TLG 2034 003 :: PORPHYRIUS :: De abstinentia

PORPHYRIUS Phil., vel Malchus
(Tyrius Romanus: A.D. 3)

De abstinentia

Source: Nauck, A. (ed.), Porphyrii philosophi Platonici opuscula selecta, 2nd edn. Leipzig: Teubner, 1886 (repr. Hildesheim: Olms, 1963): 85–269.

Citation: Book — section — (line)

1

t

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

1

.

1

Τῶν πρὸς ἡμᾶς ἡκόντων, ὦ Φίρμε, πυθόμενος ὡς τῆς ἀσάρκου καταγνοὺς τροφῆς ἐπὶ τὴν ἔνσαρκον ἀναδεδράμηκας πάλιν βοράν, κατ’ ἀρχὰς μὲν ἠπί‐ στουν τῆς τε σῆς σωφροσύνης στοχαζόμενος καὶ τῆς
5εὐλαβείας ἣν πρὸς τοὺς ταῦτα ὑποδείξαντας παλαιούς τε ὁμοῦ καὶ θεοφόβους ἄνδρας πεποιήμεθα· ἐπεὶ δὲ καὶ ἄλλοι ἐπὶ τοῖς πρώτοις μηνύοντες τὴν ἀγγελίαν ἐβεβαίουν, τὸ μὲν ἐπιπλήττειν σοι, οὔτε κατὰ τὴν παροιμίαν φυγῇ κακοῦ τὸ ἄμεινον εὑρόντι, οὔτε κατὰ
10τὸν Ἐμπεδοκλέα τὸν μὲν πρότερον ἀποδυσαμένῳ βίον, εἰς δὲ τὸν βελτίω ὑποστρέψαντι, ἀγροῖκόν τ’ εἶναι ἐδόκει καὶ πόρρω τῆς κατὰ τὸν λογισμὸν πειθοῦς εὑ‐ ρισκομένης· τὸ δ’ αὖ διὰ τοῦ λόγου τὸν ἔλεγχον τῶν ἁμαρτημάτων ἐκκαλύπτειν ἀφ’ οἵων τε εἰς οἷα κατα‐
15βέβηκας μηνύειν τῆς τε πρὸς ἀλλήλους φιλίας ἀντά‐ ξιον καὶ τῶν πρὸς ἀλήθειαν τὸν αὑτῶν βίον συν‐

1

.

2

ταξαμένων εἶναι ἐδικαίουν. καὶ γάρ μοι κατ’ ἐμαυτὸν λογιζομένῳ τὴν τῆς μεταθέσεως αἰτίαν, ὑγείας μὲν καὶ ῥώμης, ὡς ἂν ὁ πολὺς καὶ ἰδιώτης φαίη ὄχλος, οὐκ ἂν μεταβαλέσθαι 〈σε〉 φήσαιμι· τοὐναντίον γὰρ καὶ85
5πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν περὶ φιλοσοφίαν πόνων τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῇ τε πείρᾳ γινώσκειν πάρεστιν ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι’ ἀπάτην οὖν ἢ τῷ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρόνησιν
10τὸ οὕτως ἢ ἐκείνως διαιτᾶσθαι, ἢ δι’ ἄλλην ἴσως αἰτίαν ἣν ἀγνοῶ, φόβον τῆς ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα, ἐπὶ τὰ πρόσθεν ἀναδραμεῖν σε παρανομήματα ἐφαίνετο. οὐ γὰρ δὴ δι’ ἀκρασίαν καὶ πόθον τῆς ὀψοφάγου λαιμαργίας καταφρονῆσαι τῶν
15πατρίων ἧς ἐζήλωκας φιλοσοφίας νόμων φήσαιμι ἄν σε, οὐδ’ ἐλάττω τὴν φύσιν τῶν παρά τισιν ἰδιωτῶν εἶναι, οἳ νόμους ἐναντίους οἷς ἔζων πρότερον κατα‐ δεξάμενοι τομάς τε μορίων ὑπομένουσιν, καί τινων ζῴων, ὧν πρόσθεν ἐνεφοροῦντο, ἀπόσχοιντο ἂν μᾶλλον

1

.

3

ἢ κρεῶν ἀνθρωπείων. ἐπεὶ δέ τινες τῶν ἀφικομένων καὶ λόγων ἀπεμνημόνευον οὓς κατὰ τῶν ἀπεχομένων ἐποιοῦ, οὐ σχετλιάζειν μόνον, ἀλλὰ καὶ νεμεσᾶν παρῆν, εἰ ψυχροῖς καὶ ἄγαν ἑώλοις σοφισματίοις
5πεισθέντες αὑτούς τε ἀπατᾶν καὶ παλαιὸν δόγμα καὶ θεοῖς φίλον ἀνατρέπειν ὑπεμείνατε. ὅθεν μοι ἐδόκει μὴ μόνον τὸ οἰκεῖον ὑποδεικνύναι ὡς ἔχει, ἀλλὰ καὶ τὰ τῶν ἐναντίων πολλῷ ἰσχυρότερα τῶν ὑφ’ ὑμῶν
λεγομένων ὄντα καὶ πλήθει καὶ δυνάμει καὶ ταῖς86
10ἄλλαις κατασκευαῖς συναγαγεῖν τε καὶ λῦσαι, οὐδ’ ὑπὸ τῶν ἐμβριθῶν δοκούντων εἶναι, οὐχ ὅτι τῶν ἑώλων καὶ ἐπιπολαίων σοφισμάτων τὸ ἀληθὲς ἡττη‐ μένον δεικνύντα. ἴσως γὰρ ἀγνοεῖς ὅτι τῇ ἀποχῇ τῶν ἐμψύχων οὐκ ὀλίγοι ἀντειρήκασιν, ἀλλὰ καὶ τῶν φιλο‐
15σόφων οἵ τ’ ἀπὸ τοῦ περιπάτου καὶ τῆς στοᾶς καὶ τοῦ Ἐπικούρου τὸ πλεῖστον τῆς ἀντιλογίας πρὸς τὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους ἀποτεινόμενοι φιλο‐ σοφίαν, ἧς ζηλωτὴς εἶναι ἐσπούδακας· τῶν τε φιλολόγων συχνοὶ καὶ Κλώδιός τις Νεαπολίτης πρὸς τοὺς ἀπεχο‐
20μένους τῶν σαρκῶν βιβλίον κατεβάλετο. ὧν τὰς πραγματικὰς καὶ κοινὰς πρὸς τὸ δόγμα ζητήσεις παρα‐ θήσομαι, τὰς ἰδίως πρὸς τὰ τοῦ Ἐμπεδοκλέους φερο‐ μένας ἀνασκευὰς παραιτησάμενος.

1

.

4

εὐθὺς τοίνυν φασὶν οἱ ἀντιλέγοντες τὴν δικαιο‐ σύνην συγχεῖσθαι καὶ τὰ ἀκίνητα κινεῖσθαι, ἐὰν τὸ δίκαιον μὴ πρὸς τὸ λογικὸν μόνον τείνωμεν, ἀλλὰ καὶ πρὸς τὸ ἄλογον· οὐ μόνον τοὺς ἀνθρώπους καὶ
5τοὺς θεοὺς πρὸς ἡμᾶς ἡγούμενοι, οἰκείως δὲ καὶ πρὸς τὰ ἄλογα θηρία τὰ μηδὲν ἡμῖν προσήκοντα ἔχοντες, καὶ οὐχὶ τοῖς μὲν πρὸς ἔργον χρώμενοι, τοῖς δὲ πρὸς ἐδωδήν, ἔκφυλα καὶ ἄτιμα τῆς κοινωνίας καθάπερ
πολιτείας νομίζοντες. ὁ γὰρ καθάπερ ἀνθρώποις καὶ87
10τούτοις χρώμενος φειδόμενός τε καὶ μὴ βλάπτων, προσάπτων τῇ δικαιοσύνῃ ὃ μὴ δύναται φέρειν, καὶ τὸ δυνατὸν αὐτῆς ἀπόλλυσι καὶ διαφθείρει τῷ ἀλλο‐ τρίῳ τὸ οἰκεῖον. γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένοις τὸ ζῆν ἀδύ‐
15νατον καὶ ἄπορον, καὶ τρόπον τινὰ θηρίων βίον βιω‐

1

.

5

σόμεθα τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας, ἄλλο δὲ οὐδὲν ἴσα‐ σιν· ἀλλὰ καὶ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως
5ζῆν δοκοῦσιν ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐναργὴς τέχνη, τίς κόσμος διαίτης, ἂν ὡς πρὸς ὁμόφυλα τὰ ζῷα διακεώμεθα ἀβλαβῶς καὶ μετ’ εὐλαβείας αὐτοῖς προσφερώμεθα; εἰπεῖν γὰρ ἔργον οὐδέν. οὐδὲ φάρμακον οὐδὲ ἴαμα τῆς ἢ τὸν
10βίον ἀναιρούσης ἀπορίας ἢ τὴν δικαιοσύνην ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον νόμον καὶ ὅρον φυλάττωμεν, ᾧ καθ’ Ἡσίοδον ὁ Ζεὺς τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
15ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’ αὐτῶν,
ἀνθρώποισι δ’ ἔδωκε δίκην88

1

.

6

πρὸς ἀλλήλους. οἷς δὲ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς, οὐδὲ ἡμῖν πρὸς ἐκεῖνα γίνεται τὸ ἀδικεῖν. ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτε εὐρεῖαν ἄλλην οὔτε λεπτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπο‐
5λελοίπασιν. ὃ γὰρ ἤδη εἰρήκαμεν, τὴν φύσιν αὐτάρκη μὲν οὐκ οὖσαν, ἀλλ’ ἐνδεῆ πολλῶν, εἰργομένην δὲ τῆς ἀπὸ τῶν ζῴων βοηθείας ἄρδην ἀναιρεῖν καὶ κατα‐ κλείειν εἰς τὸν ἄπορον καὶ ἀνόργανον καὶ ἀκτήμονα τῶν ἀναγκαίων βίον. φασὶ δὲ οὐκ εὐτυχῶς διαβιῶναι
10τοὺς πρώτους γενομένους· οὐδὲ γὰρ ἐπὶ τῶν ζῴων ἵστασθαι τὴν δεισιδαιμονίαν, ἀλλὰ καὶ ἐπὶ τὰ φυτὰ βιάζεσθαι. τί γὰρ μᾶλλον ὁ βοῦν ἀποσφάττων καὶ πρόβατον ἀδικεῖ τοῦ κόπτοντος ἐλάτην ἢ δρῦν; εἴ γε καὶ τούτοις ἐμφύεται ψυχὴ κατὰ τὴν μεταμόρφωσιν.
15τῶν μὲν οὖν ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου τὰ κυριώτατα ταῦτα.

1

.

7

οἱ δὲ ἀπὸ τοῦ Ἐπικούρου ὥσπερ γενεαλογίαν μα‐ κρὰν διεξιόντες φασὶν ὡς οἱ παλαιοὶ νομοθέται, ἀπι‐ δόντες εἰς τὴν τοῦ βίου κοινωνίαν τῶν ἀνθρώπων καὶ τὰς πρὸς ἀλλήλους πράξεις, ἀνόσιον ἐπεφήμισαν
5τὴν ἀνθρώπου σφαγὴν καὶ ζημίας οὐ τὰς τυχούσας προσῆψαν, τάχα μὲν καὶ φυσικῆς τινὸς οἰκειώσεως ὑπαρχούσης τοῖς ἀνθρώποις πρὸς ἀνθρώπους διὰ τὴν ὁμοιότητα τῆς μορφῆς καὶ τῆς ψυχῆς εἰς τὸ μὴ προ‐ χείρως φθείρειν τὸ τοιοῦτον ζῷον ὥσπερ ἕτερόν τι
10τῶν συγκεχωρημένων· οὐ μὴν ἀλλὰ τήν γε πλείστην αἰτίαν τοῦ δυσχερανθῆναι τοῦτο καὶ ἀνόσιον ἐπιφη‐ μισθῆναι τὸ μὴ συμφέρειν εἰς τὴν ὅλην τοῦ βίου
σύστασιν ὑπολαβεῖν. ἀπὸ γὰρ τῆς τοιαύτης ἀρχῆς οἱ μὲν παρακολουθήσαντες τῷ συμφέροντι τοῦ διορί‐89
15σματος οὐδὲν προσεδεήθησαν ἄλλης αἰτίας τῆς ἀνειρ‐ γούσης αὐτοὺς ἀπὸ τῆς πράξεως ταύτης, οἱ δὲ μὴ δυνάμενοι λαβεῖν αἴσθησιν ἱκανὴν τούτου, τὸ μέγεθος τῆς ζημίας δεδιότες ἀπείχοντο τοῦ κτείνειν προχείρως ἀλλήλους. ὧν ἑκάτερον φαίνεται καὶ νῦν ἔτι συμβαῖ‐
20νον. καὶ γὰρ οἱ μὲν θεωροῦντες τὸ συμφέρον τῆς προειρημένης διατάξεως ἑτοίμως ἐπ’ αὐτῆς μένουσιν, οἱ δὲ μὴ δεκτικοὶ τούτου τὰς ἀπειλὰς φοβούμενοι τῶν νόμων, ἃς ἕνεκα τῶν ἀσυλλογίστων τοῦ χρησίμου διώρισάν τινες, παραδεξαμένων αὐτὰς τῶν πλειόνων.

1

.

8

οὐδὲν γὰρ ἐξ ἀρχῆς βιαίως κατέστη νόμιμον οὔτε μετὰ γραφῆς οὔτε ἄνευ γραφῆς τῶν διαμενόντων νῦν καὶ διαδίδοσθαι πεφυκότων, ἀλλὰ συγχωρησάντων αὐτῷ [καὶ] τῶν χρησομένων. φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ
5σώματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διή‐ νεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαντες ἀλόγως αὐτοῦ πρότερον αἰσθανομένους καὶ πολλάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπιτιμίων
10καταπλήξαντες. οὐ γὰρ ἦν ἑτέρῳ χρῆσθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ φόβῳ τῆς ἀφωρισμένης ὑπὸ τοῦ νόμου ζημίας. αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώπων καὶ κωλύει τοῦ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσιτελὲς
15πράττειν. εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο
νόμων, ἀλλ’ αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο [τῶν ἀπειρημένων], τὰ δὲ ἔπραττον [τῶν προστεταγμένων]. ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ θεωρία τῶν90
20μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν· ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσι‐ τελοῦν. ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ

1

.

9

συναναγκάζει τὸ δέον ποιεῖν. ἐπεὶ καὶ τὸν ἀκούσιον φόνον οὐκ ἔξω πάσης ζημίας κατέστησαν οἱ νομοθέ‐ ται, ὅπως μηδεμίαν ἐνδῶσι πρόφασιν τοῖς ἑκουσίως τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρου‐
5μένοις, ἀλλ’ ὅπως μὴ ἀφύλακτον ᾖ μηδὲ ἠμελημένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμ‐ βαίνειν. οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας δι’ ἃς καὶ τὸ καθ’ ἑκούσιον τρόπον φθείρειν ἀλλήλους. ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν
10ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀν‐ θρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουληθέντες κωλῦσαι τὴν βλάπτουσαν τοὺς πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ
15τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύ‐ της ἁμαρτίας. οἶμαι δ’ ἔγωγε καὶ τοὺς συγκεχωρημέ‐ νους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβά‐ νειν τὰς εἰθισμένας διὰ τῶν καθαρμῶν παρ’ οὐδεμίαν
ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγη‐91
20σαμένων ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅτι πλεῖ‐ στον βούλεσθαι τοὺς ἀνθρώπους ἀφιστάναι. παν‐ ταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσοντος ἑτοίμως πράτ‐ τειν τὸ μὴ συμφέρον οἱ τυχόντες. ὅθεν οὐ μόνον ζημίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνιδόντες, ἀλλὰ καὶ
25ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφη‐ μίσαντες εἶναι τοὺς ὅπως οὖν ἄνθρωπον ἀνελόντας, μὴ χρησαμένους καθαρμοῖς. τὸ γὰρ ἀνόητον τῆς ψυ‐ χῆς ποικίλως παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶ‐ σαν ἡμερότητα, προσμηχανωμένων ἐπὶ τῆς ἀλόγου
30φορᾶς ἐπιθυμίας τιθασεύματα τῶν ἐξ ἀρχῆς τὰ πλήθη διοικησάντων· ὧν ἔστιν καὶ τὸ μὴ κτείνειν ἀλλή‐

1

.

10

λους ἀκρίτως. τῶν δὲ λοιπῶν ζῴων εἰκότως οὐδὲν διεκώλυσαν φθείρειν οἱ πρῶτοι διορίσαντες ἅ τε δεῖ ποιεῖν ἡμᾶς καὶ ἃ μή· τὸ γὰρ συμφέρον ἐπὶ τούτων ἐκ τῆς ἐναντίας ἀπετελεῖτο πράξεως. οὐ γὰρ δυνατὸν
5ἦν σῴζεσθαι μὴ πειρωμένους ἀμύνεσθαι τοῦτο συν‐ τρεφομένους μετ’ ἀλλήλων. διαμνημονεύοντες δέ τι‐ νες τῶν τότε χαριεστάτων, ὡς αὐτοῦ τε ἀπέσχοντο τοῦ κτείνειν διὰ τὸ χρήσιμον πρὸς τὴν σωτηρίαν, τοῖς τε λοιποῖς ἐνεποίουν μνήμην τοῦ ἀποβαίνοντος ἐν
10ταῖς μετ’ ἀλλήλων συντροφίαις, ὅπως ἀπεχόμενοι τοῦ συγγενοῦς, διαφυλάττωσι τὴν κοινωνίαν, ἣ συνήργει πρὸς τὴν ἰδίαν ἑκάστου σωτηρίαν. οὐ μόνον δὲ
χρήσιμον ἦν τὸ χωρίζεσθαι μηδὲ λυμαντικὸν ποιεῖν μηδὲν τῶν ἐπὶ τὸν αὐτὸν τόπον συνειλεγμένων πρὸς92
15τὸν τῶν ἀλλοφύλων ἐξορισμὸν ζῴων, ἀλλὰ καὶ πρὸς ἀνθρώπους τοὺς ἐπὶ βλάβῃ παραγιγνομένους. μέχρι μὲν οὖν τινὸς διὰ ταύτην ἀπείχοντο τοῦ συγγενοῦς, ὅσον ἐβάδιζεν εἰς τὴν αὐτὴν κοινωνίαν τῶν ἀναγκαίων καὶ χρείας τινὰς παρείχετο πρὸς ἑκάτερον τῶν εἰρη‐
20μένων· ἐλθόντος δὲ ἐπὶ πλέον τοῦ χρόνου καὶ τῆς δι’ ἀλλήλων γενέσεως μακρὰν προηκούσης, ἐξεωσμένων δὲ τῶν ἀλλοφύλων ζῴων καὶ τῆς παρασπάσεως, ἐπι‐ λογισμὸν ἔλαβόν τινες τοῦ συμφέροντος ἐν ταῖς πρὸς

1

.

11

ἀλλήλων τροφαῖς, οὐ μόνον ἄλογον μνήμην. ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλλήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατασκευάζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην.
5πειρώμενοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πόλεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολουθήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλλον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετ’ ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν· ὁμοίως γὰρ εἰς τὴν
10ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τούτου φθορὰν διατηρούμενον. ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης
15ὄντα φύσεως οὐδὲ καθ’ ἕτερον οὐδένα τρόπον λυμαι‐ νόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν
ἡμῖν. οὐδὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμ‐ βάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτ’93
20ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγκαίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν
25ἔχον τῆς καθεστώσης λυμαίνοιτ’ ἂν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετέχον, τὸ δὲ μόνον τὴν ἀνεθεῖσαν ἡμῖν ἐκ τῆς γῆς τροφὴν καταναλίσκον. διὸ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη
30φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν κατα‐ λείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἁπλῶς τῶν ἀγρίων προσαγορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ κατα‐
35λειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἵππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. ὅθεν τὰ μὲν ἄρδην φθείρομεν, τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.

1

.

12

διὰ παραπλησίους ταῖς εἰρημέναις αἰτίας καὶ τὰ περὶ τὴν ἐδωδὴν διορισθῆναι τῶν ἐμψύχων νομιστέον ὑπὸ τῶν ἐξ ἀρχῆς ταῦτα καταλαβόντων νόμῳ, ἐπὶ δὲ τῶν οὐκ ἐδωδίμων αἴτιον τὸ συμφέρον καὶ ἀσύμφο‐
5ρον· ὥστε τοὺς λέγοντας ὅτι πᾶν τὸ καλὸν καὶ δί‐ καιον κατὰ τὰς ἰδίας ὑπολήψεις ἐστὶ περὶ τῶν νενο‐
μοθετημένων, ἠλιβάτου τινὸς γέμειν εὐηθείας. οὐ γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλ’ ὅνπερ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ94
10ἑτέρων μυρίων εἰδῶν, ἀλλὰ διαμαρτάνουσιν ἐν πολ‐ λοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. καὶ γὰρ τὰ παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλ’ οἳ μὲν τῶν ἀδιαφόρων δοξά‐ ζοντες εἶναι παραλείπουσιν, οἳ δὲ τὴν ἐναντίαν δόξαν
15ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθόλου συμφέροντα πανταχοῦ τινὲς οἴονται συμφέρειν. ὅθεν διὰ τὴν αἰ‐ τίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὑτοὺς λυσι‐ τελῆ καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν· ὧν ἔστι καὶ
20τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας ἴδιον, οἷς οὐκ ἀναγκαῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. εἰ μὲν οὖν ἠδύναντο ποιή‐ σασθαί τινα συνθήκην ὥσπερ πρὸς ἀνθρώπους οὕτω
25καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μηδὲ πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγνετο πρὸς τὴν ἀσφάλειαν. ἐπειδὴ δὲ τῶν ἀμηχά‐ νων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων
30λόγον, διὰ μὲν τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευάσασθαι πρὸς τὴν ἀπὸ τῶν ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλλόν περ ἢ τῶν ἀψύ‐ χων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν εἰς τὸ κτείνειν αὐτά, μόνως ἔστι τὴν ἐνδεχομένην
35ἔχειν ἀσφάλειαν. τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπικουρείων.95

1

.

13

λοιπὸν δὲ ὁ πολὺς καὶ δημώδης ἄνθρωπος ἃ λέ‐ γειν εἴωθεν παραθετέον. τοὺς γὰρ παλαιοὺς φασὶν τῶν ἐμψύχων ἀποσχέσθαι οὐ δι’ εὐσέβειαν, διὰ δὲ τὸ μήπω εἰδέναι τὴν τοῦ πυρὸς χρῆσιν· ὡς δ’ ἔμαθον,
5τιμιώτατόν τε καὶ ἱερώτατον νομίσαι Ἑστίαν τε προσ‐ ειπεῖν καὶ συνεστίους ἀπὸ τούτου γενέσθαι καὶ λοι‐ πὸν χρήσασθαι τοῖς ζῴοις. εἶναι μὲν γὰρ κατὰ φύσιν ἀνθρώπῳ τὸ σαρκοφαγεῖν, παρὰ φύσιν δὲ τὸ ὠμοφα‐ γεῖν. πυρὸς οὖν εὑρεθέντος ἀπολαβεῖν τὸ κατὰ φύσιν
10δι’ ἑψήσεως, προσεμένους τὰ κρέα. δι’ ἃ ‘ὠμοφάγοι‘ μὲν οἱ ‘θῶεσ‘ καὶ ἐν ὀνείδει τὸ ‘ὠμὸν βεβρώθοις Πρίαμον‘ καὶ ‘ὤμ’ ἀποτεμνόμενον κρέα ἔδμεναι‘, ὡς ἂν δὴ τοῖς ἀθέοις ἀποδεδομένης τῆς τῶν 〈κρεῶν ὠμο‐ φαγίασ〉 ..... ‘κρεῶν πίνακας παρέθηκεν ἀείρας παν‐
15τοίων‘. τὸ μὲν οὖν πρῶτον οὐ προσεφέροντο τὰ ἔμ‐ ψυχα· οὐ γὰρ ἦν ὠμοφάγον ζῷον ὁ ἄνθρωπος· ὡς δὲ ἡ τοῦ πυρὸς εὑρέθη χρῆσις, πυρικμήτοις οὐ μόνον τοῖς κρέασιν, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὡς εἰπεῖν, τοῖς πλείστοις βρωτοῖς ἐχρῶντο. ὅτι μὲν γὰρ οὐκ ὠμοφά‐
20γον ὁ ἄνθρωπος δηλοῖ τινὰ ἔθνη ἰχθυοφάγα· τοὺς γὰρ ἰχθῦς ὀπτῶσιν, οἳ μὲν ἐπειδὰν αἱ πέτραι μάλιστα διάπυροι γένωνται ὑπὸ τοῦ ἡλίου, οἳ δὲ καὶ ἐν ἄμμῳ. ὅτι δὲ σαρκοφάγον, αὐτὸ τοῦτο δηλοῖ τὸ μηδὲν ἔθνος ἀπέχεσθαι ἐμψύχων· καὶ οὐ κατὰ διαστροφὴν οἱ Ἕλ‐
25ληνες προσήκαντο, ἐπεὶ καὶ τοῖς βαρβάροις ταὐτόν

1

.

14

ἐστιν ἔθος. ὁ δὲ κελεύων μὴ ἐσθίειν καὶ ἄδικον ἡγού‐
μενος, οὐδὲ κτείνειν δίκαιον ἐρεῖ οὐδὲ ψυχὰς ἀφαι‐ ρεῖσθαι. ἀλλὰ μὴν πρός γε τὰ θηρία πόλεμος ἡμῖν ἔμφυτος ἅμα καὶ δίκαιος. τὰ μὲν γὰρ ἑκόντα ἐπιτί‐96
5θεται τοῖς ἀνθρώποις, ὥσπερ λύκοι καὶ λέοντες· τὰ δ’ οὐχ ἑκόντα, ὥσπερ οἱ ἔχεις· πατηθέντες γὰρ ἐνίοτε δάκνουσιν· καὶ τὰ μὲν τοῖς ἀνθρώποις ἐπιτίθεται, τὰ δὲ τοὺς καρποὺς φθείρει· ὑπὲρ ὧν πάντων μέτιμεν ταῦτα, καὶ τὰ κατάρξαντα θηρία κτείνομεν καὶ τὰ μὴ
10κατάρξαντα, ὡς μή τι πρὸς αὐτῶν πάθωμεν. οὐκ ἔστιν γὰρ ὅστις ἰδὼν ὄφιν οὐκ ἔκτεινε δυνάμενος, ὡς μήτ’ αὐτὸς δηχθείη μήτ’ ἄλλος ἁπλῶς ἄνθρωπος· οὐ γὰρ μόνον ἐστὶ μῖσος κατὰ τῶν κτεινομένων, ἀλλὰ καὶ στοργὴ πρὸς ἄνθρωπον ἀνθρώπου. δικαίου δ’ ὄντος
15τοῦ πρὸς τὰ θηρία πολέμου πολλῶν ἀπεχόμεθα τῶν συνανθρωπούντων. ὅθεν οἱ Ἕλληνες οὔτε κυνοφα‐ γοῦσιν οὔθ’ ἵππους ἐσθίουσιν οὔτ’ ὄνους 〈ὗσ〉 μέντοι ἐσθίουσιν ὡς ταὐτοῦ γένους τοῖς ἀγρίοις τὸ ἥμερον· ὡσαύτως τε τοὺς ὄρνιθας. οὐδὲ γάρ ἐστι χρήσιμον
20πρὸς ἄλλο τι ὗς ἢ πρὸς βρῶσιν. Φοίνικες δὲ καὶ Ἰουδαῖοι ἀπέσχοντο, ὅτι οὐδ’ ὅλως ἐν τοῖς τόποις ἐφύετο· ἐπεὶ οὐδὲ νῦν ἐν Αἰθιοπίᾳ φασὶν ὁρᾶσθαι τὸ ζῷον τοῦτο. ὡς οὖν κάμηλον ἢ ἐλέφαντα Ἑλλήνων οὐδεὶς θεοῖς ἔθυσε, παρ’ ὅσον οὐδ’ ἤνεγκεν ἡ Ἑλλὰς
25ταῦτα τὰ ζῷα, οὕτως οὐδ’ ἐν Κύπρῳ ἢ Φοινίκῃ θεοῖς προσήχθη τὸ ζῷον τοῦτο, παρ’ ὅσον οὐκ ἦν ἐντόπιον· οὐδὲ Αἰγύπτιοι θεοῖς θύουσιν ὗν παρὰ τὴν αὐτὴν αἰτίαν. τὸ δ’ ὅλως ἀπέχεσθαι τοῦ ζῴου τινὰς ὅμοιόν ἐστιν τῷ μηδ’ ἂν ἡμᾶς ἐθελῆσαι καμήλεια ἐσθίειν.

1

.

15

διὰ τί δ’ ἄν τις καὶ ἀπόσχοιτο τῶν ἐμψύχων; ἆρά γε
τὴν ψυχὴν χείρω ποιεῖ ἢ τὸ σῶμα; δῆλον δ’ ἐστὶν ὡς οὐδέτερον. τὰ γὰρ σαρκοφαγοῦντα ζῷα συνετώτερα τῶν ἄλλων. θηρευτικὰ γοῦν ἐστὶ καὶ τέχνην ἔχει97
5ταύτην, ἀφ’ ἧς περιποιεῖται τὸν βίον, ἰσχύν τε καὶ ἀλκὴν κέκτηται, ὥσπερ λέοντες καὶ λύκοι· ὥσθ’ ἡ κρεοφαγία οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα λυμαίνεται. δῆλον δ’ ἐστὶ κἀκ τοῦ τοὺς ἀθλητὰς τὰ σώματα κρείσσω τῇ κρεοφαγίᾳ παρέχειν, κἀκ τῶν ἰατρῶν, οἳ τὰ ἐκ τῆς
10ἀρρωστίας σώματα ἀναλαμβάνουσι ταῖς κρεοφαγίαις. τοῦ δὲ μὴ ὑγιῶς δοξάσαι τὸν Πυθαγόραν σημεῖον οὐ μικρόν· τῶν γὰρ σοφῶν ἀνδρῶν οὐδεὶς ἐπείσθη, οὔτε τῶν ἑπτὰ οὔτε τῶν ὕστερον γενομένων φυσικῶν, ἀλλ’ οὐδ’ ὁ σοφώτατος Σωκράτης οὐδ’ οἱ ἀπὸ Σωκράτους.

1

.

16

φέρε δὲ καὶ πεισθῆναι πάντας ἀνθρώπους τῷ δόγματι. τίνα τοίνυν ἡ ἐπιγονὴ τῶν ζῴων ἕξει μοῖραν; ὗς μὲν γὰρ ὅσα τίκτει καὶ λαγὼς οὐδένα λανθάνει· πρόσθες δὲ καὶ τἄλλα ζῷα πάνθ’ ἁπλῶς. πόθεν οὖν τούτοις ἡ
5νομή, καὶ τί πείσονται οἱ γεωργοί; καὶ γὰρ φθειρο‐ μένων τῶν καρπῶν τοὺς φθείροντας οὐκ ἀποκτείνου‐ σιν ἡ γῆ τε τὸ πλῆθος οὐκ οἴσει τῶν ζῴων, τά τε θνῄσκοντα ἐκ τῆς σηπεδόνος φθορὰν ἐμποιήσει, λοι‐ μοῦ τε κατασχόντος οὐκ ἔσται καταφυγή. θάλασσα μὲν
10γὰρ καὶ ποταμοὶ καὶ λίμναι ἰχθύων πεπλήσονται, ὁ δὲ ἀὴρ ὀρνίθων, ἡ δὲ γῆ [πλήρης] ἑρπετῶν παντοίων.

1

.

17

πόσοι δὲ πρὸς θεραπείαν ἐμποδισθήσονται ἀπεχόμενοι
τῶν ζῴων; τοὺς γοῦν τῶν ὄψεων ἀποτυφλουμένους ἔστιν ἰδεῖν ἔχεως βρώσει τηρήσαντας ὅρασιν. Κρατεροῦ τοῦ ἰατροῦ οἰκέτης ξένῳ περιπεσὼν νοσήματι, τῶν98
5σαρκῶν ἀπόστασιν λαβουσῶν ἐκ τῶν ὀστῶν, τοῖς μὲν φαρμάκοις ὠφέλητο οὐδέν· ἰχθύος δὲ τρόπῳ ἔχει σκευασθέντι καὶ βρωθέντι διεσώθη, τῆς σαρκὸς συγ‐ κολληθείσης. πολλὰ δὲ καὶ ἄλλα ζῷα θεραπεύει προσενε‐ χθέντα καὶ τῶν ζῴων ἓν ἕκαστον μέρος. ἃ δὴ πάντα

1

.

18

παραιρεῖται ὁ παραιτούμενος τὰ ἔμψυχα. εἰ δέ, ὡς φασί, καὶ τὰ φυτὰ ψυχὴν ἔχει, ποῖος ἂν εἴη ὁ βίος μήτε ζῴων μήτε φυτῶν ἡμῶν ἀποτεμνόντων; εἴπερ δὲ μὴ ἀσεβεῖ ὁ τὰ φυτὰ κατακόπτων, οὐδ’ ὁ τὰ ζῷα.

1

.

19

ἀλλ’ οὐ χρῆναι φήσει τις κτείνειν τὸ ὁμόφυλον, εἴ γε ὁμοούσιοι αἱ τῶν ζῴων ψυχαὶ ταῖς ἡμετέραις. ἀλλ’ εἰ μὲν ἑκούσας τις εἰσκρίνεσθαι τὰς ψυχὰς δίδωσιν, νεό‐ τητος ἐρώσας ἄν τις φαίη εἰσκρίνεσθαι [ἐν γὰρ ταύτῃ
5πάντων ἀπόλαυσις]. διὰ τί οὖν οὐκ εἰς ἀνθρώπου πάλιν εἰσεδύοντο φύσιν; εἰ δὲ ἑκούσας μὲν καὶ νεό‐ τητος ἔρωτι, διὰ δὲ παντὸς εἴδους ζῴων, κεχαρισμένον ἂν εἴη αὐταῖς τὸ ἀναιρεῖσθαι. ἡ γὰρ ἐπάνοδος ταχίων ἐπὶ τὸν ἄνθρωπον, τά τε σώματα ἐσθιόμενα λύπην
10οὐκ ἂν ἐντίκτοι ταῖς ψυχαῖς ὡς ἂν ἀπηλλαγμέναις αὐ‐ τῶν, ἔρως δ’ ἂν αὐταῖς εἴη ἐν ἀνθρώπου φύσει γενέ‐ σθαι, ὥσθ’ ὅσον ἂν λυποῖντο ἐκλείπουσαι τὸ ἀνθρώ‐ πινον, ἐπὶ τοσοῦτο χαίροιεν ἀπολείπουσαι τὰ ἄλλα σώματα. ταχίων γὰρ ἡ ἐπὶ τὸν ἄνθρωπον ἐπάνοδος,
15ὃς τῶν ἀλόγων δεσπόζει πάντων ὡς ὁ θεὸς ἀνθρώ‐ πων. αἰτία τοίνυν ἱκανὴ ἀναιρεῖν τὰ ἄλογα ζῷα [ἐφ’ ὅσον ἀδικεῖ κτείνοντα τοὺς ἀνθρώπους]. εἰ δ’ εἰσὶν αἱ μὲν τῶν ἀνθρώπων ἀθάνατοι ψυχαί, αἱ δὲ τῶν ἀλό‐ γων θνηταί, οὐκ ἀδικοῦμεν οἱ ἄνθρωποι τὰ ἄλογα99
20κτείνοντες, ὥσπερ ὠφελοῦμεν, εἴπερ εἰσὶν ἀθάνατοι, κτείνοντες· εἰς ἐπάνοδον γὰρ τῆς ἀνθρωπίνης φύσεως

1

.

20

τοῦτο δρῶμεν. [εἰ δ’ ἀμύνομεν, οὐκ ἀδικοῦμεν, ἀλλ’ ἀδικοῦντα μετερχόμεθα.] ὥστ’ εἰ μὲν ἀθάνατοι αἱ ψυ‐ χαί, κτείνοντες ὠφελοῦμεν· εἰ δὲ αἱ τῶν ἀλόγων θνη‐ ταί, κτείνοντες οὐδὲν ἀσεβὲς πράττομεν. εἰ δὲ καὶ
5ἀμύνομεν, πῶς οὐκ ἐν δίκῃ πράττομεν; ὄφιν μὲν οὖν καὶ σκορπίον, κἂν μὴ ἐπίωσιν ἡμῖν, κτείνομεν, ἵνα μηδ’ ἄλλος πρὸς αὐτῶν τι πάθῃ, τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀμύνοντες· ἐπιχειροῦντα δὲ τοῖς ἀνθρώ‐ ποις ἢ τοῖς συνανθρωποῦσιν ἢ τοῖς καρποῖς, πῶς οὐκ

1

.

21

ἂν δικαίως κτείνοιμεν; εἰ δ’ ἅπαξ ἀδικίαν τις ταύτην ἡγεῖται, μήτε γάλακτι χρήσθω μήτ’ ἐρίῳ μήτε ᾠοῖς μήτε μέλιτι. ὡς γὰρ ἄνθρωπον ἀδικεῖς ἀφαιρούμενος τὴν ἐσθῆτα, οὕτως καὶ τὴν ὄιν πέξας· ἐσθὴς γὰρ αὕτη
5τοῦ προβάτου· καὶ τὸ γάλα οὐ σοὶ γέγονεν, ἀλλὰ τοῖς ἀποκυηθεῖσι τέκνοις· ἥ τε μέλισσα ταύτην αὑτῇ τρο‐ φὴν συνελέξατο, ἣν ἀφελόμενος ἡδονὴν σαυτῷ κατε‐ σκεύασας. καὶ τὸν τῶν Αἰγυπτίων λόγον σεσίγηκα,
ὅτι καὶ τῶν φυτῶν ἀδικοῦμεν ἁπτόμενοι. εἰ δὲ ταῦθ’100
10ἡμῶν χάριν γέγονεν, καὶ ἡ μέλισσα ἡμῖν δουλεύουσα τὸ μέλι ἐργάζεται καὶ τὸ ἔριον ἐπιφύεται τῶν προβά‐

1

.

22

των, ὃ ἡμῖν κόσμος καὶ ἀλέα. αὐτοῖς δὲ τοῖς θεοῖς εἰς εὐσέβειαν συντελοῦντες ζῷα θύομεν· καὶ αὐτῶν ὁ μὲν Ἀπόλλων λυκοκτόνος, ἡ δὲ Ἄρτεμις θηροκτόνος· ἐπεὶ καὶ οἱ ἡμίθεοι καὶ οἱ ἥρωες πάντες καὶ γένει καὶ
5ἀρετῇ ἡμῶν προύχοντες ἐδοκίμασαν τὴν τῶν ἐμψύ‐ χων προσφοράν, ὥστε καὶ θεοῖς θύειν δωδεκῇδας καὶ ἑκατόμβας. ὁ δὲ Ἡρακλῆς ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ

1

.

23

τούτῳ ὑμνεῖται, ὅτι βουφάγος ἦν. τὸ δὲ λέγειν ὅτι πόρρωθεν Πυθαγόρας ἠσφαλίζετο τῆς ἀλληλοφαγίας ἀποκρουόμενος τοὺς ἀνθρώπους, εὔηθες. εἰ μὲν γὰρ οἱ κατὰ Πυθαγόραν [πάντες ἄνθρωποι] ἀλλήλους
5ἤσθιον, ληρώδης ὁ καὶ τῶν ἄλλων ζῴων ἀποσπῶν τοὺς ἀνθρώπους, ἵνα τῆς ἀλληλοφαγίας ἀποστήσῃ. διὰ τούτου γὰρ ἔμελλε μᾶλλον αὐτοὺς προτρέψεσθαι, ἀποφαίνων ὡς ἴσον ἐστὶν ἀλλήλους ἐσθίειν καὶ ὑῶν τε καὶ βοῶν σάρκας ἐμφορεῖσθαι. εἰ δὲ μὴ ἦν ἀλλη‐
10λοφαγία τότε, τί ἔδει τούτου τοῦ δόγματος; εἰ δ’ ἑαυτῷ καὶ τοῖς ἑταίροις τὸν νόμον ἐτίθει, αἰσχρὰ ἡ ὑπόθε‐ σις· ἀλληλοφάγους γὰρ ἀποδείκνυσι τοὺς Πυθαγόρᾳ

1

.

24

συμβιώσαντας. τοὐναντίον δὲ συμβήσεσθαι ὧν οὗτος ἐστοχάζετο. εἰ γὰρ ἀποστησόμεθα τῶν ἐμψύχων, οὐ μόνον πλούτου τοῦ τοιούτου καὶ ἡδονῆς ἀπολειψόμεθα,
ἀλλὰ καὶ τὰς ἀρούρας ἀπολοῦμεν φθειρομένας ὑπὸ101
5τῶν θηρίων, ὑπό τε ὄφεων καταλήψεται πᾶσα ἡ γῆ καὶ τῶν πετεινῶν, ὥστε καὶ τοὺς ἀρότους χαλεπῶς γίγνεσθαι καὶ τὰ σπαρέντα εὐθύς τε ὑπὸ τῶν ὀρνίθων ἀναλέγεσθαι καὶ τὰ τελεωθέντα ὑπὸ τῶν τετραπόδων ἅπαντα ἀναλίσκεσθαι. τοσαύτης δὲ ἀπορίας βρωτῶν
10γιγνομένης ἀνάγκη πικρὰ καταλήψεται ἐπ’ ἀλλήλους

1

.

25

τραπέσθαι. καὶ μὴν καὶ οἱ θεοὶ συντάξεις τε πολλοῖς θεραπείας ἕνεκα δεδώκασιν τὰς ἐκ θηρίων, καὶ πλή‐ ρης γε ἡ ἱστορία ὡς αὐτοὶ προσέταξάν τισι καὶ θύειν αὐτοῖς καὶ προσφέρεσθαι τῶν τυθέντων. ἐν δὲ τῇ
5καθόδῳ τῶν Ἡρακλειδῶν οἱ ἐπὶ τὴν Λακεδαίμονα στρατεύοντες μετ’ Εὐρυσθένους καὶ Προκλέους ἐν ἀπορίᾳ τῶν ἀναγκαίων ὄφεις ἔφαγον, οὓς ἀνέδωκεν ἡ γῆ τότε τροφὴν τῷ στρατοπέδῳ. ἄλλῳ δὲ στρατῷ πεινῶντι κατὰ τὴν Λιβύην ἐνέπεσε νέφος ἀκρίδων.
10ἐν τοῖς Γαδείροις καὶ τόδε συνέτυχεν. Βόγος ἦν βασι‐ λεὺς Μαυρουσίων ὁ ἐν Μεθώνῃ σφαγεὶς ὑπ’ Ἀγρίππα· οὗτος ἐπεχείρησεν τῷ Ἡρακλείῳ πλουσιωτάτῳ ὄντι ἱερῷ. ἔστι δὲ νόμος τοῖς ἱερεῦσιν ὁσημέραι τὸν βω‐ μὸν αἱμάσσειν. τοῦτο δὲ ὅτι οὐ γνώμῃ γίγνεται ἀν‐
15θρώπων, ἀλλὰ κατὰ θεόν, ὁ τότε καιρὸς ἀπέδειξε. τῆς γὰρ πολιορκίας ἐγχρονιζομένης ἐπέλειπον τὰ ἱερεῖα. ὁ δὲ ἱερεὺς ἐν ἀπορίᾳ γενόμενος ὄνειρον ὁρᾷ τοιόνδε.
ἐδόκει ἑστάναι μέσος τῶν στηλῶν τῶν Ἡρακλείων, ἔπειτ’ ἄντικρυς τοῦ βωμοῦ ὁρᾶν ὄρνιν καθεζόμενον102
20καὶ πειρώμενον ἐφίπτασθαι· ἐπιπτάντα δὲ εἰς τὰς χεῖρας ἐλθεῖν αὐτοῦ· ᾧ δὴ καὶ τὸν βωμὸν αἱμάξαι. τοῦτ’ ἰδὼν ἅμ’ ἡμέρᾳ ἐξαναστὰς ἐπὶ τὸν βωμὸν ἦλθεν καὶ ὥσπερ ἐν τῷ ὀνείρῳ στὰς ἐπὶ τοῦ πύργου ἀποβλέ‐ πει· ὁρᾷ τε τὸν ὄρνιν ἐκεῖνον οἷον ἐν τοῖς ὕπνοις,
25ἐλπίσας τε ἐκβαίνειν τοὐνύπνιον ἔστη. καταπτὰς δ’ ὁ ὄρνις ἐπὶ τοῦ βωμοῦ ἐκαθέζετο, εἰς τὰς χεῖράς θ’ αὑτὸν ἔδωκε τοῦ ἀρχιερέως, καὶ οὕτως ἱερεύθη καὶ ὁ βωμὸς ᾑμάχθη. τούτου δ’ ἐστὶν ἐνδοξότερον τὸ γεγο‐ νὸς ἐν Κυζίκῳ. πολιορκοῦντος γὰρ αὐτὴν Μιθραδά‐
30του ἡ τῆς Περσεφόνης ἑορτὴ ἐπέστη, ἐν ᾗ βοῦν χρὴ θῦσαι. αἱ δ’ ἱεραὶ ἀγέλαι ἐνέμοντο τῆς πόλεως ἄντι‐ κρυς, ἐξ ὧν ἔδει τὸ ἱερεῖον γενέσθαι, ἤδη δὲ ἦν καὶ τὸ σημεῖον ἐπικείμενον. τῆς δ’ ὥρας αἰτούσης ἡ βοῦς ἐμυκήσατο διενήξατό τε τὸν πόρον· ὥς τε ἀνέῳξαν
35τὴν πύλην οἱ φύλακες, ἣ δὲ δρόμῳ διῇξε κἀπὶ τοῦ βωμοῦ παρέστη, τῇ θεῷ τε ἐτελέσθη τὸ θῦμα. οὐκ ἀπεικότως ἄρα εὐσεβέστατον εἶναι νομίζουσι τὸ πλεῖ‐ στα θῦσαι, εἴπερ ἀρεστὸν θεοῖς φαίνεται τὸ θύειν.

1

.

26

ποία δὲ ἄν τις γένοιτο πόλις, εἰ πάντες οἱ πολῖται ταύτην ἔχοιεν τὴν γνώμην; πῶς γὰρ ἂν ἀμύναιντο πολεμίους ἐπὶ σφᾶς ἰόντας, τὴν μεγίστην ποιούμενοι φυλακὴν μή τινα αὐτῶν ἀποκτείνωσιν; παραχρῆμα
5τοίνυν ἀνάστατοι γίγνοιντ’ ἄν· ἄλλα δ’ ὅσα δυσχερῆ
συμβαίνειν ἀνάγκη, μακρὸν ἂν [ἔργον] εἴη λέγειν. ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτείνειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόντων γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βε‐103
10βρεγμένους, τῶν δὲ μετ’ ἐκείνους ταύτην μὲν ἀποδο‐ κιμασάντων τὴν δίαιταν, διὰ 〈δὲ〉 τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένων τοῖς ἀθληταῖς, πρῶτον περιε‐ λόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρουσαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν.
15ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς. τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάρχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα,
20ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται. μέλλοντες δὲ πρός τε ταύτας καὶ τὰς τῶν πολλῶν ὑπολήψεις ἀντιλέγειν εἰκότως ἂν προλέγοιμεν ταῦτα.

1

.

27

πρῶτον μὲν τοίνυν ἰστέον ὡς οὐ παντὶ τῷ βίῳ τῶν ἀνθρώπων ὁ λόγος μου τὴν παραίνεσιν οἴσει· οὔτε γὰρ τοῖς τὰς βαναύσους τέχνας μετερχομένοις, οὔτ’ ἀθληταῖς σωμάτων, οὐ στρατιώταις, οὐ ναύταις,
5οὐ ῥήτορσιν, οὐ τοῖς τὸν πραγματικὸν βίον ἐπανελο‐ μένοις· ἀνθρώπῳ δὲ λελογισμένῳ, τίς τέ ἐστιν καὶ πόθεν ἐλήλυθεν ποῖ τε σπεύδειν ὀφείλει, τά τε περὶ τροφὴν κἀν τοῖς ἄλλοις καθήκουσιν ἐξηλλαγμένα τῶν κατὰ τοὺς ἄλλους βίους ὑποτιθεμένῳ. οὐδὲν ἄρα πρὸς
10τοὺς ἄλλους ἢ τοιούτους γρύξαιμεν ἄν· οὐδὲ γὰρ ἐν
τῷ κοινῷ τούτῳ βίῳ ἡ αὐτὴ δήπου παραίνεσις τῷ τε καθεύδοντι καὶ εἰ τύχοι τοῦτο διὰ βίου σπουδάζοντι τά τε ὑπνωτικὰ πανταχόθεν παρασκευασαμένῳ, καὶ τῷ προθυμουμένῳ μὲν τὸν ὕπνον ἀποκρούειν, πᾶν 〈δὲ〉104
15τὸ περὶ αὑτὸν πρὸς ἀγρυπνίαν συντάξαντι. ἀλλὰ τῷ μὲν ἀνάγκη καὶ μέθην καὶ κραιπάλην καὶ πλησμονὴν ὑποτίθεσθαι, σκοτεινόν τε οἶκον καὶ στρωμνὴν μαλα‐ κὴν εὐρεῖάν τε καὶ πίειραν, ὡς φασὶν οἱ ποιηταί, παραινεῖν ἐκλέγεσθαι, καὶ πᾶν καρωτικὸν ἀργίας τε
20καὶ λήθης ποιητικόν, εἴτε ὀσφραντὸν εἴτ’ ἐπίχριστον εἴτε ποτὸν ἢ βρωτὸν προσάγειν φάρμακον· τῷ δὲ νη‐ φάλιον μὲν καὶ ἄοινον τὸ ποτόν, λεπτὸν δὲ τὸ σιτίον καὶ ἐγγὺς τεῖνον ἀποσιτίας, φωτεινὸν δὲ τὸν οἶκον καὶ ἀέρος λεπτοῦ καὶ πνεύματος μέτοχον, φροντίδων
25〈δὲ〉 καὶ μερίμνης ἀνακίνησιν σύντονον ποιεῖσθαι, καὶ τὴν κοίτην λιτήν τε καὶ σκληρὰν παρασκευάζειν. εἰ μὲν γὰρ πρὸς τοῦτο πεφύκαμεν, λέγω δὲ τὸ διαγρυπνεῖν, ὡς ἔνι μάλιστα ὀλίγον τι διδόντες τῷ ὕπνῳ, καθ’ ὅσον οὐκ ἐν χώρῳ ἐσμὲν τῷ τῶν δι’ αἰῶνος ἀγρύπνων, ἢ
30οὔ, πρὸς δὲ τὸ καθεύδειν συνέστημεν, ἄλλος ἂν εἴη

1

.

