TLG 2034 001 :: PORPHYRIUS :: Vita Plotini

PORPHYRIUS Phil., vel Malchus
(Tyrius Romanus: A.D. 3)

Vita Plotini

Source: Henry, P., Schwyzer, H.–R. (eds.), Plotini opera, vol. 1. Leiden: Brill, 1951: 1–41.

Citation: Section — (line)

t

ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΠΛΩΤΙΝΟΥ ΒΙΟΥ ΚΑΙ ΤΗΣ ΤΑΞΕΩΣ
ΤΩΝ ΒΙΒΛΙΩΝ ΑΥΤΟΥ

1

Πλωτῖνος ὁ καθ’ ἡμᾶς γεγονὼς φιλόσοφος ἐῴκει μὲν αἰσχυνομένῳ ὅτι ἐν σώματι εἴη. Ἀπὸ δὲ τῆς τοιαύτης διαθέσεως οὔτε περὶ τοῦ γένους αὐτοῦ διηγεῖσθαι ἠνείχετο οὔτε περὶ τῶν γονέων οὔτε περὶ τῆς πατρίδος. Ζωγράφου
5δὲ ἀνασχέσθαι ἢ πλάστου τοσοῦτον ἀπηξίου ὥστε καὶ λέγειν πρὸς Ἀμέλιον δεόμενον εἰκόνα αὐτοῦ γενέσθαι ἐπιτρέψαι· οὐ γὰρ ἀρκεῖ φέρειν ὃ ἡ φύσις εἴδωλον ἡμῖν περιτέθεικεν, ἀλλὰ καὶ εἰδώλου εἴδωλον συγχωρεῖν αὐτὸν ἀξιοῦν πολυ‐ χρονιώτερον καταλιπεῖν ὡς δή τι τῶν ἀξιοθεάτων ἔργων;
10Ὅθεν ἀπαγορεύοντος καὶ καθεδεῖσθαι ἕνεκα τούτου ἀρ‐ νουμένου ἔχων φίλον ὁ Ἀμέλιος Καρτέριον τὸν ἄριστον τῶν τότε γεγονότων ζωγράφων εἰσιέναι καὶ ἀπαντᾶν εἰς
τὰς συνουσίας ποιήσας—ἐξῆν γὰρ τῷ βουλομένῳ φοιτᾶν εἰς τὰς συνουσίας—τὰς ἐκ τοῦ ὁρᾶν φαντασίας πληκτικωτέρας1
15λαμβάνειν διὰ τῆς ἐπὶ πλέον προσοχῆς συνείθισεν. Ἔπειτα γράφοντος ἐκ τοῦ τῇ μνήμῃ ἐναποκειμένου ἰνδάλματος τὸ εἴκασμα καὶ συνδιορθοῦντος εἰς ὁμοιότητα τὸ ἴχνος τοῦ Ἀμελίου εἰκόνα αὐτοῦ γενέσθαι ἡ εὐφυία τοῦ Καρτερίου παρέσχεν ἀγνοοῦντος τοῦ Πλωτίνου ὁμοιοτάτην.

2

Κωλικῇ δὲ νόσῳ πολλάκις καταπονούμενος οὔτε κλυστῆρος ἠνέσχετο, οὐκ εἶναι πρὸς τοῦ πρεσβύτου λέγων ὑπομένειν τὰς τοιαύτας θεραπείας, οὔτε τὰς θηριακὰς ἀντιδότους λαβεῖν ὑπέμεινε, μηδὲ τῶν ἡμέρων ζῴων τὰς
5ἐκ τοῦ σώματος τροφὰς προσίεσθαι λέγων. Λουτροῦ δὲ ἀπεχόμενος καὶ τρίψεσι καθ’ ἑκάστην ἡμέραν χρώμενος ἐπὶ τῆς οἰκίας, ἐπειδὴ τοῦ λοιμοῦ ἐπιβρίσαντος συνέβη τοὺς τρίβοντας αὐτὸν ἀποθανεῖν, ἀμελήσας τῆς τοιαύτης θεραπείας κατ’ ὀλίγον τὴν τοῦ κυνάγχου ἀγριότητα κατα‐
10σκευαζομένην ἔσχε. Κἀμοῦ μὲν παρόντος οὐδέν πω τοιοῦτον ὑπεφαίνετο· ἀποπλεύσαντος δὲ εἰς τοσοῦτον ἠγριώθη τὸ πάθος, ὡς ἔλεγεν ἐπανελθόντι Εὐστόχιος ὁ ἑταῖρος ὁ καὶ παραμείνας αὐτῷ ἄχρι θανάτου, ὡς καὶ τῆς φωνῆς περιαιρε‐ θῆναι τὸ τορὸν καὶ εὔηχον βραγχῶντος αὐτοῦ καὶ τὴν ὄψιν
15συγχυθῆναι καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἑλκωθῆναι· ὅθεν ἐκτρεπομένων αὐτοῦ τὰς συναντήσεις τῶν φίλων διὰ τὸ ἀπὸ στόματος πάντας προσαγορεύειν ἔθος ἔχειν, τῆς μὲν πόλεως ἀπαλλάττεται, εἰς δὲ τὴν Καμπανίαν ἐλθὼν εἰς Ζήθου χωρίον ἑταίρου παλαιοῦ αὐτῷ γεγονότος καὶ
20τεθνηκότος κατάγεται. Τὰ δ’ ἀναγκαῖα αὐτῷ ἔκ τε τῶν τοῦ
Ζήθου ἐτελεῖτο καὶ ἐκ Μητουρνῶν ἐκομίζετο ἐκ τῶν Καστρικίου· ἐν Μητούρναις γὰρ ὁ Καστρίκιος τὰς κτήσεις εἶχε. Μέλλων δὲ τελευτᾶν, ὡς ὁ Εὐστόχιος ἡμῖν διηγεῖτο, ἐπειδὴ ἐν Ποτιόλοις κατοικῶν ὁ Εὐστόχιος βραδέως πρὸς2
25αὐτὸν ἀφίκετο, εἰπὼν ὅτι σὲ ἔτι περιμένω καὶ φήσας πειρᾶσθαι τὸν ἐν ὑμῖν θεὸν ἀνάγειν πρὸς τὸ ἐν τῷ παντὶ θεῖον, δράκοντος ὑπὸ τὴν κλίνην διελθόντος ἐν ᾗ κατέκειτο καὶ εἰς ὀπὴν ἐν τῷ τοίχῳ ὑπάρχουσαν ὑποδεδυκότος ἀφῆκε τὸ πνεῦμα ἔτη γεγονώς, ὡς ὁ Εὐστόχιος ἔλεγεν,
30ἕξ τε καὶ ἑξήκοντα, τοῦ δευτέρου ἔτους τῆς Κλαυ‐ δίου βασιλείας πληρουμένου. Τελευτῶντι δὲ αὐτῷ ἐγὼ μὲν ὁ Πορφύριος ἐτύγχανον ἐν Λιλυβαίῳ διατρίβων, Ἀμέλιος δὲ ἐν Ἀπαμείᾳ τῆς Συρίας, Καστρίκιος δὲ ἐν τῇ Ῥώμῃ· μόνος δὲ παρῆν ὁ Εὐστόχιος. Ἀναψηφίζουσι δὲ ἡμῖν ἀπὸ
35τοῦ δευτέρου ἔτους τῆς Κλαυδίου βασιλείας εἰς τοὐπίσω ἔτη ἕξ τε καὶ ἑξήκοντα ὁ χρόνος αὐτῷ τῆς γενέσεως εἰς τὸ τρισκαιδέκατον ἔτος τῆς Σεβήρου βασιλείας πίπτει. Οὔτε δὲ τὸν μῆνα δεδήλωκέ τινι καθ’ ὃν γεγέννηται, οὔτε τὴν γενέθλιον ἡμέραν, ἐπεὶ οὐδὲ θύειν ἢ ἑστιᾶν τινα τοῖς αὐτοῦ
40γενεθλίοις ἠξίου, καίπερ ἐν τοῖς Πλάτωνος καὶ Σωκράτους παραδεδομένοις γενεθλίοις θύων τε καὶ ἑστιῶν τοὺς ἑταί‐ ρους, ὅτε καὶ λόγον ἔδει τῶν ἑταίρων τοὺς δυνατοὺς ἐπὶ τῶν συνελθόντων ἀναγνῶναι.

3

Ἃ μέντοι ἡμῖν αὐτὸς ἀφ’ ἑαυτοῦ ἐν ταῖς ὁμιλίαις πολλάκις διηγεῖτο, ἦν τοιαῦτα. Προσφοιτᾶν μὲν γὰρ τῇ τροφῷ καίπερ εἰς γραμματοδιδασκάλου ἀπιόντα ἄχρις ὀγ‐ δόου ἔτους ἀπὸ γενέσεως ὄντα καὶ τοὺς μαζοὺς γυμνοῦντα
5θηλάζειν προθυμεῖσθαι· ἀκούσαντα δέ ποτε ὅτι ἀτηρόν ἐστι παιδίον, ἀποσχέσθαι αἰδεσθέντα. Εἰκοστὸν δὲ καὶ ὄγδοον ἔτος αὐτὸν ἄγοντα ὁρμῆσαι ἐπὶ φιλοσοφίαν καὶ τοῖς τότε κατὰ τὴν Ἀλεξάνδρειαν εὐδοκιμοῦσι συσταθέντα κατιέναι ἐκ τῆς ἀκροάσεως αὐτῶν κατηφῆ καὶ λύπης πλήρη, ὡς καί3
10τινι τῶν φίλων διηγεῖσθαι ἃ πάσχοι· τὸν δὲ συνέντα αὐτοῦ τῆς ψυχῆς τὸ βούλημα ἀπενέγκαι πρὸς Ἀμμώνιον, οὗ μηδέπω πεπείρατο. Τὸν δὲ εἰσελθόντα καὶ ἀκούσαντα φάναι πρὸς τὸν ἑταῖρον· τοῦτον ἐζήτουν. Καὶ ἀπ’ ἐκεί‐ νης τῆς ἡμέρας συνεχῶς τῷ Ἀμμωνίῳ παραμένοντα τοσαύ‐
15την ἕξιν ἐν φιλοσοφίᾳ κτήσασθαι, ὡς καὶ τῆς παρὰ τοῖς Πέρσαις ἐπιτηδευομένης πεῖραν λαβεῖν σπεῦσαι καὶ τῆς παρ’ Ἰνδοῖς κατορθουμένης. Γορδιανοῦ δὲ τοῦ βασιλέως ἐπὶ τοὺς Πέρσας παριέναι μέλλοντος δοὺς ἑαυτὸν τῷ στρατο‐ πέδῳ συνεισῄει ἔτος ἤδη τριακοστὸν ἄγων καὶ ἔννατον.
20Ἕνδεκα γὰρ ὅλων ἐτῶν παραμένων τῷ Ἀμμωνίῳ συνεσχό‐ λασε. Τοῦ δὲ Γορδιανοῦ περὶ τὴν Μεσοποταμίαν ἀναιρε‐ θέντος μόλις φεύγων εἰς τὴν Ἀντιόχειαν διεσώθη. Καὶ Φιλίππου τὴν βασιλείαν κρατήσαντος τεσσαράκοντα γεγονὼς ἔτη εἰς τὴν Ῥώμην ἄνεισιν. Ἐρεννίῳ δὲ καὶ Ὠριγένει καὶ
25Πλωτίνῳ συνθηκῶν γεγονυιῶν μηδὲν ἐκκαλύπτειν τῶν Ἀμ‐ μωνίου δογμάτων ἃ δὴ ἐν ταῖς ἀκροάσεσιν αὐτοῖς ἀνεκεκά‐ θαρτο, ἔμενε καὶ ὁ Πλωτῖνος συνὼν μέν τισι τῶν προσιόν‐ των, τηρῶν δὲ ἀνέκπυστα τὰ παρὰ τοῦ Ἀμμωνίου δόγματα. Ἐρεννίου δὲ πρώτου τὰς συνθήκας παραβάντος, Ὠριγένης
30μὲν ἠκολούθει τῷ φθάσαντι Ἐρεννίῳ. Ἔγραψε δὲ οὐδὲν πλὴν τὸ «Περὶ τῶν δαιμόνων» σύγγραμμα καὶ ἐπὶ Γαλιή‐
νου «Ὅτι μόνος ποιητὴς ὁ βασιλεύς». Πλωτῖνος δὲ ἄχρι μὲν πολλοῦ γράφων οὐδὲν διετέλεσεν, ἐκ δὲ τῆς Ἀμμωνίου συνουσίας ποιούμενος τὰς διατριβάς· καὶ οὕτως ὅλων ἐτῶν4
35δέκα διετέλεσε, συνὼν μέν τισι, γράφων δὲ οὐδέν. Ἦν δὲ ἡ διατριβή, ὡς ἂν αὐτοῦ ζητεῖν προτρεπομένου τοὺς συνόντας, ἀταξίας πλήρης καὶ πολλῆς φλυαρίας, ὡς Ἀμέλιος ἡμῖν διηγεῖτο. Προσῆλθε δὲ αὐτῷ ὁ Ἀμέλιος τρίτον ἔτος ἄγοντι ἐν τῇ Ῥώμῃ κατὰ τὸ τρίτον ἔτος
40τῆς Φιλίππου βασιλείας καὶ ἄχρι τοῦ πρώτου ἔτους τῆς Κλαυδίου βασιλείας παραμείνας ἔτη ὅλα συγγέγονεν εἴκοσι καὶ τέσσαρα, ἕξιν μὲν ἔχων ὅτε προσῆλθεν ἀπὸ τῆς Λυσιμάχου συνουσίας, φιλοπονίᾳ δὲ ὑπερβαλλόμενος τῶν καθ’ αὑτὸν πάντων διὰ τὸ καὶ σχεδὸν πάντα τὰ Νουμηνίου
45καὶ γράψαι καὶ συναγαγεῖν καὶ σχεδὸν τὰ πλεῖστα ἐκμαθεῖν· σχόλια δὲ ἐκ τῶν συνουσιῶν ποιούμενος ἑκατόν που βιβλία συνέταξε τῶν σχολίων, ἃ Οὐστιλλιανῷ Ἡσυχίῳ τῷ Ἀπαμεῖ, ὃν υἱὸν ἔθετο, κεχάρισται.

