TLG 2032 002 :: PAPPUS :: Commentaria in Ptolemaei syntaxin mathematicam 5–6

PAPPUS Math.
(Alexandrinus: A.D. 4)

Commentaria in Ptolemaei syntaxin mathematicam 5–6

Source: Rome, A. (ed.), Commentaires de Pappus et de Théon d’Alexandrie sur l’Almageste, vol. 1 [Studi e Testi 54] Rome: Biblioteca Apostolica Vaticana, 1931: 1–314.

Citation: Page — (line)

1

(1t)

Πάππου ἀλεξανδρέως εἰς τὸ πέμπτον
2tτῶν Κλαυδίου Πτολεμαίου μαθηματικῶν σχόλιον.
3Διεξελθὼν ὁ Πτολεμαῖος καὶ ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν μαθηματικῶν,
ἀπὸ ποίων τηρήσεων τὰ περὶ τὴν σελήνην ἐξετάζειν δεῖ· περί τε τῶν

2

περιοδικῶν αὐτῆς χρόνων, τουτέστιν τῶν ἀποκαταστατικῶν κινήσεων ἐν ἔτεσιν αἰγυπτιακοῖς τμε καὶ ἡμέραις πβ καὶ ὥρᾳ ἰσημερινῇ α κατὰ τὴν γενομένην ὑπ’ αὐτοῦ διόρθωσιν, μηνῶν μὲν ἀποτελουμένων ͵δσξζ ἀνωμαλίας δὲ κύκλων συναγομένων ͵δφοβ καὶ μοιρῶν τνθ ν κγ
5ἔγγιστα, πλάτους δὲ κύκλων ͵δχλ καὶ μοιρῶν ρϙα κβ νζ ἔγγιστα, μήκους δὲ κύκλων ͵δχια λειπόντων μοίρας γ καὶ ἑξηκοστὰ β ἔγγιστα, ὅσας καὶ ὁ ἥλιος εἰς τοὺς τμε κύκλους λείπει ὡς τῆς ἀποκαταστάσεως αὐτῶν πρὸς τὰ νοητὰ σημεῖα τοῦ ζῳδιακοῦ γινομένης, ἀποχῆς δηλονότι κύκλων ͵δσξϛ· ἑξῆς δὲ καὶ περὶ τῶν
10κατὰ μέρος τῆς σελήνης μέσων κινήσεων διαλαβών· ἀφ’ ὧν καὶ οἱ τῆς ὁμαλῆς κινήσεως τῆς σελήνης κανόνες συνεστάθησαν, μήκους τε καὶ πλάτους καὶ ἀνωμαλίας καὶ ἀποχῆς· εἶθ’ ὅτι καὶ ἐπὶ τῆς ἁπλῆς ὑποθέσεως ἀνωμαλίας τὰ αὐτὰ φαινόμενα ποιοῦσιν ἥ τε κατ’ ἐκκεντρό‐ τητα λεγομένη καὶ ἡ κατ’ ἐπίκυκλον, τῶν αὐτῶν ὑποκειμένων λόγων
15τοῦ λόγου τῆς ἐκ τοῦ κέντρου τοῦ ὁμοκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου

3

τοῦ ἐπικύκλου ἢ τῆς ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν μεταξὺ τῶν κέντρων τοῦ τε ζῳδιακοῦ καὶ ἐκκέντρου δειχθέντος τῶν ξ πρὸς τὰ ε δʹ ἔγγιστα· δι’ οὗ καὶ τὸ μέγιστον παρὰ τὴν ἀνωμαλίαν τῆς σελήνης διάφορον συνάγεται μοιρῶν ε λα, καὶ ὅλον τὸ τῆς πρώτης καὶ ἁπλῆς ἀνω‐
5μαλίας συνεστάθη· διὰ δὲ τῶν γραμμῶν κανόνιον ὥσπερ ἐπὶ τοῦ ἡλίου· ἔπειτα δὲ περί τε τῆς διορθώσεως τῶν μέσων κινήσεων σελήνης μή‐ κους τε καὶ ἀνωμαλίας καὶ πλάτους, καὶ περὶ τῆς ἐποχῆς αὐτῶν, τῆς εἰς τὸ πρῶτον ἔτος Ναβονασσάρου, τῆς κατ’ αἰγυπτίους Θὼθ πρώτης τῆς μεσημβρίας ἐπουσιαζομένης εἰπών· κατὰ τὸ ἀκόλουθον ἐν τῷ ἐφ‐
10εξῆς πέμπτῳ βιβλίῳ περὶ τῆς πρὸς τὴν διπλῆν ἀνωμαλίαν τῆς σελήνης
ποιούμενος τὸν λόγον, προεκτίθεται κατασκευὴν ἀστρολάβου ὀργάνου

4

χρησίμου πάνυ πρός τε τὰς ὡροσκοπήσεις νύκτωρ τε καὶ μεθ’ ἡμέραν, καὶ πρὸς τὰς λήψεις τῶν τόπων, ἐπὶ μὲν ἡλίου καὶ τῶν ἀστέρων ἀπλανῶν τε καὶ πλανωμένων ἀκριβῶν, ἐπὶ δὲ σελήνης τῶν φαινομένων. Καὶ τὰ μὲν μεγέθη τῶν κρίκων οὐ δηλοῖ· ἐν δὲ τῷ διακατασκευασμένῳ
5ὀργάνῳ ὃ καλεῖται μετεωροσκοπεῖον λέγει σαφῶς· ἡμεῖς οὖν πρὸ τῆς κατὰ μέρος τῶν ἄλλων ὑφηγήσεως διαληψόμεθα περὶ τῆς τῶν κρίκων συμ‐ μετρίας καὶ τῆς ἐπὶ μέρους τοῦ ὀργάνου κατασκευῆς καὶ χρήσεως. Φησὶν δὲ πρῶτον· «δύο γὰρ κύκλους λαβόντες ἀκριβῶς τετορνευμέ‐ «νους τετραγώνους ταῖς περιφερείαις, καὶ συμμέτρους μὲν τῷ μεγέθει
10«πανταχόθεν δὲ ἴσους καὶ ὁμοίους, ἀλλήλοις συνηρμόσαμεν κατὰ διάμε‐
«τρον πρὸς ὀρθὰς γωνίας ἐπὶ τῶν αὐτῶν ἐπιφανειῶν».

6

Τετραγώνους ταῖς περιφερείαις δηλῶν τοὺς τὸ αὐτὸ πλάτος καὶ βάθος ἔχοντας. πανταχόθεν δὲ ἴσους καὶ ὁμοίους, ὧν αἵ τε ἐκ τῶν κέντρων ἴσαι εἰσίν, καὶ τὰ πλάτη δὲ καὶ τὰ βάθη ἴσα. πλάτος μὲν γὰρ λέγεται τὸ ἤτοι ἐπὶ τῆς κυρτῆς ἢ τῆς κοίλης ἐπιφανείας διάστημα πρὸς ὀρθὰς γωνίας
5ταῖς περιμέτροις, βάθος δὲ ἡ ἀπὸ τῆς κυρτῆς ἐπιφανείας ἐπὶ τὴν κοίλην τοῦ κρίκου διάστασις, ἡ ἐπὶ τῆς ἐκ τοῦ κέντρου αὐτοῦ λαμβανομένη. συμ‐ μέτρους δὲ λέγει μεγέθει, τοὺς τὰς διαμέτρους καὶ τὰ πάχη αὐτάρκως ἔ‐ χοντας, τουτέστιν οἵων ἡ ἐκ τοῦ κέντρου ἑκατέρου ἄχρι τῆς κυρτῆς ἐπι‐ φανείας ξ, τοιούτων τό τε πλάτος καὶ τὸ βάθος ἐκ τμημάτων β, τῆς δια‐
10μέτρου τοῦ μεγίστου καὶ μεσημβρινοῦ ὑποτεθείσης ἡμῖν ἐν ὀργάνου κατασκευῇ πήχεως ἑνός, διὰ τὰ μοιριαῖα διαστήματα, καὶ ὅσα ἐνδέ‐ χεται τούτων μέρη· ἐν γὰρ τῷ μετεωροσκοπείῳ, τὸ μὲν ὅλον μέγεθος τοῦ ὀργάνου ἐπὶ τῇ δυνάμει ποιεῖται τοῦ κατασκευαζομένου τοῦτο, ὥστε μέντοι τὴν διάμετρον τοῦ φέροντος καὶ μεγίστου κρίκου μὴ ἐλάσσονα
15εἶναι δακτύλων ιβ. ὁρίζει δὲ τὸ μὲν βάθος τῶν ἴσων κρίκων κατὰ τὰς διαμέτρους πολεύοντός τε καὶ ζῳδιακοῦ, ἐκ τμημάτων β, τὸ δὲ πλάτος τοῦ μὲν πολεύοντος, β𐅵ʹ, τοῦ δὲ ζῳδιακοῦ α𐅵ʹ, οἵων ἡ ἐκ τοῦ κέντρου ἑκα‐ τέρου μέχρι τῆς κυρτῆς περιφερείας μθ· λόγος δὲ τῶν μθ πρὸς τὸ α𐅵ʹ πλάτος τοῦ ζῳδιακοῦ καὶ τῶν ξ πρὸς τὰ β, ὁ αὐτὸς ἔγγιστα.
20Ἡ δὲ πρὸς ὀρθὰς γωνίας κατὰ διάμετρον συναρμογὴ γίγνεται τῶν

7

κρίκων ἐπὶ τὸ ἥμισυ τοῦ βάθους ἐντεμνομένων, τοῦ ζῳδιακοῦ ἐκ τῆς κοί‐ λης, τοῦ δὲ ἑτέρου, ἀντὶ τοῦ δι’ ἀμφοτέρων τῶν πόλων, ἐκ τῆς κυρτῆς ἐπιφανείας, ὥστε δέξασθαι ἀλλήλων τὰ πλάτη καὶ μίαν ἐπιφάνειαν ποιεῖν κατά τε τὴν κυρτὴν καὶ τὴν κοίλην. οὐδὲν δὲ κωλύει ἀσφαλείας ἕνεκεν
5ὀλίγῳ μεῖζον πλάτος ἔχειν τοῦ ζῳδιακοῦ τὸν ἀντὶ τοῦ δι’ ἀμφοτέρων τῶν πόλων κρίκον. «Ἐφ’ οὗ λαβόντες ἀπὸ τῆς τοῦ τετραγώνου πλευρᾶς μεγέθους τὰ «τοὺς τοῦ διὰ μέσων κύκλου πόλους ἀφορίζοντα σημεῖα», τουτέστιν ἀπὸ τῶν μέσων σημείων τῶν ἐντομῶν τὰ ϙ μοῖρα ἀπέχοντα σημεῖα ἐπὶ
10τῆς κυρτῆς ἢ τῆς κοίλης ἐπιφανείας κατὰ μέσον τὸ πλάτος· ἡ γὰρ διὰ τού‐ των τῶν σημείων ἐκβαλλομένη εὐθεῖα τὴν κατ’ ἄλληλον θέσιν ἔχοντος τῷ ζῳδιακῷ, τοῦ ἐν τῷ ὀργάνῳ ζῳδιακοῦ ἐπὶ τοὺς πόλους αὐτοῦ πίπτει, ὥστε φανεροὺς ἡμῖν τοὺς πόλους τοῦ ζῳδιακοῦ γίνεσθαι· κατὰ δὲ τῶν εἰρημέ‐ νων σημείων τρημάτια γίνεται σύμμετρα.
15 Καὶ ἐμπολίζεται «ἀμφότερα κυλινδρίοις ἐξέχουσι πρός τε τὴν ἐντὸς «καὶ τὴν ἐκτὸς ἐπιφάνειαν. κατὰ μὲν τῶν ἐκτὸς ἐνεπολίσαμεν ἄλλον «κύκλον ...» καὶ τὰ λοιπά. ἰσοπαχεῖς τῷ ζῳδιακῷ καὶ οὗτοι γίνονται ὥστε τὴν μὲν τοῦ ἔξωθεν ἐκ κέντρου εἶναι μέχρι τῆς κοίλης ἐπιφανείας τῶν αὐτῶν ξ, τὴν δὲ τοῦ ἐντὸς μέχρι τῆς κυρτῆς νη.
20 «Διελόντες τε τοῦτον τὸν ἐντὸς κύκλον καὶ ἔτι τὸν ἀντὶ τοῦ διὰ μέσων «τῶν ζῳδίων γινόμενον εἰς τὰς ὑποκειμένας τῆς περιμέτρου μοίρας τξ,
«καὶ ὅσα ἐνεδέχετο τούτων μέρη».

8

Ὁ μὲν ἐντὸς διαιρεῖται εἰς ιβ ἴσα δι’ ὅλου τοῦ βάθους ἐκ μιᾶς τῶν πλευρῶν, καὶ καθ’ ἕκαστον τούτων εἰς πενταμοιρίας ϛ ἐπὶ τὸ ἥμισυ τοῦ βάθους τὸ πρὸς τῇ κοίλῃ ἐπιφανείᾳ, παρ’ ἣν ὑποσημειοῦνται αἱ μοῖραι γραμμαῖς, καὶ τὰ ἐνδεχόμενα μέρη στιγμαῖς. καὶ ἐπιγράφονται οἱ ἀριθ‐
5μοὶ διὰ ε ἕως ϙ ἐπὶ τῶν δ τεταρτημορίων, τουτέστιν ἀπὸ τῶν ἐσομένων κοινῶν τομῶν τουτέστιν τοῦ κρίκου πρὸς τὸν ζῳδιακὸν ἀκρί‐ των σημείων· ἀγίνεται κατὰ τοὺς πόλους τοῦ ζῳδιακοῦ, πρὸς οἷς ὁ τῶν ϙ μοιρῶν ἀριθμὸς ἀπαρτίζεται, τῶν γραμμάτων ἔσω πρὸς τὴν κοίλην ἐπι‐ φάνειαν νενευκότων.
10 Ὁ δὲ ζῳδιακὸς ἐξ ἀμφοτέρων τῶν πλευρῶν διαιρεῖται εἰς ιβ μὲν ἴσα πάλιν, γραμμῶν ἐγχαρασσομένων δι’ ὅλου τοῦ βάθους· ἕκαστον δὲ τούτων
εἰς πενταμοιρίας ϛ, ἐπὶ τὸ ἥμισυ τοῦ βάθους, τῆς μὲν ἑτέρας πλευρᾶς τὸ

9

πρὸς τῇ κοίλῃ ἐπιφανείᾳ, τῆς δὲ λοιπῆς, τὸ πρὸς τῇ κυρτῇ· παρ’ ἃς πάλιν ὑποσημειοῦνται αἱ μοῖραι καὶ τὰ ἐνδεχόμενα μέρη. καὶ ἐπιγράφεται κατὰ τῆς κυρτῆς ἐπιφανείας μεταξὺ τῶν ὁμοταγῶν γραμμῶν τὰ τῶν δωδε‐ κατημορίων ὀνόματα κατὰ τὴν οἰκείαν τάξιν.
5 «Ὑφηρμόσαμεν ἀκριβῶς ἕτερον λεπτὸν κυκλίσκον ...» καὶ τὰ λοιπά. τόνδε λεπτὸν κυκλίσκον τὸ μὲν πλάτος ἔχειν δεῖ τὸ αὐτὸ τῷ διῃρημένῳ, ὑποτρίβοντα τῇ κυρτῇ αὐτοῦ ἐπιφανείᾳ τὴν κοίλην ἐκείνου· τὸ δὲ βά‐ θος ἔλασσον, ὡς τμήματος ἑνός· καὶ συνέχεσθαι ἐκ τῶν ἰδίων πλευρῶν ἀπὸ τῆς κυρτῆς ἐπιφανείας ἐπ’ ὀλίγον τοῦ βάθους διάστημα ὑπὸ πιτα‐
10ρίων δ μενόντων πρὸς τὸν διῃρημένον, δύο μὲν περὶ τὰς τρήσεις τασσο‐ μένων ἐγκόλλων κατὰ διάμετρον, δύο δὲ ὑπὸ τὸν ζῳδιακὸν πάντοτε ἐσο‐ μένων, τουτέστιν περὶ τὰ ἀπέχοντα σημεῖα τῶν τρήσεων μοίρας ϙ· ὥστε μηδαμῶς μὲν ἀποπίπτειν αὐτὸν τοῦ συνημμένου, περιάγεσθαι δύνασθαι ἀκωλύτως κατὰ τὸ αὐτὸ ἐκείνῳ ἐπίπεδον, ἕνεκεν τῆς κατὰ πλάτος παρόδου
15τῆς τε σελήνης καὶ τῶν ἀστέρων. Αἱ δὲ ἐξέχουσαι ὀπαὶ κατὰ διάμετρον ἐπὶ μιᾶς πλευρᾶς τοῦ λεπτοῦ κρίκου, τῆς ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐσομένης τῇ καταγεγραμμένῃ τοῦ συν‐ ημμένου, γίνονται σταματίων καταλειπομένων ἢ ἐντιθεμένων πρὸς ὀρθὰς τῇ πλευρᾷ, καὶ παραλλήλων ἀλλήλοις ὄντων, ἐφ’ ὧν αἱ ὀπαὶ σύμμετροί τε
20καὶ νεύουσαι πρὸς ἀλλήλας εἰσὶν ἀκριβῶς, δι’ ὧν δυνατὸν ἔσται διοπτεύ‐
ειν.

10

Φανερὸν δὲ καὶ τοῦτο, ὅτι ἐν τῇ συνθέσει τοῦ ὀργάνου πρῶτος μὲν οὗτος ὁ λεπτότατος κρίκος ὑφαρμόζεται καθ’ ὃν εἴπομεν τρόπον ὑπὸ τὸν ἐντὸς τῶν διῃρημένων· εἶτα ὁ διῃρημένος αὐτὸς ἐμπολίζεται πρὸς τὸν δι’ ἀμφο‐ τέρων τῶν πόλων κρίκον τοῖς ἐξέχουσι κυλινδρίοις εἰς τὸ ἐντός· εἶτα ὁ
5ζῳδιακὸς κατὰ διάμετρον Καρκίνου ἀρχῇ 〈καὶ〉 Αἰγόκερω ἀρχῇ ἔχων τὰς εἰρημένας ἐντομάς, ἐναρμόζεται πρὸς ὀρθὰς γωνίας τῷ δι’ ἀμφοτέρων τῶν πόλων, τοῦ διῃρημένου ἐντὸς κρίκου τὴν πρὸς ὀρθὰς γωνίας αὐτῶν θέσιν ἀκριβῶς ἐμφανίσαι δυναμένου· τὰ γὰρ κατὰ διάμετρον αὐτοῦ δύο σημεῖα μέσα τοῦ πλάτους καὶ ἐπὶ τῆς κυρτῆς ἐπιφανείας ὄντα, τὰ ἀπέχοντα ἀμ‐
10φοτέρων τῶν ἐμπολίσεων αὐτοῦ μοίρας ϙ, πρὸς οἷς τὰ δύο πιτάρια ἔγκολλα, ὑπὸ τὸν ζῳδιακὸν ἔγκολλα ἐλέγομεν ἔσεσθαι, παραφέρειν δεή‐ σει ὑπὸ τὰ κατὰ διάμετρον τοῦ ζῳδιακοῦ ὁμοίως μέσα τοῦ πλάτους δύο σημεῖα, τουτέστιν Κριοῦ ἀρχῇ, καὶ Ζυγοῦ ἀρχῇ. καὶ οὕτω κολλᾶν ἀσ‐ φαλῶς τὰς συναρμογὰς τῶν ἐντομῶν προχρισθεισῶν κασσιτέρῳ μικτῷ.
15μετὰ δὲ ταῦτα καὶ ὁ μὲν ἔξωθεν τῶν ἀστρολάβων κρίκος ἐμπολίζεται τοῖς ἐξέχουσι κυλινδρίοις εἰσαγόμενος τῇ τάσει· διὸ τὸ ἕτερον τῶν κυ‐ λινδρίων, ἔλασσον δεῖ εἶναι τοῦ βάθους τοῦ κρίκου, ὡς ἂν ἡ χρεία ἀπαιτῇ.
Ἐπὶ δὲ τοῦ δι’ ἀμφοτέρων τῶν πόλων κρίκου διαστήσαντα ἀφ’ ἑκατέρου

11

τῶν τοῦ ζῳδιακοῦ πόλων τὴν μεταξὺ δεδειγμένην περιφέρειαν ἰσημερι‐ νοῦ καὶ ἑκατέρου τῶν τροπικῶν μοιρῶν κγ 𐅵ʹγʹ, κατὰ τῶν γενομένων πε‐ ράτων πάλιν ἐκ διαμέτρου ἀλλήλοις ὄντων καὶ ἐν τῇ κυρτῇ ἐπιφανείᾳ μέ‐ σων εὔλογον, ἀσφαλείας ἕνεκεν ἐμπολίζειν ὀρθὰ κυλίνδρια μένοντα μὲν
5δηλονότι τετραγώνοις τρήμασιν ἔγκολλα, ἐξέχοντα δὲ πρὸς τὴν κυρτὴν αὐτοῦ ἐπιφάνειαν, τοσοῦτον δὲ τὸ βάθος καὶ τὸ πάχος ἔχοντα ὅσον ἐστὶν τὸ βάθος τοῦ ἔξωθεν τῶν ἀστρολάβων· ὧν τὸ μὲν ἕτερον ἕξει θέσιν μεταξὺ Καρκίνου ἀρχῇ καὶ τοῦ ἐσομένου βορείου πόλου τοῦ ζῳδιακοῦ· τὸ δὲ ἕτερον καὶ κατὰ διάμετρον μεταξὺ ἔσται Αἰγόκερω ἀρχῇ καὶ τοῦ πρὸς
10νότον πόλου τοῦ ζῳδιακοῦ· ταῦτα δὲ τὰ κυλίνδρια τετορνευμένα λαμβά‐ νει τρήματα σύμμετρα ὡς ἐπὶ τὸ ἥμισυ τοῦ βάθους κατὰ τοὺς ἄξονας αὐτῶν πρὸς ὀρθὰς ἀκριβῶς ταῖς βάσεσι. καὶ ἐμπολίζεται πρὸς τὸν ὅμοιον μεσημβρινὸν τῷ ἐν τῷ αʹ βιβλίῳ τῆς συντάξεως ὑποδεδειγμένῳ περονίων εἰσαγομένων κατὰ διάμετρον ἀπὸ τῆς κυρτῆς τοῦ μεσημβρινοῦ
15ἐπιφανείας δι’ ὅλου τοῦ βάθους ἄχρι τοῦ βάθους τῶν ἐν τοῖς κυλινδρίοις

12

τρηματίων· ὥστε περὶ ταῦτα τὰ περόνια ὡς ἀξόνια μένοντα πρὸς μεσημ‐ βρινὸν τὴν τῶν λοιπῶν κρίκων περιαγωγὴν ἀποτελεῖσθαι. Ὁ δὲ μεσημβρινὸς ὁ ἐντὸς τῇ κοίλῃ ἑαυτοῦ ἐπιφανείᾳ τῆς κυρτῆς τοῦ ἔξω‐ θεν τῶν ἀστρολάβων, καὶ τῶν βάσεων τῶν κυλινδρίων ἀκριβῶς ἅπτεσθαι
5ὀφείλει. ἀρκέσει δὲ τούτου, καὶ οὐ τοῦ ἔξωθεν αὐτοῦ ὡς ἐν τῷ αʹ βιβλίῳ λέγει καὶ τὴν διαίρεσιν ἐπὶ μιᾶς πλευρᾶς τῆς πρὸς ἀνατολὰς ἐσομένης ποιήσασθαι, ἀπὸ τοῦ σημείου τοῦ κατὰ τὸν ἰσημερινὸν πίπτοντος, τουτέσ‐ τιν ἀπὸ τοῦ τεταρτημορίου ἀπέχοντος τοῦ ὁμοταγοῦς βορείου πόλου τοῦ ἰσημερινοῦ, μέχρι μοιρῶν ξγ τοῦ ὅλου τῆς καθ’ ἡμᾶς οἰκουμένης
10πλάτους, ὡς πρὸς τὸν βόρειον πόλον τῆς διαιρέσεως γινομένης, ὡς ἐπὶ τοῦ μετεωροσκοπείου πεποίηται τὰ μοιριαῖα ἐνταῦθα δὲ μόνον πρὸς τῇ κυρτῇ περιφερείᾳ, διὰ τὴν τῶν ἐξαρμάτων παραφοράν. Ἐπὶ πᾶσιν δὲ ὁ μεσημβρινὸς ἐντὸς καθάπερ ἐν τῷ αʹ βιβλίῳ ὑποδεδειγ‐ μένος πρὸς τὰς τηρήσεις τῆς μεταξὺ τῶν τροπικῶν περιφερείας ἐναρμό‐
15ζεται τῷ ἐξωτέρῳ μεσημβρινῷ, διῃρημένῳ καὶ αὐτῷ εἰς ἴσα δ δι’ ὅλου τοῦ βάθους ἐξ ἀμφοτέρων τῶν πλευρῶν γραμμῶν ἐγχαρασσομένων. «Ὥστε τούτου κατὰ τὴν αὐτὴν θέσιν ἐκείνῳ κατασταθέντος, τουτέσ‐ «τιν ὀρθοῦ τε πρὸς τὸ τοῦ ὁρίζοντος ἐπίπεδον, καὶ κατὰ τὸ οἰκεῖον ἔξαρ‐ «μα, καὶ ἔτι παραλλήλου τῷ τοῦ φύσει μεσημβρινῷ ἐπιπέδῳ ...»
20 Τὸ μὲν ἔξαρμα λαμβάνεται ἐκ τῆς εἰς τὰ ξγ τμήματα διῃρημένης τοῦ μεσημβρινοῦ καὶ πρὸς ἀνατολὰς πλευρᾶς· παραφέρεται γὰρ τὰ ἰσάριθμα τμήματα ταῖς μοίραις τοῦ οἰκείου ἐξάρματος τοῦ πόλου τῆς ὑποκειμένης
οἰκήσεως· ὥστε τὴν ὑπὸ τὸ ἄρτημα γιγνομένην γραμμὴν τοῦ τε ἐκτὸς

13

μεσημβρινοῦ, τουτέστιν τὸ κατὰ κορυφὴν λεγόμενον, πίπτειν κα‐ τὰ τὸ τέλος τῶν τμημάτων, τουτέστιν ὡς πρὸς νότον αὐτῶν τῶν τμημά‐ των ἀπολαμβανομένων ὑπὸ τῆς εἰρημένης γραμμῆς, καθάπερ ἐπὶ Ῥόδου αἱ λϛ μοῖραι ὑπὸ ταύτης ἀπολαμβάνονται.
5 Ὀρθὸς δὲ ἵσταται ὁ μεσημβρινὸς πρὸς τὸν ὁρίζοντα ἐπὶ τῆς αὐτῆς ὑπὸ τὸ ἄρτημα γραμμῆς διὰ τρηματίου προσφερομένης σπάρτου βάρος ἐχού‐ σης· ὅταν γὰρ ἡ σπάρτος ἠρεμοῦσα ἐπιψαύουσα φαίνηται τῆς κατὰ διά‐ μετρον γραμμῆς, ἢ διὰ τοῦ κέντρου τοῦ μεσημβρινοῦ ἐντὸς ἐπὶ κανονίου
λαμβανομένου ἔρχηται, ἢ πάλιν τῆς διχοτομίας τοῦ μήκους ἁπλῶς τοῦ

14

κανονίου κατὰ παράλληλον τῷ ὁρίζοντι θέσιν ὄντος ἅπτηται, τότε τεθείς ἐστιν ὁ μεσημβρινὸς κρίκος πρὸς τὸν ὁρίζοντα. Γίγνεται δὲ καὶ παράλληλος οὗτος τῷ τοῦ φύσει μεσημβρινοῦ ἐπιπέδῳ τουτέστιν αἱ πλευραὶ αὐτοῦ, διὰ σπάρτου πάλιν βάρος ἐχούσης κωνικόν·
5μεσημβρινῆς γὰρ εὐθείας προδιαβληθείσης ἐν ἀκλινεῖ τῷ ὑποκειμένῳ τῷ μεσημβρινῷ ἐπιπέδῳ καὶ ἀπὸ τοῦ κέντρου τῆς βάσεως τοῦ κωνικοῦ βάρους ὀρθοῦ κατασταθέντος ἐξαπτομένης τῆς σπάρτου, καὶ προσφερομένης ἐπὶ δύο ἢ πλειόνων σημείων συμμέτρους διαστάσεις ἐχόντων ἐφ’ ἑκάτερα τῆς ὑπὸ τὸ ἄρτημα μέσης γραμμῆς τοῦ μεσημβρινοῦ, ὅταν ἡ κορυφὴ
10τοῦ κώνου ἀκριβῶς ἐξ ἀμφοτέρων ἅψηται τῆς μεσημβρινῆς εὐθείας, ἐφαπ‐ τομένης οὐ πάντως τῆς πλευρᾶς τοῦ μεσημβρινοῦ κρίκου ἠρεμούσης τῆς σπάρτου, τότε καὶ τὸ προκείμενον ἐπιτελεῖται. «Τοῦτον δὴ τὸν τρόπον καθιστάντες τὸ ὄργανον, ὁποσάκις ὑπὲρ γῆν «ἅμα φαίνεσθαι ἠδύνατο ὅ τε ἥλιος καὶ ἡ σελήνη ...», καὶ τὰ ἑξῆς ἄχρι
15τέλους τοῦ κεφαλαίου. Εἰ γὰρ οὕτω κατασταθείη τὸ ὄργανον ὡς ἔφη, δυνατὸν ἔσται τὴν τῶν ἐντὸς ε κύκλων περιαγωγὴν ἀποτελεσθῆναι περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ἀκολούθως τῇ τῶν ὅλων πρώτῃ λεγο‐ μένῃ κινήσει. καὶ ἐὰν τὴν τοῦ ἡλίου μοῖραν ὑπὲρ γῆν ὄντος θέλωμεν λαμ‐
20βάνειν, περιάξομεν τὸν δι’ ἀμφοτέρων τῶν πόλων κρίκον, ἕως ἂν ὁ ζῳδια‐ κὸς ἐκ τῆς κοίλης ἐπιφανείας ἑαυτὸν σκιάσῃ· καὶ μενούσης αὐτοῦ τῆς θέσεως, παροίσομεν καὶ τὸν ἔξωθεν τῶν ἀστρολάβων κύκλον, ἕως ἂν ἀφώ‐ τιστος καὶ αὐτὸς ἐκ τῆς κοίλης ἐπιφανείας γένηται. τούτου γὰρ γενομέ‐ νου, τουτέστιν ἅμα τῶν κύκλων σκιαζόντων αὑτοὺς, δῆλον ὡς ἐκ τῆς
25κατὰ τὴν ὑπὲρ γῆν αὐτῶν τῶν κύκλων τομῆς καὶ τῆς διαιρέσεως τοῦ
ζῳδιακοῦ φανήσεται ποίαν ἐπέχει μοῖραν ζῳδίου ὁ ἥλιος.

15

Αὐτὸς δὲ λέγει δεῖν παραφέρεσθαι πρῶτον τὸν ἔξωθεν τῶν ἀστρολάβων κύκλον ἐπὶ τὴν κατ’ ἐκείνην τὴν ὥραν εὑρισκομένην ἔγγιστα τοῦ ἡλίου μοῖραν, καὶ οὕτως περιάγειν τὸν διὰ τῶν πόλων ἕως ἂν σκιάσωσιν αὑτοὺς ἅμα οἱ κύκλοι, ὃ δὴ καὶ ἄμεινόν ἐστιν ἐν ταῖς τηρήσεσι ποιεῖν, τάχους ἕνε‐
5κεν· συμβαίνει γὰρ διὰ βραδυτῆτα ἐκπεσεῖν ποτε καὶ τοῦ ζητουμένου, τοῦ ἡλίου ἐν τῇ διοπτείᾳ περὶ δυσμὰς ὄντος. Τοῦ δὲ ἡλίου καὶ τῆς σελήνης ὑπὲρ γῆν ὄντων καὶ ἡ τῆς σελήνης φαινο‐ μένη μοῖρα κατά τε μῆκος καὶ πλάτος καταλαμβάνεται ἐκ τῆς πρὸς τὸν ἥλιον αὐτῆς διαστάσεως· ὑποκειμένης γὰρ τῆς ἡλίου μοίρας καὶ ὁ
10ἐντὸς τῶν ἀστρολάβων κύκλος παραφέρεται πρὸς τὴν σελήνην, ὅπως ἅμα τῇ τοῦ ἡλίου διοπτεύσει, καὶ ἡ σελήνη διὰ τῶν κατὰ τὸν λεπτὸν κυ‐ κλίσκον ὀπῶν διοπτευθῇ ἑνὶ τῶν ὀφθαλμῶν. οὕτω γὰρ ἂν ποῖόν τε τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου κατὰ μῆκος ἐπέχει τμῆμα ῥᾴδιον ἐπιγι‐ νώσκειν ἐκ τῆς κατὰ τὴν διαίρεσιν τοῦ ζῳδιακοῦ κύκλου γινομένης ὑπὲρ
15γῆν πάλιν τοῦ ἐντὸς ἀστρολάβου τομῆς· καὶ πόσας αὐτοῦ τοῦ διὰ μέ‐ σων μοίρας ἀφέστηκεν ἤτοι πρὸς ἄρκτους ἢ μεσημβρίαν ὡς ἐπὶ τοῦ πρὸς ὀρθὰς αὐτῷ κύκλου, διὰ τῆς αὐτοῦ τοῦ ἐντὸς τῶν ἀστρολάβων διαιρέσεως· ὅση γὰρ ἂν εὑρίσκηται ἡ διάστασις ἀπὸ μέσου τῆς ὑπὲρ γῆν ὀπῆς ση‐ μείου τοῦ ὑπὸ τὸν ἀστρολάβον κυκλίσκου ἐπὶ τὴν μέσην γραμμὴν τῆς κοι‐
20νῆς τομῆς τοῦ τε ἀστρολάβου καὶ τοῦ ζῳδιακοῦ, τοσαύτη ἔσται καὶ ἡ τῆς σελήνης ἀπόστασις ἐφ’ ὁπότερα μέρη τοῦ διὰ μέσων νοουμένου κύκλου. Τῆς δὲ σελήνης ὑπὲρ γῆν οὔσης νύκτωρ, καὶ ὁ τόπος τοῦ ἐπιζητουμένου ἀστέρος ἤτοι ἀπλανοῦς ἢ πλανωμένου καταλαμβάνεται ἐκ τῆς διαστά‐ σεως τοῦ ἀστέρος καὶ σελήνης. ὑποκειμένης τῆς τοῦ ἀστέρος μοίρας
25ἀπλανοῦς ἢ πλανωμένου, ἡ τῆς σελήνης μοῖρα φαινομένη λαμβάνεται. καὶ
πάλιν ἀπὸ τῆς τοῦ ἀστέρος μοίρας, ἄλλου τινὸς ἁπλῶς ἀστέρος τῶν

16

ἐπιζητουμένων, εὔλημπτος ὁ τόπος ὁμοίως ἐκ τῆς μεταξὺ αὐτῶν διαστάσεως· ὁ μὲν γὰρ ἔξωθεν τῶν ἀστρολάβων κύκλος παραφέρεται πρὸς τὸν τοῦ ὑποκειμένου τόπον ἀστέρος ἢ σελήνης (καὶ περιάγεται ὁ διὰ τῶν πόλων) ἕως ἂν ὁ ὑποκείμενος ἀστὴρ ἢ ἡ σελήνη διοπτευθῇ ἐξ ἀμ‐
5φοτέρων τῶν πλευρῶν κατ’ ἴσας αὐτῶν διαστάσεις, ἵν’ ὥσπερ κεκολλη‐ μένον ᾖ τὸ ὁρώμενον ταῖς πλευραῖς ὑπὸ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, ὃς παρατίθεται πρὸς τὰ ὑπὸ γῆν τοῦ κρίκου πίπτοντα μέρη ταῖς πλευραῖς. ὁ δὲ ἐντὸς καὶ διῃρημένος πρὸς τὸν ἐπιζητούμενον ἀστέρα πάλιν ἢ τὴν σελήνην παραφέρεται. καὶ οὕτως πάλιν διά τε τῆς τοῦ ἐντὸς ἀστρολάβου
10πρὸς τὸν ζῳδιακὸν κρίκον τομῆς καὶ τῆς κατὰ τὸν ὑφηρμοσμένον αὐτῷ κυκλίσκον ὀπῆς, ἡ τῆς σελήνης ἢ τοῦ ἀστέρος μοῖρα κατά τε μῆκος καὶ πλάτος καταλαμβάνεται. Φανερὸν δ’ ὅτι καὶ ἡ μεσουρανοῦσα τοῦ ζῳδιακοῦ μοῖρα ἐκ τῆς ἐν τῷ ὀργάνῳ πρὸς τὸν μεσημβρινὸν τομῆς τοῦ ἀντὶ τοῦ διὰ μέσων δίδοται ἅμα
15τῇ διοπτεύσει, ἡμέρας μὲν ἡλίου, νυκτὸς δὲ σελήνης ἢ ἀστέρος· ὅτι καὶ ἡ τοῦ κόσμου θέσις οὕτως ἐκλαμβάνεται. Ἀπὸ δὲ τῆς μεσουρανούσης λοιπὸν τό τε ἀνατέλλον σημεῖον τοῦ διὰ μέσων δοθήσεται καὶ ὁ χρόνος καθ’ ὃν τόπον καὶ ἡ τήρησις γίνεται, διὰ
τῶν προεκτεθειμένων ἀναφορικῶν κανονίων.