28

λόγος καὶ μακρῶν δεόμενος ἀποδείξεων. τῷ δὲ ἅπαξ τὸ γοήτευμα τῆς ἐνταῦθ’ ἡμῶν διατριβῆς καὶ τοῦ οἴκου, ἐν ᾧ διάγομεν, ὑποπτεύσαντι τό τε αὑτοῦ ἄγρυπνον φύσει κατιδόντι καὶ τὸ ὑπνοποιὸν τοῦ χώρου,
5ἐν ᾧ διατρίβει, φωράσαντι, τούτῳ διαλεγόμενοι τὴν
ἀκόλουθον τῇ τε ὑποψίᾳ τοῦ χώρου καὶ τῇ αὐτοῦ γνώσει τροφὴν παραδίδομεν, τοὺς καθεύδοντας ἐᾶν παρειμένους ἐν τοῖς σφῶν δεμνίοις παρακελευόμενοι, εὐλαβούμενοι μὴ ὥσπερ ὀφθαλμίας οἱ εἰς τοὺς ὀφθαλ‐105
10μιῶντας ἐμβλέποντες ἢ χάσμης οἱ συνόντες τοῖς χασμω‐ μένοις, οὕτως νυσταγμῶν ἐμπλησθῶμεν καὶ ὕπνου, ψυγμοῦ τε πλήρους ὄντος τοῦ τόπου, ἐν ᾧ διατρί‐ βομεν, ἐπιτηδείως τε ἔχοντος ὀφθαλμοὺς ῥευματίζειν, ἅτε καὶ λιμνώδους ὄντος, καὶ πρὸς καρηβαρίαν καὶ
15λήθην πάντας τῶν ἐν αὐτῷ καθελκουσῶν ἀναθυμιάσεων. εἰ μὲν οὖν καὶ οἱ νομοθέται τὰ κατὰ τοὺς νόμους διέ‐ ταξαν ταῖς πόλεσι πρὸς τὸν θεωρητικὸν ἀνάγοντες βίον καὶ ζωὴν τὴν κατὰ νοῦν, χρῆν δήπου πειθομένους ἐκείνοις καὶ τὰς περὶ τῶν τροφῶν προσίεσθαι συγχω‐
20ρήσεις. εἰ δὲ οὗτοι μὲν πρὸς τὸν κατὰ φύσιν λεγόμε‐ νον μέσον βίον ἀφορῶντες, καὶ ἃ πρόσοιντ’ ἂν καὶ οἱ πολλοί, οἷς τὰ ἐκτὸς ὡς τὰ ἀγαθὰ ἢ κακὰ καὶ τὰ τοῦ σώματος ὡσαύτως ὑπείληπται, νομοθετοῦσιν, τί τις ἂν τὸν τούτων παραφέρων νόμον ἀνατρέποι βίον νόμου
25μὲν παντὸς γραπτοῦ καὶ πρὸς τοὺς πολλοὺς κειμένου κρείττονα, τὸν δὲ ἄγραφον καὶ θεῖον μάλιστα διώ‐

1

.

29

κοντα; ἔχει γὰρ οὕτως. οὐκ ἔστιν ἡ εὐδαιμονικὴ ἡμῖν θεωρία λόγων ἄθροισις καὶ μαθημάτων πλῆθος, ὡς ἄν τις οἰηθείη, συνισταμένη κατὰ τοῦτο, οὐδ’ ἐν τῷ ποσῷ τῶν λόγων λαμβάνει τὴν ἐπίδοσιν· οὕτω γὰρ
5οὐδὲν ἂν ἐκώλυεν τοὺς πᾶν μάθημα συνάγοντας εἶναι
εὐδαίμονας. νῦν δ’ οὐχ ὅπως πᾶν μάθημα συμπλη‐ ροῖ τὴν θεωρίαν, ἀλλ’ οὐδὲ τὰ περὶ τῶν ὄντως ὄντων, ἐὰν μὴ προσῇ καὶ ἡ κατ’ αὐτὰ φυσίωσις καὶ ζωή. τριῶν γάρ, φασίν, ὡς καθ’ ἕκαστον σκοπὸν τελῶν ὄντων,106
10ἡμῖν τὸ τυχεῖν τῆς τοῦ ὄντος θεωρίας τὸ τέλος, τῆς τεύξεως τελούσης τὴν κατὰ δύναμιν τὴν ἡμετέραν σύμφυσιν τῷ θεωροῦντι καὶ θεωρουμένῳ· οὐ γὰρ εἰς ἄλλο, ἀλλ’ εἰς τὸν ὄντως ἑαυτὸν ἡ ἀναδρομή· οὐδὲ πρὸς ἄλλο, ἀλλὰ πρὸς τὸν ὄντως αὐτὸν 〈ἡ〉 σύμ‐
15φυσις. αὐτὸς δὲ ὄντως ὁ νοῦς, ὥστε καὶ τὸ τέλος τὸ ζῆν κατὰ νοῦν. καὶ πρὸς τοῦτο καὶ οἱ λόγοι καὶ τὰ μαθήματα τὰ ἔξωθεν, καθαρτικὸν ἐπέχοντα τόπον ἡμῶν, οὐ συμπληρωτικὸν τῆς εὐδαιμονίας. ὅθεν εἰ μὲν ἐν λόγων ἀναλήψει ἀφώριστο τὸ εὔδαιμον, οἷόν
20τ’ ἦν ὀλιγωροῦντας καὶ τροφῶν καὶ ποιῶν ἔργων τυγχάνειν τοῦ τέλους. ἐπεὶ δὲ ζωὴν δεῖ ἀντὶ ζωῆς ἀλλάξασθαι τῆς νῦν διὰ λόγων καὶ ἔργων καθαρθέν‐ τας, φέρε ποῖοι λόγοι καὶ τίνα ἔργα εἰς ταύτην ἡμᾶς

1

.

30

καθίστησι σκεψώμεθα. ἆρ’ οὖν οὐ τὰ μὲν χωρίζοντα ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν κατ’ αὐτὰ παθῶν, ἀνά‐ γοντα δὲ πρὸς νοερὸν καὶ ἀφάνταστον ἀπαθῆ τε ζωὴν καθ’ ὅσον οἷόν τε, ταῦτα ἂν εἴη· τὰ δ’ ἐναντία
5ἀλλότρια καὶ ἀποβολῆς ἄξια, καὶ μᾶλλον ὅσῳ τοῦ μὲν ἀφίστησιν, πρὸς ὃ δὲ κατασπᾷ; οἶμαι ἀκόλουθον εἶναι συγχωρεῖν. ἐοίκαμεν γὰρ τοῖς εἰς ἀλλόφυλον
ἔθνος ἥκουσι καὶ μὴ μόνον τῶν οἰκείων ἐξορίστοις, ἀλλὰ καὶ ἐκ τῆς ξένης ἐμπλησθεῖσι παθῶν τε καὶ107
10ἐθῶν καὶ νομίμων ἐκφύλων καὶ πρὸς ταῦτα ῥοπὴν ἐσχηκόσιν. ὅνπερ οὖν τρόπον ὁ ἐκεῖθεν εἰς τὰ οἰκεῖα μέλλων ἐπανήκειν οὐ μόνον προθυμεῖται ὁδεύειν, ἀλλὰ καί, ἵνα παραδεχθῇ, μελετᾷ μὲν ἀποτίθεσθαι πᾶν εἴ τι προσέλαβεν ἀλλόφυλον, ἐπαναμιμνήσκει
15δ’ ἑαυτὸν ὧν ἔχων ἐπελάθετο, ὧν ἄνευ παρα‐ δεχθῆναι οὐχ οἷόν τε πρὸς τῶν οἰκείων· τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς δεῖ ἐντεῦθεν, εἴπερ πρὸς τὰ ὄντως οἰκεῖα μέλλομεν ἐπανιέναι, ἃ μὲν ἐκ τῆς θνητῆς προσ‐ ειλήφαμεν φύσεως, ἀποθέσθαι πάντα μετὰ τῆς πρὸς
20αὐτὰ προσπαθείας, δι’ ἧς ἡ κατάβασις γέγονεν, ἀνα‐ μνησθῆναι δὲ τῆς μακαρίας καὶ αἰωνίου οὐσίας καὶ πρὸς τὸ ἀχρώματον καὶ ἄποιον σπεύδοντας ἐπανελ‐ θεῖν, δύο μελέτας ποιησαμένους· μίαν μὲν καθ’ ἣν πᾶν τὸ ὑλικὸν καὶ θνητὸν ἀποθησόμεθα, ἑτέραν δὲ
25ὅπως ἐπανέλθωμεν καὶ περιγενώμεθα, ἐναντίως ἐπ’ αὐτὰ ἀναβαίνοντες ἢ ἐνταῦθα κατήλθομεν. νοεραὶ γὰρ ἦμεν καὶ ἐσμὲν ἔτι οὐσίαι, πάσης αἰσθήσεως καὶ ἀλογίας καθαρεύοντες· συνεπλάκημεν δὲ τῷ αἰσθητῷ δι’ ἀδυναμίας μὲν τῆς πρὸς τὸ νοητὸν ἡμῶν αἰωνίου
30συνουσίας, δυνάμεως δὲ ὡς πρὸς τὰ τῇδε λεγομένης. πᾶσαι γὰρ αἱ μετ’ αἰσθήσεως καὶ μετὰ σώματος ἐνερ‐ γοῦσαι δυνάμεις, μὴ μενούσης ἐν νοητῷ τῆς ψυχῆς, ἐβλάστησαν [ἐοικυῖαι κακώσει γῆς, ἣ πυροῦ πολλάκις τὸ σπέρμα δεξαμένη αἴρας ἐγέννησεν] διά τινα μοχθη‐
35ρίαν τῆς ψυχῆς, οὐ φθειρούσης μὲν τὴν αὑτῆς οὐσίαν τῇ τῆς ἀλογίας γεννήσει, διὰ δὲ ταύτης πρὸς τὸ θνη‐ τὸν συναπτομένης καὶ πρὸς τὸ ἀλλότριον ἐκ τοῦ οἰ‐108

1

.

31

κείου καθελκομένης. ὥστε καὶ μελετητέον, εἴπερ ἀνα‐ στρέφειν πρὸς τὰ ἐξ ἀρχῆς ἐσπουδάκαμεν, καθ’ ὅσον δύναμις, αἰσθήσεως μὲν ἀφίστασθαι καὶ φαντασίας τῆς τε ταύταις ἑπομένης ἀλογίας καὶ τῶν κατ’ αὐτὴν
5παθῶν [καθ’ ὅσον μὴ ἐπείγῃ ἡ ἀνάγκη τῆς γενέσεως]· διαρθρωτέον δὲ τὰ κατὰ τὸν νοῦν, εἰρήνην αὐτῷ καὶ ἡσυχίαν ἐκ τοῦ 〈πρὸσ〉 τὴν ἀλογίαν πολέμου παρασκευά‐ ζοντας· ἵνα μὴ μόνον ἀκούωμεν περὶ νοῦ καὶ τῶν νοητῶν, ἀλλὰ καί, ὅση δύναμις, ὦμεν ἀπολαύοντές τε
10αὐτοῦ τῆς θεωρίας καὶ εἰς τὴν ἀσωματίαν καθιστά‐ μενοι καὶ ζῶντες μετ’ ἀληθείας δι’ ἐκεῖνον, ἀλλ’ οὐ ψευδῶς μετὰ τῶν τοῖς σώμασι συμφύλων. ἀποδυτέον ἄρα τοὺς πολλοὺς ἡμῖν χιτῶνας, τόν τε ὁρατὸν τοῦτον καὶ σάρκινον καὶ οὓς ἔσωθεν ἠμφιέσμεθα προσεχεῖς
15ὄντας τοῖς δερματίνοις, γυμνοὶ δὲ καὶ ἀχίτωνες ἐπὶ τὸ στάδιον ἀναβαίνωμεν τὰ τῆς ψυχῆς Ὀλύμπια ἀγω‐ νισόμενοι. ἀρχὴ δὲ τὸ ἀποδύσασθαι [καὶ] οὗ οὐκ ἄνευ τὸ ἀγωνίζεσθαι γένοιτο. ἐπεὶ δὲ τὰ μὲν ἦν ἔξωθεν τῶν ἐνδυμάτων, τὰ δὲ ἔσωθεν, καὶ ἀπόδυσις ἣ μὲν διὰ
20τῶν φανερῶν, ἣ δὲ διὰ τῶν ἀφανεστέρων. τὸ μὲν γὰρ μὴ φαγεῖν φέρε ἢ μὴ λαβεῖν διδόμενα χρήματα τῶν
φανερῶν ἦν καὶ ἐκκειμένων, τὸ δὲ μηδὲ ἐπιθυμεῖν τῶν ἀφανεστέρων. ὥστε μετὰ τῶν ἔργων ἀποστατέον καὶ τῆς πρὸς αὐτὰ προσπαθείας καὶ τοῦ πάθους. τί109
25γὰρ καὶ ὄφελος τῶν ἔργων ἀφιστάμενον ταῖς αἰτίαις,

1

.

32

ἀφ’ ὧν καὶ τὰ ἔργα, προσηλῶσθαι; ἡ δ’ ἀπόστασις γένοιτο μὲν ἂν καὶ μετὰ βίας, γένοιτο δ’ ἂν καὶ πει‐ θοῖ καὶ κατὰ λόγον διὰ μαράνσεως καί, ὡς ἄν τις εἴποι, λήθης αὐτῶν καὶ θανάτου, ἣ δὴ καὶ ἀρίστη
5[ἐτύγχανεν] οὖσα ἀπόστασις οὐχ ἧπται οὗ ἀπεσπάσθη. φέρει γοῦν τι κἀν τοῖς αἰσθητοῖς τὸ ἀποσπασθὲν βίᾳ ἢ μέρος ἢ ἴχνος τῆς ἀποσπάσεως· εἰσῆλθεν δὲ κατὰ τὸ συνεχῶς ἀμελέτητον. τὴν δ’ ἀμελετησίαν παρέχει ἡ μετὰ τῆς πρὸς τὰ νοητὰ διαρκοῦς φροντίδος ἀποχὴ
10τῶν τὰ πάθη ἐγειρόντων αἰσθημάτων, ἐν οἷς καὶ τὰ

1

.

33

ἐκ τῶν τροφῶν ἐγκρίνεται. ἀφεκτέον ἄρα οὐχ ἧττον τῶν ἄλλων καὶ τροφῶν τινῶν, ὅσαι τὸ παθητικὸν ἡμῶν τῆς ψυχῆς ἐγείρειν ἐπεφύκεσαν. σκεπτέον δ’ ἔτι καὶ τῇδε.
5 δύο πηγαὶ ἀνεῖνται πρὸς δεσμὸν τῆς ψυχῆς ἐν‐ ταῦθα, ἐξ ὧν ὥσπερ θανασίμων πωμάτων ἐμπιμπλα‐ μένη ἐν λήθῃ τῶν οἰκείων γίγνεται θεαμάτων, ἡδονή τε καὶ λύπη· ὧν παρασκευαστικὴ μὲν ἡ αἴσθησις καὶ ἡ κατὰ τὴν αἴσθησιν ἀντίληψις αἵ τε συνομαρτοῦσαι
10ταῖς αἰσθήσεσι φαντασίαι τε καὶ δόξαι καὶ μνῆμαι, ἐκ δὲ τούτων ἐγειρόμενα τὰ πάθη καὶ πᾶσα ἡ ἀλογία παχυνομένη κατάγει τὴν ψυχὴν καὶ τοῦ οἰκείου περὶ τὸ ὂν ἀποστρέφει ἔρωτος. ἀποστατέον ἄρα εἰς δύνα‐
μιν τούτων. αἱ δὲ ἀποστάσεις διὰ τῶν ἐκκλίσεων τῶν110
15κατὰ τὰς αἰσθήσεις παθῶν καὶ τῶν κατὰ τὰς ἀλογίας, αἱ δὲ αἰσθήσεις ἢ διὰ τῶν ὁρατῶν ἢ τῶν ἀκουστῶν ἢ γευστῶν ἢ ὀσφραντῶν ἢ ἁπτῶν. οἷον γὰρ μητρό‐ πολις ἡ αἴσθησις ἦν τῆς ἐν ἡμῖν ἐκφύλου τῶν παθῶν ἀποικίας. φέρε γὰρ ἴδε καθ’ ἑκάστην ὅσον τὸ ὑπέκ‐
20καυμα εἰσρεῖ τῶν παθῶν εἰς ἡμᾶς, τοῦτο μὲν ἐκ τῆς κατὰ τὰς θέας ἵππων τε ἁμίλλης καὶ ἀθλητῶν ἢ τῶν ἐκλελυγισμένων ὀρχήσεων, τοῦτο δὲ ἐκ τῆς ἐπιβλέψεως τῆς πρὸς τὸ θῆλυ, αἳ δέλεαρ τοῦ ἀλογίστου παντοίαις

1

.

34

ἐπιθέτοις παγίσι χειροῦνται τὸ ἄλογον. κατὰ γὰρ πάντα τὰ τοιαῦτα ἐκβακχευομένη ὑπὸ τῆς ἀλογίας ἀναπηδᾶν τε ποιεῖ καὶ ἐκβοᾶν καὶ κεκραγέναι, τῆς ἔξω ταραχῆς ἀπὸ τῆς ἔνδον ἐκκαομένης, ἣν ἀνῆψεν ἡ
5αἴσθησις. αἱ δὲ διὰ τῶν ἀκοῶν ἐμπαθεῖς οὖσαι κινή‐ σεις ἔκ τε ποιῶν ψόφων καὶ ἤχων, αἰσχρορρημοσύνης τε καὶ λοιδορίας, [ὡς] τοὺς μὲν πολλοὺς τέλεον τοῦ λογισμοῦ ἐκδεδυκότος φέρεσθαι ποιοῦσιν οἰστρουμέ‐ νους, τοὺς δ’ αὖ θηλυνομένους παντοίας στροφὰς
10ἑλίττεσθαι. θυμιαμάτων δὲ χρήσεις ἢ εὐώδεις πνοαί, αἵ τε τοὺς αὑτῶν ἔρωτας τοῖς ἐρασταῖς ἐμπορευόμεναι, τίνα λελήθασιν, ὅσην τῆς ψυχῆς τὴν ἀλογίαν πιαί‐ νουσιν; περὶ γὰρ τῶν διὰ τῆς γεύσεως τί ἄν τις καὶ εἴποι παθημάτων, διπλοῦ μάλιστ’ ἐνταῦθα τοῦ δε‐
15σμοῦ συμπλεκομένου· τοῦ μὲν ὃν ἐκ τῆς γεύσεως τὰ πάθη πιαίνει, τοῦ δὲ ὃν ἐκ τῆς ἐμφορήσεως τῶν
ἀλλοτρίων σωμάτων βαρύν τε καὶ δυνατὸν ἐργαζό‐ μεθα; φάρμακα γάρ, ὥς πού τις τῶν ἰατρῶν ἔφη, οὐ μόνα τὰ σκευαστὰ ὑπὸ τῆς ἰατρικῆς, ἀλλὰ καὶ τὰ καθ’111
20ἡμέραν εἰς τροφὴν παραλαμβανόμενα σιτία τε καὶ ποτά· καὶ πολὺ μᾶλλον τὸ θανάσιμον ἐκ τούτων τῇ ψυχῇ ἀναδίδοται ἢ ἐκ τῶν φαρμακειῶν εἰς διάλυσιν τοῦ σώματος κατασκευάζεται. αἱ δὲ ἁφαὶ μόνον οὐ σωματοῦσαι τὴν ψυχὴν καὶ εἰς ἀνάρθρους ψόφους,
25οἷα δὴ σῶμα, πολλάκις ἐκπίπτειν ἠρέθισαν. ἐξ ὧν αἱ μνῆμαι καὶ αἱ φαντασίαι αἵ τε δόξαι ἀθροιζόμεναι ἑσμὸν τῶν παθῶν ἐγείρουσαι, φόβων, ἐπιθυμιῶν, ὀργῶν, ἐρώτων, φίλτρων, λυπῶν, ζήλων, μεριμνῶν, νοσημάτων, τῶν ὁμοίων παθῶν πλήρη ἀπέδειξαν.

1

.

35

διὸ πολὺς μὲν ὁ ἀγὼν τούτων καθαρεῦσαι, πολὺς δὲ ὁ πόνος ἀπαλλαγῆναι αὐτῶν τῆς μελέτης, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν τῆς κατὰ τὴν αἴσθησιν ἀναγκαίας συμπλοκῆς ἡμῖν παρούσης. ὅθεν ὅση δύναμις ἀπο‐
5στατέον τῶν τοιούτων χωρίων, ἐν οἷς καὶ μὴ βουλό‐ μενόν ἐστιν περιπίπτειν τῷ πάθει· καὶ εὐλαβητέον τὴν ἐκ τῆς πείρας μάχην καὶ εἰ βούλει καὶ νίκην καὶ

1

.

36

τὴν ἐκ τῆς ἀπειρίας ἀγυμναστίαν. οὕτως γὰρ καὶ τῶν πρόσθεν ἀκούομεν κλέα ἀνδρῶν, Πυθαγορείων τε καὶ σοφῶν· ὧν οἳ μὲν τὰ ἐρημότατα χωρία κατῴκουν, οἳ δὲ καὶ τῶν πόλεων τὰ ἱερὰ καὶ τὰ ἄλση, ἐξ ὧν ἡ
5πᾶσα ἀπελήλαται τύρβη. Πλάτων δὲ τὴν Ἀκαδήμειαν οἰκεῖν εἵλετο, οὐ μόνον ἔρημον καὶ πόρρω τοῦ ἄστεος χωρίον, ἀλλὰ καί, ὡς φασίν, ἐπίνοσον. ἄλλοι δὲ καὶ
τῶν ὀφθαλμῶν οὐκ ἐφείσαντο πόθῳ τῆς ἔνδον ἀπε‐ ρισπάστου θεωρίας. εἰ δέ τις οἴεται συνανθρωπεύων112
10καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις τῶν κατ’ αὐτὰς παθῶν αὐτὸς μενεῖν ἀπαθής, λέληθεν αὑτὸν καὶ τοὺς αὐτῷ πειθομένους ἀπατῶν ἀγνοῶν τε ὡς πολὺ τῶν παθῶν καταδεδούλωται αὐτῇ 〈τῇ〉 ὑπὸ τοῦ πλήθους οὐκ ἀλλο‐ τριώσει. οὐ γὰρ δὴ μάτην οὐδὲ τῆς φύσεως κατα‐
15ψευδόμενος τῶν φιλοσόφων ἔλεγεν ὁ φάς· ‘οὗτοι δέ που ἐκ νέων πρῶτον εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν.
20σπουδαὶ δὲ ἑταιρειῶν ἐπ’ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσιν κῶμοι, οὐδὲ ὄναρ πράτ‐ τειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονός, πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ
25οἱ τῆς θαλάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδ’ ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα,
30πανταχῇ πέτεται κατὰ Πίνδαρον, εἰς τῶν ἐγγὺς οὐ‐

1

.

37

δὲν ἑαυτὴν συγκαθιεῖσα.‘ διὰ γὰρ τούτων ὁ Πλάτων οὐ καθιέντα εἰς τὰ εἰρημένα φησὶν ἐξ αὐτῶν μένειν ἀπαθῆ, ἀλλ’ ἐκ τοῦ εἰς μηδὲν αὐτῶν συγκαθιέναι.
διὸ οὔτε τὴν ὁδὸν οἶδεν ὅπου τὸ δικαστήριον ἢ βου‐113
5λευτήριον, οὔτ’ ἄλλο οὐδὲν τῶν κατὰ μέρος. οὐκ οἶδε μὲν καὶ ἀπαντᾷ, ἀπαντῶν δὲ καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις ἀπ’ αὐτῶν, ὅτι οὐδὲν οὐκ οἶδεν, ἀλλὰ τοὐ‐ ναντίον ἀπεχόμενον αὐτῶν φησίν, καὶ μὴ εἰδότα, οὐδ’ ὅτι οὐκ οἶδεν εἰδέναι. εἰς δὲ δεῖπνα καθιέναι
10οὐδὲ ὄναρ, φησίν, προσίσταται αὐτῷ. σχολῇ ἄρα ἀγανακτήσειεν 〈ἂν〉 ζωμῶν καὶ κρεᾳδίων ἀποστερούμε‐ νος. ἢ ὅλως προσήσεται ταῦτα; οὐχὶ δὲ πάντα ἡγη‐ σάμενος μικρὰ μὲν καὶ οὐδὲν ἐκ τῆς ἀποχῆς, μεγάλα δὲ καὶ βλαβερὰ ἐκ τῆς προσαγωγῆς, παραδειγμάτων
15ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, τῷ μὲν ὁμοιώσεται, τῷ δὲ ἀνομοιώσεται, τὸν εἰκότα βίον ζῶν ᾧ ὁμοιοῦται, λιτόν τε τοῦτον καὶ αὐτάρκη καὶ ἥκιστα τοῖς θνητοῖς ἐμ‐

1

.

38

φορούμενον; ὡς ἕως ἄν τις περὶ βρωτῶν διαφέρηται καὶ συνηγορῇ ὡς καὶ τόδε βρωτέον, ἀλλ’ οὐκ, εἰ οἷόν τε ἦν, ἁπάσης τροφῆς ὅτι ἀφεκτέον διανοῆται, τοῖς πάθεσι συναγορεύων δοξοκοπεῖ, ὡς μηδὲν διαφερό‐
5μενος περὶ ὧν διαφέρεται. βίᾳ μὲν τοίνυν ἑαυτὸν ὁ φιλοσοφῶν οὐκ ἐξάξει· βιαζόμενος γὰρ οὐδὲν ἧττον ἐκεῖ μενεῖ, ὅθεν ἀπελθεῖν βιάζεται· οὐ μὴν τὸν δε‐ σμὸν παχύνων ἀδιάφορόν τι πράττειν ἡγήσεται. ὥστε τὸ ἀναγκαῖον μόνον διδοὺς τῇ φύσει καὶ τοῦτο κοῦ‐
10φον καὶ διὰ κουφοτέρων τροφῶν, πᾶν τὸ πέρα τούτου
ὡς εἰς ἡδονὴν συντεῖνον παραιτήσεται. πέπεισται γὰρ κατὰ τὸν εἰπόντα, ὡς ἧλος ψυχῆς πρὸς τὰ σώματα ἐτύγχανεν ἡ αἴσθησις, αὐτῇ τῇ ῥώσει τοῦ πάθους ἑαυτῆς συγκολλῶσα καὶ οἷον καθηλοῦσα τὴν ψυχὴν114
15πρὸς τὴν διὰ τοῦ σώματος ἀπόλαυσιν. εἰ γὰρ μὴ ἐνεπόδιζεν τὰ αἰσθήματα τῇ τῆς ψυχῆς καθαρᾷ ἐνερ‐ γείᾳ, τί δεινὸν ἦν ἐν σώματι εἶναι ἀπαθῆ μένοντα

1

.

39

τῶν διὰ σώματος κινημάτων; πῶς δ’ ἂν ἐπέκρινας καὶ εἶπας ὃ πέπονθας, μὴ πάσχων μηδὲ παρὼν οἷς ἔπαθες; νοῦς μὲν γάρ ἐστι πρὸς αὑτῷ, κἂν ἡμεῖς μὴ ὦμεν πρὸς αὐτῷ. νοῦ δὲ ὁ παρεκβὰς ἐκεῖ ἐστὶν ὅπου
5καὶ παρεξῆλθεν, καὶ διαθέων γε ἄνω καὶ κάτω τῇ τῆς ἀντιλήψεως προσοχῇ ἐκεῖ πάρεστιν ὅπου ἡ ἀντί‐ ληψις. ἄλλο δὲ ἦν μὴ προσέχειν τοῖς αἰσθητοῖς τῷ πρὸς ἄλλοις εἶναι, ἄλλο δὲ τὸ ἀφιστάντα νομίζειν ἑαυτὸν μὴ παρεῖναι. οὐ δὴ δείξει τις τοῦτο συγχω‐
10ροῦντα τὸν Πλάτωνα, εἴ γε μὴ ἑαυτὸν ἀπατῶντα τοῦτόν τις ἐπιδείξειεν. ὁ δὴ καθιεὶς εἰς βρωτῶν παραδοχὰς καὶ εἰς θέας ἑκὼν τὰς δι’ ὄψεως ὁμιλίας τε καὶ γέλωτας αὐτῇ τῇ καθέσει ἐκεῖ ἐστὶν ὅπου καὶ τὸ πάθος· ὁ δὲ πρὸς ἄλλοις ὢν καὶ ἀποστάς, οὗτός
15ἐστιν ὁ διὰ τὴν ἀπειρίαν γέλωτα παρέχων οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, καὶ ὅταν καθῇ, εἰς
πᾶσαν ἀπορίαν ἐμπίπτων, ἀλλ’ οὐκ ἀναισθητῶν, οὐδὲ ἐξακριβῶν μέν, τῷ δὲ ἀλόγῳ μόνον ἐνεργῶν (οὐ γὰρ τοῦτο εἰπεῖν ἐτόλμησε Πλάτων), ἀλλ’ ὡς ἔν τε ταῖς115
20λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενός, ἐκ τοῦ μὴ μεμελετηκέναι, φησίν· ἀπορῶν οὖν γελοῖος φαίνεται, ἔν τε τοῖς ἐπαί‐ νοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις, οὐ προσποιη‐ τῶς, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης

1

.

40

δοκεῖ εἶναι. ὥστε διὰ τὴν ἀπειρίαν καὶ ἀποχὴν οὐκ οἶδεν οὐχ ὅτι εἰς πεῖραν καθιεὶς καὶ διὰ τοῦ ἀλόγου ἐνεργῶν, οἷός τέ ἐστιν θεωρεῖν τὰ κατὰ τὸν νοῦν ἀκραιφνῶς· οὐδὲ τῶν δύο ψυχὰς ἡμᾶς ἔχειν λεγόν‐
5των, δύο προσοχὰς ἡμῖν δεδωκότων. δύο γὰρ ἂν οὕτω ζῴων συνέρξεις ἐποίουν, ἃ ἐνεδέχετο, ἄλλου πρὸς ἄλλοις ὄντος, τὸ ἕτερον τοῦ ἑτέρου μὴ προσποι‐

1

.

41

εῖσθαι τὰ ἔργα. τί δὲ ἔδει καὶ μαραίνειν τὰ πάθη καὶ ἀποθνῄσκειν ἀπ’ αὐτῶν καὶ τοῦτο μελετᾶν καθ’ ἡμέραν, εἰ οἷόν τ’ ἦν ἐνεργεῖν ἡμᾶς κατὰ νοῦν πρὸς τὰ θνητὰ συναπτομένους ἄνευ τῆς τοῦ νοῦ ἐπιβλέψεως,
5〈ὥσ〉 τινες ἀπεφαίνοντο; [νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει.] εἰ δ’ ἐσθίων πολυτελῆ καὶ πίνων οἶνον τὸν ἥδιστον οἷός τε εἶ πρὸς τοῖς ἀύλοις εἶναι, διὰ τί οὐχὶ καὶ παλλακίσι συνὼν καὶ δρῶν ἃ μηδὲ λέγειν καλόν; πανταχοῦ γὰρ τοῦ ἐν ἡμῖν παιδὸς ἦν ταῦτα τὰ πάθη,
10καὶ ὅσῳ αἰσχρά, οὐ πρὸς αὐτὰ φήσεις κατασπᾶσθαι. τίς γὰρ ἡ διακλήρωσις τούτου τὰ μὲν μὴ οἷόν τε
εἶναι πάσχειν μὴ ὄντα πρὸς αὐτοῖς, τὰ δὲ ἕτερα συγχω‐ ρεῖν ἀποτελεῖν πρὸς τοῖς νοητοῖς ὄντα; οὐ γὰρ ὅτι τὰ μὲν ὑπείληπται εἶναι αἰσχρὰ παρὰ τοῖς πολλοῖς,116
15τὰ δὲ οὔ· αἰσχρὰ γὰρ πάντα ὡς πρός γε τὴν κατὰ νοῦν ζωήν, καὶ πάντων ἀφεκτέον [καθάπερ τῶν ἀφρο‐ δισίων. ὀλίγον δὲ τῇ φύσει τροφῶν συγχωρητέον διὰ τὴν τῆς γενέσεως ἀνάγκην]. ὅπου γὰρ αἴσθησις καὶ ταύτης ἀντίληψις, ἐκεῖ τοῦ νοητοῦ ἡ ἀπόστασις· καὶ
20ὅσῳ τῆς ἀλογίας ἀνακίνησις, τόσῳ τοῦ νοεῖν ἀπό‐ στασις. οὐ γὰρ ἐνδέχεται τῇδε κἀκεῖσε φερόμενον, ἐνταῦθα ὄντα, εἶναι ἐκεῖ· οὐ γὰρ μέρει ἡμῶν, ἀλλ’

1

.

42

ὅλοι τὰς προσοχὰς ποιούμεθα. τὸ δὲ οἴεσθαι κατὰ τὴν αἴσθησιν παθαινόμενον πρὸς τοῖς νοητοῖς ἐνερ‐ γεῖν πολλοὺς καὶ τῶν βαρβάρων ἐξετραχήλισεν, οἳ ἐπὶ πᾶν εἶδος ἡδονῆς προῆλθον ἐκ καταφρονήσεως, λέ‐
5γοντες καὶ τῶν δύνασθαι πρὸς ἄλλοις ὄντα, τῇ ἀλογίᾳ χρῆσθαι τούτοις ἐπιτρέπειν. ἤδη γάρ τινων ἀκήκοα τῇ σφῶν δυστυχίᾳ συναγορευόντων τοῦτον τὸν τρόπον. οὐ γὰρ ἡμᾶς μολύνει, φασί, τὰ βρώματα, ὥσπερ οὐδὲ τὴν θάλατταν τὰ ῥυπαρὰ τῶν ῥευμάτων· κυριεύομεν
10γὰρ βρωτῶν ἁπάντων, καθάπερ ἡ θάλασσα τῶν ὑγρῶν πάντων. εἰ δὲ ἡ θάλασσα κλείσειε τὸ ἑαυτῆς στόμα ὥστε μὴ δέξασθαι τὰ ῥέοντα, ἐγένετο καθ’ ἑαυτὴν μὲν μεγάλη, κατὰ δὲ τὸν κόσμον μικρά, ὡς μὴ δυναμένη στέξαι τὰ ῥυπαρά· εὐλαβηθεῖσα δὲ μολυνθῆναι οὐκ ἂν
15δέξαιτο. ἀλλὰ διὰ τοῦτο δὴ πάντα δέχεται, γιγνώ‐ σκουσα τὸ ἑαυτῆς μέγεθος, καὶ οὐκ ἀποστρέφεται τὰ εἰς ἑαυτὴν ἐρχόμενα. καὶ ἡμεῖς οὖν, φασίν, ἐὰν εὐλα‐ βηθῶμεν βρῶσιν, ἐδουλώθημεν τῷ τοῦ φόβου παθήματι. δεῖ δὲ πάνθ’ ἡμῖν ὑποτετάχθαι. ὕδωρ μὲν γὰρ ὀλίγον117
20συνακτὸν ἐάν τι δέξηται ῥυπαρόν, εὐθέως μιαίνεται καὶ θολοῦται ὑπὸ τῆς ῥυπαρίας· βυθὸς δὲ οὐ μιαί‐ νεται. οὕτω δὴ καὶ βρώσεις τῶν ὀλίγων περιγί‐ γνονται· ὅπου δὲ βυθὸς ἐξουσίας, πάντα δέχονται καὶ ὑπ’ οὐδενὸς μιαίνονται. τοιούτοις δ’ ἑαυτοὺς ἀπα‐
25τῶντες ἀκόλουθα μὲν οἷς ἠπάτηντο ἔδρων, ἀντὶ δ’ ἐλευθερίας εἰς τὸν τῆς κακοδαιμονίας βυθὸν αὑτοὺς φέροντες ἔπνιξαν. τοῦτο καὶ τῶν κυνικῶν τινὰς παντο‐ ρέκτας ἐποίησεν, προσπλακέντας τῷ αἰτίῳ τῶν ἁμαρ‐ τημάτων αὐτοῖς, ὃ δὴ καλεῖν εἰώθασιν ἀδιάφορον.

1

.

43

ἀνὴρ δὲ εὐλαβὴς καὶ ὕποπτος πρὸς τὰ γοητεύματα τῆς φύσεως, τήν τε τοῦ σώματος φύσιν κατασκεψάμενος [καὶ] ὡς ἥρμοσται ὀργάνου δίκην πρὸς τὰς δυνάμεις τῆς ψυχῆς [γνούς], οἶδεν ὡς ἕτοιμον φθέγξασθαι τὸ
5πάθος, ἄν τε βουλώμεθα ἄν τε μή, κρουσθέντος τοῦ σώματος ὑπὸ τῶν ἔξωθεν καὶ τοῦ κρούσματος εἰς ἀντίληψιν ἀφικομένου. ἡ γὰρ ἀντίληψις ἐτύγχανεν οὖσα ἡ φθέγξις, φθέγξασθαι δ’ οὐκ ἔστι τὴν ψυχὴν μὴ ὅλην πρὸς τὸ φθέγμα ἐπιστραφεῖσαν καὶ τὸ ἐπι‐
10στατικὸν ὄμμα πρὸς τοῦτο μεταθεῖσαν. ὅλως δὲ τῆς
ἀλογίας τὸ ἄχρι τίνος καὶ πῶς καὶ πόθεν καὶ πρὸς οὓς ἐπικρίνειν οὐκ ἐχούσης, καθ’ ἑαυτὴν δὲ ἀνεπι‐ σκέπτου ὑπαρχούσης, ᾗ ἂν ἐπιβρίσῃ, ἵπποις ἐοικυίας ἄνευ ἡνιόχου, ἀμήχανόν ἐστιν ἢ διοικεῖν τι καθη‐118
15κόντως πρὸς τὰ ἔξω ἢ τροφῆς καιρὸν καὶ μέτρα γιγνώσκειν, μὴ οὐχὶ τοῦ ἡνιόχου ἐφεστῶτος ὄμματος, ὃς τὰ κινήματα ῥυθμίζει καὶ ἡνιοχεῖ τῆς τυφλῆς καθ’ ἑαυτὴν ἀλογίας. ὁ δὲ τὴν ἐπίστασιν τοῦ λογισμοῦ ἀφαιρῶν τῆς ἀλογίας, ἐπιτρέπων δὲ αὐτῇ φέρεσθαι
20κατὰ τὴν οἰκείαν φύσιν, οἷος ἂν εἴη τῇ ἐπιθυμίᾳ συγχωρήσας εἰς ὅσον βούλεται προχωρεῖν τῆς οἰκείας κινήσεως, καὶ τῷ θυμῷ ὡσαύτως. καλὸν γοῦν ἡμῖν τὸ σπουδαῖον ποιήσει καὶ τὰ ἔργα αὐτοῦ λελογισμένα ἀκάθεκτον ὑπὸ τοῦ ἐφεστῶτος λογισμοῦ ποιῶν ἐν

1

.

44

ταῖς τοῦ ἀλόγου ἐνεργείαις. καίτοι ταύτῃ διενηνοχέναι φαίνεται ὁ σπουδαῖος τοῦ φαύλου, ὅτι ὃ μὲν παντα‐ χοῦ τὸν λογισμὸν ἔχει παρεστῶτα καὶ κρατοῦντα καὶ ἡνιοχοῦντα τὸ ἄλογον, ὃ δὲ πολλὰ πράττει παριεὶς
5τῷ λογισμῷ καὶ σὺν τούτῳ πράττειν ἃ πράττει. διὸ καὶ ὃ μὲν ἀλόγιστος λέγεται καὶ φερόμενος ὑπὸ τῆς ἀλογίας, ὃ δὲ λελογισμένος καὶ ἐγκρατὴς παντὸς ἀλο‐ γίστου· καὶ τὸ ἁμαρτάνειν ἄρα τοῦτο τοῖς πολλοῖς καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ταῖς ἐπιθυμίαις καὶ
10ταῖς ὀργαῖς γίνεται, ἔμπαλιν δὲ κατορθοῦν τοῖς σπου‐
δαίοις, ὅτι οἳ μὲν ἐφῆκαν τῷ παιδὶ δρᾶν καθ’ ἑαυτὸν ἃ βούλεται, οἳ δὲ τῷ παιδαγωγῷ, καὶ μετὰ τούτου τὰ καθ’ ἑαυτοὺς κυβερνῶσιν. ὥστε καὶ ἐν βρωτοῖς καὶ ἐν ταῖς ἄλλαις ταῖς διὰ τοῦ σώματος ἐνεργείαις ἢ119
15ἀπολαύσεσιν παρὼν μὲν ὁ ἡνίοχος ἀφορίζει τὸ σύμ‐ μετρον καὶ τὸ εὔκαιρον, ἀπὼν δὲ καὶ ὡς φασίν τινες πρὸς τοῖς ἑαυτοῦ ὤν, εἰ μὲν καὶ τὴν ἡμετέραν πρόσε‐ ξιν ἔχει παρ’ ἑαυτῷ, οὐδ’ ἐπιτρέπει τῇ ἀλογίᾳ παθαί‐ νεσθαι οὐδ’ ὅλως τι ἐνεργεῖν· εἰ δ’ ἀφῆκε ταύτην
20πρὸς τῷ παιδὶ εἶναι ἄνευ αὑτοῦ, ἀπώλεσε τὸν ἄνθρω‐

1

.

45

πον συρόμενον ὑπὸ τῆς ἀνοίας τοῦ ἀλόγου. ὅθεν τοῖς σπουδαίοις ἡ ἀποχὴ μᾶλλον οἰκειοτέρα καὶ βρω‐ τῶν καὶ τῶν διὰ σώματος ἀπολαύσεων καὶ πράξεων τῆς ἐφάψεως, τῷ δεῖν ἐφαπτόμενον τῶν σωματικῶν
5καταβαίνειν ἀπὸ τῶν οἰκείων ἠθῶν εἰς παιδαγωγίαν τοῦ ἐν ἡμῖν ἀλογίστου· ἐν δὲ ταῖς τροφαῖς καὶ μᾶλλον· οὐδὲ γὰρ τοῦ μέλλοντος ἐξ αὐτῶν ἐπιλογιστικὸν τὸ ἄλογον· φύσει γὰρ ἀνεπίγνωμον τοῦ ἀπόντος τὸ ἄλο‐ γον. τῶν δὲ τροφῶν εἰ μὲν ἦν ἀπηλλάχθαι ὥσπερ
10τῶν ὁρατῶν ἀρθέντων (ἔξεστι γὰρ πρὸς ἄλλοις εἶναι κοιμίσαντα τὰς ἀπ’ αὐτῶν φαντασίας), μέτριον ἂν ἦν, τῇ ἀνάγκῃ εἴξαντα τῆς θνητῆς φύσεως ἐπ’ ὀλίγον, εὐθὺς ἀπηλλάχθαι. ἐπεὶ δὲ καὶ παρολκῆς χρόνου χρεία καὶ πέψεως καὶ ἀναδόσεως καὶ τῆς πρὸς τούτοις
15συνεργείας τῆς ἐξ ὕπνου τε καὶ ἡσυχίας τῆς τε ἄλλης ἀργίας καὶ μετὰ ταῦτα τῆς ἐκ τῆς ἀναδόσεως ποιᾶς κράσεως περιττωμάτων τε διαχωρήσεως, ἀνάγκη τὸν παιδαγωγὸν παρεῖναι, ὃς τὰ κοῦφα καὶ ἀνεμπόδιστα ἑαυτῷ ἐκλεξάμενος, ταῦτ’ ἐπιτρέψει τῇ φύσει, τὸ μέλλον
20προορώμενος καὶ ὅσον τὸ ἐμπόδιον, συγχωρήσαντος ταῖς ἐπιθυμίαις φορτίον οὐκ εὐάγκαλον ἐπεισάγειν ἡμῖν δι’ ὀλίγην ἡδονήν, ἧς ἐν τῷ καταδέχεσθαι αὐτὰ120

1

.

46

εἰς τὴν κατάποσιν ἀντιλαμβανόμεθα. οὐκ ἀπεικότως ἄρα τὸ πολὺ καὶ περιττὸν ὁ λόγος ἀποκρίνας εἰς ὀλίγον περιγράφει τὸ ἀναγκαῖον, εἰ μέλλει μήτε πορί‐ ζων ἕξειν πράγματα διὰ τὸ δεῖσθαι πλειόνων, μήτε
5εὐτρεπῆ ποιῶν πλειόνων τῶν ὑπηρετησομένων δεήσε‐ σθαι, μήτε ἐσθίων πλειόνων ἡδονῶν ἀντιλήψεσθαι, μήτε πληρούμενος πολλῆς ἀργίας ἐμπλήσεσθαι, μήτε παχυτέρου φορτίου ἐμπιπλάμενος ὑπνώδης γίγνεσθαι, μήτε τῶν πιαινόντων τὸ σῶμα πληρούμενος ἰσχυρότερον
10μὲν τὸν δεσμόν, αὑτὸν δὲ ἀργότερον πρὸς τὰ οἰκεῖα ποιήσειν καὶ ἀσθενέστερον. δειξάτω τοίνυν ἡμῖν τις ἀνήρ, σπεύδων ὡς ἔνι μάλιστα ζῆν κατὰ νοῦν καὶ ἀπερί‐ σπαστος ἐκ τῶν κατὰ τὸ σῶμα παθῶν εἶναι, ὡς εὐπο‐ ρωτέρα μὲν ἡ κρεοφαγία τῶν ἐκ τῶν ἀκροδρύων καὶ
15ἐκ λαχάνων ὄψων, εὐτελεστέρα δὲ ἡ τούτων παρα‐ σκευὴ τῆς τῶν ἀψύχων καὶ μαγείρων ὅλως μὴ δεομέ‐ νης, [ἀνήδονος δὲ καθ’ ἑαυτὴν παραβαλλομένη πρὸς τὴν ἄψυχον,] κουφοτέρα δὲ ἐν ταῖς πέψεσιν τῆς ἑτέρας, κἀν ταῖς ἀναδόσεσιν ταῖς εἰς τὸ σῶμα ταχυτέρα τῆς
20ἐκ λαχάνων ἀναδόσεως, πρός τε τὰς ἐπιθυμίας ἧττον ἐρεθίζουσα καὶ εἰς πάχος καὶ ῥώμην σώματος ἔλαττον

1

.

47

συμβαλλομένη τῆς ἀψύχου διαίτης. εἰ δὲ τοῦτο οὔτε ἰατρῶν τις οὔτε φιλοσόφων, οὐ γυμναστής, οὐκ ἰδιώ‐ της εἰπεῖν ἐτόλμησεν, τί οὐκ ἀφιστάμεθα ἑκόντες τοῦ σωματικοῦ φορτίου; τί οὐκ ἐλευθεροῦμεν αὑτοὺς ἅμα121
5τῇ ἀποστάσει ἐκ πολλῶν; οὐ γὰρ ἑνὸς ἦν, ἀλλὰ μυρίων, τοῖς ἐλαχίστοις ἐθίσαντα αὑτὸν ἀρκεῖσθαι, ἀπηλλά‐ χθαι, χρημάτων περιουσίας, οἰκετῶν πλειόνων ὑπη‐ ρεσίας, σκευῶν πλήθους, ὑπνώδους καταστάσεως, νόσων σφοδρότητος καὶ πλήθους, ἰατρῶν δεήσεως,
10ἐρεθισμῶν πρὸς ἀφροδίσια, ἀναθυμιάσεων παχυτέ‐ ρων, περιττωμάτων πλήθους, παχύτητος τοῦ δεσμοῦ, ῥώμης πρὸς πράξεις ἐγειρούσης, Ἰλιάδος κακῶν· ὧν ἡ ἄψυχος καὶ λιτὴ τροφὴ καὶ πᾶσιν εὐπόριστος ἀφαι‐ ρεῖται ἡμᾶς, εἰρήνην παρασκευάζουσα τῷ τὰ σωτήρια
15ἡμῖν ἐκπορίζοντι λογισμῷ. οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ κλέπται καὶ οἱ πολέμιοι, ἀλλ’ ἐκ τῶν κρεοφάγων οἱ συκοφάνται καὶ τύραννοι. τῆς δὲ τοῦ πολλῶν δεῖσθαι ἀρθείσης αἰτίας καὶ τοῦ πλή‐ θους τῶν εἰσαγομένων εἰς τὸ σῶμα περιαιρεθέντος
20τοῦ τε βάρους τῶν ἀναδιδομένων κουφισθέντος, ἐλεύ‐ θερον τὸ ὄμμα καπνοῦ τε καὶ κύματος τοῦ σωματικοῦ

1

.

