TLG 2034 006 :: PORPHYRIUS :: Isagoge sive quinque voces

PORPHYRIUS Phil., vel Malchus
(Tyrius Romanus: A.D. 3)

Isagoge sive quinque voces

Source: Busse, A. (ed.), Porphyrii isagoge et in Aristotelis categorias commentarium [Commentaria in Aristotelem Graeca 4.1] Berlin: Reimer, 1887: 1–22.

Citation: Volume — page — (line)

4,1

1

(1t)

ΠΟΡΦΥΡΙΟΥ ΕΙΣΑΓΩΓΗ ΤΟΥ ΦΟΙΝΙΚΟΣ
2tΤΟΥ ΜΑΘΗΤΟΥ ΠΛΩΤΙΝΟΥ ΤΟΥ ΛΥΚΟΠΟΛΙΤΟΥ
3 Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει κατη‐ γοριῶν διδασκαλίαν τοῦ γνῶναι τί γένος καὶ τί διαφορὰ τί τε εἶδος καὶ τί
5ἴδιον καὶ τί συμβεβηκός, εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας, σύντομόν σοι παράδοσιν ποιούμενος πειράσομαι διὰ βραχέων ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρὰ τοῖς πρεσβυτέροις ἐπελθεῖν, τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων, τῶν δ’ ἁπλουστέρων συμμέτρως στοχαζόμενος. αὐ‐
10τίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν τὸ μὲν εἴτε ὑφέστηκεν εἴτε καὶ ἐν μόναις ψιλαῖς ἐπινοίαις κεῖται εἴτε καὶ ὑφεστηκότα σώματά ἐστιν ἢ ἀσώματα καὶ πότερον χωριστὰ ἢ ἐν τοῖς αἰσθητοῖς καὶ περὶ ταῦτα ὑφεστῶτα, παραιτή‐ σομαι λέγειν βαθυτάτης οὔσης τῆς τοιαύτης πραγματείας καὶ ἄλλης μεί‐ ζονος δεομένης ἐξετάσεως· τὸ δ’ ὅπως περὶ αὐτῶν καὶ τῶν προκειμένων
15λογικώτερον οἱ παλαιοὶ διέλαβον καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου, νῦν σοι πειράσομαι δεικνύναι.
16
17nΠερὶ γένους.
18 Ἔοικεν δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι. γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι καὶ πρὸς ἀλλήλους ἄθροισις,
20καθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος ἐκ τῆς ἀφ’ ἑνὸς σχέ‐ σεως, λέγω δὴ τοῦ Ἡρακλέους, καὶ τοῦ πλήθους τῶν ἐχόντων πως πρὸς ἀλλήλους τὴν ἀπ’ ἐκείνου οἰκειότητα. κατὰ ἀποτομὴν τὴν ἀπὸ τῶν ἄλλων
γενῶν κεκλημένου. λέγεται δὲ καὶ ἄλλως πάλιν γένος ἡ ἑκάστου τῆς γε‐1

4,1

2

νέσεως ἀρχὴ εἴτε ἀπὸ τοῦ τεκόντος εἴτε ἀπὸ τοῦ τόπου ἐν ᾧ τις γέγονεν. οὕτως γὰρ Ὀρέστην μὲν ἀπὸ Ταντάλου φαμὲν ἔχειν τὸ γένος, Ὕλλον δὲ ἀφ’ Ἡρακλέους, καὶ πάλιν Πίνδαρον μὲν Θηβαῖον εἶναι τὸ γένος, Πλάτωνα δὲ Ἀθηναῖον· καὶ γὰρ ἡ πατρὶς ἀρχή τίς ἐστι τῆς ἑκάστου γενέσεως,
5ὥσπερ καὶ ὁ πατήρ. τοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον· Ἡρακλεῖδαι γὰρ λέγονται οἱ ἐκ γένους κατάγοντες Ἡρακλέους καὶ Κεκροπίδαι οἱ ἀπὸ Κέκροπος καὶ οἱ τούτων ἀγχιστεῖς. καὶ πρότερόν γε ὠνομάσθη γένος ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, μετὰ δὲ ταῦτα καὶ τὸ πλῆθος τῶν ἀπὸ μιᾶς ἀρχῆς οἷον Ἡρακλέους, ὃ ἀφορίζοντες καὶ ἀπὸ τῶν ἄλλων χωρί‐
10ζοντες ἔφαμεν τὸ ὅλον ἄθροισμα Ἡρακλειδῶν γένος. ἄλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεται τὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον· καὶ γὰρ ἀρχή τίς ἐστι τὸ τοιοῦτο γένος τῶν ὑφ’ ἑαυτὸ καὶ δοκεῖ καὶ τὸ πλῆθος περιέχειν πᾶν τὸ ὑφ’ ἑαυτό. Τριχῶς οὖν τοῦ γένους λεγομένου περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσό‐
15φοις ὁ λόγος· ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι γένος εἶναι λέγοντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον οἷον τὸ ζῷον. τῶν γὰρ κατηγορουμένων τὰ μὲν καθ’ ἑνὸς λέγεται μόνου, ὡς τὰ ἄτομα οἷον Σωκράτης καὶ τὸ οὗτος καὶ τὸ τοῦτο, τὰ δὲ κατὰ πλειόνων, ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα
20κοινῶς ἀλλὰ μὴ ἰδίως τινί. ἔστι δὲ γένος μὲν οἷον τὸ ζῷον, εἶδος δὲ οἷον ὁ ἄνθρωπος, διαφορὰ δὲ οἷον τὸ λογικόν, ἴδιον δὲ οἷον τὸ γελαστικόν, συμ‐ βεβηκὸς δὲ οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ καθέζεσθαι. τῶν μὲν οὖν καθ’ ἑνὸς μόνου κατηγορουμένων διαφέρει τὰ γένη τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι, τῶν δὲ αὖ κατὰ πλειόνων τῶν μὲν εἰδῶν, ὅτι
25τὰ μὲν εἴδη εἰ καὶ κατὰ πλειόνων κατηγορεῖται ἀλλ’ οὐ διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ· ὁ γὰρ ἄνθρωπος εἶδος ὢν Σωκράτους καὶ Πλάτωνος κατηγορεῖται, οἳ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλήλων ἀλλὰ τῷ ἀριθμῷ, τὸ δὲ
ζῷον γένος ὂν ἀνθρώπου καὶ βοὸς καὶ ἵππου κατηγορεῖται, οἳ διαφέρουσι2

4,1

3

καὶ τῷ εἴδει ἀλλήλων ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ μόνον. τοῦ δ’ αὖ ἰδίου δια‐ φέρει τὸ γένος, ὅτι τὸ μὲν ἴδιον καθ’ ἑνὸς μόνου εἴδους, οὗ ἐστιν ἴδιον. κατηγορεῖται καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, ὡς τὸ γελαστικὸν ἀνθρώπου μόνου καὶ τῶν κατὰ μέρος ἀνθρώπων, τὸ δὲ γένος οὐχ ἑνὸς εἴδους κατη‐
5γορεῖται ἀλλὰ πλειόνων τε καὶ διαφερόντων. τῆς δ’ αὖ διαφορᾶς καὶ τῶν κοινῇ συμβεβηκότων διαφέρει τὸ γένος, ὅτι εἰ καὶ κατὰ πλειόνων καὶ δια‐ φερόντων τῷ εἴδει κατηγοροῦνται αἱ διαφοραὶ καὶ τὰ κοινῶς συμβεβηκότα, ἀλλ’ οὐκ ἐν τῷ τί ἐστι κατηγοροῦνται. ἐρωτησάντων γὰρ ἡμῶν ἐκεῖνο καθ’ οὗ κατηγορεῖται ταῦτα, οὐκ ἐν τῷ τί ἐστιν, φαμέν, κατηγορεῖται,
10ἀλλὰ μᾶλλον ἐν τῷ ποῖόν τί ἐστιν. ἐν γὰρ τῷ ἐρωτᾶν ποῖόν τί ἐστιν ὁ ἄνθρωπός φαμεν ὅτι λογικόν, καὶ ἐν τῷ ποῖόν τι ὁ κόραξ φαμὲν ὅτι μέλαν· ἔστιν δὲ τὸ μὲν λογικὸν διαφορά, τὸ δὲ μέλαν συμβεβηκός· ὅταν δὲ τί ἐστιν ἄνθρωπος ἐρωτηθῶμεν, ζῷον ἀποκρινόμεθα· ἦν δὲ ἀν‐ θρώπου γένος τὸ ζῷον. ὥστε τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος
15διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων, τὸ δὲ διαφερόντων τῷ εἴδει διαστέλλει ἀπὸ τῶν ὡς εἰδῶν κατηγορουμένων ἢ ὡς ἰδίων, τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῶν διαφορῶν καὶ τῶν κοινῇ συμβεβηκότων, ἃ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶν κατηγορεῖται ἕκαστον ὧν κατηγορεῖται. οὐδὲν ἄρα
20περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας.
20
21nΠερὶ εἴδους.
22Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ εἴρηται3