17

(1t)

Περὶ τῆς πρὸς τὴν διπλῆν ἀνωμαλίαν
2tτῆς σελήνης ὑποθέσεως.
3 Ἁπλῶς μὲν οὖν ὁ Πτολεμαῖος ἐν ταῖς τυχούσαις ἡμέραις ἐσκόπει, τὸ ὄργανον τιθεὶς ὡς εἴρηται, τὰς διαστάσεις τοῦ ἑτέρου τῶν φώτων πρὸς τὸ
5ἕτερον τὰς ἐπὶ τοῦ ζῳδιακοῦ, συναμφοτέρων ὑπὲρ γῆν τυγχανόντων· καὶ ὁτὲ μὲν αὐτὰς συμφώνους κατελαμβάνετο ταῖς ἀπὸ τῶν κανόνων ἡλίου καὶ σελήνης ἔν τε τῷ γʹ καὶ δʹ βιβλίῳ τῆς συντάξεως ἐκτεθειμένων ὁμα‐ λῶν καὶ ἀνωμάλων κινήσεων ἐπιλογιζομέναις διὰ τῶν ἀριθμῶν, ὁτὲ δὲ διαφώνους, καὶ ὁτὲ μὲν ὀλίγῳ, ὁτὲ δὲ πολλῷ· πλείονος δὲ αὐτῷ τῆς
10ἐπιστάσεως καὶ περιεργοτέρας συνεχῶς οἷον καθ’ ἡμέραν γινομένης περὶ τὴν τάξιν τῆς τοιαύτης ἀνωμαλίας, κατελαμβάνετο ὥς φησιν «ὅτι περὶ «μὲν τὰς συνόδους ἀεὶ» τουτέστιν περὶ τὰς πρὸς ἥλιον τῶν φάσεων γινο‐ μένας τῆς σελήνης ἀνατολὰς καὶ περὶ τὰς δύσεις, ὁμοίως «καὶ τὰς παν‐ «σελήνους, ἢ οὐδὲν αἰσθητὸν» γίνεται ἁμάρτημα, ὀλίγον, καὶ τοσοῦ‐
15τον ὅσον ἂν αἱ παραλλάξεις τῆς σελήνης διάφορον ἀπεργάσασθαι ἐδύ‐ ναντο τῶν φαινομένων τῆς σελήνης τόπων πρὸς τὰς ἀκριβεῖς αὐτῆς κατὰ μῆκος ἐποχάς· «περὶ δὲ τὰς διχοτόμους ἀμφοτέρας», τουτέστιν τῆς σε‐ λήνης ἀπὸ τοῦ ἡλίου διαστάσεις μέσως πρῶτον μοίρας ϙ καὶ δεύτερον σο ὡς ἐπὶ τὰ ἑπόμενα, βραχύτατον μὲν πάλιν ἢ «οὐδὲν διαμαρτάνεται,
20«τῆς σελήνης κατὰ τὸ ἀπόγειον ἢ τὸ περίγειον τοῦ ἐπικύκλου τυγχα‐
«νούσης», τουτέστιν ἀνωμαλίας 𐆊 ἢ ρπ· «πλεῖστον δ’ ὅταν περὶ τοὺς

18

«μέσους δρόμους οὖσα», τουτέστιν μοίρας ϙ ἕως ρβ τῆς ἀνωμαλίας ἀπέχουσα τοῦ ἀπογείου τοῦ ἐπικύκλου καὶ μοίρας σνη ἕως σο, «πλεῖ‐ «στον καὶ τὸ παρὰ τὴν πρώτην ἀνωμαλίαν διάφορον ποιῇ», ὅπερ ἐστὶν μοιρῶν ε, ἢ καὶ ἕως δ νθ.
5 Ἐπὶ γὰρ τῆς δευτέρας ἀνωμαλίας τὸ πλεῖστον διάφορον δείκνυται παρὰ τὴν πρώτην ἐν ταῖς διχοτόμοις μοιρῶν β μ. ἐδείχθη δὲ καὶ ἐπὶ τῆς πρώτης βιβλίῳ δʹ, μοιρῶν ε α. ἐὰν οὖν ἐπιπλοκὴ καὶ μῖξις αὐτῶν γέ‐ νηται, γίνεται τὸ μέγιστον διάφορον ἀμφοτέρων, μοιρῶν ζ μ, καὶ τεταρ‐ τημόριον ἀπέχει ἡ μέση σελήνη τοῦ μέσου ἡλίου. καὶ τοῦ μὲν κέντρου
10σελήνης τεταρτημόριον ἔγγιστα ἀπέχοντος τοῦ ἀπογείου τοῦ ἐπικύκλου, ἡ σελήνη κινεῖται τὰ μέσα μοίρας ιγ ια· τῆς δὲ σελήνης ἀπὸ τοῦ ἡλίου τεταρτημόριον ἀπεχούσης, οὐ πάντως καὶ τὸ κέντρον αὐτῆς ἀπέχει τεταρτημόριον τοῦ ἀπογείου τοῦ ἐπικύκλου. Ἰστέον δ’ ὅτι παρατηρεῖν χρὴ τὰς διαστάσεις τῶν φώτων, ἐπί τε τῶν
15διχοτόμων μάλιστα καὶ τῶν πανσελήνων καὶ ἀμφικύρτων καὶ μηνοειδῶν,

19

τῆς σελήνης περὶ τὴν τεταρτημοριαίαν περιφέρειαν ἐπὶ τοῦ ζῳδιακοῦ ἀπεχούσης τοῦ ὁρίζοντος, τουτέστι τοῦ ἀνατέλλοντος ἢ δύνοντος σημείου· οὕτω γὰρ ἂν μόνως τὸ τῶν παραλλάξεων αὐτῆς κατὰ μῆκος διάφορον ἀνεπαίσθητον γίνοιτο παντελῶς· ἐπεὶ μὴ δίδοται προχείρως ἡ παράλλαξις
5ἄνευ τοῦ δοθῆναι πρῶτον τὸν λόγον τῆς ἐκκεντρότητος τοῦ σεληνιακοῦ κύκλου. Ἐπεὶ οὖν περὶ παραλλάξεως καὶ νῦν καὶ μικρῷ ὕστερον ὁ Πτολεμαῖος ἐμνημόνευσεν, δοκεῖ δὲ παραλαμβάνειν τὸν περὶ αὐτῶν λόγον ὃν ὕστερον διδάσκει, δόξα φέρεται δὲ ὅτι ταῖς τῶν προτέρων μαθηματικῶν ἐχρήσατο
10παραλλάξεσιν, οὐκ ἔστιν δὲ τοῦτο ἀληθὲς ἀλλ’ ἐπειδὴ ὡς εἴπομεν τεταρ‐ τημοριαίαν ἀπέχουσα τοῦ ὁρίζοντος περιφέρειαν ἡ σελήνη, μᾶλλον δ’ ἐπὶ τοῦ γραφομένου διὰ τῶν πόλων τοῦ ζῳδιακοῦ, καὶ τοῦ πόλου τοῦ ὁρίζον‐ τος καὶ τοῦ διχοτομοῦντος σημείου τὸ ὑπὲρ γῆν ἡμικύκλιον τοῦ ζῳδιακοῦ μεγίστου κύκλου τυγχάνουσα ἀπαράλλακτός ἐστιν κατὰ μῆκος· διὰ τοῦτο
15εἰ τὰς περὶ τοῦτον τὸν κύκλον τῆς σελήνης θέσεις διοπτεύοντες τῷ ὀργάνῳ λάβοιμεν τὰς διαστάσεις αὐτῆς πρὸς τὸν ἥλιον, ἕξομεν τὴν σελήνην ἀπαράλ‐ λακτον, καὶ οὐκ ἔσται ἡμῖν χρεία πρὸς τὸ ὑποκείμενον τὰ νῦν τῆς τῶν πα‐ ραλλάξεων πραγματείας. Καὶ γὰρ ἐν τοῖς ἑξῆς Ἵππαρχός τε καὶ Πτολεμαῖος φαίνονται λαβόν‐
20τες ἐπὶ διχοτόμων καὶ μηνοειδῶν κατὰ τὰς τοιαύτας θέσεις τὴν σελήνην ἀπαράλλακτον, ἐλάχιστα δὲ παραλλάσσουσαν κατὰ μῆκος, εἰ ἀφεστηκυῖα τοῦ προειρημένου κύκλου φαίνοιτο ὀλίγην τινὰ τοῦ ζῳδιακοῦ περιφέρειαν. «Καὶ ὅτι ἀφαιρετικῆς μὲν οὔσης τῆς πρώτης ἀνωμαλίας ἐν ὁποτέρᾳ
«τῶν διχοτόμων, ἔτι ἐλάσσων ὁ τόπος τῆς σελήνης εὑρίσκεται τοῦ ἐκ

20

«τῆς πρώτης» ἀνωμαλίας ἐν τῷ τετάρτῳ βιβλίῳ κατὰ ἀφαίρεσιν ἐπιλο‐ γιζομένου, «προσθετικῆς δὲ ἔτι πλείων ὡσαύτως καὶ ἀναλόγως τῷ μεγέ‐ «θει τῆς πρώτης προσθαφαιρέσεως». Εἰ γὰρ τὰ μέγιστα προστίθησιν ἡ πρώτη μοίρας ε α, καὶ ἡ δευτέρα
5τὰς μοίρας β μ προστίθησιν· καὶ ἐὰν ἡ πρώτη τὰ μέγιστα ἀφαιρῇ, καὶ ἡ δευτέρα ἀφαιρήσει τὰ μέγιστα· ἐὰν δὲ τὰ μέσα ἀφαιρῇ ἢ προστιθῇ ἡ πρώ‐ τη μοίρας β λ, κἀκείνη ὁμοίως τὰ μέσα μοίραν α κ· κἂν τὰ ἐλάχιστα, κἀ‐ κείνη ὥστε καὶ ἀναλόγως ἡ προσθαφαίρεσις αὐτῶν γίνεται, ὡς διὰ ταύ‐ την τὴν τάξιν ἤδη συνορᾶν, ὅτι καὶ τὸν ἐπίκυκλον τῆς σελήνης ἐπὶ ἐκκέντρου
10κύκλου φέρεσθαι δεῖ, ἀπογειότατον μὲν γινόμενον καὶ περὶ τὰς συνόδους καὶ περὶ τὰς πανσελήνους, περιγειότατον δὲ κατ’ ἀμφοτέρας τὰς διχοτόμους. «Συμβαίνοι δ’ ἂν τὸ τοιοῦτο, τῆς πρώτης ὑποθέσεως τοιαύτην τινὰ «τὴν διόρθωσιν λαμβανούσης ...» καὶ τὰ ἑξῆς ἄχρι τέλους τοῦ πρώτου θεωρήματος.
15Ἐν γὰρ τῷ τετάρτῳ βιβλίῳ κατὰ τὴν πρώτην ὑπόθεσιν, ὑπέκειτο
ὁ μὲν περὶ τὸ αὐτὸ κέντρον τῷ διὰ μέσων τῶν ζῳδίων γραφόμενος μέ‐

21

γιστος κύκλος ἐν τῷ λοξῷ τῆς σελήνης ἐπιπέδῳ, κινούμενος σὺν αὐτῷ ἢ περὶ τὸ αὐτὸ κέντρον τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπὶ τὰ προη‐ γούμενα τοῦ κόσμου ἐν τῇ μιᾷ ἡμέρᾳ 𐆊 γ ἔγγιστα, οἷς ὑπερέχει ἡ κατὰ πλάτος ἡμερησία κίνησις μοιρῶν ιγ ιδ ἔγγιστα τὴν κατὰ μῆκος μοι‐
5ρῶν ιγ ια ἔγγιστα· τὸ δὲ κέντρον τοῦ ἐπικύκλου τὰς τοῦ πλάτους ιγ ιδ· ἡ δὲ σελήνη τὸν καλούμενον ἐπίκυκλον περιερχομένη πάλιν εἰς τὰ προηγούμενα ὡς κατὰ τὴν ἀπόγειον αὐτοῦ περιφέρειαν, ἐν τῇ μιᾷ ἡμέ‐ ρᾳ μοίρας ιγ δ· ἐνταῦθα δὲ δύο κινήσεις ἐναντίας ἀλλήλαις ὑποτίθε‐ ται, ὁμαλάς τε καὶ περὶ τὸ κέντρον τοῦ διὰ μέσων ἀμφοτέρας ἀποτελου‐
10μένας, καὶ ἐν τῷ λοξῷ τῆς σελήνης ἐπιπέδῳ· ὧν μίαν μὲν τὴν περιάγου‐ σαν δι’ εὐθείας τὸ τοῦ ἐπικύκλου κέντρον εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἐν ἡμέρᾳ μιᾷ τὰς τοῦ πλάτους μοίρας ιγ ιδ, ἑτέραν δὲ τὴν περιάγουσαν διά τινος εὐθείας τὸ κέντρον καὶ τὸ ἀπόγειον τοῦ ἐν τῷ λοξῷ ἐπιπέδῳ γραφο‐ μένου ἐκκέντρου, ἐφ’ οὗ πάντοτε τὸ κέντρον τοῦ ἐπικύκλου τέτακται, ἐν
15ἡμέρᾳ μιᾷ πάλιν ὡς εἰς τὰ προηγούμενα τῶν ζῳδίων μοίρας ια θ, αἷς ὑπερέχουσιν αἱ διπλασίονες τῆς ἀποχῆς μοῖραι κδ κγ τὰς τοῦ πλάτους ιγ ιδ· ἀλλὰ καὶ τὸ λοξὸν ἐπίπεδον ὑποτίθεται κινούμενον τὰ 𐆊 γ οἷς ὑπερ‐ έχουσιν αἱ τοῦ πλάτους τὰς τοῦ μήκους· ὥστε ἐν τῇ μιᾷ ἡμέρᾳ τὸ μὲν τοῦ ἐπικύκλου κέντρον κινούμενον τὰς τοῦ πλάτους μοίρας ιγ ιδ, φαίνε‐
20σθαι κεκινημένον τὰς τοῦ μήκους ιγ ια, τὸ δὲ ἀπόγειον τοῦ ἐκκέντρου ἐπὶ τὰ προηγούμενα μοίρας ια ιβ. οὕτω γὰρ ἐξ ἀμφοτέρων τῶν ἐναντίων κινή‐ σεων περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον ὡς εἶπεν ἀποτελουμένων, ἡ διὰ τοῦ κέντρου τοῦ ἐκκέντρου καὶ τοῦ ἀπογείου αὐτοῦ ἀγομένη εὐθεῖα προσαπο‐ στήσεται τῆς διὰ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ κέντρου τοῦ ἐπικύκλου
25ἀγομένης, τὴν συντιθεμένην ἐκ τῶν ιγ ιδ, καὶ τῶν ια θ περιφέρειαν,

22

διπλῆν γινομένην τῶν τῆς ἀποχῆς μοιρῶν ιβ ια𐅵ʹ ἔγγιστα. καὶ διὰ τοῦτο δὶς ἐν τῷ ἑνὶ μηνιαίῳ μέσῳ χρόνῳ τὸν ἔκκεντρον ὁ ἐπίκυκλος περιελεύσεται, τῆς πρὸς τὸ ἀπόγειον τοῦ ἐκκέντρου νοουμένης ἀποκαταστάσεως ἐν ταῖς μέσαις συνόδοις τε καὶ πανσελήνοις ὑποτιθεμένης ἀποτελεῖσθαι.[Omitted graphic marker]
5Νοείσθω ἐν τῷ λοξῷ τῆς σελήνης ἐπιπέδῳ ὁμόκεντρος κύκλος τῷ διὰ μέσων τῶν ζῳδίων περὶ διάμετρον τὴν ΑΒΡ· ἐφ’ ἧς ὑποκείσθω τὸ μὲν κέντρον τοῦ διὰ μέσων τῶν ζῳδίων τὸ Β, τὸ δὲ τοῦ ἐκκέντρου τὸ Ν, τὸ δὲ περίγειον αὐτοῦ τὸ Ρ. νοείσθω δὲ καὶ τὸ Α Κριοῦ ἀρχὴ καὶ τὸ βόρειον πέρας τοῦ λοξοῦ κύκλου σελήνης καὶ τὸ ἀπόγειον τοῦ ἐκκέντρου καὶ τὸ
10κέντρον τοῦ ἐπικύκλου ἐπὶ τῆς περιφερείας τοῦ ἐκκέντρου κατὰ τὴν κοι‐ νὴν τομὴν τῆς ΒΑ καὶ τοῦ ἐκκέντρου.
Καὶ κεκινήσθω ἡμέρας δρόμον τὸ μὲν βόρειον πέρας τοῦ λοξοῦ κύκλου

23

ἐπὶ τὰ προηγούμενα 𐆊 γ τὴν ὑπὸ ΑΒΔ γωνίαν περὶ τὸ κέντρον τοῦ ζῳδια‐ κοῦ, συμμεταφέροντος τὸν ἔκκεντρον καὶ τὸν ἐπίκυκλον ὁδοῦ τοῦ λοξοῦ τῆς σελήνης ἐπιπέδου πρὸς τὸν ζῳδιακόν, τὸ δὲ ἀπόγειον τοῦ ἐκκέντρου περιφέ‐ ρειαν μοιρῶν ια θ ἐπὶ τὰ προηγούμενα περὶ τὸ Β κέντρον τοῦ ζῳδιακοῦ
5τὴν ὑπὸ ΔΒΕ, ὥστε τὴν ὑπὸ ΑΒΕ ὅλην εἶναι ια ιβ, οἵων ἡ α ὀρθὴ ϙ, τοῦ ἐπικύκλου συγκινουμένου τῷ ἐκκέντρῳ ἐπειδὴ τὸ κέντρον αὐτοῦ ἐπὶ τῆς περιφερείας ἐστὶν τοῦ ἐκκέντρου, τοῦ τοίνυν κέντρου τοῦ ζῳδιακοῦ τοῦ Β μένοντος, καὶ τοῦ Ν κέντρου τοῦ ἐκκέντρου κινουμένου ἐπί τινος κυκλίσκου περὶ τὸ Β κέντρον, καὶ διάστημα τὸ ΒΝ, ἔσται τὸ Ν ἐπὶ τῆς
10ΒΕ κατὰ τὸ Μ, καὶ τὸ Ρ περίγειον κατὰ τὸ Σ, ἐπὶ τῆς διὰ τοῦ ἀπογείου εὐθείας τῆς ΕΒΣ. πάλιν δὲ τὸ κέντρον τοῦ ἐπικύκλου τὸ Η κεκινήσθω ἡμέρας δρόμον, περιφέρειαν μοιρῶν κδ κγ, διπλῆν γινομένην τῶν τῆς ἀποχῆς ιβ ια𐅵ʹ ἀπὸ τοῦ Ε ἀπογείου τοῦ ἐκκέντρου περὶ τὸ Β κέντρον τοῦ ζῳδιακοῦ τῆς ὑπὸ ΕΒΗ γωνίας κδ κγ, οἵων ἡ α ὀρθὴ ϙ. ὥστε εἶναι
15ἀπὸ τοῦ Α τὴν ὑπὸ ΑΒΗ ιγ ια τοῦ μήκους· τὴν δὲ τοῦ πλάτους ἀπὸ τοῦ βορείου πέρατος τοῦ Δ, τὴν ὑπὸ ΔΒΗ, ὑποτείνουσαν τοῦ ὁμοκέντρου τῷ ζῳδιακῷ περιφέρειαν μοιρῶν ιγ ιδ. Ἐπεὶ δὲ καὶ ἐν τῷ δʹ βιβλίῳ ἐδείχθη ὁ μέσος μηνιαῖος χρόνος ἡμερῶν κθ λα η ἔγγιστα, ἐν δὲ τῷ τοσούτῳ χρόνῳ κινεῖται μέσως ὁ μὲν ἥλιος
20μοίρας κθ ϛ κγ ἔγγιστα, ἡ δὲ σελήνη ὁμοίως μοίρας τπθ ϛ κγ·

24

ὥστε εἶναι ἀποχὴν κινήσεως μοίρας τξ. τὸ δὲ κέντρον τοῦ ἐπικύκλου τὸ Η πλάτους μοίρας τϙ μ ιδ. τὸ δὲ βόρειον πέρας τοῦ λοξοῦ κύκλου, μοῖραν α λγ να, αἷς ὑπερέχουσιν αἱ τοῦ πλάτους τϙ μ ιδ τὰς τοῦ μήκους τπθ ϛ κγ. τὸ δὲ ἀπόγειον τοῦ ἐκκέντρου μοιρῶν τκθ ιθ μϛ,
5αἷς ὑπερέχουσιν αἱ διπλασίονες τῆς ἀποχῆς ψκ μοῖραι τῶν τοῦ πλάτους τϙ μ ιδ.[Omitted graphic marker] Ἐὰν ἄρα πάλιν ὑποθώμεθα τὸ Α Κριοῦ ἀρχῇ καὶ ἐπ’ αὐτοῦ τὸν μέσον ἥλιον καὶ τὸ κέντρον τοῦ ἐπικύκλου, τὸ αὐτὸ ὃν τῇ μέσῃ σελήνῃ, καὶ τὸ βόρειον πέρας τοῦ λοξοῦ κύκλου καὶ τὸ ἀπόγειον τοῦ ἐκκέντρου, καὶ
10διεκβάλωμεν ἀπὸ τοῦ Α τὰς μοίρας οἰκείως τοῦ τε ἡλίου καὶ τῆς

25

μέσης σελήνης καὶ τοῦ βορείου πέρατος, καὶ πίπτῃ ὁ μὲν μέσος ἥλιος καὶ ἡ μέση σελήνη κατὰ τὸ Η, Κριῷ, μοίρᾳ κθ ϛ κγ· τὸ δὲ βόρειον πέρας κατὰ τοῦ Δ, Ἰχθύοι, μοίρᾳ κη κϛ θ· διεκβάλωμεν δὲ καὶ ἀπὸ τοῦ Δ ἐπὶ μὲν τὰ ἑπόμενα τὰς τοῦ πλάτους, τοῦ κέντρου τοῦ ἐπικύκλου, μοίρας
5τϙ μ ιδ, ἐπὶ δὲ τὰ προηγούμενα τὰς τοῦ ἀπογείου τοῦ ἐκκέντρου μοίρας τκθ ιθ μϛ, τουτέστιν εἰς τὰ ἑπόμενα τὰς λοιπὰς εἰς τὸν κύκλον μοίρας λ μ ιδ, ἔσται καὶ τὸ κέντρον τοῦ ἐπικύκλου καὶ τὸ ἀπόγειον τοῦ ἐκ‐ κέντρου ἅμα, καὶ ὁ μέσος ἥλιος κατὰ τὸ Η. ὥστε ἐν τῷ μέσῳ μηνιαίῳ
χρόνῳ διαστας...

26

... ἐστιν τῆς ὑπὸ ΖΗΕ. πολλῷ [μείζων] ἄρα ἡ ὑπὸ ΖΒΛ μείζων ἐστὶν

27

τῆς ὑπὸ ΖΗΕ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΖΔΚ μείζων ἐστὶν τῆς ὑπὸ ΖΘΕ. ἐὰν οὖν περὶ τὰ Β, Ε σημεῖα τὸν ἐπίκυκλον τῆς σελήνης νοήσωμεν γεγραμ‐[Omitted graphic marker] μένον, καὶ ἐκβεβλημένας τὰς μὲν ΕΗ, ΖΗ, μέχρι τῆς περιφερείας τοῦ ἐπι‐ κύκλου ὡς κατὰ τὰ Π, Ρ σημεῖα, ἔσται ἀπόγεια ὁμαλὰ μὲν τὰ Ν, Ρ, ἀκρι‐
5βῆ δὲ τὰ Ξ, Π σημεῖα· καὶ διαφοραὶ τῶν μέσων ἀπογείων πρὸς τὰ ἀκριβῆ ἔσονται περιφέρειαι τοῦ ἐπικύκλου ἥ τε ἀπὸ τοῦ Ρ ὁμαλοῦ ἀπογείου ἐπὶ τὸ Π ἀκριβές, καὶ ἡ ἀπὸ τοῦ Ν ὁμαλοῦ ἐπὶ τὸ Ξ ἀκριβές· καὶ γωνίαι δηλονότι πρὸς τῷ κέντρῳ τοῦ ἐπικύκλου καὶ αἱ κατὰ κορυφὴν ὑποτείνου‐
σαι τὰς περιφερείας τοῦ ἐπικύκλου.

28

Ὥστε μείζων ἐστὶν ἡ περιφέρεια τῆς ὑπὸ ΖΒΕ γωνίας ἤπερ ἡ τῆς ὑπὸ ΖΗΕ. Ὁμοίως δειχθήσεται ὅτι καὶ ἐπὶ πάντων μὲν τῶν ἐπὶ τῆς ΑΒ περιφε‐ ρείας λαμβανομένων σημείων μεταξὺ τῶν Α, Β, μείζων ἐστὶν ἡ ὑπὸ ΖΒΕ
5γωνία. πάντων δὲ τῶν ἐπὶ τῆς ΑΔ περιφερείας λαμβανομένων σημείων μεταξὺ τῶν Α, Δ, μείζων ἐστὶν ἡ ὑπὸ ΖΔΕ. Καὶ δῆλον ὡς ἐὰν ὁ μὲν ἐπίκυκλος ἐντὸς ρπ μοιρῶν ᾖ, 〈ἢ〉 ἐπὶ τοῦ ΑΒΓ ἡμικυκλίου, προστιθέναι δεῖ τὰς διαφορὰς τῶν ἀπογείων τῷ κέντρῳ 〈τῆσ〉 σελήνης. ἐὰν δὲ ὑπὲρ ρπ μοίρας ᾖ, τουτέστιν ἐν τῷ Γ〈Δ〉Α ἡμι‐
10κυκλίῳ, ἀφαιρεῖν δεῖ τὰς διαφορὰς τῶν ἀπογείων τοῦ κέντρου τῆς σελήνης, ἵνα σχῶμεν τὰς ἀπὸ τῶν ἀκριβῶν ἀπογείων κινήσεις τοῦ κέντρου τῆς σελήνης ἀεὶ ἐπὶ τὰ ἡγούμενα κινουμένου.[Omitted graphic marker] Πάλιν ἔστω ἔκκεντρος κύκλος ὁ ΑΒΓ, περὶ διάμετρον τὴν ΑΕΓ, καὶ κέντρον τὸ Μ. καὶ κέντρον μὲν τοῦ ζῳδιακοῦ τὸ Ε σημεῖον, τὸ δὲ τῆς προσ‐
15νεύσεως τοῦ ἐπικύκλου τὸ Ζ, καὶ πρὸς ὀρθὰς ἡ ΒΕΔ. καὶ ἐπεζεύχθω ἡ

29

ΒΖ καὶ περὶ τὸ ΒΕΖ τρίγωνον κύκλος γεγράφθω· καὶ εἰλήφθω ἐπὶ τῆς ΒΘ περιφερείας τυχὸν σημεῖον τὸ Λ· καὶ διήχθω ἡ ΖΛΚ· καὶ ἐπεζεύ‐ χθωσαν αἱ ΕΛ, ΕΚ, ΕΘ, ΖΘ. Ἐπεὶ οὖν αἱ ὑπὸ ΕΒΖ, ΕΚΖ, ΕΘΖ γωνίαι ἐπὶ τῆς αὐτῆς περιφερείας
5τῆς ΕΖ βεβήκασιν, ἴσαι ἀλλήλαις εἰσίν· τῆς δὲ ὑπὸ ΕΚΖ ἡ ἐκτὸς γωνία ἡ ὑπὸ ΕΛΖ μείζων ἐστίν. καὶ ἑκατέρας ἄρα τῶν ὑπὸ ΕΒΖ, ΕΘΖ γωνιῶν μείζων ἐστὶν ἡ ὑπὸ ΕΛΖ. ὥστε τὴν μεγίστην διαφορὰν τοῦ μέσου ἀπογείου, πρὸς τὸ ἀκριβὲς συνίστασθαι μεταξὺ τῶν Β, Θ. Δείκνυται δὲ διὰ τῶν ἀριθμῶν μοιρῶν ιγ η, ἡ τῆς ὑπὸ ΑΕΛ γω‐
10νίας οὔσης τοιούτων ριε, οἵων ἡ α ὀρθὴ ϙ. καὶ πάλιν ἐπὶ τοῦ ΓΔ τμή‐ ματος ἡ μεγίστη διαφορὰ γινομένη κατὰ τὴν ἴσην ἀπὸ τοῦ περιγείου γωνίαν τουτέστιν ξε, ἡ ἀπὸ τοῦ ἀπογείου σμε, οἵων ἡ α ὀρθὴ ϙ. Καὶ ὅτι ὁ περὶ τὸ ΒΕΖ γραφόμενος κύκλος οὔτε ἐφάπτεται τοῦ ΑΒΓ κύκλου κατὰ τὸ Β, οὔτε τέμνει τὴν ΑΒ περιφέρειαν, οὔτε διὰ τοῦ Γ ἥξει,
15διὰ τὰ ἐπὶ τούτοις ἄτοπα συμβησόμενα δείκνυται. Ἐὰν γὰρ ὑποθώμεθα τὴν ἁφὴν τῶν κύκλων εἶναι κατὰ τὸ Β καὶ λάβω‐ μεν ἐπὶ τῆς ΒΖ διαμέτρου τὸ κέντρον οἷον τὸ Π, ἡ ἐπὶ τὰ Μ, Π σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἥξει καὶ διὰ τοῦ Β τῆς ἁφῆς, ὡς ἔστιν στοιχείων γʹ βιβλίῳ. καὶ ἔσται αὐτῷ εὐθειῶν τῶν ΒΖ, ΜΠΒ κοινὸν τμῆμα τὸ ΒΠ,
20ὅπερ ἀδύνατον. Ἐὰν δὲ τὸ Ξ σημεῖον ὑποθώμεθα καθ’ ὃ τέμνει ὁ περιγραφόμενος
κύκλος τὴν ΑΒ περιφέρειαν, ἡ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Ξ ἐπιζευγνυμένη εὐθεῖα

30

ἔγγιον οὖσα τῆς ΑΖ, μείζων ἔσται τῆς ΒΖ διαμέτρου, ὅπερ ἐστὶν ἀδύνα‐ τον· ἔσται γὰρ ἐν κύκλῳ εὐθεῖα διηγμένη μείζων τις τῆς διαμέτρου. Εἰ δὲ διὰ τοῦ Γ σημείου ἄρχεσθαι λέγοι τις τὸν περιγραφόμενον κύ‐ κλον, ἡ ΓΕ εὐθεῖα τέμνει αὐτὸν κατὰ τρία σημεῖα, τὰ Ε, Ζ, Γ, ὅπερ ἀδύ‐
5νατον. Ἐπὶ «μὲν οὖν τῶν ἄλλων ὑποθέσεων πασῶν ἁπλῶς ...» τῶν ἀστέρων, ἡ διὰ τοῦ ἀπογείου καὶ περιγείου διάμετρος τοῦ ἐπικύκλου πρὸς τὸ κέντρον τοῦ ἐκκέντρου πάντοτε προσνεύει, περὶ ὃ αἱ τῶν ἐπικύκλων κατὰ μῆκος κινήσεις ἀποτελοῦνται, πρὸς ὃ καὶ ἐν τοῖς ἴσοις χρόνοις ἴσαι γωνίαι τῆς
10ὁμαλῆς κινήσεως ἀποτελοῦνται. ἐπὶ δὲ τῆς σελήνης, οὐκέτι τὴν αὐτὴν ἀεὶ συντηρεῖ θέσιν ἡ ἐπιζευγνυμένη εὐθεῖα ἀπὸ τοῦ σημείου πρὸς ὃ προσνεύει ἡ τοῦ ἐπικύκλου διάμετρος ἐπὶ τὸ τοῦ ἐπικύκλου κέντρον, τῇ τοῦ ἐπικύ‐ κλου διαμέτρῳ τῇ γινομένῃ ὑπὸ τῆς ἐπιζευγνυμένης ἀπό τε τοῦ σημείου τοῦ περὶ ὅ φαμεν τὴν τῶν ἐπικύκλων κίνησιν ἀποτελεῖσθαι· μάχεται γὰρ
15τὰ φαινόμενα. ὥστε μηδὲν ἀεὶ ταὐτὸν εἶναι τὸ ὁμαλὸν ἀπόγειον τῷ ἀκρι‐ βεῖ, μόνον δὲ ἐν ταῖς συζυγίαις ἢ ταῖς διχοτόμοις, ὅτε καὶ τὸ κέντρον τοῦ ἐπικύκλου ἐπὶ τοῦ ἀπογείου ἐστὶν ἢ τοῦ περιγείου τοῦ ἐκκέντρου, τὸ ὁμα‐ λὸν ἀπόγειον τὸ αὐτὸ γίνεται τῷ ἀκριβεῖ. ἐπὶ γὰρ τῶν μεταξὺ διαστάσεων, ἕτερον ἀεὶ γίνεται τὸ ἀκριβὲς ἀπόγειον τῷ ὁμαλῷ, τοῦ ἐπικύκλου περὶ τὸ
20ἴδιον ἀεὶ κέντρον στρεφομένου· ἀπὸ μὲν τοῦ ἀπογείου τοῦ ἐκκέντρου ἐπὶ τὰ προηγούμενα αὐτοῦ μέχρι μοιρῶν ϙ· μετὰ δὲ ϙ ἕως ρπ τοῦ περι‐ γείου, ἐπὶ τὰ ἑπόμενα· μετὰ δὲ ρπ ἕως σο, εἰς τὰ ἑπόμενα· μετὰ δὲ
σο ἕως τξ, εἰς τὰ προηγούμενα. σύνεγγυς γὰρ τὸ τῆς σελήνης κέντρον

31

ἐφαίνετο ἐπέχον Ἰχθύων κα Γβ. ἐπεῖχεν δὲ ἀκριβῶς κα γʹ. ὡς εἶναι παραλλάξεως 𐆊 κ. τοῦ γὰρ ἡλίου Ταύρῳ ὄντος μοίρᾳ ζ με, ὥρᾳ αʹ και‐ ρικῇ ἐν Ῥόδῳ ἀνέτελλεν Διδύμων μοῖρα α, καὶ ἐμεσουράνει Ὑδροχόῳ μοῖρα ι, ἡ δὲ σελήνη Ἰχθύσι μοίρᾳ κα γʹ οὖσα, διειστήκει τοῦ μὲν ἀνατέλ‐
5λοντος σημείου μοίρας ξθ μ, τοῦ δὲ ὀρθοῦ τῷ ὁρίζον τι καὶ ζωδιακῷ κ γʹ ἐπὶ τὰ ἑπόμενα αὐτοῦ οὖσα, τοῦ δὲ μεσημβρινοῦ πρὸς ἀνατολὰς χρό‐ νους λθ 𐅵ʹ περιέχοντας ὥρας ἰσημερινὰς β Γβ. ἐκ τοῦ παραλλακτικοῦ κανόνος σχεδὸν 𐆊 κ παραλλάξεως κατὰ μῆκος συνάγεται. εἰ μέντοι συν‐ έβαινεν ὥρᾳ 〈γʹ〉 γενέσθαι τὴν τήρησιν, ἦν ἂν ἡ σελήνη ἐπὶ τοῦ ὀρθοῦ
10τῷ ὁρίζοντι καὶ ζῳδιακῷ σχεδὸν οὖσα, κατὰ μῆκος ἀπαράλλακτος. πρὸς δὲ τὸν προκείμενον χρόνον διὰ τῶν κανόνων εὑρίσκομεν τὸν ὁμαλὸν ἥλιον Ταύρῳ ϛ μ, τὸν δὲ ἀκριβῆ, ζ με· τὴν ὁμαλὴν σελήνην Ἰχθύσι κβ ιγ, ἀνωμαλίας δ’ ἀπὸ τοῦ ὁμαλοῦ ἀπογείου τοῦ ἐπικύκλου, ρπε λ.
14nΕἰς τὸ δʹ θεώρημα.
15 Ἐπεὶ τοίνυν ἡ ὑπὸ ΑΕΒ γωνία δέδοται πη νϛ, λείπουσα εἰς τὰς τξ μοίρας τῶν τοῦ κέντρου τοῦ ἐπικύκλου, σοα δ, αἵ εἰσιν μετὰ κύκλον διπλασίονες τῶν τῆς ἀποχῆς γινομένων τιε λγ, ὀξεῖα ἄρα ἐστὶν καὶ ἑκα‐
τέρα τῶν ὑπὸ ΑΕΒ, ΑΝΒ. καὶ διὰ τοῦτο, αἱ ΔΚ, ΕΞ κάθετοι ἐπὶ τὰς ΕΒ,

32

ΒΝ πίπτουσιν. ἔστιν δὲ καὶ ἡ ὑπὸ ΔΚΕ ὀρθή· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΚΔΕ ἐστὶν δοθεῖσα. ὥστε καὶ τὸ ΔΕΚ τρίγωνον ὀρθογώνιον τῷ εἴδει δεδομένον[Omitted graphic marker] ἔσται. δοθεῖσα δὲ ἡ ΔΕ μεταξὺ τῶν κέντρων θεωρήματι τρίτῳ· δοθεῖσα ἄρα ἑκατέρα τῶν ΕΚ καὶ ΚΔ. ὥστε καὶ τὸ ἀπὸ τῆς ΔΚ δοθέν ἐστιν. ἀλλὰ
5καὶ τὸ ἀπὸ τῆς ΔΒ δοθέν ἐστιν· δοθεῖσα γὰρ ἡ ΔΒ ἐκ τοῦ κέντρου τοῦ ἐκ‐ κέντρου, θεωρήματι τρίτῳ, μθ μα, οἵων ἡ ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου ε ιε, καὶ ἡ ΔΕ, ι ιθ. καὶ λοιπὴ ἄρα ἡ ΒΚ ἔσται δεδομένη. δέδοται δὲ
καὶ ἡ ΕΚ. καὶ ὅλη ἄρα ἡ ΒΕ δοθεῖσά ἐστιν.