48

ἐκτὸς καθωρμισμένον γίγνεται. καὶ τοῦτο οὔτε ὑπομνή‐ σεως οὔτε ἀποδείξεως διὰ τὴν αὐτόθεν προσοῦσαν ἐνάργειαν χρῄζει. ὅθεν οὐ μόνον οἱ κατὰ νοῦν ζῆν ἐσπουδακότες καὶ τέλος τὸν κατ’ αὐτὸν βίον ἐνστησά‐
5μενοι ἀναγκαίαν πρὸς τὸ τέλος ὁρῶσι τὴν τούτων ἀποχήν,
ἀλλὰ καὶ πᾶς σχεδὸν οἶμαι φιλόσοφος τὴν εὐτέλειαν πρὸ τῆς πολυτελείας ἐγκρίνων ἀποδέξαιτ’ ἂν μᾶλλον τὸν ὀλίγοις ἀρκούμενον τοῦ πλειόνων δεομένου. καὶ ὃ παράδοξον τοῖς πολλοῖς δόξειεν 〈ἂν〉 εἶναι, τοῦτο122
10λέγοντας καὶ ἐκτιμῶντας εὑρίσκομεν [λέγω δὲ] τοὺς ἡδονὴν οἰομένους τὸ τέλος τῶν φιλοσοφησάντων. τῶν γὰρ Ἐπικουρείων οἱ πλείους ἀπ’ αὐτοῦ τοῦ κορυ‐ φαίου ἀρξάμενοι μάζῃ καὶ τοῖς ἀκροδρύοις ἀρκούμε‐ νοι φαίνονται, τά τε συγγράμματα ἐμπεπλήκασι τὸ
15ὀλιγοδεὲς τῆς φύσεως ἀφηγούμενοι καὶ τὸ ἐκ τῶν λιτῶν καὶ εὐπορίστων ἱκανῶς αὐτῆς τὸ ἀναγκαῖον

1

.

49

ἰώμενον παριστάντες. ὥρισται γάρ, φησίν, ὁ τῆς φύσεως πλοῦτος καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε ἦν καὶ δυσπόριστος. τὸ γὰρ κατ’ ἔνδειαν ἐνοχλοῦν τὴν σάρκα ἐξαιρεῖται καλῶς καὶ
5αὐτάρκως τὰ εὐπόριστα, ἁπλῆν ἔχοντα φύσιν ὑγρῶν τε καὶ ξηρῶν· τὸ δὲ λοιπὸν ὅσον εἰς πολυτέλειαν πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρεξιν οὐδ’ ἀπ’ ἀλγοῦντός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦντος ἢ νύττοντος
10μόνον ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαίροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διεψευσμένων δογ‐ μάτων, ἣ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδ’
εἰς τὸ διαλύον τὴν σύστασιν ἐκ τοῦ μὴ παρεῖναι. ἱκανὰ γὰρ καὶ τὰ τυχόντα διακρατῆσαι ταῦτα ἦν, ὧν123
15ἀναγκαίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὸν ὀλιγότητά ἐστιν εὐπόριστα· καὶ τῷ μὲν κρεοφαγίας ἁπτομένῳ χρεία καὶ τῶν ἀψύχων, τῷ δὲ ἀρκουμένῳ τοῖς ἀψύχοις ἐξ ἡμισείας καὶ τοῦτο εὐπόριστον καὶ ὀλίγων δεόμενον ἀναλωμάτων τὸ τῆς

1

.

50

παρασκευῆς. δεῖ δέ, φασίν, οὐχ ἑτοιμασάμενον τὰ ἀναγκαῖα προσθήκῃ τῇ φιλοσοφίᾳ χρῆσθαι, ἀλλὰ παρασκευασάμενον τὸ θαρρεῖν τῇ ψυχῇ γνησίως, οὕτως ἀντέχεσθαι τῶν καθ’ ἡμέραν. κακῷ γὰρ φρον‐
5τιστῇ τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψομεν, ἄνευ φιλοσοφίας τὸ ἀναγκαῖον συμμετρούμενοι τῆς φύσεως καὶ παρα‐ σκευάζοντες. διὸ φιλοσοφοῦντα δεῖ καὶ τούτων προ‐ νοεῖν καὶ ἐφ’ ὅσον ἂν ἡ παρ’ ἐκείνοις ἔντονος ἐπι‐ μέλεια παραδιδῷ. ἐφ’ ὅσον δὲ ἐκεῖθέν τι ἀφαιρεῖται,
10ὃ μὴ κυριεύσει τῆς τελείας ἐκθαρρήσεως, μὴ προσίεσθαι πρὸς τὴν χρημάτων τε καὶ τροφῶν παρασκευήν. σὺν φιλοσοφίᾳ τοίνυν ἁπτέον τούτων, καὶ εὐθὺς προσπε‐ σεῖται ὅτι πολλῷ κρεῖττον τὸ ἐν αὐτοῖς μεταδιώκειν ἐλάχιστόν τε καὶ λιτὸν καὶ κοῦφον· ἐλάχιστον γὰρ

1

.

51

καὶ τὸ ὀχληρὸν ἐκ τοῦ ἐλαχίστου. ὧν δ’ ἂν συν‐ εφελκύσηται ἡ παρασκευὴ ἐμπόδια ἐκ τῆς τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζομένων πραγμα‐ τείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων
5λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἔκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθούσας ὀχλήσεις. δεῖ μέντοι
τῷ φιλοσόφῳ καὶ τὴν ἐλπίδα τοῦ μηδὲν ὑπολείψειν παρεῖναι διὰ βίου· ταύτην δὲ τὰ μὲν εὐπόριστα124
10ἱκανῶς διασῴζει, τὰ δὲ πολυτελῆ ποιεῖ δυσέλπιστον. οἱ γοῦν πολλοὶ διὰ τοῦτο, καίπερ πολλὰ κεκτημένοι, ὡς ὑπολειψόντων ἀνήνυτα μοχθοῦσιν. ἀρκεῖσθαι δὲ τοῖς εὐπορίστοις καὶ λιτοτάτοις ποιεῖ τὸ μνημονεύειν ὅτι πρὸς μὲν τῆς ψυχῆς ἀξιόλογον ταραχῆς λύσιν
15οὐθὲν ἰσχύειν πέφυκεν οὐδ’ ὁ πᾶς πλοῦτος συναχθείς, τὸ δὲ τῆς σαρκὸς ὀχληρὸν ἐξαιρεῖ καὶ τὰ πάνυ μέτρια καὶ τυχόντα πᾶσάν τε εὐποριστίαν κεκτημένα, ὑπολεί‐ ποντά τε καὶ τὰ τοσαῦτα οὐ ταράττει τὸν ἀποθνῄ‐ σκειν μελετῶντα. ἔτι καὶ τὸ ἀλγεινὸν τὸ δι’ ἐνδείας
20πολλῆς ἠπιότητος ἢ τὸ διὰ πληρώσεως μετέχει, ἐὰν μή τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ· ἥ τε ποικιλία τῶν τροφῶν οὐχ ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλ’ οὐδὲ τὴν ἐν τῇ σαρκὶ ἡδονὴν συνεπαύξει. πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλγηδόνος
25ὑπεξαιρέσει. ὡς τό γε τῆς σαρκοφαγίας οὔτ’ ἔλυέν τι ὀχληρὸν τῆς φύσεως οὔθ’ ὃ μὴ συντελούμενον ἐπ’ ἀλγηδόνα ἠνύετο· τὴν δὲ χάριν βιαίαν εἶχεν καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμμονήν,
πρὸς δὲ ποικιλίαν ἡδονῶν συνεβάλλετο, ἐοικὸς ἀφρο‐125
30δισίοις ἢ ξενικῶν οἴνων πόσεσιν, ὧν καὶ χωρὶς δια‐ μένειν δύναται ἡ φύσις. ὧν δὲ χωρὶς οὐκ ἂν ὑπο‐ μείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥᾳδίως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθερίας ἡσυχίας τε καὶ

1

.

52

πολλῆς ῥᾳστώνης πορίζεσθαι. ἔτι δὲ οὐδὲ πρὸς ὑγείαν τὰ κρέα συντελεῖ, ἀλλὰ μᾶλλον τῇ ὑγείᾳ ἐμποδίζει. δι’ ὧν γὰρ ὑγεία ἀνακτᾶται, διὰ τούτων καὶ διαμένει· ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης,
5ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν. εἰ δὲ μὴ πρὸς τὴν Μίλωνος ῥώμην τὰ ἄψυχα συμβάλλεται μηδὲ ὅλως πρὸς ἐπίτασιν ἰσχύος, οὐδὲ γὰρ ῥώμης οὐδὲ ἐπιτάσεως ἰσχύος χρεία τῷ φιλοσόφῳ, εἰ μέλλοι θεωρίᾳ καὶ μὴ πράξεσι καὶ ἀκολασίαις προσέχειν. οὐδὲν δὲ θαυ‐
10μαστὸν τοὺς πολλοὺς οἴεσθαι εἰς ὑγίειαν συντελεῖν τὴν κρεοφαγίαν· τῶν γὰρ αὐτῶν ἦν καὶ τὰς ἀπολαύ‐ σεις οἴεσθαι ὑγείας εἶναι τηρητικὰς καὶ τὰ ἀφροδίσια, ἃ ὤνησε μὲν οὐδένα τινά, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν. εἰ δ’ οἱ πολλοὶ μὴ τοιοῦτοι, οὐδὲν πρὸς ἡμᾶς· οὐδὲ
15γὰρ φιλίας καὶ εὐνοίας πιστόν τι καὶ διαμόνιμον ἐν τοῖς πολλοῖς· οὐδὲ δεκτικοὶ τούτων οὐδὲ σοφίας οὐδὲ τῶν ἀξιόλογόν τι ἐχόντων σοφίας μορίων, οὐδὲ τοῦ συμφέροντος οὔτε τοῦ ἰδίου οὔτε τοῦ κοινοῦ συνετὸς ὁ πολύς, οὐδὲ ἐθῶν φαύλων καὶ ἀστείων κρίσιν ποι‐
20εῖσθαι δυνάμενος. πρός τε τούτοις· πολὺ τὸ ἀσελγὲς
καὶ ἀκρασίας γέμον ἐν τοῖς πολλοῖς. διὸ οὐδὲ φοβη‐126

1

.

53

τέον μή ποτε οὐκ ὦσιν οἱ βρωσόμενοι τὰ ζῷα. πάν‐ των μὲν γὰρ φρονησάντων τὰ ἄριστα οὐδεμία χρεία ὀρνιθευτικῆς, ἰξευτῶν, ἁλιέων, συβωτῶν. αὐτὰ δὲ αὑτὰ διοικοῦντα τὰ ζῷα καὶ μὴ ἔχοντα τὸν ἐπιμελό‐
5μενον καὶ ἐφεστῶτα ταχέως φθείρεται καὶ δαπανᾶ‐ ται πρὸς τῶν ἐπιτιθεμένων καὶ τὸ πλῆθος ἀναλισκόν‐ των, ὥσπερ ἐπὶ μυρίων ὧν οὐ γεύονται ἄνθρωποι ζῴων συμβέβηκεν· μενούσης δὲ τῆς κατὰ ἀνθρώπους ποικίλης καὶ παντοίας ἀφροσύνης ἔσονται μύριοι καὶ
10οἱ ταῦτα λαιμαργήσοντες. τηρεῖν τε χρὴ τὴν ὑγείαν οὐ φόβῳ θανάτου, ἀλλ’ ἕνεκα τοῦ μὴ ἐμποδίζεσθαι πρὸς τὰ ἀγαθὰ τὰ ἐκ τῆς θεωρίας. διατηρητικὸν δὲ αὐτῆς μάλιστα μὲν ἡ τῆς ψυχῆς ἀτάραχος κατάστασις καὶ ἡ πρὸς τὸ ὄντως ὂν διάθεσις τῆς διανοίας. πολὺ
15γὰρ τὸ ἄχρι σώματος ἐντεῦθεν ἀφικνούμενον, ὡς πείρᾳ διέδειξαν ἡμῶν ἑταῖροι, καὶ ἀρθρῖτιν νόσον περί τε πόδας καὶ χεῖρας τοσαύτην οὖσαν, ὡς ὅλων ὀκτὼ ἐτῶν φέρεσθαι βασταζομένους, ἀποκροῦσαι ἅμα τῇ ἐκστάσει τῶν χρημάτων καὶ πρὸς τὸ θεῖον ἐπιβλέ‐
20ψει· συναπέθεντο γοῦν ἅμα τοῖς χρήμασι καὶ ταῖς φροντίσιν καὶ τὴν νόσον τοῦ σώματος, ὥστε πολὺ πρὸς ὑγίειαν καὶ τὸ πᾶν ἐκ τῆς ποιᾶς ψυχῆς καταστά‐ σεως εἰς τὸ σῶμα κάτεισιν. συμβάλλεται δὲ ὡς ἐπὶ πλεῖστον καὶ ἡ τῆς τροφῆς ἐλάττωσις. καθόλου δὲ
25ὀρθῶς ὁ Ἐπίκουρος ἔφασκεν εὐλαβητέον εἶναι τρο‐
φήν, ἣν ἀποῦσαν μὲν ποθοῦμεν καὶ διώκομεν, συντε‐ λεσθεῖσαν δ’ ἐν ἀχαρίστῳ τίθεμεν. τοιαύτη δὲ πᾶσα ἡ δαψιλὴς καὶ παχεῖα. καὶ τοῦτο πάσχουσιν οἱ περὶ ταύτην ἐπτοημένοι, ἢ ἀναλώμασιν ἢ νόσοις ἢ πλη‐127

1

.

54

σμονῇ ἢ ἀσχολίαις περιπίπτοντες. διὸ καὶ ἐπὶ τῶν λιτῶν φυλακτέον τὸ πλήσμιον, καὶ πανταχοῦ σκεπτέον τί διὰ τῆς ἀπολαύσεως ἢ κτήσεως γίγνεται καὶ πηλίκον ἔχει μέγεθος καὶ τίνος ὀχληροῦ λυτικὸν σαρκὸς ἢ
5ψυχῆς, μὴ διὰ 〈κενὴν〉 χάριν ἡ περὶ ἑκάστου .... ἔντασις γίγνεται, ὥσπερ ὁτω.... βίος κεκύηται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλ’ ἔχεσθαι ὅρου καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις, καὶ λογίζεσθαι ὡς ὁ φοβούμενος ἐμψύχων ἀποχήν, εἴπερ δι’ ἡδονὴν ἅπτε‐
10ται κρεοφαγίας, τὸν θάνατον φοβεῖται. εὐθὺς γὰρ τῇ στερήσει τῶν βρωτῶν συνάπτει ἀορίστου τινὸς δεινοῦ παρουσίαν, ἐξ ἧς ὁ θάνατος. παρὰ δὲ τὰς τοιαύτας καὶ τὰς ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἄπληστος ὄρεξις γίγνεται καὶ πλούτων καὶ χρημάτων καὶ δόξης
15τοῦ συναυξήσειν τε νομίζειν τὸ πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου καὶ τὸ κατὰ τὸν θάνατον δεινὸν ὡς ἀπέραντον φοβεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτελείας οὐδὲ ἐγγὺς τείνει τῆς δι’ αὐταρκείας τῷ πεπειραμένῳ γιγνομένης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν ὅσων
20αὐτὸς χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης
〈δὲ〉 τῆς περὶ τὰ ἀφροδίσια πτοίας, τῆς ἔξω φιλοτιμίας, τίς λοιπὸν χρεία πλούτου ἀργοῦ, εἰς μηδὲν ἡμῖν χρη‐ σιμεύσοντος, ἀλλὰ μόνον βαρήσοντος; ὡς τὸ πεπλη‐ ρῶσθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ128
25ἀκραιφνής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε τῆς τοῦ κόρου ἡδονῆς, οὐ τῆς κατὰ τὴν πεῖναν πλη‐ σμονῆς, καὶ γεύεσθαι, ἵνα .... διὰ πάντων διέλθῃ, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον, μὴ τὸ ἀόριστον. οὕτω γὰρ καὶ τούτῳ εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέ‐
30σται διὰ τῆς αὐταρκείας καὶ ὁμοιώσεως τοῦ θεοῦ· οὕτως οὐδ’ αὐτὸ ἐπὶ πλέον ποθήσει οὐδὲ τὸν χρόνον ὡς προσθήσοντα αὐτῷ μεῖζον ἀγαθόν· οὕτως δ’ αὖ ἀληθινῶς πλουτήσει τῷ φυσικῷ ὅρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς· οὕτως οὐκ ἐπ’ ἐλπίδι κρε‐
35μήσεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἐχούσῃ τοῦ γε‐ νέσθαι· θορυβωδεστάτη γὰρ αὕτη· ἀλλ’ ἐν αὐταρκείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεῖ, οὐδὲ ἀγωνιάσει

1

.

55

μὴ τὸν πλείονα χρόνον παραμένειν. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον πρὸς Διός, τὸν μὲν κακοπαθοῦντα ἢ ἐν περιστάσει ὄντα ἰσχυρᾷ τῶν ἔξωθεν ἢ ἐν δε‐ σμοῖς εἰλημμένον οὐδ’ ἔννοιαν ἔχειν τροφῆς, οὐδὲ
5πόθεν πορισθήσεται φροντίζειν, ἀλλὰ καὶ [παρατιθε‐ μένης] παραιτεῖσθαι τὴν ἀναγκαίαν· τὸν δὲ ὄντως
δεσμώτην κατατεινόμενον ταῖς ἔνδον κακοπαθείαις ζητεῖν ἐδεσμάτων παρασκευήν, ποικιλίας φροντίζειν, δι’ ὧν τὸν δεσμὸν παχυνεῖ; καὶ πῶς ταῦτα ἀνδρῶν129
10ἦν ἐγνωκότων ἃ πεπόνθασιν, οὐχὶ φιληδούντων οἷς πεπόνθασιν καὶ ἐν οἷς εἰσὶν οὐκ εἰδότων; οἷς ἀντί‐ στροφον τὸ πάθος ἢ τοῖς εἰδόσι δεσμώταις τὴν ἑαυ‐ τῶν συμφορὰν γίγνεται. τῷ γὰρ ὑπάρχοντι βίῳ ἀχα‐ ριστοῦντες καὶ ταραχῆς ἀπλάτου γέμοντες, τοῦ ἀπόν‐
15τος εἰς πλήρωσιν ἐφίενται. οὐδεὶς γὰρ ἀπὸ τοῦ πάντα αὐτῷ εὔλυτα εἶναι τὰ κατὰ τοὺς θορύβους ἔρχεται ἐπὶ τραπεζῶν καὶ κλινῶν ἀργυρῶν ὀρέξεις καὶ μύ‐ ρων καὶ μαγείρων καὶ σκευῶν καὶ ἐσθήτων καὶ δεί‐ πνων ἐπὶ πᾶν πλῆθος καὶ ποικιλίας καὶ πολυτελείας
20ἀνθρώπων ἡκόντων, ἀλλ’ ἀπὸ ἀχρηστίας παντὶ τῷ ὑπάρχοντι βίῳ καὶ ἀγαθῶν ἀορίστου γενέσεως καὶ ταραχῆς ἀπλάτου. ὥσθ’ οἳ μὲν οὐ μέμνηνται τῷ τὸ παρὸν ἀποκρούειν, οἳ δὲ τὸ μὴ παρὸν ζητοῦσι τῷ

1

.

56

ἀχαριστεῖν τῷ παρόντι. ἑκατέρως δὲ ὁ θεωρητικὸς τοῦ λιτοῦ τῆς διαίτης ἀνθέξεται· καὶ γὰρ οἶδεν ἐν οἷς ἐστιν δεσμοῖς· ὥστε πολυτελείας ὀρέγεσθαι οὐ δύναται, καὶ τὸ λιτὸν ἀγαπῶν οὐ ζητήσει ἐμψύχων
5βρώσεις ὡς οὐκ ἀρκούμενος τῇ τῶν ἀψύχων. εἰ δὲ καὶ μὴ τοιαύτη ἦν ἡ τοῦ σώματος φύσις ἐπὶ τοῦ φιλοσόφου καὶ οὕτως εὐάγωγος καὶ διὰ τῶν τυ‐ χόντων εὐίατος, ἔδει δὲ καὶ ἀλγηδόνας ὑπομένειν
ἕνεκα τῆς ἀληθινῆς σωτηρίας, ἆρ’ οὐκ ἂν ὑπεμείνα‐130
10μεν; οὐ γὰρ δὴ νοσήματος στέρεσθαι δεῖ ὅπου σπου‐ δάζοντες πάνθ’ ὑπομένομεν, τεμνόμενοι, φοινισσό‐ μενοι, καιόμενοι, πικρὰ φάρμακα πίνοντες, καθαιρό‐ μενοι διὰ γαστρός, δι’ ἐμέτων, διὰ ῥινῶν, μισθούς τε προσαναλίσκοντες τοῖς ταῦθ’ ἡμᾶς διατιθεῖσιν,
15οὐχὶ δὲ τοῦ ἔνδον χάριν νοσήματος [ὡς ἂν τὸν ὑπὲρ ἀθανασίας ἀγῶνα ἀθλοῦντες καὶ θεοῦ συνουσίας, ὧν κωλυόμεθα διὰ τὴν τοῦ σώματος συνουσίαν] πάνθ’ ὑπομενοῦμεν εὐλόγως, εἰ καὶ μετ’ ἀλγηδόνων ποιεῖ‐ σθαι τὰς ὑπομονὰς ἐχρῆν; [καὶ οὐ δήπου τοῖς νόμοις
20τοῦ σώματος ἕπεσθαι βιαίοις οὖσι καὶ ἀντικειμένοις τοῖς τοῦ νοῦ νόμοις καὶ ταῖς ὁδοῖς ταῖς σωτηρίοις ὑπομένομεν.] ὅπου δὲ νῦν οὐδὲ περὶ ἀλγηδόνων ὑπομονῆς φιλοσοφοῦμεν, ἀλλὰ περὶ ἡδονῶν οὐκ ἀναγ‐ καίων ἀποβολῆς, τίς λοιπὸν ἀπολογία τοῖς ἀπαναι‐

1

.

57

σχυντεῖν πρὸς τὴν αὑτῶν ἀκρασίαν βουλομένοις; εἰ γὰρ δεῖ μηδὲν ὑποστειλάμενον [μετὰ παρρησίας] εἰ‐ πεῖν, οὐκ ἔστιν ἄλλως τυχεῖν τοῦ τέλους ἢ προσηλω‐ θέντα μέν, εἰ χρὴ φάναι, τῷ θεῷ, ἀφηλωθέντα δὲ
5τοῦ σώματος καὶ τῶν διὰ τούτου τῆς ψυχῆς ἡδυπα‐ θειῶν [δι’ ἔργων ἡμῖν τῆς σωτηρίας, οὐ δι’ ἀκροάσεως λόγων ψιλῆς γινομένης]. θεῷ δὲ οὐδὲ τῶν μερικῶν τινί, οὐχ ὅτι τῷ ἐπὶ πᾶσιν καὶ ὑπὲρ τὴν ἀσώματον φύσιν ἁπλῶς μεθ’ ὁποίας οὖν διαίτης καὶ ὅλως σαρ‐
10κοφαγίας ἐνῆν οἰκειοῦσθαι, ἀλλ’ ἁγνείαις παντοίαις καὶ ψυχῆς καὶ σώματος μόλις καταξιοῦσθαι τῆς ἐκείνου ἐπαισθήσεως, φύντι τε καλῶς καὶ ζῶντι ὁσίως καὶ καθαρῶς. ὥσθ’ ὅσῳ ὁ πάντων πατὴρ ἀπαθέστερος καὶ καθαρώτερος καὶ αὐταρκέστατος, ἅτε πόρρω ὑλι‐131
15κῆς ἐμφάσεως ἱδρυμένος, τόσῳ τὸν προσιόντα αὐτῷ παντοίως καθαρόν τε καὶ ἁγνὸν εἶναι προσήκει, ἀρ‐ ξάμενον ἀπὸ τοῦ σώματος καὶ τελευτῶντα εἰς τὸ εἴσω, καθ’ ἕκαστον τῶν μερῶν ἢ ὅλως τῶν προσόντων τὴν κατὰ φύσιν ἑκάστῳ ἁγνείαν ἀπονέμοντα. ἀλλ’ ἴσως
20πρὸς μὲν ταῦτα οὐδεὶς ἂν ἀντείποι, ἀπορήσειε δ’ ἂν πῶς ἐν ἁγνείᾳ τίθεμεν τὴν ἀποχήν, καίτοι ἐν ταῖς θυσίαις μηλοσφαγοῦντές τε καὶ βουθυτοῦντες ἁγνήν τε ταύτην νομίζοντες τὴν ἱερουργίαν καὶ θεοῖς κεχα‐ ρισμένην. διὸ μακροῦ δεομένων λόγου πρὸς τὴν
25τούτων διάλυσιν, ἀπ’ ἄλλης ἀρχῆς τὰ περὶ τῶν θυ‐ σιῶν διαληπτέον.
26

2

t

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

2

.

1

Τῶν περὶ λιτότητος καὶ ἁγνείας ζητημάτων ἐχό‐ μενοι εἰς τὸν περὶ τῶν θυσιῶν, ὦ Καστρίκιε, λόγον ἀφικόμεθα δυσδιαίτητόν τε ὁμοῦ καὶ πολλῆς ἐξηγή‐ σεως δεόμενον, εἰ μέλλοιμεν ἀληθῶς τε ἅμα καὶ τοῖς
5θεοῖς εὐαρέστως τὴν περὶ αὐτοῦ κρίσιν διαθήσειν.
διὸ εἰς ἴδιον σκέμμα τὸν τόπον ὑπερβαλλόμενοι, νῦν τὰ φαινόμενα ἡμῖν καὶ ὅσα δυνατὸν ἐξαγορεύειν ἐροῦ‐ μεν, τὸ παρορώμενον πρότερον εἰς τὴν ἐξ ἀρχῆς προ‐ κειμένην ὑπόθεσιν εὐθύναντες.132

2

.

2

πρῶτον μὲν γὰρ οὐ φαμὲν εἶναι ἀκόλουθον τῷ ἀναιρεῖν τὰ ζῷα τὸ δεῖν ἐξ ἀνάγκης αὐτὰ καὶ ἐσθίειν, οὐδ’ ὁ τὸ ἕτερον διδούς, λέγω δὲ τὸ σφάττειν, τίθησι πάντως καὶ τὸ ἐσθίειν. αὐτίκα πολεμίους μὲν ἐπιόν‐
5τας οἱ νόμοι ἀμύνεσθαι συνεχώρησαν, ἐσθίειν δ’ αὐ‐ τοὺς οὐκέτ’ εἶναι κατ’ ἄνθρωπον δέδοκται. δεύτερον οὐκ εἰ δαίμοσιν ἢ θεοῖς ἤ τισι δυνάμεσιν θῦσαί τι τῶν ἐμψύχων προσήκει διά τινας αἰτίας εἴτε γνω‐ στὰς εἴτε καὶ ἀγνώστους ἀνθρώποις, διὰ τοῦτο καὶ
10θοινᾶσθαι ἐξ ἀνάγκης δεῖ τὰ ζῷα. δειχθήσεται γὰρ ἄνθρωπος παραλαμβανόμενος ἐν θύμασι καὶ ζῷα, ὧν οὐκ ἄν τις οὐδὲ τῶν εἰωθότων σαρκοφαγεῖν ἀνθρώ‐ πων ὑπομείνειεν ἂν γεύσασθαι. καὶ μὴν ἐπὶ τοῦ φο‐ νεύειν ζῷα τὸ αὐτὸ παρορᾶται πλημμέλημα. οὐ γὰρ
15εἴ τινα δεῖ, καὶ πάντα, ὡς οὐδ’ εἰ τὰ ἄλογα ζῷα, πάν‐

2

.

3

τως καὶ ἀνθρώπους. ἥ τε ἀποχὴ τῶν ἐμψύχων, καθά‐ περ κἀν τῷ πρώτῳ ἐλέγομεν, οὐχ ἁπλῶς πᾶσιν ἀν‐ θρώποις παραγγέλλεται, ἀλλὰ τοῖς φιλοσόφοις, καὶ τούτων μᾶλλον τοῖς ἐκ τοῦ θεοῦ καὶ τῆς τούτου μι‐
5μήσεως τὴν σφῶν εὐδαιμονίαν ἀνάψασιν. οὐδὲ γὰρ ἐν τῷ πόλεως βίῳ τὰ αὐτὰ οἱ νομοθέται τοῖς τε ἰδιώ‐ ταις καὶ τοῖς ἱερεῦσιν ἀφωρίσαντο πρακτέα, ἀλλ’ ἔστιν ἐν οἷς συγχωρήσαντες τοῖς πολλοῖς τὰ κατὰ τὴν
τροφὴν καὶ τὸν ἄλλον βίον, τοὺς ἱερέας χρῆσθαι τοῖς133
10αὐτοῖς διεκώλυσαν, θάνατον ἢ ζημίας μεγάλας θέν‐

2

.

4

τες τὰ ἐπιτίμια. μὴ συγχεομένων ἄρα τούτων, ἀλλ’ ὃν προσήκει τρόπον διακρινομένων, τὰ πλεῖστα τῶν ἀντιλεγομένων εὑρίσκεται μάταια. τὰ γὰρ πλεῖστα ἢ ὅτι φονεύειν δεῖ διὰ τὰς βλάβας τὰς ἀπ’ αὐτῶν μη‐
5νύσαντα καὶ τὸ ὅτι ἐσθίειν ὡς ἀκόλουθον λαμβάνει, ἢ ὅτι ἐν ταῖς θυσίαις καὶ ζῷα παρελήφθη, συλλογίζε‐ ται ὡς καὶ ἀνθρώποις ἄρα βρωτέον ταῦτα. καὶ πάλιν εἴ τινα διὰ τὸ ἄγριον ἀναιρετέον, ἀξιοῦσιν ὡς ἀκό‐ λουθον τὸ δεῖν φονεύειν καὶ τὰ ἥμερα· καὶ εἴ τισι
10βρωτέον, οἷον ἀθληταῖς καὶ στρατιώταις καὶ τοῖς διὰ σώματος τὴν ἐργασίαν ποιουμένοις, ὅτι καὶ φιλοσό‐ φοις· καὶ εἴ τισι τούτων, καὶ πᾶσι· πασῶν τῶν ἀκο‐ λουθιῶν τούτων μοχθηρῶν τε οὐσῶν καὶ οὐδεμίαν ἀνάγκην τῆς θέσεως παραστῆσαι δυναμένων. καὶ ὅτι
15μὲν πᾶσαι μοχθηραί, ἐναργῶς αὐτόθεν τοῖς μὴ ἐρι‐ στικοῖς προσπίπτει. ἡμεῖς μέντοι τὰς μὲν ἤδη εὐθύ‐ ναντες, τὰς δὲ προϊόντος τοῦ λόγου ἐλέγξειν μέλλον‐ τες, νῦν τὸ περὶ τῶν θυσιῶν σκέμμα διευκρινήσομεν, τάς τε ἀρχὰς ὅθεν γεγόνασιν ἀφηγούμενοι, καὶ τίνες
20καὶ ποῖαι ἦσαν αἱ πρῶται, πῶς τε μετέβαλλον καὶ πότε, καὶ εἰ πάντα θυτέον τῷ φιλοσόφῳ, τίσιν τε αἱ θυσίαι αἱ διὰ τῶν ζῴων γίγνονται· καὶ ὅλως πᾶν τὸ παρακείμενον, τὰ μὲν αὐτοὶ ἐφευρίσκοντες, τὰ δὲ παρὰ
τῶν παλαιῶν λαμβάνοντες ἀναγράψομεν, τοῦ συμμέ‐134
25τρου καὶ οἰκείου τῇ ὑποθέσει στοχαζόμενοι κατὰ δύ‐ ναμιν. ἔχει δὲ οὕτως.

2

.

5

ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφ’ οὗ τό γε πάντων λογιώτατον γένος, ὡς φησὶν Θεόφραστος, καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν ἤρξατο πρῶτον ἀφ’ Ἑστίας τοῖς οὐρανίοις
5θεοῖς θύειν οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ γενεαῖς ὕστερον παρελήφθη ταῦτα, καὶ πλάνης καὶ μαστὴρ ὁ ἄνθρωπος γιγνόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολλῶν πόνων καὶ δακρύων σταγόνας τούτων ἀπήρξατο τοῖς θεοῖς.
10οὐ τούτων οὖν ἔθυον πρότερον, ἀλλὰ χλόης, οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέδωκεν ἡ γῆ, τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέτειον γεννωμένην πόαν, ἧς δρεπόμενοι φύλλα καὶ ῥίζας καὶ τοὺς ὅλους
15τῆς φύσεως αὐτῶν βλαστοὺς κατέκαιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι καὶ τοῦ πυρὸς ἀπαθανατίζοντες αὐτοῖς τὰς τιμάς. τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνατον φυλάττομεν ἐν τοῖς
ἱεροῖς ὡς ὂν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς135
20θυμιάσεως τῶν ἀπὸ γῆς θυμιατήριά τε ἐκάλουν καὶ τὸ θύειν καὶ θυσίας· ἃ δὴ ἡμεῖς ὡς τὴν ὑστέραν πλημ‐ μέλειαν ἐκβαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θεραπείαν καλοῦντες θυσίαν. τοσοῦ‐ τον δὲ τοῖς παλαιοῖς τοῦ μὴ παραβαίνειν τὸ ἔθος
25ἔμελεν, ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισ‐ αγόντων δὲ ἕτερον ἀρασομένους ἀρώματα τὰ θυμιώ‐ μενα νῦν προσαγορεῦσαι. τὴν δὲ ἀρχαιότητα τῶν εἰρημένων θυμιαμάτων κατίδοι τις ἂν ἐπιβλέψας ὅτι πολλοὶ καὶ νῦν ἔτι θύουσι συγκεκομμένα τῶν εὐωδῶν
30ξύλων τινά. ὅθεν μετὰ τὴν ἐξ ἀρχῆς πόαν δενδρο‐ φυούσης ἤδη τῆς γῆς, πρώτης δρυὸς καρποφαγήσαντες, τῆς μὲν τροφῆς διὰ τὴν σπάνιν μικρά, τῶν δὲ φύλ‐ λων αὐτῆς πλείω τοῖς θεοῖς εἰς τὰς θυσίας ἀνῆπτον. μετὰ δὲ ταῦτα ὁ βίος ἐπὶ τὴν ἥμερον ἤδη τροφὴν
35μεταβαίνων καὶ θύματα 〈τὰ〉 ἐκ τῶν καρπῶν ‘ἅλις

2

.

6

δρυὸσ‘ ἔφη. τοῦ δὲ Δημητρίου καρποῦ μετὰ τὸν χέδροπα πρώτου φανέντος κριθῶν, ταύταις ἀπ’ ἀρχῆς μὲν οὐλοχυτεῖτο κατὰ τὰς πρώτας θυσίας τὸ τῶν ἀν‐ θρώπων γένος· ὕστερον δὲ ἐρειξαμένων τε αὐτὰς καὶ
5τὴν τροφὴν ψαισαμένων τὰ μὲν τῆς ἐργασίας ὄργανα θείαν τοῖς βίοις ἐπικουρίαν παρασχόντα κρύψαντες
εἰς ἀπόρρητον, ὡς ἱεροῖς αὐτοῖς ἀπήντων, τοῦ δ’ ἀληλεμένου βίου παρὰ τὸν πρόσθεν μακαρισθέντος, ἀπήρξαντό τι τῆς ψαισθείσης τροφῆς πρῶτον εἰς πῦρ136
10τοῖς θεοῖς. ὅθεν ἔτι καὶ νῦν πρὸς τῷ τέλει τῶν θυσιῶν τοῖς ψαισθεῖσι θυλήμασι χρώμεθα, μαρτυ‐ ροῦντες μὲν τῷ πραττομένῳ τὴν ἐξ ἀρχῆς τῶν θυμά‐ των αὔξησιν, οὐ συνορῶντες δὲ τίνος χάριν τούτων ἕκαστα δρῶμεν. ἀφ’ ὧν ὁρμωμένοις ἡμῖν, καὶ τῶν
15κριθῶν ἀλλὰ καὶ τῶν πυρῶν ἀφθονωτέρων γιγνομέ‐ νων, προσετίθεντο πελάνων ἤδη καὶ τῶν λοιπῶν ἁπάντων ἀπαρχαὶ τοῖς θεοῖς εἰς τὰς θυσίας· πολλὰ μὲν ἀνθολογούντων, οὐκ ἐλάττω δὲ τούτων μιγνύντων 〈τῶν〉 τότε, εἴ τι καλὸν εἶχον ἐν βίῳ καὶ πρέπον ὀσμῇ
20πρὸς θείαν αἴσθησιν. καὶ τὰ μὲν στέφοντες, τὰ δ’ εἰς πῦρ δωρούμενοι, θείας ἑτέρας σταγόνας οἴνου καὶ μέλιτος ἔτι δ’ ἐλαίου ταῖς χρείαις ἀνευρίσκοντες

2

.

7

ἀπήρχοντο καὶ τούτων τοῖς αἰτίοις θεοῖς. οἷς μαρτυ‐ ρεῖν ἔοικεν καὶ ἡ Ἀθήνησιν ἔτι καὶ νῦν δρωμένη πομπὴ Ἡλίου τε καὶ Ὡρῶν. πομπεύει γὰρ εἰλυσπόα
ἄγρωστις ἐπὶ πυρηνίων ἡγηρίας, ὄσπρια, δρῦς, μιμαί‐137
5κυλα, κριθαί, πυροί, παλάθη ἡγητηρία, ἀλεύρων πυρί‐ νων καὶ κριθίνων φθοῖς, ὀρθοστάτης, χύτρος. πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη, ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς
10πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰλη‐ φέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων, ἀφ’ οὗ λιμῶν τε καὶ πολέμων πειρα‐ θέντες αἱμάτων ἥψαντο. τοιγὰρ οὖν τὸ δαιμόνιον, ὡς φησὶν ὁ Θεόφρα‐
15στος, τούτων ἑκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέ‐ πουσαν ἔοικε τιμωρίαν. καθὸ οἳ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἳ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηθὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς·
20οὕτως οἳ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οὐδε‐ μίαν ἀπαρχὴν τῶν ὑπαρχόντων ποιούμενοι τοῖς θεοῖς· οἳ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.

2

.

8

διὸ Θῶες μὲν οἱ ἐν μεθορίοις Θρᾴκης οἰκήσαντες μηδενὸς ἀπαρχόμενοι μηδὲ θύοντες, ἀνάρπαστοι κατ’
ἐκεῖνον ἐγένοντο τὸν χρόνον ἐξ ἀνθρώπων, καὶ οὔτε τοὺς οἰκοῦντας οὔτε τὴν πόλιν οὔτε τὸν τῶν οἰκήσεων138
5θεμέλιον ἐξαίφνης οὐδεὶς εὑρεῖν ἐδύνατο·
ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐθέλεσκον ἴσχειν, οὐδ’ ἀθανάτους θεραπεύειν ἤθελον, οὐδ’ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, ἣ θέμις ἀθανάτοις.
10τοιγὰρ οὖν αὐτοὺς Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς οὐκ ἐδίδουν μακάρεσσιν οὐδ’ ἀπήρχοντο τούτοις, καθάπερ ἦν δίκαιον. Βασ‐ σάρων δὲ δὴ τῶν τὸ πάλαι τὰς Ταύρων θυσίας οὐ μό‐
15νον ζηλωσάντων, ἀλλὰ καὶ τῇ τῶν ἀνθρωποθυσιῶν βακχείᾳ βορὰν τούτων προσθεμένων (καθάπερ ἡμεῖς νῦν ἐπὶ τῶν ζῴων· ἀπαρξάμενοι γὰρ τὰ λοιπὰ δαῖτα τιθέμεθα), τίς οὐκ ἀκήκοεν ὅτι μετὰ μανίας προσπί‐ πτοντές τε καὶ δάκνοντες ἀλλήλους, ἔτι δὲ πρὸς ἀλή‐
20θειαν αἱμοδαιτοῦντες οὐκ ἐπαύσαντο πρὶν τὸ γένος ἐξαναλῶσαι τῶν πρώτων παρ’ αὐτοῖς τῆς τοιαύτης ἁψαμένων θυσίας;

2

.

9

ὑστέρα μὲν τοίνυν καὶ νεωτάτη ἡ διὰ τῶν ζῴων θυσία, τὴν δὲ αἰτίαν λαβοῦσα οὐκ εὐχάριστον ὡς ἡ ἐκ τῶν καρπῶν, ἀλλὰ λιμοῦ ἤ τινος ἄλλης δυστυχίας
περίστασιν. αὐτίκα τῶν κατὰ μέρος παρ’ Ἀθηναίοις139
5ἀναιρέσεων αἱ πλεῖσται ἢ ἀγνοίας ἢ ὀργὰς ἢ φόβους τὰς ἀρχὰς ἔχουσιν. τὴν μὲν γὰρ τῶν συῶν σφαγὴν ἀκουσίῳ ἁμαρτίᾳ Κλυμένης προσάπτουσιν, ἀπροαιρέ‐ τως μὲν βαλούσης, ἀνελούσης δὲ τὸ ζῷον. διὸ καὶ εὐλαβηθέντα αὐτῆς τὸν ἄνδρα, ὡς παράνομον διαπε‐
10πραγμένης, Πυθῶδε ἀφικόμενον χρήσασθαι τῷ τοῦ θεοῦ μαντείῳ. τοῦ δὲ θεοῦ τῷ συμβάντι ἐπιτρέψαντος, ἀδιάφορον λοιπὸν νομίσαι τὸ γιγνόμενον. Ἐπισκόπῳ δέ, ὃς ἦν ἔκγονος τῶν Θεοπρόπων, βουληθέντι προ‐ βάτων ἀπάρξασθαι, ἐπιτρέψαι μὲν φασὶ τὸ λόγιον,
15σὺν πολλῇ δ’ εὐλαβείᾳ. ἔχει γὰρ οὕτως· οὔ σε θέμις κτείνειν ὀίων γένος ἐστὶ βέβαιον, ἔγγονε Θειοπρόπων· ὃ δ’ ἑκούσιον ἂν κατανεύσῃ χέρνιβ’ ἐπιθύειν τὸ δ’, Ἐπίσκοπε, φημὶ δικαίως.

2

.

10

αἶγα δ’ ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς ἐχειρώσαντο πρῶτον, ὅτι ἄμπελον ἀπέθρισεν· βοῦν δὲ Δίομος ἔσφαξε πρῶ‐ τος, ἱερεὺς ὢν τοῦ Πολιέως Διός, ὅτι τῶν Διιπολείων ἀγομένων καὶ παρεσκευασμένων κατὰ τὸ πάλαι ἔθος
5τῶν καρπῶν ὁ βοῦς προσελθὼν ἀπεγεύσατο τοῦ ἱεροῦ πελάνου· συνεργοὺς γὰρ λαβὼν τοὺς ἄλλους ὅσοι
παρῆσαν, ἀπέκτεινε τοῦτον. καὶ παρὰ μὲν Ἀθηναίοις τοιαῦται κατὰ μέρος ἀποδίδονται αἰτίαι, ἄλλαι δὲ παρ’ ἄλλοις λέγονται· πλήρεις δὲ πᾶσαι οὐκ εὐαγῶν ἀπο‐140
10λογιῶν. λιμὸν δὲ οἱ πλεῖστοι αἰτιῶνται καὶ τὴν ἐκ τούτου ἀδικίαν. διὸ γευσάμενοι τῶν ἐμψύχων ἀπήρ‐ ξαντο καὶ τούτων, εἰωθότες τῆς τροφῆς ἀπάρχεσθαι. ὅθεν οὐδὲ πρεσβύτερον τὸ θυσιῶν ὑπάρχον τῆς ἀναγ‐ καίας τροφῆς ἐκ τούτου ἀφορίζοι ἂν τοῖς ἀνθρώποις
15τὸ βρωτέον, ἑπόμενον δὲ οἷς ἐγεύσαντο καὶ ἀπήρ‐ ξαντο, οὐκ ἀναγκάζοι προσίεσθαι ὡς εὐσεβές, οὗ μὴ

2

.

11

εὐσεβῶς τοῖς θεοῖς ἀπήρξαντο. μηνύει δὲ οὐχ ἥκιστα ἐξ ἀδικίας πᾶν τὸ τοιοῦτο λαβεῖν τὴν ἀρχὴν τὸ μὴ ἐν παντὶ ἔθνει τὰ αὐτὰ ἢ θύειν ἢ ἐσθίειν, ἐκ δὲ τῆς χρείας τῆς πρὸς αὑτοὺς στοχάζεσθαι τοῦ καθήκοντος.
5παρὰ γοῦν Αἰγυπτίοις καὶ Φοίνιξι θᾶττον ἄν τις ἀνθρωπείων κρεῶν γεύσαιτο ἢ θηλείας βοός. αἴτιον δὲ ὅτι χρήσιμον τὸ ζῷον ὂν τοῦτο ἐσπάνιζεν παρ’ αὐτοῖς. διὸ ταύρων μὲν καὶ ἐγεύσαντο καὶ ἀπήρξαντο, τῶν δὲ θηλειῶν φειδόμενοι τῆς γονῆς ἕνεκα, ἐν μύσει
10τὸ ἅψασθαι ἐνομοθέτησαν· καίτοι γε τῆς χρείας ἐφ’ ἑνὸς καὶ ταὐτοῦ γένους [τῶν βοῶν] τό τε εὐσεβὲς καὶ τὸ ἀσεβὲς διώρισαν. ὧν δὴ τοῦτον ἐχόντων τὸν τρό‐ πον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, χρώμενος
15καὶ τοιαύταις ἄλλαις αἰτίαις.141

2

.

12

πρῶτον μὲν ὅτι ἐξ ἀνάγκης μείζονος, ὡς ἔφαμεν, ἡμᾶς καταλαβούσης κατήρξαντο αὐτῶν· λιμοὶ γὰρ αἴτιοι καὶ πόλεμοι, οἳ καὶ τοῦ γεύσασθαι ἀνάγκην ἐπήγαγον. ὄντων οὖν τῶν καρπῶν, τίς χρεία τῷ τῆς ἀνάγκης
5χρῆσθαι θύματι; ἔπειτα τῶν εὐεργεσιῶν τὰς ἀμοιβὰς καὶ τὰς χάριτας ἄλλοις μὲν ἄλλας ἀποδοτέον κατὰ τὴν ἀξίαν τῆς εὐποιίας, τοῖς δὲ εἰς τὰ μέγιστα ἡμᾶς εὖ πεποιηκόσιν τὰς μεγίστας καὶ ἀπὸ τῶν τιμιωτάτων, καὶ μάλιστα εἰ αὐτοὶ εἶεν τούτων πάροχοι. κάλλιστα
10δὲ καὶ τιμιώτατα ὧν ἡμᾶς οἱ θεοὶ εὖ ποιοῦσιν, οἱ καρποί· διὰ γὰρ τούτων ἡμᾶς σῴζουσιν καὶ νομίμως ζῆν παρέχουσιν· ὥστε ἀπὸ τούτων αὐτοὺς τιμητέον. καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦ‐ μεν· οὐθὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν.
15εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν ὁ θεὸς εἰς χρῆσιν δέδωκεν, ἀλλ’ ὅτι γε ἐπιθυο‐ μένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι κατὰ τοὔνομα. ὅσιος δὲ οὐδεὶς
20ὃς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβῃ κἂν φυτά, μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδι‐ κουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρποὺς ὁ ἀφελόμενος ἄλλων ὁσίως θύει, τά γε τούτων τιμιώ‐
τερα παντελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν·142
25τὸ γὰρ δεινὸν οὕτω γίγνεται μεῖζον· ψυχὴ δὲ πολλῷ τιμιώτερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι

2

.

13

θύοντα τὰ ζῷα οὐ προσῆκεν. ἀλλ’ ἴσως τις ἂν εἴποι ὅτι καὶ τῶν φυτῶν ἀφαιροῦμέν τι. ἀλλ’ οὐχ ὁμοία ἡ ἀφαίρεσις· οὐ γὰρ παρὰ ἀκόντων. καὶ γὰρ ἡμῶν ἐασάντων, αὐτὰ μεθήσει τοὺς καρπούς, καὶ ἡ τῶν
5καρπῶν λῆψις οὐ μετ’ ἀπωλείας αὐτῶν, καθάπερ ὅταν τὰ ζῶα τὴν ψυχὴν πρόηται. καὶ τὴν παρὰ τῶν μελιτ‐ τῶν δὲ τοῦ καρποῦ παράληψιν ἐκ τῶν πόνων ἡμῶν γιγνομένην, κοινὴν ἔχειν προσήκει καὶ τὴν ὄνησιν. συνάγουσι γὰρ αἱ μέλιτται ἐκ τῶν φυτῶν τὸ μέλι,
10ἡμεῖς δὲ αὐτῶν ἐπιμελούμεθα. διὸ καὶ δεῖ οὕτω με‐ ρίζεσθαι, ὡς μηδεμίαν αὐταῖς γίγνεσθαι βλάβην. τὸ δ’ ἄχρηστον μὲν ἐκείναις, ἡμῖν δὲ χρήσιμον εἴη ἂν μισθὸς ὁ παρ’ ἐκείνων. ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. καὶ γὰρ ἄλλως πάντα μὲν τῶν θεῶν
15ἐστίν, ἡμῶν δὲ δοκοῦσιν εἶναι οἱ καρποί· ἡμεῖς γὰρ καὶ σπείρομεν αὐτοὺς καὶ φυτεύομεν καὶ ταῖς ἄλλαις ἐπιμελείαις ἀνατρέφομεν. θυτέον οὖν ἐκ τῶν ἡμετέ‐ ρων, οὐ τῶν ἀλλοτρίων· ἐπεὶ καὶ τὸ εὐδάπανον καὶ εὐπόριστον τοῦ δυσπορίστου ὁσιώτερον καὶ θεοῖς κεχα‐
20ρισμένον καὶ τὸ ῥᾷστον τοῖς θύουσιν πρὸς συνεχῆ
εὐσέβειαν ἕτοιμον. τὸ τοίνυν μήθ’ ὅσιον μήτ’ εὐδά‐143

2

.