4,1

4

πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. λέγεται δὲ εἶδος καὶ τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, καθὸ εἰώθαμεν λέγειν τὸν μὲν ἄνθρωπον εἶδος τοῦ ζῴου γένους ὄντος τοῦ ζῴου, τὸ δὲ λευκὸν τοῦ χρώματος εἶδος, τὸ δὲ τρίγωνον τοῦ σχήματος εἶδος. εἰ δὲ καὶ τὸ γένος
5ἀποδιδόντες τοῦ εἴδους ἐμεμνήμεθα εἰπόντες τὸ κατὰ πλειόνων καὶ δια‐ φερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ τὸ εἶδός φαμεν τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, εἰδέναι χρὴ ὅτι, ἐπεὶ καὶ τὸ γένος τινός ἐστιν γένος καὶ τὸ εἶδος τινός ἐστιν εἶδος ἑκάτερον ἑκατέρου, ἀνάγκη καὶ ἐν τοῖς ἀμφο‐ τέρων λόγοις κεχρῆσθαι ἀμφοτέροις. ἀποδιδόασιν οὖν τὸ εἶδος καὶ οὕτως·
10εἶδός ἐστι τὸ ταττόμενον ὑπὸ τὸ γένος καὶ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἔτι δὲ καὶ οὕτως· εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόν‐ των τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ἀλλ’ αὕτη μὲν ἡ ἀπόδοσις τοῦ εἰδικωτάτου ἂν εἴη καὶ ὅ ἐστι μόνον εἶδος, αἱ δὲ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων. σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον τοῦτον τὸν τρόπον.
15καθ’ ἑκάστην κατηγορίαν ἐστίν τινα γενικώτατα καὶ πάλιν ἄλλα εἰδικώτατα καὶ μεταξὺ τῶν γενικωτάτων καὶ τῶν εἰδικωτάτων ἄλλα. ἔστιν δὲ γενικώ‐ τατον μέν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος, εἰδικώτατον δέ, μεθ’ ὃ οὐκ ἂν εἴη ἄλλο ὑποβεβηκὸς εἶδος, μεταξὺ δὲ τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου ἄλλα, ἃ καὶ γένη καὶ εἴδη ἐστὶ τὰ αὐτά, πρὸς ἄλλο μέντοι
20καὶ ἄλλο λαμβανόμενα. Γινέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον. ἡ οὐσία ἔστι μὲν καὶ αὐτὴ γένος, ὑπὸ δὲ ταύτην ἐστὶν σῶμα, καὶ ὑπὸ τὸ σῶμα ἔμψυχον σῶμα, ὑφ’ ὃ τὸ ζῷον, ὑπὸ δὲ τὸ ζῷον λογικὸν ζῷον, ὑφ’ ὃ ὁ ἄνθρωπος, ὑπὸ δὲ τὸν ἄνθρωπον Σωκράτης καὶ Πλάτων καὶ οἱ κατὰ μέρος
25ἄνθρωποι. ἀλλὰ τούτων ἡ μὲν οὐσία τὸ γενικώτατον καὶ ὃ μόνον γένος, ὁ δὲ ἄνθρωπος τὸ εἰδικώτατον καὶ ὃ μόνον εἶδος, τὸ δὲ σῶμα εἶδος μὲν τῆς οὐσίας, γένος δὲ τοῦ ἐμψύχου σώματος. ἀλλὰ καὶ τὸ ἔμψυχον σῶμα εἶδος μὲν τοῦ σώματος, γένος δὲ τοῦ ζῴου, πάλιν δὲ τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου σώματος, γένος δὲ τοῦ λογικοῦ ζῴου, τὸ δὲ λογικὸν ζῷον
30εἶδος μὲν τοῦ ζῴου, γένος δὲ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος εἶδος μὲν τοῦ λογικοῦ ζῴου, οὐκέτι δὲ καὶ γένος τῶν κατὰ μέρος ἀνθρώπων, ἀλλὰ
μόνον εἶδος· καὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς κατηγορούμενον εἶδος4

4,1

5

ἂν εἴη μόνον, οὐκέτι δὲ καὶ γένος. ὥσπερ οὖν ἡ οὐσία ἀνωτάτω οὖσα τῷ μηδὲν εἶναι πρὸ αὐτῆς γένος ἦν τὸ γενικώτατον, οὕτως καὶ ὁ ἄνθρωπος εἶδος ὤν, μεθ’ ὃ οὐκ ἔστιν εἶδος οὐδέ τι τῶν τέμνεσθαι δυναμένων εἰς εἴδη, ἀλλὰ τῶν ἀτόμων (ἄτομον γὰρ Σωκράτης καὶ Πλάτων καὶ τουτὶ τὸ λευκόν)
5μόνον ἂν εἴη εἶδος καὶ τὸ ἔσχατον εἶδος καὶ ὡς ἔφαμεν τὸ εἰδικώτατον· τὰ δὲ μέσα τῶν μὲν πρὸ αὐτῶν εἴη ἂν εἴδη, τῶν δὲ μετ’ αὐτὰ γένη. ὥστε ταῦτα μὲν ἔχει δύο σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ’ ἣν εἴδη αὐτῶν εἶναι λέγεται, τήν τε πρὸς τὰ μετ’ αὐτά, καθ’ ἣν γένη αὐτῶν εἶναι λέγεται· τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν· τό τε γὰρ γενικώτατον τὴν
10μὲν ὡς πρὸς τὰ ὑφ’ ἑαυτὸ ἔχει σχέσιν, γένος ὂν πάντων τὸ ἀνωτάτω, τὴν δὲ ὡς πρὸς τὰ πρὸ ἑαυτοῦ οὐκέτι ἔχει, ἀνωτάτω ὂν καὶ ὡς πρώτη ἀρχὴ καί, ὡς ἔφαμεν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος· καὶ τὸ εἰδικώτατον δὲ μίαν ἔχει σχέσιν τὴν μὲν ὡς πρὸς τὰ πρὸ αὐτοῦ, ὧν ἐστιν εἶδος, τὴν δὲ ὡς πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἀλλοίαν ἔχει, ἀλλὰ καὶ τῶν
15ἀτόμων εἶδος λέγεται ἀλλ’ εἶδος μὲν λέγεται τῶν ἀτόμων ὡς περιέχον αὐτά, εἶδος δὲ πάλιν τῶν πρὸ αὐτοῦ ὡς περιεχόμενον ὑπ’ αὐτῶν. Ἀφορίζονται τοίνυν τὸ μὲν γενικώτατον οὕτως, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, καὶ πάλιν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος· τὸ δὲ εἰ‐ δικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστιν γένος καὶ ὃ εἶδος ὂν οὐκ ἂν διελοίμεθα
20ἔτι εἰς εἴδη καὶ ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται. τὰ δὲ μέσα τῶν ἄκρων ὑπάλληλά τε καλοῦσι γένη καὶ εἴδη, καὶ ἕκαστον αὐτῶν εἶδος εἶναι καὶ γένος τίθενται, πρὸς
ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενον. τὰ δὴ πρὸ τῶν εἰδικωτάτων ἄχρι5