33

Καὶ «ἐπεὶ ἡ μὲν τῆς ὁμαλῆς σελήνης ἀπὸ τοῦ ἀκριβοῦς ἡλίου διάστασις «δοθεῖσά ἐστιν ἐκ τῶν κανόνων,» ἔστιν γὰρ μοιρῶν τιδ κη· ἡ δὲ τῆς «ἀκριβοῦς τῶν ἐκ τῆς τηρήσεως μοιρῶν τιγ μβ· ὥστε ἀφαιρεῖν τὸ «παρὰ τὴν ἀνωμαλίαν διάφορον αὐτῆς 𐆊 μϛ. θεωρεῖται δ’ ἡ ὁμαλὴ σελή‐
5«νη ἐπὶ τῆς ΕΒ εὐθείας. ὑποκείσθω ἡ σελήνη κατὰ τὸ Η, ἐπειδὴ περὶ «τὸ περίγειόν ἐστιν, καὶ ἐπιζευχθεισῶν τῆς τε ΕΗ καὶ τῆς ΒΗ», ἵνα ἡ ὑπὸ ΒΕΗ γωνία γίνηται 𐆊 μϛ ἐκ τῆς παρὰ τὴν ΗΘ περιφέρειαν διαφορᾶς. «Καὶ κάθετος ἀπὸ τοῦ Β ἐπὶ τὴν ΕΗ ἐκβληθεῖσαν, ἤχθω ἡ ΒΛ». Οὐ γὰρ οἷόν τέ ἐστιν ἐπὶ τὴν κοινὴν πίπτειν τῆς ΕΛ εὐθείας καὶ τῆς
10περιφερείας τοῦ ἐκκέντρου τὴν κάθετον, ἐπεί τοι ἡ ἐπὶ τὸ σημεῖον τῆς εἰρημένης κοινῆς τομῆς ἀπὸ τοῦ Β ἐπιζευγνυμένη εὐθεῖα ὡς ἡ ΒΟ, μετὰ τῆς ΟΕ ἐκβαλλομένης ἐπὶ τὸ ἀντικείμενον ἡμικύκλιον τοῦ ἐκκέντρου τῷ ἐπικύκλῳ, ὀρθὴν περιέχει γωνίαν τὴν ὑπὸ ΒΟΠ, ἥτις ἐπ’ ἐλάττονος ἡμι‐ κυκλίου ἔσται τοῦ ΒΟΓΠ, ὅπερ ἀδύνατον· ἡ κάθετος ἄρα ἐκτὸς τῆς περι‐
15φερείας τοῦ ἐκκέντρου πίπτει. «Ἐπεὶ οὖν ἡ ὑπὸ ΒΕΛ γωνία περιέχει τὸ παρὰ τὴν ἀνωμαλίαν τῆς «σελήνης διάφορον», καὶ δοθεῖσα ἐδείχθη, καὶ ἔστιν ὀρθὴ ἡ Λ· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΒΛ γωνία δοθεῖσά ἐστιν. δέδοται ἄρα τῷ εἴδει τὸ ΒΕΛ τρί‐ γωνον ὀρθογώνιον. καὶ ἐδείχθη δοθεῖσα ἡ ΒΕ· δοθεῖσα ἄρα καὶ ἑκατέρα
20τῶν ΒΛ, ΛΕ. ἀλλὰ καὶ ἡ ΒΗ ἐκ τοῦ κέντρου οὖσα τοῦ ἐπικύκλου δεδομένη ἐστίν. καὶ ὀρθὴ ἡ Λ γωνία. καὶ τὸ ΒΗΛ ἄρα τρίγωνον τῷ εἴδει δεδομένον ἔσται. ὥστε καὶ ἡ ὑπὸ ΒΗΛ γωνία δοθεῖσά ἐστιν. ἦν δὲ καὶ ἡ ὑπὸ ΒΕΛ δοθεῖσα. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΒΗ δεδομένη ἐστίν. ὥστε καὶ ἡ ΗΘ τοῦ ἐπικύκλου περιφέρεια δοθεῖσά ἐστιν, τὴν ἀπὸ τῆς σελήνης ἐπὶ τὸ ἀκριβὲς
25περίγειον περιέχουσα διάστασιν. δείκνυται δὲ τῶν ἀριθμῶν παραληφθέν‐ των μοιρῶν ϛ κα. «Ἀλλ’ ἐπειδὴ τοῦ μέσου ἀπογείου ἀπεῖχεν ἡ σελήνη κατὰ τὸν χρόνον «τῆς τηρήσεως μοιρῶν ρπε λ, δῆλον ὅτι καὶ τὸ περίγειον τὸ ὁμαλὸν
«προηγεῖται τῆς σελήνης τουτέστιν τοῦ Η σημείου. ἔστω δὴ τὸ Μ καὶ

34

«διήχθω ἡ ΒΜΝ.» καθέτου οὖν οὔσης καὶ τῆς ΕΞ, ἐπεὶ ἡ ΗΘ περιφέρεια δοθεῖσα ἐδείχθη μοιρῶν ϛ κα, ἔστιν δὲ καὶ ἡ ΗΜ τῶν ἀπὸ τοῦ περιγείου μοι‐ ρῶν ε λ· ὅλη ἄρα ἡ ὑπὸ ΕΒΞ γωνία δοθεῖσά ἐστιν· καὶ ὀρθὴ γωνία ἐσ‐ τὶν ἡ Ξ· δέδοται ἄρα τὸ ΒΕΞ τρίγωνον ὀρθογώνιον τῷ εἴδει. καὶ δοθεῖσά
5ἐστιν ἡ ΒΕ· δοθεῖσα ἄρα καὶ ἑκατέρα τῶν ΕΞ, ΞΒ. πάλιν ἐπεὶ ἡ ὑπὸ ΑΕΒ γωνία δοθεῖσά ἐστιν, δέδοται δὲ καὶ ἡ ὑπὸ ΕΒΝ, καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΝΒ δεδομένη ἐστίν. καὶ ἔστιν ὀρθὴ ἡ Ξ· δέδοται ἄρα τὸ ΕΝΞ τρίγω‐ νον τῷ εἴδει. καὶ ἔστιν ἡ ΞΕ δοθεῖσα· καὶ ἡ ΕΝ ἄρα δεδομένη ἔσται. ἀνα‐ λέλυται ἄρα.
10 Δείκνυται δὲ τῶν ἀριθμῶν παραληφθέντων, ἡ ΕΝ, ι καὶ ἑξηκοστὰ ιη, οἵων ἐδείχθη ἡ μὲν ΔΕ μεταξὺ τῶν κέντρων ι ιθ, ἡ δ’ ἐκ τοῦ κέν‐ τρου τοῦ ἐκκέντρου μθ μα, ἡ δ’ ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου, ε ιε. ἴση ἄρα ἔγγιστα τῇ ΔΕ τὴν ΕΝ ἀπείληφεν ἡ διὰ τοῦ μέσου περιγείου τῆς ΒΜ ἐπὶ τὸ Ν γενομένη πρόσνευσις.
15nΕἰς τὸ εʹ. .
16 «Ὡσαύτως δ’ ἵνα καὶ ἐκ τῶν ἀντικειμένων μερῶν τοῦ τε ἐκκέντρου καὶ «τοῦ ἐπικύκλου» ὄντος 〈πρὸσ〉 ρπ μοιρῶν 〈τοῦ〉 ἐπικύκλου, ὄντος καὶ ὑπὲρ ρπ ἀνωμαλίας τοῦ ἀριθμοῦ, «τὸ αὐτὸ συμβαῖνον δείξωμεν», φησίν, καὶ τὰ λοιπά. ἐτηρήθη γὰρ πάλιν ὑπὸ Ἱππάρχου ἐν Ῥόδῳ ἔτει ρϙζ
20ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς Παϋνὶ καθ’ αἰγυπτίους ιζʹ ὥρᾳ θ καὶ γʹ· καθ’ ἣν ὥραν ὁ ἥλιος ἐκ τῆς διοπτείας ἐφαίνετο ἐπέχων Καρκίνου μοί‐
ρας ι νδ, τὸ δὲ φαινόμενον κέντρον τῆς σελήνης καὶ τὸ ἀκριβὲς τὰς αὐτὰς

35

ἐπεῖχεν μοίρας κθ τοῦ Λέοντος· ἀνέτελλεν γὰρ τότε ἐν Ῥόδῳ Σκορπίου μοῖρα κθ, καὶ ἐμεσουράνει Παρθένου μοῖρα ια. καὶ γίνεται ἡ διάστασις τῆς σελήνης πρὸς τὸ ἀνατέλλον σημεῖον ἀκριβῶς μοιρῶν ϙ, ὥστε ἐν αὐτῷ ὀρθῷ τῷ ζῳδιακῷ καὶ τῷ ὁρίζοντι οὖσαν τὴν σελήνην, καὶ ἀπέ‐
5χουσαν τοῦ μεσημβρινοῦ α ὥραν ἔγγιστα ἰσημερινήν, ἀπαράλλακτον εἶναι μήκει, ἐπιμελέστατα ταύτην τὴν τήρησιν τοῦ Ἱππάρχου ποιησαμέ‐ νου. κατὰ τὸν ἐκκείμενον οὖν χρόνον ἀπεῖχεν τὸ ἀκριβὲς κέντρον σελήνης τοῦ ἀκριβοῦς ἡλίου μοίρας εἰς τὰ ἑπόμενα μη ϛ. ἐπεὶ οὖν γέγονεν ἡ τή‐ ρησις μετὰ μεσημβρίαν τῆς ιζʹ, ὡρῶν καιρικῶν γ γʹ, ἰσημερινῶν δὲ
10δ δʹ, ὡριαίων χρόνων ὄντων ἐκείνης τῆς ἡμέρας ιη γ, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα ὡρῶν γ Γβ γινομένων· ὁ γὰρ ὁμαλὸς ἥλιος ἐκ τῶν κανόνων εὕρητο Καρκίνῳ ιβ ε, ὁ δὲ ἀνώμαλος μοίρᾳ ι μ· ὁ δὲ κατὰ τὴν ἐποχὴν Ἰχθύσι 𐆊 με, καὶ γ η· καὶ γίνεται ὁμαλὴ διάστασις μοιρῶν ρλα κ, ἡ δὲ ἀνώμαλος ρκζ λβ, αἷς ἐπιβάλλουσιν χρόνοις συμμεσουρανήσεως ρκϛ δ
15ἐλάσσονες τῶν τῆς ὁμαλῆς ρλα κ χρόνοις ε ἔγγιστα, οἳ ποιοῦσιν γʹ μέρος ὥρας ἰσημερινῆς· λοιπαὶ ἄρα γίνονται ὧραι γ Γβ πρὸς ἃς ὥρας ἡ ὁμαλὴ σελήνη ἐκ τῶν κανόνων εὑρίσκεται Λέοντι κζ κ, «ὥστε καὶ τὴν «διάστασιν αὐτῆς ἀπὸ τοῦ ἀκριβοῦς ἡλίου ὄντος Καρκίνῳ, μοίρᾳ ι μ, «συνάγεσθαι μοιρῶν μϛ μ», τὴν δὲ ὁμαλὴν τῆς ἀποχῆς με ιε, «ἀνω‐
20«μαλίας δὲ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας τλγ ιβ. «Τούτων ὑποκειμένων ...» ἀναλύσομεν τὸ εʹ τῆς συντάξεως θεώρη‐
μα τὸν τρόπον τοῦτον.

36

Ἐπεὶ ἡ ὑπὸ ΑΕΒ γωνία τὴν διπλῆν τῆς ἀποχῆς περιέχουσα δοθεῖσά ἐστιν· ἔστιν γὰρ μοιρῶν ϙ λ· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΔΕΚ δοθεῖσά ἐστιν.[Omitted graphic marker] ἀλλὰ καὶ ὀρθὴ ἡ Κ· λοιπὴ ἄρα ἡ ὑπὸ ΕΔΚ δεδομένη ἔσται. δοθὲν ἄρα τὸ ΔΕΚ τρίγωνον τῷ εἴδει. καὶ ἔστιν ἡ ΔΕ μεταξὺ τῶν κέντρων δοθεῖσα. καὶ
5ἑκατέρα τῶν ΔΚ, ΕΚ ἔσται δοθεῖσα. ἀλλὰ καὶ ἡ ΔΒ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου. καὶ τὸ ἀπ’ αὐτῆς ἄρα δοθέν ἐστιν. ὧν τὸ ἀπὸ ΔΚ δοθέν. καὶ λοιπὸν ἄρα τὸ ἀπὸ ΒΚ δοθέν. ἐπεὶ δὲ καὶ ἡ ΕΚ δέδοται, καὶ λοιπὴ ἄρα ἡ ΒΕ δοθεῖσα. πάλιν ἐπεὶ ἡ μὲν τῆς ὁμαλῆς σελήνης ἀπὸ τοῦ ἀκριβοῦς ἡλίου διάστασις μοιρῶν ἦν μϛ μ, ἡ δὲ τῆς ἀκριβοῦς μοιρῶν μη ϛ, καὶ
10διὰ τοῦτο προσθετικὸν ἐγίνετο τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον μοίρας
α κϛ. ὑποκείσθω ἡ σελήνη κατὰ τὸ Η τοῦ ἐπικύκλου σημεῖον, καὶ ἐπε‐

37

ζεύχθωσαν ἡ ΕΗ καὶ ἡ ΒΗ, καὶ κάθετος ἀπὸ τοῦ Β ἡ ΒΛ. ἐπεὶ οὖν ἡ ὑπὸ ΒΕΛ γωνία δοθεῖσά ἐστιν, ὑποτείνει γὰρ τοῦ ζῳδιακοῦ περιφέρειαν μοί‐ ρας α κϛ τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου, καὶ ἔστιν ὀρθὴ ἡ Λ, δοθὲν ἄρα τὸ ΒΛΕ τρίγωνον ὀρθογώνιον τῷ εἴδει. καὶ ἔστιν δοθεῖσα ἡ ΒΕ,
5δοθεῖσα ἄρα καὶ ἡ ΒΛ· ἀλλὰ καὶ ἡ ΒΗ ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου· καὶ τὸ ΒΛΗ ἄρα τρίγωνον ὀρθογώνιον δέδοται τῷ εἴδει. ὥστε καὶ ἡ ὑπὸ ΒΗΛ δέδοται. ἦν δὲ καὶ ἡ ὑπὸ ΒΕΗ δοθεῖσα· ὥστε καὶ ἡ ὑπὸ ΖΒΗ ἐκτὸς τοῦ τριγώνου ἴση οὖσα ταῖς ἀπεναντίον δοθεῖσά ἐστιν· καὶ ἔστιν πρὸς τῷ κέντρῳ τοῦ ἐπικύκλου· καὶ ἡ ΗΖ ἄρα τοῦ ἐπικύκλου περιφέρεια δοθεῖσά
10ἐστιν, δείκνυται δὲ τῶν ἀριθμῶν παραληφθέντων, μοιρῶν ιδ μγ οἵων ὁ ἐπίκυκλος τξ, περιέχουσα διάστασιν ἀπὸ τῆς σελήνης ἐπὶ τὸ ἀκριβὲς ἀπό‐ γειον. ἀλλ’ ἐπεὶ τοῦ μέσου ἀπογείου ἀπεῖχεν κατὰ τὸν χρόνον τῆς τηρή‐ σεως ἀπὸ τοῦ ὁμαλοῦ ἀπογείου μοιρῶν τλγ ιβ, ὑποκείσθω τὸ μέσον ἀπό‐ γειον κατὰ τὸ Μ· οὔτε γὰρ κατὰ τὸ Ζ δύναται ὑποτίθεσθαι, οὔτε μεταξὺ
15τῶν Ζ, Η· ἡ γὰρ λείπουσα εἰς τὸν ἕνα κύκλον τῆς ἀνωμαλίας περιφέρεια, μοιρῶν ἐστιν κϛ μη, ὅλη δὲ ἡ ΖΗ ἐστὶν ιδ μγ· καὶ ἐπεζεύχθω ἡ ΜΒΝ, καὶ κάθετος ἡ ΕΞ. ὀξεῖα γάρ ἐστιν ἡ ὑπὸ ΕΝΞ, ὅτι ἡ ὑπὸ ΑΕΒ ἐστὶν ϙ λ, ἡ δ’ ὑπὸ ΜΒΖ τῶν αὐτῶν ιβ ε, οἵων ἡ α ὀρθὴ ϙ. ἐπεὶ καὶ ἡ ΜΗ περιφέ‐ ρεια τὴν ΖΗ ὑπερέχει τῇ ΖΜ καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΒΝΕ οη κε. ὀξεῖα οὖν
20ἐστιν, καὶ κάθετος ἡ ΕΞ. ἐπεὶ οὖν ἡ ὑπὸ ΜΒΖ γωνία τουτέστιν ἡ ὑπὸ ΕΒΞ δοθεῖσά ἐστιν, καὶ ὀρθὴ ἡ Ξ γωνία, καὶ τὸ ΒΕΞ ἄρα τρίγωνον δοθέν ἐστιν. καὶ δοθεῖσα ἐδείχθη ἡ ΕΒ, δοθεῖσα ἄρα καὶ ἑκατέρα τῶν ΒΞ, ΕΞ. πάλιν ἐπεὶ ἡ ὑπὸ ΑΕΒ δοθεῖσά ἐστιν, ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΕΒΞ δοθεῖσα, λοιπὴ ἄρα ἡ ὑπὸ ΒΝΕ δεδομένη ἔσται. καὶ τὸ ΕΝΞ τρίγωνον τῷ εἴδει.
25καὶ δοθεῖσά ἐστιν ἡ ΕΞ· δοθεῖσα ἄρα καὶ ἡ ΕΝ. ἀναλέλυται ἄρα. Τῶν δὲ ἀριθμῶν παραλημφθέντων, δείκνυται ι ιθ, οἵων ἡ ἐκ τοῦ κέν‐
τρου τοῦ ἐπικύκλου ε ιε. καὶ ἡ ΔΒ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου μθ μα.

38

(1t)

Πῶς διὰ τῶν γραμμῶν τῶν ἀπὸ τῶν ὁμαλῶν κινήσεων
2tἡ ἀκριβὴς τῆς σελήνης πάροδος λαμβάνεται.
3«Τούτων δὴ οὕτως ἀποδεδειγμένων ...» καὶ τὰ ἑξῆς. Ἐὰν γὰρ ὑποδείγματος ἕνεκεν καὶ ἐν ἄλλοις ἀριθμοῖς καὶ μὴ τοῖς προ‐
5κειμένοις ἐν τῷ εʹ θεωρήματι ὑποθώμεθα ὁμαλὰς κινήσεις ἀποχῆς καὶ ἀνωμαλίας, οἷον ἀποχῆς μὲν μοιρῶν λε, ἀνωμαλίας δὲ ἀπὸ τοῦ ἀπογείου μοιρῶν ν, εὑρήσομεν διὰ τῶν γραμμῶν τὴν γινομένην ἀφαίρεσιν τῆς μέσης κατὰ μῆκος κινήσεως τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου, πανταχόθεν
συνηγμένην μοιρῶν δ μγ, συμφώνως ταῖς ἀπὸ τοῦ κανόνος συναγομέναις.[Omitted graphic marker]

39

Ἔστω γὰρ ἔκκεντρος τῆς σελήνης κύκλος ὁ ΑΒΓ περὶ διάμετρον τὴν ΑΓ, ἐφ’ ἧς τὸ μὲν τοῦ ζῳδιακοῦ κέντρον τὸ Ε, τὸ δὲ τοῦ ἐκκέντρου τὸ Δ, τὸ δὲ τῆς προσνεύσεως τὸ Ν. καὶ γεγράφθω περὶ τὸ Β ὁ ΖΜΗ ἐπίκυκλος, καὶ ἐπεζεύχθωσαν αἱ ΝΒΜ, ΖΒΕ. καὶ κάθετοι ἀπὸ τῶν Δ, Ν, ἐπὶ τὴν
5ΖΒΕ ἐκβληθεῖσαν, αἱ ΝΞ, ΚΔ. ἐπεὶ οὖν ὑπόκειται ἡ ὑπὸ ΑΕΒ γωνία τῶν ἐκ τῆς διπλῆς ἀποχῆς, οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ τοιούτων ο, οἵων δ’ αἱ δύο τξ τοιούτων ρμ, εἴη ἂν καὶ ἡ ὑπὸ ΕΔΚ λείπουσα εἰς τὰς δύο ὀρθὰς τῶν αὐτῶν μ. ὥστε καὶ ἡ ἐπὶ τῆς ΔΚ περιφέρεια μοιρῶν ἐστιν ρμ, ἡ δὲ ἐπὶ τῆς ΚΕ τῶν λοιπῶν μ, οἵων ὁ περὶ τὸ ΔΕΚ τρίγωνον
10ὀρθογώνιον τξ. καὶ τῶν ὑπ’ αὐτὰς ἄρα εὐθειῶν, ἡ μὲν ΔΚ τοιούτων ριβ με μη, οἵων ἡ ΔΕ, ρκ, ἡ δὲ ΚΕ τῶν αὐτῶν μα β λγ. καὶ οἵων ἡ ΔΕ ι ιθ, ἡ δὲ ΔΒ μθ μα, τοιούτων καὶ ἡ μὲν ΔΚ θ μβ, ἡ δὲ
ΚΕ γ λβ. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς ΔΒ ἐστὶν ͵βυξη κδ κα, ὧν τὸ ἀπὸ ΔΚ,

40

ϙδ ε, λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΒΚ, ͵βτοδ ιθ. ὧν πλευρὰ μη μδ. ἦν δὲ καὶ ἡ ΕΚ τῶν αὐτῶν γ λβ· ὅλη ἄρα ἡ ΒΕ ἔσται νβ ιϛ. ἀλλὰ καὶ ἡ ΕΞ γ λβ· τὸ γὰρ ΔΕΚ τρίγωνον τῷ ΕΝΞ τριγώνῳ ἴσον τέ ἐστιν καὶ ἰσογώνιον. ὅλη ἄρα ἡ ΒΞ γίνεται νε μη. καὶ τὸ ἀπ’ αὐτῆς ͵γριγ λη.
5ἔστιν δὲ καὶ ἡ ΝΞ θ μβ, ἴση οὖσα τῇ ΔΚ. τὸ δ’ ἀπ’ αὐτῆς τετράγωνον ϙδ ε. γίνεται οὖν τὸ ἀπὸ ΒΝ ͵γσζ μγ, ὧν πλευρὰ νϛ λη. καὶ ἐπεὶ οἵων νϛ λη ἡ ΒΝ, τοιούτων ἡ ΝΞ θ μβ, οἵων δὲ ρκ ἡ ΒΝ, τοιούτων ἡ ΝΞ κ λγ. καὶ περιφέρεια, καὶ γωνία οἵων μὲν αἱ δύο ὀρθαὶ τξ, τοιού‐ των ιθ μδ 𐅵ʹ· οἵων δ’ αἱ δ ὀρθαὶ τξ, τοιούτων ἡ ὑπὸ ΝΒΞ θ νβ.
10τοσούτων ἄρα ἐστὶν ἡ ΖΜ τοῦ ἐπικύκλου περιφέρεια. ὑποκείσθω οὖν ἡ σελήνη ἀπέχουσα τοῦ Μ ὁμαλοῦ ἀπογείου τὰς προκειμένας μοίρας ν κατὰ τὸ Η. καὶ ἐπεζεύχθω ἥ τε ΕΗ καὶ ἡ ΗΒ, καὶ κάθετος ἀπὸ τοῦ Η ἐπὶ τὴν ΖΒ ἡ ΗΛ. ἐπεὶ οὖν ἡ ΖΜ μοιρῶν ἐστιν θ νβ, ἀλλὰ καὶ ἡ ΜΗ μοιρῶν ν, ὅλη ἄρα ἡ ΖΗ ἔσται νθ νβ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΖΒΗ, οἵων μέν εἰ‐
15σιν αἱ δ ὀρθαὶ τξ, τοιούτων νθ νβ, οἵων δ’ αἱ δύο ὀρθαὶ τξ, τοιούτων ριθ μδ. καὶ ἡ ἐπὶ τῆς ΛΗ ἄρα περιφέρεια, τοιούτων ἐστὶν ριθ μδ οἵων ὁ περὶ τὸ ΒΗΛ τρίγωνον ὀρθογώνιον κύκλος τξ· ἡ δὲ ἐπὶ τῆς ΛΒ τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον ξ ιϛ. καὶ τῶν εὐθειῶν ἡ μὲν ΛΗ τοιούτων ριγ μζ οἵων ἡ ΒΗ διάμετρος ρκ, ἡ δὲ ΒΛ ὁμοίως ξ ιδ. καὶ οἵων ἄρα
20ἡ ΒΗ ε ιε, τοιούτων ἡ μὲν ΛΗ δ λβ, ἡ δὲ ΛΒ β λη. πάλιν ἐπεὶ ἡ ΒΕ

41

ἐδείχθη νβ ιϛ ἀλλὰ καὶ ἡ ΒΛ β λη, ὅλη ἄρα ἡ ΕΛ ἔσται νδ νδ. καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον ͵γιδ α. ἀλλὰ καὶ τὸ ἀπὸ τῆς ΛΗ κ λγ· τὸ ἄρα ἀπὸ τῆς ΕΗ ἔσται ͵γλδ λδ. μήκει ἄρα ἡ ΕΗ, νε ε ἔγγιστα, οἵων ἡ ΛΗ δ λβ. καὶ οἵων ἄρα ἡ ΕΗ ρκ, τοιούτων ἡ ΛΗ θ νγ, ἡ δὲ ταύτης
5περιφέρεια τοιούτων θ κζ, οἵων ὁ περὶ τὸ ΕΛΗ τρίγωνον ὀρθογώνιον κύκλος τξ. καὶ γωνία ἄρα ἡ ὑπὸ ΛΕΗ, οἵων μέν εἰσιν αἱ β ὀρθαὶ τξ, τοιούτων θ κζ, οἵων δ’ αἱ δ ὀρθαὶ τξ, τοιούτων δ μγ, συμφώνως τοῖς ἐκ τοῦ κανονίου τῆς καθόλου σεληνιακῆς ἀνωμαλίας ἐπιλογιζομένοις. ταῖς γὰρ ο μοίραις τῆς διπλῆς ἀποχῆς παράκεινται τρίτῳ σελιδίῳ μοῖραι
10θ να, αἳ καὶ προστίθενται ταῖς τῆς ἀνωμαλίας μοίραις ν· καὶ γίνεται νθ να, αἷς παράκεινται δʹ σελιδίῳ μοῖραι δ η, καὶ πέμπτῳ σελιδίῳ μοῖραι β γ. ταῖς δὲ τῆς ἀποχῆς μοίραις ο παράκεινται ϛʹ σελιδίῳ ἑξηκοστῶν ιζ ἔγγιστα. ταῦτα ἐπὶ τὰς β γ μοίρας γενόμενα, γίνεται ἑξηκοστὰ λε, ἃ καὶ προστίθημι ταῖς τοῦ τετάρτου σελιδίου μοίραις
15δ η, καὶ γίνονται ὁμοῦ δ μγ. Πάλιν ἔστω τὸ κέντρον τοῦ ἐπικύκλου ἀπέχον ἀπὸ τοῦ ἀπογείου μοί‐ ρας ρκ, διπλῆς ἀποχῆς. τὸ δὲ κέντρον τῆς σελήνης ἀπεχέτω ἀπὸ τοῦ ἀκριβοῦς ἀπογείου μοίρας ξ. καὶ ὁ ἔκκεντρος τῆς σελήνης κύκλος ἔστω οὗ κέντρον τὸ Δ, τοῦ δὲ ζῳδιακοῦ κέντρον τὸ Ε, ἡ δὲ δι’ ἀμφοτέρων τῶν κέν‐
20τρων διάμετρος ἡ ΑΔΕΓ, καὶ γεγράφθω περὶ τὸ Β κέντρον ὁ ΖΗΘ ἐπί‐ κυκλος τῆς σελήνης. καὶ ἐπεζεύχθωσαν αἱ ΔΒ, ΕΒΖ καὶ ἤχθω ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΒΖ ἐκβληθεῖσαν κάθετος ἡ ΔΛ, καὶ ἔστω τὸ κέντρον τῆς σελή‐
νης κατὰ τὸ Η. καὶ ἐπεζεύχθωσαν αἱ ΗΒ, ΕΗ, καὶ κάθετος ἐπὶ τὴν ΒΖ ἡ

42

ΗΜ. ἐπεὶ οὖν ἡ ὑπὸ ΗΒΜ γωνία, οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ, τοιούτων ἐστὶν ξ, οἵων δ’ αἱ β ὀρθαὶ τξ, τοιούτων ρκ· καὶ ἡ ἐπὶ τῆς ΗΜ ἄρα[Omitted graphic marker] περιφέρεια τῶν αὐτῶν ἔσται ρκ, οἵων ὁ περὶ τὸ ΒΗΜ τρίγωνον ὀρθογώ‐ νιον κύκλος τξ, ἡ δ’ ἐπὶ τῆς ΒΜ τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον ξ. καὶ
5τῶν ὑπ’ αὐτὰς ἄρα εὐθειῶν, ἡ μὲν ΗΜ τοιούτων ἔσται ργ νε ἔγγιστα, οἵων ἡ ΒΗ ρκ, ἡ δὲ ΒΜ τῶν αὐτῶν ξ. καὶ οἵων ἄρα ἡ ΒΗ ε ιε, τοιούτων ἡ μὲν ΗΜ δ λγ, ἡ δὲ ΜΒ β λζ λ. πάλιν, ἐπεὶ ἡ ὑπὸ ΑΕΒ γωνία οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ τοιούτων ρκ, οἵων δ’ αἱ δύο ὀρθαὶ τξ τοιού‐ των σμ, καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΔΕΛ τῶν λοιπῶν εἰς τὰς β ὀρθὰς ρκ. καὶ
10ἡ ἐπὶ τῆς ΔΛ περιφέρεια τῶν αὐτῶν ρκ, ἡ δ’ ἐπὶ τῆς ΕΛ ξ, οἵων ὁ περὶ τὸ ΔΕΛ τρίγωνον ὀρθογώνιον κύκλος τξ. καὶ τῶν ὑπ’ αὐτὰς ἄρα εὐθειῶν ἡ μὲν ΔΛ τοιούτων ἐστὶν ργ νε, οἵων ἡ ΔΕ ὑποτείνουσα ρκ, ἡ δὲ ΕΛ ὁμοίως ξ. καὶ οἵων ἄρα ἡ ΔΕ ι ιθ, ἡ μὲν ΔΛ η νϛ, ἡ δὲ ΕΛ ε ι. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς ΔΒ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΔΛ, ΛΒ, καὶ ἔστιν
15τὸ μὲν ἀπὸ τῆς ΔΒ ͵βυξη κδ, τὸ δὲ ἀπὸ τῆς ΔΛ οϛ να, λοιπὸν ἄρα

43

τὸ ἀπὸ τῆς ΒΛ ͵βτϙα λγ. μήκει ἄρα ἔσται ἡ ΒΛ μη νδ, ὦν ἡ ΕΛ ε ι, λοιπὴ ἡ ΒΕ μγ μδ. ἔστιν δὲ καὶ ἡ ΒΜ β λζ· ὅλη ἄρα ἡ ΕΜ μϛ κα, καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον, ͵βρμη ιθ. ἔστιν δὲ καὶ τὸ ἀπὸ τῆς ΜΗ κ μβ. μήκει γάρ ἐστιν ἡ ΗΜ δ λγ. τὸ ἄρα ἀπὸ τῆς ΗΕ ͵βρξθ α. μήκει
5ἄρα ἡ ΗΕ μϛ λγ, οἵων ἡ ΜΗ δ λγ. καὶ οἵων ἄρα ἡ ΕΗ ρκ, τοιούτων ἡ ΗΜ ια μγ. καὶ περιφέρεια ἐπ’ αὐτῆς, τοιούτων ια ιγ, οἵων αἱ δύο ὀρθαὶ τξ· οἵων δ’ αἱ δ ὀρθαὶ τξ, τοιούτων ε λϛ, συμφώνως τῷ κανόνι. Ταῖς γὰρ μοίραις ξ τετάρτου σελιδίου δ η, πέμπτου β γ, ἕκτου σελιδίου ἑξηκοστὰ μγ ἔγγιστα· γίνεται α κη. προσθὲς τοῖς τοῦ τετάρ‐
10του, γίνεται ε λϛ σύμφωνα. Φανερὸν δὲ διὰ τούτων τῶν θεωρημάτων καὶ τὰ περὶ τὰς ἄλλας κατα‐ γραφάς, ὅταν ἤτοι ἡ σελήνη ὑπὲρ ρπ μοίρας ἀπέχῃ τοῦ ὁμαλοῦ ἀπο‐ γείου, ἢ τὸ κέντρον τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τοῦ ἐκκέντρου, ἢ καὶ ἡ κάθετος ἡ ἀπὸ τῆς σελήνης ἀγομένη ἐπὶ τὴν ΕΒ πίπτῃ, ἢ κατ’ αὐτὸ
15τὸ Β. τῆς γὰρ σελήνης τότε ὑπὲρ ϙ μοίρας ἀπὸ τοῦ ἀπογείου ἀπεχού‐
σης ἡ κάθετος ἐπὶ τὴν ΕΒ πίπτει· ὅταν δὲ ϙ, κατ’ αὐτὸ τὸ Β.

44

(1t)

Κανόνος πραγματεία τῆς καθόλου
2tσεληνιακῆς ἀνωμαλίας.
3 «Ἵνα δὲ πάλιν καὶ διὰ τῆς κανονικῆς ἐκθέσεως μεθοδεύωμεν τὴν «ἐξ ἑτοίμου διάκρισιν ...» καὶ τὰ ἑξῆς.
5 Τὸ τρίτον σελίδιον γραμμικῶς ἐλήφθη διὰ τοῦ ϛʹ θεωρήματος, πρὸς διάκρισιν τοῦ μέσου ἀπογείου πρὸς τὸ ἀκριβές. Ὁμοίως καὶ τὸ τέταρτον, τοῦ ἐπὶ τοῦ μεγίστου ἀποστήματος, καὶ τὸ εʹ ὅπερ ἐστὶν ὑπεροχὴ τῆς συμπεπλεγμένης ἀνωμαλίας πρὸς τὴν πρώτην. Ἔστιν δὲ οὕτως γεγενημένα ὥσπερ ἐπὶ τῆς πρώτης ἀνωμαλίας. τὸν ἐπί‐
10κυκλον ἔστησεν ἐπὶ τῶν συζυγιῶν πρὸς τῷ ἀπογείῳ, τὸ δὲ κέντρον σελή‐ νης ἐκίνησεν πανταχῆ ἐπὶ τοῦ ἐπικύκλου, οὕτως καὶ ἐνταῦθα τὸ εʹ σελί‐ διον αὐτῷ γεγένηται, ὅπερ ἔχει τὰς ὑπεροχὰς τῆς δευτέρας ἀνωμαλίας πρὸς τὴν πρώτην, τοῦ μὲν ἐπικύκλου ὄντος ἀεὶ πρὸς τῷ περιγείῳ, τοῦ δὲ κέντρου τῆς σελήνης κινουμένου κατὰ πᾶσαν θέσιν ἐπὶ τοῦ ἐπικύκλου. ὡς
15μέντοι τῆς ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ ἐπὶ τὸ κέντρον τοῦ ἐπικύκλου εὐθείας λόγον ἐχούσης πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου, ὃν ἔχει τὰ ξ πρὸς τὰ η ἔγγιστα, ᾧ λόγῳ ὁ αὐτός ἐστιν καὶ ὁ τῶν λθ κβ πρὸς τὰ ε ιε. Καὶ τὸ ἕκτον δὲ σελίδιον γραμμικῶς ἐλήφθη, ὃ περιέχει τὰ ἑξηκοστὰ
20τὰ ἐπιβάλλοντα μέρη τῶν ὑπεροχῶν τουτέστιν τῶν παρακειμένων εἰς

45

τὸ πέμπτον σελίδιον. ἅτινα ἑξηκοστὰ καὶ αὐτὰ εὗρεν οὕτως· τὸν μὲν ἐπίκυκλον ἐκίνησεν κατὰ πᾶσαν θέσιν ἐπὶ τοῦ ἐκκέντρου, τὸ δὲ κέντρον τῆς σελήνης ἀεὶ ἔλαβεν ἀπέχον τοῦ ἀπογείου τοῦ ἀκριβοῦς τεταρτημόριον ἔγγιστα, τουτέστιν περὶ ϙε μοίρας, ἵνα λάβῃ τὸ πλεῖστον διάφορον τοῦ
5κατ’ ἐκεῖνον τὸν στίχον ἀριθμοῦ. Οἷον ὡς αὐτὸς ἔλαβεν ἐπικύκλου ρκ καὶ εὗρεν τὸ διάφορον μοιρῶν ϛ νδ, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν διάφορον, τοῦ ἐπικύκλου ὄντος ρκ μοι‐ ρῶν. τὸ διάφορον τοῦ ἐπικύκλου ἄρα τῆς δευτέρας ἀνωμαλίας μοίρας α νγ, οἷς ἐπέβαλλεν τὰ μβ λη ἑξηκοστά. καὶ ἀεὶ κατὰ πᾶσαν θέσιν τοῦ
10κέντρου τῆς σελήνης ἐπὶ τοῦ ἐπικύκλου ὄντος, ἐπιβάλλει τὰ μβ λη ἑξηκοστὰ τοῦ ἐπικύκλου ὄντος ρκ. Ταῦτα δὲ οὐκέτι γραμμικῶς ἔλαβεν, ἀλλὰ ἀριθμητικῶς δεῖν φησιν λαμ‐ βάνειν ὡς οὐδὲν αἰσθητὸν ποιούσης τὸ διάφορον τῆς ἀριθμητικῆς παρὰ τὸ γραμμικόν. ὡς νῦν ἡμεῖς εὕρομεν τοῦ μὲν ἐπικύκλου ὄντος ρκ τοῦ δὲ
15κέντρου τῆς σελήνης ξ τῆς συμπεπλεγμένης τὸ διάφορον ε λϛ ἔγγιστα γραμμικῶς, ὧν ἐν τῷ δʹ σελιδίῳ ἔχομεν δ η. λοιπὸν ἄρα τὸ διάφορον τῆς ὑπεροχῆς α κη λέξομεν. καὶ ἐὰν τὰ μβ λη ἑξηκοστὰ ποιήσωμεν ἐπὶ τὰ παρακείμενα τῷ κέντρῳ τῆς σελήνης, τουτέστιν ταῖς ξ μοίραις τοῦ εʹ
σελιδίου τῆς ὑπεροχῆς πρὸς τὴν πρώτην ἀνωμαλίαν, τουτέστιν ἐπὶ τὰς

46

β γ, γίνεται α κζ. ἡμεῖς δὲ εὕρομεν α κη, παρὰ μίαν ἑξηκοστήν, ἀνεπαίσθητον γινόμενον. καὶ οὕτως εὑρήσομεν τὸ διάφορον ἐπὶ πάσης θέσεως οὔσης τῆς σελήνης, τουτέστιν τοῦ κέντρου αὐτῆς, ἐπὶ τοῦ ἐπικύ‐ κλου, καὶ τοῦ ἐπικύκλου ὄντος ρκ. καὶ ὁμοίως ἐὰν ᾖ τὸ κέντρον τοῦ ἐπι‐
5κύκλου ξ, τὰ παρακείμενα ἑξηκοστὰ τῷ ἐπικύκλῳ πάσῃ θέσει ἁρμόζει ὄντος τοῦ κέντρου τῆς σελήνης ἐπὶ τοῦ ἐπικύκλου. καὶ γὰρ ἀναλόγως τὰ ἐπιβάλλοντα μέρη τῶν ὑπεροχῶν λαμβάνεται, ὥς φησιν· τὰ γὰρ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον. στήσομεν γὰρ πάλιν τὸν λόγον ἐπὶ τοῦ ἐπικύκλου ὄντος ρκ, τοῦ δὲ κέντρου τῆς σελήνης πρότερον
10ϛ. ὡς κατὰ τὴν εἰρημένην οὖν ἔφοδον δεῖ προσθεῖναι τῷ δʹ σελιδίῳ ἑξηκοστὰ ι· παράκειται γὰρ ταῖς ϛ μοίραις τῆς ἀνωμαλίας εʹ σελιδίῳ 𐆊 ιδ· καὶ ἃ μέρος ἐστὶν τὰ μβ λη ἑξηκοστὰ τῶν ξ, τὸ αὐτὸ μέρος ἐστὶν
καὶ τὰ 𐆊 ι τῶν 𐆊 ιδ.