4

Τῷ δεκάτῳ δὲ ἔτει τῆς Γαλιήνου βασιλείας ἐγὼ Πορφύριος ἐκ τῆς Ἑλλάδος μετὰ Ἀντωνίου τοῦ Ῥοδίου γεγονὼς καταλαμβάνω μὲν τὸν Ἀμέλιον ὀκτωκαιδέκατον ἔτος ἔχοντα τῆς πρὸς Πλωτῖνον συνουσίας, μηδὲν δέ πω
5γράφειν τολμήσαντα πλὴν τῶν σχολίων ἃ οὐδέπω εἰς ἑκατὸν τὸ πλῆθος αὐτῷ συνῆκτο. Ἦν δὲ ὁ Πλωτῖνος τῷ δεκάτῳ ἔτει τῆς Γαλιήνου βασιλείας ἀμφὶ τὰ πεντήκοντα ἔτη καὶ ἐννέα. Ἐγὼ δὲ Πορφύριος τὸ πρῶτον αὐτῷ συγ‐ γέγονα αὐτὸς ὢν τότε ἐτῶν τριάκοντα. Ἀπὸ μέντοι τοῦ
10πρώτου ἔτους τῆς Γαλιήνου ἀρχῆς προτραπεὶς ὁ Πλωτῖνος
γράφειν τὰς ἐμπιπτούσας ὑποθέσεις, τὸ δέκατον ἔτος τῆς Γαλιήνου ἀρχῆς, ὅτε τὸ πρῶτον αὐτῷ ἐγὼ ὁ Πορφύριος ἐγνωρίσθην, γράψας εὑρίσκεται εἴκοσι καὶ ἓν βιβλίον ἃ καὶ κατείληφα ἐκδεδομένα ὀλίγοις. Οὐδὲ γὰρ ἦν πω ῥᾳδία ἡ5
15ἔκδοσις οὐδὲ εὐσυνειδήτως ἐγίγνετο οὐδ’ ἁπλῶς κἀκ τοῦ ῥᾴστου, ἀλλὰ μετὰ πάσης κρίσεως τῶν λαμβανόντων. Ἦν δὲ καὶ τὰ γεγραμμένα ταῦτα ἃ διὰ τὸ μὴ αὐτὸν ἐπιγράφειν ἄλλος ἄλλο ἑκάστῳ τοὐπίγραμμα ἐτίθει. Αἱ δ’ οὖν κρατή‐ σασαι ἐπιγραφαί εἰσιν αἵδε· θήσω δὲ καὶ τὰς ἀρχὰς τῶν
20βιβλίων, εἰς τὸ εὐεπίγνωστον εἶναι ἀπὸ τῶν ἀρχῶν ἕκαστον τῶν δηλουμένων βιβλίων·
αʹ Περὶ τοῦ καλοῦ·
οὗ ἡ ἀρχή· τὸ καλὸν ἔστι μὲν ἐν ὄψει πλεῖστον.
βʹ Περὶ ψυχῆς ἀθανασίας·
25 οὗ ἡ ἀρχή· εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος. γʹ Περὶ εἱμαρμένης· οὗ ἡ ἀρχή· πάντα τὰ γινόμενα. δʹ Περὶ οὐσίας τῆς ψυχῆς· οὗ ἡ ἀρχή· τὴν τῆς ψυχῆς οὐσίαν.
30εʹ Περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος· οὗ ἡ ἀρχή· πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι. ϛʹ Περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς· οὗ ἡ ἀρχή· πολλάκις ἐγειρόμενος. ζʹ Πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ
35
τοῦ ἑνός· οὗ ἡ ἀρχή· εἴ τι ἐστὶ μετὰ τὸ πρῶτον. ηʹ Εἰ αἱ πᾶσαι ψυχαὶ μία·
οὗ ἡ ἀρχή· ἆρα ὥσπερ ψυχήν. θʹ Περὶ τἀγαθοῦ ἢ τοῦ ἑνός·6
40 οὗ ἡ ἀρχή· ἅπαντα τὰ ὄντα. ιʹ Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων· οὗ ἡ ἀρχή· τί ποτε ἄρα ἐστὶ τὸ πεποιηκὸς τὰς ψυχάς. ιαʹ Περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον· οὗ ἡ ἀρχή· τὸ ἓν πάντα.
45ιβʹ Περὶ τῶν δύο ὑλῶν· οὗ ἡ ἀρχή· τὴν λεγομένην ὕλην. ιγʹ Ἐπισκέψεις διάφοροι· οὗ ἡ ἀρχή· νοῦς φησιν ὁρᾷ ἐνούσας ἰδέας. ιδʹ Περὶ τῆς κυκλοφορίας·

4

(50)

οὗ ἡ ἀρχή· διὰ τί κύκλῳ κινεῖται. ιεʹ Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος· οὗ ἡ ἀρχή· τῶν μὲν αἱ ὑποστάσεις. ιϛʹ Περὶ εὐλόγου ἐξαγωγῆς· οὗ ἡ ἀρχή· οὐκ ἐξάξεις, ἵνα μὴ ἐξίῃ.
55ιζʹ Περὶ ποιότητος· οὗ ἡ ἀρχή· ἆρα τὸ ὂν καὶ ἡ οὐσία. ιηʹ Εἰ καὶ τῶν καθέκαστά εἰσιν ἰδέαι· οὗ ἡ ἀρχή· εἰ καὶ τοῦ καθέκαστον. ιθʹ Περὶ ἀρετῶν·
60 οὗ ἡ ἀρχή· ἐπειδὴ τὰ κακὰ ἐνταῦθα. κʹ Περὶ διαλεκτικῆς· οὗ ἡ ἀρχή· τίς τέχνη ἢ μέθοδος. καʹ Πῶς ἡ ψυχὴ τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας
μέση εἶναι λέγεται·
65
οὗ ἡ ἀρχή· ἐν τῷ κόσμῳ τῷ νοητῷ. Ταῦτα μὲν οὖν εἴκοσι καὶ ἓν ὄντα, ὅτε αὐτῷ τὸ πρῶτον προσῆλθον ὁ Πορφύριος, εὕρηται γεγραμμένα· πεντηκοσ‐ τὸν δὲ καὶ ἔννατον ἔτος ἦγε τότε ὁ Πλωτῖνος.

5

Συγγεγονὼς δὲ αὐτῷ τοῦτό τε τὸ ἔτος καὶ ἐφεξῆς ἄλλα ἔτη πέντε—ὀλίγον γὰρ ἔτι πρότερον τῆς δεκαετίας ἐγεγόνειν ὁ Πορφύριος ἐν τῇ Ῥώμῃ, τοῦ Πλωτίνου τὰς θερινὰς μὲν ἄγοντος ἀργούς, συνόντος δὲ ἄλλως ἐν ταῖς7
5ὁμιλίαις—ἐν δὴ τοῖς ἓξ ἔτεσι τούτοις πολλῶν ἐξετάσεων ἐν ταῖς συνουσίαις γιγνομένων καὶ γράφειν αὐτὸν ἀξιούν‐ των Ἀμελίου τε καὶ ἐμοῦ, γράφει μὲν
Περὶ τοῦ τί τὸ ὂν πανταχοῦ ὅλον εἶναι ἓν καὶ ταὐ‐
τὸν βιβλία δύο·
10
αʹ τούτων δὲ τὸ πρῶτον ἀρχὴν ἔχει· ἆρα γε ἡ ψυχὴ πανταχοῦ·
βʹ τοῦ δὲ δευτέρου ἡ ἀρχή· ἓν καὶ ταὐτὸν ἀριθμῷ.
Γράφει δὲ ἐφεξῆς ἄλλα δύο, ὧν
γʹ τὸ μὲν Περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν
καὶ τί τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως·
15 οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν ἄλλο ἄλλο, τὸ δὲ αὐτὸ αὑτό· δʹ τὸ δὲ Περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ· οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει. εʹ Περὶ τῆς τῶν ἀσωμάτων ἀπαθείας· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ πάθη λέγοντες.
20ϛʹ Περὶ ψυχῆς πρῶτον· οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ. ζʹ Περὶ ψυχῆς δεύτερον· οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ. ηʹ Περὶ ψυχῆς τρίτον ἢ περὶ τοῦ πῶς ὁρῶμεν·
25 οὗ ἡ ἀρχή· ἐπειδήπερ ὑπερεθέμεθα. θʹ Περὶ θεωρίας·
οὗ ἡ ἀρχή· παίζοντες τὴν πρώτην. ιʹ Περὶ τοῦ νοητοῦ κάλλους· οὗ ἡ ἀρχή· ἐπειδή φαμεν.8
30ιαʹ Περὶ νοῦ καὶ ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ
περὶ τἀγαθοῦ· οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν. ιβʹ Πρὸς τοὺς γνωστικούς· οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν.
35ιγʹ Περὶ ἀριθμῶν· οὗ ἡ ἀρχή· ἆρ’ ἐστὶ πλῆθος. ιδʹ Πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται; οὗ ἡ ἀρχή· ἆρά γε τὰ πόρρω ὁρώμενα. ιεʹ Εἰ ἐν παρατάσει χρόνου τὸ εὐδαιμονεῖν;
40 οὗ ἡ ἀρχή· τὸ εὐδαιμονεῖν. ιϛʹ Περὶ τῆς δι’ ὅλων κράσεως· οὗ ἡ ἀρχή· περὶ τῆς δι’ ὅλων λεγομένης. ιζʹ Πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τἀγαθοῦ· οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός.
45ιηʹ Περὶ τοῦ ἑκουσίου· οὗ ἡ ἀρχή· ἆρ’ ἐστὶ περὶ θεῶν. ιθʹ Περὶ τοῦ κόσμου· οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες. κʹ Περὶ αἰσθήσεως καὶ μνήμης·

5

(50)

οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ τυπώσεις. καʹ Περὶ τῶν τοῦ ὄντος γενῶν πρῶτον· οὗ ἡ ἀρχή· περὶ τῶν ὄντων πόσα καὶ τίνα. κβʹ Περὶ τῶν τοῦ ὄντος γενῶν δεύτερον·
οὗ ἡ ἀρχή· ἐπειδὴ περὶ τῶν λεγομένων.9
55 κγʹ Περὶ τῶν τοῦ ὄντος γενῶν τρίτον·
οὗ ἡ ἀρχή· περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ. κδʹ Περὶ αἰῶνος καὶ χρόνου·
οὗ ἡ ἀρχή· τὸν αἰῶνα καὶ τὸν χρόνον. Ταῦτα τὰ εἴκοσι καὶ τέτταρα ὄντα ὅσα ἐν τῷ ἑξαέτει
60χρόνῳ τῆς παρουσίας ἐμοῦ Πορφυρίου ἔγραψεν, ἐκ προσ‐ καίρων προβλημάτων τὰς ὑποθέσεις λαβόντα, ὡς ἐκ τῶν κεφαλαίων ἑκάστου τῶν βιβλίων ἐδηλώσαμεν, μετὰ τῶν πρὸ τῆς ἐπιδημίας ἡμῶν εἴκοσι καὶ ἑνὸς τὰ πάντα γίνεται τεσσαρακονταπέντε.

6

Ἐν δὲ τῇ Σικελίᾳ διατρίβοντός μου—ἐκεῖ γὰρ ἀνεχώρησα περὶ τὸ πεντεκαιδέκατον ἔτος τῆς βασιλείας Γαλιήνου—, ὁ Πλωτῖνος γράψας πέντε βιβλία ἀποστέλλει μοι ταῦτα·
5αʹ Περὶ εὐδαιμονίας· οὗ ἡ ἀρχή· τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν. βʹ Περὶ προνοίας πρῶτον· οὗ ἡ ἀρχή· τὸ μὲν τῷ αὐτομάτῳ. γʹ Περὶ προνοίας δεύτερον·
10 οὗ ἡ ἀρχή· τί τοίνυν δοκεῖ περὶ τούτων. δʹ Περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα· οὗ ἡ ἀρχή· ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι. εʹ Περὶ ἔρωτος· οὗ ἡ ἀρχή· περὶ ἔρωτος πότερα θεός.
15 Ταῦτα μὲν οὖν τῷ πρώτῳ ἔτει τῆς Κλαυδίου πέμπει βασιλείας· ἀρχομένου δὲ τοῦ δευτέρου, ὅτε καὶ μετ’ ὀλίγον θνῄσκει, πέμπει ταῦτα·
αʹ Τίνα τὰ κακά·
οὗ ἡ ἀρχή· οἱ ζητοῦντες πόθεν τὰ κακά.10
20βʹ Εἰ ποιεῖ τὰ ἄστρα· οὗ ἡ ἀρχή· ἡ τῶν ἄστρων φορά. γʹ Τί τὸ ζῷον; οὗ ἡ ἀρχή· ἡδοναὶ καὶ λῦπαι. δʹ Περὶ εὐδαιμονίας·
25
οὗ ἡ ἀρχή· ἆρ’ ἄν τις ἕτερον εἴποι. Ταῦτα μετὰ τεσσαρακονταπέντε τῶν πρώτων καὶ δευτέ‐ ρων γραφέντων γίνεται τέτταρα καὶ πεντήκοντα. Ὥσπερ δὲ ἐγράφη, τὰ μὲν κατὰ πρώτην ἡλικίαν, τὰ δὲ ἀκμάζον‐ τος, τὰ δὲ ὑπὸ τοῦ σώματος καταπονουμένου, οὕτω καὶ
30τῆς δυνάμεως ἔχει τὰ βιβλία. Τὰ μὲν γὰρ πρῶτα εἴκοσι καὶ ἓν ἐλαφροτέρας ἐστὶ δυνάμεως καὶ οὐδέπω πρὸς εὐτονίαν ἀρκοῦν μέγεθος ἐχούσης, τὰ δὲ τῆς μέσης ἐκδόσεως τυχόντα τὸ ἀκμαῖον τῆς δυνάμεως ἐμφαίνει καί ἐστι τὰ κδ πλὴν τῶν βραχέων τελεώτατα, τὰ μέντοι
35τελευταῖα ἐννέα ὑφειμένης ἤδη τῆς δυνάμεως γέγραπται καὶ μᾶλλόν γε τὰ τελευταῖα τέσσαρα ἢ τὰ πρὸ τούτων πέντε.