4,1

6

τοῦ γενικωτάτου ἀνιόντα γένη τε λέγεται καὶ εἴδη καὶ ὑπάλληλα γένη ὡς ὁ Ἀγαμέμνων Ἀτρείδης καὶ Πελοπίδης καὶ Τανταλίδης καὶ τὸ τελευταῖον Διός. ἀλλ’ ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγουσι, φέρε εἰπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον, ἐπὶ δὲ τῶν γενῶν καὶ τῶν εἰδῶν οὐχ
5οὕτως ἔχει· οὐ γάρ ἐστι κοινὸν ἓν γένος πάντων τὸ ὂν οὐδὲ πάντα ὁμο‐ γενῆ καθ’ ἓν τὸ ἀνωτάτω γένος, ὥς φησιν ὁ Ἀριστοτέλης. ἀλλὰ κείσθω, ὥσπερ ἐν ταῖς Κατηγορίαις, τὰ πρῶτα δέκα γένη οἷον ἀρχαὶ δέκα πρῶται· κἂν δὴ πάντα τις ὄντα καλῇ, ὁμωνύμως, φησί, καλέσει, ἀλλ’ οὐ συνω‐ νύμως. εἰ μὲν γὰρ ἓν ἦν κοινὸν πάντων γένος τὸ ὄν, συνωνύμως ἂν πάντα
10ὄντα ἐλέγετο· δέκα δὲ ὄντων τῶν πρώτων ἡ κοινωνία κατὰ τοὔνομα μόνον, οὐκέτι μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα. δέκα μὲν οὖν τὰ γενι‐ κώτατα, τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ· τὰ δὲ ἄτομα, ἅπερ ἐστὶ τὰ μετὰ τὰ εἰδικώτατα, ἄπειρα. διὸ ἄχρι τῶν εἰδι‐ κωτάτων ἀπὸ τῶν γενικωτάτων κατιόντας παρεκελεύετο ὁ Πλάτων παύε‐
15σθαι, κατιέναι δὲ διὰ τῶν διὰ μέσου διαιροῦντας ταῖς εἰδοποιοῖς διαφοραῖς· τὰ δὲ ἄπειρά φησιν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην. κατιόν‐ των μὲν οὖν εἰς τὰ εἰδικώτατα ἀνάγκη διαιροῦντας διὰ πλήθους ἰέναι, ἀνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆθος εἰς ἕν· συνα‐ γωγὸν γὰρ τῶν πολλῶν εἰς μίαν φύσιν τὸ εἶδος καὶ ἔτι μᾶλλον τὸ γένος,
20τὰ δὲ κατὰ μέρος καὶ καθ’ ἕκαστα τοὐναντίον εἰς πλῆθος ἀεὶ διαιρεῖ τὸ ἕν· τῇ μὲν γὰρ τοῦ εἴδους μετουσίᾳ οἱ πολλοὶ ἄνθρωποι εἷς, τοῖς δὲ κατὰ μέρος ὁ εἷς καὶ κοινὸς πλείους· διαιρετικὸν μὲν γὰρ ἀεὶ τὸ καθ’ ἕκαστον, συλληπτικὸν δὲ καὶ ἑνοποιὸν τὸ κοινόν.
Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἐστιν ἑκάτερον αὐτῶν,6

4,1

7

καὶ τοῦ μὲν γένους ἑνὸς ὄντος τῶν δὲ εἰδῶν πλειόνων (ἀεὶ γὰρ εἰς πλείω εἴδη ἡ τομὴ τοῦ γένους) τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται καὶ πάντα τὰ ἐπάνω τῶν ὑποκάτω, τὸ δὲ εἶδος οὔτε τοῦ προσεχοῦς αὐτοῦ γέ‐ νους οὔτε τῶν ἐπάνω· οὐδὲ γὰρ ἀντιστρέφει. δεῖ γὰρ ἢ τὰ ἴσα τῶν ἴσων
5κατηγορεῖσθαι ὡς τὸ χρεμετιστικὸν τοῦ ἵππου ἢ τὰ μείζω τῶν ἐλαττόνων ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, τὰ δὲ ἐλάττω τῶν μειζόνων οὐκέτι· οὐκέτι γὰρ τὸ ζῷον εἴποις ἂν εἶναι ἄνθρωπον, ὥσπερ τὸν ἄνθρωπον εἴποις ἂν εἶναι ζῷον. καθ’ ὧν δ’ ἂν τὸ εἶδος κατηγορῆται, κατ’ ἐκείνων ἐξ ἀνάγκης καὶ τὸ τοῦ εἴδους γένος κατηγορηθήσεται καὶ τὸ τοῦ γένους γένος ἄχρι τοῦ
10γενικωτάτου· εἰ γὰρ ἀληθὲς τὸ τὸν Σωκράτην εἰπεῖν ἄνθρωπον, τὸν δὲ ἄνθρωπον ζῷον, τὸ δὲ ζῷον οὐσίαν· ἀληθὲς καὶ τὸν Σωκράτην ζῷον εἰπεῖν καὶ οὐσίαν. ἀεὶ οὖν τῶν ἐπάνω κατηγορουμένων τῶν ὑποκάτω τὸ μὲν εἶδος τοῦ ἀτόμου κατηγορηθήσεται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου, τὸ δὲ γενικώτατον καὶ κατὰ τοῦ γένους ἢ τῶν γενῶν, εἰ πλείω
15εἴη τὰ μέσα καὶ ὑπάλληλα, καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. λέγεται γὰρ τὸ μὲν γενικώτατον κατὰ πάντων τῶν ὑφ’ ἑαυτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων, τὸ δὲ γένος τὸ πρὸ τοῦ εἰδικωτάτου κατὰ πάντων τῶν εἰδικωτάτων καὶ τῶν ἀτόμων, τὸ δὲ μόνον εἶδος κατὰ πάντων τῶν ἀτόμων, τὸ δὲ ἄτομον ἐφ’ ἑνὸς μόνου τῶν κατὰ μέρος. ἄτομον δὲ λέγε‐
20ται ὁ Σωκράτης καὶ τουτὶ τὸ λευκὸν καὶ οὑτοσὶ ὁ προσιὼν Σωφρονίσκου υἱός, εἰ μόνος αὐτῷ εἴη Σωκράτης υἱός. ἄτομα οὖν λέγεται τὰ τοιαῦτα, ὅτι ἐξ ἰδιοτήτων συνέστηκεν ἕκαστον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο· αἱ γὰρ Σωκράτους ἰδιότητες οὐκ ἂν ἐπ’ ἄλλου τινὸς τῶν κατὰ μέρος γένοιντο ἂν αἱ αὐταί, αἱ μέντοι τοῦ ἀν‐
25θρώπου, λέγω δὴ τοῦ κοινοῦ, ἰδιότητες γένοιντ’ ἂν αἱ αὐταὶ ἐπὶ πλειό‐ νων, μᾶλλον δὲ ἐπὶ πάντων τῶν κατὰ μέρος ἀνθρώπων, καθὸ ἄνθρω‐
ποι. περιέχεται οὖν τὸ μὲν ἄτομον ὑπὸ τοῦ εἴδους, τὸ δὲ εἶδος ὑπὸ τοῦ7

4,1

8

γένους· ὅλον γάρ τι τὸ γένος, τὸ δὲ ἄτομον μέρος, τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις· ἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον. Περὶ μὲν οὖν γένους καὶ εἴδους καὶ τί τὸ γενικώτατον καὶ τί τὸ εἰδι‐
5κώτατον καὶ τίνα καὶ γένη τὰ αὐτὰ καὶ εἴδη τίνα τε τὰ ἄτομα καὶ ποσα‐ χῶς τὸ γένος καὶ τὸ εἶδος, εἴρηται.
6
7nΠερὶ διαφορᾶς.
8 Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω. κοινῶς μὲν γὰρ διαφέρειν ἕτερον ἑτέρου λέγεται τὸ ἑτερότητι διαλλάττον ὁπωσοῦν ἢ
10πρὸς αὑτὸ ἢ πρὸς ἄλλο· διαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι καὶ αὐτός γε ἑαυτοῦ παιδός τε ὄντος καὶ ἀνδρωθέντος καὶ ἐνεργοῦντός τι ἢ παυσαμένου καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησιν. ἰδίως δὲ δια‐ φέρειν λέγεται ἕτερον ἑτέρου, ὅταν ἀχωρίστῳ συμβεβηκότι τὸ ἕτερον τοῦ ἑτέρου διαφέρῃ· ἀχώριστον δὲ συμβεβηκὸς οἷον γλαυκότης ἢ γρυπότης ἢ
15καὶ οὐλὴ ἐκ τραύματος ἐνσκιρωθεῖσα. ἰδιαίτατα δὲ διαφέρειν ἕτερον ἑτέρου λέγεται, ὅταν εἰδοποιῷ διαφορᾷ διαλλάττῃ, ὥσπερ ἄνθρωπος ἵππου εἰδο‐ ποιῷ διαφορᾷ διενήνοχε τῇ τοῦ λογικοῦ ποιότητι. καθόλου μὲν οὖν πᾶσα διαφορὰ ἑτεροῖον ποιεῖ προσγινομένη τινί· ἀλλ’ αἱ μὲν κοινῶς καὶ ἰδίως ἀλλοῖον ποιοῦσιν, αἱ δὲ ἰδιαίτατα ἄλλο. τῶν γὰρ διαφορῶν αἱ μὲν ἀλλοῖον
20ποιοῦσιν, αἱ δὲ ἄλλο. αἱ μὲν οὖν ποιοῦσαι ἄλλο εἰδοποιοὶ κέκληνται, αἱ δὲ
ἀλλοῖον ἁπλῶς διαφοραί. τῷ γὰρ ζῴῳ διαφορὰ προσελθοῦσα ἡ τοῦ λο‐8