47

Ἐὰν δὲ ᾖ τὸ κέντρον τῆς σελήνης ιβ, ὁ δὲ ἐπίκυκλος ἀεὶ μένῃ ρκ, προστίθεται τῇ πρώτῃ ἀνωμαλίᾳ, ἑξηκοστὰ κ. καὶ ὃν λόγον ἔχει τὰ κη τοῦ εʹ σελιδίου πρὸς τὰ ιδ τοῦ αὐτοῦ σελιδίου, οὕτως ἔχει καὶ τὰ κ τῆς προσθέσεως 〈πρὸς τὰ ι.〉
5 Καὶ πάλιν ὁμοίως, ἐὰν ᾖ τὸ κέντρον τῆς σελήνης ιη, προστίθεται τῇ αʹ ἀνωμαλίᾳ ἑξηκοστὰ λ. καὶ πάλιν τὸν αὐτὸν ἔχει λόγον τὰ μβ τοῦ εʹ σελιδίου πρὸς τὰ κη τοῦ αὐτοῦ σελιδίου, οὕτως τὰ λ πρὸς τὰ κ. ἀμ‐ φότερα γὰρ ἡμιόλια. Καὶ ἑξῆς οὕτως ποιοῦντες, ἀνάλογον εὑρήσομεν. τὰ γὰρ αὐτὰ μέρη
10προστίθεται τὰ μβ λη ἑξηκοστά, τουτέστιν Γβ κʹ ἔγγιστα. Καὶ ὁμοίως, ἐὰν ᾖ ὁ ἐπίκυκλος ξ, τὸ κέντρον ποιοῦντες πρῶτον ϛ, εἶτα ιβ, εἶτα ιη, καὶ ἑξῆς ὁμοίως, εὑρήσομεν πάλιν ἀνάλογον· τὰ γὰρ αὐτὰ ἑξηκοστὰ μέρη τουτέστιν τὰ ιβ κς προστίθεται, καὶ ἐπὶ μὲν τῶν ϛ, γ προστίθησιν· ἐπὶ δὲ τῶν ιβ, ϛ. καὶ ἔστιν διπλάσια τὰ ϛ τῶν γ,
15ὡς καὶ τὰ κη τῶν ιδ. ἐπὶ δὲ τῶν ιη, προστίθησιν θ. καὶ ἔστιν τὰ θ τῶν ϛ ἡμιόλια ὡς καὶ τὰ μβ τῶν κη, καὶ ἐξ ἀναλόγου τὰ προστιθέμενα τοῖς παρακειμένοις τῷ εʹ σελιδίῳ τοῖς μέρεσιν. ἔλαβεν δὲ τὰ ἑκάστῳ στίχῳ τῷ ἐπικύκλῳ παρακείμενα, ἐπιβάλλοντα πάσῃ θέσει τοῦ κέντρου τῆς σελήνης ὄντος ἐπὶ τοῦ ἐπικύκλου, ἐπειδήπερ ἑώρα ἀνεπαίσθητα αὐτὰ
20γινόμενα τοῖς γραμμικοῖς, καὶ ὅτι ἀμήχανον ἦν αὐτὸν τοσούτους κανόνας ποιῆσαι κατὰ α μοῖραν τῆς κινήσεως τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου, καὶ ἅπασαν θέσιν κινοῦντα τὸ κέντρον τῆς σελήνης ἐπὶ τοῦ ἐπικύκλου ἐὰν γὰρ ἑκατοντάκις καὶ ὀγδοηκοντάκις κινήσωμεν τὸν ἐπίκυκλον κατὰ μοῖραν α κινοῦντες, καὶ καθ’ ἑκάστην μοῖραν τὸ κέντρον τῆς σελήνης
25κατὰ πᾶσαν θέσιν ἐπὶ τοῦ ἐπικύκλου, ἕξομεν ρπ σελίδια τοῦ κανόνος, ὅπερ ἦν αὐτῷ ἀμήχανον, καὶ τοῖς ἐν τυγχάνουσιν πράγματα μὴ ὑφισταμένοις, τὸν κατὰ τὸν ... τῶν συλλογισμῶν. συνάγονται οὖν τοῦ κανόνος τῆς ἀνω‐
μαλίας τῆς σελήνης οἱ πάντες συλλογισμοὶ κατὰ Πτολεμαῖον ρπ· τουτέσ‐

48

τιν τοῦ μὲν ἀπογείου τοῦ ἐκκέντρου καὶ τοῦ δʹ σελιδίου, με· τοῦ δὲ περιγείου καὶ τοῦ εʹ σελιδίου, ἄλλοι με· τοῦ δὲ ἕκτου σελιδίου καὶ τῆς κινήσεως τοῦ ἐπικύκλου διὰ τῆς ἐφαπτομένης εὐθείας, ἕτεροι με. καὶ ὁμοίως τοῦ γʹ σελιδίου καὶ τῆς προσνεύσεως τοῦ ἐπικύκλου, οἱ λοιποὶ
5συλλογισμοὶ με· ὡς εἶναι πάντας συλλογισμοὺς ρπ διὰ γραμμῶν εἰ‐
λημμένους.

49

(1t)

Περὶ τῆς καθόλου σεληνιακῆς ψηφοφορίας.
2 Ταῦτα μὲν οὖν περὶ τῆς τοῦ κανόνος πραγματείας. αἰτία δὲ τῆς ψηφο‐ φορίας τοιαύτη τίς ἐστιν· οἷον ἐὰν ᾖ κύκλος ἔκκεντρος τῆς σελήνης ὡς ὁ ΑΒΓ, περὶ διάμετρον τὴν ΑΓ, καὶ κέντρον τὸ Δ, κέντρον δὲ τοῦ ζῳδια‐
5κοῦ νοήσωμεν τὸ Ζ, καὶ περὶ τὰ Α, Β, Γ γράψωμεν ἴσους ἐπικύκλους τοὺς ΚΕ, ΝΠ, ΛΜ, ὧν ἀπόγεια τὰ Ε, Ν, Μ, καὶ ἀπολάβωμεν ἴσας περιφερείας, τὰς ΕΚ, ΝΠ, ΛΜ, καὶ ἐπιζεύξωμεν τὰς ΖΚ, ΖΠ, ΖΛ, καὶ ἀγάγωμεν ἐφαπ‐ τομένας τῶν ἐπικύκλων τὰς ΖΘ, ΖΟ, ΖΗ· συγχρώμεθα τῷ εἶναι ὡς τὴν τῶν ὑπὸ ΓΖΗ, ΑΖΘ γωνιῶν ὑπεροχὴν πρὸς τὴν τῶν ὑπὸ ΒΖΟ, ΑΖΘ γω‐
10νιῶν ὑπεροχήν, οὕτως τὴν τῶν ὑπὸ ΜΖΛ, ΕΖΚ γωνιῶν ὑπεροχὴν πρὸς τὴν
τῶν ὑπὸ ΝΖΠ, ΕΖΚ γωνιῶν ὑπεροχήν. οἷον ἐπικύκλου ὄντος μοιρῶν ρκ

50

καὶ ἀνωμαλίας ἀπὸ τοῦ ἀκριβοῦς ἀπογείου μοιρῶν ξ, γίνεται τὸ διάφορον μοίρας α κζ. ἡ γὰρ ὑπὸ τῶν ΜΖΗ μοιρῶν ἐστιν ζ μ, ἡ δὲ ὑπὸ ΑΖΘ μοι‐[Omitted graphic marker] ρῶν ε α, ὧν ἡ διαφορὰ μοιρῶν β λθ· ἡ δὲ ὑπὸ τῶν ΝΖΟ μοιρῶν ϛ νγ, ἡ δὲ ὑπὸ τῶν ΑΖΘ μοιρῶν ε α, ὧν ἡ διαφορὰ μοιρῶν α νβ. καὶ λόγος
5ἐστὶν τῶν β λθ πρὸς α νβ, ὃν ἔχει τὰ ξ πρὸς μβ λη. καὶ πάλιν ἡ τῶν ὑπὸ ΜΖΛ, ΕΖΚ ὑπεροχὴ μοιρῶν ἐστιν β γ. ὥστε καὶ ἡ τῶν ὑπὸ ΝΖΠ, ΕΖΚ ὑπεροχὴ μοίρας γίνεται α κζ. αἱ γὰρ μοῖραι β γ ἐπὶ τὰ [ο] μβ λη γενόμεναι καὶ παρὰ τὸν ξ τῶν γενομένων μερισθέντων, γίνεται μοῖ‐ ρα α κζ· ἀνθ’ ὧν τὸ γραμμικὸν ἤγαγεν μοῖραν α κη· ὥστε τὴν ὑπὸ
10ΝΖΗ γίνεσθαι μοιρῶν ε λε.

51

[Omitted graphic marker] Παράκειται δὲ τοῖς εἰρημένοις σελιδίοις καὶ ζʹ σελίδιον, ἐπιγραφὴν ἔχον πλάτους. δύναται γὰρ διασημαίνειν τὰ μεγέθη τῶν ἀπολαμβανομέ‐ νων περιφερειῶν μεταξὺ τοῦ διὰ μέσων τῶν ζῳδίων καὶ τοῦ λοξοῦ τῆς
5σελήνης κύκλου, κατὰ τοὺς γραφομένους μεγίστους κύκλους διά τε τῶν πόλων τοῦ διὰ μέσων τῶν ζῳδίων καὶ τῶν ἐπὶ τοῦ λοξοῦ τῆς σελήνης λαμβανομένων σημείων, ἤτοι κατὰ μοιριαίας περιφερείας, ἢ καὶ καθ’ ἑτέρας. Γέγονε δὲ καὶ ἡ τοῦ σελιδίου τούτου πῆξις διὰ τοῦ θεωρήματος, δι’ οὗ
10καὶ τὸ τῆς λοξώσεως τοῦ ἡλίου κανόνιον ἐπραγματεύσατο, ἐνθάδε μέντοι ὡς τῆς ἐγκλίσεως τοῦ σεληνιακοῦ κύκλου ε μοιρῶν ἀπολαμβανού‐ σης τοῦ διὰ τῶν πόλων ἀμφοτέρων τῶν κύκλων, ὡς ἐν τοῖς ἑξῆς ἀποδειχ‐
θησομένοις ἔσται δῆλον.

52

(1t)

Ὅτι μηδὲν ἀξιόλογον γίνεται διάφορον
2tἐν ταῖς συζυγίαις παρὰ τὸν ἔκκεντρον
3tτῆς σελήνης κύκλον.
4«Ἐπεὶ δὲ ἀκόλουθόν ἐστιν διστάσαι τινάς, μήποτε καὶ περὶ τὰς συνό‐
5«δους καὶ πανσελήνους καὶ τὰς ἐν αὐταῖς ἐκλείψεις ἀξιόλογός τις δια‐ «φορὰ παρακολουθήσει ...», καὶ τὰ ἑξῆς ἄχρι τοῦ τέλους τοῦ θʹ θεωρήμα‐ τος. Βούλεται δεῖξαι διὰ τοῦ ηʹ καὶ θʹ θεωρήματος ὅτι κἂν πρὸς ἄλλῳ τόπῳ τὸ κέντρον τοῦ ἐπικύκλου συμβαίνῃ εἶναι, καὶ μὴ κατὰ τὸ ἀπόγειον
10τοῦ ἐκκέντρου κατὰ τὸν τῆς ἀκριβοῦς συνόδου ἢ τῆς πανσελήνου χρόνον, οὐδὲν ἄτοπον ἐπακολουθήσει περὶ τὸν λόγον τοῦ ἀποστήματος τοῦ κέν‐ τρου τοῦ ἐπικύκλου πρὸς τὴν ἐκ τοῦ κέντρου αὐτοῦ, ἀλλ’ ὁ αὐτὸς διαμένων
εὑρεθήσεται πρὸς αἴσθησιν τῷ διὰ τῶν ἐκλείψεων ἀποδεδειγμένῳ ξ πρὸς

53

ε ιε· τὰ δ’ ἐκ τούτου συναγόμενα τῆς ἀνωμαλίας διάφορα τὰ αὐτὰ εἶναι τοῖς κατὰ τὴν πρώτην ὑπόθεσιν συναγομένοις· ὥστε καὶ τὰ περὶ τὰς ἐκλείψεις φαινόμενα μηδενὶ διοίσειν αἰσθητῷ, κἂν μὴ συνεπιλογίζηται τὸ παρὰ τὸν ἔκκεντρον κύκλον τῆς ἀνωμαλίας μέγεθος κατὰ δύο τρόπους
5δυνάμενον διαφέρειν τῆς κατὰ τὸ ἀπόγειον τοῦ ἐκκέντρου θέσεως τοῦ ἐπικύκλου, διά τε τὸ περιγειότερον αὐτὸν γινόμενον μείζονα πρὸς τῇ ὄψει γωνίαν ἀπολαμβάνειν, καὶ τὸ τὴν πρόσνευσιν τῆς διὰ τοῦ ὁμαλοῦ ἀπογείου τοῦ ἐπικύκλου διαμέτρου πρὸς τὸ ἴσην ἀπέχον διάστασιν σημεῖον τῷ κέντρῳ τοῦ ἐκκέντρου καὶ ἐπὶ τὰ ἐναντία αὐτοῦ ὂν πάντοτε νεύειν, καὶ μὴ
10πρὸς τὸ κέντρον τοῦ ζῳδιακοῦ ὡς ἀνώτερον ἀπέδειξεν. ἐπεὶ οὖν τὸ μὲν παρὰ τὴν πρώτην αἰτίαν διάφορον, ὅπερ ἐστὶν τοῦ πέμπτου σελιδίου, πλεῖσ‐ τον συνίσταται ὅταν καὶ τὸ παρὰ τὴν ἀνωμαλίαν τῆς σελήνης διάφορον δʹ σελιδίου πλεῖστον ᾖ· δείκνυται δὲ τοῦτο διὰ τοῦ ηʹ θεωρήματος ἑξη‐ κοστὰ β, τῆς σελήνης ἀφαιρούσης τὸ μέγιστον μοίρας ε, καὶ τοῦ ἡλίου
15προστιθέντος τὸ πλεῖστον μοίρας β κγ. τὸ δὲ κατὰ τὴν δευτέραν ὅταν ἡ σελήνη κατὰ τὸ ἀπόγειον ἢ τὸ περίγειον τοῦ ἐπικύκλου ᾖ· καὶ τοῦτο δὲ διάφορον πλεῖστον δείκνυται διὰ τοῦ θʹ θεωρήματος ἑξηκοστὰ δ, τῆς σελήνης κατὰ τὸ μέσον περίγειον τοῦ ἐπικύκλου τυγχανούσης, καὶ τοῦ ἡλίου τὸ πλεῖστον μοίρας β κγ προστιθέντος. δῆλον ὅτι ὅταν μὲν τὸ
20παρὰ τὴν πρώτην αἰτίαν διάφορον πλεῖστον συμβαίνῃ, περὶ ϙε μοίρας σελήνης οὔσης ἀπὸ τοῦ ὁμαλοῦ ἀπογείου, τότε τὸ παρὰ τὴν δευτέραν, τουτ‐ έστιν τὴν τοῦ ἐπικύκλου πρόσνευσιν ἀνεπαίσθητον ἔσται παντελῶς. ἐπεί‐
περ καὶ ὅλαις μοίραις ιε τῆς διπλῆς ἀποχῆς, ἃς οὐχ οἷόν τε ἀποστῆναι

54

τὸ κέντρον τοῦ ἐπικύκλου τοῦ ἀπογείου τοῦ ἐκκέντρου ἐν ταῖς συζυγίαις, παράκειται τρίτῳ σελιδίῳ ἐν τῷ κανόνι τῆς καθόλου σεληνιακῆς ἀνωμαλίας μοῖραι β ιγ. καὶ ἐὰν ταύτας προσθῶμεν ταῖς ϙε μοίραις τῆς ἀνωμαλίας τῆς σελήνης γίνονται ϙζ ιγ. καὶ παράκεινται ταῖς ϙε πέμπτῳ σελιδίῳ
5μοῖραι β λη, καὶ ταῖς ϙζ ιγ αἱ αὐταὶ β λη. οὐκ ἐποίησεν ἄρα διάφο‐ ρον διὰ τὸ τὴν σελήνην ἐπὶ τῶν ἐφαπτομένων εὐθειῶν οὖσαν περὶ τὰς ϙε μοίρας ἐπὶ πολὺ τὴν προσθαφαίρεσιν ἀδιάφορον ποιεῖν. ἀπὸ γὰρ ϙ ἕως ϙϛ ἡ προσθαφαίρεσις τοῦ δʹ σελιδίου, δ νθ καὶ ε α, ὡς εἶναι τὴν δια‐ φορὰν ἑξηκοστῶν β.
10 Δυνατὸν δὲ ἔσται τὴν ἀκριβῆ συζυγίαν τῆς μέσης διενεγκεῖν συναμφο‐ τέροις τοῖς παρὰ τὴν ἀνωμαλίαν διαφόροις μοίραις ζ κδ, ἑκατέρου τῶν φώτων τοῦ μὲν κατὰ πρόσθεσιν ὄντος, τοῦ δὲ κατὰ ἀφαίρεσιν, ὡς τοῦ ἡλίου ἀκινήτου μένοντος ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀκριβοῦς συζυγίας καὶ τῆς μέσης.
15 Ὅταν δὲ τὸ κατὰ τὴν δευτέραν τῆς προσνεύσεως διάφορον πλεῖστον συμ‐ βαίνῃ, τότε τὸ παρὰ τὴν πρώτην πάλιν ἀνεπαίσθητον ἔσται, διὰ τὸ καὶ ὅλον τὸ παρὰ τὴν ἀνωμαλίαν ἢ μηδέ, ἢ βραχὺ παντάπασι γίνεσθαι, τῆς σελήνης περὶ τὸ ἀπόγειον ἢ περίγειον τοῦ ἐπικύκλου τυγχανούσης. ἐπεί‐ περ καὶ ὅλαις μοίραις ε τῆς διπλασίας ἀποχῆς, ἃς οὐχ οἷόν τε ἀποστῆ‐
20ναι τὸ κέντρον τοῦ ἐπικύκλου ἐν ταῖς τοιαύταις συζυγίαις ἀπὸ τοῦ ἀπο‐ γείου τοῦ ἐκκέντρου γʹ σελιδίῳ παράκειται 𐆊 με, καὶ γίνονται ρπ με·
αἷς παράκειται δʹ σελιδίῳ 𐆊 δ, καὶ εʹ, 𐆊 β, καὶ ϛʹ, 𐆊 𐆊. ὥστε εἶ‐

55

ναι τὰ τοῦ δʹ μόνα ἑξηκοστὰ δ. διοίσει δ’ ἡ ἀκριβὴς συζυγία τῆς μέσης μόνῳ τῷ παρὰ τὴν ἡλιακὴν ἀνωμαλίαν διαφόρῳ, ὡς τοῦ ἡλίου πάλιν ἀκι‐ νήτου μένοντος ἐν τῷ μεταξὺ χρόνῳ τῆς μέσης συζυγίας καὶ τῆς ἀκριβοῦς.[Omitted graphic marker] Ἐκκείσθω δὴ ἡ διὰ τοῦ ἀπογείου καὶ περιγείου τοῦ ἐκκέντρου διάμετρος
5ἡ ΑΔΕΖΓ, ἐφ’ ἧς τὸ μὲν τοῦ ζῳδιακοῦ κέντρον τὸ Ε, τὸ δὲ τοῦ ἐκκέντρου τὸ Δ, τὸ δὲ τῆς προσνεύσεως τοῦ ἐπικύκλου τὸ Ζ. καὶ νοείσθω τὸ μὲν Α σημεῖον τὸ ἀπογειότατον τοῦ ἐκκέντρου, τὸ δὲ Γ τὸ περιγειότατον, καὶ τοῦ ΝΞ ἐπικύκλου κατὰ τὸ Α ἀπόγειον τεταγμένου, ἤχθω αὐτοῦ ἐφαπτομένη ἡ ΕΝ.
10 Ἐπεὶ οὖν οὕτως ἔχοντος τοῦ ἐπικύκλου ἐνδέχεται τὴν σελήνην ἤτοι κατὰ τὸ ἀπόγειον τοῦ ἐπικύκλου εἶναι, ἢ κατὰ τὸ περίγειον, ἢ κατὰ τὸ Ν τῆς ἁφῆς σημεῖον, ἢ κατ’ ἄλλο τι τοῦ ἐπικύκλου σημεῖον, μὴ πάντως τοῦ ἡλίου πίπ‐ τοντος ἐπὶ τῆς αὐτῆς εὐθείας τῆς ἐπιζευγνυούσης τό τε Ε κέντρον τοῦ διὰ μέσων καὶ τὸ τῆς σελήνης κέντρον, φανερὸν ὅτι οὐ πάντως κατὰ τὴν τοιαύ‐
15την τοῦ ἐπικύκλου θέσιν ἐπιτελεσθῆναι δεῖ τὴν ἀκριβῆ σύνοδον ἢ πανσέ‐

56

ληνον. πίπτοντος γὰρ καὶ τοῦ ἡλίου κατὰ τῆς ΕΝ εὐθείας φέρ’ εἰπεῖν, τῆς σελήνης οὔσης πρὸς τῷ Ν τῆς ἁφῆς σημείῳ, δῆλον ὡς καὶ σύνοδος καὶ πανσέληνος εἰ τύχοι ἀκριβὴς ἐπιτελεσθήσεται, τοῦ κέντρου τοῦ ἐπικύ‐ κλου κατὰ τὸ Α ἀπογειότατον σημεῖον ὄντος.
5 Παραλλασσέτω οὖν ὁ ἥλιος τὴν σελήνην ἔν τινι συζυγίᾳ, κατὰ τὴν ὑπο‐ κειμένην τοῦ ἐπικύκλου θέσιν τῆς μὲν σελήνης οὔσης, πρὸς τῇ ΕΝ ἐφαπτο‐ μένῃ, κατὰ μεγίστην ἀφαίρεσιν τῶν ε α μοιρῶν· τοῦ δὲ ἡλίου πρὸς τῇ ΕΘ εὐθείᾳ κατὰ μεγίστην πρόσθεσιν τῶν β κγ μοιρῶν· ἵνα καὶ ἡ ὑπὸ ΝΕΘ γωνία τὰς συναμφοτέρας περιέχῃ μοίρας ζ κδ, οἵων ἡ α ὀρ‐
10θὴ ϙ. Ἐπεὶ οὖν ἐν ᾧ χρόνῳ ἡ σελήνη κατὰ μέσην κίνησιν συμμεταπίπτουσα τῷ ἐπικύκλῳ καὶ τῇ ΕΝ εὐθείᾳ κινεῖται τὸ τῆς ὑπὸ ΝΕΘ γωνίας μέγεθος μοιρῶν ζ κδ ὑποκείμενον, ἐν τούτῳ καὶ ἡ ΕΘ συμμεταπίπτουσα τῷ ἡλίῳ κινεῖται τὸ ιγʹ αὐτῶν μέρος 𐆊 λδ ἔγγιστα· ἐν ὅσῳ δὲ πάλιν ἡ σε‐
15λήνη τὰ 𐆊 λδ κινεῖται, ἐν τούτῳ καὶ ὁ ἥλιος τὸ ιγʹ αὐτῶν μέρος 𐆊 γ, ἃ συντεθέντα μετὰ τῶν ἐξ ἀρχῆς ποιεῖ μοίρας η α, ἃς δεήσει κινηθῆναι τὸν ἐπίκυκλον καὶ τὴν ΕΝ εὐθεῖαν ἔχουσαν τὴν σελήνην, ἕως ἂν ἐφαρμό‐ σῃ ἡ ΕΝ ἐπὶ τὴν ΕΘ σύνεγγυς, καὶ αὐτὴ ἐφαπτομένη γινομένη· κεκι‐ νήσθω οὖν τὸ κέντρον τοῦ ἐπικύκλου καὶ θέσιν ἐχέτω κατὰ τὸ Β
20ὥστε τὴν ΕΘ ἐφαπτομένην εἶναι, καὶ τὴν σελήνην σύνεγγυς κατὰ τὸ Θ τῆς ἁφῆς σημεῖον, καὶ ἑκατέραν τῶν ὑπὸ ΝΕΘ, ΑΕΒ γωνιῶν η α μοι‐ ρῶν εἶναι. ἀλλ’ ἐπεὶ πάλιν ἐν ᾧ χρόνῳ ἡ ΕΝ ἐπὶ τὴν ΕΘ ἐφαρμόζει, ἐν τού‐ τῳ καὶ ὁ ἔκκεντρος κύκλος κατὰ τὴν ἰδίαν ὑπόθεσιν περὶ τὸ Ε κέντρον στρε‐ φόμενος ἐπὶ τὰ προηγούμενα μεταπίπτει, μεταπιπτέτω καὶ ἔστω ἡ διὰ
25τῶν κέντρων καὶ τοῦ ἀπογείου διάμετρος ἡ ΚΗΕΛΜ, τοῦ Κ ἀπογείου ὄν‐ τος, καὶ τοῦ Η ἀντὶ τοῦ Δ κέντρου τοῦ ἐκκέντρου, καὶ τοῦ Λ ἀντὶ τοῦ Ζ προσνευτικοῦ σημείου, καὶ τοῦ Μ ἀντὶ τοῦ Γ, ὥστε ἀποχῆς εἶναι διπλῆς
τὴν ὑπὸ ΚΕΒ γωνίαν.

57

Δεῖ οὖν ταύτην πορίσασθαι, καὶ δίδοται οὕτως. ἐπεὶ γὰρ ὑπόκειται ἡ τῆς ΕΒ εὐθείας ἡμερησία κίνησις ἀπὸ τοῦ Α ἀπογείου μοιρῶν ιγ ιδ, ἡ δὲ τῆς ΕΚ ἐπὶ τὰ ἐναντία ια θ, καὶ ἔστιν ὡς τὰ ιγ ιδ πρὸς τὰ ια θ, οὕτως η α πρὸς ϛ με· γίνεται ἄρα καὶ ἡ τοῦ ἐκκέντρου κίνησις
5ἐν τῷ ἴσῳ χρόνῳ μοιρῶν ϛ με. αἳ συντεθεῖσαι μετὰ τῶν μοιρῶν η α, ποιοῦσιν σύνεγγυς μοίρας ιδ μη. ἃς καὶ ὑποθέμενος διὰ τῶν ἀριθμῶν τῆς ὑπὸ ΑΕΒ γωνίας ἀντὶ τῆς ὑπὸ ΚΕΒ, ἔδειξεν τὸ τῆς ὑπὸ ΘΕΒ γωνίας μέγεθος μοιρῶν ε γ ἀντὶ ε α τῶν κατὰ τὸ ἀπόγειον ἀποδεδειγμένων· ὡς εἶναι τὴν ὑπεροχὴν ἑξηκοστῶν β, ἅπερ οὐδὲ ιϛʹ δύναται μιᾶς ὥρας
10διαψευσθῆναι· κινεῖται γὰρ ἡ σελήνη ἐν μιᾷ ὥρᾳ ἰσημερινῇ ἑξηκοστὰ λβ. ὥστε καὶ τὰ β ἑξηκοστὰ τῆς διαφορᾶς ὡς ἐν ιϛʹ μέρει μιᾶς ὥρας ἰσημερινῆς κινηθήσεται. ἐὰν δὲ ὡς ἀκίνητον λάβωμεν τὸν ἥλιον ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀκριβοῦς συζυγίας καὶ τῆς μέσης, ἔτι μᾶλλον τὰ διάφορα ἐλάσσονα καὶ τῶν βʹ ἑξηκοστῶν εὑρεθήσεται, προσαποστή‐
15σεται γὰρ ἡ ΕΒ τῆς ΕΚ ἐλάσσονα γωνίαν τῆς ὑπὸ ΒΕΚ, οὕτως· ἐπεὶ τὸ ἡμερήσιον τῆς ΕΒ εὐθείας κίνημά ἐστιν ιγ ιδ, τὸ δὲ τῆς ΕΚ ια θ, ἡ δ’ ὑπὸ ΑΕΒ ἐστὶν ζ κδ, καὶ ἔστιν ὡς τὰ ιγ ιδ πρὸς τὰ ια θ, οὕτως ζ κδ πρὸς ϛ ιδ ϛ· γίνονται ἐπὶ τὸ αὐτὸ μοῖραι ιγ λη ϛ, ἐλάσσους τῶν ιδ μη. πρὸς ἃς τὰ β ἑξηκοστὰ διάφορα δέδεικται, τοῦ ἡλίου μὴ μέ‐
20νοντος ἀκινήτου ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀκριβοῦς συζυγίας καὶ τῆς μέ‐
σης.

58

«Πάλιν ὑποκείσθω,» φησίν, «ἡ σελήνη κατὰ τὸ Λ μέσον περίγειον, ἵνα «δηλονότι ἡ ὑπὸ ΑΕΒ γωνία τὰς διπλασίονας ἔγγιστα περιέχῃ, μόνης «τῆς ἡλιακῆς ἀνωμαλίας.». Καὶ ἐνταῦθα φαίνεται οὐχ ὡς ἀκίνητον τὸν ἥλιον ὑποθέμενος ἐν τῷ
5μεταξὺ τῆς ἀκριβοῦς συζυγίας καὶ ἐπὶ τῆς μέσης χρόνῳ ἐν ᾧ γὰρ πάλιν ἡ φέρουσα τὸν ἐπίκυκλον εὐθεῖα κινεῖται τὰς β κγ μοίρας, ἐν τούτῳ ὁ ἥλιος κινηθήσεται 𐆊 ια· ἐν ᾧ δὲ ταῦτα ἡ φέρουσα τὸν ἐπίκυκλον, ὁ ἥλιος 𐆊 α. ἃ συντεθέντα μετὰ τῶν β κγ, γίνεται β λε. καὶ ἔστιν ὡς τὰ ιγ ιδ πρὸς τὰ ια θ, οὕτως τὰ β λε πρὸς β ια. ταῦτα
10συντεθέντα ποιεῖ μοίρας δ μϛ, ἃς ὑποθέμενος τοῦ μεγέθους τῆς ὑπὸ ΑΕΒ γωνίας ἐν τῷ θʹ θεωρήματι δείκνυσι διὰ τῶν ἀριθμῶν τὸ παρὰ τὴν ἀνωμαλίαν τῆς σελήνης διαφορεῖν ἑξηκοστοῖς δ, μηδ’ ὄγδοον μιᾶς ὥρας ἰσημερινῆς δυναμένοις, ὅσον καὶ παρ’ αὐτὰς τὰς τηρήσεις οὐ παρά‐ δοξον ἔσται πλεονάκις διαπεσεῖν.
15 Καὶ ἐνταῦθα δ’ ἐὰν ὡς ἀκίνητον ὑποθώμεθα τὸν ἥλιον τῷ μεταξὺ χρόνῳ τῆς ἀκριβοῦς συζυγίας καὶ τῆς μέσης, μειοῦται τὸ τῆς διπλῆς ἀποχῆς μέ‐ γεθος· ἔστιν γὰρ ὡς τὰ ιγ ιδ πρὸς ια θ, οὕτως β κγ πρὸς τὰ β 𐆊 λ. καὶ δῆλον ὡς τοῦ ἐκκέντρου μεταπίπτοντος τὰς β 𐆊 λ, καὶ τῆς φερού‐
σης τὸν ἐπίκυκλον εὐθείας τὰς β κγ, προσαποστήσονται ἀλλήλων αἱ

59

κινήσεις ἐναντίαι οὖσαι τὰς ἐπὶ τὸ αὐτὸ τῆς διπλῆς ἀποχῆς δ κγ λ. καὶ διὰ τοῦτο τὸ μὲν τῆς ΕΒ εὐθείας μέγεθος αὔξεται, τὸ δὲ τῆς ὑπὸ ΑΕΒ γωνίας μειοῦται. ὥστε τὸ παρὰ τὴν ἀνωμαλίαν τῆς σελήνης ἔλασσον ἢ δ ἑξηκοστῶν ἔσται.
5 Ἀποδέδεικται μὲν οὖν ὅτι, κἄν τε περὶ τὴν ἐφαπτομένην τοῦ ἐπικύ‐ κλου ἡ σελήνη τυγχάνῃ, κἄν τε περὶ τὸ περίγειον αὐτοῦ, μὴ ὄντος κατὰ τὸ ἀπόγειον τοῦ ἐκκέντρου τοῦ κέντρου τοῦ ἐπικύκλου ἐν τῷ χρόνῳ τῆς ἀκριβοῦς συνόδου ἢ πανσελήνου, οὐδὲν ἄτοπον ἔσται περὶ τὸν λόγον τοῦ ἀποστήματος καὶ τῆς ἀνωμαλίας ἢ τῶν κατὰ τὰς ἐκλείψεις φαινομένων.
10 Ἕπεται δὲ τούτοις, εἰ καὶ πρὸς τοῖς λοιποῖς τοῦ ἐπικύκλου τόποις ἡ σελήνη τυγχάνοι, τὸ αὐτὸ τοῦτο δείκνυσθαι, καὶ διὰ τῶν γραμμῶν καὶ διὰ τοῦ κανονίου τῆς καθόλου σεληνιακῆς ἀνωμαλίας. Οἷον ἐὰν ὑπάρχῃ κατὰ τὸ ὁμαλὸν ἀπόγειον ἡ σελήνη τῆς αὐτῆς διαστά‐ σεως οὔσης τῶν δ μϛ μοιρῶν διπλῆς ἀποχῆς, ἐπεὶ παράκειται αὐ‐
15ταῖς τρίτῳ σελιδίῳ 𐆊 με, γίνεται ὁ τῆς ἀνωμαλίας ἀριθμὸς 𐆊 με· αἷς παράκειται τετάρτῳ σελιδίῳ 𐆊 γ, ἕκτω σελιδίῳ 𐆊 𐆊· γίνεται 𐆊 γ τὰ διάφορα. Ἐάν τε μεταξὺ τοῦ ἀπογείου καὶ τῆς ἐφαπτομένης ἡ σελήνη τυγχάνῃ, οἷον ἀπέχουσα τοῦ ὁμαλοῦ ἀπογείου μοίρας με, καὶ οὕτως τὸ διάφορον γί‐
20νεται 𐆊 γ. ταῖς γὰρ με μοίραις παράκεινται τετάρτῳ σελιδίῳ μοῖραι γ κ. εἰσὶν δὲ καὶ ἡλίου τοῦ πλείστου διαφόρου μοῖραι β κγ· γίνονται μοῖραι ε μγ. ὧν ἡ διπλῆ ποιεῖ τὰς τῆς διπλῆς ἀποχῆς ια κϛ, αἷς παρά‐ κειται τρίτῳ σελιδίῳ α μβ, ἕκτῳ σελιδίῳ 𐆊 𐆊· γίνονται ἀνωμαλίας μοῖραι μϛ μβ, αἷς παράκεινται τετάρτῳ σελιδίῳ γ κγ· ταῖς δὲ με,
25γ κ. ὡς εἶναι τὴν ὑπεροχὴν 𐆊 γ.