14

πανον οὐ πάνυ θυτέον, εἰ καὶ παρείη. ὅτι δ’ οὐ τῶν εὐπορίστων καὶ εὐδαπάνων τὰ ζῷα, θεωρητέον εἰς τὸ πολὺ τοῦ γένους ἡμῶν ὁρῶντας. οὐ γὰρ εἴ τινές εἰσι ‘πολύρρηνες [καὶ] πολυβοῦται‘ τῶν ἀνθρώπων, τοῦτο
5σκεπτέον· πρῶτον μὲν ὅτι πολλὰ τῶν ἐθνῶν οὐ κέκτη‐ ται τῶν θυσίμων ζῴων οὐθέν, εἰ μή τι τῶν ἀτίμων [λέγοι]· δεύτερον δὲ ὅτι τῶν ἐν ταῖς πόλεσιν οἰκούν‐ των οἱ πλεῖστοι σπανίζουσι τούτων. εἰ δὲ καὶ τῶν ἡμέρων τις καρπῶν λέγοι σπανίζειν, ἀλλ’ οὐ τῶν γε
10λοιπῶν τῶν ἐκ γῆς φυομένων, οὐδ’ οὕτω χαλεπὸν τοὺς καρποὺς ὡς τὰ ζῷα πορίσασθαι. [ῥᾴων ἄρ’ ὁ πόρος τῶν καρπῶν καὶ τῶν ἀπὸ γῆς ἢ ὁ τῶν ζῴων.] τὸ δὲ εὐδάπανον καὶ εὐπόριστον πρὸς συνεχῆ εὐσέβειαν συν‐

2

.

15

τελεῖ καὶ πρὸς τὴν ἁπάντων. καὶ μαρτυρεῖ γε ἡ πεῖρα ὅτι χαίρουσιν τούτῳ οἱ θεοὶ ἢ τῷ πολυδαπάνῳ. οὐ γὰρ ἄν ποτε τοῦ Θετταλοῦ ἐκείνου 〈τοῦ〉 τοὺς χρυσό‐ κερως βοῦς καὶ τὰς ἑκατόμβας τῷ Πυθίῳ προσάγοντος
5μᾶλλον ἔφησεν ἡ Πυθία τὸν Ἑρμιονέα κεχαρίσθαι θύσαντα τῶν ψαιστῶν ἐκ τοῦ πηριδίου τοῖς τρισὶ δακτύλοις. προσεπιβαλόντι δὲ διὰ τὸ ῥηθὲν τὰ λοιπὰ πάντα τῆς πήρας ἐπὶ τὸν βωμόν, εἶπε πάλιν ὅτι δὶς
τόσον ἀπέχθοιτο τοῦτο δράσας ἢ πρότερον ἦν κεχαρι‐144
10σμένος. οὕτω τὸ εὐδάπανον φίλον θεοῖς, καὶ μᾶλλον τὸ δαιμόνιον πρὸς τὸ τῶν θυόντων ἦθος ἢ πρὸς τὸ τῶν θυομένων πλῆθος βλέπει.

2

.

16

τὰ παραπλήσια δὲ καὶ Θεόπομπος ἱστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκή‐ ματα. τοῦτον δ’ εἰθίσθαι τοῖς θεοῖς καθ’ ἕκαστον
5ἐνιαυτὸν θυσίας ποιεῖσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς, τὰ μὲν δι’ εὐπορίαν τῶν ὑπαρχόντων, τὰ δὲ δι’ εὐσέ‐ βειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῷ θεῷ καὶ τιμήσαντα
10μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηριασόμενον· οἰόμενον δὲ κάλλιστα πάντων ἀν‐ θρώπων θεραπεύειν τοὺς θεοὺς ἐρέσθαι τὴν Πυθίαν, τὸν ἄριστα καὶ προθυμότατα τὸ δαιμόνιον γεραίροντα θεσπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστά‐
15τας, ὑπολαμβάνοντα δοθήσεσθαι αὑτῷ τὸ πρωτεῖον. τὴν δὲ ἱέρειαν ἀποκρίνασθαι, πάντων ἄριστα θερα‐ πεύειν τοὺς θεοὺς Κλέαρχον κατοικοῦντα ἐν Μεθυ‐ δρίῳ τῆς Ἀρκαδίας. τὸν δ’ ἐκπλαγέντα ἐκτόπως ἐπι‐ θυμῆσαι τὸν ἄνθρωπον ἰδεῖν καὶ ἐντυχόντα μαθεῖν,
20τίνα τρόπον τὰς θυσίας ἐπιτελεῖ. ἀφικόμενον οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονῆσαι
μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλ’ οὐδ’ ἂν αὐτὴν τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὑ‐145
25τοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δ’ οὖν συντυχόντα τῷ ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῷ, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾷ. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς καθήκουσι χρό‐ νοις, κατὰ μῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα
30καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ἱερῶν, ἃ δὴ τοὺς προγόνους καταλιπεῖν, καὶ τιμᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ ποπάνοις· κατ’ ἐνιαυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλεί‐ ποντα οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θερα‐
35πεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ἱερεῖα κατα‐ κόπτοντα, ἀλλ’ ὅτι ἂν παρατύχῃ ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων ἃ ἐκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπονέμειν· καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ
40καθαγίζειν αὐτοῖς· αὐτὸν δὲ τῇ αὐταρκείᾳ προσεσχη‐ κότα τὸ θῦσαι βοῦς προεῖσθαι.

2

.

17

παρ’ ἐνίοις δ’ ἱστόρηται τῶν συγγραφέων, τῶν Τυρρηνῶν μετὰ τὸ κρατῆσαι Καρχηδονίων ἑκατόμβας
κατὰ πολλὴν ἔριν τὴν πρὸς ἀλλήλους ἐκπρεπεῖς παρα‐ στησάντων τῷ Ἀπόλλωνι, εἶτα πυνθανομένων αἷς146
5ἡσθείη μάλιστα, παρ’ ἐλπίδα πᾶσαν αὐτὸν ἀποκρίνα‐ σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗτος, σκληρὰ γεωργῶν πετρίδια· κατιὼν δὲ ἀπὸ τοῦ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πήρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας
10τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελεσάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαί‐ νεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται, ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ·
15τεκμήριον δ’· ὅταν γὰρ ἑκατόμβας τινὲς θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος πάντων καὶ λιβανωτὸς ἐπετέθη, ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα,
20 τὸ δὲ μικρὸν αὐτὸ τοῦτ’ ἀρεστὸν τοῖς θεοῖς. καὶ Μένανδρος δ’ ἐν Δυσκόλῳ φησίν,
ὁ λιβανωτὸς εὐσεβὴς καὶ τὸ πόπανον· τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν τεθέν.147

2

.

18

διὰ τοῦτο καὶ τοῖς κεραμεοῖς ἀγγείοις καὶ τοῖς ξυλίνοις καὶ πλεκτοῖς ἐχρῶντο καὶ μᾶλλον πρὸς τὰς δημοτελεῖς ἱεροποιίας, τοιούτοις χαίρειν πεπεισμένοι τὸ θεῖον. ὅθεν καὶ τὰ παλαιότατα ἕδη κεραμεᾶ καὶ
5ξύλινα ὑπάρχοντα μᾶλλον θεῖα νενόμισται διά τε τὴν ὕλην καὶ τὴν ἀφέλειαν τῆς τέχνης. τὸν γοῦν Αἰσχύ‐ λον φασί, τῶν Δελφῶν ἀξιούντων εἰς τὸν θεὸν γρά‐ ψαι παιᾶνα, εἰπεῖν ὅτι βέλτιστα Τυννίχῳ πεποίηται· παραβαλλόμενον δὲ τὸν αὑτοῦ πρὸς τὸν ἐκείνου
10ταὐτὸν πείσεσθαι τοῖς ἀγάλμασιν τοῖς καινοῖς πρὸς τὰ ἀρχαῖα· ταῦτα γὰρ καίπερ ἀφελῶς πεποιημένα, θεῖα νομίζεσθαι, τὰ δὲ καινὰ περιέργως εἰργασμένα θαυμάζεσθαι μέν, θείου δὲ δόξαν ἧττον ἔχειν. καὶ τὸν Ἡσίοδον οὖν εἰκότως τὸν τῶν ἀρχαίων θυσιῶν
15νόμον ἐπαινοῦντα εἰπεῖν, ὥς κε πόλις ῥέζῃσι, νόμος δ’ ἀρχαῖος ἄριστος.

2

.

19

οἱ δὲ τὰ περὶ τῶν ἱερουργιῶν γεγραφότες καὶ θυσιῶν τὴν περὶ τὰ πόπανα ἀκρίβειαν φυλάττειν παραγγέλλουσιν, ὡς ἀρεστὴν τοῖς θεοῖς ταύτην ἢ τὴν διὰ τῶν ζῴων θυσίαν. καὶ Σοφοκλῆς διαγράφων
5τὴν θεοφιλῆ θυσίαν φησὶν ἐν τῷ Πολυΐδῳ,
ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δ’ ἀμπέλου
σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη· ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τ’ ἐλαίας καὶ τὸ ποικιλώτατον148
10
ξουθῆς μελίσσης κηρόπλαστον ὄργανον. σεμνὰ δ’ ἦν τῶν πρὶν ὑπομνήματα ἐν Δήλῳ ἐξ Ὑπερ‐ βορέων ἀμαλλοφόρων. δεῖ τοίνυν καθηραμένους τὸ ἦθος ἰέναι θύσοντας, τοῖς θεοῖς θεοφιλεῖς τὰς θυσίας προσάγοντας, ἀλλὰ
15μὴ πολυτελεῖς. νῦν δὲ ἐσθῆτα μὲν λαμπρὰν περὶ σῶμα μὴ καθαρὸν ἀμφιεσαμένοις οὐκ ἀρκεῖν νομίζου‐ σιν πρὸς τὸ τῶν θυσιῶν ἁγνόν· ὅταν δὲ τὸ σῶμα μετὰ τῆς ἐσθῆτός τινες λαμπρυνάμενοι μὴ καθαρὰν κακῶν τὴν ψυχὴν ἔχοντες ἴωσιν πρὸς τὰς θυσίας,
20οὐδὲν διαφέρειν νομίζουσιν, ὥσπερ οὐ τῷ θειοτάτῳ γε τῶν ἐν ἡμῖν χαίροντα μάλιστα τὸν θεὸν διακει‐ μένῳ καθαρῶς, ἅτε συγγενεῖ πεφυκότι. ἐν γοῦν Ἐπι‐ δαύρῳ προεγέγραπτο,
ἁγνὸν χρὴ ναοῖο θυώδεος ἐντὸς ἰόντα
25ἔμμεναι· ἁγνεία δ’ ἐστὶ φρονεῖν ὅσια.

2

.

20

ὅτι δὲ οὐ τῷ ὄγκῳ χαίρει ὁ θεὸς τῶν θυσιῶν, ἀλλὰ τῷ τυχόντι, δῆλον ἐκ τοῦ τῆς καθ’ ἡμέραν τρο‐
φῆς, κἂν ὁποία τις οὖν αὕτη παρατεθῇ, ταύτης πρὸ τῶν ἀπολαύσεων πάντας ἀπάρχεσθαι μικρὸν μέν,149
5ἀλλὰ τῷ μικρῷ τούτῳ παντὸς μᾶλλον μεγάλη τίς ἐστι τιμή. διὰ πολλῶν δὲ ὁ Θεόφραστος 〈ἐκ〉 τῶν παρ’ ἑκά‐ στοις πατρίων ἐπιδείξας, ὅτι τὸ παλαιὸν τῶν θυσιῶν διὰ τῶν καρπῶν ἦν ἔτ’ εἰπὼν πρότερον τῆς πόας
10λαμβανομένης, καὶ τὰ τῶν σπονδῶν ἐξηγεῖται τοῦτον τὸν τρόπον. τὰ μὲν ἀρχαῖα τῶν ἱερῶν νηφάλια παρὰ πολλοῖς ἦν, νηφάλια δ’ ἐστὶν τὰ ὑδρόσπονδα, τὰ δὲ μετὰ ταῦτα μελίσπονδα· τοῦτον γὰρ ἕτοιμον παρὰ μελιττῶν πρῶτον
15ἐλάβομεν τὸν ὑγρὸν καρπόν· εἶτ’ ἐλαιόσπονδα· τέλος

2

.

21

δ’ ἐπὶ πᾶσιν τὰ ὕστερον γεγονότα οἰνόσπονδα. μαρτυ‐ ρεῖται δὲ ταῦτα οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαντικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρ’ Ἐμπεδοκλέους, ὃς
5περὶ τῆς θεογονίας διεξιὼν καὶ περὶ τῶν θυμάτων παρεμφαίνει λέγων· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδ’ ὁ Κρόνος οὐδ’ ὁ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια,
10ἥ ἐστιν ἡ φιλία· τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόσμοις σμύρνης τ’ ἀκράτου θυσίαις λιβάνου τε θυώδους ξουθῶν τε σπονδὰς μελιττῶν ῥιπτοῦντες ἐς οὖδας,150
15ἅπερ καὶ νῦν ἔτι σῴζεται παρ’ ἐνίοις οἷον ἴχνη τινὰ τῆς ἀληθείας ὄντα, ταύρων δ’ ἀκρίτοισι φόνοις οὐ δεύετο βωμός.

2

.

22

τῆς γὰρ [οἶμαι] φιλίας [καὶ τῆς] περὶ τὸ συγγενὲς αἰσθήσεως πάντα κατεχούσης, οὐδεὶς οὐθὲν ἐφόνευεν, οἰκεῖα εἶναι νομίζων τὰ λοιπὰ τῶν ζῴων. ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων
5ἀρχὴ κατέσχεν, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὅλως ἐφείδετο τῶν οἰκείων. σκεπτέον δ’ ἔτι καὶ ταῦτα. ὥσπερ γὰρ οἰκειότητος οὔσης ἡμῖν πρὸς τοὺς ἀνθρώ‐ πους, τοὺς κακοποιοὺς καὶ καθάπερ ὑπό τινος πνοῆς 〈τῆσ〉 ἰδίας φύσεως καὶ μοχθηρίας φερομένους πρὸς τὸ
10βλάπτειν τὸν ἐντυγχάνοντα ἀναιρεῖν ἡγούμεθα δεῖν καὶ κολάζειν ἅπαντας, οὕτως καὶ τῶν ἀλόγων ζῴων τὰ ἄδικα τὴν φύσιν καὶ κακοποιὰ πρός τε τὸ βλά‐ πτειν ὡρμημένα τῇ φύσει τοὺς ἐμπελάζοντας ἀναιρεῖν
ἴσως προσήκει, τὰ δὲ μηθὲν ἀδικοῦντα τῶν λοιπῶν151
15ζῴων μηδὲ τῇ φύσει πρὸς τὸ βλάπτειν ὡρμημένα ἀναιρεῖν τε καὶ φονεύειν ἄδικον δήπου, ὥσπερ καὶ τῶν ἀνθρώπων τοὺς τοιούτους. ὃ δὴ καὶ ἐμφαίνειν ἔοικεν δίκαιον ἡμῖν μηδὲν εἶναι πρὸς τὰ λοιπὰ τῶν ζῴων, διὰ τὸ βλαβερὰ ἄττα τούτων εἶναι καὶ κακοποιὰ
20τὴν φύσιν, τὰ δὲ μὴ τοιαῦτα, καθάπερ καὶ τῶν

2

.

23

ἀνθρώπων. ἆρ’ οὖν θυτέον τὰ ἄξια τοῦ σφάττεσθαι τοῖς θεοῖς; καὶ πῶς, εἴ γε φαῦλα τὴν φύσιν ἐστίν; οὐθὲν γὰρ μᾶλλον οὕτω ἢ τὰ ἀνάπηρα θυτέον. κακῶν δὲ οὕτως ἀπαρχὴν καὶ οὐ τιμῆς ἕνεκα τὰς θυσίας
5ποιήσομεν. εἰ δ’ ἄρα θυτέον τοῖς θεοῖς ζῷα, τὰ μηθὲν ἀδικοῦντα [τούτων] ἡμᾶς θυτέον. οὐκ ἀναιρετέον δὲ ὡμολογηκότες μηθὲν ἡμᾶς ἀδικοῦντα τῶν λοιπῶν ζῴων, ὥστε οὐδὲ θυτέον αὐτὰ τοῖς θεοῖς. εἰ οὖν οὔτε ταῦτα θυτέον οὔτε τὰ κακοποιά, πῶς οὐ φανερὸν ὅτι
10παντὸς μᾶλλον ἀφεκτέον καὶ οὐ θυτέον ἐστὶ τῶν λοι‐ πῶν ζῴων οὐδέν, ἀναιρεῖν γε μέντοι τούτων ἕτερ’

2

.

24

ἄττα προσήκει; καὶ γὰρ ὅλως τριῶν ἕνεκα θυτέον τοῖς θεοῖς· ἢ γὰρ διὰ τιμὴν ἢ διὰ χάριν ἢ διὰ χρείαν τῶν ἀγαθῶν. καθάπερ γὰρ τοῖς ἀγαθοῖς ἀνδράσιν, οὕτω κἀκείνοις ἡγούμεθα δεῖν ποιεῖσθαι τὰς ἀπαρχάς.
5τιμῶμεν δὲ τοὺς θεοὺς ἢ κακῶν μὲν ἀποτροπήν, ἀγαθῶν δὲ παρασκευὴν ἡμῖν γενέσθαι ζητοῦντες, ἢ
προπεπονθότες εὖ [ἢ ἵνα τύχωμεν ὠφελείας τινὸς] ἢ κατὰ ψιλὴν τὴν τῆς ἀγαθῆς αὐτῶν ἕξεως ἐκτίμησιν. ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τούτων152
10τινὸς ἕνεκα θυτέον. καὶ γὰρ ἃ θύομεν, τούτων τινὸς ἕνεκα θύομεν. ἆρ’ οὖν τιμῆς ἡγήσαιτ’ ἄν τις τυγχά‐ νειν ἡμῶν ἢ θεός, ὅταν ἀδικοῦντες εὐθὺς διὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσεται τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦντες τὰ
15μηδὲν ἀδικοῦντα τῶν ζῴων, ἀδικεῖν ὁμολογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοιπῶν ζῴων οὐθέν· οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας. ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐερ‐ γεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδιδοὺς οὐκ
20ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς χάριν ἀποδι‐ δοὺς καὶ τιμήν. ἀλλ’ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων
25ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν· ὥστ’ οὐδ’ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα,
30οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς153

2

.

25

οὐ θυτέον ἐστὶν ζῷα τὸ παράπαν τοῖς θεοῖς. ταῖς γὰρ ἐκ τῶν θυμάτων ἀπολαύσεσι τὸ περὶ τούτων ἀληθὲς ἐξαλείφειν πειρώμενοι λανθάνομεν ἡμᾶς αὐ‐ τούς, οὐ γὰρ δὴ τὸν θεόν. τῶν μὲν οὖν ἀτίμων ζῴων,
5ἃ μηδεμίαν εἰς τὸν βίον ἡμῖν παρέχεται χρείαν, καὶ τῶν οὐδεμίαν ἀπόλαυσιν ἐχόντων οὐθὲν θύομεν τοῖς θεοῖς. τίς γὰρ δὴ πώποτε ἔθυσεν ὄφεις καὶ σκορ‐ πίους ἢ πιθήκους ἤ τι τῶν τοιούτων ζῴων; τῶν δὲ τοῖς βίοις ἡμῶν χρείαν τινὰ παρεχομένων ἢ καί τι
10εἰς ἀπόλαυσιν ἐν αὑτοῖς ἐχόντων οὐθενὸς ἀπεχόμεθα, σφάττοντες ὡς ἀληθῶς καὶ δέροντες ἐπὶ προστασίας τοῦ θείου. βοῦς γὰρ καὶ πρόβατα πρός τε τούτοις ἐλάφους καὶ ὄρνιθας, αὐτούς τε τοὺς καθαρειότητος μὲν οὐδὲν κοινωνοῦντας, ἀπόλαυσιν δὲ ἡμῖν παρέ‐
15χοντας σιάλους σφάττομεν τοῖς θεοῖς· ὧν τὰ μὲν τοῖς βίοις ἡμῶν ἐπικουρεῖ συμπονοῦντα, τὰ δὲ εἰς τροφὴν ἤ τινας ἄλλας χρείας ἔχει βοήθειαν. τὰ δὲ οὐθὲν τούτων δρῶντα διὰ τὴν ἐξ αὐτῶν ἀπόλαυσιν ὁμοίως τοῖς ἔχουσι τὸ χρήσιμον ὑπὸ τῶν ἀνθρώπων ἀπόλλυ‐
20ται ταῖς θυσίαις. ἀλλ’ οὐκ ὄνους οὐδ’ ἐλέφαντας οὐδὲ ἄλλο τῶν συμπονούντων μέν, οὐκ ἐχόντων δὲ ἀπόλαυσιν θύομεν. καίτοι καὶ χωρίς γε τοῦ θύειν οὐκ ἀπεχόμεθα τῶν
τοιούτων, σφάττοντες διὰ τὰς ἀπολαύσεις, καὶ θύομεν154
25αὐτῶν τῶν θυσίμων οὐ τὰ τοῖς θεοῖς, πολὺ δὲ μᾶλλον τὰ ταῖς τῶν ἀνθρώπων ἐπιθυμίαις κεχαρισμένα, κατα‐ μαρτυροῦντες ἡμῶν αὐτῶν, ὅτι τῆς ἀπολαύσεως χάριν

2

.

26

ἐμμένομεν τοῖς τοιούτοις θύμασιν. καίτοι Σύρων μὲν [Ἰουδαῖοι] διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφραστος, ζῳοθυτούντων εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον τις κελεύοι θύειν, ἀποσταίημεν ἂν τῆς
5πράξεως. οὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυ‐ τοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατ’ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἵνα τοῦ δεινοῦ μὴ 〈Ἥλιοσ〉 ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶσιν νηστεύοντες τὰς ἀνὰ μέσον τούτων
10ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλό‐ σοφοι τὸ γένος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεο‐ κλυτοῦντες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε
15λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκῃ καὶ οὐκ ἐπι‐ θυμίᾳ τοῦτο πράξαντες. μάθοι δ’ ἄν τις ἐπιβλέψας τοὺς λογιωτάτους πάντων Αἰγυπτίους, οἳ τοσοῦτον ἀπεῖχον τοῦ φονεύειν τι τῶν λοιπῶν ζῴων, ὥστε τὰς τούτων εἰκόνας μιμήματα τῶν θεῶν ἐποιοῦντο.
20οὕτως οἰκεῖα καὶ συγγενῆ ταῦτα τοῖς θεοῖς ἐνόμιζον155

2

.

27

εἶναι καὶ τοῖς ἀνθρώποις. ἀπ’ ἀρχῆς μὲν γὰρ αἱ τῶν καρπῶν ἐγίνοντο τοῖς θεοῖς θυσίαι· χρόνῳ δὲ τῆς ὁσιότητος ἡμῶν ἐξαμελησάντων, ἐπεὶ καὶ τῶν καρπῶν ἐσπάνισαν καὶ διὰ τὴν τῆς νομίμου τροφῆς
5ἔνδειαν εἰς τὸ σαρκοφαγεῖν ἀλλήλων ὥρμησαν, τότε μετὰ πολλῶν λιτῶν ἱκετεύοντες τὸ δαιμόνιον σφῶν αὐτῶν ἀπήρξαντο τοῖς θεοῖς πρῶτον, οὐ μόνον ὅτι κάλλιστον ἐνῆν αὐτοῖς καὶ τοῦτο τοῖς θεοῖς καθο‐ σιοῦντες, ἀλλὰ καὶ πέρα τῶν καλλίστων προσεπιλαμ‐
10βάνοντες τοῦ γένους· ἀφ’ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις οὐδ’ ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον τῆς τοῦ νομίμου χάριν μνήμης ἐμφύλιον αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς, καίπερ τῆς παρ’
15αὐτοῖς ὁσίας ἐξειργούσης τῶν ἱερῶν τοῖς περιρραντη‐ ρίοις 〈καὶ〉 κηρύγματι, εἴ τις αἵματος ἀνθρωπείου μεταί‐ τιος. ἐντεῦθεν οὖν μεταβαίνοντες ὑπάλλαγμα πρὸς τὰς θυσίας τῶν ἰδίων ἐποιοῦντο σωμάτων τὰ τῶν λοιπῶν ζῴων σώματα, καὶ πάλιν κόρῳ τῆς νομίμου
20τροφῆς εἰς τὴν περὶ εὐσεβείας λήθην ἰόντες, ἐπιβαί‐ νοντες ἀπληστίας οὐθὲν ἄγευστον οὐδὲ ἄβρωτον περι‐
λείποντες. ὅπερ καὶ περὶ τὴν ἐκ τῶν καρπῶν τροφὴν νῦν συμβαίνει περὶ πάντας. ὅταν γὰρ τῇ προσφορᾷ τὴν ἀναγκαίαν ἔνδειαν κουφίσωνται, ζητοῦντος τοῦ156
25κόρου τὸ περιττόν, ἐκπονοῦσι πρὸς βρῶσιν πολλὰ τῶν σωφροσύνης ἔξω κειμένων. ὅθεν ὡς οὐκ ἄτιμα ποιού‐ μενοι τὰ θεοῖς θύματα, γεύσασθαι τούτων προήχθη‐ σαν, καὶ διὰ τὴν ἀρχὴν τῆς πράξεως ταύτην προσθήκη ἡ ζῳοφαγία γέγονεν τῇ ἀπὸ τῶν καρπῶν τροφῇ τοῖς
30ἀνθρώποις. καθάπερ οὖν τὸ παλαιὸν ἀπήρξαντό τε τοῖς θεοῖς τῶν καρπῶν καὶ τῶν ἀπαρχθέντων ἀσπα‐ σίως μετὰ τὴν θυσίαν ἐγεύσαντο, οὕτω τῶν ζῴων καταρξάμενοι ταὐτὸν ἡγοῦντο δεῖν τοῦτο δρᾶν, καί‐ περ τὸ ἀρχαῖον οὐχ οὕτως τῆς ὁσίας ταῦτα βραβευ‐
35σάσης, ἀλλ’ ἐκ τῶν καρπῶν ἕκαστον τῶν θεῶν τιμῶντες. τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνη‐ ρέσκετο, ταύρων δ’ ἀκρίτοισι φόνοις οὐ δεύετο βωμός,
40ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤια γυῖα.

2

.

28

θεωρῆσαι δὲ ἔστιν ἐκ τοῦ περὶ Δῆλον ἔτι νῦν
σῳζομένου βωμοῦ, πρὸς ὃν οὐθενὸς προσαγομένου παρ’ αὐτοῖς οὐδὲ θυομένου ἐπ’ αὐτοῦ ζῴου εὐσεβῶν κέκληται βωμός. οὕτως οὐ μόνον ἀπείχοντο τῶν ζῴων157
5θύοντες, ἀλλὰ καὶ τοῖς ἱδρυσαμένοις τοῦτον ὁμοίως καὶ τοῖς χρωμένοις αὐτῷ μετέδοσαν τῆς εὐσεβείας. διόπερ οἱ Πυθαγόρειοι τοῦτο παραδεξάμενοι κατὰ μὲν τὸν πάντα βίον ἀπείχοντο τῆς ζῳοφαγίας, ὅτε δὲ εἰς ἀπαρχήν τι τῶν ζῴων ἀνθ’ ἑαυτῶν μερίσειαν τοῖς
10θεοῖς, τούτου γευσάμενοι μόνον, πρὸς ἀλήθειαν ἄθικτοι τῶν λοιπῶν ὄντες ἔζων. ἀλλ’ οὐχ ἡμεῖς· ἐμπιπλάμενοι δὲ εἰς πολλοστὸν ἀφικόμεθα τῆς ἐν τούτοις [παρὰ τὸν βίον] παρανομίας. καὶ γὰρ οὔτε φόνῳ τοὺς τῶν θεῶν βωμοὺς χραίνειν δεῖ, οὔτε ἁπτέον τοῖς ἀνθρώ‐
15ποις τῆς τοιαύτης τροφῆς, ὡς οὐδὲ τῶν ἰδίων σωμά‐ των, ἀλλὰ ποιητέον παράγγελμα τῷ παντὶ βίῳ τὸ ἐν

2

.

29

Ἀθήναις ἔτι σῳζόμενον. τὸ γὰρ παλαιόν, ὡς καὶ πρόσθεν ἐλέγομεν, καρποὺς τοῖς θεοῖς τῶν ἀνθρώπων θυόντων, ζῷα δὲ οὔ, οὐδὲ εἰς τὴν ἰδίαν τροφὴν καταχρωμένων, λέγεται κοινῆς θυσίας οὔσης Ἀθήνησιν
5Δίομον ἢ Σώπατρόν τινα, τῷ γένει οὐκ ἐγχώριον, γεωργοῦντα δὲ κατὰ τὴν Ἀττικήν, ἐπεὶ πελάνου τε καὶ τῶν θυλημάτων ἐπὶ τῆς τραπέζης ἐναργῶς κει‐ μένων, ἵνα τοῖς θεοῖς ταῦτα θύοι, τῶν βοῶν τις εἰσιὼν ἀπ’ ἔργου τὰ μὲν κατέφαγεν τὰ δὲ συνεπά‐
10τησεν, αὐτὸν δ’ ὑπεραγανακτήσαντα τῷ συμβάντι, πελέκεώς τινος πλησίον ἀκονωμένου, τοῦτον ἁρπά‐
ξαντα, πατάξαι τὸν βοῦν. τελευτήσαντος δὲ τοῦ βοός, ὡς ἔξω τῆς ὀργῆς καταστὰς συνεφρόνησεν οἷον ἔργον ἦν εἰργασμένος, τὸν μὲν βοῦν θάπτει, φυγὴν δὲ158
15ἑκούσιον ἀράμενος ὡς ἠσεβηκώς, ἔφυγεν εἰς Κρήτην. αὐχμῶν δὲ κατεχόντων καὶ δεινῆς ἀκαρπίας γενο‐ μένης, ἐπερωτῶσι κοινῇ τὸν θεὸν ἀνεῖλεν ἡ Πυθία τὸν ἐν Κρήτῃ φυγάδα ταῦτα λύσειν, τόν τε φονέα τιμωρησαμένων καὶ τὸν τεθνεῶτα ἀναστησάντων ἐν
20ᾗπερ ἀπέθανε θυσίᾳ λῷον ἔσεσθαι γευσαμένοις τε τοῦ τεθνεῶτος καὶ μὴ κατασχοῦσιν. ὅθεν ζητήσεως γενο‐ μένης καὶ τοῦ [Σωπάτρου] μεταιτίου τῆς πράξεως ἀνευρεθέντος, Σώπατρος νομίσας τῆς περὶ αὑτὸν δυσκολίας ἀπαλλαγήσεσθαι ὡς ἐναγοῦς ὄντος, εἰ κοινῇ
25τοῦτο πράξειαν πάντες, ἔφη πρὸς τοὺς αὐτὸν μετελ‐ θόντας, δεῖν κατακοπῆναι βοῦν ὑπὸ τῆς πόλεως. ἀπορούντων δὲ τίς ὁ πατάξων ἔσται, παρασχεῖν αὐτοῖς τοῦτο, εἰ πολίτην αὐτὸν ποιησάμενοι κοινωνήσουσι τοῦ φόνου. συγχωρηθέντων οὖν τούτων, ὡς ἐπανῆλ‐
30θον ἐπὶ τὴν πόλιν, συνέταξαν οὕτω τὴν πρᾶξιν, ἥπερ

2

.

30

καὶ νῦν διαμένει παρ’ αὐτοῖς. ὑδροφόρους παρθένους κατέλεξαν· αἳ δ’ ὕδωρ κομίζουσιν, ὅπως τὸν πέλεκυν καὶ τὴν μάχαιραν ἀκονήσουσιν. ἀκονησάντων δὲ ἐπέ‐ δωκεν μὲν τὸν πέλεκυν ἕτερος, ὃ δ’ ἐπάταξε τὸν
5βοῦν, ἄλλος δ’ ἔσφαξεν· τῶν δὲ μετὰ ταῦτα δειράν‐
των, ἐγεύσαντο τοῦ βοὸς πάντες. τούτων δὲ πρα‐ χθέντων τὴν μὲν δορὰν τοῦ βοὸς ῥάψαντες καὶ χόρτῳ ἐπογκώσαντες ἐξανέστησαν, ἔχοντα ταὐτὸν ὅπερ καὶ ζῶν ἔσχεν σχῆμα, καὶ προσέζευξαν ἄροτρον ὡς ἐργα‐159
10ζομένῳ. κρίσιν δὲ ποιούμενοι τοῦ φόνου πάντας ἐκάλουν εἰς ἀπολογίαν τοὺς τῆς πράξεως κοινωνή‐ σαντας. ὧν δὴ αἱ μὲν ὑδροφόροι τοὺς ἀκονήσαντας αὑτῶν ᾐτιῶντο μᾶλλον, οἱ δὲ ἀκονήσαντες τὸν ἐπι‐ δόντα τὸν πέλεκυν, οὗτος δὲ τὸν ἐπισφάξαντα, καὶ
15ὁ τοῦτο δράσας τὴν μάχαιραν, καθ’ ἧς οὔσης ἀφώνου τὸν φόνον κατέγνωσαν. ἀπὸ δ’ ἐκείνου μέχρι τοῦ νῦν ἀεὶ τοῖς Διιπολείοις Ἀθήνησιν ἐν ἀκροπόλει οἱ εἰρημένοι τὸν αὐτὸν τρόπον ποιοῦνται τὴν τοῦ βοὸς θυσίαν. θέντες γὰρ ἐπὶ τῆς χαλκῆς τραπέζης πέλανον
20καὶ ψαιστά, περιελαύνουσι τοὺς κατανεμηθέντας βοῦς, ὧν ὁ γευσάμενος κόπτεται. καὶ γένη τῶν ταῦτα δρών‐ των ἔστιν νῦν· οἳ μὲν ἀπὸ τοῦ πατάξαντος [Σωπά‐ τρου] βουτύποι καλούμενοι πάντες, οἳ δ’ ἀπὸ τοῦ περιελάσαντος κεντριάδαι· τοὺς δ’ ἀπὸ τοῦ ἐπισφά‐
25ξαντος δαιτροὺς ὀνομάζουσιν διὰ τὴν ἐκ τῆς κρεανο‐ μίας γιγνομένην δαῖτα. πληρώσαντες δὲ τὴν βύρσαν, ὅταν πρὸς τὴν κρίσιν ἀχθῶσιν, κατεπόντωσαν τὴν

2

.

31

μάχαιραν. οὕτως οὔτε τὸ παλαιὸν ὅσιον ἦν κτείνειν τὰ συνεργὰ τοῖς βίοις ἡμῶν ζῷα, νῦν τε τοῦτο φυλα‐
κτέον ἐστὶ πράττειν. καὶ καθάπερ πρότερον οὐχ ὅσιον ἦν τοῖς ἀνθρώ‐160
5ποις ἅπτεσθαι τούτων, οὕτως νῦν τροφῆς χάριν ἅπτε‐ σθαι τῶν ζῴων οὐχ ὅσιον ἡγητέον. εἰ δ’ ἄρα τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ἁγιστείαν ποιητέον, ἀλλ’ ὅτι γε τὸ πάθος ἐκ τῶν σωμάτων καθ’ ἑαυτὸ πᾶν ἐκ‐ πεμπτέον τοῦτο, ἵνα μὴ τὴν τροφὴν ἐξ ὧν οὐ προσ‐
10ήκει ποριζόμενοι, σύνοικον ἔχωμεν τὸ μίασμα τοῖς ἰδίοις βίοις. καὶ γὰρ εἰ μηθὲν ἄλλο, πρός γε τὴν κατ’ ἀλλήλων ἐκεχειρίαν μεγάλα πάντες ὀνηθείημεν ἄν. οἷς γοῦν ἡ αἴσθησις τοῦ τῶν ἀλλοφύλων ἅπτε‐ σθαι ζῴων ἀπέκλινεν, τούτων ὁ νοῦς πρόδηλός ἐστιν
15ὁμοφύλων ἀφεξόμενος. πάντων μὲν οὖν ἴσως ἦν κράτιστον εὐθὺς ἀποσχέσθαι· ἐπεὶ δ’ ἀναμάρτητος οὐδείς, λοιπὸν δὴ ἀκεῖσθαι τοῖς ὕστερον διὰ τῶν καθαρμῶν τὰς πρόσθε περὶ τὴν τροφὴν ἁμαρτίας. τοῦτο δὲ ὁμοίως γένοιτ’ ἄν, εἰ πρὸ ὀμμάτων ποιη‐
20σάμενοι τὸ δεινὸν ἀνευφημήσαιμεν κατὰ τὸν Ἐμ‐ πεδοκλέα λέγοντες οἴμοι, ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, πρὶν σχέτλι’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι. τὸ γὰρ τοῖς ἁμαρτήμασι συναλγεῖν τὴν οἰκείαν αἴ‐
25σθησιν, εὕρασθαί τι τοῖς ὑπάρχουσι κακοῖς ἄκος ζητούντων ... βίον, ἵνα καθάπερ ἁγνὰ θύματα τῷ δαιμονίῳ τῶν ἀνθρώπων ἕκαστος ἀπαρχόμενος τύχῃ161

2

.

32

τῆς ὁσίας καὶ τῆς παρὰ θεῶν ὠφελείας. πάντων δὲ μεγίστη καὶ πρώτη ἡ τῶν καρπῶν ἐστίν, ἧς καὶ ἀπαρκτέον μόνης τοῖς θεοῖς καὶ τῇ γῇ τῇ τού‐ τους ἀναδούσῃ. κοινὴ γάρ ἐστιν αὕτη καὶ θεῶν καὶ
5ἀνθρώπων ἑστία, καὶ δεῖ πάντας ἐπὶ ταύτης ὡς τρο‐ φοῦ καὶ μητρὸς ἡμῶν κλινομένους ὑμνεῖν καὶ φιλο‐ στοργεῖν ὡς τεκοῦσαν· οὕτως γὰρ τῆς τοῦ βίου κατα‐ στροφῆς τυχόντες πάλιν ἀξιωθείημεν ἂν εἰς οὐρανὸν τὸ σύμπαν γένος τῶν ἐν οὐρανῷ θεῶν, οὓς νῦν
10ὁρῶντας τιμᾶν τούτοις ὧν συναίτιοι ἡμῖν εἰσίν, ἀπαρ‐ χομένους μὲν τῶν ὑπαρχόντων καρπῶν καὶ πάντας, οὐκ ἀξιόχρεως δ’ εἰς τὸ θύειν θεοῖς πάντας ἡμᾶς ἡγουμένους. καθάπερ γὰρ οὐ πᾶν θυτέον αὐτοῖς, οὕτως οὐδ’ ὑπὸ παντὸς ἴσως κεχάρισται τοῖς θεοῖς.
15 τὰ μὲν δὴ κεφάλαια τοῦ μὴ δεῖν θύειν ζῷα χω‐ ρὶς τῶν ἐμβεβλημένων μύθων ὀλίγων τε τῶν ὑφ’ ἡμῶν προσκειμένων καὶ συντετμημένων ἐστὶν τῶν

2

.

33

Θεοφράστου ταῦτα. ἐγὼ δὲ τὰ μὲν κεκρατηκότα παρ’ ἑκάστοις νόμιμα λύσων οὐκ ἔρχομαι· οὐ γάρ μοι περὶ πολιτείας νῦν πρόκειται λέγειν· δεδωκότων δὲ τῶν νόμων, ἐν οἷς πολιτευόμεθα, καὶ διὰ τῶν λιτοτάτων
5καὶ ἀψύχων γεραίρειν τὸ θεῖον, τὸ λιτότατον αἱρού‐
μενοι νόμῳ τε πόλεως θύσομεν καὶ αὐτοὶ σπουδάσο‐ μεν τὴν προσήκουσαν θυσίαν ποιεῖσθαι, καθαροὶ παντα‐ χόθεν τοῖς θεοῖς προσιόντες. ὅλως δ’ εἰ τὸ τῆς θυσίας ἀπαρχῆς ἔχει ἀξίαν καὶ εὐχαριστίας ὧν παρὰ θεῶν162
10ἔχομεν εἰς τὰς χρείας, ἀλογώτατον ἂν εἴη αὐτοὺς ἀπε‐ χομένους τῶν ἐμψύχων τοῖς θεοῖς τούτων ἀπάρχεσθαι. οὔτε γὰρ χείρους ἡμῶν οἱ θεοί, ἵνα τούτων αὐτοὶ δέωνται, ἡμῶν μὴ δεομένων, οὔτε ὅσιον ἀπαρχὴν δι‐ δόναι ἧς ἡμεῖς ἀπεχόμεθα τροφῆς. ἐπεὶ καὶ τὸ ἔθος
15τοιοῦτο κατειλήφαμεν τῶν ἀνθρώπων ὅτε μὲν οὐχ ἥπτοντο ἐμψύχου βορᾶς οὐδ’ ἀπαρξαμένων ἀπὸ τῶν ζῴων, ἀφ’ οὗ δ’ ἐγεύσαντο καὶ θεοῖς ἀπαρξαμένων· ὥστε καὶ νῦν καθήκει δήπου τὸν ἀπαρχόμενον ἐκείνων

2

.

34

ἀπάρχεσθαι ὧν καὶ θιγγάνει. θύσωμεν τοίνυν καὶ ἡμεῖς· ἀλλὰ θύσωμεν, ὡς προσήκει, διαφόρους τὰς θυσίας ὡς ἂν διαφόροις δυνάμεσι προσάγοντες· θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν
5αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες· οὐδὲν γὰρ ἔστιν ἔνυλον, ὃ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκά‐ θαρτον. διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ’ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν
10ἐννοιῶν θρησκεύομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. τοῖς δὲ163
15αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ δι’ ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωργὸς δραγμά‐ των ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρ‐
20ξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχα‐ ριστοῦντες ὧν ἡμῖν δεδώκασιν τὴν θεωρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες·

2

.

35

νῦν δὲ τοῦτο μὲν ποιεῖν ὀκνοῦσι καὶ πολλοὶ τῶν φιλο‐ σοφεῖν ἐσπουδακότων, δοξοκοποῦντες δὲ μᾶλλον ἢ τὸ θεῖον τιμῶντες περὶ τὰ ἀφιδρύματα στρέφονται, οὐδὲ πῇ ἀπαντητέον ἢ μὴ ἐπεσκεμμένοι, οὐδὲ παρὰ τῶν
5θεοσόφων μαθεῖν σπουδάσαντες, ἄχρι τίνος καὶ πόσου κἀνταῦθα παραβλητέον. ἀλλ’ ἡμεῖς οὐδὲν διοισόμεθα τούτοις, μή πῃ δὲ καὶ αὐτοὶ τοιοῦτον σπουδάσομεν διαγιγνώσκειν, καὶ τοὺς ὁσίους καὶ παλαιοὺς ἐκμιμησό‐
μεθα, τὸ πλέον ἀπαρχόμενοι ἐκ τῆς θεωρίας, ἧς ἡμῖν164
10αὐτοὶ δεδώκασιν, καὶ ἧς ἐν χρείᾳ πρὸς τὴν ὄντως σωτηρίαν καθεστήκαμεν.

2

.

36

οἱ γοῦν Πυθαγόρειοι περὶ τοὺς ἀριθμοὺς καὶ τὰς γραμμὰς σπουδάζοντες ἀπὸ τούτων τὸ πλέον τοῖς θεοῖς ἀπήρχοντο, τὸν μέν τινα ἀριθμὸν Ἀθηνᾶν καλοῦντες, τὸν δέ τινα Ἄρτεμιν, ὥσπερ αὖ ἄλλον Ἀπόλλωνα, καὶ
5πάλιν ἄλλον μὲν δικαιοσύνην, ἄλλον δὲ σωφροσύνην· καὶ ἐπὶ τῶν διαγραμμάτων ὁμοίως. καὶ οὕτως ἠρέ‐ σκοντο τοὺς θεοὺς ταῖς τοιαύταις ἀπαρχαῖς, ὡς καὶ τυγχάνειν αὐτῶν καλοῦντας ἕκαστον τοῖς ἀναθήμασιν καὶ κεχρῆσθαι πολλάκις πρὸς μαντείαν καὶ εἴ τινος
10πρὸς ἐξέτασιν δέοιντο. θεοῖς γε μὴν τοῖς ἐντὸς οὐ‐ ρανοῦ πλανωμένοις τε καὶ ἀπλανέσιν, ὧν ἡγεῖσθαι θετέον ἥλιον πάντων σελήνην τε δευτέραν, πῦρ τε ἤδη ξυγγενὲς ἀνάπτοιμεν ἂν ἅ τε φησὶν ὁ θεολόγος ποιήσωμεν. φησὶ δὲ ἔμψυχον οὗτος θύειν μηδὲ ἕν,
15ἀλλ’ ἄχρις ἀλφίτων καὶ μέλιτος καὶ τῶν ἐκ γῆς ἀκρο‐ δρύων τῶν τε ἄλλων ἀνθέων ἀπάρχεσθαι· μηδὲ ἀφ’ ᾑμαγμένης ἐσχάρας ἔστω τὸ πῦρ, καὶ ὅσα φησὶν ἐκεῖνος· τί γὰρ δεῖ μεταγράφειν ταῦτα; οἶδεν δὲ ὁ τῆς εὐσε‐ βείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον
20οὐδέν, δαίμοσι δὲ ἄλλοις ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις, καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ ἄχρι τίνος αὐτοῦ
δεομένων. ἐμοὶ δὲ τὰ μὲν ἄλλα εὔστομα κείσθω, ἃ δ’ οὖν τῶν Πλατωνικῶν τινὲς ἐδημοσίευσαν, ταῦτα ἀνεμέσητον παρατιθέντα τοῖς εὐξυνέτοις μηνύειν τὰ165

2

.

37

προκείμενα· λέγουσι δὲ ὧδε. ὁ μὲν πρῶτος θεὸς ἀσώ‐ ματός τε ὢν καὶ ἀκίνητος καὶ ἀμέριστος καὶ οὔτε ἔν τινι ὢν οὔτ’ ἐνδεδεμένος εἰς ἑαυτόν, χρῄζει οὐδενὸς τῶν ἔξωθεν, ὥσπερ εἴρηται, οὐ μὴν οὐδ’ ἡ τοῦ κό‐
5σμου ψυχὴ ἔχουσα μὲν τὸ τριχῇ διαστατὸν καὶ αὐτο‐ κίνητον ἐκ φύσεως, προαιρεῖσθαι δὲ πεφυκυῖα τὸ καλῶς καὶ εὐτάκτως κινεῖσθαι καὶ κινεῖν τὸ σῶμα τοῦ κόσμου κατὰ τοὺς ἀρίστους λόγους. δέδεκται δὲ τὸ σῶμα εἰς ἑαυτὴν καὶ περιείληφεν, καίπερ ἀσώματος οὖσα καὶ
10παντὸς πάθους ἀμέτοχος. τοῖς δὲ λοιποῖς θεοῖς, τῷ τε κόσμῳ καὶ τοῖς ἀπλανέσι καὶ πλανωμένοις, ἔκ τε ψυχῆς καὶ σώματος οὖσιν ὁρατοῖς θεοῖς, ἀντευχαρι‐ στητέον τὸν εἰρημένον τρόπον διὰ τῶν θυσιῶν τῶν ἀψύχων. λοιπὸν οὖν ἡμῖν ἐστὶ τὸ τῶν ἀοράτων πλῆ‐
15θος, οὓς δαίμονας ἀδιαστόλως εἴρηκε Πλάτων. τούτων δὲ οἳ μὲν κατονομασθέντες ὑπὸ τῶν ἀνθρώπων παρ’ ἑκάστοις τυγχάνουσι τιμῶν τ’ ἰσοθέων καὶ τῆς ἄλλης θεραπείας, οἳ δὲ ὡς τὸ πολὺ μὲν οὐ πάνυ τι κατω‐ νομάσθησαν, ὑπ’ ἐνίων δὲ κατὰ κώμας ἤ τινας πόλεις
20ὀνόματός τε καὶ θρησκείας ἀφανῶς τυγχάνουσιν. τὸ δὲ ἄλλο πλῆθος οὕτω μὲν κοινῶς προσαγορεύεται τῷ τῶν δαιμόνων ὀνόματι, πεῖσμα δὲ περὶ πάντων τοιοῦ‐ τόν ἐστιν, ὡς ἄρα καὶ βλάπτοιεν 〈ἂν〉 εἰ χολωθεῖεν ἐπὶ
τῷ παρορᾶσθαι καὶ μὴ τυγχάνειν τῆς νενομισμένης166
25θεραπείας, καὶ πάλιν εὐεργετοῖεν ἂν τοὺς εὐχαῖς τε αὐτοὺς καὶ λιτανείαις θυσίαις τε καὶ τοῖς ἀκολούθοις

2

.

38

ἐξευμενιζομένους. συγκεχυμένης δὲ τῆς περὶ αὐτῶν ἐννοίας καὶ εἰς πολλὴν διαβολὴν χωρούσης ἀναγκαῖον διαστεῖλαι λόγῳ τὴν φύσιν αὐτῶν. ἴσως γὰρ ἀναγ‐ καῖον φασὶν ὅθεν ἡ πλάνη γέγονεν τοῖς ἀνθρώποις
5περὶ αὐτῶν ἀναφαίνειν. διαιρετέον οὖν τὸν τρόπον τοῦτον. ὅσαι μὲν ψυχαὶ τῆς ὅλης ἐκπεφυκυῖαι μεγάλα μέρη διοικοῦσι τῶν ὑπὸ σελήνην τόπων, ἐπερειδόμεναι μὲν πνεύματι, κρατοῦσαι δὲ αὐτοῦ κατὰ λόγον, ταύτας δαίμονάς τε ἀγαθοὺς νομιστέον καὶ ἐπ’ ὠφελείᾳ τῶν
10ἀρχομένων πάντα πραγματεύεσθαι, εἴτε τινῶν ἀφη‐ γοῖντο ζῴων, εἴτε καρπῶν ἀποτεταγμένων, εἴτε καὶ τῶν ἕνεκα τούτων, οἷον ὄμβρων, πνευμάτων μετρίων, εὐδίας, τῶν τε ἄλλων ἃ τούτοις συνεργεῖ, εὐκρασίας τε ὡρῶν τοῦ ἔτους, ἡμῖν αὖ τεχνῶν τε καὶ τῶν κατὰ
15μουσικὴν παιδείας τε συναπάσης ἰατρικῆς τε καὶ γυμνα‐ στικῆς ἤ τινος τούτοις ὁμοίας. τούτους γὰρ ἀδύνατόν ἐστι καὶ τὰς ὠφελείας ἐκπορίζειν καὶ πάλιν αὖ βλάβης ἐν τοῖς αὐτοῖς αἰτίους γίγνεσθαι. ἐν δὲ τούτοις ἀριθ‐ μητέον καὶ τοὺς πορθμεύοντας, ὡς φησὶ Πλάτων, καὶ
20διαγγέλλοντας τὰ παρ’ ἀνθρώπων θεοῖς καὶ τὰ παρὰ θεῶν ἀνθρώποις, τὰς μὲν παρ’ ἡμῶν εὐχὰς ὡς πρὸς δικαστὰς ἀναφέροντας τοὺς θεούς, τὰς δὲ ἐκείνων παραινέσεις καὶ νουθεσίας μετὰ μαντειῶν ἐκφέροντας
ἡμῖν. ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος οὐ167
25κρατοῦσιν, ἀλλ’ ὡς τὸ πολὺ καὶ κρατοῦνται, δι’ αὐτὸ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν. αὗται δ’ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ

2

.