4,1

9

γικοῦ ἄλλο ἐποίησεν, ἡ δὲ τοῦ κινεῖσθαι ἀλλοῖον μόνον παρὰ τὸ ἠρε‐ μοῦν ἐποίησεν, ὥστε ἡ μὲν ἄλλο, ἡ δὲ ἀλλοῖον μόνον ἐποίησεν. κατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας διαφορὰς αἵ τε διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη, οἵ τε ὅροι ἀποδίδονται ἐκ γένους ὄντες καὶ τῶν τοιούτων διαφορῶν,
5κατὰ δὲ τὰς μόνον ἀλλοῖον ποιούσας αἱ ἑτερότητες μόνον συνίστανται καὶ αἱ τοῦ πως ἔχοντος μεταβολαί. Ἄνωθεν οὖν πάλιν ἀρχομένῳ ῥητέον τῶν διαφορῶν τὰς μὲν χωριστὰς εἶναι, τὰς δὲ ἀχωρίστους· τὸ μὲν γὰρ κινεῖσθαι καὶ τὸ ἠρεμεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν καὶ ὅσα τούτοις παραπλήσια χωριστά ἐστιν, τὸ δὲ
10γρυπὸν εἶναι ἢ σιμὸν ἢ λογικὸν ἢ ἄλογον ἀχώριστα. τῶν δὲ ἀχωρίστων αἱ μὲν ὑπάρχουσι καθ’ αὑτάς, αἱ δὲ κατὰ συμβεβηκός· τὸ μὲν γὰρ λο‐ γικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ καὶ τὸ θνητὸν καὶ τὸ ἐπιστήμης εἶναι δεκτικόν, τὸ δὲ γρυπὸν ἢ σιμὸν εἶναι κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό. αἱ μὲν οὖν καθ’ αὑτὰς προσοῦσαι ἐν τῷ τῆς οὐσίας λαμβάνονται
15λόγῳ καὶ ποιοῦσιν ἄλλο, αἱ δὲ κατὰ συμβεβηκὸς οὔτε ἐν τῷ τῆς οὐσίας λόγῳ λαμβάνονται οὔτε ποιοῦσιν ἄλλο ἀλλὰ ἀλλοῖον. καὶ αἱ μὲν καθ’ αὑτὰς οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν, ἐπίτασιν λαμβάνουσι καὶ ἄνεσιν· οὔτε γὰρ τὸ γένος μᾶλλον καὶ ἧττον κατηγορεῖται οὗ ἂν ᾖ γένος οὔτε αἱ τοῦ γένους διαφοραί,
20καθ’ ἃς διαιρεῖται· αὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι, τὸ δὲ εἶναι ἑκάστῳ ἓν καὶ τὸ αὐτὸ οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδεχόμενόν ἐστιν, τὸ δὲ γρυπὸν ἢ σιμὸν εἶναι ἢ κεχρῶσθαί πως καὶ ἐπιτείνεται καὶ ἀνίεται. Τριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων καὶ τῶν μὲν οὐσῶν χω‐
25ριστῶν τῶν δὲ ἀχωρίστων καὶ πάλιν τῶν ἀχωρίστων τῶν μὲν οὐσῶν καθ’9

4,1

10

αὑτὰς τῶν δὲ κατὰ συμβεβηκός, πάλιν τῶν καθ’ αὑτὰς διαφορῶν αἱ μέν εἰσι καθ’ ἃς διαιρούμεθα τὰ γένη εἰς τὰ εἴδη, αἱ δὲ καθ’ ἃς τὰ διαιρε‐ θέντα εἰδοποιεῖται. οἷον τῶν καθ’ αὑτὰς διαφορῶν πασῶν τῶν τοιούτων τοῦ ζῴου οὐσῶν ἐμψύχου καὶ αἰσθητικοῦ, λογικοῦ καὶ ἀλόγου, θνητοῦ καὶ
5ἀθανάτου, ἡ μὲν τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ διαφορὰ συστατική ἐστι τῆς τοῦ ζῴου οὐσίας, ἔστι γὰρ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητική, ἡ δὲ τοῦ θνητοῦ καὶ ἀθανάτου διαφορὰ καὶ ἡ τοῦ λογικοῦ τε καὶ ἀλόγου διαιρετικαί εἰσι τοῦ ζῴου διαφοραί· δι’ αὐτῶν γὰρ τὰ γένη εἰς τὰ εἴδη διαιρούμεθα. ἀλλ’ αὗταί γε αἱ διαιρετικαὶ διαφοραὶ τῶν γενῶν συμπληρωτικαὶ γίνονται
10καὶ συστατικαὶ τῶν εἰδῶν· τέμνεται γὰρ τὸ ζῷον τῇ τε τοῦ λογικοῦ καὶ τῇ τοῦ ἀλόγου διαφορᾷ καὶ πάλιν τῇ τε τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου διαφορᾷ. ἀλλ’ αἱ μὲν τοῦ θνητοῦ καὶ τοῦ λογικοῦ διαφοραὶ συστατικαὶ γί‐ νονται τοῦ ἀνθρώπου, αἱ δὲ τοῦ λογικοῦ καὶ τοῦ ἀθανάτου τοῦ θεοῦ, αἱ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλόγων ζῴων. οὕτω δὲ καὶ τῆς ἀνω‐
15τάτω οὐσίας διαιρετικῶν οὐσῶν τῆς τε ἐμψύχου καὶ ἀψύχου διαφορᾶς καὶ τῆς αἰσθητικῆς καὶ ἀναισθήτου ἡ μὲν ἔμψυχος καὶ αἰσθητικὴ συλληφθεῖσαι τῇ οὐσίᾳ ἀπετέλεσαν τὸ ζῷον, ἡ δὲ ἔμψυχος καὶ ἀναίσθητος ἀπετέλεσαν τὸ φυτόν. ἐπεὶ οὖν αἱ αὐταὶ πὼς μὲν ληφθεῖσαι γίνονται συστατικαί, πὼς δὲ διαιρετικαί, εἰδοποιοὶ πᾶσαι κέκληνται. καὶ τούτων γε μάλιστα χρεία εἴς
20τε τὰς διαιρέσεις τῶν γενῶν καὶ εἰς τοὺς ὁρισμούς, ἀλλ’ οὐ τῶν κατὰ συμ‐ βεβηκὸς ἀχωρίστων οὐδ’ ἔτι μᾶλλον τῶν χωριστῶν.
Ἃς δὴ καὶ ὁριζόμενοί φασιν· διαφορά ἐστιν ᾗ περισσεύει τὸ εἶδος τοῦ10