60

Πάλιν ἐὰν μεταξὺ τοῦ περιγείου καὶ τῆς ἐφαπτομένης ἡ σελήνη τυγ‐ χάνῃ, οἷον τοῦ τῆς ἀνωμαλίας αὐτῆς ἀριθμοῦ ἀπὸ τοῦ ὁμαλοῦ ἀπογείου ὄντος ρλε μοιρῶν· ἐπειδὴ ταύταις παράκεινται τετάρτῳ σελιδίῳ μοῖραι γ μϛ, εἰσὶν δὲ καὶ ἡλίου β κγ, γίνονται μοῖραι ϛ θ, ὧν ἡ διπλῆ
5ποιεῖ ιβ ιη, τῆς διπλῆς ἀποχῆς. ταύταις δὲ παράκεινται τρίτῳ σελιδίῳ μοῖρα α μθ, εἰς ἣν θέσιν γίνονται ἀνωμαλίας ρλϛ μθ. αἷς παράκεινται τετάρτῳ σελιδίῳ γ λθ, ἕκτῳ 𐆊 𐆊. ὑπεροχὴ οὖν τῶν γ μϛ πρὸς γ λθ, 𐆊 ζ. Ὥστε κατ’ οὐδεμίαν θέσιν τῆς σελήνης ἐπὶ τοῦ ἐπικύκλου οὔσης συμ‐
10βήσεται αἰσθητὸν τὸ διάφορον τῆς ἀνωμαλίας γενέσθαι παρὰ τὴν πρώτην ὑπόθεσιν ἐν ταῖς συζυγίαις. Τὰ δ’ αὐτὰ νοεῖν δεῖ καὶ κατ’ ἀμφοτέρας τὰς διχοτομίας γινόμενα. ὅταν γὰρ τὸ κέντρον τοῦ ἐπικύκλου παραλλάσσῃ τὴν κατὰ τὸ περίγειον θέ‐ σιν ὡς πρὸς αἴσθησιν, τὰ αὐτὰ τῆς ἀνωμαλίας διάφορα συναχθήσεται τοῖς
15καὶ κατ’ αὐτὸ τὸ περίγειον συναγομένοις. οἷον ἀποχῆς μοιρῶν σο, δευτέρας διχοτομίας σελήνης κατὰ ἀφαίρεσιν τῶν ε α μοιρῶν οὔσης καὶ ἡλίου κατὰ πρόσθεσιν τῶν β κγ, γίνεται διπλῆ ἀποχὴ ρπ καὶ ιδ μϛ· γίνονται ρϙδ μϛ. αἷς παράκεινται τρίτῳ σελιδίῳ ε η, ἕκτῳ ἑξηκοστὰ νθ. καὶ τῷ τῶν ϙε ἀριθμῷ τῆς ἀνωμαλίας τετάρτῳ σελιδίῳ παράκεινται
20ε α. γίνονται ἀνωμαλίας πρὸς τὸ ἀκριβὲς ἀπόγειον μοῖραι ρ καὶ ἑξη‐ κοστὰ η. αἷς παράκεινται δʹ σελιδίῳ μοῖραι ε 𐆊, εʹ σελιδίῳ β λη. ταῦτα ἐπὶ τὰ 𐆊 νθ γίνονται μοῖραι β λε. ταύτας ἐὰν προσθῶμεν ταῖς ε α μοίραις, γίνονται ζ λϛ ἀντὶ τῶν κατὰ τὸ περίγειον ἀποδεδειγμένων μοι‐ ρῶν ζ μ.
25Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τῆς σελήνης κατὰ τὸν ἐπίκυκλον τόπων

61

καὶ τῆς πρώτης διχοτόμου δείκνυται καὶ διὰ τῶν γραμμῶν καὶ διὰ τῶν ἀριθμῶν τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον ἀνεπαίσθητον. ἀκριβεστέρα δὲ ἡ διὰ τῶν γραμμῶν λῆψις, διὰ τὰ ἔγγιστα τῶν ἑξηκοστῶν οὗ δὴ καὶ αὐτὸς ἕνεκεν, οὐ διὰ τῶν ἀριθμῶν, διὰ δὲ τῶν γραμμῶν ἀπέδειξεν τὸ
5προκείμενον. Ἐπὶ τέλει τοῦ αὐτοῦ κεφαλαίου φησίν· «Ταῦτα μέντοι παρεθέμεθα «οὐχ ὡς μὴ ὄντος δυνατοῦ καὶ πρὸς τὰς τῶν συζυγιῶν ἐπισκέψεις συν‐ «επιλογίζεσθαι καὶ αὐτὰς ταύτας τὰς διαφορὰς κἂν βραχύταται τυγχά‐ «νωσιν, ἀλλ’ ὡς μηδενὸς ἡμῖν αἰσθητοῦ διημαρτημένου κατὰ τὰς διὰ τῶν
10«ἐκτεθειμένων σεληνιακῶν ἐκλείψεων ἀποδείξεις, παρὰ τὸ μὴ συγκεχρῆ‐ «σθαι τῇ διὰ τῆς ἐκκεντρότητος ἀναπεπληρωμένῃ διὰ τῶν ἑξῆς ὑποθέσει». Δυνατὸν γάρ ἐστιν παντὶ τῷ βουλομένῳ, ὡς ἐν προχείροις κανόσιν τῷ δʹ καὶ λʹ χρησάμενον τῆς διαστάσεως τῶν φώτων, ἐπιλογίζεσθαι καὶ τὴν παρὰ τὸν ἔκκεντρον διαφοράν· ἀλλ’ οὐ τούτου ἕνεκεν παρέθετο ἃ τῷ ηʹ
15καὶ θʹ θεωρήματι ἀπέδειξεν, ἀλλ’ ὅτι αἰσθητὸν οὐδὲν διημάρτηται ἐν τῷ τὰς ἀποδείξεις τὰς διὰ τῶν ϛ σεληνιακῶν ἐκλείψεων, τουτέστιν περί τε τὸν λόγον τῶν ξ πρὸς ε ιε, καὶ τὴν ἀνωμαλίαν, καὶ τὰς εἰς τὸ αʹ ἔτος
Ναβονασσάρου λημφθείσας ἐποχὰς μήκους καὶ ἀνωμαλίας.

62

Ὅτι γὰρ μεταπίπτειν ἀνάγκη τὴν ἐποχὴν τοῦ μήκους διὰ τὴν βʹ ὑπόθεσιν, τῷ λόγῳ παραστήσομεν οὕτως.[Omitted graphic marker] Ἔστω σελήνης ἔκκεντρος κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Ζ καὶ διάμε‐ τρον τὴν ΑΕΓ, ἐφ’ ἧς τὸ μὲν τοῦ ζῳδιακοῦ κέντρον τὸ Ζ, τὸ δὲ τῆς προσ‐
5νεύσεως τοῦ ἐπικύκλου σημεῖον τὸ Η. καὶ ἐν τῷ χρόνῳ τῆς βʹ ἐκλείψεως
ἥτις ἦν κατὰ τὸ βʹ ἔτος Μαρδοκεμπάδου γεγενημένη, ὑποκείσθω τὸ μὲν

63

κέντρον τοῦ ἐπικύκλου κατὰ τὸ Β σημεῖον, ἡ δὲ σελήνη κατὰ τὸ Δ τοῦ ἐπικύκλου σημεῖον· καὶ ἐπεζεύχθωσαν αἱ ΔΖ, ΖΒΘ, ΗΚ, ΒΔ εὐθεῖαι. Ἔσται ἄρα ἡ ΚΔ περιφέρεια εἰς τὸν ὑποκείμενον τῆς ἐκλείψεως χρόνον περιέχουσα τὰς ἀνωμαλίας μοίρας ιβ κδ· τοσαῦτα γὰρ τετάρτῳ βιβλίῳ
5ἀπεδείχθησαν κινουμένης τῆς σελήνης ἀπὸ τοῦ Κ ἐπὶ τὸ Δ καὶ τὸ Θ, ἐναν‐ τίως τῷ ἐπικύκλῳ. Πάλιν οὖν ὑποκείσθω καὶ ὁ ΜΧΥ κύκλος, ὁμόκεντρος τῷ ζῳδιακῷ, ἴσην ἔχων τὴν ἐκ τοῦ κέντρου τῇ ΖΑ εὐθείᾳ. καὶ ἐπ’ αὐτοῦ νοείσθω ὁ τῆς σελήνης ἐπίκυκλος περὶ τὰ Μ, Χ γεγραμμένος κατὰ β θέσεις. καὶ τοῦ
10Π ὑποκειμένου κέντρου τοῦ ζῳδιακοῦ, ἐπεζεύχθωσαν αἱ ΠΧΦ, ΠΜΣ εὐ‐ θεῖαι. ὑποκείσθω δὲ ὁ μὲν ἐπίκυκλος φερόμενος ὡς ἀπὸ τοῦ Υ ἐπὶ τὸ Μ καὶ τὸ Χ, ἡ δὲ σελήνη ἐναντίως πάλιν τῷ ἐπικύκλῳ ἔστω δὲ τῷ μὲν αʹ ἔτει Ναβονασσάρου κατ’ αἰγυπτίους Θὼθ νεομηνίας ὥρας ϛ, τὸ μὲν κέντρον τοῦ ἐπικύκλου κατὰ τὸ Χ, ἐπέχον Ταύρου ια κβ, ἡ δὲ σελήνη κατὰ τὸ Ψ,
15ἀπέχουσα τὴν ΦΩΨ περιφέρειαν μοιρῶν σξη μθ· τῷ δὲ χρόνῳ τῆς ὑπο‐ κειμένης ἐκλείψεως τὸ μὲν κέντρον τοῦ ἐπικύκλου ἔστω κατὰ τὸ Μ σημεῖον, Παρθένῳ ιδ μδ, ἡ δὲ σελήνη κατὰ τὸ Τ τοῦ ἐπικύκλου σημεῖον. καὶ ἐπεζεύχθωσαν αἱ ΤΜ, ΤΠ. ἔσται ἄρα ἡ ΣΤ τοῦ ἐπικύκλου περιφέρεια εἰς τὸν ὑποκείμενον τῆς ἐκλείψεως χρόνον κατὰ τὰ ὁμαλὰ κινήματα τὰς τῆς
20ἀνωμαλίας περιέχουσα μοίρας ιβ κδ. ὥστε καὶ ἡ ΚΔ περιφέρεια ἴση ἔσται τῇ ΣΤ περιφερείᾳ ἴσων ὑποκειμένων τῶν λόγων τῆς τε ΖΑ πρὸς ΘΒ, καὶ τῆς ΠΜ πρὸς ΜΣ, τουτέστιν ξ πρὸς ε ιε κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις· καὶ γὰρ ἑκάτερον τῶν Σ, Κ σημείων ὁμαλὸν ἀπόγειον ὑπό‐
κειται. ἐπεὶ οὖν ἡ ΒΖ ἐλάσσων ἐστὶν τῆς ΜΠ, ἴση δὲ ἡ ΔΒ τῇ ΤΜ, καὶ

64

γωνία ἡ ὑπὸ ΔΒΖ τῆς ὑπὸ ΤΜΠ ἐλάσσων, ἐπεὶ καὶ ἡ ὑπὸ ΤΜΣ ἐλάσσων τῆς ὑπὸ ΔΒΘ. μείζων ἄρα καὶ ἡ ὑπὸ ΔΖΒ γωνία τῆς ὑπὸ ΤΠΜ. καὶ ἰσο‐ δυναμεῖ ἡ μὲν ΖΔ εὐθεῖα τῇ ΤΠ καθ’ ἣν ἡ ἀκριβὴς θεωρεῖται σελήνη ἐν τῷ μέσῳ χρόνῳ τῆς ὑποκειμένης ἐκλείψεως, ἡ δὲ ΠΣ εὐθεῖα καθ’ ἣν ἡ ὁ‐
5μαλὴ τοῦ μήκους κίνησις γίνεται τῇ ΖΘ εὐθείᾳ. καὶ ἡ ΖΘ ἄρα εὐθεῖα ὑπο‐ λειπτικωτέρα ἔσται τῆς ΠΣ ἑξηκοστῶν ἔγγιστα ε, ὅσοις ὑπερέχει ἡ ὑπὸ ΔΖΒ γωνία συναγομένη διὰ τῶν προϋποδεδειγμένων ἀριθμητικῶς μοίρας α δ, τῆς ὑπὸ ΤΠΜ γωνίας 𐆊 νθ. τοῦτο γὰρ ἑξῆς. καὶ κινεῖται ἐν τῷ μεταξὺ χρόνῳ τοῦ αʹ ἔτους Ναβονασσάρου καὶ τῆς ἐκκειμένης ἐκ‐
10λείψεως ἡ τὸν ἐπίκυκλον ἄγουσα εὐθεῖα τὴν ΧΥΜ περιφέρειαν, μοιρῶν οὖσαν μήκους ρκγ κβ. Καὶ ἡ κατὰ τὰ ὁμαλὰ κινήματα τοίνυν τοῦ μήκους ἐποχὴ κατὰ τὴν τοῦ ἐκκέντρου ὑπόθεσιν ἐν τῇ κατὰ τὸ αʹ ἔτος Ναβονασσάρου ἐποχῇ εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἔσται, τῆς κατὰ τὸν ὁμόκεντρον γινομένης τοῖς εἰ‐
15ρημένοις ἑξηκοστοῖς. Ὥστε κατὰ τὴν βʹ ὑπόθεσιν εἰς τὸν τῆς ἐποχῆς χρόνον τὴν μέσην σελή‐ νην ἐπέχειν Ταύρου μοίρας ια κζ, ἀντὶ τῶν ια κβ τῶν κατὰ τὴν αʹ
ὑπόθεσιν ἀποδεδειγμένων.

65

Ἐπεὶ δὲ καὶ τὸ ὁμαλὸν ἀπόγειον ἀδιαφορεῖ κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις τουτέστιν τὸ Κ τοῦ Φ, φανερὸν ὅτι καὶ ἡ τῆς ἀνωμαλίας περιφέρεια μοι‐ ρῶν οὖσα κατὰ τὴν αʹ ὑπόθεσιν σξη μθ εἰς τὴν κατὰ τὸ αʹ ἔτος Ναβο‐ νασσάρου ἐποχήν, ἡ αὐτή ἐστιν πρὸς αἴσθησιν τῇ κατὰ τὴν βʹ ὑπόθεσιν·
5ἡ δὲ ἀκριβὴς τῆς σελήνης μοιρῶν κατὰ μὲν τὴν αʹ ὑπόθεσιν ἁπλῶς Ταύ‐ ρῳ ιϛ [ι] κα, κατὰ δὲ τὴν βʹ Ταύρῳ 〈ιη κε〉. Λέγω ὡς ὅτι ἡ μὲν αʹ μόνη πρὸς τὰς συζυγίας σύμφωνός ἐστιν. ἡ δὲ βʹ μετὰ τῆς παρὰ τὸν ἔκκεντρον διαφορᾶς, ἀποχῆς οὔσης ο λζ, ἐπελογί‐ σθη ὑφ’ ἡμῶν.
10 Ὅτι δὲ ἡ ὑπὸ ΔΖΒ γωνία τοιούτων ἐστὶν α δ οἵων ἡ α ὀρθὴ ϙ, δείκνυται οὕτως. Ἐπεὶ ἐν τῷ χρόνῳ τῆς βʹ ἐκλείψεως, ἡ μὲν μέση σελήνη Παρθένῳ ἐστὶν μοίρᾳ ιδ μδ, ὁ δὲ μέσος ἥλιος Ἰχθύσι μοίρᾳ ια κδ, γίνεται ἀποχῆς μοῖραι ρπγ κ. καὶ διπλῆς ἀποχῆς μοῖραι ϛ μ· αἷς παράκειται γʹ σελιδίῳ ἐν
15τῷ κανόνι τῆς ἀνωμαλίας σελήνης μοῖρα α. ὡς εἶναι ἀνωμαλίας πρὸς τὸ ἀκριβὲς ἀπόγειον μοίρας ιγ κϛ τὴν ΘΔ περιφέρειαν αἷς παράκειται δʹ σελιδίου μοῖρα α δ τῆς ὑπὸ ΔΖΒ γωνίας. Ἐδείχθη δὲ καὶ δʹ βιβλίῳ εʹ θεωρήματι ἡ ὑπὸ ΤΠΜ, 𐆊 νθ· ὥστε
ἡ διαφορά ἐστιν 𐆊 ε.

66

(1t)

Περὶ τῶν τῆς σελήνης παραλλάξεων.
2 «Τὰ μὲν οὖν πρὸς τὰς ἀκριβεῖς καταλήψεις τῶν ἀκριβῶν παρόδων τῆς «σελήνης σχεδὸν ταῦτ’ ἂν εἴη». Τοῦτο λέγει σχεδόν, ὡς καὶ ὑπολειπομένων ἄλλων, τουτέστιν συνό‐
5δων καὶ πανσελήνων καὶ ἐκλείψεων. ἀναγκαῖον ἂν εἴη καὶ ἀκόλουθον τῶν τε ἄλλων φαινομένων ἕνεκεν καὶ μάλιστα τῶν περὶ τὰς τοῦ ἡλίου ἐκλεί‐ ψεις θεωρουμένων, τὸν περὶ τῶν παραλλάξεων αὐτῆς ποιήσασθαι λόγον. Πρὸς μὲν τὸ τυπῶσαι τί ἐστιν παράλλαξις, ἤδη πολλάκις εἴπομεν ἐν τοῖς πρὸ τούτου σχολίοις. καὶ ὡς ὅτι οὔτε ἔκλειψιν ἡλίου δυνατὸν προει‐
10πεῖν οὔτε ἀστέρος τινὸς πάροδον εὑρεῖν ἄνευ τοῦ προδιαλημφθῆναι τὸν τῶν παραλλάξεων τῆς σελήνης λόγον. Τοῦ γραφομένου αὐτῆς ἐν τῷ ἀστρολάβῳ τόπου ὑποτεθέντος, ἡ πρὸς τὸν ἀστέρα διάστασις φαινομένη ἐκ τῆς διοπτείας καταλαμβάνεται· καὶ ἀνάπαλιν ἀπὸ τῆς φαινομένης διαστάσεως ἡ πρὸς τὸν ἀστέρα διάστασις
15ἀκριβής, ἤδη προκατειλημμένου τοῦ ἀκριβοῦς τόπου τῆς σελήνης. ὥστε καὶ τὴν τοῦ ἀστέρος ἀκριβῆ ἐποχὴν δίδοσθαι. χρεία ἄρα καὶ τῶν κατὰ
μέρος παραλλάξεων.

67

Ταύτας δὲ οὐκ ἔστιν, φησίν, πραγματευθῆναι ἄνευ τοῦ δοθῆναι τὸν τοῦ ἀποστήματος λόγον, οὔτε τὸν τοῦ ἀποστήματος λόγον δοθῆναι ἄνευ τοῦ παράλλαξίν τινα δοθῆναι. ὅθεν ἐπὶ μὲν τῶν μηδὲν αἰσθητὸν παραλ‐ λασσόντων ἀστέρων, πρὸς οὓς ἡ γῆ σημείου καὶ κέντρου λόγον ἔχει, οὐδὲ
5τοῦ ἀποστήματος λόγος δίδοται. Ἐπὶ δὲ σελήνης παραλλάξεώς τινος ληφθείσης ὡς διὰ τοῦ ἑξῆς ὀργάνου λαμβάνεται, τὸ κατὰ τὸν χρόνον τῆς τηρήσεως ἀπόστημα δίδοται, καὶ ἀπὸ τούτου αἱ κατὰ μέρος παραλλάξεις, ὡς δείξει διὰ τῶν ἑξῆς θεωρημάτων. «Ὁ μὲν οὖν Ἵππαρχος ἀπὸ τοῦ ἡλίου μάλιστα τὴν τοιαύτην ἐξέτασιν,
10«οὐκ ἀκριβῶς πεποίηται.». ἐπειδὴ γὰρ ἀπὸ τοῦ ἐν ταῖς συζυγίαις κατὰ τὸ μέγιστον ἀπόστημα ἴσην ἔγγιστα τῷ ἡλίῳ φαίνεσθαι τὴν σελήνην, καὶ ἀπὸ τοῦ μετὰ μεγέθη τῶν διαμέτρων ἡλίου καὶ σελήνης δίδοσθαι, «ὑπὲρ «ὧν ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον, ἀκολουθεῖ τὸ τοῦ κατὰ τὸ ἕτερον τῶν «φώτων ἀποστήματος δοθέντος, καὶ τὸ κατὰ τὸ ἕτερον δίδοσθαι», ὡς
15ἔστιν ιβʹ θεωρήματι τοῦ σεληνιακοῦ ἀποστήματος δοθέντος καὶ τῶν διαμέτρων ἡλίου καὶ σελήνης, τὸ τοῦ ἡλίου ἀπόστημα δοθῆναι. πει‐ ρᾶται ὁ Ἵππαρχος ἀπὸ τοῦ ἡλίου στοχαζόμενος τὰς παραλλάξεις καὶ τὰ ἀποστήματα αὐτοῦ καὶ τὸ τῆς σελήνης ἀπόστημα δεικνύειν, «δισταζο‐ «μένου παντάπασιν τοῦ κατὰ τὸν ἥλιον οὐ μόνον ἐν τῷ πόσον ἀλλὰ εἰ καὶ
20«ὅλως τί παραλλάσσει.» Οὕτως γὰρ ἐν δισταγμῷ ἦν ὁ Ἵππαρχος περὶ τοῦ ἡλίου· οὐ μόνον πόσον,
ἀλλὰ καὶ εἰ ὅλως τι παραλλάσσει. ὑπέθετο ἐν τῷ πρώτῳ περὶ μεγεθῶν καὶ

68

ἀποστημάτων, πρὸς τὸν ἥλιον τὴν γῆν σημείου τε καὶ κέντρου λόγον ἔχειν. καί ποτε μὲν διὰ τῆς ἐκλείψεως τῆς ὑπ’ αὐτοῦ παρατιθεμένης ὑπετίθετο ἐλάχιστον παραλλάσσειν αὐτόν, ποτὲ δὲ μεῖζον. διὸ καὶ τῶν ἀποστημά‐ των τῆς σελήνης οἱ λόγοι διάφοροι γεγένηνται.
5 Ἐν γὰρ τῷ αʹ περὶ μεγεθῶν καὶ ἀποστημάτων λαμβάνει φαινόμενον τοῦ‐ το· ἔκλειψιν ἡλίου, ἐν μὲν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις ὅλου τοῦ ἡλίου ἀκριβῶς γεγενημένην ὥστε μηδὲν αὐτοῦ παραφαίνεσθαι, ἐν Ἀλεξαν‐ δρείᾳ δὲ τῇ κατ’ Αἴγυπτον τὰ δ μάλιστα πεμπτημόρια τῆς διαμέτρου ἐκ‐ λελοιπότα. διὰ δὲ τῶν προκειμένων ἀποδείκνυσιν ἐν τῷ αʹ βιβλίῳ ὅτι οἵου
10ἑνός ἐστιν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς, τοιούτων τὸ μὲν ἐλάχιστον ἀπόστημα τῆς σελήνης οα, τὸ δὲ μέγιστον πγ, τὸ ἄρα μέσον οζ. Τὰ δὲ προκείμενα ἀποδείξας, ἐπὶ τέλει τοῦ βιβλίου φησίν· ἐν μὲν τού‐ τῳ τῷ συντάγματι μέχρι τούτων ἡμῖν ὑποδέδεικται. μὴ μέντοι διαλάβῃς ἤδη κατὰ πᾶν διευκρινεῖσθαι τὸν περὶ τοῦ τῆς σελήνης ἀποστήματος λόγον
15ποτέ· λείπεται γάρ τις ἐπίσκεψις καὶ ἐν τούτοις, καθ’ ἣν ἔλασσον ἀποδειχ‐ θήσεται τὸ τῆς σελήνης ἀπόστημα τοῦ νῦν ἐκλελογισμένου, ὡς καὶ αὐτὸν ὁμολογεῖν μὴ πάνυ ἔχειν ἀποφαίνεσθαι περὶ τῶν παραλλάξεων. Εἶτα πάλιν αὐτὸς ἐν τῷ δευτέρῳ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἐκ πολλῶν ἀποδείκνυσιν ὅτι οἵου ἐστὶν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός, τοιού‐
20των ἐστὶν τὸ μὲν ἐλάχιστον ἀπόστημα τῆς σελήνης ξβ, τὸ δὲ μέσον ξζ γʹ, τὸ δὲ τοῦ ἡλίου ἀπόστημα ͵βυϙ, δῆλον δὲ ὅτι καὶ τὸ μέγιστον ἀπό‐
στημα τῆς σελήνης οβ Γβ.

69

(1t)

Περὶ παραλλακτικοῦ ὀργάνου
2 «Πόσον καὶ ἀπὸ πηλίκης τοῦ κατὰ κορυφὴν ἀποστάσεως ἡ σελήνη «παραλλάσσει, ὡς ἐπὶ τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος καὶ αὐτῆς γραφο‐
«μένου μεγίστου κύκλου».

70

Ἐὰν γὰρ ᾖ πλησίον τοῦ κατὰ κορυφήν, οὐδὲν ἢ ἀνεπαίσθητον παραλλάσ‐ σει. ἵν’ οὖν γνῷ ἀπὸ πηλίκου ἀποστήματος ἄρχεται αἰσθητὸν παραλλάσσειν, διὰ τοῦτο εἶπεν ἀπὸ πηλίκης ἀποστάσεως. «Ἐποιήσαμεν γὰρ κανόνας δύο τετραπλεύρους τὸ μὲν μῆκος οὐκ
5«ἔλασσον δ πηχῶν πρὸς τὸ τὰς διαιρέσεις εἰς πλείονα μέρη δύνασθαι γε‐ «νέσθαι, τὴν δὲ περιοχὴν συμμέτρους ...» ἕως «φθάνον δὲ μέχρι τῆς πλεί‐ «στης παραφορᾶς τοῦ τὸ ἴσον ἀφεστῶτος πέρατος τῆς τοῦ ἑτέρου κανόνος «γραμμῆς, ὥστε δύνασθαι συμπεριαγόμενον αὐτῷ τὸ μεταξὺ τῶν δύο «περάτων γινόμενον ἐπ’ εὐθείας διάστημα δεικνύειν».
10Τὰ λεγόμενα ἐπὶ καταγραφῆς μᾶλλον γενήσεται σαφῆ. Ἔστωσαν γὰρ δύο κανόνες ἐνηξονισμένοι πρὸς ἀλλήλους, καθάπερ τὰ
τῶν καρκίνων ὀργάνων ἢ διαβητῶν σκέλη ἐναξονίζεται, ἔχοντες τὰς

72

πλατυτέρας πλευρὰς καθ’ ἃς ἥνωνται ἀλλήλοις ὡς τὰς ΦΧΨΩ, ΡΣΤΥ. καὶ διὰ τοῦ Α σημείου ὡς κέντρου καθ’ οὗ τὸ ἀξόνιον ἐναρμόζεται πρὸς τὸ συντεθῆναι τοὺς κανόνας, ἔστωσαν εὐθεῖαι παράλληλοι ταῖς ΨΦ, ΧΩ, ΡΥ, ΣΤ, αἱ ΑΒ, ΑΟ ἴσαι τε καὶ μείζονες ὡς οἷόν τε λαμβανόμεναι ἀπὸ τοῦ Α
5σημείου. καὶ ἡ μὲν ΑΒ νοείσθω διῃρημένη εἰς ξ ἴσα, καὶ ὅσα ἐνδέχεται μέρη οἷον δωδέκατα.
Τότε δὲ λεπτὸν κανόνιον ἐνηξονισμένον κατὰ τὸ Β σημεῖον περονίῳ

73

τινὶ ἔλασσον τῷ μήκει τῆς ΑΒ τμήμασι δ, οἵων ξ ἡ ΑΒ, ἐχέτω στε‐ ρέωμά τι περὶ τὸ Β, ὥστε τὴν μίαν αὐτοῦ πλευρὰν πίπτειν διὰ τοῦ Β, ὡς ἔχει τὸ ΘΚϡ𐅶Σ ͵Ο σχῆμα. Ἐντετμήσθω δὲ καὶ ἀπὸ μέρους τινὸς ὁ ΡΣΤΥ κανὼν πρὸς τῷ κάτω
5πέρατι κατὰ πλευρὰν ἐν ᾗ ἐστιν ἡ ΑΟΓ εὐθεῖα, ἐπὶ τοσοῦτον βάθος, ὅσον ἐστὶν τὸ πάχος τοῦ ΘΚ κανονίου, ὡς ἔχει τὸ ΡΣΞΟΠ σχῆμα· οὕτω γὰρ ἂν γένοιτο δυνατὸν τὴν πλευρὰν τοῦ ΘΚ καθ’ ἣν ἥνωται τῷ ΨΧ, ἐν τῇ πρὸς τὸν ΤΡ κανόνα συναφῇ ἐν ἑνὶ ἐπιπέδῳ γενέσθαι ταῖς ΤΡ, ΨΧ πλευραῖς.
μετὰ τοίνυν τὸ ἐντμηθῆναι ὡς εἴρηται τὸν κανόνα κατὰ τὸ σχῆμα τὸ

74

ΡΣΠΟΞ, ἡμικυκλίου ὄντος τοῦ ΞΟΠ, περὶ μέσον τὸ Ο συμφυὲς τῷ κα‐ νόνι μοιρογνωμόνιον ἔστω, ὥστε τὸ ἄκρον αὐτοῦ ἐπ’ εὐθείας κείμενον τῇ ΑΟ εὐθείᾳ, ἀπέχειν τοῦ Α διαστήμασιν ἴσην τῇ ΑΒ, καὶ εἶναι κατάλληλον τῷ πρὸ τῆς ἐντομῆς Γ.
5 Ὅταν οὖν προαιρώμεθα τὸ μέγεθος τῆς πρὸς τῷ Α γωνίας λαβεῖν, παρα‐ φέρομεν τὸ ΘΚ κανόνιον ἕως ἂν ἅψηται τοῦ ἄκρου τοῦ μοιρογνωμονίου, καὶ τηροῦντες τὴν θέσιν αὐτοῦ σημειωσόμεθα, καὶ ἕξομεν ἀπὸ τοῦ τῆς ἁφῆς σημείου ἐπὶ τοῦ ΘΚ κανονίου μέχρι τοῦ Β τὴν ὑποτείνουσαν τὴν πρὸς τῷ Α γωνίαν εὐθεῖαν, ἣν καὶ προσβάλλοντες τῇ ΑΒ ἐπιγνωσόμεθα ἐκ τῆς
10τῶν τμημάτων ποσότητος καὶ τὸ μέγεθος τῆς γωνίας ἢ τῆς ὑποτεινούσης ταύτην περιφερείας, ἀπὸ τοῦ τῶν ἐν κύκλῳ εὐθειῶν κανόνος. Καὶ ταῦτα μὲν οὕτω γινέσθω. λαμβάνει δὲ ὁ μὲν ΤΡ κανὼν πρὸς τοῖς ἄκροις ὀρθὰ πρισμάτια οὐκ ἐν ᾗ ἐστιν πλευρᾷ ἡ ΑΟ εὐθεία καὶ τὸ μοιρο‐ γνωμόνιον, ἀλλ’ ἐν τῇ ἀντικειμένῃ ὡς τὰ ΔΕ, ΖΗ· ὀπὰς ἔχοντα τὰς ͵Α, ͵Β
15καὶ μείζονα τὴν ͵Α τῆς ͵Β οὔσης πρὸς τῇ ὄψει καὶ τῷ μοιρογνωμονίῳ, ὥστε δι’ αὐτῶν ἐν τῇ διοπτείᾳ ὅλην τὴν σελήνην φαίνεσθαι. Ὁ δὲ ΧΨ κανὼν καὶ αὐτὸς οὐκ ἐν ᾗ ἐστιν πλευρᾷ ἡ ΑΒ, ἀλλ’ ἐν τῇ ἀντι‐ κειμένῃ λαμβάνει πρισμάτια ἢ μᾶλλον κυλίνδρια ὡς ἐπὶ τῆς πλινθίδος, ἴσα καὶ ὅμοια, ὀρθὰ πρὸς τὴν πλευράν, ὧν οἱ ἄξονες ἐκβαλλόμενοι τέμνουσιν
20τὴν ΑΒ εὐθεῖαν ὀρθοὶ ὄντες καὶ τῷ ΧΨ ἐπιπέδῳ. νοείσθωσαν δὲ οὗτοι οἱ

75

Μ͵Γ, Ν͵Α, τῶν δὲ κυλινδρίων αἱ βάσεις αἱ ἄνω κύκλοι περὶ τὰ Μ, Ν κέν‐ τρα. Ἵσταται δὲ ὁ μὲν ΨΧ κανὼν ὀρθὸς πρὸς τὸ τοῦ ὁρίζοντος ἐπίπεδον, συμ‐ φυὴς ὢν βάσει τινὶ οὕτως· προσφερομένης γὰρ σπάρτου τῷ Μ σημείῳ
5βάρος ἐχούσης σφαιρικόν, ὅταν ἡ σπάρτος ἠρεμοῦσα ἐπιψαύῃ καὶ τοῦ Ν, τότε καὶ ὁ κανὼν ὀρθός ἐστιν τῷ ὁρίζοντι, καὶ ἡ ΑΒ ἐκβαλλομένη παράλ‐ ληλος οὖσα τῇ ΜΝ σπάρτῳ ἐπὶ τὸ κατὰ κορυφὴν ἡμῶν σημεῖον πίπτει. Λήψεται δὲ καὶ ὁ ΤΡ κανὼν μετὰ τοῦ ΧΨ τὴν ἐν τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ θέσιν, ἐν τῷ παρὰ τὴν βάσιν ἀκλινεῖ ἐπιπέδῳ πρὸς τὸν ὁρίζοντα
10μεσημβρινῆς εὐθείας βεβλημένης, ὡς τῆς ͵Θ ͵Ζ ͵𐅶. ἀπὸ γάρ τινος τῶν ἐπὶ τῆς ΑΟ εὐθείας λαμβανομένων σημείων ἢ τῆς πλευρᾶς ἁπλῶς, ὡς τοῦ ͵Η, σπάρτου καθιεμένης βάρος ἐχούσης κωνικὸν καὶ ἠρτημένον ἀπὸ τοῦ κέντρου τῆς βάσεως, ὅταν ἡ τοῦ κώνου κορυφὴ ὀρθοῦ ὄντος ἅψηται τῆς μεσημβρινῆς εὐθείας, ὡς ἔχει τὸ ͵Ζ, τότε καὶ αἱ πλευραὶ τῶν κανό‐
15νων ἐν αἷς εἰσιν αἱ ΑΒ, ΑΟ ἐν τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ τὴν θέσιν λα‐ βοῦσαι, ἐκπέμπειν δυνήσονται τὰς ἀπὸ τῆς ὄψεως εὐθείας διὰ τῶν ͵Α ͵Β ὀπῶν ἐπὶ τὰ ἐν τῷ τοῦ μεσημβρινοῦ λαμβανόμενα σημεῖα. «Καταλαμβανόμεθα δέ, φησί, περὶ τὰς τοιαύτας παρόδους ἀπέχον ἀεὶ «τὸ κέντρον τῆς σελήνης τοῦ κατὰ κορυφὴν σημείου δύο καὶ ηʹ ἔγγιστα
20«μοίρας, ὡς ἐκ τῆς τοιαύτης ἐξετάσεως ε μοιρῶν ἀποδείκνυσθαι τὴν «πλείστην αὐτῆς κατὰ πλάτος ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων τῶν ζῳδίων «πάροδον». Ἡ ἀπὸ τοῦ κατὰ κορυφὴν τοῦ δι’ Ἀλεξανδρείας μεσημβρινοῦ μέχρι τοῦ
μεσημβρινοῦ ἰσημερινοῦ σημείου δέδεικται ἀκολούθως τῷ ἐξάρματι τῆς

76

οἰκήσεως μοιρῶν λ νη. ἀπεῖχεν δὲ τοῦ κατὰ κορυφὴν ἡ σελήνη κατὰ τὰς τηρήσεις ὡς πρὸς μεσημβρίαν μοίρας β ζ· ὡς εἶναι τὰς ἀπὸ τοῦ μεσημβρινοῦ ἰσημερινοῦ σημείου ἐπὶ τὸ κέντρον τῆς σελήνης μοίρας κη να. ἀφ’ ὧν ἐὰν ἀφέλωμεν τὰς ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν
5ἀποδεδειγμένας μοίρας κγ να, καταληφθήσονται αἱ τοῦ πλάτους μοῖραι ε. ὡς ἐκ τούτου συνάγεσθαι καὶ τὸ πρὸς τὴν σελήνην γινόμενον τοῦ ζῳδιακοῦ πλάτος μοιρῶν [ι] 〈ε〉 ἔγγιστα, ἀκολούθως τῇ τε Ἱππάρχου γνώμῃ καὶ τῇ προληφθείσῃ τοῦ ζʹ σελιδίου ἐν τῷ κανονίῳ τῆς καθόλου σεληνια‐ κῆς ἀνωμαλίας πραγματείᾳ.
10 Ἐπὶ τέλει τοῦ κεφαλαίου φησίν· «καὶ διὰ τὸ πλεῖστον τότε αὐτὴν «ἀφεστῶσαν ὡς ἐπὶ τῆς ὁμοίας κατὰ τὸν μεσημβρινὸν παρόδου τοῦ «κατὰ κορυφὴν σημείου, καὶ τὴν παράλλαξιν μείζονα καὶ εὐσημαντοτέ‐ «ραν παρέχειν». Ἵνα τὴν πλατικὴν παράλλαξιν δεόντως λάβῃ, ἐπὶ μὲν τῆς τῶν τροπι‐
15κῶν μεσουρανήσεως ἔγγιστα τὴν λῆψιν αὐτῆς πεποίηται, περὶ μέντοι τὸ χειμερινὸν τροπικόν, ὅπως τὸ πλεῖστον ἐπὶ τοῦ Αἰγόκερω ὄντος νοτιωτέ‐ ρου, μείζων καὶ εὐσημαντοτέρα ἡ παράλλαξις φανῇ τῶν ἄλλων ἐπὶ τοῦ μεσημβρινοῦ γινομένων παραλλάξεων. Τοῦτο δὲ, τουτέστιν ὅτι ὅσῳ πλέον ἀφίσταται τοῦ κατὰ κορυφὴν ση‐
20μείου τοσούτῳ μείζονα ποιεῖ τὴν παράλλαξιν, δέδεικται μὲν ὑφ’ ἡμῶν
ἐν τῷ εἰς τὸ τέταρτον βιβλίον σχολίῳ διὰ τοῦ συγκριτικοῦ τε καὶ γραμ‐

77

μικοῦ λόγου. δείκνυται δὲ καὶ ἑξῆς διὰ τοῦ ιγʹ θεωρήματος, λόγου χά‐ ριν, ὅτι ἡ ἐπιβάλλουσα παράλλαξις ταῖς λ μοίραις ἀπὸ τοῦ κατὰ κο‐ ρυφὴν σημείου περιφερείας ἐλάσσων ἐστὶν τῆς τῶν μ, καὶ αὐτὴ τῆς τῶν ν, καὶ αὐτὴ τῆς τῶν ξ, καὶ ἑξῆς ὁμοίως, καθάπερ ἔχουσιν οἱ τοῦ παραλ‐
5λακτικοῦ κανόνος ἀριθμοὶ τῶν παραλλάξεων.