39

δ’ ἂν εἰκότως λέγοιντο. καὶ εἰσὶν οἱ σύμπαντες οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνάμεως ἀόρατοί τε καὶ τελέως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ’
5ἐν σχήμασι πλείοσιν ἐκτυπούμεναι αἱ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσίν· ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους. τὸ δὲ πνεῦμα ᾗ μέν ἐστι σω‐ ματικόν, παθητικόν ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν
10ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸ εἶδος αὐτῶν διαμέ‐ νειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον. καὶ γὰρ ἀπορρεῖν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. ἐν συμμετρίᾳ μὲν οὖν τὸ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώ‐ ματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα,
15οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅτι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφο‐ δρὰς καὶ αἰφνιδίους οἷον 〈ἐξ〉 ἐνέδρας ὡς τὸ πολὺ
20ποιοῦνται τὰς ἐμπτώσεις, πῇ μὲν λανθάνειν πειρώ‐
μενοι, πῇ δὲ βιαζόμενοι. ὅθεν ὀξέα μὲν τὰ ἀπ’ ἐκεί‐ νων πάθη· αἱ δ’ ἀκέσεις καὶ κατορθώσεις αἱ ἀπὸ τῶν κρειττόνων δαιμόνων βραδύτεραι δοκοῦσιν. πᾶν γὰρ τὸ ἀγαθὸν εὐήνιόν τε ὂν καὶ ὁμαλὸν τάξει πρό‐168
25εισιν καὶ τὸ δέον οὐχ ὑπερβαίνει. οὕτως δέ σοι δοξά‐ ζοντι οὐδέποτ’ ἂν εἰς τὸ ἀτοπώτατον ἐμπίπτειν ἐνέσται, τὸ περὶ τῶν ἀγαθῶν τὰ κακὰ ὑπολαμβάνειν καὶ περὶ τῶν κακῶν τὰ ἀγαθά· οὐ γὰρ ταύτῃ μόνον ὁ λόγος ἄτοπός ἐστιν, ἀλλὰ καὶ τὰς περὶ τῶν θεῶν φαυλοτάτας
30ὑπολήψεις λαμβάνοντες οἱ πολλοὶ διαδιδόασιν καὶ εἰς

2

.

40

τοὺς λοιποὺς ἀνθρώπους. ἓν γὰρ δὴ καὶ τοῦτο τῆς μεγίστης βλάβης τῆς ἀπὸ τῶν κακοεργῶν δαιμόνων θετέον, ὅτι αὐτοὶ αἴτιοι γιγνόμενοι τῶν περὶ τὴν γῆν παθημάτων, οἷον λοιμῶν, ἀφοριῶν, σεισμῶν, αὐχμῶν
5καὶ τῶν ὁμοίων, ἀναπείθουσιν ἡμᾶς, ὡς ἄρα τούτων αἴτιοί εἰσιν οἵπερ καὶ τῶν ἐναντιωτάτων [τουτέστιν τῶν εὐφοριῶν], ἑαυτοὺς ἐξαιροῦντες τῆς αἰτίας καὶ αὐτὸ τοῦτο πραγματευόμενοι πρῶτον, τὸ λανθάνειν ἀδικοῦντες. τρέπουσίν τε μετὰ τοῦτο ἐπὶ λιτανείας
10ἡμᾶς καὶ θυσίας τῶν ἀγαθοεργῶν θεῶν ὡς ὠργισμέ‐ νων. ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσιν μεταστῆσαι ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφ’ ἑαυτοὺς ἐπιστρέψαι. πᾶσι γὰρ τοῖς οὕτως ἀνομο‐ λόγως καὶ ἀκαταλλήλως γινομένοις αὐτοὶ χαίρουσι, καὶ
15ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα, τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν
ἔρωσιν καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδο‐ νῶν, κενοδοξίαις τε αὖ, ἐξ ὧν στάσεις καὶ πόλεμοι169
20φύονται καὶ τὰ συγγενῆ τούτων. τὸ δὲ πάντων δει‐ νότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀνα‐ πείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν, ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντ’ ἄνω κάτω. πεπόν‐
25θασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι. ἡ δ’ αἰτία δι’ ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλή‐ θεσι συνέβησαν, καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα
30ταῖς ἑαυτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκού‐ οντα, ἐπερρώσθη φρονεῖν ἔτι μᾶλλον περὶ τῶν θεῶν

2

.

41

τὰ τοιαῦτα. τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσεν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυνα‐
5μένῃ· δέον ἐμπέδως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ· οὐ γὰρ θερμό‐ τητος, ὡς φησὶν Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναν‐ τίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. δικαιό‐ τατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ’ ἂν
10ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύ‐ ναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ’ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο. τούτων δὲ κατὰ πολλὰ μέρη λυμαινο‐170
15μένων τὸ θνητόν, ἐνίοτε δὲ καὶ κατὰ μεγάλα, καθ’ ἕνα μὲν γὰρ οὐκ ἔσθ’ ὅτε οὐχὶ οἱ ἀγαθοὶ οὐκ ἀνιᾶσι τὰ καθ’ ἑαυτούς, ἀλλὰ καὶ προσημαίνουσιν εἰς δύ‐ ναμιν τοὺς ἐπηρτημένους ἀπὸ τῶν κακοεργῶν κινδύ‐ νους, καὶ δι’ ὀνειράτων ἐμφαίνοντες καὶ διὰ ἐνθέου
20ψυχῆς ἄλλων τε πολλῶν. καὶ εἰ ἱκανός τις εἴη τὰ σημαινόμενα διαιρεῖσθαι, πᾶς ἂν γιγνώσκοι καὶ προ‐ φυλάττοιτο. πᾶσι γὰρ σημαίνουσιν, οὐ πᾶς δὲ ξυνίησι τὰ σημαινόμενα, οὐδὲ πᾶς τὰ γεγραμμένα δύναται ἀναγινώσκειν, ἀλλ’ ὁ μαθὼν γράμματα. διὰ μέντοι
25τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐκτελεῖται. τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ

2

.

42

τὰ κακὰ διὰ τῶν γοητειῶν διαπραττόμενοι. πλήρεις γὰρ πάσης φαντασίας οὗτοι καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες. πᾶσα γὰρ ἀκολασία
5καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα
ἡ ἀπάτη. τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες ‘λοιβῇ τε κνίσῃ τε‘, δι’ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωμα‐171
10τικὸν πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιά‐ σεσι ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς

2

.

43

ἐκ τῶν αἱμάτων καὶ σαρκῶν κνίσαις. διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιού‐ τους· σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως·
5καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνό‐ μοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς. ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται καὶ τὰ ἐναντία κακά, ὀλίγιστον δ’ ἐν αὐ‐
10ταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον. ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ’ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα, θεῷ μὲν καὶ τοῖς ἀμφ’ αὐτὸν ὁμοιοῦσθαι, ὃ γίνεται δι’ ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρω‐
15μένης διαλήψεως καὶ τῆς πρὸς αὐτὰ ταῦτα ζωῆς, πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.
ὥστε κατὰ τὰ εἰρημένα τῷ Θεοφράστῳ θύσομεν καὶ ἡμεῖς. οἷς καὶ οἱ θεολόγοι συνεφώνησαν, εἰδότες ὡς172
20καθ’ ὅσον τῆς τῶν παθῶν ἐξαιρέσεως ἀμελοῦμεν τῆς ψυχῆς, κατὰ τοσοῦτον τῇ πονηρᾷ δυνάμει συναπτό‐ μεθα, καὶ δεήσει καὶ ταύτην ἀπομειλίττεσθαι. ὡς γὰρ φασὶν οἱ θεολόγοι, τοῖς δεδεμένοις ὑπὸ τῶν ἐκτὸς καὶ μηδέπω κρατοῦσιν τῶν παθῶν ἀναγκαῖον ἀποτρέπεσθαι
25καὶ ταύτην τὴν δύναμιν· εἰ δὲ μή γε, πόνων οὐ λήξουσι.

2

.

44

μέχρι δὴ τούτων τὰ περὶ τῶν θυσιῶν δεδηλώσθω. πλὴν ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, μὴ εἶναι ἀναγκαῖον ὡς εἰ θυτέον ζῷα, καὶ βρωτέον πάντως, νῦν ἐξ ἀνάγκης τὸ μὴ δεῖν ἐσθίειν, εἴπερ καὶ θύειν ἀνάγκη ποτέ, ἐπι‐
5δείκνυται. πάντες γὰρ ἐν τούτῳ ὡμολόγησαν οἱ θεο‐ λόγοι ὡς οὔτε ἁπτέον ἐν ταῖς ἀποτροπαίοις θυσίαις τῶν θυομένων, καθαρσίοις τε χρηστέον. μὴ γὰρ ἴοι τις εἰς ἄστυ μηδ’ εἰς οἶκον ἴδιον, μὴ πρότερον ἐσθῆτα καὶ σῶμα ποταμοῖς ἢ πηγῇ ἀποκαθήρας, φασίν. ὥστε
10καὶ οἷς ἐπέτρεψαν θύειν, ἀπέχεσθαι τῶν θυομένων τούτοις παρήγγειλαν, προαγνεύειν τε ἀποσιτίαις καὶ μάλιστα ταῖς ἀποχαῖς τῶν ἐμψύχων. εἶναι γὰρ τὴν ἁγνείαν φυλακὴν πρὸς εὐλάβειαν, οἷον σύμβολον ἢ σφραγῖδα θείαν περὶ τοῦ μηδὲν παθεῖν ὑπ’ ἐκείνων,
15οἷς πρόσεισιν καὶ ἀπομειλίττεται. ἐναντίως γὰρ δια‐ κείμενος οἷς δρᾷ καὶ θειοτέρως, ὅτι καὶ καθαρωτέρως, καὶ κατὰ σῶμα καὶ κατὰ τὰ πάθη τῆς ψυχῆς μένει ἀβλαβής, οἷον ἔρυμα περιβεβλημένος τὴν ἁγνείαν.

2

.

45

διὸ καὶ ἄχρι τῶν γοήτων ἀναγκαία ἔδοξεν ἡ τοιαύτη προφυλακή, οὐ δύναται μέντοι διὰ παντός· ἀσελγείας γὰρ ἕνεκα ἐνοχλοῦσι δαίμονας πονηρούς· ὥστε οὐ γοήτων ἦν ἡ ἁγνεία, ἀλλὰ θείων καὶ θεοσόφων ἀν‐173
5δρῶν, φυλακὴν δὲ φέρουσα πανταχοῦ τοῖς χρωμένοις τὴν πρὸς τὸ θεῖον οἰκείωσιν. ὡς εἴθε διὰ παντὸς αὐτῇ καὶ γόητες ἐχρῶντο, καὶ οὐκ ἂν γοητεύειν πρου‐ θυμήθησαν, ἀποκεκλεισμένοι ὑπὸ ταύτης ἀπολαύειν ὧν ἕνεκα ἀσεβοῦσιν. ὅθεν παθῶν ὄντες πλήρεις καὶ
10πρὸς ὀλίγον ἀπεχόμενοι τῶν ἀκαθάρτων βρώσεων, μεστοὶ ὄντες ἀκαθαρσίας, δίκας τίνουσι τῆς εἰς τὰ ὅλα παρανομίας, τὰ μὲν ὑπ’ αὐτῶν ὧν ἐρεθίζουσι, τὰ δὲ καὶ ὑπὸ τῆς πάντ’ ἐφορώσης τὰ θνητὰ καὶ ἕργα καὶ διανοήματα δίκης. ἀνδρὸς ἄρα θείου ἡ ἔσω
15καὶ ἡ ἐκτὸς ἁγνεία, ἀποσίτου μὲν παθῶν ψυχῆς σπου‐ δάζοντος εἶναι, ἀποσίτου δὲ καὶ βρώσεων αἳ τὰ πάθη κινοῦσιν, σιτουμένου δὲ θεοσοφίαν καὶ ὁμοιουμένου ταῖς περὶ τοῦ θείου ὀρθαῖς διανοίαις καὶ ἱερωμένου τῇ νοερᾷ θυσίᾳ καὶ μετὰ λευκῆς ἐσθῆτος καὶ καθαρᾶς
20τῷ ὄντι τῆς ψυχικῆς ἀπαθείας καὶ τῆς κουφότητος τοῦ σώματος προσιόντος τῷ θεῷ, οὐκ ἐξ ἀλλοτρίων καὶ ὀθνείων χυμῶν καὶ παθῶν ψυχικῶν βεβαρημένου.

2

.

46

οὐ γὰρ δὴ ἐν μὲν ἱεροῖς ὑπ’ ἀνθρώπων θεοῖς ἀφω‐ ρισμένοις καὶ τὰ ἐν ποσὶ καθαρὰ δεῖ εἶναι καὶ ἀκη‐ λίδωτα πέδιλα, ἐν δὲ τῷ νεῷ τοῦ πατρός, τῷ κόσμῳ τούτῳ, τὸν ἔσχατον καὶ ἐκτὸς ἡμῶν χιτῶνα τὸν δερ‐
5μάτινον οὐχ ἁγνὸν προσήκει διατηρεῖν καὶ μεθ’ ἁγνοῦ
διατρίβειν ἐν τῷ νεῷ τοῦ πατρός; εἰ μὲν γὰρ ἐν τῷ μεμολύνθαι αὐτὸν μόνον ὁ κίνδυνος ἔκειτο, ἐνῆν παριδεῖν ἴσως καὶ καταρρᾳθυμῆσαι· νῦν δὲ παντὸς τοῦ αἰσθητικοῦ σώματος ἀπορροίας φέροντος δαιμο‐174
10νίων ὑλικῶν, ἅμα τῇ ἀκαθαρσίᾳ τῇ ἐκ σαρκῶν καὶ αἱμάτων πάρεστιν ἡ ταύτῃ φίλη καὶ προσήγορος δύ‐

2

.

47

ναμις δι’ ὁμοιότητα καὶ οἰκειότητα. ὅθεν ὀρθῶς οἱ θεολόγοι τῆς ἀποχῆς ἐπεμέλοντο, καὶ ὁ Αἰγύπτιος ταῦθ’ ἡμῖν ἐμήνυσεν αἰτίαν ἀποδιδοὺς φυσικωτάτην, ἣν ἐκ τῆς πείρας ἐδοκίμασεν. ἐπεὶ γὰρ ψυχὴ φαύλη
5καὶ ἄλογος, ἣ τὸ σῶμα ἀπέλιπε βίᾳ συληθεῖσα, προσ‐ μένει τούτῳ, ὅπου γε καὶ τῶν ἀνθρώπων αἱ τῶν βίᾳ ἀποθανόντων κατέχονται πρὸς τῷ σώματι, ὃ καὶ τοῦ μὴ βίᾳ ἑαυτὸν ἐξάγειν ἦν κωλυτικόν, ἐπεὶ οὖν τῶν ζῴων αἱ βίαιοι σφαγαὶ ἐμφιληδεῖν τὰς ψυχὰς οἷς ἀπο‐
10λείπουσιν ἀναγκάζουσιν, διείργεται δὲ οὐδαμῶς ψυχὴ ἐκεῖ εἶναι ὅποι τὸ συγγενὲς καθέλκει αὐτήν, ὅθεν καὶ ὀδυρόμεναι ὤφθησαν πολλαί, καὶ αἱ τῶν ἀτάφων παραμένουσι τοῖς σώμασιν, αἷς καὶ οἱ γόητες κατα‐ χρῶνται πρὸς 〈τὴν〉 αὑτῶν ὑπηρεσίαν, βιαζόμενοι τῇ τοῦ
15σώματος ἢ μέρους τοῦ σώματος κατοχῇ· ἐπεὶ οὖν ταῦτα ἱστόρησαν καὶ φύσιν ψυχῆς φαύλης καὶ συγγένειαν καὶ ἡδονήν, 〈ἣν〉 ἔχει πρὸς τὰ σώματα ἐξ ὧν ἀπεσπάσθη, εἰκότως ἐφυλάξαντο τὴν τῶν σαρκῶν θοίνην, ἵνα ἀλλο‐ τρίαις ψυχαῖς βιαίοις καὶ ἀκαθάρτοις πρὸς τὸ συγγενὲς
20ἑλκομέναις μὴ ἐνοχλοῖντο μηδὲ ἐμποδίζοιντο προσέρ‐ χεσθαι μόνοι τῷ θεῷ, δαιμόνων τῇ παρουσίᾳ ἐνο‐175

2

.

48

χλούντων. ὅτι γὰρ ὁλκὸν τῆς ψυχῆς ἡ τοῦ συγγενοῦς σώματος φύσις, ἡ πεῖρα τούτους ἐδίδαξεν διὰ πλειό‐ νων. οἱ γοῦν ζῴων μαντικῶν ψυχὰς δέξασθαι βουλό‐ μενοι εἰς ἑαυτούς, τὰ κυριώτατα μόρια καταπιόντες,
5οἷον καρδίας κοράκων ἢ ἀσπαλάκων ἢ ἱεράκων, ἔχουσι παροῦσαν τὴν ψυχὴν καὶ χρηματίζουσαν ὡς θεὸν καὶ εἰσιοῦσαν εἰς αὐτοὺς ἅμα τῇ ἐνθέσει τῇ τοῦ σώματος.

2

.

49

εἰκότως ἄρα ὁ φιλόσοφος καὶ θεοῦ τοῦ ἐπὶ πᾶσιν ἱερεὺς πάσης ἀπέχεται ἐμψύχου βορᾶς, μόνος μόνῳ δι’ ἑαυτοῦ θεῷ προσιέναι σπουδάζων ἄνευ τῆς τῶν παρο‐ μαρτούντων ἐνοχλήσεως, καὶ ἔστιν εὐλαβὴς τὰς τῆς
5φύσεως ἀνάγκας ἐξιστορηκώς. ἵστωρ γὰρ πολλῶν ὁ ὄντως φιλόσοφος καὶ σημειωτικὸς καὶ καταληπτικὸς τῶν τῆς φύσεως πραγμάτων καὶ συνετὸς καὶ κόσμιος καὶ μέτριος, πανταχόθεν σῴζων ἑαυτόν· καὶ ὥσπερ ὅ τινος τῶν κατὰ μέρος 〈θεῶν〉 ἱερεὺς ἔμπειρος τῆς ἱδρύσεως
10τῶν ἀγαλμάτων αὐτοῦ τῶν τε ὀργιασμῶν καὶ τελετῶν καθάρσεών τε καὶ τῶν ὁμοίων, οὕτως ὁ τοῦ ἐπὶ πᾶσιν θεοῦ ἱερεὺς ἔμπειρος τῆς αὐτοῦ ἀγαλματοποιίας κα‐ θάρσεών τε καὶ τῶν ἄλλων δι’ ὧν συνάπτεται τῷ

2

.

50

θεῷ. εἰ δὲ οἱ τῶν τῇδε ἱερεῖς καὶ ἱεροσκόποι καὶ τάφων ἀπέχεσθαι κελεύουσιν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις, καὶ ἀνδρῶν ἀνοσίων καὶ ἐμμήνων καὶ συνουσιῶν καὶ
θέας ἤδη αἰσχρᾶς καὶ πενθικῆς καὶ ἀκροάσεως πάθος176
5ἐγειρούσης [ἐπεὶ πολλάκις φαίνεται καὶ διὰ τοὺς παρ‐ όντας ἀκαθάρτους ὃ ταράττει τὸν ἱεροσκόπον· διὸ καὶ τὸ θύειν ἀκαίρως καὶ βλάβην μείζονα φέρειν ἢ κέρδος φασίν], ἦ που γε ὁ τοῦ πατρὸς ἱερεὺς αὐτὸς τάφος γίγνεσθαι νεκρῶν σωμάτων ὑπομενεῖ [αὐτὸς]
10μιασμάτων πλήρης, ὁμιλητὴς σπουδάζων γενέσθαι τῷ κρείττονι; [ἀρκεῖ ὅτι τὰ τοῦ θανάτου μέρη ἐπὶ τῶν καρπῶν εἰς τὴν ἐνταῦθα ἡμῶν ζωὴν παραλαμβάνομεν.] ἀλλὰ μήπω περὶ τούτων· ἔτι δὲ τὰ περὶ τῶν θυσιῶν

2

.

51

διακριτέον. φαίη γὰρ ἄν τις ὅτι πολὺ μέρος ἀναι‐ ροῦμεν μαντείας τῆς διὰ σπλάγχνων, ἀπεχόμενοι τῆς τῶν ζῴων ἀναιρέσεως. οὐκοῦν ὁ τοιοῦτος ἀναιρείτω καὶ τοὺς ἀνθρώπους· ἐπιφαίνεται γὰρ μᾶλλον, ὡς
5φασίν, τοῖς τούτων σπλάγχνοις τὰ μέλλοντα· καὶ πολλοί γε τῶν βαρβάρων δι’ ἀνθρώπων σπλαγχνεύ‐ ονται. ἀλλ’ ὥσπερ ἀδικίας καὶ πλεονεξίας ἦν τὸ ἕνεκα μαντείας ἀναιρεῖν τὸν ὁμόφυλον, οὕτω καὶ τὸ ἄλογον ζῷον σφάττειν μαντείας ἕνεκα ἄδικον. πότερα δὲ τὰ
10σημεῖα οἱ θεοὶ ἐπιφαίνουσιν ἢ δαίμονες ἢ ἡ ψυχὴ ἀπαλλαττομένη τοῦ ζῴου πρὸς τὴν πεῦσιν ἀποκρίνεται διὰ τῶν ἐν τοῖς σπλάγχνοις σημείων, οὐκ ἔστιν τοῦ

2

.

52

παρόντος λόγου ἐρευνῆσαι. οἷς μέντοι ὁ βίος ἔξω κυλίεται, τούτοις ἐπιτρέπομεν ἅπαξ ἀσεβήσασιν εἰς
ἑαυτοὺς φέρεσθαι ᾗπερ καὶ φέρονται. ὃν δ’ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφιστάμενον τῶν ἐκτός, εἰ‐177
5κότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὐ γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ
10προκοπῆς καὶ τῆς ἄλλης παρ’ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν, προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται
15τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας, καὶ ἀντὶ μάντεως

2

.

53

‘Διὸς μεγάλου ὀαριστὴσ‘ εὐχόμενος γενέσθαι. εἰ δ’ ἄρα καὶ ἐπείξειέ τι τῶν τῆς ἀνάγκης, εἰσίν οἱ τῷ οὕτω ζῶντι τῷ οἰκέτῃ τοῦ θεοῦ καὶ δι’ ὀνειράτων καὶ συμ‐ βόλων καὶ δι’ ὄττης ἀγαθοὶ δαίμονες προτρέποντες
5καὶ μηνύοντες τὸ ἀποβησόμενον καὶ ὃ ἀναγκαῖον φυλά‐ ξασθαι. μόνον γὰρ ἀποστῆναι δεῖ τοῦ κακοῦ καὶ ἐπι‐ γνῶναι τὸ ἐν τοῖς ὅλοις τιμιώτατον καὶ πᾶν τὸ ἐν τῷ ὅλῳ ἀγαθὸν φίλον καὶ προσήγορον. ἀλλὰ δεινή τις ἡ κακία καὶ τῶν θείων ἀμαθία καταφρονεῖν ὧν οὐκ
10οἶδεν καὶ ἐπισύρειν, ἐπειδὴ ταῦτα οὐ φωναῖς ἐξακού‐ στοις ἡ φύσις βοᾷ, νοερὰ δὲ οὖσα διὰ νοῦ μυστα‐ γωγεῖ τοὺς ταύτην σέβοντας. κἂν μέντοι τις θυτικὴν
παραδέξηται προγνώσεως ἕνεκα τοῦ μέλλοντος, οὐχ ἕπεται ταύτῃ καὶ τὸ ἐσθίειν δεῖν ἐξ ἀνάγκης καὶ σάρκας178
15παραδέχεσθαι, καθάπερ οὐδὲ τὸ θύειν ὅπως οὖν ἢ θεοῖς ἢ δαίμοσιν εἰσηγεῖται τὴν βρῶσιν. ἡ γοῦν ἱστορία οὐ μόνον ὧν Θεόφραστος ἐμνήσθη, ἀλλὰ καὶ ἄλλων πλειόνων τὴν μνήμην παρέδωκεν ὡς καὶ ἀν‐ θρώπους θυόντων τῶν πάλαι, καὶ οὐ δήπου διὰ τοῦτο

2

.

54

καὶ βρωτέον ἀνθρώπους. καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ.
5ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι μὲν τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγα‐ γόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἄντικρυς τοῦ Ἀρι‐ στοβούλης ἕδους, οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ
10τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνίδι ὀνομαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι·
15ὑφ’ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα
ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν.179

2

.

55

τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασι‐ λεὺς κατέλυσε, κατὰ τοὺς Σελεύκου χρόνους τοῦ θεο‐ λόγου γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσήκατο δ’ ὁ δαίμων ἀντὶ ἀνθρώπου τὸν βοῦν·
5οὕτως ἰσάξιόν ἐστιν τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο, καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι
10καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθ’ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ Διο‐ νύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενέδῳ, ὡς φησὶν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν

2

.

56

ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον. Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλτάτων τινὰ ἐπιφημίζοντες Κρόνῳ, καὶ πλήρης δὲ ἡ Φοινικικὴ ἱστορία τῶν θυ‐
5σάντων, ἣν Σαγχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι’ ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν
τῇ συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶν τοὺς Κου‐ ρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυ‐180
10θῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσιν φησὶ Πάλλας ὁ ἄριστα τὰ περὶ τῶν τοῦ Μίθρα συνα‐ γαγὼν μυστηρίων ἐφ’ Ἁδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. καὶ μὴν
15καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν αὐτὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσεν, καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας κατ’ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τοὺς Ἕλληνας πρὶν ἐπὶ πολεμίους ἐξιέ‐
20ναι ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξι‐ θέας θυγατέρα ἀνεῖλον. ἀλλ’ ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; καὶ οὐ δήπου τούτου ἕνεκα
25βρωτέον καὶ σάρκας ἀνθρώπων, ἐπείπερ διά τινα ἀνάγκην εἰς θυσίαν ἄνθρωπος παρελήφθη. καὶ γὰρ ἐν λιμοῖς πολιορκούμενοί τινες ἀλλήλων ἐγεύσαντο, καὶ ὅμως ἐναγεῖς οὗτοι ἐνομίσθησαν καὶ τὸ πρᾶγμα

2

.

57

ἀσεβές. καὶ μετά γε τὸν πρῶτον πόλεμον τὸν γενό‐ μενον Ῥωμαίοις περὶ Σικελίας πρὸς Καρχηδονίους ἀποστάντων τῶν Φοινίκων μισθοφόρων καὶ συναπο‐ στησάντων τοὺς Λίβυας, Ἀμίλκας ὁ Βάρκας ἐπικαλού‐181
5μενος, ἐπιστρατεύσας αὐτοῖς εἰς λιμὸν οὕτως περιέ‐ στησεν, ὡς τὸ μὲν πρῶτον τοὺς πίπτοντας ἐν ταῖς μάχαις ἐσθίειν ἐπιλειπόντων πάντων, δεύτερον τοὺς αἰχμαλώτους, τρίτον τοὺς οἰκέτας, ὕστερον δὲ καὶ ἐπ’ ἀλλήλους ὁρμῆσαι καὶ κλήρῳ τοὺς συστρατιώτας ἐσθίειν.
10ἀλλ’ ὅ γε Ἀμίλκας λαβὼν ὑποχειρίους διὰ τῶν ἐλε‐ φάντων συνεπάτησεν, ὡς οὐχ ὅσιον ἔτι τοῖς ἄλλοις ἀνθρώποις αὐτοὺς ἐπιμίγνυσθαι, καὶ οὔτε αὐτὸς παρε‐ δέξατο διὰ τὸ τολμῆσαί τινας τὴν ἀνθρωποφαγίαν οὔθ’ ὁ υἱὸς αὐτοῦ Ἀννίβας, ᾧ συνεβούλευέ τις εἰς
15τὴν Ἰταλίαν στρατεύοντι ἐθίσαι ἀνθρωποφαγεῖν τὸν στρατόν, ὡς μὴ τροφῆς ἀποροῖεν. οὐ τοίνυν ἐπεὶ λιμοὶ καὶ πόλεμοι αἴτιοι τῆς τῶν ἄλλων ζῴων βρώ‐ σεως γεγόνασιν, ἐχρῆν ταύτην καὶ δι’ ἡδονὴν παρα‐ δέξασθαι, καθάπερ οὐδὲ τὴν ἀνθρωποφαγίαν προση‐
20κάμεθα· οὐδὲ ἐπεὶ ἔθυσάν τισι δυνάμεσιν ζῷα, ἐχρῆν καὶ ἐσθίειν αὐτά. οὐδὲ γὰρ ἀνθρώπους θύσαντες ἐγεύσαντο τούτου γε ἕνεκα σαρκῶν ἀνθρωπίνων. ἀλλ’ ὅτι μὲν τῷ θύειν οὐχ ἕπεται τὸ καὶ ἐσθίειν

2

.

58

πάντως τὰ ζῷα, διὰ τούτων ἀποδέδεικται· ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’ αὐτῶν τῶν θεολόγων. καὶ182
5μὴν ὅτι τούτων οἳ μὲν κακοποιοί, οἳ δὲ ἀγαθοί, οἳ οὐκ ἐνοχλήσουσιν ἡμῖν ἀπαρχομένοις ἐκ μόνων ὧν ἐσθίομεν καὶ τρέφομεν ἢ τὸ σῶμα ἢ τὴν ψυχήν, καὶ τούτου μέμνηνται. ὀλίγα δ’ ἔτι προσθέντες, ὡς καὶ αἱ ἀδιάστροφοι ἔννοιαι τῶν πολλῶν ἐπιβάλλουσι τῇ ὀρθῇ
10περὶ τῶν θεῶν ὑπολήψει, τὸ βιβλίον περιγράψομεν. λέγουσι γοῦν καὶ τῶν ποιητῶν οἱ ἐπ’ ὀλίγον σωφρο‐ νοῦντες,
τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος
εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς
15
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,
χαίρειν ἅπαντας καὶ γέρας λαχεῖν τόδε; ἄλλος δὲ φησίν, ψαιστά, λιβανωτόν, πόπανα· ταῦτ’ ὠνήσομαι.
20οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς τὰ νῦν.

2

.

59

ἐπεὶ καὶ Ἀπόλλων παραινῶν θύειν κατὰ τὰ πάτρια
[τουτέστιν κατὰ τὸ ἔθος τῶν πατέρων], ἐπανάγειν ἔοικεν εἰς τὸ παλαιὸν ἔθος. τὸ δὲ παλαιὸν διὰ ποπά‐ νων καὶ τῶν καρπῶν ἦν, ὡς ἀπεδείξαμεν. ὅθεν καὶ183
5θυσίαι καὶ θυηλαὶ καὶ θυμέλαι ἐκαλοῦντο, καὶ αὐτὸ τὸ θύειν τοῦ θυμιᾶν εἴχετο καὶ τοῦ νῦν παρ’ ἡμῖν λεγομένου ἐπιθύειν. ὃ γὰρ ἡμεῖς νῦν θύειν λέγομεν ἔρδειν ἔλεγον·
ἔρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
10ταύρων ἠδ’ αἰγῶν.

2

.

60

ἀγνοοῦσιν δὲ οἱ τὴν πολυτέλειαν εἰσαγαγόντες εἰς τὰς θυσίας, ὅπως ἅμα ταύτῃ ἑσμὸν κακῶν εἰσήγαγον, δεισι‐ δαιμονίαν, τρυφήν, ὑπόληψιν τοῦ δεκάζειν δύνασθαι τὸ θεῖον καὶ θυσίαις ἀκεῖσθαι τὴν ἀδικίαν. ἢ πόθεν
5οἳ μὲν τριττύας χρυσόκερως, οἳ δ’ ἑκατόμβας, Ὀλυμ‐ πιὰς δ’ ἡ Ἀλεξάνδρου μήτηρ πάντα χίλια ἔθυεν, ἅπαξ τῆς πολυτελείας ἐπὶ τὴν δεισιδαιμονίαν προαγούσης; ὅταν δὲ νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ καί, ὡς φασίν, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις,
10πότ’ ἂν ἑκὼν σωφρονήσειεν; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰή‐ σεται αὑτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων,
15μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν
τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ184

2

.

61

ὅσιος καὶ δίκαιος ἔσται; θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής, οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δέ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς
5ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπαναστάσεσίν τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσιν. οὐ γὰρ δὴ ἄνθρωπος μὲν ἐρεῖ, εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με, ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν·
10 τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην· θεὸς δὲ οὐκ ἀρκεῖται τούτοις. διόπερ ὁ Πλάτων, τῷ μὲν ἀγαθῷ θύειν, φησί, προσήκει καὶ προσομιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασι καὶ θυσίαις καὶ τῇ πάσῃ θεραπείᾳ, τῷ δὲ κακῷ μάτην περὶ θεοὺς τὸν
15πολὺν εἶναι πόνον. ὁ γὰρ ἀγαθὸς οἶδεν ἃ θυτέον καὶ ὧν ἀφεκτέον καὶ τίνα προσενεκτέον καὶ τίνων ἀπαρ‐ κτέον, ὁ δὲ φαῦλος ἐκ τῆς οἰκείας διαθέσεως καὶ ὧν αὐτὸς ἐσπούδακεν, προσάγων τοῖς θεοῖς τὰς τιμὰς ἀσεβεῖ μᾶλλον ἢ εὐσεβεῖ. διὸ οὐδ’ οἴεται δεῖν τοῖς
20φαύλοις ὁ Πλάτων ἐθισμοῖς συμπεριφέρεσθαι τὸν φιλόσοφον· οὔτε γὰρ τοῖς θεοῖς εἶναι φίλον οὔτε τοῖς ἀνθρώποις συμφέρον, ἀλλὰ μεταβάλλειν μὲν πειρᾶσθαι εἰς τὸ ἄμεινον, εἰ δὲ μή, αὐτὸν πρὸς αὐτὰ μὴ μετα‐ βάλλεσθαι, μετιέναι δὲ τὴν ὀρθὴν ὁδὸν αὐτὸν πορευό‐
25μενον μήτε κινδύνους τοὺς ἀπὸ τῶν πολλῶν εὐλα‐ βούμενον μήτε τὴν ἄλλην, εἴ τις γίγνοιτο, βλασφημίαν. καὶ γὰρ δεινὸν ἂν εἴη, Σύρους μὲν τῶν ἰχθύων μὴ ἂν γεύσασθαι μηδὲ τοὺς Ἑβραίους συῶν, Φοινίκων τε τοὺς πολλοὺς καὶ Αἰγυπτίων βοῶν θηλειῶν, ἀλλὰ καὶ185
30βασιλέων πολλῶν μεταβαλεῖν αὐτοὺς σπουδασάντων θάνατον ὑπομεῖναι μᾶλλον ἢ τὴν τοῦ νόμου παρά‐ βασιν, ἡμᾶς δὲ τοὺς τῆς φύσεως νόμους καὶ τὰς θείας παραγγελίας φόβων ἕνεκα ἀνθρωπίνων ἤ τινος βλα‐ σφημίας τῆς ἀπὸ τούτων αἱρεῖσθαι παραβαίνειν. ἦ
35μέγα ὁ θεῖος χορὸς σχετλιάσειεν ἂν θεῶν τε ὁμοῦ καὶ ἀνδρῶν θείων πρὸς ἀνθρώπων φαύλων δόξας ὁρῶν ἡμᾶς κεχηνότας καὶ τὸν παρὰ τούτων φόβον ὑφορω‐ μένους, οἳ καθ’ ἡμέραν μελέτην ἐν τῷ βίῳ τὸ ἀπο‐ θνῄσκειν τοῖς ἄλλοις πεποιήμεθα.
39

3

t

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

3

.

1

Ὡς μὲν οὔτε πρὸς σωφροσύνην καὶ λιτότητα οὔτε πρὸς εὐσέβειαν, αἳ μάλιστα πρὸς τὸν θεωρητικὸν συντε‐ λοῦσι βίον, ἡ τῶν ἐμψύχων βρῶσις συμβάλλεται, ἀλλὰ μᾶλλον ἐναντιοῦται, διὰ τῶν φθασάντων, ὦ Φίρμε
5Καστρίκιε, δυεῖν βιβλίων ἀπεδείξαμεν. τῆς δὲ δικαιο‐ σύνης τὸ κάλλιστον ἐν τῇ πρὸς τοὺς θεοὺς εὐσεβείᾳ κεκτημένης, ταύτης δὲ ὡς ἔνι μάλιστα διὰ τῆς ἀποχῆς
συνισταμένης, οὐ δέος ἐστὶ περὶ τοῦ πρὸς ἀνθρώπους δικαίου, μή πῃ τοῦτο παραθραύσωμεν, τήν γε πρὸς186
10τοὺς θεοὺς ὁσίαν διασῴζοντες. Σωκράτης μὲν οὖν πρὸς τοὺς ἡδονὴν διαμφισβητοῦντας εἶναι τὸ τέλος, οὐδ’ ἂν πάντες, ἔφη, σύες καὶ τράγοι τούτῳ συναι‐ νῶσι, πεισθήσεσθαι ἐν τῷ ἥδεσθαι τὸ εὔδαιμον ἡμῶν κεῖσθαι, ἔστ’ ἂν νοῦς ἐν τοῖς πᾶσι κρατῇ· ἡμεῖς δέ,
15οὐδ’ ἂν πάντες λύκοι ἢ γῦπες τὴν κρεοφαγίαν δοκι‐ μάζωσιν, οὐ συγχωρήσομεν τούτοις δίκαια λέγειν, ἔστ’ ἂν ὁ ἄνθρωπος ἀβλαβὲς ᾖ φύσει καὶ ἀφεκτικὸν τοῦ διὰ τῆς ἄλλων βλάβης αὑτῷ τὰς ἡδονὰς πορίζεσθαι. ἐς οὖν τὸν περὶ τῆς δικαιοσύνης λόγον μεταβαίνοντες,
20ἐπείπερ ταύτην πρὸς τὰ ὅμοια δεῖν μόνα παρατείνειν εἰρήκασιν οἱ ἀντιλέγοντες, καὶ διὰ τοῦτο τὰ ἄλογα διαγράφουσι τῶν ζῴων, φέρε ἡμεῖς τὴν ἀληθῆ τε ὁμοῦ καὶ Πυθαγόρειον δόξαν παραστήσωμεν, πᾶσαν ψυχήν, ᾗ μέτεστιν αἰσθήσεως καὶ μνήμης, λογικὴν
25ἐπιδεικνύντες· τούτου γὰρ ἀποδειχθέντος εἰκότως δὴ καὶ κατὰ τούτους πρὸς πᾶν ζῷον τὸ δίκαιον παρατε‐ νοῦμεν. ἐροῦμεν δὲ τὰ παρὰ τοῖς παλαιοῖς συντόμως

3

.

2

ἐπιτέμνοντες. διττοῦ δὴ λόγου κατὰ τοὺς ἀπὸ τῆς στοᾶς ὄντος, τοῦ μὲν ἐνδιαθέτου, τοῦ δὲ προφορικοῦ, καὶ πάλιν τοῦ μὲν κατωρθωμένου, τοῦ δὲ ἡμαρτη‐ μένου, ποτέρου ἀποστεροῦσι τὰ ζῷα διαρθρῶσαι προσ‐
5ῆκον. ἆρά γε τοῦ ὀρθοῦ μόνου, οὐχ ἁπλῶς δὲ τοῦ
λόγου; ἢ παντελῶς παντὸς τοῦ τε ἔσω καὶ τοῦ ἔξω προϊόντος; ἐοίκασι δὴ τὴν παντελῆ στέρησιν αὐτῶν κατηγορεῖν, οὐ τὴν τοῦ κατωρθωμένου μόνον. οὕτω γὰρ ἂν οὐκ ἄλογα, λογικὰ δὲ ἦν ἔτι τὰ ζῷα, καθάπερ187
10σχεδὸν πάντες κατ’ αὐτοὺς οἱ ἄνθρωποι. σοφὸς μὲν γὰρ ἢ εἷς ἢ καὶ δύο κατ’ αὐτοὺς γεγόνασιν, ἐν οἷς μόνοις ὁ λόγος κατώρθωται, οἱ δὲ ἄλλοι φαῦλοι πάντες· κἂν οἳ μὲν ὦσι προκόπτοντες, οἳ δὲ χύσιν τῆς φαυ‐ λότητος ἔχοντες, εἰ καὶ πάντες ὁμοίως λογικοί· ὑπὸ δὲ
15τῆς φιλαυτίας παρηγμένοι ἄλογα φασὶν τὰ ζῷα ἐφεξῆς τὰ ἄλλα σύμπαντα, τὴν παντελῆ στέρησιν τοῦ λόγου διὰ τῆς ἀλογίας μηνύειν ἐθέλοντες· καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐ μόνον ἁπλῶς ὁ λόγος ἐν πᾶσι τοῖς ζῴοις θεωρεῖται, ἐν πολλοῖς δὲ αὐτῶν καὶ ὑποβολὰς

3

.

3

ἔχων πρὸς τὸ τέλειον. ἐπεὶ τοίνυν διττὸς ἦν, ὃ μὲν ἐν τῇ προφορᾷ, ὃ δὲ ἐν τῇ διαθέσει, ἀρξώμεθα πρό‐ τερον ἀπὸ τοῦ προφορικοῦ καὶ τοῦ κατὰ τὴν φωνὴν τεταγμένου. εἰ δὴ προφορικός ἐστι λόγος φωνὴ διὰ
5γλώττης σημαντικὴ τῶν ἔνδον καὶ κατὰ ψυχὴν παθῶν· κοινοτάτη γὰρ ἡ ἀπόδοσις αὕτη καὶ αἱρέσεως οὐδέπω ἐχομένη, ἀλλὰ μόνον τῆς τοῦ λόγου ἐννοίας· τί τού‐ του ἄπεστι τῶν ζῴων ὅσα φθέγγεται; τί δὲ οὐχὶ καὶ ἃ πάσχει τι, πρότερον καὶ πρὶν εἰπεῖν ὃ μέλλει, διε‐
10νοήθη; λέγω δὴ διάνοιαν τὸ ἐν τῇ ψυχῇ κατὰ σιγὴν φωνούμενον. τοῦ τοίνυν ὑπὸ τῆς γλώττης φωνη‐ θέντος, ὅπως ἂν καὶ φωνηθῇ, εἴτε βαρβάρως εἴτε
Ἑλληνικῶς εἴτε κυνικῶς ἢ βοϊκῶς, λόγου γε ὄντος μέτοχα τὰ ζῷα τὰ φωνητικά, τῶν μὲν ἀνθρώπων κατὰ188
15νόμους τοὺς ἀνθρωπείους φθεγγομένων, τῶν δὲ ζῴων κατὰ νόμους οὓς παρὰ τῶν θεῶν καὶ τῆς φύσεως εἴληχεν ἕκαστον. εἰ δὲ μὴ ἡμεῖς ξυνίεμεν, τί τοῦτο; οὐδὲ γὰρ τῆς Ἰνδῶν οἱ Ἕλληνες οὐδὲ τῆς Σκυθῶν ἢ Θρᾳκῶν ἢ Σύρων οἱ ἐν τῇ Ἀττικῇ τραφέντες· ἀλλ’
20ἴσα κλαγγῇ γεράνων ὁ τῶν ἑτέρων τοῖς ἑτέροις ἦχος προσπίπτει. καίτοι ἐγγράμματος τοῖς ἑτέροις ἡ αὐτῶν καὶ ἔναρθρος, ὡς καὶ ἡμῖν ἡ ἡμετέρα· ἄναρθρος δὲ καὶ ἀγράμματος ἡ τῶν Σύρων φέρε εἰπεῖν ἢ τῶν Περσῶν, ὡς καὶ πᾶσιν ἡ τῶν ζῴων. καθάπερ γὰρ
25ἡμεῖς ψόφου μόνου ἀντιλαμβανόμεθα καὶ ἤχου, ἀξύ‐ νετοι ὄντες τῆς [φέρε] Σκυθῶν ὁμιλίας, καὶ κλαγγά‐ ζειν δοκοῦσιν καὶ μηδὲν διαρθροῦν, ἀλλ’ ἑνὶ ψόφῳ χρῆσθαι μακροτέρῳ ἢ βραχυτέρῳ, τὸ παρηλλαγμένον δὲ αὐτοῦ εἰς σημασίαν οὐδαμῶς προσπίπτει, ἐκείνοις
30δὲ εὐσύνετος ἡ φθέγξις καὶ πολὺ τὸ διάφορον ἔχουσα, καθάπερ ἡμῖν ἡ συνήθης· οὕτως καὶ ἐπὶ τῶν ζῴων ἡ ξύνεσις μὲν ἐκείνοις κατὰ γένος ἰδίως προσπίπτει, ἡμῖν δὲ ὁ ψόφος μόνος ἐξάκουστος, τῆς σημασίας ἐκλειπούσης, διὰ τὸ μηδένα διδαχθέντα τὴν ἡμετέραν
35διδάξαι ἡμᾶς διὰ τῆς ἡμετέρας τὴν ἑρμηνείαν τῶν λεγομένων παρὰ τοῖς ζῴοις. καίτοι εἰ δεῖ πιστεύειν τοῖς παλαιοῖς καὶ τοῖς ἐφ’ ἡμῶν καὶ τῶν πατέρων γεγονόσιν, εἰσὶν οἳ λέγονται ἐπακοῦσαι καὶ σύνεσιν ἔχειν τῆς τῶν ζῴων φθέγξεως· ὡς ἐπὶ μὲν τῶν παλαιῶν
40ὁ Μελάμπους καὶ ὁ Τειρεσίας καὶ οἱ τοιοῦτοι, οὐ πρὸ πολλοῦ δὲ Ἀπολλώνιος ὁ Τυανεύς, ἐφ’ οὗ καὶ λέγεται, ὅτι τοῖς ἑταίροις συνόντος, χελιδόνος ἐπιπτάσης καὶ φθεγγομένης, εἶπεν ὅτι μηνύει ἡ χελιδὼν ταῖς ἄλλαις ὄνον πρὸ τοῦ ἄστεως πεπτωκέναι σίτου βαστάζοντα189
45φορτίον, ὃ δὴ κεχύσθαι εἰς τὴν γῆν τοῦ ἀχθοφο‐ ροῦντος πεπτωκότος. ἑταῖρος δὲ ἡμῶν ἐξηγεῖτό τις, οἰκέτου εὐτυχῆσαι παιδός, ὃς πάντα ξυνίει τὰ φθέγ‐ ματα τῶν ὀρνίθων, καὶ ἦν πάντα μαντικὰ καὶ τοῦ μετ’ ὀλίγον μέλλοντος ἀγγελτικά· ἀφαιρεθῆναι δὲ τὴν

3

.

3

(50)

σύνεσιν, τῆς μητρὸς εὐλαβηθείσης μὴ δῶρον αὐτὸν βασιλεῖ πέμψειεν, καὶ καθεύδοντος εἰς τὰ ὦτα ἐνου‐

3

.

