TLG 2033 007 :: THEON :: Epigrammata THEON Math. Cf. et EUCLIDES Geom. (1799 010, 011) Epigrammata Citation: Book — epigram — (line) | ||
7.292(p1) | ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ μύρεθ’ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου. | |
---|---|---|
9.41(p1) | ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
1 | Ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων, ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα μόθου, ἄγριον οὐδ’ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτὶ καὶ πικρὴ ναυτέων ἔπλεθ’ ἁλιφθορίη, | |
5 | συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα, ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων. | |
9.491(p1) | ΘΕΩΝΟΣ | |
1 | Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς. |