4,1

11

γένους. ὁ γὰρ ἄνθρωπος τοῦ ζῴου πλέον ἔχει τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ ζῷον οὔτε οὐδὲν τούτων ἐστίν, ἐπεὶ πόθεν ἂν τὰ εἴδη σχοῖεν δια‐ φοράς; οὔτε δὲ πάσας τὰς ἀντικειμένας ἔχει, ἐπεὶ τὸ αὐτὸ ἅμα ἕξει τὰ ἀντικείμενα, ἀλλ’ ὡς ἀξιοῦσι, δυνάμει μὲν πάσας ἔχει τὰς τῶν ὑφ’ αὑτὸ
5διαφοράς, ἐνεργείᾳ δὲ οὐδεμίαν. καὶ οὕτως οὔτε ἐξ οὐκ ὄντων τι γίνεται οὔτε τὰ ἀντικείμενα ἅμα περὶ τὸ αὐτὸ ἔσται. Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως· διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον· τὸ γὰρ λογικὸν καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου κατηγορούμενον ἐν τῷ ποῖόν τί ἐστιν ὁ ἄν‐
10θρωπος λέγεται ἀλλ’ οὐκ ἐν τῷ τί ἐστιν. τί μὲν γάρ ἐστιν ὁ ἄνθρωπος ἐρωτωμένων ἡμῶν οἰκεῖον εἰπεῖν ζῷον, ποῖον δὲ ζῷον πυνθανομένων λογικὸν καὶ θνητὸν οἰκείως ἀποδώσομεν. τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων ἢ ἀνάλογόν γε ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἐχόντων, ὥσπερ ὁ ἀνδριὰς ἐξ ὕλης μὲν τοῦ χαλκοῦ, εἴδους δὲ τοῦ σχήματος, οὕτως καὶ ὁ ἄν‐
15θρωπος ὁ κοινός τε καὶ εἰδικὸς ἐξ ὕλης μὲν ἀναλόγου συνέστηκεν τοῦ γέ‐ νους, ἐκ μορφῆς δὲ τῆς διαφορᾶς, τὸ δὲ ὅλον τοῦτο, ζῷον λογικὸν θνητόν, ὁ ἄνθρωπος, ὡς ἐκεῖ ὁ ἀνδριάς. Ὑπογράφουσι δὲ τὰς τοιαύτας διαφορὰς καὶ οὕτως· διαφορά ἐστιν τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος· τὸ λογικὸν γὰρ καὶ τὸ ἄλογον
20τὸν ἄνθρωπον καὶ τὸν ἵππον ὄντα ὑπὸ τὸ αὐτὸ γένος τὸ ζῷον χωρίζει. ἀποδιδόασι δὲ καὶ οὕτως· διαφορά ἐστιν ὅτῳ διαφέρει ἕκαστα. ἄνθρωπος γὰρ καὶ ἵππος κατὰ μὲν τὸ γένος οὐ διενήνοχεν· θνητὰ γὰρ ζῷα καὶ ἡμεῖς καὶ τὰ ἄλογα, ἀλλὰ τὸ λογικὸν προστεθὲν διέστησεν ἡμᾶς ἀπ’
ἐκείνων· καὶ λογικά ἐσμεν καὶ ἡμεῖς καὶ οἱ θεοί, ἀλλὰ τὸ θνητὸν προστεθὲν11

4,1

12

διέστησεν ἡμᾶς ἀπ’ ἐκείνων. προσεξεργαζόμενοι δὲ τὰ περὶ τῆς διαφορᾶς μὴ τὸ τυχόν φασι τῶν χωριζόντων τὰ ὑπὸ τὸ αὐτὸ γένος εἶναι τὴν διαφοράν, ἀλλ’ ὅπερ εἰς τὸ εἶναι συμβάλλεται καὶ ὃ τοῦ τί ἦν εἶναι τοῦ πράγματός ἐστι μέρος. οὐ γὰρ τὸ πεφυκέναι πλεῖν διαφορὰ ἀν‐
5θρώπου, εἰ καὶ ἴδιον ἀνθρώπου· εἴποιμεν γὰρ ἂν τῶν ζῴων τὰ μὲν πλεῖν πεφυκέναι τὰ δὲ μή χωρίζοντες ἀπὸ τῶν ἄλλων, ἀλλὰ τὸ πεφυκέναι πλεῖν οὐκ ἦν συμπληρωτικὸν τῆς οὐσίας οὐδὲ μέρος αὐτῆς, ἀλλ’ ἐπιτη‐ δειότης μόνον αὐτῆς διὰ τὸ μὴ εἶναι οἷαι αἱ ἰδίως εἰδοποιοὶ λεγόμεναι δια‐ φοραί. εἶεν ἂν οὖν εἰδοποιοὶ διαφοραί, ὅσαι ἕτερον εἶδος ποιοῦσιν, καὶ ὅσαι
10ἐν τῷ τί ἦν εἶναι παραλαμβάνονται. Καὶ περὶ μὲν διαφορᾶς ἀρκεῖ τοσαῦτα.
11
12nΠερὶ ἰδίου.
13 Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς· καὶ γὰρ ὃ μόνῳ τινὶ εἴδει συμβέβηκεν, εἰ καὶ μὴ παντί, ὡς ἀνθρώπῳ τὸ ἰατρεύειν ἢ τὸ γεωμετρεῖν· καὶ ὃ παντὶ
15συμβέβηκεν τῷ εἴδει, εἰ καὶ μὴ μόνῳ, ὡς τῷ ἀνθρώπῳ τὸ εἶναι δίποδι· καὶ ὃ μόνῳ καὶ παντὶ καὶ ποτέ, ὡς ἀνθρώπῳ παντὶ τὸ ἐν γήρᾳ πολιοῦ‐ σθαι. τέταρτον δέ, ἐφ’ οὗ συνδεδράμηκεν τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, ὡς τῷ ἀνθρώπῳ τὸ γελαστικόν· κἂν γὰρ μὴ γελᾷ ἀεί, ἀλλὰ γελαστικὸν λέγεται οὐ τῷ ἀεὶ γελᾶν ἀλλὰ τῷ πεφυκέναι· τοῦτο δὲ ἀεὶ αὐτῷ σύμφυτον ὑπάρ‐
20χει, ὡς καὶ τῷ ἵππῳ τὸ χρεμετιστικόν. ταῦτα δὲ καὶ κυρίως ἴδιά φασιν, ὅτι καὶ ἀντιστρέφει· εἰ γὰρ ἵππος, χρεμετιστικόν, καὶ εἰ χρεμετιστι‐ κόν, ἵππος.
22
23nΠερὶ συμβεβηκότος.
24Συμβεβηκὸς δέ ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκει‐
25μένου φθορᾶς. διαιρεῖται δὲ εἰς δύο· τὸ μὲν γὰρ αὐτοῦ χωριστόν ἐστιν, τὸ
δὲ ἀχώριστον. τὸ μὲν οὖν καθεύδειν χωριστὸν συμβεβηκός, τὸ δὲ μέλαν12

4,1

13

εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ Αἰθίοπι συμβέβηκεν, δύναται δὲ ἐπι‐ νοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. ὁρίζονται δὲ καὶ οὕτως· συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἢ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ
5οὔτε εἶδος οὔτε ἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον. Ἀφορισθέντων δὲ πάντων τῶν προτεθέντων, λέγω δὴ γένους, εἴδους, διαφορᾶς, ἰδίου, συμβεβηκότος, ῥητέον τίνα τε κοινὰ πρόσεστιν αὐτοῖς καὶ τίνα ἴδια.
8
9nΠερὶ τῆς κοινωνίας τῶν πέντε φωνῶν.
10 Κοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. ἀλλὰ τὸ μὲν γένος τῶν εἰδῶν τε καὶ τῶν ἀτόμων, καὶ ἡ διαφορὰ ὡσαύτως, τὸ δὲ εἶδος τῶν ὑπ’ αὐτὸ ἀτόμων, τὸ δὲ ἴδιον τοῦ τε εἴδους, οὗ ἐστιν ἴδιον, καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τὸ δὲ συμβεβηκὸς καὶ εἰδῶν καὶ ἀτόμων. τό τε γὰρ ζῷον ἵππων τε καὶ βοῶν κατηγορεῖται εἰδῶν ὄντων καὶ τοῦδε τοῦ ἵππου
15καὶ τοῦδε τοῦ βοὸς ἀτόμων ὄντων, τὸ δὲ ἄλογον ἵππων καὶ βοῶν κατηγο‐ ρεῖται καὶ τῶν κατὰ μέρος, τὸ μέντοι εἶδος οἷον ὁ ἄνθρωπος τῶν κατὰ μέρος μόνον, τὸ δὲ ἴδιον οἷον τὸ γελαστικὸν καὶ τοῦ ἀνθρώπου καὶ τῶν κατὰ μέρος, τὸ δὲ μέλαν τοῦ τε εἴδους τῶν κοράκων καὶ τῶν κατὰ μέρος συμβεβηκὸς ὂν ἀχώριστον, καὶ τὸ κινεῖσθαι ἀνθρώπου τε καὶ ἵππου χω‐
20ριστὸν ὂν συμβεβηκός, ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα.
21
22nΠερὶ τῆς κοινωνίας γένους καὶ διαφορᾶς.
23Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν εἰδῶν· περιέχει γὰρ καὶ13