7

Ἔσχε δὲ ἀκροατὰς μὲν πλείους, ζηλωτὰς δὲ καὶ διὰ φιλοσοφίαν συνόντας Ἀμέλιόν τε ἀπὸ τῆς Τουσκίας, οὗ τὸ ὄνομα ἦν Γεντιλιανὸς τὸ κύριον, αὐτὸς δὲ διὰ τοῦ ρ
Ἀμέριον αὐτὸν καλεῖν ἠξίου ἀπὸ τῆς ἀμερείας ἢ τῆς11
5ἀμελείας πρέπειν αὐτῷ καλεῖσθαι λέγων. Ἔσχε δὲ καὶ ἰατρικόν τινα Σκυθοπολίτην Παυλῖνον ὃν ὁ Ἀμέλιος Μίκκαλον προσηγόρευε, παρακουσμάτων πλήρη γεγονότα. Ἀλλὰ μὴν καὶ Ἀλεξανδρέα Εὐστόχιον ἰατρικὸν ἔσχεν ἕτερον, ὃς περὶ τὰ τελευταῖα τῆς ἡλικίας γνωρισθεὶς
10αὐτῷ διέμενε θεραπεύων ἄχρι τοῦ θανάτου καὶ μόνοις τοῖς Πλωτίνου σχολάζων ἕξιν περιεβάλλετο γνησίου φιλο‐ σόφου. Συνῆν δὲ καὶ Ζωτικὸς κριτικός τε καὶ ποιητικός, ὃς καὶ τὰ Ἀντιμάχου διορθωτικὰ πεποίηται καὶ τὸν «Ἀτλαντικὸν» εἰς ποίησιν μετέβαλε πάνυ ποιητικῶς, συγ‐
15χυθεὶς δὲ τὰς ὄψεις πρὸ ὀλίγου τῆς Πλωτίνου τελευτῆς ἀπέθανεν. Ἔφθασε δὲ καὶ ὁ Παυλῖνος προαποθανὼν τοῦ Πλωτίνου. Ἔσχε δὲ καὶ Ζῆθον ἑταῖρον, Ἀράβιον τὸ γένος, Θεοδοσίου τοῦ Ἀμμωνίου γενομένου ἑταίρου εἰς γάμον λαβόντα θυγατέρα. Ἦν δὲ καὶ οὗτος ἰατρικὸς καὶ σφόδρα
20πεφίλωτο τῷ Πλωτίνῳ· πολιτικὸν δὲ ὄντα καὶ ῥοπὰς ἔχοντα πολιτικὰς ἀναστέλλειν ὁ Πλωτῖνος ἐπειρᾶτο. Ἐχρῆτο δὲ αὐτῷ οἰκείως, ὡς καὶ εἰς τοὺς ἀγροὺς πρὸς αὐτὸν ἀναχωρεῖν πρὸ ἓξ σημείων Μητουρνῶν ὑπάρχοντας, οὓς Καστρίκιος ἐκέκτητο ὁ Φίρμος κεκλημένος, ἀνδρῶν
25τῶν καθ’ ἡμᾶς φιλοκαλώτατος γεγονὼς καὶ τόν τε Πλωτῖνον σεβόμενος καὶ Ἀμελίῳ οἷα οἰκέτης ἀγαθὸς ἐν πᾶσιν
ὑπηρετούμενος καὶ Πορφυρίῳ ἐμοὶ οἷα γνησίῳ ἀδελφῷ ἐν πᾶσι προσεσχηκώς. Καὶ οὗτος οὖν ἐσέβετο Πλωτῖνον τὸν πολιτικὸν ᾑρημένος βίον. Ἠκροῶντο δὲ αὐτοῦ καὶ τῶν ἀπὸ12
30τῆς συγκλήτου οὐκ ὀλίγοι ὧν ἔργον ἐν φιλοσοφίᾳ μάλιστα ἐποίουν Μάρκελλος Ὀρρόντιος καὶ Σαβινῖλλος. Ἦν δὲ καὶ Ῥογατιανὸς ἐκ τῆς συγκλήτου, ὃς εἰς τοσοῦτον ἀπο‐ στροφῆς τοῦ βίου τούτου προκεχωρήκει ὡς πάσης μὲν κτήσεως ἀποστῆναι, πάντα δὲ οἰκέτην ἀποπέμψασθαι,
35ἀποστῆναι δὲ καὶ τοῦ ἀξιώματος· καὶ πραίτωρ προιέναι μέλλων παρόντων τῶν ὑπηρετῶν μήτε προελθεῖν μήτε φροντίσαι τῆς λειτουργίας, ἀλλὰ μηδὲ οἰκίαν ἑαυτοῦ ἑλέσθαι κατοικεῖν, ἀλλὰ πρός τινας τῶν φίλων καὶ συνήθων φοιτῶντα ἐκεῖ τε δειπνεῖν κἀκεῖ καθεύδειν, σιτεῖσθαι δὲ
40παρὰ μίαν· ἀφ’ ἧς δὴ ἀποστάσεως καὶ ἀφροντιστίας τοῦ βίου ποδαγρῶντα μὲν οὕτως, ὡς καὶ δίφρῳ βαστάζεσθαι, ἀναρρωσθῆναι, τὰς χεῖρας δὲ ἐκτεῖναι μὴ οἷόν τε ὄντα χρῆσθαι ταύταις πολὺ μᾶλλον εὐμαρῶς ἢ οἱ τὰς τέχνας διὰ τῶν χειρῶν μετιόντες. Τοῦτον ἀπεδέχετο ὁ Πλωτῖνος καὶ
45ἐν τοῖς μάλιστα ἐπαινῶν διετέλει εἰς ἀγαθὸν παράδειγμα τοῖς φιλοσοφοῦσι προβαλλόμενος. Συνῆν δὲ καὶ Σεραπίων Ἀλεξανδρεὺς ῥητορικὸς μὲν τὰ πρῶτα, μετὰ ταῦτα δὲ καὶ ἐπὶ φιλοσόφοις συνὼν λόγοις, τοῦ δὲ περὶ χρήματα καὶ τὸ δανείζειν μὴ δυνηθεὶς ἀποστῆναι ἐλαττώματος. Ἔσχε δὲ

7

(50)

καὶ ἐμὲ Πορφύριον Τύριον ὄντα ἐν τοῖς μάλιστα ἑταῖρον, ὃν καὶ διορθοῦν αὐτοῦ τὰ συγγράμματα ἠξίου.

8

Γράψας γὰρ ἐκεῖνος δὶς τὸ γραφὲν μεταλαβεῖν οὐδέ‐ ποτ’ ἂν ἠνέσχετο, ἀλλ’ οὐδὲ ἅπαξ γοῦν ἀναγνῶναι καὶ
διελθεῖν διὰ τὸ τὴν ὅρασιν μὴ ὑπηρετεῖσθαι αὐτῷ πρὸς τὴν ἀνάγνωσιν. Ἔγραφε δὲ οὔτε εἰς κάλλος ἀποτυπούμενος τὰ13
5γράμματα οὔτε εὐσήμως τὰς συλλαβὰς διαιρῶν οὔτε τῆς ὀρθογραφίας φροντίζων, ἀλλὰ μόνον τοῦ νοῦ ἐχόμενος καί, ὃ πάντες ἐθαυμάζομεν, ἐκεῖνο ποιῶν ἄχρι τελευτῆς διετέλεσε. Συντελέσας γὰρ παρ’ ἑαυτῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸ σκέμμα, ἔπειτα εἰς γραφὴν παραδιδοὺς ἃ
10ἐσκέπτετο, συνεῖρεν οὕτω γράφων ἃ ἐν τῇ ψυχῇ διέθηκεν, ὡς ἀπὸ βιβλίου δοκεῖν μεταβάλλειν τὰ γραφόμενα· ἐπεὶ καὶ διαλεγόμενος πρός τινα καὶ συνείρων τὰς ὁμιλίας πρὸς τῷ σκέμματι ἦν, ὡς ἅμα τε ἀποπληροῦν τὸ ἀναγκαῖον τῆς ὁμιλίας καὶ τῶν ἐν σκέψει προκειμένων ἀδιάκοπον τηρεῖν
15τὴν διάνοιαν· ἀποστάντος γοῦν τοῦ προσδιαλεγομένου οὐδ’ ἐπαναλαβὼν τὰ γεγραμμένα, διὰ τὸ μὴ ἐπαρκεῖν αὐτῷ πρὸς ἀνάληψιν, ὡς εἰρήκαμεν, τὴν ὅρασιν, τὰ ἑξῆς ἂν ἐπι‐ συνῆψεν, ὡς μηδένα διαστήσας χρόνον μεταξὺ ὅτε τὴν ὁμιλίαν ἐποιεῖτο. Συνῆν οὖν καὶ ἑαυτῷ ἅμα καὶ τοῖς ἄλλοις,
20καὶ τήν γε πρὸς ἑαυτὸν προσοχὴν οὐκ ἄν ποτε ἐχάλασεν, ἢ μόνον ἐν τοῖς ὕπνοις, ὃν ἂν ἀπέκρουεν ἥ τε τῆς τροφῆς ὀλιγότης—οὐδὲ γὰρ ἄρτου πολλάκις ἂν ἥψατο—καὶ ἡ πρὸς τὸν νοῦν αὐτοῦ διαρκὴς ἐπιστροφή.

9

Ἔσχε δὲ καὶ γυναῖκας σφόδρα φιλοσοφίᾳ προσκειμένας, Γεμίναν τε, ἧς καὶ ἐν τῇ οἰκίᾳ κατῴκει, καὶ τὴν ταύτης θυγατέρα Γεμίναν, ὁμοίως τῇ μητρὶ καλουμένην, Ἀμφί‐ κλειάν τε τὴν Ἀρίστωνος τοῦ Ἰαμβλίχου υἱοῦ γεγονυῖαν
5γυναῖκα, [σφόδρα φιλοσοφίᾳ προσκειμένας]. Πολλοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες ἀποθνῄσκειν μέλλοντες τῶν εὐγενεσ‐ τάτων φέροντες τὰ ἑαυτῶν τέκνα, ἄρρενάς τε ὁμοῦ καὶ θηλείας, ἐκείνῳ παρεδίδοσαν μετὰ τῆς ἄλλης οὐσίας ὡς ἱερῷ τινι καὶ θείῳ φύλακι. Διὸ καὶ ἐπεπλήρωτο αὐτῷ ἡ14
10οἰκία παίδων καὶ παρθένων. Ἐν τούτοις δὲ ἦν καὶ Πο‐ τάμων, οὗ τῆς παιδεύσεως φροντίζων πολλάκις ἓν καὶ μεταποιοῦντος ἠκροάσατο. Ἠνείχετο δὲ καὶ τοὺς λογισ‐ μούς, ἀναφερόντων τῶν [ἐν] ἐκείνοις παραμενόντων, καὶ τῆς ἀκριβείας ἐπεμελεῖτο λέγων, ἕως ἂν μὴ φιλοσοφῶσιν, ἔχειν
15αὐτοὺς δεῖν τὰς κτήσεις καὶ τὰς προσόδους ἀνεπάφους τε καὶ σῳζομένας. Καὶ ὅμως τοσούτοις ἐπαρκῶν τὰς εἰς τὸν βίον φροντίδας τε καὶ ἐπιμελείας τὴν πρὸς τὸν νοῦν τάσιν οὐδέποτ’ ἂν ἐγρηγορότως ἐχάλασεν. Ἦν δὲ καὶ πρᾶος καὶ πᾶσιν ἐκκείμενος τοῖς ὁπωσοῦν πρὸς αὐτὸν συνήθειαν
20ἐσχηκόσι. Διὸ εἴκοσι καὶ ἓξ ἐτῶν ὅλων ἐν τῇ Ῥώμῃ δια‐ τρίψας καὶ πλείστοις διαιτήσας τὰς πρὸς ἀλλήλους ἀμφισ‐ βητήσεις οὐδένα τῶν πολιτικῶν ἐχθρόν ποτε ἔσχε.