78

(1t)

Ἀπόδειξις τῶν τῆς σελήνης ἀποστημάτων.
2 «Ἐτηρήσαμεν γάρ, τῷ κʹ ἔτει Ἁδριανοῦ κατ’ αἰγυπτίους Ἀθὺρ ιγʹ «μετὰ ε 𐅵ʹ γʹ ὥρας ἰσημερινὰς τῆς μεσημβρίας, μέλλοντος τοῦ ἡλίου «καταδύνειν, τὴν σελήνην ἐπὶ τοῦ μεσημβρινοῦ γεγενημένην ...» καὶ τὰ
5ἑξῆς, ἕως «παρήλλαξεν ἄρα κατὰ τὸ περὶ τὴν ἐκκειμένην πάροδον ἀπόστη‐ «μα μοίρας α καὶ ἑξηκοστῶν ζ, ἐπὶ τοῦ δι’ αὐτῆς καὶ τῶν πόλων τοῦ «ὁρίζοντος γραφομένου μεγίστου κύκλου, ἀπέχουσα ἀκριβῶς τοῦ κατὰ «κορυφὴν σημείου μοίρας μθ μη». Ἔστω γὰρ τοῦ μὲν διὰ μέσων τῶν ζῳδίων ἡμικύκλιον τὸ ΑΔΓ, τοῦ δὲ
10λοξοῦ τῆς σελήνης τὸ ΑΒΓ, καὶ μεσημβρινοῦ τμῆμα τὸ ΜΖΗ, ἐφ’ οὗ νοεί‐ σθω ὁ πόλος τοῦ ἰσημερινοῦ, τὸ Μ. καὶ ἔστω ἀναβιβάζων μὲν σύνδεσμος τὸ Γ σημεῖον, καταβιβάζων δὲ τὸ Α· βόρειον δὲ πέρας τὸ Ζ· ἀρχὴ δὲ Αἰγόκερω τὸ Η· κατὰ κορυφὴν δὲ Ἀλεξανδρείας τὸ Ε σημεῖον. ἡ δὲ ἀκριβὴς σελήνη πρὸς τῷ Β νοείσθω κατὰ τὸν τῆς διοπτείας χρόνον, φαινομένη πρὸς τῷ
15Κ σημείῳ. καὶ διὰ τῶν Ε, Κ σημείων γεγράφθω μεγίστου κύκλου τμῆμα, τὸ ΜΒΚΔ. ἔσται δὴ τὸ μὲν Δ σημεῖον τῆς ἀκριβοῦς ἔγγιστα τοῦ μήκους τῆς σελήνης ἐποχῆς, ἀπολαμβάνον τὴν ΗΔ περιφέρειαν τοῦ Αἰγόκερω μοι‐ ρῶν ἔγγιστα οὖσαν γ ι· ἡ γὰρ κίνησίς ἐστιν τῆς σελήνης, ὡς ἀπὸ τοῦ Η ἐπὶ τὸ Δ καὶ τὸ Α. τὸ δὲ Β σημεῖον ἐπὶ τοῦ λοξοῦ τῆς ἀκριβοῦς σελήνης
20ὄν, ἀπολαμβάνον πλάτους πρὸς τῷ Ζ βορείῳ πέρατι τὴν ΒΖ μοιρῶν οὖσαν

79

β ϛ, ἡ δὲ ΚΕ φαινομένη διάστασις μοιρῶν ν νε, τοσαῦται γὰρ ἐκ τῆς διοπτείας κατελήφθησαν, ἡ δὲ ΒΔ ἡ αὐτὴ ἔγγιστα οὖσα τῇ διὰ τοῦ Β ἀκρι‐ βοῦς κέντρου τῆς σελήνης ὀρθῇ τῷ ΑΔΓ ζῳδιακῷ. τοῦτο γὰρ ἑξῆς ἔσται δῆλον.[Omitted graphic marker]
5 Ἐπεὶ οὖν δεῖ εὑρεῖν τὴν ΒΚ περιφέρειαν ἥτις ἐστὶν κατὰ τὴν ὑποκει‐ μένην τήρησιν κατὰ πλάτος τῆς σελήνης παράλλαξις, ἔστω τὸ Ξ σημεῖον καθ’ ὃ τέμνει ὁ ἰσημερινὸς κύκλος τὸν μεσημβρινόν. ἔσται τοίνυν διὰ τοῦ τῆς λοξώσεως κανονίου δοθεῖσα ἡ ΞΔ περιφέρεια μοιρῶν οὖσα κγ μθ· τοσαῦται γὰρ ἐπιβάλλουσιν ταῖς τοῦ Αἰγόκερω μοίραις γ ι λοξώσεως.
10ἔστιν δὲ καὶ ἡ ΕΞ τῶν τοῦ ἐξάρματος ἐν Ἀλεξανδρείᾳ μοιρῶν λ νη. καὶ ὅλη ἄρα ἡ ΕΔ μοιρῶν ἔσται νδ μζ ἔγγιστα. ἔστιν δὲ καὶ ἡ ΒΔ τοῦ πλά‐ τους σελήνης περιφέρεια μοιρῶν δ νθ ἔγγιστα. καὶ λοιπὴ ἄρα ἡ ΕΒ ἔσται μοιρῶν μθ μη. ὑπέκειτο δὲ καὶ ἡ ΕΚ ὅλη τῶν ἀπὸ τῆς τηρήσεως μοιρῶν ν νε. καὶ λοιπὴ ἄρα ἡ ΒΚ τῆς παραλλάξεως περιφέρεια ἔσται μοίρας α
15καὶ ἑξηκοστῶν ζ.
Ὥστε κατὰ τὸν ὑποκείμενον τῆς τηρήσεως χρόνον ἡ σελήνη παρήλλασ‐

80

σεν μὲν κατὰ πλάτος μοίρας α καὶ ἑξηκοστῶν ζ, ἀπεῖχεν δὲ τοῦ κατὰ κορυφὴν σημείου ἀκριβῶς μοίρας μθ μη· ἐπεῖχεν δὲ μέσως Τοξότου μοί‐ ρας κε μδ, ἀνωμαλίας δὲ ἀπὸ τοῦ ὁμαλοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας σξβ κ, ἀποχῆς δὲ ἀπὸ τοῦ ἡλίου κατὰ τὰ ὁμαλὰ κινήματα μοίρας οη ιγ·
5τῆς παραλλάξεως γινομένης πρὸς ὃν ἡ γῆ σημείου καὶ κέντρου λόγον ἔχει μέγιστον κύκλον ἐπινοούμενον ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὑπεράνω τοῦ κατὰ τὴν τήρησιν ἀποστήματος τὴν θέσιν ἔχειν. Ὅτι δὲ ἡ ΒΔ ὀρθή ἐστιν ἔγγιστα τῷ ΑΔΗ ζῳδιακῷ κύκλῳ ἐντεῦθεν ἔσ‐ ται δῆλον.[Omitted graphic marker]
10 Τῶν γὰρ αὐτῶν ὑποκειμένων καὶ τῆς ὑπὸ ΔΗΜ γωνίας ὀρθῆς οὔσης πρὸς τῷ μεσημβρινῷ Αἰγόκερω ἀρχῇ καὶ τοῦ Δ σημείου περὶ τὰς γ μοί‐ ρας ὄντος τοῦ Αἰγόκερω, καὶ τῆς ἐν τῷ ἑξῆς ζῳδίῳ Ὑδροχόου ἀρχῆς γωνίας
πρὸς τῷ μεσημβρινῷ οὔσης ὑπὸ ΑΔΜ τοιούτων οζ λ, οἵων ἡ α ὀρθὴ

81

ϙ· ἐὰν τὴν ὑπεροχὴν ᾗ ὑπερέχουσιν αἱ ϙ τῆς ὀρθῆς τὰς οζ λ, τουτέστιν τὰς ιβ λ, ἀναλύσαντες εἰς ξ, καὶ τὰ γενόμενα ἑξηκοστὰ ψν μερί‐ σωμεν παρὰ τὰς λ μοίρας τοῦ ζῳδί[ακ]ου, ἕξομεν τῇ α μοίρᾳ ἐπιβάλλοντα ἑξηκοστὰ κε. ὥστε καὶ τὰς γ μοίρας τοῦ Αἰγόκερω ἐπιβάλλειν γωνίας
5μέγεθος ἐξ ἀναλόγου τοιούτων πη με, οἵων ἡ α ὀρθὴ ϙ. Ἔσται οὖν καὶ ἡ πρὸς τῷ Δ μεσημβρινοῦ γωνία τῶν αὐτῶν πη με, ἡ δὲ ἐφεξῆς αὐτῇ ϙα ιε. καὶ ἡ ΔΜ τῇ ΜΗ ἔγγιστα ἴση. ἐὰν γὰρ διὰ τοῦ Ξ γραφῇ τὸ ΞΛ τοῦ ἰσημερινοῦ τμῆμα, ἔσται ἡ μὲν ΛΗ μοιρῶν κγ να ἔγγιστα. ἔστιν δὲ καὶ ἡ ΞΔ μοιρῶν κγ μθ. ἀλλὰ καὶ ἡ ΜΞ τῇ ΜΛ ἴση,
10ἐκ πόλου ἰσημερινοῦ. μείζων ἄρα ἡ ΜΗ τῆς ΜΔ β ἑξηκοστοῖς. Ὥστε ἀδιαφορεῖν πρὸς αἴσθησιν τὴν πρὸς τῷ Δ γωνίαν ὀρθῆς. κἂν γρά‐ ψωμεν δὲ διὰ τοῦ Ν πόλου τοῦ ζῳδιακοῦ καὶ τῶν Ξ, Β σημείων μεγίστων κύκλων τεταρτημόρια τὰ ΝΞΘ, ΝΡΒΠ, ἀδιαφορεῖ τὸ Π τοῦ Δ, καὶ ἡ ΔΞ τῆς ΞΘ καὶ ΠΡ.
15 Ἐπεὶ γὰρ εἰς β μεγίστων κύκλων περιφερείας τὰς ΗΑ, ΗΜ δύο διηγμέ‐ ναι εἰσὶν αἱ ΜΔ, ΘΝ, τέμνουσαι ἀλλήλας κατὰ τὸ Ξ, ὁ τῆς ὑπὸ τὴν δι‐
πλῆν τῆς ΜΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΝ λόγος σύγκειται ἔκ τε τοῦ

82

τῆς ὑπὸ τὴν διπλῆν τῆς ΜΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΞ, καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΞ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΝ. Ἀλλ’ ἡ μὲν διπλῆ τῆς ΜΗ μοιρῶν ἐστιν σκζ μβ. καὶ ἡ ὑπ’ αὐτὴν εὐ‐ θεῖα, τουτέστιν ἡ ὑπὸ τὰς ρλβ ιη λείπουσα εἰς μοίρας τξ, τμημάτων
5ρθ με ιβ. ἡ δὲ διπλῆ τῆς ΝΗ μοιρῶν ρπ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημά‐ των ρκ. ἡ δὲ διπλῆ τῆς ΜΔ μοιρῶν σκζ λη· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρθ μζ ια. ἡ δὲ διπλῆ τῆς ΔΞ μοιρῶν μζ μη ἔγγιστα· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων μη κζ κϛ. ἐὰν ἄρα ἀπὸ τοῦ τῶν ρθ με ιβ πρὸς τὰ ρκ λόγου ἀφέλωμεν τὸν λόγον τῶν ρθ μζ ια πρὸς τὰ μη κζ κϛ,
10καταλειφθήσεται ἡμῖν λόγος τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΞ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΝ, ὁ τῶν μη κϛ ιδ πρὸς τὰ ρκ. τὰ γὰρ ρθ με ιβ ἐπὶ τὰ μη κζ κϛ γίνεται ͵ετιη κ μθ νθ ιβ. καὶ παρὰ τὰ ρκ, γίνεται τῶν μδ ιθ ι πρὸς τὰ μη κζ κϛ ὁ λόγος, ὁ αὐτὸς τῷ τῶν ρθ με ιβ πρὸς τὰ ρκ. μέσου δὲ τασσομένου τούτων ρθ μζ ια, γίνεται ὁ συγκεί‐
15μενος λόγος μδ ιθ ι πρὸς ρθ μζ ια καὶ ρθ μζ ια πρὸς μη κζ κϛ. καὶ ἀφαιρεθέντος τοῦ τῶν ρθ μζ ια πρὸς μη κζ κϛ, καταλείπεται ὁ τῶν μδ ιθ ι πρὸς τὰ ρθ μζ ια· ᾧ λόγῳ ὁ αὐτός ἐστιν καὶ τῶν μη κϛ ιδ πρὸς τὰ ρκ, τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΞ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΝ. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΝ τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν
20διπλῆν ἄρα τῆς ΘΞ ἔσται τῶν αὐτῶν μη κϛ ιδ· ἡ δ’ ἐπ’ αὐτῆς περιφέ‐

83

ρεια μοιρῶν μζ λζ. ὧν τὴν ἡμίσειαν, τουτέστιν τὴν ΘΞ περιφέρειαν, ἕξομεν κγ μη λ. ἔχομεν δὲ καὶ τὴν ΞΔ μοιρῶν κγ μθ. μείζων ἄρα ἡ ΞΔ τῆς ΘΞ δευτέροις ἑξηκοστοῖς λ ἀνεπαισθήτοις. Πάλιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΜΝ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς
5ΝΗ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΜΞ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΞΔ, καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ. Ἀλλ’ ἡ μὲν διπλῆ τῆς ΜΝ περιφερείας μοιρῶν ἐστιν μζ μβ μ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων μη λα νε. ἡ δὲ διπλῆ τῆς ΝΗ μοιρῶν
10ρπ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρκ. ἡ δὲ διπλῆ τῆς ΜΞ μοιρῶν ρπ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρκ. ἡ δὲ διπλῆ τῆς ΞΔ μοιρῶν μζ μη· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων μη κζ κϛ. ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τοῦ τῶν μη λβ πρὸς τὰ ρκ ἀφέλωμεν τὸν τῶν ρκ πρὸς τὰ μη κζ κϛ λόγον, λείπεται λόγος τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς
15ΘΗ, ὁ τῶν ιθ λε νϛ πρὸς τὰ ρκ. τὰ γὰρ μη λβ ἐπὶ τὰ μη κζ κϛ γίνεται ͵βτνα μζ κε νβ· παρὰ ρκ, γίνεται ιθ λε νϛ. καὶ ὁ συγκεί‐ μενος ἔσται ιθ λε νϛ πρὸς ρκ καὶ ρκ πρὸς μη κζ κϛ. καὶ λοιπὸς λόγος τῶν ιθ λε νϛ πρὸς ρκ. ὥστε καὶ τὴν ΘΔ περιφέρειαν συνάγεσθαι μοιρῶν 𐆊 λϛ μ, ὡς δείξω.
20 Ἐπεὶ οὖν ἡ σελήνη βορειοτέρα ἐστὶν τοῦ ζῳδιακοῦ μοίραις ε κατὰ τὸ Β οὖσα, καὶ ὁ ΝΒΠ κύκλος ἀφορίζει αὐτῆς τὸ μῆκος κατὰ τὸ Π, ὅ ἐστιν Αἰγόκερω μοίρᾳ γ ι, τῆς ΗΠ διαστάσεως ἀπὸ τοῦ Η Αἰγόκερω ἀρχῆς ἐπὶ τὰ ἑπόμενα τυγχανούσης, ἔσται τὸ Δ τοῦ μεσημβρινοῦ προηγούμενον
τοῦ Π ἀκριβοῦς διὰ τοῦ ὀργάνου ληφθέντος Αἰγόκερω μοίρᾳ γ ι. τὴν

84

γὰρ ΠΔ διαφορὰν ἀνεπαίσθητον ἔχει, διὰ τὸ καὶ ὅλην τὴν ΘΔ συνάγεσθαι ὡς εἴπομεν 𐆊 λϛ μ. Συνάγεται δὲ ἡ ΘΔ 𐆊 λϛ μ διὰ τοῦ ιγʹ θεωρήματος πρώτου βιβλίου[Omitted graphic marker] τῆς συντάξεως, οὕτως. ἔστω γὰρ ἀντὶ τῆς ΑΔΗ περιφερείας ἡ ΑΒΓ,
5[περὶ] κέντρον δὲ τὸ Ε τοῦ κύκλου. καὶ ἐπιζευχθεῖσα ἡ ΕΑ ἐκβεβλήσθω, καὶ συμπιπτέτω τῇ ΓΒ ἐπιζευχθείσῃ καὶ ἐκβληθείσῃ, κατὰ τὸ Δ. καὶ ἤχθω κάθετος ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΒΓ ἡ ΕΖ. καὶ ἐπεζεύχθω ἡ ΕΒ, τοῦ Β ὑποκειμένου Αἰγόκερω μοῖρα γ ι, καὶ τοῦ Γ Αἰγόκερω ἀρχῇ. ἐπεὶ οὖν ἡ ΕΖ τὴν ΒΓ δίχα τε καὶ πρὸς ὀρθὰς τέμνει, καὶ ἐκβαλλομένη τὴν περι‐
10φέρειαν διχᾷ. ὥστε βαίνειν ἐπὶ περιφερείας μοίρας α λε τὴν ὑπὸ ΒΕΖ γωνίαν οἵων αἱ δ ὀρθαὶ τξ, οἵων δ’ αἱ δύο ὀρθαὶ τξ τοιούτων ἐστὶν γ ι, ἡ δ’ ὑπὸ ΕΒΖ τῶν αὐτῶν ροϛ ν.
Καὶ περιφέρειαι ἄρα τοῦ περὶ τὸ ΒΕΖ γραφομένου κύκλου, ἡ μὲν ἐπὶ

85

τῆς ΒΖ γ ι, ἡ δ’ ἐπὶ τῆς ΕΖ ροϛ ν. καὶ εὐθεῖα ἡ μὲν ΒΖ γ ιη νδ, ἡ δὲ ΕΖ ριθ νζ ιε, οἵων ἡ ΒΕ διάμετρος ρκ. καὶ οἵων ἐστὶν ἄρα ἡ ΕΒ ξ, τοιούτων ἡ μὲν ΒΖ α λθ κζ, ἡ δὲ ΕΖ νθ νη λζ. καὶ ἐπεὶ ὁ τῆς ΒΑ πρὸς ΑΓ λόγος ἐδείχθη ὁ τῶν ιθ λε νϛ πρὸς τὰ ρκ, ἀνάπαλίν ἐστιν ὁ τῶν
5ρκ πρὸς τὰ ιθ λε νϛ, τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν δι‐ πλῆν τῆς ΑΒ, τουτέστιν τῆς ΓΔ εὐθείας πρὸς τὴν ΔΒ, ὡς ἔστιν δωδεκά‐ τῳ τοῦ πρώτου. Καὶ ἔστιν ἡ μὲν ΒΓ γ ιη νδ, οἵων ἡ ΕΖ ξ. ἔσται ἄρα καὶ ἡ ΒΔ 𐆊 λη μθ.
10 Οἵων γὰρ ἡ ΓΔ ρκ, ἡ ΔΒ ιθ λε νϛ. λοιπὴ ἄρα ἡ ΓΒ ρ κδ δ, οἵων ἡ ΒΔ ιθ λε νϛ. καὶ οἵων ἄρα ἡ ΒΓ γ ιη νδ, ἡ ΒΔ 𐆊 λη μθ, καὶ ὅλη ἡ ΔΒΖ β ιη ιϛ, ὅτι τῶν αὐτῶν ἐστιν ἡ ΒΖ α λθ κζ, ἡμίσεια οὖσα τῆς ΒΓ. Ἔστιν δὲ καὶ ἡ ΕΖ τῶν αὐτῶν νθ νη λζ. καὶ τὸ μὲν ἀπὸ τῆς ΔΖ τε‐
15τράγωνον ε ιη λζ, τὸ δ’ ἀπὸ τῆς ΕΖ ͵γφϙζ ιδ β· ἃ συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΕΔ ͵γχβ λβ λθ. μήκει ἄρα ἐστὶν ἡ ΕΔ ξ α ιϛ οἵων ἡ ΔΖ ἦν β ιη λϛ· καὶ οἵων ἄρα ἡ ΔΕ ρκ, τοιούτων ἡ ΔΖ δ λε μβ. ἡ δ’ ἐπ’ αὐτῆς περιφέρεια τοῦ περὶ τὸ ΔΕΖ γραφομένου κύκλου καὶ ἡ ὑπὸ ταύτην γωνία ἡ ὑπὸ ΔΕΖ, οἵων μέν εἰσιν αἱ β ὀρθαὶ τξ, τοιούτων
20δ κγ κ· οἵων δ’ αἱ δ ὀρθαὶ τξ, τοιούτων β ια μ. ἔστιν δὲ καὶ ἡ ὑπὸ ΒΕΖ α λε. λοιπὴ ἄρα ἡ ὑπὸ ΑΕΒ ἔσται 𐆊 λϛ μ. ὥστε ἡ ΑΒ περιφέρειά
ἐστιν 𐆊 λϛ μ.

86

Ἔστιν δὲ καὶ ἡ ΒΓ μοιρῶν γ ι, γίνεται ἡ ΑΓ ὅλη μοιρῶν γ μϛ μ. ἡ δὲ διπλῆ αὐτῆς ζ λγ κ. ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ζ νδ κγ. ἡ δὲ διπλῆ τῆς ΑΒ μοίρας α ιγ κ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων α ιϛ μη. ὥστε λόγος ἐστὶν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΑΒ πρὸς τὴν ὑπὸ
5τὴν διπλῆν τῆς ΑΓ, ὁ τῶν α ιϛ μη πρὸς τὰ ζ νδ κγ, ᾧ λόγῳ ὁ αὐτὸς ἔγ‐ γιστά ἐστιν καὶ ὁ τῶν ιθ λε νϛ πρὸς τὰ ρκ. Τῆς οὖν κατὰ τὴν τήρησιν παραλλάξεως διὰ τοῦ παραλλακτικοῦ ὀργά‐ νου δοθείσης μοίρας α καὶ ἑξηκοστῶν ζ, τὸ κατ’ αὐτὴν τὴν τήρησιν τῆς σελήνης ἀπόστημα διὰ τοῦ ιʹ θεωρήματος ἀποδείκνυται τοιούτων λθ με
10οἵου ἐστὶν ἑνὸς ἡ ἐκ τοῦ κέντρου τῆς γῆς. καὶ ἔτι τούτου τοῦ ἀποστήματος δοθέντος, δείκνυται διὰ τοῦ ιαʹ θεωρήματος, ὅτι οἵων ἐστὶν τὸ κατὰ τὴν τήρησιν τῆς σελήνης ἀπόστημα λθ με, ἡ δὲ ἐκ τοῦ κέντρου τῆς γῆς α, τοιούτων ἔσται καὶ τὸ κατὰ τὰς συζυγίας μέσον ἀπόστημα νθ 𐆊, τὸ δὲ κατὰ τὰς διχοτόμους μέσον ἀπόστημα λη μγ. ἡ δὲ ἐκ τοῦ κέντρου τοῦ
15ἐπικύκλου τῶν αὐτῶν ε ι· ὡς ἐκ τούτου συνάγεσθαι τὸ μὲν κατὰ τὰς συζυγίας μέγιστον ἀπόστημα ξδ ι, καὶ τὸ ἐλάχιστον νγ ν. τὸ δὲ κατὰ τὰς διχοτόμους μέγιστον ἀπόστημα μγ νγ καὶ τὸ ἐλάχιστον λγ λγ. σαφῆ δέ ἐστιν αὐτὰ τὰ θεωρήματα, ὥστε μὴ εἶναι χρείαν σχολίων εἰς
ταῦτα.

87

(1t)

Περὶ τῆς πηλικότητος τῶν ἐν ταῖς
2tσυζυγίαις φαινομένων διαμέτρων ἡλίου καὶ σελήνης
3tκαὶ σκιᾶς.
4«Τῶν δὴ πρὸς τὴν τοιαύτην ἐπίσκεψιν ἐφόδων, τὰς μὲν ἄλλας, ὅσαι δι’
5«ὑδρομετρίων ἢ τῶν κατὰ τὰς ἰσημερινὰς ἀνατολὰς χρόνων δοκοῦσιν τὴν «τῶν φώτων ποιεῖσθαι καταμέτρησιν, παρῃτησάμεθα διὰ τὸ μὴ ὑγιῶς «δύνασθαι διὰ τῶν τοιούτων τὸ προκείμενον λαμβάνειν.». Οἱ μὲν γὰρ ἀρχαιότεροι τῶν μαθηματικῶν, κατασκευάσαντες ἀγγεῖον καθ’ ὁμαλὴν ῥύσιν ῥέον διὰ τρηματίου πρὸς τῷ πυθμένι ὄντος καὶ ἔχον
10τὴν χορηγίαν ἔκ τινος ἐπιῥῥύτου ὕδατος, ἅμα τῇ τοῦ ἡλίου ἀνατολῇ πρώ‐
τῃ ἐν τῇ ἰσημερινῇ ἡμέρᾳ εἴων φέρεσθαι τὸ ὕδωρ εἴς τι παρακείμενον ἀγ‐

88

γεῖον, ἕως ἂν ὅλον τὸ σῶμα τοῦ ἡλίου πρώτως ὑπὲρ τὸν ὁρίζοντα γένηται· καὶ φυλάσσοντες τὸ ἀποῥῥεῦσαν ὕδωρ, εἰς ἕτερον ἀγγεῖον εἴων φέρεσθαι τὴν ῥύσιν μέχρι τῆς κατὰ τὴν ἑξῆς ἡμέραν γινομένης τοῦ ἡλίου πρώτης ἀνατολῆς· καὶ ἐκμετροῦντες τὸ πᾶν ῥυὲν ὕδωρ ἐν ἀμφοτέροις τοῖς ἀγγείοις,
5ἐζήτουν τοῦτο ποσαπλάσιον ἔσται τοῦ κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου ληφ‐ θέντος ὕδατος. καὶ ὃν λόγον ἔχει τοῦτο τὸ κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου ληφθὲν ὕδωρ πρὸς τὸ πᾶν τῆς ῥύσεως ὕδωρ, τοῦτον ἔχειν τὸν λόγον ἔφασκον, οὐ μόνον τὸν χρόνον τῆς ὅλης τοῦ ἡλίου ἀνατολῆς πρὸς τὸν χρόνον τὸν ἀπὸ τῆς πρώτης ἀνατολῆς μέχρι τῆς κατὰ τὴν ἑξῆς ἡμέραν πρώτης ἀνατο‐
10λῆς, ἀλλὰ καὶ τὴν περιφέρειαν ἣν ὑποτείνει ἡ τοῦ ἡλίου φαινομένη διάμε‐ τρος πρὸς τὸν ἐν τῇ σφαίρᾳ αὐτοῦ καθ’ ὅ ἐστιν ἀπόστημα μέγιστον κύκλον, ὡς τῆς διαμέτρου δηλονότι τοῦ ἡλίου ἀδιαφορούσης τῆς ὑποτεινομένης ὑπ’ αὐτῆς τοῦ κύκλου περιφερείας πρὸς αἴσθησιν. Ἵππαρχος δὲ ἐπὶ μὲν τῆς ὀρθῆς σφαίρας ἀληθὲς εἶναι τοῦτό φησιν,
15ὡς ἀδιαφοροῦντος ἐν τῇ ἰσημερίᾳ τοῦ χρόνου τῆς τοῦ κόσμου περιστροφῆς πρὸς τὸν χρόνον τῆς ὅλης ἡμέρας, ὅς ἐστιν ἀπὸ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου μέχρι τῆς κατὰ τὴν ἑξῆς ἡμέραν πρώτης ἀνατολῆς· ἐπὶ δὲ τῆς ἐγ‐ κεκλιμένης, ψεῦδος, διὰ τὸ τὸν ἥλιον ἐπὶ τῶν βορειοτέρων ἀεὶ κλιμάτων παρὰ τὴν τοῦ ἰσημερινοῦ ἔγκλισιν ἐν πλείοσι χρόνοις ἀναφέρεσθαι τοῦ
20ὁρίζοντος ἤπερ ἐπὶ τῶν νοτιωτέρων. Ἔστω γὰρ ὁρίζοντος τμῆμα τὸ ΑΒ, ἰσημερινοῦ τὸ ΓΔΖΕ· ἥλιος δὲ ἐν τῇ ἰσημερίᾳ ἀνατέλλων πρώτως μὲν ὁ ΒΖ, οὗ κέντρον τὸ Ε· ἐσχάτως δὲ ὁ ΑΗ, οὗ κέντρον τὸ Γ. ἐφάψεται ἄρα τοῦ ὁρίζοντος κατὰ τὰ Α, Β σημεῖα, καὶ ἔσται ὁ χρόνος τῆς ἀνατολῆς αὐτοῦ ὁ κατὰ τὴν ΓΔΖΕ περιφέρειαν,
25ἥτις αἰεὶ ὀρθουμένου μὲν τοῦ ἰσημερινοῦ ἐλάσσων γίνεται, ἐγκλινομένου δὲ μείζων. ὥστε καὶ ἡ προειρημένη τήρησις ἐν παντὶ τῆς οἰκουμένης τόπῳ οὐκ ὀρθῶς μεταχειρισθήσεται, μὴ προσαφελόντων ἡμῶν ἀπὸ τοῦ παντὸς
τῆς ἀνατολῆς χρόνου τὸν κατὰ τὴν ΔΖ περιφέρειαν ἐπιβάλλοντα.

89

Καὶ ἄλλως δὲ οὐ τῆς τυχούσης ἐπισκέψεως τὸ συνεπιλογίσασθαι ἀκρι‐[Omitted graphic marker] βῶς, πόστον μέρος τυγχάνει τὸ κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου ῥυὲν ὕδωρ τοῦ παντὸς τῆς ῥύσεως. Ὅπως δὲ συμβαίνει τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ καθ’ ὁμαλὴν ῥύσιν ῥεῖν, ὑπέ‐
5δειξεν Ἥρων ἐν τῷ πρώτῳ τῶν ὑδρίων ὡροσκοπείων.

90

«Κατασκευάσαντες δὲ καὶ αὐτοὶ τὴν ὑποδεδειγμένην ὑπὸ τοῦ Ἱππάρχου «διὰ τοῦ τετραπήχους κανόνος διόπτραν ...»[Omitted graphic marker]
Γίνεται γὰρ κανὼν μῆκος ἔχων οὐκ ἔλασσον πηχῶν δ, πλάτος δὲ καὶ

91

βάθος αὔταρκες, ὥστε ἀδιάστροφον διαμένειν τὸν κανόνα. τούτου δὲ νοείσθω ἡ κατὰ πλάτος ἄνω ἐπιφάνεια τὸ ΑΒ παραλληλόγραμμον. ἔστω δ’ ἐν αὐτῷ διὰ τῆς ΠΟ εὐθείας κατὰ μέσον σωλήν, ὥστε πελεκυνάριον ἐν αὐτῷ ἁρμοστῶς φέρεσθαι ὅτε βουλόμεθα καθ’ ὅλον τὸ τοῦ κανόνος
5μῆκος μηδαμῶς ἀποπίπτειν αὐτοῦ. καὶ προσπεπηγέτω αὐτῷ συμφυὲς πρισμάτιον ὀρθὸν πρὸς τὸν κανόνα δυνάμενον διαμένειν, ὡς τὸ ΓΔ, πλάτος ἔχον πρὸς μὲν τῷ πελεκυναρίῳ τὴν ΡΔΣ, πρὸς δὲ τῷ ἄνω ἄκρῳ τοῦ πρισ‐ ματίου τὴν ΖΓΗ εὐθεῖαν. γίνεται δὲ καὶ ἄλλο πρισμάτιον πρὸς τῷ ἑτέρῳ πέρατι τοῦ κανόνος συμφυὲς αὐτῷ καὶ ὀρθόν, ὡς τὸ ΕΟ, ὀπὴν ἔχον οὐ πρὸς
10τῷ κανόνι λεπτήν, ἀλλὰ ὡς τὴν Ε κατὰ μέσον, ἵνα τῆς ὄψεως ἡμῶν πρὸς αὐτῇ τασσομένης ἐν τῇ χρήσει, αἱ ἀπ’ αὐτῆς ἐκπεμπόμεναι εὐθεῖαι πρὸς τὸ κινούμενον πρισμάτιον διὰ τῶν κροτάφων αὐτοῦ τὴν φαινομένην τοῦ ἡλίου διάμετρον ὅλην δυνῶνται περιλαμβάνειν ἐπιψαύουσαι τῶν ἄκρων αὐτῆς.
Εἰ μὲν οὖν ὡς ἔχει θέσεως τὸ ΓΔ πρισμάτιον θεωροῖμεν πρὸς τῷ ὁρίζον‐

92

τι τὰ ἄκρα τῆς τοῦ ἡλίου διαμέτρου τὸ μὲν διὰ τοῦ Ζ σημείου καὶ τῆς ΕΖ ὄψεως, τὸ δὲ λοιπὸν διὰ τοῦ Η σημείου καὶ τῆς ΕΗ ὄψεως, λέξομεν τὴν ὑπὸ ΗΕΖ γωνίαν περιέχειν τὴν τοῦ ἡλίου διάμετρον. εἰ δὲ μὴ θεωροῖτο διὰ τῆς ΕΗ εὐθείας, διὰ δὲ τῆς ΕΖ μόνης, ἢ μηδόλως, δεήσει τὸν κανόνα κινεῖν,
5ἢ καὶ τὸ πρισμάτιον ἀπωτέρω τῆς ὄψεως καταστῆσαι ἵν’ ἐλάσσων ἡ γωνία γένηται, καὶ διὰ τῆς ὀπῆς καὶ τῶν τοῦ πρισματίου κροτάφων ἐκ‐ πεμπόμεναι ὄψεις περιλάβωσιν τὴν τοῦ ἡλίου διάμετρον, ὡς ἔχει ἡ ὑπὸ ΘΕΚ γωνία. ἐὰν δὲ πάλιν διὰ τῆς ΕΘ εὐθείας τὸ ἄκρον τῆς διαμέτρου τοῦ ἡλίου θεωρῆται τὸ δὲ λοιπὸν ὑπερπίπτῃ τὴν ΕΚ καὶ μέρος τοῦ σώματος
10αὐτοῦ φαίνηται ὑπὲρ τὸ πλάτος τοῦ πρισματίου, δεήσει πάλιν τὸ πρισμά‐ τιον ἐγγυτέρω τῆς ὄψεως κινοῦντα ἠρεμαίως καὶ τὸν κανόνα καταστῆσαι, ἕως ἂν ἡ γωνία μείζων γένηται ἡ περιλαμβάνουσα τὴν τοῦ ἡλίου διάμε‐ τρον, ὡς ἔχει ἡ ὑπὸ ΛΕΜ γωνία.
Χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι αἱ πρὸς τῇ ὄψει συνιστάμεναι γωνίαι

93

ὑπὸ τῶν διαμέτρων ἡλίου καὶ σελήνης ἐν τῇ διοπτείᾳ ἰσοσκελῶν τριγώ‐ νων οὐχ ἁπλῶς εἰσιν κορυφαί, ὧν βάσεις αἰεὶ τὸ αὐτὸ πλάτος τοῦ πρισμα‐ τίου, ἀλλὰ καὶ παραλλήλων τριγώνων τῷ ΑΒ ἐπιπέδῳ καὶ ὁμοίων τοῖς ἐν αὐτῷ συνισταμένοις πρὸς τῇ Ο κορυφῇ, καὶ τοῖς λαμβανομένοις πέρασι
5τοῦ πρὸς τῷ πελεκυναρίῳ πλάτους ἐν τῇ μετακινήσει τοῦ πρισματίου, ὡς ἔχει τὸ ΡΟΣ τρίγωνον ἰσοσκελὲς πρὸς τὸ ΕΖΗ τρίγωνον, ἴσον καὶ ὅμοιον ἐξ ἀνάγκης αὐτῷ γινόμενον. καὶ γὰρ τὰς ἀπὸ τῆς ὄψεως ἐκπεμπο‐ μένας πρὸς τὸ κινούμενον πρισμάτιον εὐθείας, ὅπου ποτ’ ἂν ἐπινοηθῇ τοῦ κανόνος κείμενον, ἴσας δεῖ εἶναι ταῖς πρὸς τοῖς ἴσοις ἀπολαμβανομέ‐
10νοις πέρασιν. Ἐχρήσατο οὖν τῇ διοπτείᾳ καὶ Πτολεμαῖος εἰς τὸ γνῶναι πότε δύνα‐ ται ἴσα τὰ μεγέθη φαίνεσθαι ἡλίου καὶ σελήνης, οὐκ εἰς τὸ γνῶναι καὶ πηλίκην περιφέρειαν ἡ φαινομένη διάμετρος ἑκάστου αὐτῶν ὑποτείνει τοῦ γραφομένου κατὰ τὸ μέγιστον ἢ ἐλάχιστον ἢ μέσον ἀπόστημα μεγί‐
15στου κύκλου, δι’ ἥν φησιν ἑξῆς αἰτίαν. Δείκνυνται δὲ ἐφεξῆς αἱ φαινόμεναι τοῦ ἡλίου καὶ τῆς σελήνης διά‐ μετροι ἀδιαφοροῦσαι πρὸς αἴσθησιν τῶν ἀληθινῶν αἵ εἰσιν ἐν τοῖς σφαι‐ ρικοῖς σώμασιν αὐτῶν. «Πάνυ ἡμῖν κατεφαίνετο διστάξιμον τῆς ἐν ταῖς ἐπιβολαῖς τοῦ ἐπι‐
20«προσθήσαντος πλάτους ἐπὶ τὸ μῆκος τοῦ κανόνος τὸ ἀπὸ τῆς ὄψεως ἐπὶ «τὸ πρισμάτιον πλείσταις οὔσαις παραμετρήσεως διαψευσθῆναι τῆς ἀ‐
«κριβείας δυναμένης.»