4,1

14

ἡ διαφορὰ εἴδη, εἰ καὶ μὴ πάντα ὅσα τὰ γένη. τὸ γὰρ λογικὸν εἰ καὶ μὴ περιέχει τὰ ἄλογα ὥσπερ τὸ ζῷον, ἀλλὰ περιέχει ἄνθρωπον καὶ θεόν, ἅπερ ἐστὶν εἴδη. ὅσα τε κατηγορεῖται τοῦ γένους ὡς γένους, καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν κατηγορεῖται, ὅσα τε τῆς διαφορᾶς ὡς διαφορᾶς, καὶ τοῦ ἐξ
5αὐτῆς εἴδους κατηγορηθήσεται. γένους τε γὰρ τοῦ ζῴου ὄντος ὡς γένους κατηγορεῖται ἡ οὐσία καὶ τὸ ἔμψυχον, ἀλλὰ καὶ τῶν ὑπὸ τὸ ζῷον εἰδῶν πάντων κατηγορεῖται ταῦτα ἄχρι καὶ τῶν ἀτόμων· διαφορᾶς τε οὔσης τῆς τοῦ λογικοῦ κατηγορεῖται ὡς διαφορᾶς τὸ λόγῳ χρῆσθαι, οὐ μόνον δὲ τοῦ λογικοῦ ἀλλὰ καὶ τῶν ὑπὸ τὸ λογικὸν εἰδῶν κατηγορηθήσεται τὸ χρῆσθαι
10λόγῳ. κοινὸν δὲ καὶ τὸ ἀναιρεθέντος ἢ τοῦ γένους ἢ τῆς διαφορᾶς ἀναι‐ ρεῖσθαι τὰ ὑπ’ αὐτά· ὡς γὰρ μὴ ὄντος ζῴου οὐκ ἔστιν ἵππος οὐδὲ ἄν‐ θρωπος, οὕτως μὴ ὄντος λογικοῦ οὐδὲν ἔσται ζῷον τὸ χρώμενον λόγῳ.
12
13nΠερὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τῆς διαφορᾶς.
14Ἴδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι, ἤπερ ἡ διαφορὰ
15καὶ τὸ εἶδος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός· τὸ μὲν γὰρ ζῷον ἐπ’ ἀν‐ θρώπου καὶ ἵππου καὶ ὀρνέου καὶ ὄφεως, τὸ δὲ τετράπουν ἐπὶ μόνων τῶν τέσσαρας πόδας ἐχόντων, ὁ δὲ ἄνθρωπος ἐπὶ μόνων τῶν ἀτόμων, καὶ τὸ χρεμετιστικὸν ἐπὶ τοῦ ἵππου μόνον καὶ τῶν κατὰ μέρος, καὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ’ ἐλαττόνων. δεῖ δὲ διαφορὰς λαμβάνειν, αἷς τέμνεται τὸ γένος,
20οὐ τὰς συμπληρωτικὰς τῆς οὐσίας τοῦ γένους. ἔτι τὸ γένος περιέχει τὴν διαφορὰν δυνάμει· τοῦ γὰρ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον. ἔτι τὰ μὲν γένη πρότερα τῶν ὑπ’ αὐτὰ διαφορῶν, διὸ συναναιρεῖ μὲν αὐτάς, οὐ
συναναιρεῖται δέ· ἀναιρεθέντος γὰρ τοῦ ζῴου συναναιρεῖται τὸ λογικὸν καὶ14

4,1

15

τὸ ἄλογον. αἱ δὲ διαφοραὶ οὐκέτι συναναιροῦσι τὸ γένος· κἂν γὰρ πᾶσαι ἀναιρεθῶσιν, οὐσία ἔμψυχος αἰσθητικὴ ἐπινοεῖται, ἥτις ἦν τὸ ζῷον. ἔτι τὸ μὲν γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστιν, ὡς εἴρηται, κατηγορεῖται. ἔτι γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος οἷον ἀνθρώπου τὸ
5ζῷον, διαφοραὶ δὲ πλείους οἷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτι‐ κόν, αἷς τῶν ἄλλων ζῴων διαφέρει. καὶ τὸ μὲν γένος ἔοικεν ὕλῃ, μορφῇ δὲ ἡ διαφορά. προσόντων δὲ καὶ ἄλλων κοινῶν τε καὶ ἰδίων τῷ γένει καὶ τῇ διαφορᾷ ἀρκείτω ταῦτα.
8
9nΠερὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ εἴδους.
10 Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι· εἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος, ἀλλ’ οὐχὶ καὶ ὡς γένος, ἄν‐ περ ᾖ τὸ αὐτὸ καὶ εἶδος καὶ γένος. κοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι ὧν κατηγορεῖται καὶ τὸ ὅλον τι εἶναι ἑκάτερον.
13
14nΠερὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ εἴδους.
15 Διαφέρει δὲ ᾗ τὸ μὲν γένος περιέχει τὰ εἴδη, τὰ δὲ εἴδη περιέχεται καὶ οὐ περιέχει τὰ γένη· ἐπὶ πλεῖον γὰρ τὸ γένος τοῦ εἴδους. ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ καὶ διαμορφωθέντα ταῖς εἰδοποιοῖς διαφοραῖς ἀποτελεῖν τὰ εἴδη, ὅθεν καὶ πρότερα τῇ φύσει τὰ γένη. καὶ συναναιροῦντα, ἀλλ’ οὐ συναναιρούμενα, καὶ εἴδους μὲν ὄντος πάντως ἔστι καὶ γένος, γένους δὲ
20ὄντος οὐ πάντως ἔστι καὶ τὸ εἶδος. καὶ τὰ μὲν γένη συνωνύμως κατη‐ γορεῖται τῶν ὑφ’ ἑαυτὰ εἰδῶν, τὰ δὲ εἴδη τῶν γενῶν οὐκέτι. ἔτι τὰ μὲν γένη πλεονάζει τῇ τῶν ὑπ’ αὐτὰ εἰδῶν περιοχῇ, τὰ δὲ εἴδη τῶν γενῶν πλεονάζει ταῖς οἰκείαις διαφοραῖς. ἔτι οὔτε τὸ εἶδος γένοιτ’ ἂν γενικώτα‐
τον οὔτε τὸ γένος εἰδικώτατον.15

4,1

16

(1n)

Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ ἰδίου.
2 Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν· εἰ γὰρ ἄν‐ θρωπος, ζῷον, καὶ εἰ ἄνθρωπος, γελαστικόν. καὶ τὸ ἐπίσης κατηγορεῖ‐ σθαι τὸ γένος τῶν εἰδῶν καὶ τὸ ἴδιον τῶν αὐτοῦ μετεχόντων ἀτόμων·
5ἐπίσης γὰρ καὶ ὁ ἄνθρωπος καὶ ὁ βοῦς ζῷον καὶ Ἄνυτος καὶ Μέλητος γε‐ λαστικόν. κοινὸν δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τὸ γένος τῶν οἰκείων εἰδῶν καὶ τὸ ἴδιον ὧν ἂν ᾖ ἴδιον.
7
8nΠερὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ ἰδίου.
9Διαφέρει δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον· δεῖ γὰρ
10εἶναι ζῷον, εἶτα διαιρεῖσθαι διαφοραῖς καὶ ἰδίοις. καὶ τὸ μὲν γένος κατὰ πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. καὶ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται οὗ ἐστιν ἴδιον, τὸ δὲ γένος οὐδενὸς ἀντικα‐ τηγορεῖται· οὔτε γὰρ εἰ ζῷον, ἄνθρωπος, οὔτε εἰ ζῷον, γελαστικόν· εἰ δὲ ἄνθρωπος, γελαστικόν, καὶ ἔμπαλιν. ἔτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὑπάρ‐
15χει, οὗ ἐστιν ἴδιον, καὶ μόνῳ καὶ ἀεί, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἂν ᾖ γένος, καὶ ἀεί, οὐ μέντοι καὶ μόνῳ. ἔτι τὰ μὲν ἴδια ἀναιρούμενα οὐ συναναιρεῖ τὰ γένη, τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ τὰ εἴδη, ὧν ἐστιν ἴδια, ὥστε καὶ ὧν ἐστιν ἴδια ἀναιρουμένων καὶ αὐτὰ συναναιρεῖται.
18
19nΠερὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ συμβεβηκότος.
20Γένους δὲ καὶ συμβεβηκότος κοινὸν τὸ κατὰ πλειόνων, ὡς εἴρηται,
κατηγορεῖσθαι, ἄν τε τῶν χωριστῶν ᾖ ἄν τε τῶν ἀχωρίστων· καὶ γὰρ τὸ16