4

ρησάσης. ἀλλ’ ἵνα ταῦτα παρῶμεν διὰ τὸ ξύμφυτον ἡμῖν πάθος τῆς ἀπιστίας, ἀλλὰ τῶν γε ἐθνῶν τινὰ εἰς ἔτι καὶ νῦν ὅπως ξυγγένειαν ἔχει πρός τινων ζῴων σύνεσιν τῆς φθέγξεως, οὐδεὶς οἶμαι ἠγνόηκεν. Ἄραβες
5μὲν κοράκων ἀκούουσιν, Τυρρηνοὶ δ’ ἀετῶν· τάχα δ’ ἂν καὶ ἡμεῖς καὶ πάντες ἄνθρωποι συνετοὶ ἦμεν πάντων τῶν ζῴων, εἰ καὶ ἡμῶν τὰ ὦτα δράκων ἔνιψε. δηλοῖ γε μὴν καὶ τὸ ποικίλον καὶ διάφορον τῆς φθέγ‐ ξεως αὐτῶν τὸ σημαντικόν. ἄλλως γοῦν ἀκούεται
10ὅταν φοβῆται φθεγγόμενα, ἄλλως ὅταν καλῇ, ἄλλως ὅταν εἰς τροφὴν παρακαλῇ, ἄλλως ὅταν φιλοφρονῆται, ἄλλως ὅταν προκαλῆται εἰς μάχην· καὶ τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς καὶ σφόδρα δυσπαρατήρητον τὴν παραλ‐ λαγὴν εἶναι διὰ τὸ πλῆθος καὶ τοῖς τὸν βίον εἰς 〈τὴν〉
15τούτων τήρησιν καταθεμένοις. κορώνης γοῦν καὶ κόρακος οἰωνισταὶ ἄχρι τινὸς [πλήθους] τὸ διάφορον σημειωσάμενοι, τὸ λοιπὸν εἴασαν ὡς οὐκ ὂν ἀνθρώπῳ εὐπερίληπτον. ὅταν δὲ πρὸς ἄλληλα φθέγγηται φανερά τε καὶ εὔσημα, εἰ καὶ μὴ πᾶσιν ἡμῖν γνώριμα, φαί‐190
20νηται δὲ καὶ ἡμᾶς μιμούμενα καὶ τὴν Ἑλλάδα γλῶτταν ἐκμανθάνοντα καὶ συνιέντα τῶν ἐφεστώτων, τίς οὕτως ἀναιδὴς ὡς μὴ συγχωρεῖν εἶναι λογικά, διότι αὐτὸς οὐ συνίησιν ὧν λέγουσιν; κόρακες γοῦν καὶ κίτται ἐριθακοί τε καὶ ψιττακοὶ ἀνθρώπους μιμοῦνται καὶ
25μέμνηνται ὧν ἂν ἀκούσωσιν καὶ διδασκόμενοι ὑπα‐ κούουσι τῷ διδάσκοντι, καὶ πολλοί γε ἐμήνυσαν δι’ ὧν ἐδιδάχθησαν καὶ τοὺς ἁμαρτάνοντας κατὰ τὸν οἶκον. ἡ δ’ Ἰνδικὴ ὕαινα, ἣν κοροκότταν οἱ ἐπιχώ‐ ριοι καλοῦσι, καὶ ἄνευ διδασκάλου οὕτω φθέγγεται
30ἀνθρωπικῶς, ὡς καὶ ἐπιφοιτᾶν ταῖς οἰκίαις καὶ καλεῖν ὃν 〈ἂν〉 ἴδῃ εὐχείρωτον αὑτῇ, καὶ μιμεῖταί γε τοῦ φιλ‐ τάτου καὶ ᾧ ἂν πάντως ὑπακούσειεν ὁ κληθεὶς τὸ φθέγμα· ὡς καίπερ εἰδότας τοὺς Ἰνδοὺς διὰ τῆς ὁμοιό‐ τητος ἐξαπατᾶσθαι καὶ ἀναλίσκεσθαι ἐξιόντας τε καὶ
35πρὸς τὸ φθέγμα ὑπακούοντας. εἰ δὲ μὴ πάντα μιμη‐ τικὰ μηδὲ πάντα εὐμαθῆ τῆς ἡμετέρας, τί τοῦτο; οὐδὲ γὰρ ἄνθρωπος πᾶς εὐμαθὴς ἢ μιμητικὸς οὐχ ὅτι τῆς τῶν ζῴων, ἀλλ’ οὐδὲ πέντε που διαλέκτων τῶν παρ’ ἀνθρώποις. τινὰ δὲ καὶ τῷ μὴ διδάσκεσθαι ἴσως οὐ
40φθέγγεται ἢ καὶ τῷ ὑπὸ τῶν ὀργάνων τῶν τῆς φωνῆς ἐμποδίζεσθαι. ἡμεῖς γοῦν κατὰ Καρχηδόνα, πέρδικος
ἐπιπτάντος ἡμέρου, τρέφοντες τοῦτον, τοῦ χρόνου προϊόντος καὶ τῆς συνηθείας εἰς πολλὴν ἡμερότητα αὐτὸν μεταβαλούσης, οὐ μόνον σαίνοντος καὶ θερα‐191
45πεύοντος ᾐσθόμεθα καὶ προσπαίζοντος, ἀλλ’ ἤδη καὶ ἀντιφθεγγομένου πρὸς τὸ ἡμέτερον φθέγμα καὶ καθ’ ὅσον ἦν δυνατὸν ἀποκρινομένου, ἀλλοίως ἢ καλεῖν ἀλλήλους εἰώθασιν οἱ πέρδικες. [οὔκουν σιωπῶντος,

3

.

5

φθεγξαμένου δ’ ἀντεφθέγξατο μόνον.] ἱστορεῖται δὲ καὶ τῶν ἀφθόγγων 〈τινὰ〉 οὕτως ἑτοίμως ὑπακούειν τοῖς δεσπόταις, ὡς οὐκ 〈ἂν〉 ἄνθρωπος τῶν συνήθων. ἡ γοῦν Κράσσου τοῦ Ῥωμαϊκοῦ μύραινα ὀνομαστὶ καλουμένη
5προσῄει τῷ Κράσσῳ, ὃν καὶ οὕτως διέθηκεν, ὡς πεν‐ θῆσαι ἀποθανοῦσαν, τριῶν τέκνων ἀποβολὴν πρότερον μετρίως ἐνεγκόντα. καὶ ἐγχέλεις δὲ πολλοὶ ἱστόρησαν τὰς ἐν Ἀρεθούσῃ καὶ σαπέρδας τοὺς περὶ Μαίανδρον ὑπακούοντας τοῖς καλοῦσιν. οὐκοῦν φαντασία ἡ αὐτὴ
10〈τῇ〉 τοῦ λέγοντος, ἐάν τε ἐπὶ γλῶτταν ἐξικνῆται ἐάν τε μή. πῶς οὖν οὐκ ἄγνωμον μόνην λόγον τὴν ἀνθρώπου φωνὴν λέγειν, ὅτι ἡμῖν ξυνετή, τὴν δὲ τῶν ἄλλων ζῴων παραιτεῖσθαι; ὅμοιον γὰρ ὡς εἰ κόρακες τὴν σφῶν μόνην ἠξίουν εἶναι φωνήν, ἡμᾶς δ’ εἶναι ἀλόγους, διότι οὐκ αὐ‐
15τοῖς εὔσημα φθεγγόμεθα· ἢ οἱ Ἀττικοὶ εἰ μόνην τὴν Ἀτθίδα ἔλεγον φωνήν, τοὺς δὲ ἄλλους ἀλόγους ἡγοῦντο τοὺς λέξεως Ἀττικῆς ἀμοιροῦντας. καίτοι θᾶττον ἂν κό‐ ρακος ξύνεσιν λάβοι ὁ Ἀττικὸς ἢ Σύρου ἢ Πέρσου συρί‐ ζοντος καὶ περσίζοντος. ἀλλὰ μήποτε ἄτοπον ἐκ τῆς
20εὐσυνέτου φθέγξεως ἢ μὴ ἢ τῆς σιγῆς καὶ φωνῆς τὸ λογικὸν κρίνειν καὶ τὸ ἄλογον· οὕτως γὰρ καὶ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τοὺς ἄλλους τῷ μὴ φθέγγεσθαι φαίη ἄν τις μὴ εἶναι λογικούς. ἀλλ’ οἵ γε θεοὶ σιγῶντες μηνύουσι, καὶ συνιᾶσιν αὐτῶν ὄρνιθες θᾶττον ἢ ἄν‐192
25θρωποι καὶ συνέντες ἀπαγγέλλουσιν ὡς δύνανται καὶ τοῖς ἀνθρώποις εἰσὶ κήρυκες ἄλλοι ἄλλων θεῶν· Διὸς μὲν ἀετός, Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ, Ἥρας δὲ πελαργός, Ἀθηνᾶς δὲ αὖ κρέξ τε καὶ γλαῦξ, ὡς Δή‐ μητρος γέρανος καὶ ἄλλων ἄλλοι. καὶ μὴν καὶ ἡμῶν
30οἱ παρατηροῦντες καὶ οἱ σύντροφοι γιγνώσκουσιν αὐ‐ τῶν τὰ φθέγματα. ὁ γοῦν κυνηγέτης ἀπὸ τῆς ὑπο‐ κρίσεως ᾔσθετο τοῦ κυνὸς ὑλακτοῦντος νῦν μὲν ὅτι ζητεῖ τὸν λαγών, νῦν δὲ ὅτι εὗρεν, νῦν δὲ ὅτι διώκει, νῦν δὲ ὅτι ἔλαβεν, καὶ πλανωμένου ὅτι πλανᾶται.
35καὶ ὁ βουκόλος οἶδεν ὅτι ἡ βοῦς πεινῇ ἢ διψῇ ἢ κέκμηκεν ἢ ὀργᾷ ἢ τὸν μόσχον ζητεῖ· καὶ λέων βρυ‐ χώμενος δηλοῖ ὅτι ἀπειλεῖ, καὶ λύκος ὠρυόμενος ὅτι κακῶς πράσσει, καὶ ὄιες βληχώμεναι οὐκ ἔλαθον τὸν

3

.

6

ποιμένα ὅτου δέονται. οὐ τοίνυν οὐδὲ ἐκεῖνα ἔλαθεν ἡ τῶν ἀνθρώπων φωνή, οὐκ ὀργιζομένων, οὐ φιλο‐ φρονουμένων, οὐ καλούντων, οὐχ ἡ διώκουσα, οὐχ ἡ αἰτοῦσα, οὐχ ἡ διδοῦσα, οὐδεμία ἁπλῶς, ἀλλὰ πάσαις
5οἰκείως ὑπήκουσαν· ὅπερ ἀδύνατον ποιεῖν μὴ τοῦ ὁμοίου τῇ συνέσει τῷ ὁμοίῳ ἐνεργοῦντος. σωφρονί‐ ζονται δὲ καὶ μέλεσιν καὶ ἥμεροι ἐξ ἀγρίων γίγνονται ἕλαφοι καὶ ταῦροι καὶ ἕτερα ζῷα. διαλεκτικῆς μὲν γὰρ αὐτοὶ φασὶν οἱ τὸ ἄλογον αὐτῶν καταψηφιζό‐193
10μενοι ἐπαΐειν τοὺς κύνας, κεχρῆσθαί τε τῷ διὰ πλει‐ όνων διεζευγμένῳ ἰχνεύοντας, ὅταν εἰς τριόδους ἀφί‐ κωνται. ἤτοι γὰρ ταύτην ἢ ἐκείνην ἢ τὴν ἑτέραν ἀπεληλυθέναι τὸ θηρίον· οὔτε δὲ ταύτην, οὔτε ταύ‐ την· ταύτην ἄρα, καθ’ ἣν λοιπὸν καὶ διώκειν. ἀλλ’
15ἕτοιμον λέγειν φύσει ταῦτα ποιεῖν ὅτι μηδεὶς αὐτὰ ἐξεδίδαξεν, ὡς δὴ καὶ ἡμῶν τὸν λόγον οὐ φύσει κεκληρωμένων, εἰ καί τινα τίθεμεν τῶν ὀνομάτων αὐτοὶ διὰ τὸ καὶ πρὸς τοῦτο ἐπιτηδείως ἔχειν κατὰ φύσιν. εἰ μέντοι πιστεύειν δεῖ Ἀριστοτέλει, καὶ διδά‐
20σκοντα ὤφθη οὐ μόνον τῶν ἄλλων τι ποιεῖν τὰ τέκνα τὰ ζῷα, ἀλλὰ καὶ φθέγγεσθαι, ὡς ἀηδὼν τὸν νεοττὸν ᾄδειν. καὶ ὡς αὐτός γε φησίν, πολλὰ μὲν παρ’ ἀλλή‐ λων μανθάνει ζῷα, πολλὰ δὲ καὶ παρ’ ἀνθρώπων, καὶ πᾶς αὐτῷ ἀληθεύοντι μαρτυρεῖ, πᾶς μὲν πωλοδάμνης,
25πᾶς δὲ ἱπποκόμος τε καὶ ἱππεὺς καὶ ἡνίοχος, πᾶς δὲ κυνηγέτης τε καὶ ἐλεφαντιστὴς καὶ βουκόλος καὶ οἱ τῶν θηρίων διδάσκαλοι οἵ τε τῶν ὀρνίθων πάντες. ἀλλ’ ὁ μὲν εὐγνώμων καὶ ἐκ τούτων μεταδίδωσι συνέ‐ σεως τοῖς ζῴοις, ὁ δὲ ἀγνώμων καὶ ἀνιστόρητος αὐτῶν
30φέρεται συνεργῶν αὑτοῦ τῇ εἰς αὐτὰ πλεονεξίᾳ. καὶ πῶς γὰρ οὐκ ἔμελλεν κακολογήσειν καὶ διαβαλεῖν ἃ κατακόπτειν ὡς λίθον προῄρηται; ἀλλ’ Ἀριστοτέλης γε καὶ Πλάτων Ἐμπεδοκλῆς τε καὶ Πυθαγόρας Δημό‐ κριτός τε καὶ ὅσοι ἐφρόντισαν τὴν ἀλήθειαν περὶ194

3

.

7

αὐτῶν ἑλεῖν, ἔγνωσαν τὸ μετέχον τοῦ λόγου. δεικτέον δὲ καὶ τὸν ἐντὸς αὐτῶν καὶ ἐνδιάθετον. φαίνεται δὲ ἡ παραλλαγή, ὡς φησί που καὶ Ἀριστοτέλης, οὐκ οὐσίᾳ διαλλάττουσα, ἀλλ’ ἐν τῷ μᾶλλον καὶ ἧττον θεωρου‐
5μένη· καθάπερ πολλοὶ οἴονται καὶ τὴν θεῶν πρὸς ἡμᾶς ἐξηλλάχθαι, οὐ κατ’ οὐσίαν οὔσης τῆς διαφορᾶς ταύτης, ἀλλὰ κατὰ τὸ ἀκριβὲς ἢ μὴ τοῦ λόγου. καὶ ὅτι μὲν ἄχρι γε αἰσθήσεως τῆς τε ἄλλης ὀργανώσεως τῆς τε κατὰ τὰ αἰσθητήρια καὶ τῆς κατὰ σάρκα ὁμοίως ἡμῖν
10διάκειται, πᾶς σχεδὸν συγκεχώρηκεν. καὶ γὰρ οὐ μόνον τῶν κατὰ φύσιν παθῶν τε καὶ κινημάτων τῶν διὰ τούτων ὁμοίως ἡμῖν κεκοινώνηκεν, ἀλλ’ ἤδη καὶ τῶν παρὰ φύσιν καὶ νοσωδῶν ἐν αὐτοῖς θεωρουμένων. οὐκ ἂν δέ τις εὖ φρονῶν διὰ τὸ ἐξηλλαγμένον τῆς
15ἕξεως τοῦ σώματος ἄδεκτα λογικῆς εἴποι διαθέσεως, ὁρῶν καὶ ἐπ’ ἀνθρώπων πολλὴν τὴν παραλλαγὴν τῆς ἕξεως κατά τε γένη καὶ ἔθνη, καὶ ὅμως λογικοὺς συγχωρῶν πάντας. ὄνος μέν γε κατάρρῳ ἁλίσκεται, κἂν εἰς πνεύμονα αὐτῷ ῥυῇ τὸ νόσημα, ἀποθνῄσκει
20ὥσπερ ἄνθρωπος· ἵππος δὲ καὶ ἔμπυος γίνεται καὶ φθίνει, ὥσπερ ἄνθρωπος, καὶ τέτανος λαμβάνει ἵππον καὶ ποδάγρα καὶ πυρετὸς καὶ λύσσα, ὁπότε καὶ κατω‐
πιᾶν λέγεται. καὶ ἡ κύουσα ἵππος, ἐπειδὰν ὀσφρήση‐ ται λύχνου ἀπεσβεσμένου, ἀμβλίσκει ὡς ἄνθρωπος.195
25πυρέττει δὲ καὶ βοῦς καὶ μαίνεται, καθάπερ καὶ ὁ κάμηλος. κορώνη δὲ ψωριᾷ καὶ λεπριᾷ, 〈ὥσπερ〉 καὶ κύων· οὗτος μέν γε καὶ ποδαγριᾷ καὶ λυσσᾷ. ὗς δὲ βραγχᾷ, καὶ ἔτι μᾶλλον κύων, καὶ τὸ πάθος ἐν ἀν‐ θρώπῳ ἀπὸ τοῦ κυνὸς κυνάγχη κέκληται. καὶ ταῦτα
30〈μὲν〉 γνώριμα, ἐπεὶ σύννομα ταῦτα ἡμῖν τὰ ζῷα, τῶν δὲ ἄλλων ἐσμὲν ἄπειροι διὰ τὸ ἀσύνηθες. καὶ εὐνου‐ χιζόμενα δὲ μαλακίζεται· οἱ μέν γε ἀλεκτρυόνες οὐδὲ ᾄδουσιν ἔτι, ἀλλὰ τὴν φωνὴν ἐπὶ τὸ θῆλυ μεταβάλ‐ λουσιν ὥσπερ ἄνθρωποι, βοός τε κέρατα καὶ φωνὴν
35οὐκ ἔστι διαγνῶναι τομίου καὶ θήλεος· οἱ δὲ ἔλαφοι οὐκέτι ἀποβάλλουσι τὰ κέρατα, ἀλλὰ συνέχουσιν, ὡς εὐνοῦχοι τὰς τρίχας, μὴ ἔχοντες δὲ οὐ φύουσιν, ὥσπερ οἱ πρὶν πώγωνα φῦσαι ἐκτμηθέντες. οὕτως σχεδὸν ἁπάντων τὰ σώματα ὁμοίως τοῖς ἡμετέροις κατὰ τὰ

3

.

8

πάθη. τά γε μὴν τῆς ψυχῆς πάθη ὅρα εἰ μὴ πάντα ὅμοια· καὶ πρῶτά γε τὴν αἴσθησιν. οὐ γὰρ δὴ ἀν‐ θρώπου μὲν ἡ γεῦσις χυμῶν, ἡ δὲ ὄψις χροιῶν, ἢ ὀσμῶν ἡ ὄσφρησις ἀντιλαμβάνεται, ἢ ψόφων ἡ ἀκοή,
5ἢ θερμῶν ἢ ψυχρῶν ἡ ἁφὴ ἢ τῶν ἄλλων ἁπτῶν, οὐχὶ δὲ καὶ τῶν ζῴων ἁπάντων ὁμοίως. οὐδὲ ταύτης μὲν ἀφῄρηται τὰ ζῷα διὰ τὸ μὴ εἶναι ἄνθρωποι, λογικῆς
δὲ ἀμοιροῦσι διὰ τοῦτο· ἐπεὶ οὕτω γε καὶ οἱ θεοὶ διὰ τὸ μὴ εἶναι ἄνθρωποι λογικῆς στερήσονται, ἢ ἡμεῖς,196
10εἴπερ οἱ θεοὶ λογικοί. αἰσθήσεως μέν γε καὶ πλεο‐ νεκτεῖν ἔοικεν μᾶλλον τὰ ζῷα. τίς μὲν γὰρ ἀνθρώ‐ πων τοσοῦτον βλέπει [οὐδὲ γὰρ ὁ μυθευόμενος Λυγκεύς] ὅσον ὁ δράκων; ὅθεν καὶ τὸ βλέπειν δρακεῖν λέγουσιν οἱ ποιηταί· τὸν δὲ ἀετὸν ‘καὶ ὑψόθ’ ἐόντα οὐκ ἔλαθε
15πτώξ‘. τίς δὲ ὀξυηκοώτερος γεράνων, αἳ ἀπὸ τοσού‐ των ἀκούουσιν ὅπως οὐδὲ ἀνθρώπων τις ὁρᾷ. τῇ μὲν γὰρ ὀσφρήσει τοσούτῳ πλεονεκτεῖ σχεδὸν πάντα τὰ ζῷα, ὡς ἐκείνοις προσπίπτειν τὰ ἡμᾶς λανθάνοντα, καὶ κατὰ γένος ἐπιγινώσκειν ἕκαστον ἤδη καὶ ἐξ ἴχνους
20ὀσφραινόμενα. οἱ δὲ ἄνθρωποι ἡγεμόσι κυσὶ χρῶν‐ ται, εἰ δεῖ ἐλθεῖν ἐπὶ σῦν ἢ ἔλαφον· καὶ ἡμῶν μὲν ὀψὲ ἡ τοῦ ἀέρος κατάστασις ἅπτεται, τῶν δὲ ἄλλων ζῴων εὐθύς, ὡς τούτοις τεκμηρίοις χρῆσθαι τοῦ μέλ‐ λοντος. τὴν δὲ τῶν χυμῶν διάκρισιν οὕτως οἶδεν,
25ὡς ἐξακριβοῦν καὶ τὰ νοσερὰ καὶ τὰ ὑγιεινὰ καὶ τὰ δηλητήρια, ὡς οὐδὲ ἀνθρώπων οἱ ἰατροί. φρονιμώ‐ τερα δὲ φησὶν ὁ Ἀριστοτέλης εἶναι τὰ εὐαισθητότερα. σωμάτων δὲ παραλλαγαὶ εὐπαθῆ μὲν ἢ δυσπαθῆ ποιῆ‐ σαι δύνανται, καὶ μᾶλλον ἢ ἧττον πρόχειρον ἔχειν
30τὸν λόγον, κατ’ οὐσίαν δὲ τὴν ψυχὴν ἐξαλλάττειν οὐ δύνανται, ὅπου γε οὐδὲ τὰς αἰσθήσεις οὐδὲ τὰ πάθη
ἔτρεψαν, οὐδὲ τέλεον ἐκβεβηκυίας ἐποίησαν. ἐν οὖν τῷ μᾶλλον καὶ ἧττον ἡ διαφορὰ συγχωρείσθω, οὐκ ἐν τῇ τελείᾳ στερήσει· οὐδ’ ἐν τῷ καθάπαξ τὸ μὲν ἔχειν,197
35τὸ δὲ μή· ἀλλ’ ὡς ἐν ἑνὶ γένει τὸ μὲν ὑγιεινότερον σῶμά ἐστιν, τὸ δὲ ἧττον, καὶ ἐπὶ νόσου ὁμοίως πολὺ τὸ διάφορον, ἔν τε εὐφυΐαις καὶ ἀφυΐαις, οὕτω καὶ ἐν ψυχαῖς ἣ μὲν ἀγαθή, ἣ δὲ φαύλη· καὶ τῶν φαύλων ἣ μὲν μᾶλλον, ἣ δὲ ἧττον· καὶ τῶν ἀγαθῶν οὐχ ἡ αὐτὴ
40ἰσότης, οὐδὲ ὁμοίως Σωκράτης ἀγαθὸς καὶ Ἀριστοτέ‐ λης καὶ Πλάτων, οὐδ’ ἐν ὁμοδόξοις ἡ ταυτότης. οὐ τοίνυν οὐδ’ εἰ μᾶλλον ἡμεῖς νοοῦμεν ἢ τὰ ζῷα, διὰ τοῦτο ἀφαιρετέον τῶν ζῴων τὸ νοεῖν, ὥσπερ οὐδὲ τὸ πέτεσθαι τοὺς πέρδικας, ὅτι μᾶλλον αὐτῶν 〈οἱ〉 ἱέρακες
45πέτονται, οὐδὲ τοὺς ἄλλους ἱέρακας, ὅτι καὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων ὁ φασσοφόνος. συμπάσχειν μὲν οὖν δοίη ἄν τις ψυχὴν σώματι καὶ πάσχειν τι πρὸς αὐτοῦ εὖ ἢ κακῶς διακειμένου, μεταβάλλειν δὲ τὴν αὑτῆς φύσιν οὐδαμῶς. εἰ δὲ συμπάσχει μόνον

3

.

8

(50)

καὶ χρῆται αὐτῷ ὡς ὀργάνῳ, δράσειε μὲν ἂν δι’ αὐ‐ τοῦ πολλά, ἀλλοίως ὠργανωμένου ἢ ὡς ἡμῖν, ὧν ἡμεῖς δρᾶν ἀδύνατοι, καὶ συμπάθοι ἄν πως διακει‐

3

.

9

μένου, οὐ μέντοι τὴν αὑτῆς ἐξαλλάξειε φύσιν. ὅτι τοίνυν καὶ λογικὴ ἐν αὐτοῖς ἔστιν καὶ οὐκ ἀφῄρηται φρονήσεως ἐπιδεικτέον. πρῶτον μὲν ἕκαστον οἶδεν εἴτε ἀσθενές ἐστιν εἴτε ἰσχυρόν, καὶ τὰ μὲν φυλάτ‐
5τεται, τοῖς δὲ χρῆται, ὡς πάρδαλις μὲν ὀδοῦσιν, ὄνυξι
δὲ λέων καὶ ὀδοῦσιν, ἵππος δὲ ὁπλῇ καὶ βοῦς κέρασιν, καὶ ἀλεκτρυὼν μὲν πλήκτρῳ, σκορπίος δὲ κέντρῳ· οἱ δ’ ἐν Αἰγύπτῳ ὄφεις πτύσματι [ὅθεν καὶ πτυάδες καλοῦνται] ἐκτυφλοῦσι τὰς ὄψεις τῶν ἐπιόντων, ἄλλο198
10δὲ ἄλλῳ χρῆται, σῷζον ἑαυτὸ ἕκαστον. πάλιν τὰ μὲν ἐκποδὼν νέμεται τῶν ἀνθρώπων, ὅσα ἰσχυρά· τὰ δὲ ἀγεννῆ ἐκποδὼν μὲν τῶν ἰσχυροτέρων θηρίων, τοὔμ‐ παλιν δὲ μετὰ τῶν ἀνθρώπων· καὶ ἢ πορρωτέρω [μέν], ὡς στρουθοὶ ἐν ὀροφαῖς καὶ χελιδόνες, ἢ καὶ συναν‐
15θρωποῦντα, ὡς οἱ κύνες. ἀμείβει δὲ καὶ τόπους κατὰ τὰς ὥρας, καὶ πᾶν ὅσον τὸ πρὸς τὸ συμφέρον οἶδεν. ὁμοίως δ’ ἄν τις καὶ ἐπὶ ἰχθύων ἴδοι τὸν τοιοῦτον λογισμὸν καὶ ἐπ’ ὀρνίθων. ἃ δὴ ἐπὶ πλέον συνῆκται τοῖς παλαιοῖς ἐν τοῖς περὶ ζῴων φρονήσεως, τοῦ ταῦτα
20πολυπραγμονήσαντος ἐπὶ πλέον Ἀριστοτέλους λέγοντος πᾶσι τοῖς ζῴοις μεμηχανῆσθαι πρὸς τὸν βίον καὶ σω‐

3

.

10

τηρίαν αὐτῶν τὴν 〈οἴκησιν〉. ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἢ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξησιν λαμ‐
5βανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογι‐ κὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλ’ ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λόγον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν
10πολλὰ ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις· διδάσκονται δὲ τὰ μὲν ὑπ’ ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀνθρώπων. καὶ ἔχει γε μνή‐ μην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριωτάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι199
15ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώ‐ ποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώ‐ πων. αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρό‐ πιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ
20πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλ’ οὐ τά γε ζῷα· ζῳογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώ‐
25πειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνωδίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περι‐ στεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεννῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώ‐
30μενον καὶ ἑαυτό. παρατηρήσας δ’ ἄν τις κατίδοι καὶ σὺν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τοῦ σαίνειν τῷ τρέφοντι καὶ ἐπιγινώσκειν τὸν δεσπότην

3

.

11

καὶ μηνύειν τὸν ἐπίβουλον. τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ;
τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς200
5τοὺς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαργῶν δικαιο‐ σύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πεφυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου
10αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττεται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλο‐ γίαν αὐτῶν κατηγορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς
15τὸν νοῦν διαδύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέσαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν

3

.

12

ἀποφηναμένοις. θαυμάσειε δ’ ἄν τις τοὺς τὴν δικαιο‐ σύνην ἐκ τοῦ λογικοῦ συνιστάντας καὶ τὰ μὴ κοινω‐ νοῦντα τῶν ζῴων ἄγρια καὶ ἄδικα λέγοντας, μηκέτι δὲ ἄχρι τῶν κοινωνούντων τὴν δικαιοσύνην ἐκτείνον‐
5τας. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων οἴχεται τὸ ζῆν ἀρθείσης τῆς κοινωνίας, οὕτω κἀκείνοις. ὄρνιθες γοῦν καὶ κύνες καὶ πολλὰ τῶν τετραπόδων, οἷον αἶγες, ἵπποι, πρόβατα, ὄνοι, ἡμίονοι, τῆς μετὰ ἀνθρώπων κοινωνίας ἀφαιρεθέντα ἔρρει. καὶ ἡ δημιουργήσασα
10αὐτὰ φύσις ἐν χρείᾳ τῶν ἀνθρώπων κατέστησεν τούς τε ἀνθρώπους εἰς τὸ χρῄζειν αὐτῶν, τὸ δίκαιον ἔμ‐ φυτον αὐτοῖς τε πρὸς ἡμᾶς καὶ ἡμῖν πρὸς αὐτὰ κατα‐ σκευάσασα. εἰ δέ τινα πρὸς ἀνθρώπους ἀγριαίνει,
θαυμαστὸν οὐδέν· ἀληθὲς γὰρ ἦν τὸ τοῦ Ἀριστοτέ‐201
15λους, ὡς ἀφθονίαν εἰ τῆς τροφῆς πάντα ἐκέκτητο, οὔτ’ ἂν πρὸς ἄλληλα οὔτε πρὸς ἀνθρώπους ἔσχεν ἂν ἀγρίως· ταύτης γὰρ χάριν, καίτοι ἀναγκαίας καὶ εὐτε‐ λοῦς οὔσης, αἵ τε ἔχθραι καὶ αἱ φιλίαι αὐτοῖς, καὶ τοῦ τόπου ἕνεκα. ἄνθρωποι δὲ εἰ οὕτως εἰς στενὸν
20κομιδῇ κατεκέκλειντο ὡς τὰ ζῷα, πόσῳ ἂν ἀγριώτεροι καὶ τῶν δοκούντων ἀγρίων ἐγένοντο; διέδειξεν δὲ καὶ ὁ πόλεμος καὶ λιμός, ὅπου οὐδὲ γεύσασθαι φείδονται ἀλλήλων· καὶ ἄνευ γε πολέμου καὶ λιμοῦ τὰ σύντροφα

3

.

13

καὶ ἥμερα τῶν ζῴων κατεσθίουσιν. ἀλλὰ φαίη τις ἂν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμᾶς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας
5ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοινωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμᾶς πεποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώ‐ πων οὐ πᾶς ἡμῖν συντίθεται, καὶ οὐδεὶς τὸν μὴ συν‐ θέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδού‐
10λευσεν ἀνθρώποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπ’ ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τοὺς δεσπότας ὑπηρέτας καὶ ἐπιμελητὰς αὑτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ
15γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θηλειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια
παντὶ οὖσα τυγχάνει· καὶ τοσοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ᾗ ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν202
20καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ δι’ αὐτά, δι’ ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄν‐ θρωποι δὲ ἐπ’ οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐδένα οὕτως ἀποθνῄσκειν εὔχονται ὡς

3

.

14

τοῦτον. οὕτω δ’ ἐστὶ λογιστικὰ ὧν δρᾷ, ὥστε πολ‐ λάκις ἐπιστάμενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, δι’ ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται εἰ
5δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολλάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφί‐ σματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας, εἰδότα ὅτι ἁλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖροι, περιεῖδε
10φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κἀκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέ‐ στερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰ‐ κοῦντά ἐστι λογικά, οὕτω φασὶ τὰ τὸ μετ’ ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα
15τὰ ἔνυδρα διαφέρειν, εἶθ’ οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦμεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ

3

.

15

δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν. ὅταν δὲ καὶ τέχνας ἀναλαμβάνῃ καὶ ταύτας ἀνθρωπίνας, ὀρ‐ χεῖσθαι μανθάνοντα καὶ ἡνιοχεῖν μονομαχεῖν τε καὶ
καλοβατεῖν, ἤδη δὲ καὶ γράφειν καὶ ἀναγινώσκειν203
5αὐλεῖν τε καὶ κιθαρίζειν καὶ τοξεύειν καὶ ἱππεύειν, ἔτι ἀμφισβητήσεις εἰ τὸ δεξόμενον ἔχει, τοῦ παραδε‐ χθέντος ἐν αὐτοῖς θεωρουμένου; ποῦ γὰρ δέχεται, εἰ μὴ ὁ λόγος ὑπῆν ἐν ᾧ συνίστανται αἱ τέχναι; οὐδὲ γὰρ ὡς ψόφου τῆς φωνῆς ἡμῶν ἀκούει, ἀλλὰ καὶ τῶν
10σημείων τῆς διαφορᾶς ἐστὶν αὐτοῖς ἐπαίσθησις, ἥτις δὴ ἐκ συνέσεως λογικῆς παραγίνεται. ἀλλὰ κακῶς, φασί, ποιεῖ τὰ ἀνθρωπικά. οὐδὲ γὰρ ἄνθρωποι πάντες καλῶς· ἢ μάτην ἂν ἀγῶνα καὶ νικῶντες ἦσαν καὶ ἡττώμενοι. ἀλλ’ οὐ βουλεύονται, φασίν, οὐδ’ ἐκκλη‐
15σιάζουσιν οὐδὲ δικάζουσιν. ἦ γὰρ ἄνθρωποι, εἰπέ μοι, πάντες; οὐχὶ δὲ πολλοῖς, πρὶν βουλεύσονται, αἱ πράξεις; πόθεν δὲ καὶ ἐπιδείξειεν ἄν τις ὅτι οὐ βου‐ λεύονται; τούτου μὲν γὰρ τεκμήριον οὐδεὶς εἰπεῖν ἔχει, τοῦ δ’ ἐναντίου οἱ κατὰ μέρος περὶ τῶν ζῴων
20συγγράψαντες [ἔδειξαν]. λοιπὸν δὲ τὰ ἄλλα ἕωλα, ὅσα κατ’ αὐτῶν ῥητορεύεται· οἷον ὅτι πόλεις αὐτοῖς οὐκ εἰσίν· οὐδὲ γὰρ τοῖς ἁμαξοβίοις Σκύθαις [φήσω] οὐδὲ τοῖς θεοῖς. οὐδὲ νόμοι γραπτοί, φασίν, παρὰ τοῖς ζῴοις· οὐδὲ γὰρ παρὰ ἀνθρώποις, ἄχρις εὐδαιμόνουν.
25Ἆπις δὲ λέγεται πρῶτος νομοθετῆσαι παρ’ Ἕλλησιν,

3

.

16

ὅτε ἐδεήθησαν. ἀνθρώποις μὲν οὖν διὰ τὴν λαιμαρ‐ γίαν οὐ δοκεῖ λόγον ἔχειν τὰ ζῷα· θεοῖς δὲ καὶ θείοις ἀνδράσιν ἐξ ἴσου τοῖς ἱκέταις τετίμηται. καὶ χρῶν γε
ὁ θεὸς Ἀριστοδίκῳ τῷ Κυμαίῳ ἱκέτας τοὺς στρουθοὺς204
5αὐτοῦ ἔφη εἶναι. Σωκράτης δὲ καὶ ὤμνυεν κατ’ αὐτῶν, καὶ ἔτι πρὸ αὐτοῦ Ῥαδάμανθυς. Αἰγύπτιοι δὲ καὶ θεοὺς ἐνόμισαν, εἴτε ὄντως θεοὺς ἡγούμενοι, εἴτε ἐξεπίτηδες τὰ τῶν θεῶν εἴδη βουπρόσωπα καὶ ὀρνι‐ θοπρόσωπα καὶ τῶν ἄλλων ποιοῦντες, ὅπως αὐτῶν ἐξ
10ἴσου καὶ τῶν ἀνθρώπων ἀπέχοιντο, εἴτε καὶ δι’ ἄλλας αἰτίας μυστικωτέρας. οὕτω δὴ καὶ οἱ Ἕλληνες τῷ μὲν τοῦ Διὸς ἀγάλματι κριοῦ προσῆψαν κέρατα, ταύρου δὲ τῷ Διονύσου· τὸν δὲ Πᾶνα ἐξ ἀνθρώπου καὶ αἰγὸς συνέθηκαν, τὰς δὲ μούσας ἐπτέρωσαν καὶ τὰς σει‐
15ρῆνας, κατὰ τὰ αὐτὰ δὲ τήν τε Νίκην καὶ τὴν Ἶριν καὶ τὸν Ἔρωτα καὶ τὸν Ἑρμῆν. Πίνδαρος δὲ ἐν προσ‐ οδίοις πάντας τοὺς θεοὺς ἐποίησεν, ὅτε ὑπὸ Τυφῶνος ἐδιώκοντο, οὐκ ἀνθρώποις ὁμοιωθέντας, ἀλλὰ τοῖς ἄλλοις ζῴοις· ἐρασθέντα δὲ Πασιφάης Δία γενέσθαι
20〈νῦν〉 μὲν ταῦρον, νῦν δὲ ἀετὸν καὶ κύκνον. δι’ ὧν τὴν πρὸς τὰ ζῷα τιμὴν οἱ παλαιοὶ ἐνεδείκνυντο· καὶ ἔτι μᾶλλον, ὅταν τὸν Δία θρέψαι λέγωσιν αἶγα. Κρησὶ δὲ νόμος ἦν Ῥαδαμάνθυος, ὅρκον ἐπάγεσθαι πάντα τὰ ζῷα. οὐδὲ Σωκράτης τὸν κύνα καὶ τὸν χῆνα ὀμνὺς
25ἔπαιζεν, ἀλλὰ κατὰ τὸν τοῦ Διὸς καὶ Δίκης παῖδα ἐποιεῖτο τὸν ὅρκον, οὐδὲ παίζων ὁμοδούλους αὑτοῦ
ἔλεγεν τοὺς κύκνους. αἰνίσσεται δὲ καὶ ὁ μῦθος ὡς ὁμόψυχά ἐστιν ἡμῖν, καὶ χόλῳ μὲν θεῶν μεταβαλεῖν ἐξ ἀνθρώπων εἰς ζῷα, μεταβαλόντας δὲ λοιπὸν ἐλεεῖ‐205
30σθαι καὶ φιλεῖσθαι. τοιαῦτα γὰρ τὰ περὶ δελφίνων λεγόμενα καὶ τὰ περὶ ἀλκυόνων ἀηδόνων τε καὶ χελι‐

3

.

17

δόνων. αὐχεῖ δὲ καὶ τῶν παλαιῶν ἕκαστος, ὅστις εὐτύχησεν τῆς ἐκ ζῴων ἀνατροφῆς, οὐχ οὕτως τοὺς πατέρας ὡς τοὺς ἀναθρεψαμένους, ὃ μὲν λύκαιναν, ὃ δὲ ἔλαφον, ἄλλος αἶγα, ἄλλος μέλιτταν, Σεμίραμις
5δὲ τὰς περιστεράς, Κῦρος δὲ κύνα, κύκνον δὲ Θρᾷξ, καὶ τοὔνομα τοῦ θρέψαντος ἔφερεν. ὅθεν καὶ θεοῖς ἐπωνυμίαι, Διονύσῳ μὲν εἰραφιώτης, Ἀπόλλωνι δὲ λύκειος καὶ δελφίνιος, Ποσειδῶνι δὲ ἵππιος, καὶ Ἀθηνᾷ ἱππία. ἡ δ’ Ἑκάτη ταῦρος, κύων, λέαινα
10ἀκούουσα μᾶλλον ὑπακούει. εἰ δ’ ὅτι θύοντες αὐτὰ κατεσθίουσι, διὰ τοῦτο ὥσπερ αὑτοὺς παραμυθούμενοι ἄλογα λέγουσιν, εἴποιεν ἂν καὶ οἱ τοὺς πατέρας ἑστιώ‐

3

.

18

μενοι Σκύθαι ἀλόγους εἶναι τοὺς πατέρας. διὰ μὲν τούτων καὶ ἄλλων, ὧν ἑξῆς μνησθησόμεθα τὰ τῶν παλαιῶν ἐπιτρέχοντες, δείκνυται λογικὰ ὄντα τὰ ζῷα, τοῦ λόγου ἐν τοῖς πλείστοις ἀτελοῦς μὲν ὄντος, οὐ
5μὴν παντελῶς ἐστερημένου. τῆς δὲ δικαιοσύνης πρὸς τὰ λογικὰ οὔσης, καθάπερ φασὶν οἱ ἀντιλέγοντες, πῶς οὐχὶ καὶ πρὸς ταῦτα εἴη ἂν ἡμῖν τὸ δίκαιον; οὐ γὰρ καὶ πρὸς τὰ φυτὰ παρατενοῦμεν τὸ τῆς δικαιοσύνης, διὰ τὸ φαίνεσθαι πολὺ τὸ πρὸς τὸν λόγον ἀσύγκλω‐
10στον· καίτοι κἀνταῦθα τοῖς καρποῖς χρῆσθαι εἰώθα‐
μεν, οὐ μὴν σὺν τοῖς καρποῖς κατακόπτειν καὶ τὰ πρέμνα. τὸν δὲ σιτικὸν καρπὸν καὶ τὸν τῶν χεδρό‐ πων αὐανθέντα καὶ εἰς γῆν πίπτοντα καὶ τεθνηκότα συλλέγομεν, ζῴων δὲ τὰ θνησείδια [πλὴν τῶν ἰχθύων,206
15ἃ καὶ αὐτὰ βίᾳ ἀναιροῦμεν] οὐκ ἄν τις προσενέγκαιτο· ὥστε πολὺ τὸ ἄδικον ἐν τούτοις. ἀρχὴν δέ, ὡς καὶ Πλούταρχος φησίν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τούτοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ
20παρέχει τοῖς ἀναγκαίοις τὴν ἄχρι τινὸς βλάβην, εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζών‐ των μενόντων· τὸ δ’ ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριό‐ τητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ
25ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγ‐ καίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν
30ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱερεῖς θεῶν, πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύοντες, ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγάνοντα τῆς τοιαύτης τροφῆς ζῶσιν καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζοίμεθα πολεμεῖν,
35μηδὲ οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλὰ ἢ πρὸς μηθὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν, ἢ πρὸς πάντα χρωμέ‐ νους μὴ ζῆν; ὥσπερ οὖν ἐπ’ ἀνθρώπων ὃ μὲν αὑτοῦ
σωτηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν207
40ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων ποριζόμενος ἐπιθυ‐ μιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρατὴς καὶ πονηρός, οὕτως τὰς μὲν εἰς φυτὰ βλάβας καὶ 〈διὰ〉 πυρὸς καὶ
45ναμάτων ἀναλώσεις κουράς τε προβάτων καὶ γάλα βοῶν τε ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμην, ζῷα δὲ ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλα‐ μένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν, ἀλλ’

3

.

18

(50)

ἡδονῆς καὶ λαιμαργίας ποιουμένους τέλος, ὑπερφυῶς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γὰρ ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν,
ἵππων ὄνων τ’ ὀχεῖα καὶ ταύρων γονάς, ὡς Αἰσχύλος φησίν,
55ἀντίδουλα καὶ πόνων ἐκδέκτορα

3

.

19

χειρωσάμενοι καὶ καταζεύξαντες. ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολ‐ λύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγκαίου
5πρὸς σωτηρίαν [ἢ καλοῦ πρὸς ἀρετὴν] ἀφαιρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλ‐
λειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνεσθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτεσθαι, διὸ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ208
10οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰκείωσιν ἀρχὴν τίθενται δικαιο‐ σύνης οἱ ἀπὸ Ζήνωνος. πῶς δὲ οὐκ ἄλογον πολλοὺς τῶν ἀνθρώπων ἐπ’ αἰσθήσει μόνον ζῶντας ὁρῶντας,
15νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλοὺς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτό‐ νους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τούτους οἴεσθαι 〈δίκαιόν τι〉 εἶναι ἡμῖν, πρὸς δὲ τὸν
20ἀροτῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μηδὲν

3

.

20

εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν; ἀλλ’ ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμᾶς αὑτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύνας, ἀν‐
5δρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστιν τῶν χαρίτων τὸ ἥδιστον. οὐ δι’ ἄλλο τι πλὴν θύεσθαι ἐγεγόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἅλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζωμοῦ καὶ παραδειπνίων ἀφθο‐
10νίαν ἔχωμεν, ὄστρεά τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλ’ ὡς αὑτοῦ μέγα μέρος ἐνταῦθα
τρέψας εἰς γλυκυθυμίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν209
15περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέποντος μετέχειν, σκοπείτω, τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον ὃν Καρνεάδης ἔλεγεν· ἕκαστον τῶν φύσει γεγονότων ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγχάνῃ [τέλους], ὠφελεῖται. κοινότερον δὲ 〈τὸ〉 τῆς
20ὠφελείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, ἀκουστέον. ἡ δὲ ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ καταβρω‐ θῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέ‐ φυκε, καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώπων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησόμεθα μυίαις,
25ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορπίοις, ἐχίδναις; ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγγάνειν μιαρὰ καὶ κατ’ ὀδμὰς δυσανάσχετα καὶ φθέγγεται δεινὸν καὶ ἀτερπές, τὰ δ’ ἄντικρυς ὀλέθρια τοῖς ἐντυγχάνουσι· φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, ἃ μυρία βόσκειν
30Ὅμηρος φησὶν ἀγάστονον Ἀμφιτρίτην, τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουργὸς ὅπῃ χρήσιμα τῇ φύσει γέγονεν; εἰ δὲ οὐ πάντα φασὶν ἡμῖν καὶ δι’ ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγχυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι
35καὶ χρώμενοι βλαβερῶς τοῖς οὐ δι’ ἡμᾶς, ἀλλ’ ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμᾶς ὁρίζοντες οὐκ ἂν φθάνοιμεν ἑαυ‐ τοὺς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες.
40ἡμῖν μὲν γὰρ οὐθὲν ἀπ’ ἐκείνων ὑπάρχει τὸ παρά‐ παν ὠφελεῖσθαι· τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τοὺς παραπίπτοντας ἀνθρώπους βορᾷ χρῆται, μηδὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδικίαν,210
45ἡμεῖς δὲ ὕβρει καὶ τρυφῆς ἕνεκα παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις τὰ πλεῖστα τῶν ζῴων φονεύομεν. ἐξ ὧν δὴ καὶ τὸ μὲν φονικὸν καὶ θηριῶ‐ δες ἡμῶν ἐπερρώσθη καὶ τὸ πρὸς οἶκτον ἀπαθές, τοῦ δ’ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν οἱ πρῶτοι τοῦτο

3

.

20

(50)

τολμήσαντες. οἱ δὲ Πυθαγόρειοι τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο τοῦ φιλανθρώπου καὶ φιλοικτίρμονος. ὥστε πῶς οὐχ οὗτοι πρὸς δικαιοσύ‐ νην μᾶλλον ἤγειραν ἢ οἱ φθείρεσθαι λέγοντες ἐκ τού‐ των τὴν συνήθη δικαιοσύνην; ἡ γὰρ συνήθεια δεινὴ
55τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προ‐

3

.

21

αγαγεῖν τὸν ἄνθρωπον. ναί, φασίν, ἀλλ’ ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντί γε τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρ‐
5χειν, καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην, ὥσπερ ἡμῶν μὴ τοῦτο συγχωρούντων ἢ πολὺ τὸ ἄλογον ἐπιδεικνύντων ἐν τοῖς οὖσιν. πολὺ γὰρ δήπου καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι, καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς
10τὸ λογικὸν ἀντιθέσεως· ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον, ἄλογον ὂν καὶ ἀνόητον, ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολο‐ βὸν εἶναι τὴν φύσιν, ἀλλὰ τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, ἕτερος ἀξιώσει τὴν211
15ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικόν, τὸ δὲ ἀφαν‐ τασίωτον, καὶ τὸ μὲν αἰσθητικόν, τὸ δὲ ἀναίσθητον, ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορρόπους. [ἀλλ’ ἄτοπον τοῦτό γε.] εἰ δὲ ἄτοπος ὁ
20ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικόν, τὸ δὲ ἀναί‐ σθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον, τὸ δὲ ἀφαντασίωτον, ὅτι πᾶν ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν, οὐδ’ οὕτως ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου, τὸ δὲ
25ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηθὲν οἰομέ‐ νους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδ’ εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθη‐ σις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγουσιν,
30οὐκ ἐπὶ ψιλῷ τῷ πάσχειν καὶ αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν, ἀλλὰ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν, ὄντων δὲ ἀλλοτρίων, οὐδὲ ἀκαρὲς ἦν
περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι, τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ212
35αἴσθησις ἑκάστῳ παρέχει, τὰς δὲ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν, οὐδεμία μη‐ χανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν. ὧν γὰρ ἂν
40ἀφέλῃς παντάπασιν προσδοκίαν, μνήμην, πρόθεσιν, παρασκευήν, τὸ ἐλπίζειν, τὸ δεδοικέναι, τὸ ἐπιθυμεῖν, τὸ ἀσχάλλειν, οὔτε ὀμμάτων ὄφελος παρόντων οὔτε ὤτων, αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμε‐ νον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ
45λυπεῖσθαι καὶ ἀλγεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρ‐ όντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων, ὡς οὐδὲ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει. καὶ γὰρ γράμματα πολλάκις ἐπι‐ πορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ

3

.

21

(50)

ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέ‐ ροις τὸν νοῦν ἔχοντας· εἶτ’ αὖθις ἐπανῆλθεν καὶ μετα‐ θεῖ καὶ διώκει τῶν προειρημένων ἕκαστον ἀναλεγό‐ μενος· ᾗ καὶ λέλεκται, νοῦς ὁρᾷ, νοῦς ἀκούει, τὰ δ’ ἄλλα κωφὰ καὶ τυφλά·
55ὡς τοῦ περὶ τὰ ὄμματα καὶ τὰ ὦτα πάθους, ἂν μὴ
παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ βασιλεὺς παρὰ πότον εὐδοκιμοῦντος ἀκρο‐ άματος, ἐρωτηθεὶς εἴ οἱ φαίνεται σπουδαῖον, ἐκέλευεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν213
60νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν οἷς τὸ αἰσθάνεσθαι,

3

.