94

Τὸ γὰρ πρισμάτιον τῷ πλάτει ἑαυτοῦ ἐπιπροσθείη ἡλίῳ, ὡς τὸ ΖΗ πλάτος τουτέστιν τὸ μεταξὺ τῶν κροτάφων διάστημα, καὶ ἑλκόμενον ἐπὶ τὸ μῆκος τοῦ κανόνος, ὅπερ ἐστὶν ἀπὸ τῆς ὄψεως ἐπ’ αὐτὸ τὸ πρισμάτιον ἐν πλείσταις ἐπιβολαῖς τουτέστιν παραφοραῖς· οὐ γὰρ ἥνωται. τοῦτο δὲ
5τὴν παραμέτρησιν τῆς γωνίας δύναται ποιῆσαι διαψευσθῆναι τῆς ἀκρι‐ βείας. Καὶ εἰ μὴ τοῦτο, ἐκεῖνό γε. ἐπεὶ ἡ γωνία ἑξηκοστῶν εὑρίσκεται οὖσα,
ἐκθέσθαι μὲν δεῖ ὀρθὴν γωνίαν ἢ περιφέρειαν τεταρτημοιριαίαν κύκλου

95

καὶ ταύτην τεμεῖν ὀργανικῶς εἰς ϙ καὶ τούτων πρῶτον τμῆμα εἰς ξ, τὴν δὲ γωνίαν τὴν περιέχουσαν τὸν ἥλιον ἐφαρμόσαι τῇ ἐκ τῶν ξ ἑξη‐ κοστῶν συγκειμένῃ, ὥστε ἐπιγνῶναι πηλίκη ἐστὶν τῷ μεγέθει ἡ γωνία τὸν ἥλιον περιέχουσα. τοῦτο δὲ στοχασμῷ μᾶλλον ἢ ἀκριβῶς ἐστιν ποιῆ‐
5σαι· δε〈ῖ〉 γὰρ ἁμάρτημα γενέσθαι κἂν ἐκ τῶν ἐν κύκλῳ εὐθειῶν λαμ‐ βάνηται γωνία, διὰ τὸ ἐπὶ μικρῶν οὕτως γωνιῶν ποιεῖσθαι τὴν διαίρεσιν. Πρὸς δὲ τούτοις, ἐπεὶ ἡ συνισταμένη γωνία κατὰ τὴν διοπτείαν οὕτω λαμβάνεται, ὡς τῆς γῆς σημείου καὶ κέντρου λόγον ἐχούσης πρὸς τὰ ἀπο‐ στήματα ἡλίου καὶ σελήνης· τοῦτο δὲ οὐ φαίνεται ἀληθές, ἀλλὰ πρὸς
10τῶν ἀπλανῶν ἄστρων ἀπόστημα· ἀνάγκη καὶ διὰ τοῦτο μὴ ἀκριβῶς λαμ‐ βάνεσθαι ποσάκις ὅ τε ἥλιος καὶ ἡ σελήνη καταμετροῦσιν τὸν κατὰ τὸ ἴδιον ἀπόστημα μέγιστον κύκλον. διὰ ταῦτα μὲν οὖν παρῃτήσατο καὶ τὴν λῆ‐
ψιν.

96

Ἑξῆς δέ φησιν· «ἐπεὶ οὖν ἡ μὲν τῶν δύο ἐκλείψεων ὑπεροχὴ τὸ δʹ «περιέχει τῆς σεληνιακῆς διαμέτρου, ἡ δὲ τῶν ἐκκειμένων τοῦ κέντρου αὐτῆς δύο διαστάσεων ἀπὸ τοῦ διὰ μέσων τῶν ζῳδίων, τουτέστιν ἀπὸ «τοῦ κέντρου τῆς σκιᾶς ἑξηκοστῶν μιᾶς ζ 𐅵ʹ γʹ, φανερὸν ὅτι
5«καὶ ἡ διάμετρος τῆς σελήνης ὑποτείνει μεγίστου κύκλου περιφέρειαν
«ἑξηκοστῶν μιᾶς μοίρας λα γʹ.»

97

Νενοήσθω γὰρ ὁ μὲν διὰ μέσων τῶν ζῳδίων κύκλος ὁ ΑΒΓΔ, ὁ δὲ λο‐ ξὸς τῆς σελήνης ὁ ΑΕΓΗ, ὥστε εἶναι τὸ μὲν Γ σημεῖον τοῦ ἀναβιβάζοντος[Omitted graphic marker]
συνδέσμου, τὸ δὲ Α τοῦ καταβιβάζοντος, βόρειον δὲ πέρας τὸ Θ. καὶ ἀπει‐

98

λήφθωσαν ἀπὸ τῶν συνδέσμων αἱ περιφέρειαι ἃς ἀπεῖχε τὸ κέντρον τῆς σελήνης ἐν ἀμφοτέραις ταῖς ἐκλείψεσιν ἐπὶ τοῦ λοξοῦ κύκλου, τουτέστιν ἡ μὲν ΑΕ μοιρῶν θ καὶ γʹ, ἡ δὲ ΓΗ μοιρῶν ζ μη· γεγράφθωσάν τε διὰ τῶν Ε, Η σημείων πρὸς ὀρθὰς τῷ λοξῷ κύκλῳ αἱ ΕΖ, ΔΗ περιφέρειαι, καὶ
5περὶ μὲν τὰ Ε, Η κέντρα οἱ φαινόμενοι τῆς σελήνης κύκλοι, τουτέστιν τοῦ σφαιρικοῦ αὐτῆς σώματος, περὶ δὲ τὰ Ζ, Δ οἱ τῆς σκιᾶς κύκλοι, τέμνοντες τοὺς τῆς σελήνης κατὰ τὰ Μ, Ν καὶ Ξ, Ο. Ἐπεὶ οὖν ὑπόκειται ἡ σελήνη, κατὰ μὲν τὸ Η σημεῖον τὴν θέσιν ἔχουσα, ἐκλελοιπέναι ἐν τῷ μέσῳ τῆς δευτέρας ἐκλείψεως χρόνῳ, τὸ 𐅵ʹ τῆς ἰδίας
10διαμέτρου τῆς φαινομένης, ἥτις ἀδιαφορεῖ τῆς ἀληθοῦς ὡς ἑξῆς δειχθή‐ σεται, δῆλον ὅτι κατὰ τοῦτον τὸν χρόνον ὁ τῆς σκιᾶς κύκλος διὰ τοῦ κέν‐ τρου τῆς σελήνης πεσεῖται. ἡ ἄρα ΔΗ περιφέρεια ἐκ τοῦ κέντρου ἐστὶν τοῦ τῆς σκιᾶς κύκλου, καὶ ἔστιν ἴση τῇ ΖΚ· περὶ γὰρ τὸ αὐτὸ ἀπόστημα μέγιστον ἑκατέρα τῶν ἐκλείψεων ὑπόκειται γινομένη.
15 Ἐπεὶ δὲ ἡ σελήνη κατὰ τὸ Ε τὴν θέσιν ἔχουσα ὑπόκειται ἐκλελοιπέναι κατὰ μέσον τὸν τῆς πρώτης ἐκλείψεως χρόνον τὸ τέταρτον τῆς ἰδίας δια‐ μέτρου φαινομένης, δῆλον ὅτι ὁ τῆς σκιᾶς κύκλος διχοτομῶν τὴν ἐκ τοῦ πόλου τοῦ φαινομένου κύκλου τῆς σελήνης κατὰ τὸ Κ, ἴσην ποιήσει τὴν ΕΚ περιφέρειαν τῇ ΚΛ. διπλῆ ἄρα ἡ ΛΕ περιφέρεια τῆς ΕΚ. καὶ ἔστιν
20ἡ ΕΚ ὑπεροχὴ ᾗ ὑπερέχει ἡ ΕΖ περιφέρεια μεταξὺ τῶν κέντρων τὴν ΖΚ περιφέρειαν ἐκ τοῦ κέντρου τῆς σκιᾶς τουτέστιν τὴν ΔΗ. ἀλλὰ ἡ μὲν ΔΗ περιφέρεια τουτέστιν ἡ ΖΚ ἑξηκοστῶν ἐστιν μ Γβ, ἡ δὲ ΕΖ ἑξηκοστῶν μη 𐅵ʹ· ὥστε καὶ ἡ ΕΚ, δʹ μέρος οὖσα τῆς ὑφ’ ἣν ὑποτείνει ἡ τῆς σε‐ λήνης διάμετρος καὶ ὑπεροχὴ τῶν δύο διαστάσεων, ἑξηκοστῶν ἔσται ζ
25ν. καὶ ἡ τετραπλασία ἄρα τῆς ΕΚ, τουτέστιν ἡ ὑποτεινομένη περιφέρεια ὑπὸ τῆς διαμέτρου τῆς σελήνης, ἑξηκοστῶν ἔσται λα κ.
«Εὐκατανόητον δ’ αὐτόθεν ὅτι καὶ ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς τῆς κατὰ

99

«τὸ αὐτὸ μέγιστον ἀπόστημα τῆς σελήνης ὑποτείνει μιᾶς μοίρας ἑξη‐ «κοστὰ μ καὶ Γβ.» ἡ γὰρ ΔΗ περιφέρεια τῆς ἀποστάσεως τοῦ κέντρου τῆς σελήνης ἐν τῇ δευτέρᾳ ἐκλείψει, ὑφ’ ἣν ὑποτείνει ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς κύκλου, ἑξηκοστῶν ἦν τοσούτων.
5 Καὶ ἄλλως δὲ τῆς ΖΕ οὔσης ἑξηκοστῶν μη 𐅵ʹ καὶ τῆς ΕΚ ἑξηκοστῶν ζ ν, καταλείπεται ἡ ΚΖ περιφέρεια, ὑφ’ ἣν ὑποτείνει ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς, τῶν αὐτῶν μ Γβ, «ἀδιαφόρῳ δὲ ἐλάσσων ἐστὶν ἢ διπλασίων «καὶ ἔτι τοῖς γ εʹ μείζων τῆς ἐκ τοῦ κέντρου τῆς σελήνης, ἑξηκοστῶν «οὔσης ιε Γβ
10 Τῶν γὰρ ιε Γβ ἑξηκοστῶν τὰ γ εʹ γίνεται ἑξηκοστὰ θ κδ. ἀλλὰ καὶ τὰ διπλάσια τῶν ιε Γβ ἑξηκοστῶν γίνεται λα κ. καὶ ὁμοῦ, γίνεται μ μδ. ταῦτα δὲ ὑπερέχει τῶν μ Γβ ἑξηκοστῶν τῆς ἐκ τοῦ κέντρου τῆς σκιᾶς ἑξηκοστοῖς δευτέροις δ. ἀδιαφόρῳ ἄρα ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς ἐλάττων ἐστὶν τῆς διπλασίας καὶ τοῖς γ εʹ μείζονος τῆς ἐκ τοῦ κέντρου
15τῆς σελήνης. Καὶ γὰρ ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς εὐθεῖά ἐστιν 𐆊 μβ λε, ἡ δὲ ἐκ τοῦ κέντρου σελήνης 𐆊 ιϛ κδ. ἡ ἄρα ἡ ἐκ τοῦ κέντρου τοῦ κύκλου τῆς σκιᾶς τῆς ἐκ τοῦ κέντρου τῆς σελήνης διπλασία ἐστὶ καὶ ἡμίσεια δέκατον ἔγγιστα.
20 Ὁ αὐτὸς δὲ λόγος καὶ τῶν περιφερειῶν πρὸς ἀλλήλας· τὰ γὰρ 𐆊 μ Γβ τῶν 𐆊 ιε μ διπλάσιά ἐστιν καὶ ἡμίσεια δέκατον ἔγγιστα. ἐπεὶ οὖν λέγει τὴν ἐκ τοῦ κέντρου σελήνης 𐆊 ιε μ, δῆλον ὅτι ταῖς περιφερείαις ἀντὶ τῶν εὐθειῶν κατεχρήσατο διὰ τὸ ἀδιάφορον. καὶ πάλιν ἐπὶ τῆς διαμέ‐
τρου σελήνης πρὸς τὰ μέρη τῆς διαμέτρου, οἱ αὐτοὶ λόγοι εἰσὶν ταῖς

100

ἐπ’ αὐτῶν περιφερείαις· ὑποτείνει γὰρ τὴν περιφέρειαν τῶν 𐆊 λα γʹ εὐθεῖα 𐆊 λβ μθ, τῶν δὲ 𐆊 ζ 𐅵ʹ γʹ εὐθεῖα 𐆊 η ιβ, ὥστε εἶναι ὡς τὴν περιφέρειαν 𐆊 λα κ πρὸς τὴν περιφέρειαν 𐆊 ζ 𐅵ʹ γʹ, οὕτως εὐθεῖαν 𐆊 λβ μθ πρὸς εὐθεῖαν 𐆊 η ιβ. ἐπὶ δὲ μειζόνων περιφερειῶν οἷον ξ καὶ
5λ, οὐ γίνονται ἀνάλογον αἱ περιφέρειαι ταῖς εὐθείαις. τὴν γὰρ τῶν ξ μοιρῶν περιφέρειαν ὑποτείνει εὐθεῖα τμημάτων ξ οἵων ἡ τοῦ κύκλου διά‐ μετρος ρκ. καὶ τὴν τῶν λ μοιρῶν περιφέρειαν ὑποτείνει εὐθεῖα τμη‐ μάτων ἔγγιστα λα. καὶ οὐκ ἔστιν ὡς ξ περιφέρεια πρὸς λ, οὕτως εὐ‐ θεῖα ξ πρὸς εὐθεῖαν λα.
10 «Ἀλλὰ ἐὰν μὲν θ καὶ γʹ μοίρας ἀπέχῃ τῶν συνδέσμων ἐπὶ τοῦ λοξοῦ «κύκλου τὸ κέντρον τῆς σελήνης, μη 𐅵ʹ ἑξηκοστῶν μιᾶς μοίρας ἀπέχει «τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπὶ τοῦ πρὸς ὀρθὰς τῷ λοξῷ δι’ αὐτοῦ γραφο‐ «μένου μεγίστου κύκλου», καὶ τὰ ἑξῆς. Τὴν ἀποχὴν τοῦ κέντρου τῆς σελήνης ἀπὸ τοῦ ζῳδιακοῦ ἐπὶ τοῦ ὀρθοῦ
15τῷ λοξῷ ἔλαβεν, καὶ οὐκ ἐπὶ τοῦ ὀρθοῦ τῷ ζῳδιακῷ· οὕτως γὰρ ἂν ἀκρι‐ βέστερον λημφθείη τὸ ζητούμενον πόσην ὑποτείνει περιφέρειαν ἡ διάμε‐ τρος· πάντως δὲ κατὰ τὸν μέσον τῆς ἐκλείψεως χρόνον τὰ τρία κέντρα ἡλίου καὶ σελήνης καὶ σκιᾶς γίνεται ἐπὶ τοῦ ὀρθοῦ τῷ λοξῷ.
Ἔστω γὰρ ὁ δι’ ἀμφοτέρων τῶν πόλων τοῦ τε ζῳδιακοῦ καὶ τοῦ λοξοῦ

101

τῆς σελήνης κύκλος ὁ ΑΒΓΔ, καὶ ζῳδιακοῦ μὲν ἡμικύκλιον τὸ ΑΕΔ, τοῦ δὲ λοξοῦ τὸ ΒΕΓ, κοινὴ δὲ αὐτῶν τομὴ ὅπερ ἐστὶν σύνδεσμος, τὸ Ε.[Omitted graphic marker] καὶ ἀπεχέτω τοῦ Ε συνδέσμου ἡ σελήνη ὡς κατὰ τὴν προτέραν ἔκλειψιν μοίρας θ καὶ γʹ, καὶ ἔστω κατὰ τὸ Θ. καὶ διὰ τοῦ Θ καὶ τοῦ Ζ πόλου
5λοξοῦ κύκλου γεγράφθω μεγίστου κύκλου περιφέρεια ἡ ΖΘΗ. τὸ ἄρα κέν‐ τρον τοῦ ἡλίου κατὰ διάμετρόν ἐστιν τῷ Η· πανσέληνος γάρ. καὶ τὸ κέντρον τοῦ κύκλου τῆς σκιᾶς, ὅπερ ἐστὶν κατὰ διάμετρον τῷ ἡλίῳ, κατὰ τὸ Η, οὐκ ὂν τῆς κατὰ μῆκος ἀκριβοῦς ἐποχῆς τῆς σελήνης, ἥτις ἐπὶ τοῦ ὀρθοῦ τῷ ζῳδιακῷ θεωρεῖται, ὡς αἱ τηρήσεις ἔχουσιν, ἀλλὰ τοῦ μέσου χρόνου
10ἀκριβῶς τῆς ἐκλείψεως. πρὸς αἴσθησιν γὰρ λαμβάνομεν ἐν τῷ μέσῳ τῆς ἐκλείψεως χρόνῳ ἀντὶ τοῦ Η σημείου τὸ σημεῖον τῆς κατὰ μῆκος ἐποχῆς, ἣν ἀφορίζει ὁ ὀρθὸς τῷ ζῳδιακῷ διὰ τοῦ κέντρου τῆς σελήνης γραφόμενος μέγιστος κύκλος. ὁ ἄρα ὀρθὸς τῷ λοξῷ ἐπὶ τοῦ μέσου χρόνου ἔχει τὰ γ κέντρα, ἡλίου τε καὶ σελήνης καὶ σκιᾶς.
15 Τὸ δὲ πλάτος τὸ λαμβανόμενον ἐπὶ τοῦ ὀρθοῦ τῷ λοξῷ, τουτέστιν τὰ μη 𐅵ʹ ἑξηκοστά, εὑρίσκεται οὕτως· ἐπεὶ γὰρ εἰς δύο τὰς ΑΕ καὶ ΑΖ,
δύο διηγμέναι εἰσὶν αἱ ΕΘΒ, ΖΘΗ, τέμνουσαι ἀλλήλας κατὰ τὸ Θ, ὁ τῆς

102

ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ, καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ. ἀλλ’ ἡ μὲν διπλῆ τῆς ΖΑ μοιρῶν ἐστιν ρϙ. καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα, τουτ‐
5έστιν ἡ ὑπὸ τὰς ρο μοίρας, τμημάτων ἐστὶν ριθ λβ λζ. ἡ δὲ διπλῆ τῆς ΑΒ μοιρῶν ι. καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ι κζ λβ. ἡ δὲ διπλῆ τῆς ΕΘ μοιρῶν ιη μ. καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ιθ κζ μα. ἡ δὲ διπλῆ τῆς ΕΒ μοιρῶν ρπ. καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρκ. ἐὰν ἄρα ἀπὸ τοῦ τῶν ριθ λβ λζ πρὸς τὰ ι κζ λβ λόγου ἀφέλωμεν
10τὸν τῶν ιθ κζ μα πρὸς τὰ ρκ λόγον, καταλειφθήσεται ἡμῖν λόγος τῶν ριθ λβ λζ πρὸς τὸ α μα μϛ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ. τῷ γὰρ ι κζ λβ ὅρῳ τὸν λόγον τῶν ιθ κζ μα πρὸς ρκ ἐὰν ὑποβάλωμεν τὸν δεύτερον ἐπὶ τὸν γʹ πολλαπλασιάσαντες, καὶ τοῦ γενομένου ἀριθμοῦ σγ λβ, τὸ ρκʹ λαβόντες, ἕξομεν α μα μϛ ἔγγιστα.
15καὶ ἔστιν ἡ ΖΗ τεταρτημορίου. Δι’ ἄρα τὸ ιγʹ θεώρημα τοῦ πρώτου τῆς συντάξεως καὶ ἡ ΘΗ πε‐ ριφέρεια ἔσται μοιρῶν 𐆊 μη 𐅵ʹ. ἐκκείσθω γὰρ τὸ ιγʹ θεώρημα τοῦ πρώτου συντάξεως. καὶ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ, τουτέστιν τῆς ΓΕ εὐθείας πρὸς ΕΒ λόγος, ἔστω ὁ τῶν ριθ λβ λζ
20πρὸς α μα μϛ. καὶ λοιπῆς ἄρα τῆς ΓΒ πρὸς τὴν ΒΕ λόγος ἐστὶν ὁ τῶν ριζ ν να πρὸς α μα μϛ. καὶ οἵων ἄρα ἡ ΒΓ πδ να ι, τοιούτων ἡ ΒΕ
α ιγ ι. ὁ γὰρ ὑπὸ δευτέρου καὶ τρίτου γενόμενος ρμγ μα να παραβλη‐

103

θεὶς παρὰ τὸν πρῶτον ριζ ν να ποιεῖ α ιγ ι. ἐπεὶ οὖν ἡ ἡμίσεια τῆς ΒΓ ἐστὶν ἡ ΖΒ, τμημάτων μβ κε λε, ὅλη ἄρα ἡ ΕΖ ἔσται μγ λη με, οἵων ἡ ΒΖ, τουτέστιν ΖΔ, μβ κε λε. καὶ ἔστιν τὸ μὲν ἀπὸ ΕΖ ͵αϡδ νζ λβ,[Omitted graphic marker] τὸ δὲ ἀπὸ τῆς ΔΖ ͵αψϙθ νθ νδ· ἃ συντεθέντα ὁμοῦ γίνεται ͵γψδ νζ κϛ.
5μήκει ἄρα ἔσται ἡ ΕΔ τοιούτων ξ νθ ϛ, οἵων ἡ ΕΖ ἦν μγ λη με. καὶ οἵων ἄρα ἡ ΔΕ ὑποτείνουσα ρκ, τοιούτων ΕΖ πς β μζ· ἡ δ’ ἐπ’ αὐτῆς περιφέρεια τοιούτων ϙα λζ, οἵων ὁ περὶ τὸ ΔΕΖ ὀρθογώνιον κύκλος τξ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΕΔΖ, οἵων μέν εἰσιν αἱ β ὀρθαὶ τξ, τοιούτων ϙα λζ· οἵων δ’ αἱ δ ὀρθαὶ τξ, τοιούτων με μη 𐅵ʹ. ὧν ἡ ὑπὸ ΒΔΖ
10τῶν αὐτῶν με. λοιπῶν ἄρα ἡ ὑπὸ ΒΔΑ, τουτέστιν ἡ ΒΑ περιφέρεια, 𐆊 μη 𐅵ʹ. «Καὶ ὡς τῶν περιλαμβανομένων ὑπὸ τῶν κώνων κύκλων ἡλίου τε καὶ «σελήνης καὶ γῆς ἀδιαφόρῳ ἐλασσόνων ὄντων τῶν ἐν ταῖς σφαίραις αὐτῶν «γραφομένων μεγίστων κύκλων αὐτῶν τε καὶ τῶν διαμέτρων.»
15Ὅτι μὲν οἱ περιλαμβανόμενοι κύκλοι κατὰ τὰς σφαίρας τῶν φώτων

104

ὑπὸ τῶν πρὸς τῇ ὄψει συνισταμένων κώνων ἐλάσσονές εἰσιν τῶν ἐν αὐταῖς μεγίστων κύκλων, δῆλον ἐκ τῶν Εὐκλείδου ὀπτικῶν. ὅτι δὲ καὶ ἀδια‐ φόρῳ ἐλάσσονές εἰσιν αὐτῶν, οὕτως ἔσται δῆλον.[Omitted graphic marker] Ἔστω γὰρ τὸ τοῦ ἡλίου ἢ τὸ τῆς σελήνης κέντρον κατὰ τὸ μέγιστον
5οὔσης ἀπόστημα πρὸς τῷ Ε σημείῳ, καὶ ὄψις τὸ Δ. καὶ ἐπιζευχθείσης τῆς ΔΕ, δι’ αὐτῆς ἐπίπεδον ἐκβεβλήσθω. καὶ ποιείτω τομὴν ἐν μὲν τῇ τοῦ φω‐ τὸς σφαίρᾳ μέγιστον κύκλον τὸν ΑΒΓ, ἐν δὲ τῷ κώνῳ τῷ περιλαμβάνοντι τὸν ἥλιον ἢ τὴν σελήνην οὗ κορυφὴ τὸ Δ, τὰς ΔΑ, ΔΒ εὐθείας ἐφαπτομένας οὔσας τοῦ κύκλου. καὶ ἐπεζεύχθωσαν ἥ τε ΑΖΒ διάμετρος οὖσα τοῦ φαινο‐
10μένου κύκλου, καὶ ἡ ΑΕ ἐκ κέντρου τοῦ μεγίστου κύκλου, ὥστε καὶ τὴν ΖΑ ἐκ κέντρου εἶναι τοῦ φαινομένου κύκλου. ἰσογώνιον ἄρα ἐστὶν τὸ ΑΖΕ
τρίγωνον τῷ ΑΖΔ τριγώνῳ· ὀρθογώνιον γὰρ ἑκάτερον καὶ ὅμοιον τῷ ΕΑΔ

105

τριγώνῳ ὀρθογωνίῳ. ἔστιν ἄρα ὡς ἡ ΕΑ πρὸς ΑΖ, οὕτως ἡ ΑΔ πρὸς ΔΖ. ἐπεὶ οὖν ἡ ὑπὸ ΑΔΒ γωνία ἑξηκοστῶν ὑπόκειται λα γʹ, εἴη ἂν διὰ τοῦτο καὶ ἡ ὑπὸ ΑΔΖ τοιούτων λα γʹ οἵων εἰσὶν αἱ δύο ὀρθαὶ τξ. καὶ ἡ μὲν ἐπὶ τῆς ΑΖ ἄρα περιφέρεια τοῦ περὶ τὸ ΑΔΖ τρίγωνον περιγραφομένου
5κύκλου, τοιούτων ἐστὶν ἑξηκοστῶν λα γʹ οἵων ὁ εἰρημένος κύκλος τξ· ἡ δ’ ἐπὶ τῆς ΔΖ περιφέρεια τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον ροθ κη μ. καὶ ἡ μὲν ΑΖ ἄρα εὐθεῖα τοιούτων ἐστὶν 𐆊 λβ μη οἵων ἐστὶν ἡ ΑΔ διάμετρος ρκ, ἡ δὲ ΔΖ εὐθεῖα τῶν αὐτῶν ρκ ἔγγιστα. ἀδιαφορεῖ ἄρα ἡ ΑΔ τῆς ΔΖ. καὶ ἔστιν ὡς ἡ ΑΔ πρὸς ΔΖ, οὕτως ἡ ΕΑ πρὸς ΑΖ. ὥστε καὶ ἡ
10ΕΑ ἀδιαφόρῳ μείζων ἐστὶν τῆς ΑΖ· καὶ τὰ διπλάσια, ἡ διάμετρος τοῦ ΑΒΓ κύκλου τῆς ΑΒ διαμέτρου τοῦ φαινομένου κύκλου ἀδιαφόρῳ μεί‐ ζων ἐστίν. Ἐὰν δὲ καὶ κέντρῳ μὲν τῷ Δ, διαστήματι δὲ τῇ ΔΕ εὐθείᾳ, μεγίστου κύκλου περιφέρειαν γράψωμεν τὴν ΗΕΘ, ὁ περὶ διάμετρον τὴν ἀπὸ τοῦ
15Η ἐπὶ τὸ Θ ἐπιζευγνυμένην εὐθεῖαν γραφόμενος κύκλος ἀδιαφορήσει πολλῷ τοῦ μεγίστου ἐν τῇ σφαίρᾳ τῆς σελήνης, καὶ αὐτὴ ἡ ΘΗ εὐθεῖα τῆς ἀληθινῆς διαμέτρου. ὁμοίως καὶ ἐπὶ τοῦ ἡλίου δειχθήσεται καὶ τῶν ἄλλων ἀστέρων. Καὶ ἐπεὶ πάλιν ἐλάττων ἐστὶν τῆς ὑπὸ ΑΔΒ γωνίας ἡ περιλαμβάνουσα
20τὸν ἥλιον καὶ τὴν γῆν γωνία, δῆλον ὡς καὶ πολλῷ 〈ἀ〉διάφορος ἔσται ὁ διορίζων ἐν τῇ γῇ τὸ λαμπρὸν αὐτῆς καὶ τὸ σκιερὸν κύκλος τοῦ ἐν αὐτῇ μεγίστου κύκλου.
Φησὶν δὲ ἐν τῷ δωδεκάτῳ θεωρήματι· «ἀλλὰ συναμφότερος ἥ τε ΡΠ

106

«καὶ ἡ ΘΣ ὅλη, τοιούτων εἰσὶν δύο διὰ τὸ ἴσας αὐτὰς εἶναι δυσὶν ταῖς ΝΜ· «παράλληλοί τε γάρ εἰσιν ὡς ἔφαμεν πᾶσαι, καὶ ἴση ἡ ΝΠ τῇ ΝΘ.» Δείκνυται δὲ οὕτως· ἔστω τρίγωνον τὸ ΘΞΖ, καὶ ἴση ἡ ΘΝ τῇ ΝΠ καὶ παράλληλοι αἱ ΝΜ, ΠΡ. ὅτι συναμφότερος ἡ ΠΡ, ΘΣ διπλασίους
5εἰσὶν τῆς ΜΝ.
Ἐπεζεύχθω ἡ ΣΒΠ. ἐπεὶ οὖν τριγώνου τοῦ ΠΘΣ παρὰ τὴν ΘΣ ἦκται

107

ἡ ΝΒ, ἔστιν ἄρα ὡς ἡ ΘΠ πρὸς ΠΝ ἡ ΘΣ πρὸς ΝΒ. διπλῆ δὲ ἡ ΘΠ τῆς ΠΝ. διπλῆ ἄρα καὶ ἡ ΘΣ τῆς ΝΒ. καὶ ἔστιν ὡς μὲν ἡ ΠΘ πρὸς ΘΝ, οὕτως[Omitted graphic marker] ἡ ΠΣ πρὸς ΣΒ· ὡς δὲ ἡ ΠΣ πρὸς ΣΒ, ἡ ΠΡ πρὸς ΒΜ. διπλῆ ἄρα καὶ ἡ ΠΡ τῆς ΒΜ. ἐδείχθη δὲ καὶ ἡ ΘΣ τῆς ΝΒ διπλῆ. καὶ συναμφότεραι ἄρα
5αἱ ΘΣ, ΠΡ τῆς ΝΒΜ ὅλης διπλασίους εἰσίν. Ἐν τῷ αὐτῷ δωδεκάτῳ θεωρήματί φησιν· «οἵου ἐστὶν ἡ ἐκ τοῦ κέντρου «τῆς γῆς ἑνὸς τοιούτων ἐστὶν τὸ μὲν τῆς σελήνης ἐν ταῖς συζυγίαις μέσον «ἀπόστημα νθ, τὸ δὲ τοῦ ἡλίου ͵ασι ...» περὶ τὸ μέσον ἀπόστημα αὐτοῦ ὄντος ἐλήφθη, εἴποιμεν ἄν τι· ἐπεὶ δεῖ τὸ μέσον ἴσον ἀπέχειν
10τῶν ἄκρων, ἐὰν ὑποθώμεθα τὸ μέσον εἶναι ͵ασι γίνεται τὸ μὲν μέγιστον ἀπόστημα ͵ασξ κε, τὸ δὲ ἐλάχιστον ͵αρνθ λε. ὥσπερ γὰρ ἐπὶ τοῦ ἐκκέν‐ τρου αὐτοῦ τοῦ ἡλίου, μέση μέν ἐστιν ἡ ἀπὸ τοῦ κέντρου τοῦ ἐκκέντρου μέ‐
χρι τοῦ ἀπογείου ξ· μεγίστη δὲ ἡ ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ μέχρι

108

τοῦ ἀπογείου ξβ 𐅵ʹ· καὶ ἐλαχίστη ἡ ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ μέ‐ χρι τοῦ περιγείου νζ 𐅵ʹ· ᾧ ὑπερέχει καὶ ὑπερέχεται· οὕτως καὶ ἐπὶ τῶν ἀποστημάτων εὐλόγως δεῖ τὸ μέσον ἴσον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι· καὶ εἶναι ὡς τὰ ξβ λ πρὸς τὰ ξ οὕτως τὰ ͵ασξ κε πρὸς τὰ ͵ασι, ὡς
5δὲ τὰ ξ πρὸς τὰ νζ λ οὕτως τὰ ͵ασι πρὸς τὰ ͵αρνθ λε. ἐν εἰκοσαπλα‐ σίονι ἄρα λόγῳ καὶ τῷ ἕκτῳ μείζονα τὰ ἀποστήματα τῶν εὐθειῶν. Ἔστιν δὲ καὶ ἐπὶ σελήνης τὰ ξδ ι τοῦ μεγίστου ἀποστήματος πρὸς τὰ νθ τοῦ μέσου ἐν ἐπιενδεκάτῳ λόγῳ ἔγγιστα· τὰ δὲ τοῦ ἡλίου ͵ασξ κε τοῦ μεγίστου πρὸς τὰ ͵ασι τοῦ μέσου ἐν ἐπιεικοστοτετάρτῳ λόγῳ· μεί‐
10ζων ἄρα ὁ λόγος ἐπὶ τῆς σελήνης ἤπερ ἐπὶ τοῦ ἡλίου. καὶ ἴσως διὰ τοῦτο τὸ ἀπόστημα αὐτοῦ ταὐτὸν φαίνεται ἀεί. καὶ ὅτι φύσει μέγιστόν ἐστιν
τὸ ἡλιακὸν ἀπόστημα ἤπερ τὸ σεληνιακόν.

109

(1t)

Περὶ μεγεθῶν ἡλίου καὶ σελήνης καὶ γῆς.
2 «Κατὰ τὰ αὐτὰ δέ, ἐπεὶ ὁ μὲν ἀπὸ τοῦ ἑνὸς κύβος τοῦ αὐτοῦ ἐστιν ἑνός, «ὁ δ’ ἀπὸ τοῦ γ καὶ β πέμπτων τῶν αὐτῶν ἔγγιστα λθ δʹ ...» καὶ τὰ ἑξῆς.
5 Ἐπεὶ αἱ σφαῖραι πρὸς ἀλλήλας ἐν τριπλασίονι λόγῳ εἰσὶν τῶν ἰδίων διαμέτρων, ἔστιν δὲ καὶ τὰ ὁμοιοστερεὰ παραλληλεπίπεδα ἐν τριπλασίονι λόγῳ τῶν ὁμολόγων πλευρῶν, ἔσται καὶ ὡς ὁ ἀπὸ διαμέτρου τῆς σφαίρας κύβος πρὸς τὸν ἀπὸ τῆς διαμέτρου τῆς σφαίρας κύβον, οὕτως ἡ σφαῖρα πρὸς τὴν σφαῖραν. καὶ ἔστιν ὁ μὲν ἀπὸ τῆς μονάδος κύβος τῆς αὐτῆς μο‐
10νάδος, ὁ δ’ ἀπὸ τῶν τριῶν καὶ β πέμπτων τῶν αὐτῶν λθ δʹ, ὁ δ’ ἀπὸ τῶν ιη καὶ δ πέμπτων τῶν αὐτῶν ͵σχμδ 𐅵ʹ ἔγγιστα. ἔσται οὖν διὰ «τοῦτο «καὶ οἵου ἐστὶν μία τὸ τῆς σελήνης στερεὸν μέγεθος, τοιούτων τὸ «μὲν τῆς γῆς λθ δʹ, τὸ δὲ τοῦ ἡλίου ͵ϛχμδ 𐅵ʹ. ὥστε ἑκατοντακαιεβδο‐
«μηκονταπλάσιον ἔγγιστα τὸ τοῦ ἡλίου τοῦ τῆς γῆς.»