4,1

17

κινεῖσθαι κατὰ πλειόνων καὶ τὸ μέλαν κατὰ κοράκων καὶ Αἰθιόπων καί τινων ἀψύχων.
2
2nΠερὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ συμβεβηκότος.
3 Διαφέρει δὲ τὸ γένος τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν γένος πρὸ τῶν εἰδῶν, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα· κἂν γὰρ ἀχώριστον λαμβά‐
5νηται συμβεβηκός, ἀλλ’ οὖν πρότερόν ἐστι τὸ ᾧ συμβέβηκε τοῦ συμβεβη‐ κότος. καὶ τοῦ μὲν γένους ἐπίσης τὰ μετέχοντα μετέχει, τοῦ δὲ συμ‐ βεβηκότος οὐκ ἐπίσης· ἐπίτασιν γὰρ καὶ ἄνεσιν ἐπιδέχεται ἡ τῶν συμ‐ βεβηκότων μέθεξις, ἡ δὲ τῶν γενῶν οὐκέτι. καὶ τὰ μὲν συμβεβηκότα ἐπὶ τῶν ἀτόμων προηγουμένως ὑφίσταται, τὰ δὲ γένη καὶ τὰ εἴδη φύσει
10πρότερα τῶν ἀτόμων οὐσιῶν. καὶ τὰ μὲν γένη ἐν τῷ τί ἐστι κατηγορεῖται τῶν ὑπ’ αὐτά, τὰ δὲ συμβεβηκότα ἐν τῷ ποῖόν τι ἢ πῶς ἔχον ἕκαστον· ποῖος γὰρ Αἰθίοψ ἐρωτηθεὶς ἐρεῖς μέλας, καὶ πῶς ἔχει Σωκράτης ἐρεῖς ὅτι κάθηται ἢ περιπατεῖ. Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει εἴρηται, συμβέ‐
15βηκεν δὲ καὶ τῶν ἄλλων ἕκαστον διαφέρειν τῶν τεττάρων, ὥστε πέντε μὲν ὄντων, ἑνὸς δὲ ἑκάστου τῶν τεττάρων διαφέροντος, τετράκι τὰ πέντε, εἴκοσι γίνεσθαι τὰς πάσας διαφοράς. ἀλλ’ οὐχ οὕτως ἔχει, ἀλλ’ ἀεὶ τῶν ἐφεξῆς καταριθμουμένων καὶ τῶν μὲν δύο μιᾷ λειπομένων διαφορᾷ διὰ τὸ ἤδη εἰλῆφθαι, τῶν δὲ τριῶν δυσίν, τῶν δὲ τεττάρων τρισί, τῶν δὲ πέντε
20τέτρασι, δέκα αἱ πᾶσαι γίνονται διαφοραί, τέσσαρες, τρεῖς, δύο, μία. τὸ μὲν γὰρ γένος διαφέρει τῆς διαφορᾶς καὶ τοῦ εἴδους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος· τέσσαρες οὖν αἱ διαφοραί. ἡ διαφορὰ δὲ πῇ μὲν διενήνοχεν τοῦ γένους εἴρηται, ὅτε πῇ διαφέρει τὸ γένος αὐτῆς ἐρρέθη· λοιπὸν δὲ πῇ διαφέρει τοῦ εἴδους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος ῥηθήσεται,
25καὶ γίνονται τρεῖς. πάλιν τὸ εἶδος πῇ μὲν διαφέρει τῆς διαφορᾶς ἐρρέθη,
ὅτε πῇ διαφέρει ἡ διαφορὰ τοῦ εἴδους ἐλέγετο· πῇ δὲ διαφέρει τὸ εἶδος17

4,1

18

τοῦ γένους ἐρρέθη, ὅτε πῇ διαφέρει τὸ γένος τοῦ εἴδους ἐλέγετο· λοιπὸν οὖν πῇ διαφέρει τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος ῥηθήσεται· δύο οὖν καὶ αὗται αἱ διαφοραί. τὸ δὲ ἴδιον πῇ διαφέρει τοῦ συμβεβηκότος καταλειφθή‐ σεται· πῇ γὰρ τοῦ εἴδους καὶ τῆς διαφορᾶς καὶ τοῦ γένους διαφέρει,
5προειρημένον ἐστὶν ἐν τῇ ἐκείνων πρὸς αὐτὸ διαφορᾷ· τεσσάρων οὖν λαμ‐ βανομένων τοῦ γένους πρὸς τὰ ἄλλα διαφορῶν, τριῶν δὲ τῆς διαφορᾶς, δύο δὲ τοῦ εἴδους, μιᾶς δὲ τοῦ ἰδίου πρὸς τὸ συμβεβηκός, δέκα ἔσονται αἱ πᾶσαι, ὧν τὰς τέσσαρας, αἳ ἦσαν τοῦ γένους πρὸς τὰ ἄλλα, φθάσαντες ἀπεδείξαμεν.
9
10nΠερὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ εἴδους.
11 Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους τὸ ἐπίσης μετέχεσθαι· ἀνθρώπου τε γὰρ ἐπίσης μετέχουσιν οἱ κατὰ μέρος ἄνθρωποι καὶ τῆς τοῦ λογικοῦ διαφορᾶς. κοινὸν δὲ καὶ τὸ ἀεὶ παρεῖναι τοῖς μετέχουσιν· ἀεὶ γὰρ Σω‐ κράτης λογικός, καὶ ἀεὶ Σωκράτης ἄνθρωπος.
14
15nΠερὶ τῆς διαφορᾶς τοῦ εἴδους καὶ τῆς διαφορᾶς.
16 Ἴδιον δὲ διαφορᾶς μὲν τὸ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖσθαι, εἴδους δὲ τὸ ἐν τῷ τί ἐστιν· κἂν γὰρ ὁ ἄνθρωπος ὡς ποιὸν λαμβάνηται, οὐχ ἁπλῶς ἂν εἴη ποιόν, ἀλλὰ καθὸ τῷ γένει προσελθοῦσαι αἱ διαφοραὶ ὑπέ‐ στησαν αὐτό. ἔτι ἡ μὲν διαφορὰ ἐπὶ πλειόνων πολλάκις εἰδῶν θεωρεῖται,
20ὡς τὸ τετράπουν ἐπὶ πλείστων ζῴων τῷ εἴδει διαφερόντων, τὸ δὲ εἶδος ἐπὶ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων ἐστίν. ἔτι ἡ διαφορὰ προτέρα τοῦ κατ’ αὐτὴν εἴδους· συναναιρεῖ γὰρ τὸ λογικὸν ἀναιρεθὲν τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐκ ἀνῄρηκεν τὸ λογικόν, ὄντος θεοῦ. ἔτι διαφορὰ
μὲν συντίθεται μετὰ ἄλλης διαφορᾶς· τὸ λογικὸν γὰρ καὶ τὸ θνητὸν συνετέθη18

4,1

19

εἰς ὑπόστασιν ἀνθρώπου· εἶδος δὲ εἴδει οὐ συντίθεται, ὥστε ἀπογεννῆσαι ἄλλο τι εἶδος· τὶς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν εἰς ἡμιόνου γένεσιν, ἵππος δὲ ἁπλῶς ὄνῳ οὐκ ἂν συντεθεὶς ἀποτελέσειεν ἡμίονον.
3
4nΠερὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ ἰδίου.
5 Διαφορὰ δὲ καὶ ἴδιον κοινὸν μὲν ἔχουσι τὸ ἐπίσης μετέχεσθαι ὑπὸ τῶν μετεχόντων· ἐπίσης γὰρ τὰ λογικὰ λογικὰ καὶ τὰ γελαστικὰ γελαστικά. καὶ τὸ ἀεὶ καὶ παντὶ παρεῖναι κοινὸν ἀμφοῖν· κἂν γὰρ κολο‐ βωθῇ ὁ δίπους, ἀλλὰ πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται, ἐπεὶ καὶ τὸ γε‐ λαστικὸν τῷ πεφυκέναι ἔχει τὸ ἀεί, ἀλλ’ οὐχὶ τῷ γελᾶν ἀεί.
9
10nΠερὶ τῆς διαφορᾶς τοῦ ἰδίου καὶ τῆς διαφορᾶς.
11 Ἴδιον δὲ διαφορᾶς ὅτι αὕτη μὲν ἐπὶ πλειόνων εἰδῶν λέγεται πολλάκις, οἷον τὸ λογικὸν καὶ ἐπὶ θεοῦ καὶ ἐπὶ ἀνθρώπου, τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. καὶ ἡ μὲν διαφορὰ ἕπεται ἐκείνοις, ὧν ἦν διαφορά, οὐ μὴν καὶ ἀντιστρέφει· τὰ δὲ ἴδια ἀντικατηγορεῖται ὧν ἂν ᾖ ἴδια διὰ
15τὸ ἀντιστρέφειν.
15
16nΠερὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ συμβεβηκότος.
17 Διαφορᾷ δὲ καὶ συμβεβηκότι κοινὸν μὲν τὸ ἐπὶ πλειόνων λέγεσθαι, κοινὸν δὲ πρὸς τὰ ἀχώριστα συμβεβηκότα τὸ ἀεὶ καὶ παντὶ προσεῖναι· τό τε γὰρ δίπουν ἀεὶ πρόσεστι πᾶσι κόραξι τό τε μέλαν ὁμοίως.
19
20nΠερὶ τῶν ἰδίων διαφορᾶς καὶ συμβεβηκότος.
21Διαφέρουσι δὲ ὅτι ἡ μὲν διαφορὰ περιέχει, οὐ περιέχεται δέ·19

