τῶν πλανωμένων ἡ μὲν πρώτη τριὰς ἐπὶ οὐσίαν, ἡ δὲ δευ‐ τέρα ἐπὶ νοῦν ἀναγομένη, σελήνη δὲ ἐπὶ ζωήν, πᾶσαν τὴν γένεσιν | |
30 | ἐν ἑαυτῇ περιέχουσα καὶ προϊοῦσα μέχρι τῶν ἐσχάτων μυχῶν τῆς γῆς. ταῦτα μὲν οὖν φασι Πορφύριός τε καὶ Θεόδωρος, οἰκείας ὑποθέσεις περαίνοντες, πανταχοῦ μὲν πάντα λέγοντες, καὶ τὴν οὐσίαν καὶ τὸν νοῦν καὶ τὴν ζωήν, καὶ ἕκαστον τῶν θεῶν μετέχειν τιθέμενοι τῶν τριῶν πατέρων, ἐπικρατεῖν δὲ ἄλλο ἐν ἄλλοις ἰδίωμα, καὶ τὴν | |
35 | ἐνέργειαν ἄλλων εἶναι ἄλλην καὶ δι’ ἄλλων μέσων τὴν ἀναγωγήν. | |
2.80 | 〈Τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες [41 D 1—2]〉. Οἱ δὲ τούτων [uide hic infra Procli explicationem] μετριώτεροι, ὥσπερ οἱ περὶ Πορφύριον, καὶ πρᾳότεροι παραιτοῦνται μὲν | |
5 | τὴν καλουμένην φθορὰν κατασκεδαννύναι τοῦ τε ὀχήματος καὶ τῆς | |
ἀλόγου ψυχῆς, ἀναστοιχειοῦσθαι δὲ αὐτά φασι καὶ ἀναλύεσθαί τινα τρόπον εἰς τὰς σφαίρας, ἀφ’ ὧν τὴν σύνθεσιν ἔλαχε, φυράματα δὲ εἶναι ταῦτα ἐκ τῶν οὐρανίων σφαιρῶν καὶ κατιοῦσαν αὐτὰ συλλέγειν τὴν ψυχήν, ὥστε καὶ εἶναι ταῦτα καὶ μὴ εἶναι, αὐτὰ δὲ ἕκαστα μηκέτ’ | 68 | |
10 | εἶναι μηδὲ διαμένειν τὴν ἰδιότητα αὐτῶν. καὶ δοκοῦσιν ἕπεσθαι τοῖς λογίοις [or. chald. 47] ἐν τῇ καθόδῳ τὴν ψυχὴν λέγουσι συλλέγειν αὐτὸ λαμβάνουσαν αἴθρης μέρος ἠελίου τε σεληναίης τε καὶ ὅσ〈σ〉α ἠέρι συννήχονται. | |
2.81 | 〈Νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς [41 E 2—3]〉. Τούτων δὲ προειλημμένων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν, ὅτι τὴν εἱμαρμένην οὔτε τὴν μερικὴν φύσιν ῥητέον ... οὔτε τὴν φύσιν | |
5 | ἁπλῶς, ὡς Πορφύριος. | 69 |