10

Τῶν δὲ φιλοσοφεῖν προσποιουμένων Ὀλύμπιος Ἀλεξανδρεύς, Ἀμμωνίου ἐπ’ ὀλίγον μαθητὴς γενόμενος, καταφρονητικῶς πρὸς αὐτὸν ἔσχε διὰ φιλοπρωτίαν· ὃς καὶ οὕτως αὐτῷ ἐπέθετο, ὥστε καὶ ἀστροβολῆσαι αὐτὸν
5μαγεύσας ἐπεχείρησεν. Ἐπεὶ δὲ εἰς ἑαυτὸν στρεφομένην ᾔσθετο τὴν ἐπιχείρησιν, ἔλεγε πρὸς τοὺς συνήθεις μεγάλην εἶναι τὴν τῆς ψυχῆς τοῦ Πλωτίνου δύναμιν, ὡς ἀπο‐
κρούειν δύνασθαι τὰς εἰς ἑαυτὸν ἐπιφορὰς εἰς τοὺς κακοῦν αὐτὸν ἐπιχειροῦντας. Πλωτῖνος μέντοι τοῦ Ὀλυμπίου ἐγχει‐15
10ροῦντος ἀντελαμβάνετο λέγων αὐτῷ τὸ σῶμα τότε ὡς τὰ σύσπαστα βαλάντια ἕλκεσθαι τῶν μελῶν αὐτῷ πρὸς ἄλληλα συνθλιβομένων. Κινδυνεύσας δὲ ὁ Ὀλύμπιος πολ‐ λάκις αὐτός τι παθεῖν ἢ δρᾶσαι τὸν Πλωτῖνον ἐπαύσατο. Ἦν γὰρ καὶ κατὰ γένεσιν πλέον τι ἔχων παρὰ τοὺς ἄλλους
15ὁ Πλωτῖνος. Αἰγύπτιος γάρ τις ἱερεὺς ἀνελθὼν εἰς τὴν Ῥώμην καὶ διά τινος φίλου αὐτῷ γνωρισθεὶς θέλων τε τῆς ἑαυτοῦ σοφίας ἀπόδειξιν δοῦναι ἠξίωσε τὸν Πλωτῖνον ἐπὶ θέαν ἀφικέσθαι τοῦ συνόντος αὐτῷ οἰκείου δαίμονος καλου‐ μένου. Τοῦ δὲ ἑτοίμως ὑπακούσαντος γίνεται μὲν ἐν τῷ
20Ἰσίῳ ἡ κλῆσις· μόνον γὰρ ἐκεῖνον τὸν τόπον καθαρὸν φῆσαι εὑρεῖν ἐν τῇ Ῥώμῃ τὸν Αἰγύπτιον. Κληθέντα δὲ εἰς αὐτοψίαν τὸν δαίμονα θεὸν ἐλθεῖν καὶ μὴ τοῦ δαιμόνων εἶναι γένους· ὅθεν τὸν Αἰγύπτιον εἰπεῖν· «μακάριος εἶ θεὸν ἔχων τὸν δαίμονα καὶ οὐ τοῦ ὑφειμένου γένους τὸν
25συνόντα.» Μήτε δὲ ἐρέσθαι τι ἐκγενέσθαι μήτε ἐπιπλέον ἰδεῖν παρόντα τοῦ συνθεωροῦντος φίλου τὰς ὄρνεις, ἃς κατεῖχε φυλακῆς ἕνεκα, πνίξαντος εἴτε διὰ φθόνον εἴτε καὶ διὰ φόβον τινά. Τῶν οὖν θειοτέρων δαιμόνων ἔχων τὸν συνόντα καὶ αὐτὸς διετέλει ἀνάγων αὐτοῦ τὸ θεῖον ὄμμα
30πρὸς ἐκεῖνον. Ἔστι γοῦν αὐτῷ ἀπὸ τῆς τοιαύτης αἰτίας καὶ
βιβλίον γραφὲν «Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος», ὅπου πειρᾶται αἰτίας φέρειν περὶ τῆς διαφορᾶς τῶν συνόν‐ των. Φιλοθύτου δὲ γεγονότος τοῦ Ἀμελίου καὶ τὰ ἱερὰ κατὰ νουμηνίαν καὶ τὰς ἑορτὰς ἐκπεριιόντος καί ποτε ἀξιοῦντος16
35τὸν Πλωτῖνον σὺν αὐτῷ παραλαβεῖν ἔφη· «ἐκείνους δεῖ πρὸς ἐμὲ ἔρχεσθαι, οὐκ ἐμὲ πρὸς ἐκείνους.» Τοῦτο δὲ ἐκ ποίας διανοίας οὕτως ἐμεγαληγόρησεν, οὔτ’ αὐτοὶ συνεῖναι δεδυνήμεθα οὔτ’ αὐτὸν ἐρέσθαι ἐτολμήσαμεν.

11

Περιῆν δὲ αὐτῷ τοσαύτη περιουσία ἠθῶν κατα‐ νοήσεως, ὡς κλοπῆς ποτε γεγονυίας πολυτελοῦς περιδε‐ ραίου Χιόνης, ἥτις αὐτῷ συνῴκει μετὰ τῶν τέκνων σεμνῶς τὴν χηρείαν διεξάγουσα, καὶ ὑπ’ ὄψιν τοῦ Πλωτίνου
5τῶν οἰκετῶν συνηγμένων ἐμβλέψας ἅπασιν· οὗτος, ἔφη, ἐστὶν ὁ κεκλοφώς, δείξας ἕνα τινά. Μαστιζόμενος δὲ ἐκεῖνος καὶ ἐπιπλεῖον ἀρνούμενος τὰ πρῶτα ὕστερον ὡμολόγησε καὶ φέρων τὸ κλαπὲν ἀπέδωκε. Προεῖπε δ’ ἂν καὶ τῶν συνόντων παίδων περὶ ἑκάστου οἷος ἀποβήσεται·
10ὡς καὶ περὶ τοῦ Πολέμωνος οἷος ἔσται, ὅτι ἐρωτικὸς ἔσται καὶ ὀλιγοχρόνιος, ὅπερ καὶ ἀπέβη. Καί ποτε ἐμοῦ Πορφυ‐ ρίου ᾔσθετο ἐξάγειν ἐμαυτὸν διανοουμένου τοῦ βίου· καὶ ἐξαίφνης ἐπιστάς μοι ἐν τῷ οἴκῳ διατρίβοντι καὶ εἰπὼν μὴ εἶναι ταύτην τὴν προθυμίαν ἐκ νοερᾶς καταστάσεως, ἀλλ’
15ἐκ μελαγχολικῆς τινος νόσου, ἀποδημῆσαι ἐκέλευσε. Πεισθεὶς δὲ αὐτῷ ἐγὼ εἰς τὴν Σικελίαν ἀφικόμην Πρόβον τινὰ ἀκούων ἐλλόγιμον ἄνδρα περὶ τὸ Λιλύβαιον διατρίβειν· καὶ αὐτός τε τῆς τοιαύτης προθυμίας ἀπεσχόμην τοῦ τε παρεῖναι ἄχρι θανάτου τῷ Πλωτίνῳ ἐνεποδίσθην.

12

Ἐτίμησαν δὲ τὸν Πλωτῖνον μάλιστα καὶ ἐσέφθησαν Γαλιῆνός τε ὁ αὐτοκράτωρ καὶ ἡ τούτου γυνὴ Σαλωνίνα. Ὁ δὲ τῇ φιλίᾳ τῇ τούτων καταχρώμενος φιλοσόφων τινὰ πόλιν κατὰ τὴν Καμπανίαν γεγενῆσθαι λεγομένην, ἄλλως17
5δὲ κατηριπωμένην, ἠξίου ἀνεγείρειν καὶ τὴν πέριξ χώραν χαρίσασθαι οἰκισθείσῃ τῇ πόλει, νόμοις δὲ χρῆσθαι τοὺς κατοικεῖν μέλλοντας τοῖς Πλάτωνος καὶ τὴν προσηγορίαν αὐτῇ Πλατωνόπολιν θέσθαι, ἐκεῖ τε αὐτὸς μετὰ τῶν ἑταίρων ἀναχωρήσειν ὑπισχνεῖτο. Καὶ ἐγένετ’ ἂν τὸ βού‐
10λημα ἐκ τοῦ ῥᾴστου τῷ φιλοσόφῳ, εἰ μή τινες τῶν συν‐ όντων τῷ βασιλεῖ φθονοῦντες ἢ νεμεσῶντες ἢ δι’ ἄλλην μοχθηρὰν αἰτίαν ἐνεπόδισαν.

13

Γέγονε δ’ ἐν ταῖς συνουσίαις φράσαι μὲν ἱκανὸς καὶ εὑρεῖν καὶ νοῆσαι τὰ πρόσφορα δυνατώτατος, ἐν δέ τισι λέξεσιν ἁμαρτάνων· οὐ γὰρ ἂν εἶπεν «ἀναμιμνήσκε‐ ται», ἀλλὰ «ἀναμνημίσκεται», καὶ ἄλλα τινὰ παράσημα
5ὀνόματα ἃ καὶ ἐν τῷ γράφειν ἐτήρει. Ἦν δ’ ἐν τῷ λέγειν ἡ ἔνδειξις τοῦ νοῦ ἄχρι τοῦ προσώπου αὐτοῦ τὸ φῶς ἐπιλάμ‐ ποντος· ἐράσμιος μὲν ὀφθῆναι, καλλίων δὲ τότε μάλιστα ὁρώμενος· καὶ λεπτός τις ἱδρὼς ἐπέθει καὶ ἡ πραότης διέ‐ λαμπε καὶ τὸ προσηνὲς πρὸς τὰς ἐρωτήσεις ἐδείκνυτο καὶ
10τὸ εὔτονον. Τριῶν γοῦν ἡμερῶν ἐμοῦ Πορφυρίου ἐρωτήσαν‐ τος, πῶς ἡ ψυχὴ σύνεστι τῷ σώματι, παρέτεινεν ἀποδεικ‐ νύς, ὥστε καὶ Θαυμασίου τινὸς τοὔνομα ἐπεισελθόντος
τοὺς καθόλου λόγους πράττοντος καὶ εἰς βιβλία ἀκοῦσαι αὐτοῦ λέγοντος θέλειν, Πορφυρίου δὲ ἀποκρινομένου καὶ18
15ἐρωτῶντος μὴ ἀνασχέσθαι, ὁ δὲ ἔφη· «ἀλλὰ ἂν μὴ Πορ‐ φυρίου ἐρωτῶντος λύσωμεν τὰς ἀπορίας, εἰπεῖν τι καθάπαξ εἰς τὸ βιβλίον οὐ δυνησόμεθα.»

14

Ἐν δὲ τῷ γράφειν σύντομος γέγονε καὶ πολύνους βραχύς τε καὶ νοήμασι πλεονάζων ἢ λέξεσι, τὰ πολλὰ ἐνθουσιῶν καὶ ἐκπαθῶς φράζων † καὶ τὸ συμπαθείας ἢ παραδόσεως. Ἐμμέμικται δ’ ἐν τοῖς συγγράμμασι καὶ τὰ
5Στωικὰ λανθάνοντα δόγματα καὶ τὰ Περιπατητικά· κα‐ ταπεπύκνωται δὲ καὶ ἡ «Μετὰ τὰ φυσικὰ» τοῦ Ἀριστο‐ τέλους πραγματεία. Ἔλαθε δὲ αὐτὸν οὔτε γεωμετρικόν τι λεγόμενον θεώρημα οὔτ’ ἀριθμητικόν, οὐ μηχανικόν, οὐκ ὀπτικόν, οὐ μουσικόν· αὐτὸς δὲ ταῦτα ἐξεργάζεσθαι οὐ
10παρεσκεύαστο. Ἐν δὲ ταῖς συνουσίαις ἀνεγινώσκετο μὲν αὐτῷ τὰ ὑπομνήματα, εἴτε Σεβήρου εἴη, εἴτε Κρονίου ἢ Νουμηνίου ἢ Γαίου ἢ Ἀττικοῦ, κἀν τοῖς Περιπατητικοῖς τά τε Ἀσπασίου καὶ Ἀλεξάνδρου Ἀδράστου τε καὶ τῶν ἐμπεσόντων. Ἐλέγετο δὲ ἐκ τούτων οὐδὲν καθάπαξ, ἀλλ’
15ἴδιος ἦν καὶ ἐξηλλαγμένος ἐν τῇ θεωρίᾳ καὶ τὸν Ἀμμω‐ νίου φέρων νοῦν ἐν ταῖς ἐξετάσεσιν. Ἐπληροῦτο δὲ ταχέως καὶ δι’ ὀλίγων δοὺς νοῦν βαθέος θεωρήματος
ἀνίστατο. Ἀναγνωσθέντος δὲ αὐτῷ τοῦ τε «Περὶ ἀρχῶν» Λογγίνου καὶ τοῦ «Φιλαρχαίου», «φιλόλογος μέν», ἔφη,19
20«ὁ Λογγῖνος, φιλόσοφος δὲ οὐδαμῶς». Ὠριγένους δὲ ἀπαντήσαντός ποτε εἰς τὴν συνουσίαν πληρωθεὶς ἐρυθή‐ ματος ἀνίστασθαι μὲν ἐβούλετο, λέγειν δὲ ὑπὸ Ὠριγένους ἀξιούμενος ἔφη ἀνίλλεσθαι τὰς προθυμίας, ὅταν ἴδῃ ὁ λέγων, ὅτι πρὸς εἰδότας ἐρεῖ ἃ αὐτὸς λέγειν μέλλει· καὶ
25οὕτως ὀλίγα διαλεχθεὶς ἐξανέστη.

15

Ἐμοῦ δὲ ἐν Πλατωνείοις ποίημα ἀναγνόντος «Τὸν ἱερὸν γάμον», καί τινος διὰ τὸ μυστικῶς πολλὰ μετ’ ἐνθου‐ σιασμοῦ ἐπικεκρυμμένως εἰρῆσθαι εἰπόντος μαίνεσθαι τὸν Πορφύριον, ἐκεῖνος εἰς ἐπήκοον ἔφη πάντων· «ἔδειξας
5ὁμοῦ καὶ τὸν ποιητὴν καὶ τὸν φιλόσοφον καὶ τὸν ἱερο‐ φάντην.» Ὅτε δὲ ὁ ῥήτωρ Διοφάνης ἀνέγνω ὑπὲρ Ἀλκι‐ βιάδου τοῦ ἐν τῷ «Συμποσίῳ» τοῦ Πλάτωνος ἀπολογίαν δογματίζων χρῆναι ἀρετῆς ἕνεκα μαθήσεως εἰς συνουσίαν αὑτὸν παρέχειν ἐρῶντι ἀφροδισίου μίξεως τῷ καθηγεμόνι,
10ἤιξε μὲν πολλάκις ἀναστὰς ἀπαλλαγῆναι τῆς συνόδου, ἐπισχὼν δ’ ἑαυτὸν μετὰ τὴν διάλυσιν τοῦ ἀκουστηρίου ἐμοὶ Πορφυρίῳ ἀντιγράψαι προσέταξε. Μὴ θέλοντος δὲ τοῦ Διοφάνους τὸ βιβλίον δοῦναι διὰ τῆς μνήμης ἀναληφθέντων τῶν ἐπιχειρημάτων ἀντιγράψας ἐγὼ καὶ ἐπὶ τῶν αὐτῶν
15ἀκροατῶν συνηγμένων ἀναγνοὺς τοσοῦτον τὸν Πλωτῖνον ηὔφρανα, ὡς κἀν ταῖς συνουσίαις συνεχῶς ἐπιλέγειν·
»Βάλλ’ οὕτως, αἴ κέν τι φόως ἄνδρεσσι γένηαι.» Γράφοντος δὲ Εὐβούλου Ἀθήνηθεν τοῦ Πλατωνικοῦ διαδόχου καὶ πέμποντος συγγράμματα ὑπέρ τινων Πλατω‐20
20νικῶν ζητημάτων ἐμοὶ Πορφυρίῳ ταῦτα δίδοσθαι ἐποίει καὶ σκοπεῖν καὶ ἀναφέρειν αὐτῷ τὰ γεγραμμένα ἠξίου. Προσ‐ εῖχε δὲ τοῖς μὲν περὶ τῶν ἀστέρων κανόσιν οὐ πάνυ τι μαθηματικῶς, τοῖς δὲ τῶν γενεθλιαλόγων ἀποτελεσμα‐ τικοῖς ἀκριβέστερον. Καὶ φωράσας τῆς ἐπαγγελίας τὸ
25ἀνεχέγγυον ἐλέγχειν πολλαχοῦ κατ’ αὐτῶν ἐν τοῖς συγγράμμασιν οὐκ ὤκνησε.