4,1

20

περιέχει γὰρ τὸ λογικὸν τὸν ἄνθρωπον· τὰ δὲ συμβεβηκότα τρόπον μέν τινα περιέχει τῷ ἐν πλείοσιν εἶναι, τρόπον δέ τινα περιέχεται τῷ μὴ ἑνὸς συμ‐ βεβηκότος εἶναι δεκτικὰ τὰ ὑποκείμενα, ἀλλὰ πλειόνων. καὶ ἡ μὲν δια‐ φορὰ ἀνεπίτατος καὶ ἀνάνετος, τὰ δὲ συμβεβηκότα τὸ μᾶλλον καὶ τὸ ἧττον
5ἐπιδέχεται. καὶ ἀμιγεῖς μὲν αἱ ἐναντίαι διαφοραί, μιγείη δ’ ἂν τὰ ἐναντία συμβεβηκότα. Τοιαῦται μὲν οὖν αἱ κοινότητες καὶ αἱ ἰδιότητες τῆς διαφορᾶς καὶ τῶν ἄλλων. τὸ δὲ εἶδος πῇ μὲν διαφέρει γένους καὶ διαφορᾶς, εἴρηται ἐν ᾧ ἐλέ‐ γομεν, πῇ τὸ γένος διαφέρει τῶν ἄλλων καὶ πῇ ἡ διαφορὰ διαφέρει τῶν
10ἄλλων.
10
11nΠερὶ τῆς κοινωνίας τοῦ εἴδους καὶ τοῦ ἰδίου.
12 Εἴδους δὲ καὶ ἰδίου κοινὸν τὸ ἀλλήλων ἀντικατηγορεῖσθαι· εἰ γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἰ γελαστικόν, ἄνθρωπος· τὸ γελαστικὸν δὲ ὅτι κατὰ τὸ πεφυκέναι γελᾶν ληπτέον, πολλάκις εἴρηται· ἐπίσης τε γάρ ἐστι
15τὰ εἴδη τοῖς μετέχουσι καὶ τὰ ἴδια ὧν ἐστιν ἴδια.
15
16nΠερὶ τῆς διαφορᾶς τοῦ εἴδους καὶ τοῦ ἰδίου.
17 Διαφέρει δὲ τὸ εἶδος τοῦ ἰδίου, ὅτι τὸ μὲν εἶδος δύναται ἄλλων γένος εἶναι, τὸ δὲ ἴδιον εἶναι ἄλλων ἴδιον ἀδύνατον. καὶ τὸ μὲν εἶδος προϋφέ‐ στηκεν τοῦ ἰδίου, τὸ δὲ ἴδιον ἐπιγίνεται τῷ εἴδει· δεῖ γὰρ ἄνθρωπον εἶναι,
20ἵνα καὶ γελαστικὸν ᾖ. ἔτι τὸ μὲν εἶδος ἀεὶ ἐνεργείᾳ πάρεστι τῷ ὑποκει‐ μένῳ, τὸ δὲ ἴδιόν ποτε καὶ δυνάμει· ἄνθρωπος μὲν γὰρ ἀεὶ ἐνεργείᾳ ὁ Σωκράτης ἐστίν, γελᾷ δὲ οὐκ ἀεί, καίπερ ἀεὶ πεφυκὼς εἶναι γελαστικός.
ἔτι ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ διάφορά ἐστιν· ἔστιν δὲ εἴδους μὲν τὸ20

4,1

21

ὑπὸ τὸ γένος εἶναι καὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστιν κατηγορούμενον εἶναι καὶ ὅσα τοιαῦτα, ἰδίου δὲ τὸ μόνῳ καὶ ἀεὶ καὶ παντὶ προσεῖναι.
3
4nΠερὶ τῆς κοινωνίας τοῦ εἴδους καὶ τοῦ συμβεβηκότος.
5 Εἴδους δὲ καὶ συμβεβηκότος κοινὸν μὲν τὸ ἐπὶ πολλῶν κατηγορεῖσθαι, σπάνιοι δὲ αἱ ἄλλαι κοινότητες διὰ τὸ πλεῖστον ἀλλήλων διεστάναι τό τε συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν.
7
8nΠερὶ τῆς διαφορᾶς τῶν αὐτῶν.
9Ἴδια δὲ ἑκατέρου, τοῦ μὲν εἴδους τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ὧν
10ἐστιν εἶδος, τοῦ δὲ συμβεβηκότος τὸ ἐν τῷ ποῖον ἢ πῶς ἔχον. καὶ τὸ ἑκάστην οὐσίαν ἑνὸς μὲν εἴδους μετέχειν, συμβεβηκότων δὲ πλειόνων, τῶν τε χωριστῶν καὶ τῶν ἀχωρίστων. καὶ τὰ μὲν εἴδη προεπινοεῖται τῶν συμ‐ βεβηκότων, κἂν ἀχώριστα ᾖ (δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵνα ἐκείνῳ τι συμβῇ)· τὰ δὲ συμβεβηκότα ὑστερογενῆ πέφυκεν καὶ ἐπεισοδιώδη τὴν φύσιν
15ἔχει. καὶ τοῦ μὲν εἴδους ἡ μετοχὴ ἐπίσης, τοῦ δὲ συμβεβηκότος, κἂν ἀχώ‐ ριστον ᾖ, οὐκ ἐπίσης· καὶ γὰρ Αἰθίοψ Αἰθίοπος ἔχοι ἂν τὴν χροιὰν ἢ ἀνειμένην ἢ ἐπιτεταμένην κατὰ μελανίαν. Λείπεται δὴ περὶ ἰδίου καὶ συμβεβηκότος εἰπεῖν· πῇ γὰρ τὸ ἴδιον τοῦ τε εἴδους καὶ τῆς διαφορᾶς καὶ τοῦ γένους διενήνοχεν, εἴρηται.
19
20nΠερὶ τῆς κοινωνίας τοῦ ἰδίου καὶ τοῦ ἀχωρίστου συμβεβηκότος.
21Κοινὸν δὴ τῷ ἰδίῳ καὶ τῷ ἀχωρίστῳ συμβεβηκότι τὸ ἄνευ αὐτῶν
μὴ ὑποστῆναι ἐκεῖνα, ἐφ’ ὧν θεωρεῖται· ὡς γὰρ ἄνευ τοῦ γελαστικοῦ οὐχ21

4,1

22

ὑφίσταται ἄνθρωπος, οὕτως οὐδὲ ἄνευ τοῦ μέλανος ὑποσταίη ἂν Αἰθίοψ. καὶ ὥσπερ παντὶ καὶ ἀεὶ πάρεστι τὸ ἴδιον, οὕτως καὶ τὸ ἀχώριστον συμ‐ βεβηκός.
3
4nΠερὶ τῆς διαφορᾶς τῶν αὐτῶν.
5 Διενήνοχεν δὲ ὅτι τὸ μὲν ἴδιον μόνῳ ἑνὶ εἴδει πάρεστιν ὡς τὸ γελα‐ στικὸν ἀνθρώπῳ, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οἷον τὸ μέλαν οὐκ Αἰθίοπι μόνον ἀλλὰ καὶ κόρακι πρόσεστι καὶ ἄνθρακι καὶ ἐβένῳ καὶ ἄλλοις τισίν. διὸ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται οὗ ἐστὶν ἴδιον καὶ ἔστιν ἐπίσης, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οὐκ ἀντικατηγορεῖται. καὶ τῶν μὲν ἰδίων ἐπίσης
10ἡ μετοχή, τῶν δὲ συμβεβηκότων ἡ μὲν μᾶλλον ἡ δὲ ἧττον. Εἰσὶν μὲν οὖν καὶ ἄλλαι κοινότητές τε καὶ ἰδιότητες τῶν εἰρημένων, ἀλλ’ ἐξαρκοῦσι καὶ αὗται εἰς διάκρισίν τε αὐτῶν καὶ τῆς κοινωνίας πα‐
ράστασιν.22