22

καὶ τὸ νοεῖν ὑπάρχειν. ἀλλ’ ἔστω μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον· ἀλλ’ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν
5ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καὶ μὴ παρόντα ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς, καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ κατα‐ φυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καίτοι γε κἀκεῖνοι λέγον‐
10τες ἀποκναίουσιν ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζόμενοι σημείωσεν ἐπιτελειώσεως, τὴν δ’ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρε‐ ληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη.
15τούτων γὰρ οὐδὲν ὅτι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσιν, κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι,
20θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ
κινήματα, πολλὰ μὲν θυμῶν, πολλὰ δὲ φόβων καὶ νὴ Δία φθόνων καὶ ζηλοτυπιῶν. αὐτοὶ δὲ κύνας ἁμαρ‐ τόντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς, ἀλλ’ ἐπὶ σωφρονισμῷ, λύπην δι’ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς,214
25ἣν μετάνοιαν ὀνομάζομεν. ἡδονῆς δὲ τῆς μὲν δι’ ὤτων ὄνομα κήλησίς ἐστιν, τῆς δὲ δι’ ὀμμάτων γοη‐ τεία. χρῶνται δὲ ἑκατέραις ἐπὶ τὰ θηρία· κηλοῦνται μὲν ἔλαφοι καὶ ἵπποι σύριγξιν καὶ αὐλοῖς, καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται μελιζόμενοι
30ταῖς σύριγξι, καὶ τὴν θρίσσαν ᾀδόντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήτε ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖ‐ σθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλ’ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καὶ ὡσανεὶ παρα‐
35σκευάζεσθαι τὴν ἀηδόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσανεὶ φοβεῖσθαι τὸν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι μηδὲ βλέπειν μηδὲ ἀκούειν, ἀλλ’ ὡσανεὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν, μηδὲ φωνεῖν ἀλλ’ ὡσανεὶ φωνεῖν, μηδὲ ὅλως ζῆν ἀλλ’ ὡσανεὶ
40ζῆν. ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν ὁμοίως, ὡς ὁ εὐγνώμων ἂν πει‐ σθείη. ὅταν δὲ τοῖς ἀνθρωπίνοις ἤθεσιν καὶ βίοις καὶ πράξεσιν καὶ διαίταις τὰ τῶν ζῴων παρατιθεὶς πολλὴν ἐνορῶ φαυλότητα, καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ
45λόγος γέγονεν, μηδένα τῶν ζῴων ἐμφανῆ στοχασμὸν
μηδὲ προκοπὴν μηδὲ ὄρεξιν, ἀποροίην ἂν πῶς ἡ φύσις δέδωκε τὴν ἀρχὴν τοῖς ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις· ἢ τοῦτο μὲν οὐδ’ ἐκείνοις ἄτοπον εἶναι δοκεῖ. τὴν γοῦν πρὸς τὰ ἔκγονα φιλοστοργίαν, ἀρχὴν215

3

.

22

(50)

μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὐ φασὶν αὐτοῖς οὐδ’ ἀξιοῦσι μετεῖναι δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ· καὶ γὰρ αἰ‐ δοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθ’ ἡδονῆς τούτοις
55ἔχουσαι, πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δὲ ἄλλως μὴ καταγέλαστόν ἐστι τοὺς Σωκρά‐ τεις καὶ τοὺς Πλάτωνας καὶ τοὺς Ζήνωνας οὐδὲν ἐλα‐ φροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φά‐ σκειν, ἀλλ’ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ
60ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδ’ ἀπηκριβωμένον πρὸς ἀρετήν, ὡς στέρησιν οὐχὶ φαυλότατα λόγου καὶ ἀσθένειαν προσεῖναι, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται. καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν

3

.

23

ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ὑπάρχουσαν. ὁ δὲ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι, πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυ‐
5τῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ
τάχους ἐστίν· ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ. λόγος μὲν γὰρ ἐγγίνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας. διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστι, τὴν δὲ216
10ὀρθότητα καὶ σοφίαν οὐδὲ ἄνθρωπον εἰπεῖν κεκτημέ‐ νον ἔχουσιν, κἂν μυρίοι δὲ ὦσιν. ὥσπερ ὄψεώς ἐστιν πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες, οὐδὲ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λογικῷ μέτε‐
15στιν ὡσαύτως τῆς δεχομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος. ἐπιδείγματά γε πολλὰ κοινωνίας καὶ ἀν‐ δρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας, ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας, δειλίας, ἀβελτερίας, ἔνεστιν αὐτοῖς. ὅθεν καὶ ζητή‐
20σεις τινὲς συνίστανται, τῶν μὲν τὰ χερσαῖα προῆχθαι λεγόντων, τῶν δὲ τὰ θαλάττια. καὶ δῆλόν ἐστι παρα‐ βαλλομένων ἵππων χερσαίων τοῖς ποταμίοις· οἳ μὲν γὰρ τρέφουσι τοὺς πατέρας, οἳ δὲ κτείνουσιν, ἵνα τὰς μητέρας ὀχεύωσιν· καὶ περιστεραῖς πάλιν περδίκων·
25οἳ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν· οἳ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν ἐν μέρει θάλ‐ ποντες, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν
θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ217
30ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς νεοττούς. ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγω‐ ρίαν καθαρειότητος, οὐκ οἶδ’ ὅπως παρεῖδεν τὰς λύγκας καὶ τὰς χελιδόνας· ὧν αἳ μὲν ἐκτοπίζουσιν παντάπασιν κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ
35χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς ἀφιέναι τὸ περίττωμα. καὶ μὴν δένδρον δένδρου οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον, οὐδὲ λαχά‐ νου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέοντος· ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον
40οὐκ ἔστιν, οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδὲ ἀκρα‐ τέστερον, ὅπου μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύνα‐ μις, ἄλλοις δὲ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν. ἀλλ’ οὐ
45θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. καὶ γὰρ ἐκείνων πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ, τοῦτο δὲ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν· ἀλλ’ οὐ διὰ τοῦτο

3

.

23

(50)

κωφὸς οὐδὲ τυφλὸς οὐδὲ ἀδύνατος ὁ ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ θέομεν, εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέ‐ πομεν, εἰ καὶ χεῖρον ἱεράκων· ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν
τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν218
55ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τετα‐

3

.

24

ραγμένον. εἰ δὲ μὴ πολλὰ ἦν πολλοῖς συνηγμένα καὶ εἰρημένα, μυρία ἂν παρηγάγομεν εἰς ἐπίδειξιν τῆς τῶν ζῴων εὐφυΐας. ἐκεῖνο δ’ ἔτι σκεπτέον. ἔοικεν γὰρ τοῦ πεφυκότος ἢ μέρους ἢ δυνάμεως κατὰ φύσιν τι
5δέχεσθαι, τοῦ αὐτοῦ εἶναι καὶ εἰς τὸ παρὰ φύσιν ἐμ‐ πίπτειν πηρωθὲν ἢ νοσῆσαν, ὥσπερ ὀφθαλμοῦ μὲν εἰς τυφλότητα ἐμπίπτειν, σκέλους δὲ εἰς χωλότητα, καὶ γλώττης εἰς ψελλότητα, ἄλλου δὲ μηδενός. οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυκότος ὁρᾶν, οὐδὲ χωλότης μὴ
10πεφυκότος βαδίζειν, ψελλόν τε καὶ ἄναυδον καὶ τραυλὸν μὴ γλῶσσαν ἐχόντων· οὐδ’ ἂν παραπαίοντα ἢ παρά‐ φορον εἴποις οὐδὲ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν. οὐ γὰρ ἔστιν ἐν πάθει γενέσθαι μὴ κεκτημένον δύναμιν,
15ἧς τὸ πάθος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσίς ἐστιν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἔτι δὲ καὶ ἵπποις· ἔνιοι δὲ καὶ βοῦς φασὶ μαίνεσθαι καὶ ἀλώπεκας. ἀρκεῖ δὲ τὸ τῶν κυνῶν· ἀναμφισβήτητον γάρ ἐστι καὶ μαρτυρεῖ λόγον καὶ διάνοιαν ἔχειν οὐ
20φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγχεομένης ἡ λεγομένη λύσσα καὶ μανία πάθος ἐστίν. οὔτε γὰρ
ὄψιν ἀλλοιουμένην αὐτοῖς οὔτε ἀκοὴν ὁρῶμεν, ἀλλ’ ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ παρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ219
25λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστιν· καὶ γὰρ ἡ συνήθεια ταῦτά γε κατηγορεῖ τῶν παραφρονούντων, μὴ εἶναι παρ’ αὑτοῖς ἀλλὰ ἐκπεπτωκέναι τῶν λογι‐ σμῶν· οὕτως ὁ τοὺς λυττῶντας κύνας ἄλλο τι πεπον‐ θέναι νομίζων, ἀλλ’ οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ
30λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπαικότος, ἀγνοεῖν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαι‐ νόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.
35 τὰ μὲν δὴ τοῦ Πλουτάρχου ἐν πολλοῖς βιβλίοις πρὸς τοὺς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου εἰς ἀπάν‐

3

.

25

τησιν εἰρημένα ἐστὶν τοιαῦτα. Θεόφραστος δὲ καὶ τοιούτῳ κέχρηται λόγῳ. τοὺς ἐκ τῶν αὐτῶν γεννη‐ θέντας, λέγω δὲ πατρὸς καὶ μητρός, οἰκείους εἶναι φύσει φαμὲν ἀλλήλων· καὶ τοίνυν καὶ τοὺς ἀπὸ τῶν
5αὐτῶν προπατόρων σπαρέντας [οἰκείους ἀλλήλων εἶναι νομίζομεν] καὶ μέντοι 〈καὶ〉 τοὺς ἑαυτῶν πολίτας τῷ τῆς τε γῆς καὶ 〈τῆσ〉 πρὸς ἀλλήλους ὁμιλίας κοινωνεῖν. οὐ γὰρ ἐκ τῶν αὐτῶν ἔτι τότε τοιούτους ἀλλήλοις
φύντας οἰκείους αὑτοῖς εἶναι κρίνομεν, εἰ μὴ ἄρα220
10τινὲς τῶν πρώτων αὐτοῖς προγόνων οἱ αὐτοὶ τοῦ γένους ἀρχηγοὶ πεφύκασιν ἢ ἀπὸ τῶν αὐτῶν. οὕτω δέ, οἶμαι, καὶ τὸν Ἕλληνα μὲν τῷ Ἕλληνι, τὸν δὲ βάρβαρον τῷ βαρβάρῳ, πάντας δὲ τοὺς ἀνθρώπους ἀλλήλοις φαμὲν οἰκείους τε καὶ συγγενεῖς εἶναι, δυοῖν
15θάτερον, ἢ τῷ προγόνων εἶναι τῶν αὐτῶν, ἢ τῷ τροφῆς καὶ ἠθῶν καὶ ταὐτοῦ γένους κοινωνεῖν. οὕτως δὲ καὶ τοὺς πάντας ἀνθρώπους ἀλλήλοις τίθεμεν καὶ συγγενεῖς, καὶ μὴν 〈καὶ〉 πᾶσι τοῖς ζῴοις· αἱ γὰρ τῶν σωμάτων ἀρχαὶ πεφύκασιν αἱ αὐταί· λέγω δὲ οὐκ ἐπὶ
20τὰ στοιχεῖα ἀναφέρων τὰ πρῶτα· ἐκ τούτων μὲν γὰρ καὶ τὰ φυτά· ἀλλ’ οἷον δέρμα, σάρκας καὶ τὸ τῶν ὑγρῶν τοῖς ζῴοις σύμφυτον γένος· πολὺ δὲ μᾶλλον τῷ τὰς ἐν αὐτοῖς ψυχὰς ἀδιαφόρους πεφυκέναι, λέγω δὴ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς, ἔτι δὲ τοῖς λο‐
25γισμοῖς, καὶ μάλιστα πάντων ταῖς αἰσθήσεσιν. ἀλλ’ ὥσπερ τὰ σώματα, οὕτω καὶ τὰς ψυχὰς τὰ μὲν ἀπη‐ κριβωμένας ἔχει τῶν ζῴων, τὰ δὲ ἧττον τοιαύτας, πᾶσί γε μὴν αὐτοῖς αἱ αὐταὶ πεφύκασιν ἀρχαί. δηλοῖ δὲ ἡ τῶν παθῶν οἰκειότης.
30 εἰ δὲ ἀληθές ἐστι τὸ λεγόμενον, ὡς ἡ τῶν ἠθῶν γένεσίς ἐστι τοιαύτη, φρονοῦσι μὲν ἅπαντα φῦλα, διαφέρουσι δὲ ταῖς ἀγωγαῖς τε καὶ ταῖς τῶν πρώτων
κράσεσι, παντάπασιν ἂν οἰκεῖον εἴη καὶ συγγενὲς ἡμῖν τὸ τῶν λοιπῶν ζῴων γένος. καὶ γὰρ τροφαὶ αἱ αὐταὶ221
35πᾶσιν αὐτοῖς καὶ πνεύματα, ὡς Εὐριπίδης, καὶ φοι‐ νίους ἔχει ῥοὰς τὰ ζῷα πάντα καὶ κοινοὺς ἁπάντων

3

.

26

δείκνυσι γονεῖς οὐρανὸν καὶ γῆν. ὥστε συγγενῶν ὄντων, εἰ φαίνοιτο κατὰ Πυθαγόραν καὶ ψυχὴν τὴν αὐτὴν εἰληχότα, δικαίως ἄν τις ἀσεβὴς κρίνοιτο τῶν οἰκείων [τῆς ἀδικίας] μὴ ἀπεχόμενος. οὐ μὴν ὅτι
5τινὰ ἄγρια αὐτῶν, διὰ τοῦτο τὸ οἰκεῖον ἀποκέκοπται. οὐθὲν γὰρ ἧττον [ἀλλὰ καὶ μᾶλλον] τῶν ἀνθρώπων ἔνιοι κακοποιοί τε τῶν πλησίον εἰσὶ καὶ φέρονται πρὸς τὸ βλάπτειν τὸν ἐντυχόντα καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας· διὸ καὶ ἀναι‐
10ροῦμεν τούτους, οὐ μέντοι ἀποκόπτομεν τὴν πρὸς τὸ ἥμερον σχέσιν. οὕτως οὖν, εἰ καὶ τῶν ζῴων τινὰ ἄγρια, ἐκεῖνα μὲν ὡς τοιαῦτα ἀναιρετέον καθάπερ καὶ τοὺς τοιούτους ἀνθρώπους, τῆς δὲ πρὸς τὰ λοιπὰ καὶ ἡμερώτερα σχέσεως 〈οὐκ〉 ἀποστατέον· ἑκατέρων δὲ οὐ‐
15δέτερα βρωτέον, ὡς οὐδὲ τοὺς ἀδίκους τῶν ἀνθρώ‐ πων. νῦν δὲ πολὺ τὸ ἄδικον ποιοῦμεν ἀναιροῦντες μὲν καὶ τὰ ἥμερα [ὅτι] καὶ τὰ ἄγρια [καὶ τὰ ἄδικα], ἐσθίοντες δὲ τὰ ἥμερα· κατ’ ἄμφω γὰρ ἄδικοι, ὅτι ἥμερα ὄντα ἀναιροῦμεν καὶ ὅτι ταῦτα θοινώμεθα, καὶ
20ψιλῶς ὁ τούτων θάνατος εἰς τὴν βορὰν ἔχει τὴν ἀνα‐ φοράν. προσθείη δ’ ἄν τις τούτοις καὶ τὰ τοιαῦτα. ὁ γὰρ λέγων ὅτι ὁ παρεκτείνων τὸ δίκαιον ἄχρι τῶν
ζῴων φθείρει τὸ δίκαιον, ἀγνοεῖ ὡς αὐτὸς οὐ τὴν δικαιοσύνην διασῴζει, ἀλλ’ ἡδονὴν ἐπαύξει, ἥ ἐστι222
25δικαιοσύνῃ πολέμιον. ἡδονῆς γοῦν οὔσης τέλους, δείκνυται δικαιοσύνη ἀναιρουμένη. ἐπεὶ ὅτι τὸ δί‐ καιον συναύξεται διὰ τῆς ἀποχῆς τίνι οὐ δῆλον; ὁ γὰρ ἀπεχόμενος παντὸς ἐμψύχου, κἂν μὴ τῶν συμ‐ βαλλόντων αὐτῷ εἰς κοινωνίαν, πολλῷ μᾶλλον πρὸς
30τὸ ὁμογενὲς τῆς βλάβης ἀφέξεται. οὐ γὰρ ὁ τὸ γένος φιλῶν τὸ εἶδος μισήσει, ἀλλὰ μᾶλλον ὅσῳ μεῖζον τὸ γένος τὸ τῶν ζῴων, τοσούτῳ καὶ πρὸς τὸ μέρος καὶ τὸ οἰκεῖον ταύτην διασώσει. ὁ τοίνυν τὴν οἰκείωσιν πεποιημένος πρὸς τὸ ζῷον, οὗτος καὶ τό τι ζῷον οὐκ
35ἀδικήσει· ὁ δὲ μόνον περιγράψας ἐν ἀνθρώπῳ τὸ δίκαιον ἕτοιμος ἔσται ὡς ἐν στενῷ ἀπορρῖψαι τὴν ἔφεξιν τῆς ἀδικίας. ὥστε καὶ τοῦ Σωκρατικοῦ ὄψου ἥδιον τὸ Πυθαγόρειον. ὃ μὲν γὰρ ὄψον τροφῆς τὸ πεινῆν ἔλεγε, Πυθαγόρας δὲ τὸ μηθένα ἀδικεῖν καὶ
40ἐφηδύνειν δικαιοσύνῃ τὸ ὄψον. ἡ γὰρ φυγὴ τῆς ἐμ‐ ψύχου τροφῆς φυγὴ ἦν τῶν περὶ τὴν τροφὴν ἀδικη‐ μάτων. οὐ γὰρ δὴ μὴ μετὰ κακώσεως ἑτέρου τὴν ἑαυτῶν σωτηρίαν ἀμήχανον ἡμῖν ὁ θεὸς ἐποίησεν· ἐπεὶ οὕτω γε τὴν φύσιν ἡμῖν ἀρχὴν ἀδικίας προσε‐
45τίθει· μήποτε δὲ καὶ ἀγνοεῖν οὗτοι ἐοίκασι τὸ ἰδίωμα
τῆς δικαιοσύνης, ὅσοι ἐκ τῆς πρὸς ἀνθρώπους οἰκειώ‐ σεως εἰσάγειν ταύτην ᾠήθησαν· αὕτη μὲν γὰρ φιλαν‐ θρωπία τις ἂν εἴη, ἡ δὲ δικαιοσύνη ἐν τῷ ἀφεκτικῷ καὶ ἀβλαβεῖ κεῖται παντὸς ὅτου οὖν τοῦ μὴ βλάπτον‐223

3

.

26

(50)

τος. καὶ οὕτως γε νοεῖται ὁ δίκαιος, οὐκ ἐκείνως· ὡς διατείνειν τὴν δικαιοσύνην καὶ ἄχρι τῶν ἐμψύχων κειμένην ἐν τῷ ἀβλαβεῖ. διὸ καὶ ἡ οὐσία αὐτῆς ἐν τῷ τὸ λογικὸν ἄρχειν [τοῦ ἀλόγου], ἕπεσθαι δὲ τὸ ἄλογον. ἄρχοντος γὰρ τούτου, τοῦ δ’ ἑπομένου, πᾶσα
55ἀνάγκη ἀβλαβῆ εἶναι πρὸς πᾶν ὅτι οὖν ἄνθρωπον. συνεσταλμένων γὰρ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ ὀργῶν μεμαρασμένων, τοῦ δὲ λογισμοῦ τὴν οἰ‐ κείαν ἔχοντος ἀρχήν, εὐθὺς ἡ ὁμοίωσις ἕπεται ἡ πρὸς τὸ κρεῖττον. τὸ δὲ ἐν τῷ παντὶ κρεῖττον πάντως ἦν
60ἀβλαβές, καὶ αὐτὸ μὲν διὰ δύναμιν καὶ σωστικὸν πάν‐ των καὶ εὐποιητικὸν πάντων καὶ ἀπροσδεὲς πάντων· ἡμεῖς δὲ διὰ μὲν δικαιοσύνην ἀβλαβεῖς πάντων, διὰ δὲ τὸ θνητὸν ἐνδεεῖς τῶν ἀναγκαίων. ἡ δὲ τῶν ἀναγ‐ καίων λῆψις οὐ βλάπτει οὔτε φυτά, ὅταν ἃ ἀποβάλ‐
65λουσι λάβωμεν, οὔτε καρπούς, ὅταν τεθνηκότων χρη‐ σώμεθα τοῖς καρποῖς, οὔτε πρόβατα, ὅταν διὰ τῆς κουρᾶς αὐτὰ μᾶλλον ὀνήσωμεν καὶ τοῦ γάλακτος κοι‐ νωνήσωμεν παρέχοντες αὐτοῖς τὴν ἐξ ἡμῶν ἐπιμέλειαν. διὸ προσπίπτει ὁ δίκαιος οἷον ἐλαττωτικὸς ἑαυτοῦ τῶν
70κατὰ σῶμα, οὐκ ἀδικεῖ δὲ ἑαυτόν· αὔξεται γὰρ τῇ τούτου παιδαγωγίᾳ καὶ ἐγκρατείᾳ τὸ ἐντὸς ἀγαθόν,

3

.

27

τοῦτ’ ἔστιν ἡ πρὸς θεὸν ὁμοίωσις. οὔτε τοίνυν ἡδο‐
νῆς οὔσης τέλους ἡ ὄντως σῴζεται δικαιοσύνη, οὔτε τῶν πρώτων κατὰ φύσιν συμπληρούντων τὴν εὐδαι‐ μονίαν, ἢ ἐκκειμένων γε πάντων. ἐν πολλοῖς γὰρ τὰ224
5τῆς ἀλόγου κινήματα φύσεως καὶ αἱ χρεῖαι ἀδικίας κατάρχει. αὐτίκα τῆς ζῳοφαγίας ἐδεήθησαν, ἵνα τὴν φύσιν, ὡς φασίν, διαφυλάξωσιν ἀλύπητον καὶ ἀνενδεᾶ ὧν ὀρέγεται. τοῦ δ’ ὁμοιοῦσθαι θεῷ ὄντος τέλους ὡς ἔνι μάλιστα, σῴζεται τὸ ἀβλαβὲς ἐν ἅπασιν. ὅνπερ
10τοίνυν τρόπον ὁ πάθεσιν ἀγόμενος πρὸς μόνα τέκνα καὶ γυναῖκα ἀβλαβής, τῶν δὲ ἄλλων καταφρονητικὸς καὶ πλεονέκτης, ὡς ἂν τοῦ ἀλόγου κρατοῦντος ἐν αὐτῷ, πρὸς τὰ θνητὰ ἐγείρεται καὶ ταῦτα ἐκπλήττεται, ὁ δὲ λόγῳ ἀγόμενος καὶ πρὸς πολίτην τηρεῖ τὸ ἀβλα‐
15βὲς καὶ [ἔτι μᾶλλον] πρὸς ξένους καὶ πρὸς πάντας ἀνθρώπους, ὁ τὴν ἀλογίαν ἔχων ὑπήκοον, καὶ αὐτὸς παρ’ ἐκείνους λογικώτερος, διὰ ταῦτα δὲ καὶ θειό‐ τερος· οὕτως ὁ μὴ μόνον στήσας τὸ ἀβλαβὲς ἐν ἀν‐ θρώποις, παρατείνας δὲ καὶ εἰς τὰ ἄλλα ζῷα μᾶλλον
20ὅμοιος θεῷ, καὶ εἰ ἄχρι φυτῶν δυνατόν, ἔτι μᾶλλον σῴζει τὴν εἰκόνα. εἰ δὲ μή, ἀλλ’ ἐντεῦθέν γε τὸ τῆς φύσεως ἡμῶν ἐλάττωμα, ἐντεῦθεν τὸ θρηνούμενον πρὸς τῶν παλαιῶν, ὡς τοίων ἔκ τ’ ἐρίδων ἔκ τε νεικέων γενόμεσθα,
25ὅτι τὸ θεῖον ἀκήρατον καὶ ἐν πᾶσιν ἀβλαβὲς σῴζειν οὐ δυνάμεθα· οὐ γὰρ ἐν πᾶσιν ἦμεν ἀπροσδεεῖς·
αἰτία δὲ ἡ γένεσις καὶ τὸ ἐν τῇ πενίᾳ ἡμᾶς γενέσθαι, τοῦ πόρου ἀπορρυέντος. ἡ δὲ πενία ἐξ ἀλλοτρίων τὴν σωτηρίαν καὶ τὸν κόσμον, δι’ οὗ τὸ εἶναι ἐλάμ‐225
30βανεν, ἐκτᾶτο. ὅστις οὖν πλειόνων δεῖται τῶν ἔξω‐ θεν, ἐπὶ πλέον τῇ πενίᾳ προσήλωται· καὶ ὅσῳ πλεό‐ νων ἐνδεής, τοσούτῳ θεοῦ μὲν ἄμοιρος, πενίᾳ δὲ σύνοικος. τὸ γὰρ θεῷ ὅμοιον τῇ ὁμοιώσει εὐθὺς πλοῦτον ἔχει τὸν ἀληθινόν. πλουτῶν δὲ οὐδεὶς καὶ
35χρῄζων μηδενὸς ἀδικεῖ· ἕως γὰρ ἀδικεῖ, κἂν πάντα ἔχῃ χρήματα κἂν πάντα τῆς γῆς πλέθρα, πένης ἐστὶν πενίᾳ ὑπάρχων σύνοικος, διὰ ταῦτα δὴ καὶ ἄδικος καὶ ἄθεος καὶ ἀσεβὴς καὶ πάσῃ κακίᾳ ἔνοχος, ἧς τὴν ὑπόστασιν ἡ πρὸς τὴν ὕλην τῆς ψυχῆς πτῶσις κατὰ
40στέρησιν τοῦ ἀγαθοῦ παρήγαγεν. λῆρος οὖν πάντα, ἕως τις τῆς ἀρχῆς ἀπέσφαλται, καὶ ἐνδεὴς πάντων, ἕως οὗ πρὸς τὸν πόρον οὐ βλέπει, εἴκει τε τῷ θνητῷ τῆς φύσεως αὑτοῦ, ἕως τὸν ὄντως ἑαυτὸν οὐκ ἐγνώ‐ ρισεν. δεινὴ δὲ ἡ ἀδικία πείθειν ἑαυτὴν καὶ δεκάζειν
45τοὺς ὑπ’ αὐτῆς συνεχομένους, διότι σὺν ἡδονῇ προσ‐ ομιλεῖ τοῖς τροφίμοις. ὥσπερ δὲ ἐν βίων αἱρέσεσιν ἀκριβέστερος κριτὴς ὁ πεῖραν ἀμφοῖν εἰληφὼς τοῦ θατέρου πειραθέντος μόνου, οὕτως ἐν αἱρέσεσι καὶ φυγαῖς καθηκόντων ἀσφαλέστερος κριτὴς ὁ ἐκ τοῦ

3

.

27

(50)

ἐπαναβεβηκότος κρίνων καὶ τὸ ἧττον τοῦ κάτωθεν κρίνοντος τὰ προκείμενα. ὥστε ὁ κατὰ νοῦν ζῶν τοῦ κατὰ τὴν ἀλογίαν ἀκριβέστερος ὁριστὴς ὧν τε
αἱρετέον καὶ ὧν μή· διῆλθεν γὰρ καὶ δι’ ἀλογίας, ἅτε ἐξ ἀρχῆς ταύτῃ προσομιλήσας· ὁ δὲ ἄπειρος ὢν226
55τῶν κατὰ νοῦν πείθει τοὺς ὁμοίους, παῖς ἐν παισὶ φλυαρῶν. ἀλλ’ εἰ πάντες, φασί, τούτοις πεισθεῖεν τοῖς λόγοις, τί ἡμῖν ἔσται; ἢ δῆλον ὡς εὐδαιμονή‐ σομεν, ἀδικίας μὲν ἐξορισθείσης ἀπ’ ἀνθρώπων, δικαιοσύνης δὲ πολιτευομένης καὶ παρ’ ἡμῖν, καθά‐
60περ καὶ ἐν οὐρανῷ. νῦν δ’ ὅμοιον, ὡς εἰ αἱ Δαναΐ‐ δες ἠπόρουν τίνα βίον βιώσονται ἀπαλλαγεῖσαι τῆς περὶ τὸν τετρημένον πίθον διὰ τοῦ κοσκίνου λατρείας. τί γὰρ ἔσται ἀποροῦσιν, εἰ παυσαίμεθα ἐπιφοροῦντες εἰς τὰ πάθη ἡμῶν καὶ τὰς ἐπιθυμίας, ὧν τὸ πᾶν
65διαρρεῖ ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις καὶ ὑπὲρ τῶν ἀναγκαίων στεργόντων ἡμῶν βίον. τί τοίνυν πράξομεν, ἐρωτᾷς, ὦ ἄνθρωπε; μιμησώμεθα τὸ χρυσοῦν γένος, μιμησώμεθα τοὺς ἐλευθερωθέντας. μεθ’ ὧν μὲν γὰρ Αἰδὼς καὶ Νέμεσις ἥ τε Δίκη
70ὡμίλει, ὅτι ἠρκοῦντο τῷ ἐκ γῆς καρπῷ· καρπὸν γάρ σφισιν
ἔφερεν ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δέ γε ἐλευθερωθέντες ἃ πάλαι τοῖς δεσπόταις
75ὑπηρετοῦντες ἐπόριζον, ταῦτα ἑαυτοῖς πορίζουσιν. οὐκ ἄλλως καὶ σὺ τοίνυν ἀπαλλαγεὶς τῆς τοῦ σώματος
[δουλείας] καὶ τῆς τοῖς πάθεσι τοῖς διὰ τὸ σῶμα λατρείας, ὡς ἐκεῖνα ἔτρεφες παντοίως τοῖς ἔξωθεν, οὕτως αὑτὸν θρέψεις παντοίως τοῖς ἔνδοθεν, δικαίως227
80ἀπολαμβάνων τὰ ἴδια καὶ οὐκέτι τὰ ἀλλότρια βίᾳ ἀφαιρούμενος.
81

4

t

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

4

.

1

Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκο‐ φαγίαν προσεμένων, ἀπολογίας δὲ αὑτοῖς ἀναισχύν‐ τους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ
5χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δ’ ἔτι μερικῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγγελία ἐξαπατᾷ τοὺς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σοφῶν
10μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκανῶς εἰς μέγεθος τῆς ἀδικίας τοὺς ἀκούοντας προαγούσης ὑπ’ ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκβαλεῖν πειρασόμεθα.

4

.

2

ἀρξώμεθα δ’ ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυ‐ ρούντων ὄντες οἰκειότατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν
5καὶ ὁ περιπατητικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλάδος ἀφηγούμενος, τοὺς παλαιοὺς καὶ ἐγγὺς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζε‐ σθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλου καὶ228
10φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμ‐ ψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυσοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν, τοῖσιν ἔην· καρπὸν δ’ ἔφερεν ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ’ ἐθελημοὶ
15 ἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν· εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου
20φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο, εἰκότως· οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθ’ ἑτέραν μηδεμίαν ἁπλῶς. τὸ δ’ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων
25καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παντὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε
30γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφὴν [ἀλλ’ ἧς ἡ
φύσις ἰσχυροτέρα] προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλ’ ὡς τὰ πολλὰ τὴν ἐλάττω [τῆς ἱκανῆς] διὰ τὴν σπάνιν. ἀλλὰ μὴν οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους·229
35ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρχεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνε‐ στήσατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέ‐ βαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγά‐
40λων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκό‐ τως ἐκεῖνος ὁ βίος ἐφαίνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς
45εἰσῆλθεν βίος, καθ’ ὃν περιττοτέραν ἤδη κτῆσιν προσ‐ περιεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαντες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κακοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευσαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα τῷ αὐτῷ βίῳ συνεισῆλθεν πόλε‐

4

.

2

(50)

μος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλ’ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἳ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζόμενοί τε καὶ παρακα‐ λοῦντες ἀλλήλους, οἳ δ’ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος
55δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δοκούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶδος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλληνικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμένου τῶν230
60παλαιοτάτων, ὃν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διὸ πόλεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμαστὸν τῶν τολμησάντων τὴν
65ἀποχὴν τῶν ζῴων ἀδικίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ

4

.

3

πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης. ὃ δὴ καὶ ὕστερον Λυκοῦργον τὸν Λακεδαιμόνιον συνιδόντα, καίπερ κακρατηκότος τοῦ γεύεσθαι ἐμψύχων, οὕτως τὴν πολιτείαν συντάξαι, ὡς ἥκιστα τῆς ἐκ τούτων
5τροφῆς δεῖσθαι. τὸν γὰρ κλῆρον ἑκάστων οὐκ ἐν ἀγέλαις βοῶν καὶ προβάτων αἰγῶν τε καὶ ἵππων ἢ χρημάτων περιουσίᾳ ἀφορίσαι, ἀλλ’ ἐν γῆς κτήσει φερούσης ἀποφορὰν ἀνδρὶ ἑβδομήκοντα κριθῶν μεδί‐ μνους, γυναικὶ δὲ δώδεκα, καὶ τῶν ὑγρῶν καρπῶν
10ἀναλόγως τὸ πλῆθος. ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον τροφῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανήν, ἄλλου μηδε‐ νὸς δεησομένοις. ὅθεν καὶ φασὶν ὡς ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην ὁρῶν τὴν γῆν καὶ τὰς ἅλωνας παραλ‐
15λήλους καὶ ὁμαλεῖς, ἐμειδίασέν τε καὶ εἶπε πρὸς τοὺς
παρόντας, ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων. τοιγὰρ οὖν ἐξῆν αὐτῷ τρυφὴν ἐξελάσαντι τῆς Σπάρτης ἀκυρῶσαι πᾶν νόμισμα χρυσοῦν καὶ ἀργυροῦν, μόνῳ δὲ χρῆσθαι τῷ231
20σιδηρῷ, καὶ τούτῳ ἀπὸ πολλοῦ σταθμοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔχοντι· ὥστε δέκα μνῶν ἀμοιβὴν ἀποθήκης μεγάλης ἐν οἰκίᾳ δεῖσθαι καὶ ζεύγους ἄγον‐ τος. οὗ κυρωθέντος ἐξέπεσεν ἀδικημάτων γένη πολλὰ τῆς Λακεδαίμονος. τίς γὰρ ἢ κλέπτειν ἔμελλεν ἢ
25δωροδοκεῖν ἢ ἀποστερεῖν ἢ ἁρπάζειν ὃ μήτε κατα‐ κρύψαι δυνατὸν ἦν μήτε κεκτῆσθαι ζηλωτόν, ἀλλὰ μηδὲ κατακόψαι λυσιτελές; ἔμελλον δὲ καὶ τέχναι ἄχρη‐ στοι ἐξελαθήσεσθαι σὺν τούτοις, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων. τὸ γὰρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν
30πρὸς τοὺς ἄλλους Ἕλληνας οὐδὲ εἶχε τιμὴν καταγε‐ λώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδὲ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τοὺς λιμένας, οὐδ’ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν
35τροφεύς, οὐ χρυσῶν τις, οὐ χαλκῶν καλλωπισμάτων δημιουργός, ἅτε δὴ νομίσματος οὐκ ὄντος. ἀλλ’ οὕτως ἀπερημωθεῖσα κατὰ μικρὸν ἡ τρυφὴ τῶν ζωπυ‐
ρούντων καὶ τρεφόντων αὐτὴ δι’ ἑαυτῆς ἐμαραίνετο· καὶ πλέον οὐδὲν ἦν τοῖς πολλὰ κεκτημένοις ὁδὸν οὐκ232
40ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλ’ ἐγκατῳκοδο‐ μημένης καὶ ἀργούσης. διὸ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεξαι, βέλτιστα παρ’ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων, ὡς φησὶ Κριτίας, ὁ Λακωνικὸς εὐδοκίμει
45μάλιστα πρὸς τὰς στρατείας. τὰ γὰρ ἀναγκαίως πινό‐ μενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπε‐ κρύπτετο τῇ χρόᾳ, καὶ τοῦ θολεροῦ προσκόπτοντος καὶ προσισχομένου τοῖς ἄμβωσι, καθαρώτερον ἐπλησίαζε τῷ στόματι τὸ πινόμενον. αἴτιος δὲ καὶ τούτων ὁ

4

.

3

(50)

νομοθέτης, ὡς φησὶν ὁ Πλούταρχος. ἀπηλλαγμένοι γὰρ οἱ δημιουργοὶ τῶν ἀχρήστων ἐν τοῖς ἀναγκαίοις ἐπε‐

4

.

4

δείκνυντο τὴν καλλιτεχνίαν. ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου δια‐ νοηθεὶς τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγεν, τὴν τῶν συσσιτίων κατασκευήν, ὥστε δειπνεῖν μετ’
5ἀλλήλων συνιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλινέντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶν δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαι‐ νομένους καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώματα
10πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμονήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας καὶ τρόπον τινὰ νοσηλείας καθημερινῆς δεο‐ μένην. μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τούτου
τὸ τὸν πλοῦτον ἄζηλον, ὡς φησὶν Θεόφραστος, καὶ233
15ἄπλουτον ἀπεργάσασθαι τῇ κοινότητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. χρῆσις γὰρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειξις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλου‐ σίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ θρυλούμενον ἐν
20μόνῃ τῇ Σπάρτῃ βλέπεσθαι τυφλὸν ὄντα τὸν Πλοῦτον καὶ κείμενον ὥσπερ γραφὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προδειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπληρωμένους, ἀλλ’ ἐπιμελῶς οἱ λοιποὶ φυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετ’
25αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν μαλ‐ θακιζόμενον δίαιταν. διὸ καὶ φιδίτια προσηγόρευον ταῦτα, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπάρχοντα αἴτια, ἀντὶ τοῦ λάβδα τὸ δέλτα λαμβάνοντες, εἴτε ὡς πρὸς εὐτέλειαν καὶ φειδὼ συνεθιζόντων. συνήρχοντο
30δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσίτων ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμιμναῖα πέντε· πρὸς δὲ τούτοις εἰς ὀψωνίαν

4

.

5

μικρόν τι κομιδῇ νομίσματος. εἰκότως ἄρα οὕτω λιτῶς καὶ σωφρόνως δειπνούντων καὶ οἱ παῖδες ἐφοίτων εἰς τὰ συσσίτια ὥσπερ εἰς διδασκαλεῖα σωφροσύνης ἀγό‐ μενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς
5ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχε‐ ραίνειν. σφόδρα γὰρ ἐδόκει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνασχέσθαι· μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο. τοιαύτη μὲν234
10ἡ τῶν Λακεδαιμονίων περὶ τὴν δίαιταν λιτότης, καίπερ εἰς πλῆθος νενομοθετημένη. διὸ καὶ ἀνδρικώτεροι καὶ σωφρονέστεροι καὶ τοῦ ὀρθοῦ μᾶλλον φροντίζοντες οἱ ἐκ ταύτης τῆς πολιτείας ἀναβαίνοντες παραδέδονται τῶν ἐκ τῶν ἄλλων, διεφθαρμένων καὶ ταῖς ψυχαῖς
15καὶ τοῖς σώμασιν· καὶ δῆλον ὡς τοιαύτῃ πολιτείᾳ οἰκεῖον τὸ τῆς ἀποχῆς τῆς παντελοῦς, ταῖς δὲ διεφθαρ‐ μέναις τὸ τῆς βρώσεως. μεταβάντι δὲ εἰς τὰ ἄλλα ἔθνη, ὅσα εὐνομίας τε καὶ ἡμερότητος τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἐπε‐
20στράφη, φανερὸν ἔσται ὡς πρός τε τὴν σωτηρίαν τῶν πόλεων καὶ τὸ συμφέρον αὐταῖς εἰ καὶ μὴ ἐπὶ πάν‐ τας, ἀλλὰ γοῦν εἴς τινας τὸ τῆς ἀποχῆς προσετέτακτο· οἱ δὲ ὑπὲρ τῆς πόλεως θύοντες τοῖς θεοῖς καὶ θερα‐ πεύοντες ἀπεμειλίττοντο τὰς τῶν πολλῶν ἁμαρτίας.
25ὅπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἀφ’ ἑστίας λεγόμενος παῖς, 〈ὃσ〉 ἀντὶ πάντων τῶν μυουμένων ἀπομειλίσσεται τὸ θεῖον, ἀκριβῶς δρῶν τὰ προστεταγμένα, τοῦτο κατὰ τὰ ἔθνη καὶ τὰς πόλεις οἱ ἱερεῖς δύνανται ἀντὶ
πάντων θύοντες καὶ τὸ θεῖον προσαγόμενοι διὰ τῆς235
30εὐσεβείας εἰς τὴν σφῶν κηδεμονίαν. τοῖς τοίνυν ἱερεῦσιν τοῖς μὲν τῶν ζῴων πάντων, τοῖς δέ τινων πάντως προστέτακται ἀπέχεσθαι τῆς βορᾶς, ἄν τε Ἑλληνικὸν ἔθος σκοπῇς ἄν τε βάρβαρον, καὶ μέντοι παρ’ ἄλλοις ἄλλων· ὥστε τοὺς πανταχοῦ παραληφθέν‐
35τας φαίνεσθαι πάντων ἀπεχομένους, εἴ τις τοὺς πάν‐ τας ὡς ἕνα ὑπολάβοι. εἰ τοίνυν οἱ τῆς σωτηρίας τῶν πόλεων προεστῶτες καὶ τὴν εὐσέβειαν αὐτῶν τὴν πρὸς τοὺς θεοὺς πεπιστευμένοι τῶν ζῴων ἀπέχονται, πῶς ἄν τις τολμήσειεν ὡς ἀσύμφορον ταῖς πόλεσι τὴν

4

.

6

ἀποχὴν αἰτιᾶσθαι; τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαιρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαι φησὶ παρ’ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τόπον μὲν ἐξελέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. πρός
5τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι, παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ καθάπερ τινα ἱερὰ ζῷα πάντων τιμώντων τοὺς φιλο‐ σόφους, ἠρεμαίοις δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ
10τὰς πανηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους. καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατ’ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. ἀπειπάμενοι δὲ πᾶσαν
15τὴν ἄλλην ἐργασίαν καὶ πόρους ἀνθρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει, διὰ
μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, δι’ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμμένην τινὰ καὶ236
20ἀρχαιοπρεπῆ. τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ πάσης μὲν ἔξω τίθησιν πλεονεξίας, κατα‐ στέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. λιτότητα δὲ ἐπετήδευσαν καὶ καταστολὴν ἐγκρά‐ τειάν τε καὶ καρτερίαν τό τε ἐν παντὶ δίκαιον καὶ
25ἀπλεονέκτητον. σεμνοὺς δὲ αὐτοὺς παρεῖχεν καὶ τὸ δυσεπίμικτον, οἵ γε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχεδὸν οὐδὲ ἄλλων τῳ θεω‐ ρούμενοι, ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι
30χρείας, ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι· τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν· ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγύς, ἤτοι
35φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν
40μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος· εἰ δέ που γέ‐ νοιτο, μέχρι μειδιάσεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος 〈αἱ〉 χεῖρες. καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικόν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ
ἦσαν αἱ τάξεις. δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου237
45γὰρ οἳ μὲν οὐδ’ ὅλως, οἳ δὲ ὀλίγιστα ἐγεύοντο, νεύ‐ ρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς ἐμπόδιον εἰς εὕρεσιν, ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον, ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι· εἰ

4

.

6

(50)

δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον· τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. ἐλαίου δ’ ἀπείχοντο 〈οἳ〉 μὲν ὡς τὸ πολύ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς· εἰ δέ που μετὰ λαχάνων χρήσαιντο, παντελῶς ὀλίγῳ καὶ ὅσον παρηγο‐

4

.

7

ρῆσαι τὴν αἴσθησιν. τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γιγνομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. πολύς τις οὕτως τρυφῆς ἀπεκέκλειστο πόρος. τῶν δὲ κατ’ αὐτὴν τὴν Αἴγυπτον ἰχθύων
5τε ἀπείχοντο πάντων καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα· πτηνῶν δὲ ὅσα σαρκο‐ φάγα· πολλοὶ δὲ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδ’ ᾠὸν προσίεντο. καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάντητον ἐποι‐
10οῦντο παραίτησιν, οἷον τῶν βοῶν τὰς θηλείας παρῃ‐ τοῦντο, τῶν δ’ ἀρρένων ὅσα δίδυμα ἢ κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ ἢ δεδαμασμένα,
ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις καὶ τιμωμένοις ἐμ‐ φερῆ, ἢ καθ’ ὅντιν’ οὖν οἷον ἀπεικασμὸν ἐξείη ἢ238
15ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. μυρίαι δ’ ἄλλαι παρατηρήσεις τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφραγιστῶν ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. περιεργότερον δ’ ἔτι περὶ τὰ πτηνά, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γάρ, ἔφασαν,
20πολλαχῇ τὸ ζῷον συλλαβὼν ἀφίησιν, μισθὸν ἀποδι‐ δοὺς μίξεως σωτηρίαν. ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐτῶν περιίσταντο τὸ γένος. κοι‐ ναὶ μὲν δὴ θρησκεῖαί τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθ’ ἕκαστον θεόν· αἱ
25δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρη‐ σκείαν, προλαμβάνων ἡμερῶν ἀριθμόν, οἳ μὲν δυεῖν καὶ τετταράκοντα, οἳ δὲ τούτων πλείους, οἳ δὲ ἐλάσ‐ σους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς
30μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ὁμιλίας γυναικείας· ἄρρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοίτης καὶ πρὸ ἀρίστου καὶ πρὸ ὕπνου. εἰ δέ ποτε συμβαίη καὶ
35ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζοντι. κοίτη δὲ αὐτοῖς ἐκ τῶν
σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάις, ἐπέπλεκτο· ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα239
40τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν καὶ ὀλιγο‐

4

.

8

σιτίαν παρὰ πάντα τὸν βίον. μαρτυρία δ’ αὐτῶν τῆς ἐγκρατείας, ὅτι μήτε περιάπτοις μήτ’ ἐπῳδαῖς χρώμενοι διῆγον ἄνοσοι καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἀνεδέχοντο βάρη καὶ ὑπη‐
5ρετήματα τῆς κοινῆς ἰσχύος μείζω. διῄρουν δὲ νύκτα μὲν εἰς ἐπιτήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθ’ ἣν τετράκις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τούτους ὑμνοῦν‐
10τες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρήμασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκπονοῦντες ἀεί τι καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. τὸ δ’ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξί, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε
15μήτε πορισμοῦ ποιούμενοι φροντίδα δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευθεριάζοντες. ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διηνεκὴς καρτερίαν ἀπομαρ‐ τυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον ἐγκράτειαν· οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπ’ Αἰγύπτου,
20διευλαβούμενοι ξενικὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μό‐ νοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκασμένοις. πολὺς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις· μικρὰ δ’ εἰ καταγνωσθεῖεν παραβαίνοντες, ἀπηλαύνοντο. καὶ τὸ μὲν κατ’ ἀλή‐
25θειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱερο‐ στολισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεω‐ κόρων πλῆθος καὶ ὑπουργῶν τοῖς θεοῖς καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὲν μετ’ ἀκριβείας καὶ ἐγκρατείας240
30τοσῆσδε. τοιαῦτα μὲν τὰ κατ’ Αἰγυπτίους ὑπ’ ἀνδρὸς φιλα‐ λήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγμα‐

4

.

9

τικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα. ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ δι’ ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν, οὐδὲ ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ
5γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώ‐ πους καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων· εἴκα‐ σται γὰρ παρ’ αὐτοῖς τις μέχρι τραχήλου ἀνθρωποει‐
10δής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπικείμενα. δι’ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα
15ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ
καλοῦσι νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσειρίτην, ἄλλο Λυκοπολίτην. τὴν γὰρ ἐπὶ πάντα241
20δύναμιν τοῦ θεοῦ .......... διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται μάλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ
25ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτ’ οὖν σέβονται [τὰ μέτοχα] καὶ μάλιστα [πλέον] τούτων
30[ἐσέφθησαν] τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετέχοντα· μετὰ ταῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβονται κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται. ὃ δὲ μετ’ ὀλί‐ γον φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευα‐
35σμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. ἔτι δ’ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ
θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων, ὡς Ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύ‐242
40ματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον εἰς τοὺς ὀφθαλ‐ μούς, ἐν οἷς τὸ ἡλιακὸν κατοικεῖν πεπιστεύκασι φῶς, καὶ ζῆν μὲν ἐπὶ πλείονα ἔτη κατειληφότες, μετὰ δὲ τὸν βίον ἰσχὺν ἔχειν μαντικὴν καὶ εἶναι λογικώ‐
45τατον ἀπολυθέντα τοῦ σώματος καὶ προγνωστικώτατον, τελεῖν τε ἀγάλματα καὶ ναοὺς κινεῖν. κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμ‐ ψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν

4

.

9

(50)

ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀνταναφέρει ποσὶν ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτως δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσιν καὶ ἄλλο τι περὶ κροκοδείλου περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθ’ ἕκαστον τῶν
55ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. [ἀμαθὴς δὲ ἄνθρω‐ πος οὐδὲ αὐτὸ τοῦτο ὑπώπτευσεν, ὅπως οὐ τῇ κοινῇ φορᾷ καὶ μηδὲν γινωσκούσῃ παρηνέχθησαν δηλονότι καὶ αὐτοὶ δι’ ἀμαθίας ὁδεύσαντες, ὑπερβάντες δὲ τὴν
60τῶν πολλῶν ἄγνοιαν, ᾗ πρώτῃ πᾶς ἐντυγχάνει, τὰ τοῖς πολλοῖς οὐδενὸς ἄξια αὐτοὶ εἰς σέβας κατηξίω‐

4

.