16

Γεγόνασι δὲ κατ’ αὐτὸν τῶν Χριστιανῶν πολλοὶ μὲν καὶ ἄλλοι, αἱρετικοὶ δὲ ἐκ τῆς παλαιᾶς φιλοσοφίας ἀνηγμένοι οἱ περὶ Ἀδέλφιον καὶ Ἀκυλῖνον οἳ τὰ Ἀλεξάνδρου τοῦ Λίβυος καὶ Φιλοκώμου καὶ Δημοστράτου καὶ Λυδοῦ συγ‐
5γράμματα πλεῖστα κεκτημένοι ἀποκαλύψεις τε προφέρον‐ τες Ζωροάστρου καὶ Ζωστριανοῦ καὶ Νικοθέου καὶ Ἀλλογε‐ νοῦς καὶ Μέσσου καὶ ἄλλων τοιούτων πολλοὺς ἐξηπάτων καὶ αὐτοὶ ἠπατημένοι, ὡς δὴ τοῦ Πλάτωνος εἰς τὸ βάθος τῆς νοητῆς οὐσίας οὐ πελάσαντος. Ὅθεν αὐτὸς μὲν πολλοὺς
10ἐλέγχους ποιούμενος ἐν ταῖς συνουσίαις, γράψας δὲ καὶ βιβλίον ὅπερ «Πρὸς τοὺς Γνωστικούς» ἐπεγράψαμεν, ἡμῖν τὰ λοιπὰ κρίνειν καταλέλοιπεν. Ἀμέλιος δὲ ἄχρι τεσ‐ σαράκοντα βιβλίων προκεχώρηκε πρὸς τὸ Ζωστριανοῦ βιβλίον ἀντιγράφων. Πορφύριος δὲ ἐγὼ πρὸς τὸ Ζωροά‐
15στρου συχνοὺς πεποίημαι ἐλέγχους, ὅλως νόθον τε καὶ
νέον τὸ βιβλίον παραδεικνὺς πεπλασμένον τε ὑπὸ τῶν τὴν αἵρεσιν συστησαμένων εἰς δόξαν τοῦ εἶναι τοῦ παλαιοῦ Ζωροάστρου τὰ δόγματα, ἃ αὐτοὶ εἵλοντο πρεσβεύειν.21

17

Τῶν δ’ ἀπὸ τῆς Ἑλλάδος τὰ Νουμηνίου αὐτὸν ὑποβάλλεσθαι λεγόντων καὶ τοῦτο πρὸς Ἀμέλιον ἀγ‐ γέλλοντος Τρύφωνος τοῦ Στωικοῦ τε καὶ Πλατωνικοῦ γέ‐ γραφεν ὁ Ἀμέλιος βιβλίον ὃ ἐπέγραψε μὲν «Περὶ τῆς
5κατὰ τὰ δόγματα τοῦ Πλωτίνου πρὸς τὸν Νουμήνιον διαφορᾶς», προσεφώνησε δὲ αὐτὸ Βασιλεῖ ἐμοί· Βασιλεὺς δὲ τοὔνομα τῷ Πορφυρίῳ ἐμοὶ προσῆν, κατὰ μὲν πάτριον διάλεκτον Μάλκῳ κεκλημένῳ, ὅπερ μοι καὶ ὁ πατὴρ ὄνομα κέκλητο, τοῦ δὲ Μάλκου ἑρμηνείαν ἔχοντος βασιλεύς, εἴ
10τις εἰς Ἑλληνίδα διάλεκτον μεταβάλλειν ἐθέλοι. Ὅθεν ὁ Λογγῖνος μὲν προσφωνῶν τὰ «Περὶ ὁρμῆς» Κλεοδάμῳ τε κἀμοὶ Πορφυρίῳ «Κλεόδαμέ τε καὶ Μάλκε» προὔγραψεν· ὁ δ’ Ἀμέλιος ἑρμηνεύσας τοὔνομα, ὡς ὁ Νουμήνιος τὸν Μάξιμον εἰς τὸν Μεγάλον, οὕτω τὸν Μάλκον οὗτος εἰς
15τὸν Βασιλέα, γράφει· «Ἀμέλιος Βασιλεῖ εὖ πράττειν. Αὐτῶν μὲν ἕνεκα τῶν πανευφήμων ἀνδρῶν, οὓς διατεθρυλληκέναι ἐς ἑαυτὸν φής, τὰ τοῦ ἑταίρου ἡμῶν δόγματα εἰς τὸν Ἀπαμέα Νουμήνιον ἀναγόντων, οὐκ ἂν προηκάμην φωνήν, σαφῶς ἐπίστασο.
20Δῆλον γὰρ ὅτι καὶ τοῦτο ἐκ τῆς παρ’ αὐτοῖς ἀγαλλομένης
προελήλυθεν εὐστομίας τε καὶ εὐγλωττίας, νῦν μὲν ὅτι πλατὺς φλήναφος, αὖθις δὲ ὅτι ὑποβολιμαῖος, ἐκ τρί‐ των δὲ ὅτι καὶ τὰ φαυλότατα τῶν ὄντων ὑποβαλλόμε‐ νος, τῷ διασιλλαίνειν αὐτὸν δηλαδὴ κατ’ αὐτοῦ λεγόντων.22
25Σοῦ δὲ τῇ προφάσει ταύτῃ οἰομένου δεῖν ἀποχρῆσθαι πρὸς τὸ καὶ τὰ ἡμῖν ἀρέσκοντα ἔχειν προχειρότερα εἰς ἀνάμνη‐ σιν καὶ τὸ ἐπ’ ὀνόματι ἑταίρου ἀνδρὸς οἵου τοῦ Πλωτίνου μεγάλου εἰ καὶ πάλαι διαβεβοημένα ὁλοσχερέστερον γνῶναι ὑπήκουσα, καὶ οὖν ἥκω ἀποδιδούς σοι τὰ ἐπηγγελμένα ἐν
30τρισὶν ἡμέραις, ὡς καὶ αὐτὸς οἶσθα, πεπονημένα. Χρὴ δὲ αὐτὰ ὡς ἂν μὴ ἐκ τῆς τῶν συνταγμάτων ἐκείνων παραθέ‐ σεως οὔτ’ οὖν συντεταγμένα οὔτε ἐξειλεγμένα, ἀλλ’ ἀπὸ τῆς παλαιᾶς ἐντεύξεως ἀναπεπολημένα καὶ ὡς πρῶτα προὔ‐ πεσεν ἕκαστα οὕτω ταχθέντα ἐνταῦθα νῦν συγγνώμης
35δικαίας παρὰ σοῦ τυχεῖν, ἄλλως τε καὶ τοῦ βουλήματος τοῦ ὑπὸ τὴν πρὸς ἡμᾶς ὁμολογίαν ὑπαγομένου πρός τινων ἀνδρὸς οὐ μάλα προχείρου ἑλεῖν ὑπάρχοντος διὰ τὴν ἄλλοτε ἄλλως περὶ τῶν αὐτῶν ὡς ἂν δόξειε φοράν. Ὅτι δέ, εἴ τι τῶν ἀπὸ τῆς οἰκείας ἑστίας παραχαράττοιτο,
40διορθώσει εὐμενῶς, εὖ οἶδα. Ἠνάγκασμαι δ’ ὡς ἔοικεν, ὥς πού φησιν ἡ τραγῳδία, ὢν φιλοπράγμων τῇ ἀπὸ τῶν τοῦ καθηγεμόνος ἡμῶν δογμάτων διαστάσει εὐθύνειν τε καὶ ἀποποιεῖσθαι. Τοιοῦτον ἄρα ἦν τὸ σοὶ χαρίζεσθαι ἐξ
ἅπαντος βούλεσθαι. Ἔρρωσο.»23

18

Ταύτην τὴν ἐπιστολὴν θεῖναι προήχθην οὐ μόνον πίστεως χάριν τοῦ τοὺς τότε καὶ ἐπ’ αὐτοῦ γεγονότας τὰ Νουμηνίου οἴεσθαι ὑποβαλλόμενον κομπάζειν, ἀλλὰ καὶ ὅτι πλατὺν αὐτὸν φλήναφον εἶναι ἡγοῦντο καὶ κατεφρόνουν τῷ
5μὴ νοεῖν ἃ λέγει καὶ τῷ πάσης σοφιστικῆς αὐτὸν σκηνῆς καθαρεύειν καὶ τύφου, ὁμιλοῦντι δὲ ἐοικέναι ἐν ταῖς συνουσίαις καὶ μηδενὶ ταχέως ἐπιφαίνειν τὰς συλλογιστικὰς ἀνάγκας αὐτοῦ τὰς ἐν τῷ λόγῳ λαμβανομένας. Ἔπαθον δ’ οὖν τὰ ὅμοια ἐγὼ Πορφύριος, ὅτε πρῶτον αὐτοῦ ἠκροασά‐
10μην. Διὸ καὶ ἀντιγράψας προσήγαγον δεικνύναι πειρώμε‐ νος ὅτι ἔξω τοῦ νοῦ ὑφέστηκε τὸ νόημα. Ἀμέλιον δὲ ποιήσας ταῦτα ἀναγνῶναι, ἐπειδὴ ἀνέγνω, μειδιάσας «σὸν ἂν εἴη», ἔφη, «ὦ Ἀμέλιε, λῦσαι τὰς ἀπορίας, εἰς ἃς δι’ ἄγνοιαν τῶν ἡμῖν δοκούντων ἐμπέπτωκε». Γράψαντος δὲ
15βιβλίον οὐ μικρὸν τοῦ Ἀμελίου πρὸς τὰς τοῦ Πορφυρίου ἀπορίας, καὶ αὖ πάλιν πρὸς τὰ γραφέντα ἀντιγράψαντός μου, τοῦ δὲ Ἀμελίου καὶ πρὸς ταῦτα ἀντειπόντος, ἐκ τρίτων μόλις συνεὶς τὰ λεγόμενα ἐγὼ ὁ Πορφύριος μετε‐ θέμην καὶ παλινῳδίαν γράψας ἐν τῇ διατριβῇ ἀνέγνων·
20κἀκεῖθεν λοιπὸν τά τε βιβλία τὰ Πλωτίνου ἐπιστεύθην, καὶ αὐτὸν τὸν διδάσκαλον εἰς φιλοτιμίαν προήγαγον τοῦ διαρθροῦν καὶ διὰ πλειόνων γράφειν τὰ δοκοῦντα. Οὐ μὴν ἀλλὰ καὶ Ἀμέλιος εἰς τὸ συγγράφειν πρόθυμον ἐποίησεν.

19

Ἣν δὲ ἔσχε καὶ Λογγῖνος περὶ τοῦ Πλωτίνου δόξαν ἐξ ὧν μάλιστα πρὸς αὐτὸν ἐγὼ γράφων ἐσήμαινον, δηλώσει μέρος ἐπιστολῆς γραφείσης πρός με ἐπέχον
τοῦτον τὸν τρόπον. Ἀξιῶν γάρ με ἀπὸ τῆς Σικελίας24
5κατιέναι πρὸς αὐτὸν εἰς τὴν Φοινίκην καὶ κομίζειν τὰ βιβλία τοῦ Πλωτίνου φησί· «Καὶ σὺ μὲν ταῦτά τε πέμπειν, ὅταν σοι δοκῇ, μᾶλλον δὲ κομίζειν· οὐ γὰρ ἂν ἀποσταίην τοῦ πολλάκις δεῖσθαί σου τὴν πρὸς ἡμᾶς ὁδὸν τῆς ἑτέρωσε προκρῖναι, κἂν
10εἰ μηδὲν δι’ ἄλλο—τί γὰρ ἂν καὶ σοφὸν παρ’ ἡμῶν προσδοκῶν ἀφίκοιο; —τήν τε παλαιὰν συνήθειαν καὶ τὸν ἀέρα μετριώτατον ὄντα πρὸς ἣν λέγεις τοῦ σώματος ἀσθένειαν· κἂν ἄλλο τι τύχῃς οἰηθείς, παρ’ ἐμοῦ δὲ μηδὲν προσδοκᾶν καινότερον, μηδ’ οὖν τῶν παλαιῶν ὅσα φὴς
15ἀπολωλεκέναι. Τῶν γὰρ γραψάντων τοσαύτη σπάνις ἐνταῦθα καθέστηκεν, ὥστε νὴ τοὺς θεοὺς πάντα τὸν χρόνον τοῦτον τὰ λειπόμενα τῶν Πλωτίνου κατασκευάζων μόλις αὐτῶν ἐπεκράτησα τὸν ὑπογραφέα τῶν μὲν εἰωθότων ἀπάγων ἔργων, πρὸς ἑνὶ δὲ τούτῳ τάξας γενέσθαι. Καὶ
20κέκτημαι μὲν ὅσα δοκεῖν πάντα καὶ τὰ νῦν ὑπὸ σοῦ πεμφ‐ θέντα, κέκτημαι δὲ ἡμιτελῶς· οὐ γὰρ μετρίως ἦν διημαρτη‐ μένα, καίτοι τὸν ἑταῖρον Ἀμέλιον ᾤμην ἀναλήψεσθαι τὰ τῶν γραφέων πταίσματα· τῷ δ’ ἦν ἄλλα προυργιαίτερα τῆς τοιαύτης προσεδρείας. Οὔκουν ἔχω τίνα χρὴ τρόπον
25αὐτοῖς ὁμιλῆσαι καίπερ ὑπερεπιθυμῶν τά τε «Περὶ ψυχῆς» καὶ τὰ «Περὶ τοῦ ὄντος» ἐπισκέψασθαι· ταῦτα γὰρ οὖν καὶ μάλιστα διημάρτηται. Καὶ πάνυ βουλοίμην ἂν ἐλθεῖν μοι παρὰ σοῦ τὰ μετ’ ἀκριβείας γεγραμμένα τοῦ παραναγνῶναι μόνον, εἶτα ἀποπέμψαι πάλιν. Αὖθις δὲ τὸν αὐτὸν ἐρῶ
30λόγον, ὅτι μὴ πέμπειν, ἀλλ’ αὐτὸν ἥκειν ἔχοντα μᾶλλον ἀξιῶ
ταῦτά τε καὶ τῶν λοιπῶν εἴ τι διαπέφευγε τὸν Ἀμέλιον. Ἃ μὲν γὰρ ἤγαγεν, ἅπαντα διὰ σπουδῆς ἐκτησάμην. Πῶς δ’ οὐκ ἔμελλον ἀνδρὸς ὑπομνήματα πάσης αἰδοῦς ἄξια καὶ τιμῆς κτήσασθαι; Τοῦτο γὰρ οὖν καὶ παρόντι σοι καὶ25
35μακρὰν ἀπόντι καὶ περὶ τὴν Τύρον διατρίβοντι τυγχάνω δήπουθεν ἐπεσταλκὼς ὅτι τῶν μὲν ὑποθέσεων οὐ πάνυ με τὰς πολλὰς προσίεσθαι συμβέβηκε· τὸν δὲ τύπον τῆς γραφῆς καὶ τῶν ἐννοιῶν τἀνδρὸς τὴν πυκνότητα καὶ τὸ φιλόσοφον τῆς τῶν ζητημάτων διαθέσεως ὑπερβαλλόντως
40ἄγαμαι καὶ φιλῶ καὶ μετὰ τῶν ἐλλογιμωτάτων ἄγειν τὰ τούτου βιβλία φαίην ἂν δεῖν τοὺς ζητητικούς.»

20

Ταῦτα ἐπιπλέον παρατέθεικα τοῦ καθ’ ἡμᾶς κριτι‐ κωτάτου γενομένου καὶ τὰ τῶν ἄλλων σχεδὸν πάντα τῶν καθ’ αὑτὸν διελέγξαντος δεικνὺς οἵα γέγονεν ἡ περὶ Πλωτίνου κρίσις· καίτοι τὰ πρῶτα ἐκ τῆς τῶν ἄλλων
5ἀμαθίας καταφρονητικῶς ἔχων πρὸς αὐτὸν διετέλει. Ἐδό‐ κει δὲ ἃ ἐκτήσατο ἐκ τῶν Ἀμελίου λαβὼν ἡμαρτῆσθαι διὰ τὸ μὴ νοεῖν τοῦ ἀνδρὸς τὴν συνήθη ἑρμηνείαν. Εἰ γάρ τινα καὶ ἄλλα, καὶ τὰ παρ’ Ἀμελίῳ διώρθωτο ὡς ἂν ἐκ τῶν αὐτογράφων μετειλημμένα. Ἔτι δὲ τοῦ Λογγί‐
10νου ἃ ἐν συγγράμματι γέγραφε περὶ Πλωτίνου τε καὶ Ἀμελίου καὶ τῶν καθ’ ἑαυτὸν γεγονότων φιλοσόφων ἀναγ‐ καῖον παραθεῖναι, ἵνα καὶ πλήρης γένηται ἡ περὶ αὐτῶν κρίσις οἵα γέγονε τοῦ ἐλλογιμωτάτου ἀνδρὸς καὶ ἐλεγκτι‐ κωτάτου. Ἐπιγράφεται δὲ τὸ βιβλίον «Λογγίνου πρὸς Πλω‐
15τῖνον καὶ Γεντιλιανὸν Ἀμέλιον περὶ τέλους.» Ἔχει δὲ τοιόνδε προοίμιον·
«Πολλῶν καθ’ ἡμᾶς, ὦ Μάρκελλε, γεγενημένων φιλο‐ σόφων οὐχ ἥκιστα παρὰ τοὺς πρώτους τῆς ἡλικίας ἡμῶν χρόνους· ὁ μὲν γὰρ νῦν καιρὸς οὐδ’ εἰπεῖν ἔστιν ὅσην26
20σπάνιν ἔσχηκε τοῦ πράγματος· ἔτι δὲ μειρακίων ὄντων ἡμῶν οὐκ ὀλίγοι τῶν ἐν φιλοσοφίᾳ λόγων προέστησαν, οὓς ἅπαντας μὲν ὑπῆρξεν ἰδεῖν ἡμῖν διὰ τὴν ἐκ παίδων ἐπὶ πολλοὺς τόπους ἅμα τοῖς γονεῦσιν ἐπιδημίαν, συγγενέσθαι δὲ αὐτῶν τοῖς ἐπιβιώσασι κατὰ ταὐτὸ συχνοῖς ἔθνεσι καὶ
25πόλεσιν ἐπιμίξαντας· οἱ μὲν καὶ διὰ γραφῆς ἐπεχείρησαν τὰ δοκοῦντα σφίσι πραγματεύεσθαι καταλιπόντες τοῖς ἐπιγιγνομένοις τῆς παρ’ αὐτῶν ὠφελείας μετασχεῖν, οἱ δ’ ἀποχρῆναι σφίσιν ἡγήσαντο τοὺς συνόντας προβιβάζειν εἰς τὴν τῶν ἀρεσκόντων ἑαυτοῖς κατάληψιν. Ὧν τοῦ μὲν
30προτέρου γεγόνασι τρόπου Πλατωνικοὶ μὲν Εὐκλείδης καὶ Δημόκριτος καὶ Προκλῖνος ὁ περὶ τὴν Τρῳάδα διατρίψας οἵ τε μέχρι νῦν ἐν τῇ Ῥώμῃ δημοσιεύοντες Πλωτῖνος καὶ Γεντιλιανὸς Ἀμέλιος ὁ τούτου γνώριμος, Στωικῶν δὲ Θεμιστοκλῆς καὶ Φοιβίων οἵ τε μέχρι πρῴην ἀκμάσαντες
35Ἄννιός τε καὶ Μήδιος, Περιπατητικῶν δὲ ὁ Ἀλεξανδρεὺς Ἡλιόδωρος. Τοῦ δὲ δευτέρου Πλατωνικοὶ μὲν Ἀμμώνιος καὶ Ὠριγένης, οἷς ἡμεῖς τὸ πλεῖστον τοῦ χρόνου προσεφοι‐ τήσαμεν, ἀνδράσιν οὐκ ὀλίγῳ τῶν καθ’ ἑαυτοὺς εἰς σύνεσιν διενεγκοῦσιν, οἵ τε Ἀθήνησι διάδοχοι Θεόδοτος καὶ
40Εὔβουλος· καὶ γὰρ εἴ τι τούτων γέγραπταί τισιν, ὥσπερ Ὠριγένει μὲν τὸ «Περὶ τῶν δαιμόνων», Εὐβούλῳ δὲ τὸ «Περὶ τοῦ Φιλήβου καὶ τοῦ Γοργίου καὶ τῶν Ἀρισ‐ τοτέλει πρὸς τὴν Πλάτωνος Πολιτείαν ἀντειρημένων», οὐκ ἐχέγγυα πρὸς τὸ μετὰ τῶν ἐξειργασμένων τὸν λόγον
45αὐτοὺς ἀριθμεῖν ἂν γένοιτο πάρεργον τῇ τοιαύτῃ χρησαμέ‐ νων σπουδῇ καὶ μὴ προηγουμένην περὶ τοῦ γράφειν ὁρμὴν λαβόντων. Τῶν δὲ Στωικῶν Ἑρμῖνος καὶ Λυσίμαχος οἵ τε ἐν ἄστει καταβιώσαντες Ἀθηναῖος καὶ Μουσώνιος, καὶ Περιπατητικῶν Ἀμμώνιος καὶ Πτολεμαῖος φιλολογώτατοι27

20

(50)

μὲν τῶν καθ’ ἑαυτοὺς ἄμφω γενόμενοι καὶ μάλιστα ὁ Ἀμ‐ μώνιος· οὐ γὰρ ἔστιν ὅστις ἐκείνῳ γέγονεν εἰς πολυμαθίαν παραπλήσιος· οὐ μὴν καὶ γράψαντές γε τεχνικὸν οὐδέν, ἀλλὰ ποιήματα καὶ λόγους ἐπιδεικτικούς, ἅπερ οὖν καὶ σωθῆναι τῶν ἀνδρῶν τούτων οὐχ ἑκόντων οἶμαι· μὴ γὰρ
55ἂν αὐτοὺς δέξασθαι διὰ τοιούτων βιβλίων ὕστερον γενέ‐ σθαι γνωρίμους, ἀφέντας σπουδαιοτέροις συγγράμμασι τὴν ἑαυτῶν ἀποθησαυρίσαι διάνοιαν. Τῶν δ’ οὖν γραψάντων οἱ μὲν οὐδὲν πλέον ἢ συναγωγὴν καὶ μεταγραφὴν τῶν τοῖς πρεσβυτέροις συντεθέντων ἐποιήσαντο, καθάπερ Εὐκλείδης
60καὶ Δημόκριτος καὶ Προκλῖνος, οἱ δὲ μικρὰ κομιδῇ πράγματα τῆς τῶν παλαιῶν ἱστορίας ἀπομνημονεύσαντες εἰς τοὺς αὐτοὺς τόπους ἐκείνοις ἐπεχείρησαν συντιθέναι βιβλία, καθάπερ Ἄννιός τε καὶ Μήδιος καὶ Φοιβίων, οὗτος μὲν ἀπὸ τῆς ἐν τῇ λέξει κατασκευῆς γνωρίζεσθαι μᾶλλον
65ἢ τῆς ἐν τῇ διανοίᾳ συντάξεως ἀξιῶν· οἷς καὶ τὸν Ἡλιό‐ δωρον συγκατανείμειέ τις ἄν, οὐδ’ ἐκεῖνον παρὰ τὰ τοῖς πρεσβυτέροις ἐν ταῖς ἀκροάσεσιν εἰρημένα πλέον τι συμβαλλόμενον εἰς τὴν τοῦ λόγου διάρθρωσιν. Οἱ δὲ καὶ πλήθει προβλημάτων ἃ μετεχειρίσαντο τὴν σπουδὴν τοῦ
70γράφειν ἀποδειξάμενοι καὶ τρόπῳ θεωρίας ἰδίῳ χρησάμενοι
Πλωτῖνός εἰσι καὶ Γεντιλιανὸς Ἀμέλιος· ὃς μὲν τὰς Πυθαγορείους ἀρχὰς καὶ Πλατωνικάς, ὡς ἐδόκει, πρὸς σαφεστέραν τῶν πρὸ αὐτοῦ καταστησάμενος ἐξήγησιν· οὐδὲ γὰρ οὐδὲν ἐγγύς τι τὰ Νουμηνίου καὶ Κρονίου καὶ28
75Μοδεράτου καὶ Θρασύλλου τοῖς Πλωτίνου περὶ τῶν αὐτῶν συγγράμμασιν εἰς ἀκρίβειαν· ὁ δὲ Ἀμέλιος κατ’ ἴχνη μὲν τούτου βαδίζειν προαιρούμενος καὶ τὰ πολλὰ μὲν τῶν αὐτῶν δογμάτων ἐχόμενος, τῇ δὲ ἐξεργασίᾳ πολὺς ὢν καὶ τῇ τῆς ἑρμηνείας περιβολῇ πρὸς τὸν ἐναντίον ἐκείνῳ ζῆλον
80ὑπαγόμενος. Ὧν καὶ μόνων ἡμεῖς ἄξιον εἶναι νομίζομεν ἐπισκοπεῖσθαι τὰ συγγράμματα. Τοὺς μὲν γὰρ λοιποὺς τί τις ἂν κινεῖν οἴοιτο δεῖν ἀφεὶς ἐξετάζειν ἐκείνους, παρ’ ὧν ταῦτα λαβόντες οὗτοι γεγράφασιν οὐδὲν αὐτοὶ παρ’ αὑτῶν προσθέντες οὐχ ὅτι τῶν κεφαλαίων, ἀλλ’ οὐδὲ τῶν
85ἐπιχειρημάτων, οὐδ’ οὖν ἢ συναγωγῆς τῶν παρὰ τοῖς πλείοσιν ἢ κρίσεως τοῦ βελτίονος ἐπιμεληθέντες; Ἤδη μὲν οὖν καὶ δι’ ἄλλων τουτὶ πεποιήκαμεν, ὥσπερ καὶ τῷ μὲν Γεντιλιανῷ περὶ τῆς κατὰ Πλάτωνα δικαιοσύνης ἀντειπόντες, τοῦ δὲ Πλωτίνου τὸ «Περὶ τῶν ἰδεῶν» ἐπισκε‐
90ψάμενοι· τὸν μὲν γὰρ κοινὸν ἡμῶν τε κἀκείνων ἑταῖρον ὄντα, Βασιλέα τὸν Τύριον, οὐδ’ αὐτὸν ὀλίγα πεπραγματευ‐ μένον κατὰ τὴν Πλωτίνου μίμησιν, ὃν ἀποδεξάμενος μᾶλλον τῆς παρ’ ἡμῖν ἀγωγῆς ἐπεχείρησε διὰ συγγράμματος ἀποδεῖξαι βελτίω δόξαν περὶ τῶν ἰδεῶν τῆς ἡμῖν
95ἀρεσκούσης ἔχοντα, μετρίως ἀντιγραφῇ διελέγξαι δοκοῦμεν οὐκ εὖ παλινῳδήσαντα κἀν τούτοις οὐκ ὀλίγας τῶν ἀνδρῶν τούτων κεκινηκότες δόξας, ὥσπερ κἀν τῇ πρὸς τὸν Ἀμέλιον ἐπιστολῇ, μέγεθος μὲν ἐχούσῃ συγγράμματος,
ἀποκρινομένῃ δὲ πρὸς ἄττα τῶν ὑπ’ αὐτοῦ πρὸς ἡμᾶς29

20

(100)

ἀπὸ τῆς Ῥώμης ἐπεσταλμένων, ἣν αὐτὸς μὲν ἐπιστολὴν «Περὶ τοῦ τρόπου τῆς Πλωτίνου φιλοσοφίας» 〈ἐπ〉έγρα‐ ψεν, ἡμεῖς δὲ αὐτὸ μόνον προσηρκέσθημεν τῇ κοινῇ τοῦ συγγράμματος ἐπιγραφῇ «Πρὸς τὴν Ἀμελίου ἐπιστολὴν» αὐτὸ προσαγορεύσαντες.»