10

σαν.] προσγέγονε δ’ αὐτοῖς οὐχ ἧττον τῶν εἰρημέ‐ νων κἀκεῖνο εἰς πίστιν τοῦ σεβάσματος [καὶ τὰ ζῷα]. τὴν γὰρ ψυχὴν ἀπολυθεῖσαν τοῦ σώματος κατέλαβον παντὸς ζῴου λογικήν τε οὖσαν καὶ προγνωστικὴν τοῦ243
5μέλλοντος καὶ χρηματιστικὴν δραστικήν τε πάντων ὧν καὶ ἄνθρωπος ἀπολυθείς. διὸ εἰκότως ἐτίμησαν καὶ ὡς οἷόν τέ ἐστιν ἀπέσχοντο αὐτῶν. πολλοῦ δὲ ὄντος λόγου δι’ ἣν αἰτίαν διὰ τῶν ζῴων οἱ Αἰγύπτιοι τοὺς θεοὺς ἐσέφθησαν καὶ μείζονος τῆς παρούσης πραγμα‐
10τείας, ἀρκεῖ τὰ δεδηλωμένα περὶ αὐτῶν. ἐκεῖνο μέντοι οὐ παραπεμπτέον, ὅτι τοὺς ἀποθανόντας τῶν εὖ γεγο‐ νότων ὅταν ταριχεύωσιν, ἰδίᾳ τὴν κοιλίαν ἐξελόντες καὶ εἰς κιβωτὸν ἐνθέντες, μετὰ τῶν ἄλλων ὧν δια‐ πράττονται ὑπὲρ τοῦ νεκροῦ, καὶ τὴν κιβωτὸν κρα‐
15τοῦντες πρὸς τὸν ἥλιον μαρτύρονται, ἑνὸς τῶν ὑπὲρ τοῦ νεκροῦ ποιουμένου λόγον τῶν ταριχευτῶν. ἔστι δὲ καὶ ὁ λόγος, ὃν ἡρμήνευσεν Εὔφαντος ἐκ τῆς πατρίου διαλέκτου, τοιοῦτος· ‘ὦ δέσποτα ἥλιε καὶ θεοὶ πάντες οἱ τὴν ζωὴν τοῖς ἀνθρώποις δόντες,
20προσδέξασθέ με καὶ παράδοτε τοῖς ἀιδίοις θεοῖς σύν‐ οικον. ἐγὼ γὰρ τοὺς θεοὺς οὓς οἱ γονεῖς μοι παρέ‐ δειξαν, εὐσεβῶν διετέλουν ὅσον χρόνον ἐν τῷ ἐκείνων αἰῶνι τὸν βίον εἶχον, τούς τε τὸ σῶμά μου γεννή‐ σαντας ἐτίμων ἀεί· τῶν τε ἄλλων ἀνθρώπων 〈οὐδένα〉
25οὔτε ἀπέκτεινα οὔτε παρακαταθήκην ἀπεστέρησα οὔτε ἄλλο οὐδὲν ἀνήκεστον διεπραξάμην. εἰ δέ τι ἄρα κατὰ τὸν ἐμαυτοῦ βίον ἥμαρτον ἢ πιὼν ὧν
μὴ θεμιτὸν ἦν, οὐ δι’ ἐμαυτὸν ἥμαρτον, ἀλλὰ διὰ ταῦτα‘, δείξας τὴν κιβωτόν, ἐν ᾗ ἡ γαστὴρ ἦν. καὶ244
30ταῦτα εἰπὼν εἰς τὸν ποταμὸν ἀφίησι, τὸ δὲ ἄλλο σῶμα ὡς καθαρὸν ταριχεύει. οὕτως ἀπολογίας δεῖσθαι ᾠήθησαν πρὸς τὸ θεῖον ὑπὲρ ὧν ἔφαγον καὶ ἔπιον

4

.

11

καὶ διὰ ταῦτα ὑβρίσαι. τῶν δὲ γινωσκομένων ἡμῖν Ἰουδαῖοι, πρὶν ὑπ’ Ἀντιόχου τὸ πρότερον τὰ ἀνήκεστα παθεῖν εἰς τὰ νόμιμα τὰ ἑαυτῶν, ὑπό τε Ῥωμαίων ὕστερον, ὅτε καὶ τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἑάλω
5καὶ πᾶσι βατὸν γέγονεν οἷς ἄβατον ἦν, αὐτή τε ἡ πόλις διεφθάρη, διετέλουν πολλῶν μὲν ἀπεχόμενοι ζῴων, ἰδίως δὲ ἔτι καὶ νῦν τῶν χοιρίων. τῶν δὲ παρ’ αὐτοῖς φιλοσοφιῶν τριτταὶ ἰδέαι ἦσαν, καὶ τῆς μὲν προΐσταντο Φαρισαῖοι, τῆς δὲ Σαδδουκαῖοι, τῆς
10δὲ τρίτης, ἣ καὶ ἐδόκει σεμνοτάτη εἶναι, Ἐσσαῖοι. οἱ οὖν τρίτοι τοιοῦτον ἐποιοῦντο τὸ πολίτευμα, ὡς πολλαχοῦ Ἰώσηπος τῶν πραγματειῶν ἀνέγραψεν, καὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰουδαϊκῆς ἱστορίας, ἣν δι’ ἑπτὰ βιβλίων συνεπλήρωσεν, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ
15τῆς ἀρχαιολογίας, ἣν διὰ εἴκοσι βιβλίων ἐπραγματεύ‐ σατο, καὶ ἐν τῷ δευτέρῳ τῶν πρὸς τοὺς Ἕλληνας, εἰσὶ δὲ δύο τὰ βιβλία. εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰου‐
δαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφον‐245
20ται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑπο‐ πίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρ’ αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμ‐ βάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσιν, τὸν μὲν
25γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· κατα‐ φρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον παρ’ αὐτοῖς τὸ κοινωνικόν, οὐδ’ ἔστιν εὑρεῖν κτήσει τινὰ παρ’ αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόν‐
30τας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ’ ὑπεροχὴν πλούτου, τῶν δ’ ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσιν τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων,
35σμήχεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ οἱ τῶν κοινῶν ἐπιμεληταί, καὶ αἱρετοὶ πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δὲ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ’ ἐν ἑκάστῃ κατοικοῦσι πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν
40αἱρετισταῖς ἀναπέπταται τὰ παρ’ αὐτοῖς, καὶ οἱ πρῶ‐
τον ἰδόντες εἰσίασιν ὥσπερ συνήθεις. διὸ οὐδὲν ἐπι‐ κομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνεκα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσιν πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ’246
45ἀγοράζουσίν τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι δι‐ δοὺς ἕκαστος τὰ παρ’ ἑαυτοῦ τὸ παρ’ ἐκείνου χρήσι‐ μον ἀντικομίζεται. καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώ‐

4

.

12

λυτος ἡ μετάληψις αὐτοῖς παρ’ ὧν ἂν ἐθέλωσιν. πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι.
5μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασά‐ μενοι συντόνως ἔπειτα πάλιν εἰς ἓν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκεπάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν
10εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτερο‐ δόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθά‐ περ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητή‐ ριον. καθισάντων δὲ μεθ’ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον
15ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. προκατεύχεται δ’ ὁ ἱερεὺς τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δ’ ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραί‐
ρουσι τὸν θεόν. ἔπειθ’ ὡς ἱερὰς καταθέμενοι τὰς247
20ἐσθῆτας πάλιν ἐπ’ ἔργα μέχρι δείλης τρέπονται. δει‐ πνοῦσι δ’ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξένων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς
25μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαί‐ νεται. τούτου δ’ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με‐ τρεῖσθαι παρ’ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ’ ἐπ’ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται
30δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρα‐ τείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθα‐ ρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει, παρα‐ λαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ
35τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσιν τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν

4

.

13

ὅμιλον ἐγκρίνεται· πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τρο‐ φῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ’ ἐξ
5ἐπιτάγματος, μισήσειν δὲ ἀεὶ τοὺς ἀδίκους καὶ συνα‐ γωνιεῖσθαι τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι μὲν παρέξειν,
μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περι‐ γίνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐτὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι ἤ τινι πλείονι248
10κόσμῳ τοὺς ὑποτεταγμένους ὑπερλαμπρύνεσθαι, τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλ‐ λεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρε‐ τιστὰς μήθ’ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι
15θανάτου τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιοῦτοι μὲν οἱ ὅρκοι· οἱ δ’ ἁλόντες
20καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφα‐ γοῦντες δὲ καὶ λιμῷ τὸ σῶμα διαφθειρόμενοι ἀπόλ‐ λυνται. διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις
25ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομί‐ ζοντες ἐπὶ τοῖς ἁμαρτήμασι τὴν μέχρι θανάτου βάσα‐ νον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετι‐ σταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντές τε
30θοἱματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δ’ ἐστὶν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ὀλιγότης, ὡς τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνά‐ παυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποί‐249
35ηνται τὴν καρτερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζό‐ μενοι καὶ καόμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν’ ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φάγωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέδειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους
40πολέμῳ, ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπομένουσι, μειδιῶντες δ’ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόν‐ των εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιού‐ μενοι· καὶ γὰρ ἔρρωται παρ’ αὐτοῖς ἥδε ἡ δόξα,
45φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνι‐ μον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος ῥύμῃ φυσικῇ κατασπωμένας· ἐπειδὰν δὲ ἀνε‐ θῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δου‐

4

.

13

(50)

λείας ἀπηλλαγμένας, τότε χαίρειν καὶ μετεώρους φέρε‐
σθαι. ἀπὸ δὲ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοὶ οἳ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἂν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προ‐250
55φητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι. σπάνιον δὲ εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσιν. τοιοῦτο μὲν τὸ τῶν Ἐσσαίων παρὰ τοῖς Ἰουδαίοις

4

.

14

τάγμα. πᾶσί γε μὴν ἀπηγόρευτο ὑὸς ἐσθίειν ἢ ἰχθύων τῶν ἀφολιδώτων, ἃ σελάχια καλοῦσιν Ἕλληνες, ἤ τι τῶν μωνύχων ζῴων. ἀπηγόρευτο δὲ καὶ μηδὲ τὰ ἱκετεύοντα καὶ οἷον προσφεύγοντα ταῖς οἰκίαις ἀναι‐
5ρεῖν, οὐχ ὅτι μὴ ἐσθίειν. οὐδὲ νεοττοῖς ἐπέτρεψεν ὁ νομοθέτης τοὺς γονέας συνεξαιρεῖν, φείδεσθαι δὲ [κελεύει] κἀν τῇ πολεμίᾳ τῶν συνεργαζομένων ζῴων καὶ μὴ φονεύειν. καὶ οὐκ ἐφοβήθη μὴ πληθῦναν τὸ γένος τῶν μὴ θυομένων ζῴων λιμὸν ἐργάσηται τοῖς
10ἀνθρώποις· ᾔδει γὰρ πρῶτον μὲν ὅτι τὰ πολυτόκα ὀλιγοχρόνια, ἔπειτα ὡς πολὺ τὸ ἀπολλύμενον, ὅταν μὴ τύχῃ τῆς ἐξ ἀνθρώπων ἐπιμελείας, καὶ μὴν καὶ ὅτι ἔστιν ἄλλα ζῷα ἃ τῷ πληθύνοντι ἐπιτίθεται. τεκμήριον δέ, ὅτι πολλῶν ἀπεχόμεθα, οἷον σαυρῶν,
15σκωλήκων, μυῶν, ὄφεων, κυνῶν, καὶ ὅμως οὐ δέος μὴ ἐκ τῆς ἀποχῆς λιμώττοντες διαφθαρῶμεν πληθυ‐ νόντων. ἔπειτα οὐ ταὐτὸν τὸ ἐσθίειν τῷ φονεύειν,
ἐπεὶ καὶ τούτων ἀναιροῦντες τὰ πολλὰ οὐδενὸς ἔτι251

4

.

15

γευόμεθα. καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν, ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν
5σαρκοφαγίαν. προϊόντος δὲ τοῦ χρόνου, ὡς φησὶ Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκληπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα τὸν γένει μὲν Φοίνικα, βασιλεύ‐ σαντα δὲ Κυπρίων, τὴν σαρκοφαγίαν παραδεχθῆναι ἐκ τοιαύτης παρανομίας. λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ
10περὶ Κύπρου καὶ Φοινίκης ταῦτα. ‘τὸ μὲν γὰρ πρῶ‐ τον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλ’ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦ‐ σθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται, ψυχὴν ἀντὶ ψυχῆς αἰτουμένους, εἶτα τού‐
15του γενομένου ὁλοκαυτίζειν τὸ τυθέν. ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱερείου πεσεῖν σάρκα εἰς γῆν, ἣν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον ἀβουλήτως προσαγαγεῖν τῷ στόματι τοὺς δακτύλους, ἀκούμενον τὴν κατάκαυσιν. γευσάμενον δὲ τῆς κνίσσης ἐπιθυ‐
20μῆσαι καὶ μὴ ἀποσχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μετα‐ δοῦναι. γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην παραδοῦναι, ὃς οὐ πολλοῦ χρόνου διαλι‐ πόντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχε ποιούμενος, ὅτι
25δὲ τῶν αὐτῶν κρεῶν ἔφαγεν, ταῖς αὐταῖς ἐκείνῳ συμ‐
φοραῖς περιέπιπτεν. ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτομένων, οὕτως ἀποστῆναι τοῦ κολάζειν‘.252
30τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάν‐ δρου χρόνων τοῦ κωμικοῦ διέμεινεν· λέγει γάρ·
παράδειγμα τοὺς Σύρους λάβε· ὅταν φάγως’ ἰχθὺν ἐκεῖνοι διά τινα αὑτῶν ἀκρασίαν, τοὺς πόδας καὶ τὴν γαστέρα
35οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ’ εἰς τὴν ὁδὸν ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν ἐξιλάσαντο τοῦ ταπεινῶσαι σφόδρα.

4

.

16

παρά γε μὴν τοῖς Πέρσαις οἱ περὶ τὸ θεῖον σοφοὶ καὶ τούτου θεράποντες μάγοι μὲν προσαγορεύονται· τοῦτο γὰρ δηλοῖ κατὰ τὴν ἐπιχώριον διάλεκτον ὁ μά‐ γος· οὕτω δὲ μέγα καὶ σεβάσμιον γένος τοῦτο παρὰ
5Πέρσαις νενόμισται, ὥστε καὶ Δαρεῖον τὸν Ὑστάσπου ἐπιγράψαι τῷ μνήματι πρὸς τοῖς ἄλλοις ὅτι καὶ μα‐ γικῶν γένοιτο διδάσκαλος. διῄρηντο δὲ οὗτοι εἰς γένη τρία, ὡς φησὶν Εὔβουλος ὁ τὴν περὶ τοῦ Μίθρα ἱστορίαν ἐν πολλοῖς βιβλίοις ἀναγράψας, ὧν οἱ πρῶτοι
10καὶ λογιώτατοι οὔτ’ ἐσθίουσιν ἔμψυχον οὔτε φονεύ‐ ουσιν, ἐμμένουσι δὲ τῇ παλαιᾷ τῶν ζῴων ἀποχῇ· οἱ
δὲ δεύτεροι χρῶνται μέν, οὐ μέντοι τῶν ἡμέρων ζῴων τι κτείνουσιν· οὐδ’ οἱ τρίτοι ὁμοίως τοῖς ἄλλοις ἐφ‐ άπτονται πάντων· καὶ γὰρ δόγμα πάντων ἐστὶ τῶν πρώ‐253
15των τὴν μετεμψύχωσιν εἶναι, ὃ καὶ ἐμφαίνειν ἐοίκασιν ἐν τοῖς τοῦ Μίθρα μυστηρίοις. τὴν γὰρ κοινότητα ἡμῶν τὴν πρὸς τὰ ζῷα αἰνιττόμενοι διὰ τῶν ζῴων ἡμᾶς μηνύειν εἰώθασιν· ὡς τοὺς μὲν μετέχοντας τῶν αὐτῶν ὀργίων μύστας λέοντας καλεῖν, τὰς δὲ γυναῖκας
20λεαίνας, τοὺς δὲ ὑπηρετοῦντας κόρακας. ἐπί τε τῶν πατέρων ... ἀετοὶ γὰρ καὶ ἱέρακες οὗτοι προσαγο‐ ρεύονται. ὅ τε τὰ λεοντικὰ παραλαμβάνων περιτίθε‐ ται παντοδαπὰς ζῴων μορφάς· ὧν τὴν αἰτίαν ἀποδι‐ δοὺς Πάλλας ἐν τοῖς περὶ τοῦ Μίθρα τὴν κοινὴν
25φησὶ φορὰν οἴεσθαι, ὡς πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου ἀποτείνειν· τὴν δὲ ἀληθινὴν ὑπόληψιν καὶ ἀκριβῆ περὶ τῶν ἀνθρωπίνων ψυχῶν αἰνίττεσθαι, ἃς παντο‐ δαποῖς περιέχεσθαι σώμασι λέγουσι. καὶ γὰρ Λατίνων τινὰς τῇ σφῶν διαλέκτῳ ἄπρους καὶ σκώπρους λασού‐
30ρους τε καὶ μερούλους καλεῖν. καὶ θεοὺς δὲ τούτους δημιουργοὺς οὕτω προσηγόρευσαν· τὴν μὲν Ἄρτεμιν λύκαιναν, τὸν δὲ Ἥλιον σαῦρον, λέοντα, δράκοντα, ἱέρακα, τὴν δ’ Ἑκάτην ἵππον, ταῦρον, λέαιναν, κύνα. τῆς δὲ Φερρεφάττης παρὰ τὸ φέρβειν τὴν φάτταν
35φασὶν οἱ πολλοὶ τοὔνομα τῶν θεολόγων· ἱερὸν γὰρ αὐτῆς ἡ φάττα. διὸ καὶ αἱ τῆς Μαίας ἱέρειαι ταύτην
αὐτῇ ἀνατιθέασι. Μαῖα δὲ ἡ αὐτὴ τῇ Φερσεφόνῃ ὡς ἂν μαῖα καὶ τροφὸς οὖσα· χθονία γὰρ ἡ θεὸς καὶ Δημήτηρ ἡ αὐτή. καὶ τὸν ἀλεκτρυόνα δὲ ταύτῃ ἀφιέ‐254
40ρωσαν. διὸ καὶ ἀπέχονται οἱ ταύτης μύσται ὀρνίθων ἐνοικιδίων. παραγγέλλεται γὰρ καὶ Ἐλευσῖνι ἀπέχε‐ σθαι κατοικιδίων ὀρνίθων καὶ ἰχθύων καὶ κυάμων ῥοιᾶς τε καὶ μήλων, καὶ ἐπ’ ἴσης μεμίανται τό τε λεχοῦς ἅψασθαι καὶ τὸ θνησειδίων. ὅστις δὲ φασμά‐
45των φύσιν ἱστόρησεν, οἶδεν καθ’ ὃν λόγον ἀπέχεσθαι χρὴ πάντων ὀρνίθων, καὶ μάλιστα ὅταν σπεύδῃ τις ἐκ τῶν χθονίων ἀπαλλαγῆναι καὶ πρὸς τοὺς οὐρανίους θεοὺς ἱδρυνθῆναι. ἀλλ’ ἡ κακία, ὅπερ πολλάκις ἔφα‐ μεν, ἱκανὴ συναγορεύειν ἑαυτῇ, καὶ μάλιστα ὅταν ἐν

4

.

16

(50)

οὐκ εἰδόσι ποιῆται τοὺς λόγους. διὰ γὰρ τοῦτο οἱ μέτριοι τῶν κακῶν ματαιολογίαν ἡγοῦνται τὴν τοιαύ‐ την παραίτησιν καὶ τὸ δὴ λεγόμενον γραῶν ὕθλον, οἳ δὲ δεισιδαιμονίαν· οἱ δ’ ἐπίδοσιν ἐν τῇ σφῶν πονηρίᾳ πεποιημένοι ἕτοιμοι οὐ μόνον βλασφημεῖν
55κατὰ τῶν ταῦτα παραινούντων τε καὶ ὑποδεικνύντων, ἀλλ’ ἤδη καὶ ἁγνὸν εἰς γοητείαν καὶ τῦφον διαβάλ‐ λειν. ἀλλ’ οὗτοι μὲν δίκας καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις ὧν ἁμαρτάνουσιν ἐκτίνοντες αὐτῇ πρῶτον τῇ τοιαύτῃ διαθέσει ἱκανὴν τιμωρίαν διδόασιν· ἡμεῖς
60δ’ ἔτι τῶν ἀλλοφύλων ἐθνῶν ἑνὸς μνημονεύσαντες
ἐνδόξου τε καὶ δικαίου περί τε τὰ θεῖα πεπιστευμένου255

4

.

17

εὐσεβοῦς, ἐπ’ ἄλλα μεταβησόμεθα. Ἰνδῶν γὰρ τῆς πολιτείας εἰς πολλὰ νενεμημένης, ἔστι τι γένος παρ’ αὐτοῖς τὸ τῶν θεοσόφων, οὓς γυμνοσοφιστὰς καλεῖν εἰώθασιν Ἕλληνες. τούτων δὲ δύο αἱρέσεις· ὧν τῆς
5μὲν Βραχμᾶνες προΐστανται, τῆς δὲ Σαμαναῖοι. ἀλλ’ οἱ μὲν Βραχμᾶνες ἐκ γένους διαδέχονται ὥσπερ ἱερα‐ τείαν τὴν τοιαύτην θεοσοφίαν, Σαμαναῖοι δὲ λογάδες εἰσὶν κἀκ τῶν βουληθέντων θεοσοφεῖν συμπληρού‐ μενοι. ἔχει δὲ τὰ κατ’ αὐτοὺς τοῦτον τὸν τρόπον,
10ὡς Βαρδησάνης ἀνὴρ Βαβυλώνιος ἐπὶ τῶν πατέρων ἡμῶν γεγονὼς καὶ ἐντυχὼν τοῖς περὶ Δάνδαμιν πε‐ πεμμένοις Ἰνδοῖς πρὸς τὸν Καίσαρα ἀνέγραψεν. πάν‐ τες γὰρ Βραχμᾶνες ἑνός εἰσι γένους· ἐξ ἑνὸς γὰρ πατρὸς καὶ μιᾶς μητρὸς πάντες κατάγουσιν· Σαμαναῖοι
15δὲ οὐκ εἰσὶ τοῦ αὐτοῦ γένους, ἀλλ’ ἐκ παντὸς τοῦ τῶν Ἰνδῶν ἔθνους, ὡς ἔφαμεν, συνειλεγμένοι· οὔτε δὲ βασιλεύεται Βραχμὰν οὔτε συντελεῖ τι τοῖς ἄλλοις. τούτων δὲ οἱ φιλόσοφοι οἳ μὲν ἐν ὄρει οἰκοῦσιν, οἳ δὲ περὶ Γάγγην ποταμόν. σιτοῦνται δὲ οἱ μὲν ὄρειοι
20τήν τε ὀπώραν καὶ γάλα βόειον βοτάναις παγέν, οἱ δὲ περὶ τὸν Γάγγην ἐκ τῆς ὀπώρας, ἣ πολλὴ περὶ τὸν ποταμὸν γεννᾶται. φέρει δὲ ἡ γῆ σχεδὸν καρ‐ πὸν ἀεὶ νέον καὶ μέντοι καὶ τὴν ὄρυζαν πολλήν τε καὶ αὐτόματον, ᾗ χρῶνται ὅταν τὸ τῆς ὀπώρας ἐπι‐
25λείπῃ. τὸ δ’ ἄλλου τινὸς ἅψασθαι ἢ ὅλως θιγεῖν ἐμψύχου τροφῆς ἴσον τῇ ἐσχάτῃ ἀκαθαρσίᾳ τε καὶ ἀσεβείᾳ νενόμισται. καὶ τοῦτο αὐτοῖς τὸ δόγμα θρη‐ σκεύουσί τε τὸ θεῖον καὶ εὐσεβοῦσι περὶ αὐτὸ καθο‐ ρῶνται. τὸν τοίνυν χρόνον τῆς ἡμέρας καὶ τῆς νυκτὸς256
30τὸν πλεῖστον εἰς ὕμνους τῶν θεῶν ἀπένειμαν καὶ εὐχάς, ἑκάστου ἰδίαν καλύβην ἔχοντος καὶ ὡς ἔνι μά‐ λιστα ἰδιάζοντος. κοινῇ γὰρ Βραχμᾶνες μένειν οὐκ ἀνέχονται οὐδὲ πολλὰ διαλέγεσθαι· ἀλλ’ ὅταν τοῦτο συμβῇ, ἀναχωρήσαντες ἐπὶ πολλὰς ἡμέρας οὐ φθέγ‐
35γονται, πολλάκις δὲ καὶ νηστεύουσιν. Σαμαναῖοι δὲ εἰσὶ μέν, ὡς ἔφαμεν, λογάδες· ὅταν δὲ μέλλῃ εἰς τὸ τάγμα τις ἐγγράφεσθαι, πρόσεισι τοῖς ἄρχουσι τῆς πόλεως, ὅπου δ’ ἂν τύχῃ τῆς πόλεως ἢ τῆς κώμης, καὶ τῶν κτημάτων ἐξίσταται πάσης 〈τε〉 τῆς ἄλλης οὐ‐
40σίας, ξυράμενος δὲ τοῦ σώματος τὰ περιττὰ λαμβάνει στολὴν ἄπεισί τε πρὸς Σαμαναίους, οὔτε πρὸς γυναῖκα οὔτε πρὸς τέκνα, εἰ τύχοι κεκτημένος, ἐπιστροφὴν ἤ τινα λόγον ἔτι ποιούμενος ἢ πρὸς αὑτὸν ὅλως νομί‐ ζων. καὶ τῶν μὲν τέκνων ὁ βασιλεὺς κήδεται, ὅπως
45ἔχωσι τὰ ἀναγκαῖα, τῆς δὲ γυναικὸς οἱ οἰκεῖοι. ὁ δὲ βίος τοῖς Σαμαναίοις ἐστὶ τοιοῦτος. ἔξω τῆς πόλεως διατρίβουσι διημερεύοντες ἐν τοῖς περὶ τοῦ θείου λόγοις, ἔχουσι δὲ οἴκους καὶ τεμένη ὑπὸ τοῦ βασιλέως οἰκοδομηθέντα, ἐν οἷς οἰκονόμοι εἰσὶν ἀπότακτόν τι

4

.

17

(50)

λαμβάνοντες παρὰ τοῦ βασιλέως εἰς τροφὴν τῶν συν‐
ιόντων. ἡ δὲ παρασκευὴ γίνεται ὀρύζης καὶ ἄρτων καὶ ὀπώρας καὶ λαχάνων. καὶ εἰσελθόντων εἰς τὸν οἶκον ὑπὸ σημαίνοντι κώδωνι οἱ μὴ Σαμαναῖοι ἐξία‐ σιν, οἳ δὲ προσεύχονται. εὐξαμένων δὲ πάλιν διακω‐257
55δωνίζει καὶ οἱ ὑπηρέται ἑκάστῳ τρυβλίον δόντες (δύο γὰρ ἐκ ταὐτοῦ οὐκ ἐσθίουσιν) τρέφουσιν αὐτοὺς τῇ ὀρύζῃ· τῷ δὲ δεομένῳ ποικιλίας προστίθεται λάχανον ἢ τῆς ὀπώρας τι. τραφέντες δὲ συντόμως ἐπὶ τὰς αὑτῶν διατριβὰς ἐξίασιν. ἀγύναιοι δ’ εἰσὶ πάντες καὶ
60ἀκτήμονες, καὶ τοσοῦτον αὐτῶν τε καὶ τῶν Βραχμά‐ νων σέβας ἔχουσιν οἱ ἄλλοι, ὥστε καὶ τὸν βασιλέα ἀφικνεῖσθαι παρ’ αὐτοὺς καὶ ἱκετεύειν εὔξασθαί τι καὶ δεηθῆναι ὑπὲρ τῶν καταλαμβανόντων τὴν χώραν

4

.

18

ἢ συμβουλεῦσαι τὸ πρακτέον. αὐτοὶ δὲ οὕτω πρὸς θάνατον διάκεινται, ὡς τὸν μὲν τοῦ ζῆν χρόνον ὥσ‐ περ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένειν, σπεύδειν δὲ τὰς ψυχὰς ἀπολῦσαι τῶν σω‐
5μάτων. καὶ πολλάκις, ὅταν εὖ ἔχειν σκήψωνται, μη‐ δενὸς αὐτοὺς ἐπείγοντος κακοῦ [μηδὲ ἐξελαύνοντος] ἐξίασι τοῦ βίου, προειπόντες μέντοι τοῖς ἄλλοις· καὶ ἔστιν οὐδεὶς ὁ κωλύσων, ἀλλὰ πάντες αὐτοὺς εὐδαι‐ μονίζοντες πρὸς τοὺς οἰκείους τῶν τεθνηκότων ἐπι‐
10σκήπτουσί τινα. οὕτως βεβαίαν καὶ ἀληθεστάτην αὐτοί τε καὶ οἱ πολλοὶ ταῖς ψυχαῖς τὴν μετ’ ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. οἳ δ’ ἐπειδὰν ὑπακούσωσι τῶν
ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν,258
15ὑμνούμενοι τελευτῶσιν· ῥᾷον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλτατοι ἀποπέμπουσιν ἢ τῶν ἄλλων ἀν‐ θρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστας ἀποδημίας. καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν ἐν τῷ ζῆν διαμέ‐ νοντας, ἐκείνους δὲ μακαρίζουσιν τὴν ἀθάνατον λῆξιν
20ἀπολαμβάνοντας, καὶ οὐδεὶς οὔτε παρὰ τούτοις οὔτε παρὰ τοῖς ἄλλοις τοῖς εἰρημένοις σοφιστὴς προελθών, οἷοι βροτοὶ νῦν παρ’ Ἕλλησιν, ἀπορεῖν ἔδοξε λέγων, ἐὰν ὑμᾶς πάντες μιμήσωνται, τί ἡμῖν ἔσται; οὐδὲ διὰ τούτους συνεχύθη τὰ τῶν ἀνθρώπων· οὔτε γὰρ ἐμι‐
25μήσαντο πάντες, οἵ τε μιμούμενοι εὐνομίας μᾶλλον, οὐ συγχύσεως τοῖς ἔθνεσι γεγόνασιν αἴτιοι. καὶ μὴν οὐδὲ ὁ νόμος τούτους ἠνάγκασεν, ἀλλὰ τοῖς ἄλλοις ἐπιτρέψας σιτεῖσθαι κρέασι τούτους αὐτονόμους εἴασε καὶ ἐσέφθη ὡς αὑτοῦ κρείττονας, οὐ μὴν ὡς ἀδικίας
30κατάρχοντας ὑπήγαγε τῇ παρ’ αὑτοῦ δίκῃ [ἀλλὰ τοὺς ἑτέρους]. πρὸς μέντοι τοὺς ἐρωτῶντας ‘τί ἔσται μι‐ μησαμένων πάντων τοὺς τοιούτους;‘ ῥητέον τὸ τοῦ Πυθαγόρου· καὶ γὰρ βασιλέων πάντων γενομένων δυσδιέξακτος ὁ βίος, φησίν, ἔσται, καὶ οὐ δήπου
35φευκτέον τὸ τῆς βασιλείας· καὶ σπουδαίων ἁπάντων 〈ὄντων〉 οὐκ ἔστιν εὑρεῖν πολιτείας διέξοδον τηροῦντας τὴν ἀξίαν τῇ σπουδαιότητι, καὶ οὐ δήπου τοσοῦτον
ἄν τις μανείη, ὡς μὴ πᾶσιν ἐπιβάλλειν ἡγεῖσθαι σπου‐ δαίοις εἶναι προθυμεῖσθαι. πολλὰ μέντοι καὶ ἄλλα ὁ259
40νόμος τῷ μὲν χυδαίῳ συνεχώρησεν, οὐχ ὅτι δὲ φιλο‐ σόφῳ, ἀλλ’ οὐδὲ τῷ καλῶς πολιτευομένῳ ἐπέτρεψεν. οὐδὲ γὰρ ἐκ πάσης τέχνης παραδέξαιτ’ ἂν εἰς τὸ πολίτευμα, καίτοι οὐκ ἐκώλυσε μετιέναι τὰς τέχνας, οὐδ’ ἐκ παντὸς ἐπιτηδεύματος, καὶ ὅμως τοὺς ἐκ τῶν
45βαναύσων ἄρχειν ἀπείργει, ὅλως τε ἐν οἷς δικαιοσύ‐ νης χρεία καὶ τῆς ἄλλης ἀρετῆς, τῆς προστατείας κωλύει. ἐπεὶ οὐδ’ ἑταίραις ὁμιλεῖν ἀπαγορεύει τοῖς πολλοῖς, ἀλλὰ καὶ πραττόμενος τὰς ἑταίρας τὸ μίσθωμα, ἐπονείδιστον ἡγεῖται μετρίοις ἀνδράσι καὶ αἰσχρὰν τὴν

4

.

18

(50)

πρὸς ταύτας ὁμιλίαν· τό τ’ ἐν καπηλείοις διαζῆν οὐ κεκώλυκεν ὁ νόμος, καὶ ὅμως ἐπονείδιστον τῷ μετρίῳ. τοιοῦτον οὖν τι καὶ τὸ ἐπὶ τῆς διαίτης φαίνεται· καὶ οὐχ ἥτις τοῖς πολλοῖς συγκεχώρηται, ταύτην ἄν τις καὶ τοῖς βελτίστοις συγχωρήσειεν. φιλοσοφῶν δὲ ἀνὴρ
55μάλιστ’ ἂν τοὺς ἱεροὺς ἑαυτῷ ὑπογράψειε νόμους, οὓς θεοί τε καὶ ἄνθρωποι ἀφώρισαν θεοῖς ἑπόμενοι. οἱ δ’ ἱεροὶ πεφήνασι νόμοι κατὰ ἔθνη καὶ κατὰ πόλεις ἁγνείαν μὲν προστάττοντες, ἐμψύχων δὲ βρῶσιν ἀπα‐ γορεύοντες τοῖς ἱερεῦσιν, ἤδη 〈δὲ〉 καὶ εἰς πλῆθος πίνειν
60κωλύοντες, ἢ δι’ εὐσέβειαν ἢ διά τινας βλάβας ἐκ τῆς
τροφῆς· ὥστε ἢ τοὺς ἱερέας μιμητέον ἢ πᾶσι πειστέον τοῖς νομοθέταις. ἑκατέρως γὰρ πάντων ἀφεκτέον τὸν νόμιμόν τε τελείως καὶ εὐσεβῆ· εἰ γὰρ κατὰ μέρος τινὲς δι’ εὐσέβειάν τινων ἀπέχονται, ὁ πρὸς πάντα260
65εὐσεβὴς πάντων ἀφέξεται.

4

.

19

μικροῦ με παρῆλθε καὶ τὸ Εὐριπίδειον παραθέσθαι, ὃς τοὺς ἐν Κρήτῃ τοῦ Διὸς προφήτας ἀπέχεσθαι φησὶ διὰ τούτων· λέγουσι δ’ οἱ κατὰ τὸν χορὸν πρὸς τὸν Μίνω·
5Φοινικογενοῦς παῖ τῆς Τυρίας τέκνον Εὐρώπας καὶ τοῦ μεγάλου Ζανός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών,
10οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς στεγανοὺς παρέχει Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖς’ ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου. ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ
15Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς τάς τ’ ὠμοφάγους δαίτας τελέσας μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν καὶ Κουρήτων
20βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δ’ ἔχων εἵματα φεύγω γένεσίν τε βροτῶν καὶ νεκροθήκης οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων βρῶσιν ἐδεστῶν πεφύλαγμαι.261

4

.

20

ἁγνείαν γὰρ ἐτίθεντο οἱ ἱεροὶ 〈τὴν〉 πρὸς τοὐναντίον ἀμιξίαν, μολυσμὸν δὲ τὴν μῖξιν. ὅθεν τὴν μὲν τῶν καρπῶν τροφὴν οὐκ ἐκ νεκρῶν ληφθεῖσαν οὐδὲ οὖσαν ἔμψυχον [τῇ φύσει] προσφέροντες τὰ ὑπὸ τῆς φύσεως
5διοικούμενα μὴ μιαίνεσθαι ᾤοντο, τῶν δὲ ζῴων αἰσθητικῶν ὄντων τὰς σφαγὰς καὶ ἀφαιρέσεις τῶν ψυχῶν ὡς πρὸς τοὺς ζῶντας μιασμοὺς ἡγοῦντο, καὶ πολλῷ μᾶλλον τὸ αἰσθητικὸν γενόμενον σῶμα ἀφῃ‐ ρημένον τῆς αἰσθήσεως καὶ νεκρὸν μιγνύειν τῇ αἰ‐
10σθήσει 〈τοῦ〉 ζῶντος. διὸ ἐν πᾶσιν ἡ ἁγνεία ἐν ἀπο‐ θέσει μὲν καὶ ἀφέξει τῶν πολλῶν καὶ ἐναντίων, μονώσει δὲ καὶ λήψει τῶν οἰκείων καὶ προσφυῶν. διὸ καὶ τὰ ἀφροδίσια μιαίνει· σύνοδος γὰρ θήλεος καὶ ἄρρενος. καὶ κρατηθὲν μὲν τὸ σπέρμα ψυχῆς
15παρέσχε μίανσιν τῇ πρὸς τὸ σῶμα ὁμιλίᾳ, μὴ κρατη‐ θὲν δὲ τῇ νεκρώσει τοῦ παρατεθέντος. ἡ δὲ πρὸς ἄρσενας ἀρσένων, καὶ ὅτι εἰς νεκρὸν καὶ ὅτι παρὰ φύσιν· καὶ καθάπαξ ἀφροδίσια καὶ ὀνειρώξεις, ὅτι ψυχῆς σώματι μεμιγμένης καὶ πρὸς τὴν ἡδονὴν κατα‐
20σπωμένης. μιαίνει δὲ καὶ τὰ πάθη τῆς ψυχῆς τῇ
συμπλοκῇ τοῦ ἀλόγου, θηλυνομένου τοῦ ἐντὸς ἄρρενος. καὶ γάρ πως καὶ ὁ μολυσμὸς καὶ ἡ μίανσις δηλοῖ τὴν μῖξιν τὴν ἑτέρου γένους πρὸς ἕτερον, καὶ μάλισθ’ ὅταν δυσέκνιπτον γένηται. ὅθεν καὶ ἐπὶ τῶν βαμ‐262
25μάτων, ἃ δὴ διὰ μίξεων συνίσταται, εἴδους ἄλλου ἄλλῳ συμπλεκομένου, μιαίνειν φασίν· ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. καὶ ἔμπαλιν τὰς μίξεις φθορὰς οἱ ζωγράφοι λέγουσιν, ἡ δὲ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ
30ἀκραιφνὲς καὶ ἀκήρατον. καὶ γὰρ ὕδωρ γῇ ἀναμι‐ χθὲν ἔφθαρται καὶ οὐκ ἔστιν ἀκραιφνές, τὸ δὲ διαρ‐ ρέον καὶ διαφεῦγον διακρούεται τὴν προσφερομένην γῆν, ὅταν, φησὶν ὁ Ἡσίοδος, ἀπὸ κρήνης ῥέῃ ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος. καὶ ὑγιεινόν γε τὸ
35πῶμα, ὅτι ἀδιάφθορον καὶ ἄμικτον. καὶ θήλεια μὴ ἀναδεξαμένη εἰς ἑαυτὴν ἀναθυμίασιν σπέρματος ἄφθο‐ ρος λέγεται· ὥστε καὶ φθορὰ καὶ μίανσις ἡ τοῦ ἐναν‐ τίου μῖξις. εἰ δὴ πρὸς τὰ ζῷα ἡ νεκρῶν καὶ ἡ πρὸς αἴσθησιν ζησάντων εἰς τὰ ζῶντα ἔνθεσις καὶ σαρκῶν
40νεκρῶν εἰς ζώσας εἰκότως φέρει μόλυσμα καὶ τῇ ψυχῇ ἡμῶν μίανσιν, ὥσπερ αὖ καὶ ψυχὴ ὅταν ἐνσωμάτωται, μεμόλυνται. [διὸ καὶ ὁ γεννώμενος μιαίνεται τῇ μίξει
τῆς ψυχῆς τῇ πρὸς τὸ σῶμα, καὶ ὁ ἀποθανών, ὅταν σῶμα καταλίπῃ νεκρὸν ἀλλόφυλον τῷ ζῶντι καὶ263
45ἀλλότριον.] μιαίνεται δὲ καὶ ἡ ψυχὴ ὀργαῖς, ἐπιθυ‐ μίαις, πλήθει παθῶν, ὧν συναιτία πως καὶ ἡ δίαιτα. ὡς δὲ ὕδωρ διὰ πέτρας ἀπορρέον ἀδιάφθορον τοῦ δι’ ἑλῶν ἰόντος τῷ μὴ πολλὴν ἰλὺν ἀποσπᾶν, οὕτω καὶ ψυχὴ διὰ ξηροῦ σώματος καὶ μὴ χυμοῖς ἀλλοτρίων

4

.

20

(50)

σαρκῶν ἀρδομένου τὰ ἑαυτῆς διοικοῦσα κρείττων καὶ ἀδιάφθορος καὶ πρὸς σύνεσιν ἑτοιμοτέρα. ἐπεὶ καὶ ταῖς μελίτταις τὸ καλὸν μέλι φασὶ φέρειν τὸ ξηρότατον καὶ δριμύτατον θύμον. μιαίνεται τοίνυν ἡ διάνοια, μᾶλλον δὲ ὁ διανοούμενος, ὅταν ἢ φανταστικῇ ἢ
55δοξαστικῇ ἀναμίγνυται καὶ ταῖς τούτων ἐνεργείαις τὰς ταύτης συγκεράσηται· καθαρμὸς δὲ ὁ πάντων τούτων χωρισμὸς καὶ ἁγνεία ἡ μόνωσις καὶ τροφὴ τὸ τηροῦν ἕκαστον ἐν τῷ εἶναι. οὕτως γὰρ καὶ λίθου τροφὴν τὸ αἴτιον τοῦ συμμένειν εἴποις ἂν καὶ τοῦ ἑκτικῶς διαμέ‐
60νειν, καὶ φυτοῦ τὴν διατηροῦσαν ἐν τῷ αὔξειν καὶ καρπο‐ γονεῖν, καὶ ζῴου σώματος τὴν τηροῦσαν αὐτοῦ τὴν σύστα‐ σιν. ἄλλο δ’ ἦν τρέφειν, ἄλλο πιαίνειν, καὶ ἄλλο τὸ ἀναγκαῖον διδόναι, ἄλλο τὸ τρυφὰς πορίζειν. διάφοροι τοίνυν αἱ τροφαὶ κατὰ τὸ διάφορον τῶν τρεφομένων.
65καὶ δεῖ πάντα μὲν τρέφειν, σπουδάζειν δὲ πιαίνειν
τὰ ἐν ἡμῖν κυριώτατα. ψυχῆς οὖν λογικῆς τροφὴ ἡ τηροῦσα λογικήν. νοῦς δὲ αὕτη· ὥστε νῷ θρεπτέον καὶ σπουδαστέον πιαίνειν ἀπὸ τούτου ἢ ἀπὸ τῶν βρω‐ τῶν τὴν σάρκα. ὃ μὲν γὰρ τὴν αἰώνιον ἡμῖν ζωὴν264
70συνέχει, τὸ δὲ σῶμα πιαινόμενον λιμώττειν τὴν ψυ‐ χὴν ποιεῖ [τῆς μακαρίας ζωῆς] καὶ τὸ θνητὸν αὔξει, παραιροῦν καὶ ἐμποδίζον πρὸς τὸν ἀθάνατον βίον, μιαίνει τε ἐνσωματοῦν τὴν ψυχὴν καὶ κατασπῶν πρὸς τὸ ἀλλότριον. ὁ δὲ μάγνης λίθος σιδήρῳ ψυχὴν δί‐
75δωσι πλησίον γενομένῳ, καὶ ὁ βαρύτατος ἀνακουφί‐ ζεται σίδηρος πνεύματι προσανατρέχων λίθου. πρὸς θεὸν δὲ τίς ἀναρτηθεὶς ἀσώματόν τε καὶ νοερὸν τρο‐ φὴν πολυπραγμονήσει τὴν πιαίνουσαν τὸ ἐμπόδιον πρὸς νοῦν σῶμα, οὐχὶ δὲ εἰς ὀλίγον καὶ εὐπόριστον
80συστείλας τῆς σαρκὸς τὸ ἀναγκαῖον αὐτὸς θρέψεται προσπεφυκὼς τῷ θεῷ μᾶλλον ἢ σίδηρος τῷ μάγνητι; εἰ γὰρ καὶ τῆς ἐκ τῶν καρπῶν οἷόν τ’ ἦν [ἄνευ πραγ‐ μάτων] τροφῆς ἀποστῆναι, εἰ μὴ τοῦτ’ ἦν ἡμῶν τῆς φύσεως τὸ φθαρτόν. εἰ γάρ, καθάπερ φησὶν Ὅμηρος,
85μηδὲ σίτου ἐδεήθημεν μηδὲ ποτοῦ, ἵν’ ὄντως ἦμεν ἀθάνατοι· καλῶς τοῦτο τοῦ ποιητοῦ παραστήσαντος, ὡς οὐ μόνον τοῦ ζῆν, ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν ἡ τροφὴ ὑπῆρχεν ἐφόδιον. εἰ οὖν μηδὲ ταύτης ἐδεή‐ θημεν, τόσῳ ἂν ἦμεν μακαριώτεροι, ὅσῳ καὶ ἀθανα‐
90τώτεροι. νῦν δ’ ἐν θνητῷ ὄντες ἔτι θνητοτέρους, εἰ χρὴ οὕτως εἰπεῖν, ἀγνοοῦμεν ἑαυτοὺς ποιοῦντες τῇ τούτου προσέσει, οὐ πολὺ τὸ ἐνοίκιον, ὡς φησί που Θεόφραστος, τῷ σώματι διδούσης τῆς ψυχῆς [τῆς ἐν αὐτῷ κατοικήσεως], ἀλλ’ ὅλην ἑαυτὴν προστιθείσης.265
95ὡς εἴθε τὴν μυθευομένην ἄλιμον καὶ ἄδιψον ἦν κε‐ κτῆσθαι, ἵνα τις τὸ διαρρέον τοῦ σώματος ἐπισχὼν δι’ ὀλίγου πρὸς τοῖς ἀρίστοις ἦν, πρὸς οἷσπερ ὢν καὶ θεός ἐστι θεός. ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἀποκλαύ‐ σαιτο πρὸς ἀνθρώπους τοσοῦτον ἐσκοτωμένους, ὡς τὸ

4

.

20

(100)

ἑαυτῶν κακὸν περιέπειν, μισεῖν δὲ πρῶτον μὲν ἑαυ‐ τοὺς καὶ τὸν ὄντως αὐτοὺς τεκόντα, ἔπειτα καὶ τοὺς ὑπομιμνήσκοντας κἀκ τῆς μέθης ἀνανῆψαι παρακα‐ λοῦντας; διὸ μήποτε τῶν τοιούτων ἀφεμένους χρὴ ἐπὶ

4

.

21

τὰ λειπόμενα τῶν ζητημάτων μεταβαίνειν· οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρατεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλοδύτας ἢ Ἰχθυοφά‐ γους ἀγνοοῦσιν ὡς δι’ ἀνάγκην, τῆς χώρας ἀκάρπου
5οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περιέστησαν τῆς τροφῆς [τὸ ἀναγκαῖον]. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρῆσθαι δύνασθαι ἀπορίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς
10τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν δι’ ἀνάγκην· τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θηριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀνθρωπίνης καταψεύ‐
δεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμφισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρω‐266
15ποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιωτάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας. διὸ καὶ φθά‐ σαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γε‐ γηρακότας. Τιβαρηνοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς
20ἐγγυτάτω γέροντας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἳ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἳ δὲ τεθνε‐ ῶτας· Σκύθαι δὲ συγκατορύττουσι ζῶντας καὶ ἐπισφάτ‐ τουσι ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μέντοι κυσὶ παραβάλλουσι ζῶντας τοὺς
25γεγηρακότας. καὶ τοῦτ’ ἐπιχειρήσας καταλῦσαι Στα‐ σάνωρ ὁ Ἀλεξάνδρου ὕπαρχος μικροῦ τὴν ἀρχὴν ἀπέ‐ βαλεν. ἀλλ’ ὥσπερ οὐ διὰ τούτους τὴν πρὸς τοὺς ἀνθρώπους ἡμερότητα κατελύσαμεν, οὕτως οὐδὲ τὰ δι’ ἀνάγκην σαρκοφαγοῦντα ἔθνη μιμησόμεθα, τὰ δὲ
30εὐσεβῆ καὶ θεοῖς μᾶλλον ἀνακείμενα. τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δημο‐ κράτης ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρό‐

4

.

22

νον ἀποθνῄσκειν. λοιπὸν δὲ καὶ κατὰ ἄνδρα ὀλίγας μαρτυρίας τῆς ἀποχῆς παραφέρωμεν· ἓν γὰρ καὶ τοῦτ’ ἦν τῶν ἐγκλημάτων. τῶν τοίνυν Ἀθήνησι νομοθε‐ τῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὗ
5Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθε‐
τῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξενοκράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σίνεσθαι.267
10τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντ’ εὖ ποιεῖν ἐφ’ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφ’ ὧν ἔδω‐ καν ἡμῖν [ὠφελίμων] εἰς τὸν βίον ἀπαρχὰς ποιεῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοηθεὶς ὁ
15Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων. πότε‐ ρον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμο‐ γενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον
20πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μάλιστα τῶν ζῴων ἥμερα διασῴζειν. εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἂν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γίγνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι. πολλὰς δὲ αἰτίας τοῦ
25Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημένων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου. ὅθεν ὕστερον παρανομοῦντες, ὅτε ἥψαντο τῶν ζῴων μετὰ πολλῆς ἀνάγκης καὶ ἁμαρτημάτων ἀκουσίων, ὥσπερ ἐπεδείξα‐
30μεν, ἐπὶ τοῦτο πεπτώκασιν. ἐπεὶ καὶ Δράκοντος νόμος μνημονεύεται τοιοῦτος, θεσμὸς αἰώνιος τοῖς Ἀτθίδα νεμομένοις, [κύριος τὸν ἅπαντα χρόνον,] θεοὺς τιμᾶν καὶ ἥρωας ἐγχωρίους ἐν κοινῷ ἑπομένοις νόμοις πα‐
τρίοις, ἰδίᾳ κατὰ δύναμιν, σὺν εὐφημίᾳ καὶ ἀπαρχαῖς268
35καρπῶν πελάνους ἐπετείους· τοῦ νόμου ἀπαρχαῖς καρ‐ πῶν, οἷς χρῆται ὁ ἄνθρωπος, τιμᾶν τὸ θεῖον προστάτ‐
τοντος καὶ πελάνοις .....269