21

Ἐν δὴ τούτοις τότε ὡμολόγησε μὲν πάντων τῶν ἐπ’ αὐτοῦ γεγονότων «πλήθει τε προβλημάτων διενεγκεῖν Πλωτῖνόν τε καὶ Ἀμέλιον, τρόπῳ δὲ θεωρίας ἰδίῳ μάλιστα τούτους χρήσασθαι, τὰ Νουμηνίου δὲ οὐχ ὅτι ὑποβάλλεσθαι
5καὶ τἀκείνου πρεσβεύειν δόγματα, ἀλλὰ τὰ τῶν Πυθαγο‐ ρείων αὐτοῦ τε ἑλομένου μετιέναι δόγματα, καὶ οὐδ’ ἐγγὺς εἶναι τὰ Νουμηνίου καὶ Κρονίου καὶ Μοδεράτου καὶ Θρασύλλου τοῖς Πλωτίνου περὶ τῶν αὐτῶν συγγράμμασιν εἰς ἀκρίβειαν». Εἰπὼν δὲ περὶ Ἀμελίου, ὅτι «κατ’ ἴχνη
10μὲν τοῦ Πλωτίνου ἐβάδιζε, τῇ δὲ ἐξεργασίᾳ πολὺς ὢν καὶ τῇ τῆς ἑρμηνείας περιβολῇ πρὸς τὸν ἐναντίον ἐκείνῳ ζῆλον ὑπήγετο», ὅμως μνησθεὶς ἐμοῦ Πορφυρίου ἔτι ἀρχὰς ἔχοντος τῆς πρὸς τὸν Πλωτῖνον συνουσίας φησὶν ὅτι «ὁ δὲ κοινὸς ἡμῶν τε κἀκείνων ἑταῖρος Βασιλεὺς ὁ Τύριος
15οὐδ’ αὐτὸς ὀλίγα πεπραγματευμένος κατὰ τὴν Πλωτίνου μίμησιν.» Συνέθηκε ταῦτα ὄντως κατιδών, ὅτι τῆς Ἀμελίου περιβολῆς τὸ ἀφιλόσοφον παντελῶς ἐφυλαξάμην καὶ πρὸς ζῆλον τὸν Πλωτίνου γράφων ἀφεώρων. Ἀρκεῖ τοίνυν ὁ
τοσοῦτος ἀνὴρ καὶ ἐν κρίσει πρῶτος ὢν καὶ ὑπειλημμένος30
20ἄχρι νῦν τοιαῦτα γράφων περὶ Πλωτίνου, ὡς, εἰ καὶ καλοῦντί με τὸν Πορφύριον συνέβη δυνηθῆναι συμμῖξαι αὐτῷ, οὐδ’ ἂν ἀντέγραψεν, ἃ πρὶν ἀκριβῶσαι τὸ δόγμα γράψαι ἐπεχείρησεν.

22

Ἀλλὰ τιή μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτραν—φησὶν ὁ Ἡσίοδος—λέγειν; Εἰ γὰρ δεῖ ταῖς μαρτυρίαις χρῆσθαι ταῖς παρὰ τῶν σοφῶν γεγενημέναις, τίς ἂν εἴη σοφώτερος θεοῦ, καὶ θεοῦ τοῦ ἀληθῶς εἰρη‐
5κότος· Οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω; Ὁ γὰρ δὴ Ἀπόλλων ἐρομένου τοῦ Ἀμελίου, ποῦ ἡ Πλωτίνου ψυχὴ κεχώρηκεν, ὁ τοσοῦτον εἰπὼν περὶ
10Σωκράτους· Ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ἐπάκουσον, ὅσα καὶ οἷα περὶ Πλωτίνου ἐθέσπισεν· Ἄμβροτα φορμίζειν ἀναβάλλομαι ὕμνον ἀοιδῆς ἀμφ’ ἀγανοῖο φίλοιο μελιχροτάταισιν ὑφαίνων
15φωναῖς εὐφήμου κιθάρης χρυσέῳ ὑπὸ πλήκτρῳ. Κλῄζω καὶ Μούσας ξυνὴν ὄπα γηρύσασθαι παμφώνοις ἰαχαῖσι παναρμονίαισί τ’ ἐρωαῖς, οἷον ἐπ’ Αἰακίδῃ στῆσαι χορὸν ἐκλήιχθεν
ἀθανάτων μανίαισιν Ὁμηρείαισί τ’ ἀοιδαῖς.31
20Ἀλλ’ ἄγε Μουσάων ἱερὸς χορός, ἀπύσωμεν εἰς ἓν ἐπιπνείοντες ἀοιδῆς τέρματα πάσης· ὕμμι καὶ ἐν μέσσαισιν ἐγὼ Φοῖβος βαθυχαίτης· δαῖμον, ἄνερ τὸ πάροιθεν, ἀτὰρ νῦν δαίμονος αἴσῃ θειοτέρῃ πελάων, ὅτ’ ἐλύσαο δεσμὸν ἀνάγκης
25ἀνδρομέης, ῥεθέων δὲ πολυφλοίσβοιο κυδοιμοῦ ῥωσάμενος πραπίδεσσιν ἐς ᾐόνα νηχύτου ἀκτῆς νήχε’ ἐπειγόμενος δήμου ἄπο νόσφιν ἀλιτρῶν στηρίξαι καθαρῆς ψυχῆς εὐκαμπέα οἴμην, ἧχι θεοῖο σέλας περιλάμπεται, ἧχι θέμιστες
30ἐν καθαρῷ ἀπάτερθεν ἀλιτροσύνης ἀθεμίστου. Καὶ τότε μὲν σκαίροντι πικρὸν κῦμ’ ἐξυπαλύξαι αἱμοβότου βιότοιο καὶ ἀσηρῶν εἰλίγγων ἐν μεσάτοισι κλύδωνος ἀνωίστου τε κυδοιμοῦ πολλάκις ἐκ μακάρων φάνθη σκοπὸς ἐγγύθι ναίων.
35Πολλάκι σεῖο νόοιο βολὰς λοξῇσιν ἀταρποῖς ἱεμένας φορέεσθαι ἐρωῇσι σφετέρῃσιν ὀρθοπόρους ἀνὰ κύκλα καὶ ἄμβροτον οἶμον ἄειραν ἀθάνατοι θαμινὴν φαέων ἀκτῖνα πορόντες ὄσσοισιν δέρκεσθαι ἀπαὶ σκοτίης λυγαίης.
40Οὐδέ σε παμπήδην βλεφάρων ἔχε νήδυμος ὕπνος· ἀλλ’ ἄρ’ ἀπὸ βλεφάρων πετάσας κληῖδα βαρεῖαν ἀχλύος ἐν δίνῃσι φορεύμενος ἔδρακες ὄσσοις πολλά τε καὶ χαρίεντα, τά κεν ῥέα οὔτις ἴδοιτο ἀνθρώπων, ὅσσοι σοφίης μαιήτορες ἔπλευν.32
45Νῦν δ’ ὅτε δὴ σκῆνος μὲν ἐλύσαο, σῆμα δ’ ἔλειψας ψυχῆς δαιμονίης, μεθ’ ὁμήγυριν ἔρχεαι ἤδη δαιμονίην ἐρατοῖσιν ἀναπνείουσαν ἀήταις, ἔνθ’ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος ἁβρὸς ἰδέσθαι, εὐφροσύνης πλείων καθαρῆς, πληρούμενος αἰὲν

22

(50)

ἀμβροσίων ὀχετῶν θεόθεν ὅθεν ἐστὶν ἐρώτων πείσματα, καὶ γλυκερὴ πνοιὴ καὶ νήνεμος αἰθήρ, χρυσείης γενεῆς μεγάλου Διὸς ἧχι νέμονται Μίνως καὶ Ῥαδάμανθυς ἀδελφεοί, ἧχι δίκαιος Αἰακός, ἧχι Πλάτων, ἱερὴ ἴς, ἧχί τε καλὸς
55Πυθαγόρης ὅσσοι τε χορὸν στήριξαν ἔρωτος ἀθανάτου, ὅσσοι γενεὴν ξυνὴν ἐλάχοντο δαίμοσιν ὀλβίστοις, ὅθι τοι κέαρ ἐν θαλίῃσιν αἰὲν ἐυφροσύνῃσι τ’ ἰαίνεται. Ἆ μάκαρ, ὅσσους ὀτλήσας ἀριθμοὺς ἀέθλων μετὰ δαίμονας ἁγνοὺς
60πωλέεαι ζαμενῇσι κορυσσάμενος ζωῇσι. Στήσωμεν μολπήν τε χοροῦ τ’ εὐδίνεα κύκλον Πλωτίνου, Μοῦσαι, πολυγηθέος· αὐτὰρ ἐμεῖο χρυσείη κιθάρη τόσσον φράσεν εὐαίωνι.33

23

Ἐν δὴ τούτοις εἴρηται μὲν ὅτι ἀγανὸς γέγονε καὶ ἤπιος καὶ πρᾶός γε μάλιστα καὶ μείλιχος, ἅπερ καὶ ἡμεῖς οὕτως ἔχοντι συνῄδειμεν· εἴρηται δ’ ὅτι ἄγρυπνος καὶ καθαρὰν τὴν ψυχὴν ἔχων καὶ ἀεὶ σπεύδων πρὸς τὸ θεῖον,
5οὗ διὰ πάσης τῆς ψυχῆς ἤρα, ὅτι τε πάντ’ ἐποίει ἀπαλ‐ λαγῆναι, πικρὸν κῦμ’ ἐξυπαλύξαι τοῦ αἱμοβότου τῇδε βίου. Οὕτως δὲ μάλιστα τούτῳ τῷ δαιμονίῳ φωτὶ πολλάκις ἐνάγοντι ἑαυτὸν εἰς τὸν πρῶτον καὶ ἐπέκεινα θεὸν ταῖς ἐννοίαις καὶ κατὰ τὰς ἐν τῷ «Συμποσίῳ» ὑφηγημένας
10ὁδοὺς τῷ Πλάτωνι ἐφάνη ἐκεῖνος ὁ θεὸς ὁ μήτε μορφὴν μήτε τινὰ ἰδέαν ἔχων, ὑπὲρ δὲ νοῦν καὶ πᾶν τὸ νοη‐ τὸν ἱδρυμένος. Ὧι δὴ καὶ ἐγὼ Πορφύριος ἅπαξ λέγω πλησιάσαι καὶ ἑνωθῆναι ἔτος ἄγων ἑξηκοστόν τε καὶ ὄγδοον. Ἐφάνη γοῦν τῷ Πλωτίνῳ σκοπὸς ἐγγύθι ναίων.
15Τέλος γὰρ αὐτῷ καὶ σκοπὸς ἦν τὸ ἑνωθῆναι καὶ πελάσαι τῷ ἐπὶ πᾶσι θεῷ. Ἔτυχε δὲ τετράκις που, ὅτε αὐτῷ συνήμην, τοῦ σκοποῦ τούτου ἐνεργείᾳ ἀρρήτῳ [καὶ οὐ δυνάμει]. Καὶ ὅτι λοξῶς φερόμενον πολλάκις οἱ θεοὶ κατ‐ εύθυναν θαμινὴν φαέων ἀκτῖνα πορόντες, ὡς ἐπισκέψει
20τῇ παρ’ ἐκείνων καὶ ἐπιβλέψει γραφῆναι τὰ γραφέντα,
εἴρηται. Ἐκ δὲ τῆς ἀγρύπνου ἔσωθέν τε καὶ ἔξωθεν θέας ἔδρακες, φησίν, ὄσσοις πολλά τε καὶ χαρίεντα, τά κεν ῥέα οὔτις ἴδοιτο ἀνθρώπων τῶν φιλοσοφίᾳ προσε‐ χόντων. Ἡ γὰρ δὴ τῶν ἀνθρώπων θεωρία ἀνθρωπίνης34
25μὲν ἂν γένοιτο ἀμείνων· ὡς δὲ πρὸς τὴν θείαν γνῶσιν χαρίεσσα μὲν ἂν εἴη, οὐ μὴν ὥστε τὸ βάθος ἑλεῖν ἂν δυνη‐ θῆναι, ὥσπερ αἱροῦσιν οἱ θεοί. Ταῦτα μὲν οὖν ὅ τι ἔτι σῶμα περικείμενος ἐνήργει καὶ τίνων ἐτύγχανε δεδήλωκε. Μετὰ δὲ τὸ λυθῆναι ἐκ τοῦ σώματος ἐλθεῖν μὲν αὐτόν φησιν
30εἰς τὴν δαιμονίαν ὁμήγυριν, πολιτεύεσθαι δ’ ἐκεῖ φιλότητα, ἵμερον, εὐφροσύνην, ἔρωτα ἐξημμένον τοῦ θεοῦ, τετάχθαι δὲ καὶ τοὺς λεγομένους δικαστὰς τῶν ψυχῶν, παῖδας τοῦ θεοῦ, Μίνω καὶ Ῥαδάμανθυν καὶ Αἰακόν, πρὸς οὓς οὐ δικασθησόμενον οἴχεσθαι, συνεσόμενον δὲ τούτοις, οἷς καὶ
35οἱ ἄλλοι ὅσοι ἄριστοι. Σύνεισι δὲ τοιοῦτοι Πλάτων, Πυθα‐ γόρας ὁπόσοι τε ἄλλοι χορὸν στήριξαν ἔρωτος ἀθανάτου· ἐκεῖ δὲ τὴν γένεσιν τοὺς ὀλβίστους δαίμονας ἔχειν βίον τε μετιέναι τὸν ἐν θαλείαις καὶ εὐφροσύναις καταπε‐ πυκνωμένον καὶ τοῦτον διατελεῖν καὶ ὑπὸ θεῶν μακα‐
40ριζόμενον.

24

Τοιοῦτος μὲν οὖν ὁ Πλωτίνου ἡμῖν ἱστόρηται βίος. Ἐπεὶ δὲ αὐτὸς τὴν διάταξιν καὶ τὴν διόρθωσιν τῶν βιβλίων ποιεῖσθαι ἡμῖν ἐπέτρεψεν, ἐγὼ δὲ κἀκείνῳ ζῶντι ὑπεσχόμην καὶ τοῖς ἄλλοις ἑταίροις ἐπηγγειλάμην
5ποιῆσαι τοῦτο, πρῶτον μὲν τὰ βιβλία οὐ κατὰ χρόνους ἐᾶσαι φύρδην ἐκδεδομένα ἐδικαίωσα, μιμησάμενος δ’ Ἀπολλόδωρον τὸν Ἀθηναῖον καὶ Ἀνδρόνικον τὸν Περι‐
πατητικόν, ὧν ὁ μὲν Ἐπίχαρμον τὸν κωμῳδιογράφον εἰς δέκα τόμους φέρων συνήγαγεν, ὁ δὲ τὰ Ἀριστοτέλους35
10καὶ Θεοφράστου εἰς πραγματείας διεῖλε τὰς οἰκείας ὑποθέσεις εἰς ταὐτὸν συναγαγών· οὕτω δὴ καὶ ἐγὼ νδ ὄντα ἔχων τὰ τοῦ Πλωτίνου βιβλία διεῖλον μὲν εἰς ἓξ ἐννεάδας τῇ τελειότητι τοῦ ἓξ ἀριθμοῦ καὶ ταῖς ἐν‐ νεάσιν ἀσμένως ἐπιτυχών, ἑκάστῃ δὲ ἐννεάδι τὰ οἰκεῖα
15φέρων συνεφόρησα δοὺς καὶ τάξιν πρώτην τοῖς ἐλαφρο‐ τέροις προβλήμασιν. Ἡ μὲν γὰρ πρώτη ἐννεὰς ἔχει τὰ ἠθικώτερα τάδε·
αʹ Τί τὸ ζῷον καὶ τίς ὁ ἄνθρωπος·
οὗ ἡ ἀρχή· ἡδοναὶ καὶ λῦπαι.
20βʹ Περὶ ἀρετῶν· οὗ ἡ ἀρχή· ἐπειδὴ τὰ κακὰ ἐνταῦθα. γʹ Περὶ διαλεκτικῆς· οὗ ἡ ἀρχή· τίς τέχνη ἢ μέθοδος. δʹ Περὶ εὐδαιμονίας·
25 οὗ ἡ ἀρχή· τὸ εὖ ζῆν καὶ τὸ εὐδαιμονεῖν. εʹ Εἰ ἐν παρατάσει χρόνου τὸ εὐδαιμονεῖν· οὗ ἡ ἀρχή· εἰ τὸ εὐδαιμονεῖν ἐπίδοσιν. ϛʹ Περὶ τοῦ καλοῦ· οὗ ἡ ἀρχή· τὸ καλὸν ἔστι μὲν ἐν ὄψει.
30ζʹ Περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν ἄλλων ἀγαθῶν· οὗ ἡ ἀρχή· ἆρ’ ἄν τις ἕτερον εἴποι ἀγαθὸν ἑκάστῳ. ηʹ Πόθεν τὰ κακά· οὗ ἡ ἀρχή· οἱ ζητοῦντες πόθεν τὰ κακά. θʹ Περὶ τῆς ἐκ τοῦ βίου εὐλόγου ἐξαγωγῆς·
35οὗ ἡ ἀρχή· οὐκ ἐξάξεις ἵνα μὴ ἐξίῃ.
Ἡ μὲν οὖν πρώτη ἐννεὰς τάδε περιέχει ἠθικωτέρας ὑποθέσεις περιλαβοῦσα. Ἡ δὲ δευτέρα τῶν φυσικῶν συναγωγὴν ἔχουσα τὰ περὶ κόσμου καὶ τὰ τῷ κόσμῳ ἀνήκοντα περιέχει. Ἔστι δὲ ταῦτα·36
40αʹ Περὶ τοῦ κόσμου· οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες καὶ πρόσθεν εἶναι. βʹ Περὶ τῆς κυκλοφορίας· οὗ ἡ ἀρχή· διὰ τί κύκλῳ κινεῖται. γʹ Εἰ ποιεῖ τὰ ἄστρα·
45 οὗ ἡ ἀρχή· ὅτι ἡ τῶν ἄστρων φορὰ σημαίνει. δʹ Περὶ τῶν δύο ὑλῶν· οὗ ἡ ἀρχή· τὴν λεγομένην ὕλην. εʹ Περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ· οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ.

24

(50)

ϛʹ Περὶ ποιότητος καὶ εἴδους· οὗ ἡ ἀρχή· ἆρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον. ζʹ Περὶ τῆς δι’ ὅλων κράσεως· οὗ ἡ ἀρχή· περὶ τῆς δι’ ὅλων. ηʹ Πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται·
55
οὗ ἡ ἀρχή· ἆρα τὰ πόρρω ἐλάττω φαίνεται. θʹ Πρὸς τοὺς κακὸν τὸν δημιουργὸν τοῦ κόσμου καὶ
τὸν κόσμον κακὸν εἶναι λέγοντας·
οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν. Ἡ δὲ τρίτη ἐννεὰς ἔτι τὰ περὶ κόσμου ἔχουσα περι‐
60είληφε τὰ περὶ τῶν κατὰ τὸν κόσμον θεωρουμένων ταῦτα·
αʹ Περὶ εἱμαρμένης·
οὗ ἡ ἀρχή· ἅπαντα τὰ γιγνόμενα.
βʹ Περὶ προνοίας πρῶτον·
οὗ ἡ ἀρχή· τὸ μὲν τῷ αὐτομάτῳ.37
65γʹ Περὶ προνοίας δεύτερον· οὗ ἡ ἀρχή· τί τοίνυν δοκεῖ περὶ τούτων. δʹ Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος· οὗ ἡ ἀρχή· τῶν μὲν αἱ ὑποστάσεις. εʹ Περὶ ἔρωτος·
70 οὗ ἡ ἀρχή· περὶ ἔρωτος πότερα θεός τις. ϛʹ Περὶ τῆς ἀπαθείας τῶν ἀσωμάτων· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ λέγοντες πάθη. ζʹ Περὶ αἰῶνος καὶ χρόνου· οὗ ἡ ἀρχή· τὸν αἰῶνα καὶ τὸν χρόνον.
75ηʹ Περὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνός· οὗ ἡ ἀρχή· παίζοντες δὴ τὴν πρώτην. θʹ Ἐπισκέψεις διάφοροι· οὗ ἡ ἀρχή· νοῦς φησιν ὁρᾷ ἐνούσας.

25

Ταύτας τὰς τρεῖς ἐννεάδας ἡμεῖς ἐν ἑνὶ σωματίῳ τάξαντες κατεσκευάσαμεν. Ἐν δὲ τῇ τρίτῃ ἐννεάδι ἐτάξαμεν καὶ τὸ «Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος», ὅτι καθόλου θεωρεῖται τὰ περὶ αὐτοῦ καὶ ἔστι τὸ πρόβλημα
5καὶ παρὰ τοῖς τὰ κατὰ τὰς γενέσεις τῶν ἀνθρώπων σκεπτο‐ μένοις. Ὁμοίως δὲ καὶ ὁ «Περὶ ἔρωτος» τόπος. Τὸ δὲ «Περὶ αἰῶνος καὶ χρόνου» διὰ τὸ περὶ τοῦ χρόνου ἐνταῦθα ἐτάξαμεν. Τὸ δὲ «Περὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνὸς» διὰ τὸ περὶ φύσεως κεφάλαιον ἐνταῦθα τέτακται.
10Ἡ δὲ τετάρτη ἐννεὰς μετὰ τὰ περὶ κόσμου τὰ περὶ ψυχῆς εἴληχε συγγράμματα. Ἔχει δὲ τάδε·
αʹ Περὶ οὐσίας ψυχῆς πρῶτον·
οὗ ἡ ἀρχή· τὴν τῆς ψυχῆς οὐσίαν τίς ποτέ ἐστι.
βʹ Περὶ οὐσίας ψυχῆς δεύτερον·
15 οὗ ἡ ἀρχή· ἐν τῷ κόσμῳ τῷ νοητῷ. γʹ Περὶ ψυχῆς ἀποριῶν πρῶτον· οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ εἰς εὐπορίαν
καταστῆναι. δʹ
Περὶ ψυχῆς ἀποριῶν δεύτερον·
38
20 οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ. εʹ Περὶ ψυχῆς ἀποριῶν τρίτον ἢ περὶ ὄψεως· οὗ ἡ ἀρχή· ἐπειδὴ ὑπερεθέμεθα σκέψασθαι. ϛʹ Περὶ αἰσθήσεως καὶ μνήμης· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ τυπώσεις.
25ζʹ Περὶ ἀθανασίας ψυχῆς· οὗ ἡ ἀρχή· εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος. ηʹ Περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς· οὗ ἡ ἀρχή· πολλάκις ἐγειρόμενος. θʹ Εἰ αἱ πᾶσαι ψυχαὶ μία·
30
οὗ ἡ ἀρχή· ἆρα ὥσπερ τὴν ψυχὴν ἑκάστου φαμέν. Ἡ μὲν οὖν τετάρτη ἐννεὰς τὰς περὶ ψυχῆς αὐτῆς ὑποθέσεις ἔσχε πάσας. Ἡ δὲ πέμπτη ἔχει μὲν τὰς περὶ νοῦ, περιέχει δὲ ἕκαστον τῶν βιβλίων ἔν τισι καὶ περὶ τοῦ ἐπέκεινα καὶ περὶ τοῦ ἐν ψυχῇ νοῦ καὶ περὶ τῶν
35ἰδεῶν. Ἔστι δὲ τάδε·
αʹ Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων·
οὗ ἡ ἀρχή· τί ποτέ ἐστιν ἄρα τὸ πεποιηκός.
βʹ Περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον·
οὗ ἡ ἀρχή· τὸ ἓν πάντα.
40γʹ Περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα. οὗ ἡ ἀρχή· ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι. δʹ Πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ
τοῦ ἑνός·
οὗ ἡ ἀρχή· εἴ τι ἔστι μετὰ τὸ πρῶτον, ἀνάγκη ἐξ ἐκείνου εἶναι.39
45εʹ Ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ περὶ τἀγαθοῦ· οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν. ϛʹ Περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν· καὶ τί
τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως· οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν.

25

(50)

ζʹ Περὶ τοῦ εἰ καὶ τῶν καθέκαστά ἐστιν εἴδη· οὗ ἡ ἀρχή· εἰ καὶ τοῦ καθέκαστον. ηʹ Περὶ τοῦ νοητοῦ κάλλους· οὗ ἡ ἀρχή· ἐπειδή φαμεν τὸν ἐν θέᾳ τοῦ νοητοῦ. θʹ Περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος·
55οὗ ἡ ἀρχή· πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι.

26

Καὶ τὴν τετάρτην οὖν καὶ πέμπτην ἐννεάδα εἰς ἓν σωμάτιον κατελέξαμεν. Λοιπὴν δὲ τὴν ἕκτην ἐν‐ νεάδα εἰς ἄλλο σωμάτιον, ὡς διὰ τριῶν σωματίων γε‐ γράφθαι τὰ Πλωτίνου πάντα, ὧν τὸ μὲν πρῶτον σω‐
5μάτιον ἔχει τρεῖς ἐννεάδας, τὸ δὲ δεύτερον δύο, τὸ δὲ τρίτον μίαν. Ἔστι δὲ τὰ τοῦ τρίτου σωματίου, ἐννεάδος δὲ ἕκτης, ταῦτα·
αʹ Περὶ τῶν γενῶν τοῦ ὄντος πρῶτον·
οὗ ἡ ἀρχή· περὶ τῶν ὄντων πόσα καὶ τίνα.
10βʹ Περὶ τῶν γενῶν τοῦ ὄντος δεύτερον· οὗ ἡ ἀρχή· ἐπειδὴ περὶ τῶν λεγομένων δέκα γενῶν ἐπέσκεπται. γʹ Περὶ τῶν γενῶν τοῦ ὄντος τρίτον· οὗ ἡ ἀρχή· περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ. δʹ Περὶ τοῦ τὸ ὂν ἓν καὶ ταὐτὸ ὂν ἅμα πανταχοῦ εἶναι
15ὅλον πρῶτον·
οὗ ἡ ἀρχή· ἆρά γε ἡ ψυχὴ πανταχοῦ τῷ παντὶ πάρεστι. εʹ Περὶ τοῦ τὸ ὂν ἓν καὶ ταὐτὸ ὂν ἅμα πανταχοῦ εἶναι
ὅλον δεύτερον· οὗ ἡ ἀρχή· τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ πανταχοῦ ἅμα ὅλον εἶναι.
40
20ϛʹ Περὶ ἀριθμῶν· οὗ ἡ ἀρχή· ἆρα ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός. ζʹ Πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τἀγαθοῦ· οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός. ηʹ Περὶ τοῦ ἑκουσίου καὶ θελήματος τοῦ ἑνός·
25
οὗ ἡ ἀρχή· ἆρα ἐστὶν ἐπὶ θεῶν εἴ τι ἔστιν ἐπ’ αὐτοῖς ζητεῖν.
θʹ Περὶ τἀγαθοῦ ἢ τοῦ ἑνός·
οὗ ἡ ἀρχή· ἅπαντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα. Τὰ μὲν οὖν βιβλία εἰς ἓξ ἐννεάδας τοῦτον τὸν τρόπον κατετάξαμεν τέσσαρα καὶ πεντήκοντα ὄντα· καταβε‐
30βλήμεθα δὲ καὶ εἴς τινα αὐτῶν ὑπομνήματα ἀτάκτως διὰ τοὺς ἐπείξαντας ἡμᾶς ἑταίρους γράφειν εἰς ἅπερ αὐτοὶ τὴν σαφήνειαν αὐτοῖς γενέσθαι ἠξίουν. Ἀλλὰ μὴν καὶ τὰ κεφάλαια τῶν πάντων πλὴν τοῦ «Περὶ τοῦ καλοῦ» διὰ τὸ λεῖψαι ἡμῖν πεποιήμεθα κατὰ τὴν χρονικὴν ἔκδοσιν τῶν
35βιβλίων· ἀλλ’ ἐν τούτῳ οὐ τὰ κεφάλαια μόνον καθ’ ἕκασ‐ τον ἔκκειται τῶν βιβλίων, ἀλλὰ καὶ ἐπιχειρήματα, ἃ ὡς κεφάλαια συναριθμεῖται. Νυνὶ δὲ πειρασόμεθα ἕκαστον τῶν βιβλίων διερχόμενοι τάς τε στιγμὰς αὐτῶν προσθεῖναι καὶ εἴ τι ἡμαρτημένον εἴη κατὰ λέξιν διορθοῦν· καὶ ὅ τι
40ἂν ἡμᾶς ἄλλο κινήσῃ, αὐτὸ σημαίνει τὸ ἔργον.41