110

(1t)

Περὶ τῶν κατὰ μέρος παραλλάξεων
2tἡλίου καὶ σελήνης.
3«Τούτων τοίνυν οὕτως ὑποδεδειγμένων,» καὶ τὰ ἑξῆς ἄχρι τέλους. Ἐκκείσθωσαν γὰρ τρεῖς κύκλοι μέγιστοι περὶ τὸ κέντρον ἐπινοούμενοι[Omitted graphic marker]
5τῆς γῆς, καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ὧν ὁ μὲν ΑΒ ἔστω κείμενος ἐν τῇ γῇ, οἱ δὲ λοιποὶ διὰ τοῦ κατὰ κορυφὴν σημείου ἡστινοσοῦν οἰκήσεως, ὁ μὲν ΓΔ ἤτοι ἔν τινι τῶν κατὰ τὴν σελήνην ἀποστήματι, ἢ πάλιν ἐν τῷ ἀποδε‐
δειγμένῳ κατὰ τὸν ἥλιον ἀποστήματι (ἐνδεχόμενον γὰρ ἔσται καὶ τὸν

111

ἥλιον παραλλάσσειν, ἐπεὶ μὴ τῆς γῆς σημείου καὶ κέντρου λόγον ἐχού‐ σης πρὸς τὸ ἀπόστημα αὐτοῦ, ὁ προειρημένος ἀπεδείχθη λόγος) ὁ δὲ ΖΗΘ πρὸς ὃν ἡ γῆ πρώτως σημείου καὶ κέντρου λόγον ἔχει. «Καὶ κέντρον μὲν πάντων ἔστω τὸ Κ, ἡ δὲ διὰ τῶν κατὰ κορυφὴν σημείων
5«διάμετρος ἡ ΚΑΓΕ. καὶ ἀποληφθείσης ἀπὸ τοῦ Γ κατὰ κορυφὴν σημείου «δοθείσης τῆς ΓΔ περιφερείας»... ἐπεζεύχθωσαν ἥ τε ΚΔΗ καὶ ἡ ΑΔΘ. ἤχθω παράλληλος τῇ ΚΗ ἡ ΑΖ· καὶ κάθετος ἐπὶ τὴν ΚΔ ἡ ΑΛ. «ἐπεὶ τοί‐ «νυν μὴ μένοντος ἀεὶ τοῦ αὐτοῦ ἀποστήματος» διὰ τὴν τοῦ βάθους τουτέστιν τὴν ἐπὶ τοῦ ἐπικύκλου κατὰ τὸ ὑποκείμενον τοῦ ἡλίου ἢ τῆς
10σελήνης κίνησιν, ἡ μὲν περὶ τὸν ἥλιον ἐσομένη δι’ αὐτὸ τοῦτο τῶν παραλ‐ λάξεων διαφορὰ βραχεῖά τε καὶ ἀνεπαίσθητος γίνεται τῷ μικρὰν εἶναι τὴν ἐκκεντρότητα τοῦ κύκλου αὐτοῦ, τουτέστιν μικρὰν μὲν εἶναι τὴν ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου αὐτοῦ, μεγάλην δὲ τὴν μεταξὺ τοῦ κέντρου τῆς γῆς καὶ τοῦ κέντρου τοῦ ἐπικύκλου αὐτοῦ, τουτέστιν τὴν ἀποδεδειγ‐
15μένην τοῦ ἀποστήματος διάστασιν· ἡ δὲ περὶ τὴν σελήνην καὶ πάνυ αἰσ‐ θητή, τῆς τε κατὰ τὸ ὑποκείμενον ἐπὶ τοῦ ἐπικύκλου κινήσεως αὐτῆς ἕνε‐ κεν, καὶ τῆς αὐτοῦ τοῦ ἐπικύκλου κατὰ τὸν ἔκκεντρον κινήσεως· καλῶς ἔχειν ἡγεῖται τὰς μὲν τοῦ ἡλίου παραλλάξεις ἐπὶ μόνου τοῦ ἀποδεδειγμέ‐ νου ἀποστήματος διὰ τῶν ἀριθμῶν ἐκθέσθαι ὡς μηδαμῶς βάθος αὐτοῦ
20κινουμένου, τὰς δὲ τῆς σελήνης ἐπὶ διαφόρων δ ἀποστημάτων, ὧν μάλιστα καὶ εἰς τὰς ἐφεξῆς ἐφόδους χρείαν ἔχειν δοκοῦμεν. ἔστιν δὲ τούτων τὸ μὲν πρῶτον τοῦ ἐπικύκλου τὸ κέντρον ἔχοντος κατὰ τὸ ἀπογειότατον σημεῖον τοῦ ἐκκέντρου κύκλου, μέγιστον ἀπόστημα, ὅπερ ἀποδέδεικται διὰ τῶν πρὸ τῶν τοιούτων ξδ οἵου ἐστὶν ἐνὸς ἡ ἐκ τοῦ κέντρου τῆς γῆς· τὸ δὲ δεύ‐
25τερον, ὁμοίως μὲν κειμένου τοῦ ἐπικύκλου, κατὰ τὸ ἐλάχιστον δὲ ἀπόστημα

112

τῆς σελήνης οὔσης, ὅπερ ἀποδέδεικται διὰ τῶν πρὸ τῶν τοιούτων νγ ν, οἵου ἐστὶν ἑνὸς ἡ ἐκ τοῦ κέντρου τῆς γῆς· τὸ δὲ τρίτον, τοῦ ἐπικύκλου τὸ κέντρον ἔχοντος κατὰ τὸ περιγειότατον τοῦ ἐκκέντρου κύκλου σημεῖον μέγιστον ἀπόστημα, ὅπερ ἀποδέδεικται τοιούτων μγ νγ, οἵου ἐστὶν ἡ
5ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός· τὸ δὲ τέταρτον, ὁμοίως κειμένου τοῦ ἐπικύ‐ κλου κατὰ τὸ ἐλάχιστον δὲ ἀπόστημα τῆς σελήνης ὅπερ ἀποδέδεικται τοι‐ ούτων λγ λγ, οἵου ἐστὶν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός. Ἐπεὶ τοίνυν δοθεῖσα ἔσται καὶ ἡ ὑπὸ τῶν ΓΚΔ γωνία, ἀλλὰ καὶ ἡ ὑπὸ ΑΛΚ ὀρθή, δοθὲν ἄρα τῷ εἴδει τὸ ΑΛΚ τρίγωνον· ὥστε καὶ τῆς ΑΚ
10ἐκ τοῦ κέντρου τῆς γῆς πρὸς ἑκατέραν τῶν ΑΛ, ΛΚ λόγος ἔσται δοθείς. ὑποκείσθω καὶ πρὸς τὸ ΚΔ ἀπόστημα τῆς ΑΚ λόγος δοθείς, καὶ πρὸς λοιπὴν οὖν τὴν ΛΔ λόγος ἔσται τῆς ΑΚ δοθείς. ἦν δὲ καὶ πρὸς τὴν ΑΛ· καὶ τῆς ΑΛ ἄρα πρὸς ΛΔ λόγος ἔσται μήκει τε καὶ δυνάμει δοθείς. λόγος ἄρα καὶ τῆς ΑΔ πρὸς ΑΛ δοθείς. δοθεῖσα οὖν καὶ ἡ ὑπὸ ΑΔΒ
15γωνία, τουτέστιν ἡ ὑπὸ ΘΑΖ, καὶ ἔστιν τὸ μὲν Α σημεῖον ὡς πρὸς αἴ‐ σθησιν κέντρον τοῦ ΕΖΘ κύκλου, τὸ δὲ Ζ σημεῖον ταὐτὸν τῷ Η σημείῳ ἐπεὶ καὶ ὅλον τὸ ἀπὸ τῆς γῆς μέγεθος πρὸς τὸ κατὰ τὸν ΕΖΘ κύκλον ἀπό‐ στημα σημείου καὶ κέντρου λόγον ἔχει. δοθεῖσα ἄρα καὶ ἡ ΖΘ τουτέστιν ἡ ΘΗ περιφέρεια παράλλαξις οὖσα ἣν παραλλάσσει πρὸς τῷ Δ σημείῳ
20ἤτοι ἡ σελήνη ἢ καὶ ὁ ἥλιος παρὰ τὴν ΚΔΗ. Ἀδιαφόρῳ δέ εἰσιν ἄνισοι, ὥς φησιν, αἱ ΑΔ, ΛΔ. τὸ γὰρ ἀπὸ ΑΛ, τῶν 𐆊 λ, γίνεται 𐆊 ιε· μετὰ δὲ τοῦ ἀπὸ τῆς ΛΔ, τῶν ͵ασθ η ἐπὶ τοῦ ἡλιακοῦ ἀποστήματος, ὅ ἐστιν μυριάδων ἁπλῶν ρμς καὶ ͵βγ καὶ πρώτων ἑξηκοστῶν κε, γίνεται ὁμοῦ μυριάδων ρμϛ καὶ ͵βγ καὶ πρώτων
25ἑξηκοστῶν μ. ὧν πλευρὰ τετραγωνικὴ ἔσται ͵ασθ η, καὶ τρίτων ἑξη‐

113

κοστῶν κβ. ἀδιαφόρῳ ἄρα, μᾶλλον δὲ οὐδενὶ διαφέροντι ἐλάσσων ἐστιν ἡ ΔΛ τῆς ΔΑ. Ἐπὶ δὲ τῶν τῆς σελήνης κατὰ μὲν τὸν πρῶτον ὅρον γίνεται ἡ ΑΔ ξγ ιη ζ· κατὰ δὲ τὸν δεύτερον ὅρον νβ νη θ· κατὰ δὲ τὸν γʹ, μγ α ι·
5κατὰ δὲ τὸν δʹ, λβ μα ιδ ἔγγιστα. ὡς ἑξηκοστοῖς δευτέροις μόνοις εἶναι τὴν διαφοράν. Ἐν τῷ ιδʹ θεωρήματί φησιν· «καὶ τὸ κατὰ τὸ Β ἄρα διάφορον, τοιούτων «ἐστὶν β κζ...» ὑπερέχει γὰρ τὰ 〈ξ〉ε ιε τοῦ πρώτου ὅρου τὸ κατὰ τὸ Β ἀπόστημα εὑρημένον ξβ μη τοῖς β κζ.
10 «Ὥστε καὶ οἵων ἐστὶν τὸ ὅλον διάφορον ξ τοιούτων ἔσται καὶ τοῦτο «τὸ διάφορον ἑξηκοστῶν ιδ 𐆊». ὁ γὰρ αὐτὸς λόγος ἐστὶν τῶν ι λ τοῦ ὅλου διαφόρου πρὸς τὰ β κζ καὶ τῶν ξ πρὸς τὰ ιδ 𐆊. Τοῦ δὲ κέντρου τοῦ ἐπικύκλου ὄντος κατὰ τὸ περίγειον τοῦ ἐκκέντρου «λόγος ἐστίν», φησίν «τῆς ΖΕ πρὸς τὴν ΕΒ, ὁ τῶν ξ πρὸς τὰ η»· ἡ γὰρ
15ΖΕ, τοῦ Ε κέντρου ὄντος κατὰ τὸ περίγειον τοῦ ἐκκέντρου, ἀπεδείχθη
θεωρήματι τρίτῳ τοιούτων λθ κβ, οἵων ε ιε ἡ ἐκ τοῦ κέντρου τοῦ

114

ἐπικύκλου. τούτῳ δὲ τῷ λόγῳ ὁ αὐτός ἐστιν τῶν με λη μγ πρὸς τὰ 〈ϛ〉 ε ι, τῶν δὲ ξ πρὸς τὰ η ἔγγιστα.[Omitted graphic marker] Ἐν δὲ τῷ ιεʹ θεωρήματί φησιν· «ἅπερ καὶ αὐτὰ τῶν κ λη ἑξηκο‐ «στῶν γίνεται μζ κα.».
5 Δεδομέναι γάρ εἰσιν αἱ ΑΖ, ΖΓ, ΖΔ. καὶ ὁ τῆς ὑπεροχῆς ἄρα τῶν ΑΖ, ΖΓ πρὸς τὴν ὑπεροχὴν τῶν ΖΑ, ΖΔ λόγος ἐστὶν δοθείς. ἐὰν ἄρα ἀφέλωμεν ἀπὸ τῆς ΑΖ τὴν ΖΔ, καταλειφθήσεται τὸ διάφορον τῆς ὑπεροχῆς, ιϛ ιζ, οἵων τὸ ὅλον διάφορον κ λη. καὶ οἵων ἄρα τὸ ὅλον διάφορον ξ, τοιούτων τὸ τῆς τῶν ΑΖ, ΖΔ ὑπεροχῆς διάφορον γίνεται ἑξηκοστῶν μζ κα.
10 »... διὰ ιβ τμημάτων, ἃ γίνεται πάλιν ϛ τμήματα», ἐπεὶ καὶ ἀπὸ τοῦ ἀπογείου ἐπὶ τὸ περίγειον, μοιρῶν οὐσῶν ρπ, συνάγονται μόναι
μοῖραι ϙ.

115

(1t)

Περὶ τῆς τῶν παραλλάξεων διακρίσεως.
2 «Ὅταν οὖν προαιρώμεθα λαμβάνειν πόσον ἡ σελήνη καθ’ ἑκάστην τῶν «παρόδων παραλλάσσει ...» καὶ τὰ ἑξῆς ἕως «καὶ τὰ γινόμενα μερίζοντες «εἰς τὸν ρκ τὰ ἐκ τοῦ μερισμοῦ συναγόμενα μόρια ἕξομεν τῆς οἰκείας
5«παραλλάξεως.» Ὑποδείγματος δὲ ἕνεκεν ὑποκείσθω τὸ ἀκριβὲς κέντρον τῆς σελήνης ἐν ἀρχῇ τοῦ Ταύρου ἀπέχον πρὸς ἀνατολὰς τοῦ μεσημβρινοῦ ὥρας ἰσημερι‐ νὰς δ κατὰ τὸν διὰ Ῥόδου παράλληλον. ἔστω δὲ καὶ ὁ τῆς ἀνωμαλίας αὐτῆς ἀριθμὸς ὁ διακεκριμένος διὰ τοῦ τρίτου σελιδίου μοιρῶν ρκ,
10ὁ δὲ τῆς ἀποχῆς ἣν ἀπέχει ἡ μέση σελήνη τοῦ μέσου ἡλίου, μοιρῶν ρκ. Ἐπεὶ τοίνυν δεῖ εὑρεῖν πρῶτον τὴν γινομένην τῆς σελήνης παράλλαξιν ἐπὶ τοῦ δι’ αὐτῆς καὶ τοῦ κατὰ κορυφὴν γραφομένου μεγίστου κύκλου, εἰσοίσαντες τὰς δ ἰσημερινὰς ὥρας εἰς τὸν τῶν γωνιῶν κανόνα τοῦ οἰ‐ κείου κλίματος δʹ καὶ ζῳδίου Ταύρου, τὰς παρακειμένας αὐταῖς μοίρας
15νθ περιφερείας ἀπογραψόμεθα ἃς καὶ εἰσοίσομεν εἰς τὸ πρῶτον σελίδιον
τοῦ παραλλακτικοῦ κανόνος, καὶ τὰ παρακείμενα τῷ ἀριθμῷ τῶν

116

μοιρῶν ἔν τε τῷ τρίτῳ σελιδίῳ καὶ δʹ καὶ εʹ καὶ ϛʹ ἀπογραψόμεθα. ἔστιν δὲ τρίτον μὲν 𐆊 μϛ ιζ· τέταρτον δὲ 𐆊 η νη· εʹ δὲ α ζ κ· ϛʹ δὲ 𐆊 κα ν. ἔπειτα τοῦ κατ’ ἐκείνην τὴν ὥραν διακεκριμένου τῆς ἀνωμαλίας ἀριθμοῦ, τουτέστιν τοῦ ρκ, τὸ 𐅵ʹ λαβόντες, τουτέστιν τὸν ξ, εἰσοίσομεν
5εἰς τὸ αὐτὸ αʹ σελίδιον· καὶ τὰ παρακείμενα αὐτῷ ἐν τῷ ζʹ καὶ τῷ ηʹ σελιδίῳ ἐκθησόμεθα. ἔστιν δὲ ζʹ μὲν σελιδίου ἑξηκοστῶν μδ 𐆊, ηʹ δὲ ἑξηκοστῶν μγ κδ. καὶ πολυπλασιάσαντες τὰ μὲν τοῦ ζʹ ἐπὶ τὰ τοῦ δʹ, τὰ γενόμενα 𐆊 ϛ λε προσθήσομεν τοῖς 𐆊 μϛ ιζ τοῦ τρίτου σελιδίου. καὶ τὰ γενόμενα 𐆊 νβ νβ ἕξομεν ἃ παραλλάσσει ἡ σελήνη, τοῦ κέντρου
10τοῦ ἐπικύκλου κατὰ τὸ ἀπόγειον τοῦ ἐκκέντρου ὄντος, καὶ τῆς σελήνης ἀπε‐ χούσης τοῦ ἀκριβοῦς ἀπογείου τὰς ὑποκειμένας τῆς ἀνωμαλίας μοίρας ρκ. Τὰ δὲ τοῦ ηʹ σελιδίου, ἑξηκοστῶν μγ κδ, πολυπλασιάσαντες ἐπὶ τὰ τοῦ ϛʹ, 𐆊 κα ν, τὰ γενόμενα 𐆊 ιε μη προσθήσομεν τοῖς τοῦ πέμπτου σελιδίου, μοίρας α ζ κ. καὶ τὴν συναχθεῖσαν μοῖραν α κγ η ἕξομεν
15ἃ παραλλάσσει ἡ σελήνη, τοῦ κέντρου τοῦ ἐπικύκλου κατὰ τὸ περίγειον τοῦ ἐκκέντρου ὄντος, ἐν ταῖς μέσως θεωρουμέναις διχοτόμοις, ὡς τῆς σελήνης πάλιν ἀπεχούσης τοῦ ἀκριβοῦς ἀπογείου τοῦ ἐπικύκλου τὰς αὐτὰς τῆς ἀνωμαλίας μοίρας ρκ. ἀλλ’ ἐπειδὴ καὶ ὁ τῆς ἀποχῆς ἀριθμὸς ὃν ἀπέ‐ χει ἡ μέση σελήνη τοῦ μέσου ἡλίου μοιρῶν ἐστιν ρκ, τὰς λειπούσας εἰς
20τὰς ρπ μοίρας ξ, ἥτις ἐστὶν ἐγγυτέρα διάστασις τῆς μέσης σελήνης ἀπὸ

117

τοῦ διαμετροῦντος τὴν μέσην τοῦ ἡλίου μοῖραν, εἰσοίσομεν εἰς τὸ αὐτὸ πρῶτον σελίδιον. καὶ τὰ παρακείμενα τῷ ἀριθμῷ ἐν τῷ θʹ σελιδίῳ, ἑξη‐ κοστῶν μζ κα, πολυπλασιάσομεν ἐπὶ τὴν ὑπεροχὴν τῶν ἐκκειμένων δύο παραλλάξεων, ἥτις ἐστὶν 𐆊 λ ιϛ, οἷς ὑπερέχει ἡ α κγ η μοῖρα τὰ
5ο νβ νβ. καὶ τὰ γενόμενα 𐆊 κγ νγ προσθήσομεν τοῖς ἐκ τοῦ γʹ καὶ δʹ σελιδίου διακρινομένοις 𐆊 νβ νβ. καὶ γίνεται κατὰ τὸ ὑποκείμενον ἀπό‐ στημα μοῖρα α ιϛ με, ἃ παραλλάξει ἡ σελήνη ἐν τῷ ὑποκειμένῳ κλί‐ ματι, τοῦ μὲν κέντρου τοῦ ἐπικύκλου ἀπέχοντος τῆς μέσης τοῦ ἡλίου μοίρας τὰς τῆς ἀποχῆς ρκ μοίρας, τοῦ δὲ κέντρου τῆς σελήνης ἀπὸ τοῦ
10ἀκριβοῦς ἀπογείου τοῦ ἐπικύκλου τὰς αὐτὰς τῆς ἀνωμαλίας μοίρας ρκ, καὶ αὐτῆς τῆς σελήνης ἐν ἀρχῇ τοῦ Ταύρου ὑποκειμένης πρὸς ἀνατολὰς ἀπέχειν τοῦ μεσημβρινοῦ ὥρας ἰσημερινὰς δ. Ποιοῦμεν δὲ τούτων ἕκαστον ἀκολούθως τοῖς προαποδεδειγμένοις, ἃ καὶ διὰ τῆς ὑποκειμένης καταγραφῆς οὐδὲν ἧττον γενήσεται φανερά.[Omitted graphic marker]
15Ἔστω γὰρ ἔκκεντρος τῆς σελήνης κύκλος ὁ ΑΒΓΔ οὗ κέντρον τὸ Ε,
ἡ δὲ διὰ τοῦ πρώτου ἀπογείου καὶ τοῦ τρίτου περιγείου διάμετρος αὐτοῦ

118

ἡ ΑΕΓ, ἐφ’ ἧς τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ζ, καὶ περὶ τὰ Α, Γ κέντρα οἱ ἐπίκυκλοι τῆς σελήνης. ἔστω δὲ καὶ κατ’ ἄλλην θέσιν, οἷον τὴν ὑποκειμέ‐ νην τῆς ἀποχῆς ρκ ὁ ἐπίκυκλος τῆς σελήνης κατὰ τὸ Δ. καὶ ἐπιζευχθεῖσα ἡ ΖΔ τεμνέτω τὸν ἐπίκυκλον κατὰ τὰ Ρ, Σ σημεῖα. τεμνέτω δὲ καὶ ἡ ΑΓ
5διάμετρος τοὺς περὶ τὰ Α, Γ σημεῖα ἐπικύκλους κατὰ τὰ Ξ, Μ, Ν, Π ση‐ μεῖα. ἔσται ἄρα κατὰ τὰς ὑποκειμένας τοῦ ἐπικύκλου θέσεις ἀκριβῆ μὲν ἀπόγεια τὰ Ξ, Π, Ρ σημεῖα, ἀκριβῆ δὲ περίγεια τὰ Μ, Ν, Σ, πρὸς ἃ καὶ τὰς τῆς ἀνωμαλίας μοίρας τῆς σελήνης διακρίνοντες διὰ τοῦ τρίτου σελι‐ δίου τὰ παρὰ τὴν ἀνωμαλίαν λαμβάνομεν διάφορα.
10 Ἐπεὶ τοίνυν αἱ κατὰ τὸν πρῶτον ὅρον παραλλάξεις εἰσὶν ὡς τῆς σελή‐ νης οὔσης κατὰ τὸ Ξ ἀπογειότατον σημεῖον τοῦ ἐπικύκλου, αἱ δὲ κατὰ τὸν δεύτερον ὡς τῆς σελήνης οὔσης κατὰ τὸ Μ, αἱ δὲ κατὰ τὸν τρίτον ὡς τῆς σελήνης οὔσης κατὰ τὸ Π, αἱ δὲ κατὰ τὸν τέταρτον ὡς τῆς σελήνης οὔσης κατὰ τὸ Ν· ὅταν μὲν ἐπιζητῶμεν τὴν γινομένην κατὰ τὸ Ρ παράλλαξιν τῆς
15σελήνης, διδομένης δηλονότι τῆς κατὰ τὸ ἀπόστημα ἀπὸ τοῦ κατὰ κορυ‐ φὴν περιφερείας ὡς τῶν προκειμένων μοιρῶν νθ, συγχρώμεθα τῷ εἶναι ὡς τὴν τῶν ΑΖ, ΖΓ ἀποστημάτων ὑπεροχὴν πρὸς τὴν τῶν ΑΖ, ΖΔ ἀποστη‐ μάτων ὑπεροχήν, οὕτως τὴν τῶν κατὰ τοὺς Ξ, Π τόπους παραλλάξεων ὑπεροχὴν πρὸς τὴν τῶν κατὰ τοὺς Ξ, Ρ τόπους παραλλάξεων ὑπεροχήν,
20κατὰ τὴν ἴσην ἐπὶ τῶν ὑποκειμένων ἀποστημάτων γ ἀπὸ τοῦ κατὰ κορυ‐ φὴν σημείου διάστασιν. Καὶ ὁμοίως τῆς σελήνης οὔσης κατὰ τὸ Σ, ὅταν ἐπιζητῶμεν τὴν γινομέ‐
νην αὐτῆς παράλλαξιν, συγχρώμεθα τῷ εἶναι ὡς τὴν τῶν ΑΖ, ΖΓ ὑπεροχὴν

119

πρὸς τὴν τῶν ΑΖ, ΖΔ ὑπεροχήν, οὕτως τὴν τῶν κατὰ τοὺς Μ, Ν τόπους παραλλάξεων ὑπεροχὴν πρὸς τὴν τῶν κατὰ τοὺς Μ, Σ τόπους παραλλά‐ ξεων ὑπεροχήν. Ὑποκειμένης δὲ νῦν τῆς σελήνης ἀπὸ τοῦ ἀκριβοῦς ἀπογείου ἀπέχειν
5περιφέρειαν λόγου χάριν μοιρῶν ρκ, καὶ ἀποληφθεισῶν ἴσων τῆς τε ΞΘ καὶ τῆς ΠΚ καὶ τῆς ΡΛ, καὶ ἐπιζευχθεισῶν τῶν ΖΘ, ΖΚ, ΖΛ· ὅταν ἐπι‐ ζητῶμεν, τῆς σελήνης οὔσης πρὸς τῷ Θ, τὴν γινομένην κατὰ τὸ ΖΘ ἀπό‐ στημα παράλλαξιν εὑρεῖν, διδομένης τῆς ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν σελήνην διαστάσεως, συγχρώμεθα πάλιν τῷ εἶναι ὡς τὴν τῶν ΞΖ, ΖΜ
10ἀποστημάτων ὑπεροχὴν πρὸς τὴν τῶν ΞΖ, ΖΘ ὑπεροχήν, οὕτως τὴν τῶν κατὰ τοὺς Ξ, Μ τόπους παραλλάξεων ὑπεροχὴν πρὸς τὴν τῶν κατὰ τοὺς Ξ, Θ τόπους παραλλάξεων ὑπεροχήν. Ὅταν δέ, τῆς σελήνης οὔσης πρὸς τῷ Κ, ἐπιζητῶμεν τὴν κατὰ τὸ ΖΚ ἀπόστημα γινομένην παράλλαξιν, διδομένης τῆς ἀπὸ τοῦ κατὰ κορυφὴν
15ἐπὶ τὴν σελήνην διαστάσεως, συγχρώμεθα πάλιν τῷ εἶναι ὡς τὴν τῶν ΠΖ, ΖΝ ὑπεροχὴν πρὸς τὴν τῶν ΠΖ, ΖΚ εὐθειῶν ὑπεροχήν, οὕτως τὴν τῶν κατὰ τοὺς Π, Ν τόπους παραλλάξεων ὑπεροχὴν πρὸς τὴν τῶν κατὰ τοὺς Π, Κ τόπους παραλλάξεων ὑπεροχήν. Ὅταν δὲ πάλιν, τῆς σελήνης οὔσης κατὰ τὸ Λ, ἐπιζητῶμεν τὴν κατὰ τὸ
20ΛΖ ἀπόστημα γινομένην τῆς σελήνης παράλλαξιν, ἴσων οὐσῶν τῶν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν σελήνην διαστάσεων κατὰ τὰς ὑποκειμένας τοῦ ἐπικύκλου τρεῖς θέσεις καὶ τῶν ΞΘ, ΠΚ, ΡΛ περιφερειῶν διακεκριμένων πρὸς τὸ ἀκριβὲς ἀπόγειον τοῦ ἐπικύκλου, συγχρώμεθα πάλιν τῷ εἶναι ὡς τὴν τῶν ΑΖ, ΖΓ ἀποστημάτων ὑπεροχὴν πρὸς τὴν τῶν ΑΖ, ΖΔ ἀπο‐
25στημάτων ὑπεροχήν, οὕτως τὴν τῶν κατὰ τοὺς Θ, Κ τόπους παραλλάξεων ὑπεροχὴν πρὸς τὴν τῶν κατὰ τοὺς Θ, Λ τόπους παραλλάξεων ὑπεροχήν. Ἀλλ’ ἐπεὶ πρὸς τὴν κατάλημψιν τῶν κατὰ τοὺς Θ, Κ τόπους καὶ τῶν παραπλησίως λαμβανομένων, κατὰ τὰς αὐτὰς τοῦ ἐπικύκλου θέσεις γινο‐
μένων παραλλάξεων δεῖ πάντως συγχρήσασθαι ταῖς κατὰ τοὺς Ξ, Μ καὶ

120

Π, Ν τόπους γινομέναις παραλλάξεσιν, ἀναγκαῖον γέγονεν καὶ πρὸς τὰς εἰρημένας τῶν δ ἀποστημάτων διαφορὰς ἐπιλογίσασθαι. οἷον, ἐπεὶ ἡ ΑΖ ἐστὶν ξ οἵων ἡ ΖΓ λθ κβ, ἡ δ’ ὑπεροχὴ αὐτῶν κ λη, ἡ δὲ ΖΔ τῆς ὑποκειμένης θέσεως τοῦ ἐπικύκλου τουτέστιν τῶν τῆς ἀποχῆς μοιρῶν
5ρκ συνάγεται μγ μγ, γίνεται ιϛ ιζ· προεδείχθη δὲ καὶ ἐν τῷ ὑποδείγ‐ ματι ἡ τῶν κατὰ τοὺς Θ, Κ τόπους παραλλάξεων διαφορὰ 𐆊 λ ιϛ· γίνεται ὡς τὰ κ λη πρὸς τὰ ιϛ ιζ, οὕτως τὰ 𐆊 λ ιϛ πρὸς τὰ 𐆊 κγ ν ἔγγιστα. ταῦτα δὲ εὑρήκεμεν ἐκ τοῦ πολυπλασιασμοῦ τῶν ἑξηκοστῶν τοῦ θʹ σελι‐ δίου πρὸς τὴν ὑπεροχὴν τῶν ἐκτεθειμένων δύο παραλλάξεων.
10 Ταύτῃ οὖν τῇ ἀγωγῇ ὁ Πτολεμαῖος κέχρηται ὡς εἴρηται πρὸς τὰς ἐπι‐ ζητουμένας παραλλάξεις ἐπὶ τῶν ἄλλων ἀποστημάτων παρὰ τὰ δ ἀποστή‐ ματα τῶν δ ὅρων, οὐδὲν αἰσθητὸν διάφορον ποιούσῃ παρὰ τὰ ἐκ τῶν γραμ‐ μῶν συναγόμενα, ἵνα μὴ πλείοσι σελιδίοις χρήσηται. Εἰ γάρ, τοῦ κέντρου τοῦ ἐπικύκλου ὄντος κατὰ τὸ ἀπογειότατον τοῦ ἐκκέν‐
15τρου σημεῖον, κινοῦμεν τὸ κέντρον τῆς σελήνης κατὰ μοίρας ιβ ἐπὶ τοῦ ἐπικύκλου, ἔδει σελίδια ιϛ γενέσθαι, τοσούτων ἀποστημάτων γινομένων. καὶ πάλιν τοῦ ἐπικύκλου μετὰ τὴν κατὰ τὸ ἀπόγειον θέσιν ἀποχῆς οὔσης μοιρῶν ιβ ἔδει ἄλλα σελίδια ιϛ γενέσθαι, τοσούτων καὶ ἐνταῦθα γινομέ‐ νων ἀποστημάτων. καὶ ὁμοίως κατὰ τὰς κδ μοίρας τῆς ἀποχῆς ἄλλα ιϛ,
20καὶ ἑξῆς ἄχρι τοῦ περιγείου ἀποστημάτων ις τοῦ κέντρου τοῦ ἐπικύκλου σελιδίων ιϛ καὶ ἀποστημάτων τοσούτων· ὥστε γίνεσθαι τὰ πάντα σελί‐ δια σνϛ, καὶ ἀποστήματα τοσαῦτα.
Ὧν ἕκαστον ἐν συλλογισμοῖς ἀπαρτίζεται ιε, τῶν ἀπὸ τοῦ κατὰ κορυφὴν

121

σημείου μέχρι τοῦ ὁρίζοντος μοιρῶν ϙ κατὰ ἑξάμοιρον ἐχουσῶν τὸν ἐπι‐ λογισμὸν διὰ τοῦ ιγʹ θεωρήματος. ὥστε τὸν κανόνα τῶν παραλλάξεων ὅλον πληροῦσθαι διὰ συλλογισμῶν τῷ ιγʹ θεωρήματι ͵γωμ, καὶ μηδὲν ἐκ τούτων πλὴν πορίσαι αἰσθητὸν παρὰ τὰς προχειρότερον ὡς εἴρηται
5λαμβανομένας παραλλάξεις κατὰ τὰς τῶν ἄλλων ἀποστημάτων θέσεις. Αὐτὸς δὲ ἐπὶ τῶν δ ἀποστημάτων αʹ ὅρου καὶ βʹ καὶ γʹ καὶ δʹ κέχρη‐ ται ἀποστήμασιν μόνοις δ, τῷ ξδ ι καὶ τῷ νγ ν καὶ τῷ μγ νγ καὶ τῷ λγ λγ, διὰ ϛ δὲ μοιρῶν τῶν ἀπὸ τοῦ κατὰ κορυφήν, ὡς εἶναι συλ‐ λογισμοὺς ξ, διὰ γραμμῶν τῶν παραλλάξεων οἰκείως λαμβανομένων
10τῷ ιγʹ θεωρήματι· ἀριθμητικῶς δὲ τὸ ζʹ καὶ τὸ ηʹ σελίδιον ἔλαβεν ἐξ ἄλλων συλλογισμῶν ἀνὰ ιε, τὴν σελήνην κινήσας ἐπὶ τοῦ ἐπικύκλου διὰ μοιρῶν ιβ, καὶ παραθεὶς τὰ ἑξηκοστὰ τῷ 𐅵ʹ τοῦ ἀριθμοῦ, διὰ τὸ καὶ ὅλας τὰς ρπ μοίρας τοῦ ἐπικύκλου διπλασίους εἶναι τῶν τοῦ αʹ σελιδίου μοι‐ ρῶν ϙ.
15 Τὰ δὲ μεταξὺ τῶν ϛ μοιρῶν διαστήματα εἰς γ μερίσας καὶ ἐπὶ τῶν παραλλάξεων καὶ ἐπὶ τῶν ἑξηκοστῶν καθ’ ὁμαλὴν παραύξησιν ἔλαβεν διὰ δύο μοιρῶν, τοῦ μερισμοῦ εἰς τρία γενομένου. Κέχρηται δὲ καὶ ἄλλοις συλλογισμοῖς ιε ἐπὶ τῶν τῆς ἀποχῆς μοιρῶν καὶ τοῦ θʹ σελιδίου, κινήσας τὸν ἐπίκυκλον ὁμοίως διὰ μοιρῶν ιβ, αἳ
20γίνονται διὰ μοιρῶν ϛ, καὶ ποιοῦσιν συλλογισμοὺς ιε, ὡς ἐπὶ τοῦ ζʹ καὶ ηʹ σελιδίου, ὡς εἶναι πάντας συλλογισμοὺς κατὰ Πτολεμαῖον ἐπὶ τοῦ παραλλακτικοῦ κανόνος ριε· καὶ μήτε ἐπὶ τῶν παραλλάξεων μήτε ἐπ’ αὐτῶν τῶν ἑξηκοστῶν αἰσθητὴν διαφορὰν γίνεσθαι παρὰ τὰ γραμμικά,
ὡς ἐξέσται πειρωμένῳ σκοπεῖν.

122

Οἷον ὡς ἐπὶ τοῦ προκειμένου ὑποδείγματος, ἀποχῆς οὔσης μοιρῶν ρκ, καὶ ἀνωμαλίας σελήνης ἀπὸ τοῦ ἀκριβοῦς ἀπογείου μοιρῶν ρκ, καὶ τῆς ἀπὸ τοῦ κατὰ κορυφὴν Ῥόδου μέχρι τῆς ἀκριβοῦς σελήνης Ταύρου ἀρχῆς δοθείσης μοιρῶν νθ, ἐκκείσθω τὸ θεώρημα, ἐκκέντρου μὲν ὄντος[Omitted graphic marker]
5τοῦ ΑΒΓ, περὶ διάμετρον τὴν ΑΓ καὶ κέντρον τὸ Δ, καὶ κέντρου τοῦ μὲν ζῳδιακοῦ ὄντος τοῦ Ε, κέντρου δὲ ἐπικύκλου τοῦ Β, καὶ ἀπογείου ἀκριβοῦς τοῦ Κ, καὶ σελήνης οὔσης πρὸς τῷ Η, καὶ καθέτου ἐπὶ τὴν ΒΕ τῆς ΗΘ, ἀπὸ δὲ τοῦ Δ ἐπὶ τὴν ΒΕ ἐκβληθεῖσαν καθέτου τῆς ΔΖ, καὶ ἐπιζευχθεισῶν τῶν ΒΗ, ΕΗ, ὥστε τὴν ὑπὸ τῶν ΔΕΖ γωνίαν μοιρῶν εἶναι ξ οἵων αἱ δ
10ὀρθαὶ τξ, τὴν δὲ ὑπὸ τῶν ΗΒΘ τῶν αὐτῶν ξ. συνάγεται οὖν ἡ ΕΗ διὰ

123

τῶν ἀριθμῶν τοιούτων μα κ, οἵων ἡ ΒΗ ἐκ κέντρου ἐπικύκλου ε ιε. καὶ οἵων ἄρα ἡ ΒΗ ε ι, τοιούτων ἡ ΕΗ μ μ λη. καὶ τῷ ιγʹ θεωρήματι ἡ κατὰ τὸ Η παράλλαξις τῆς σελήνης συνάγεται μοίρας α ιγ κϛ, τῆς ἀπὸ τοῦ κατὰ κορυφὴν Ῥόδου δοθείσης μοιρῶν νθ.
5Ἀριθμητικῶς δὲ συνῆκται μοίρας α ιϛ με. διαφορὰ 𐆊 γ ἔγγιστα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἡ ἐπὶ τῇ μέσῃ ἀποχῇ μοιρῶν ξ καὶ ρκ καὶ σμ καὶ τ λαμβανομένη παράλλαξις μία καὶ ἡ αὐτή ἐστιν· καὶ γὰρ καὶ τὸ ἀπόστημα δυνάμει ἓν καὶ ταὐτόν. καὶ γὰρ οἱ διπλασίονες τῆς ἀποχῆς τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τοῦ ἐκκέντρου γίνονται τῆς μὲν τῶν ξ
10ὁ ρκ, καὶ τῆς τῶν ρκ ὁ σμ, καὶ τῆς τῶν σμ ὁ ρκ, τῆς δὲ τῶν

124

τ ὁ σμ. καὶ ἔστιν τὰ αὐτὰ ἀποστήματα πρὸς τῷ περιγείῳ διπλῆς ἀποχῆς ρκ. καὶ διπλῆς ἀποχῆς σμ. καὶ στίχος εἷς ὁ τῶν ξ ἀντὶ δ στίχων. καὶ ἐπ’ ἄλλων ἀριθμῶν παραπλησίως ὁ αὐτὸς λόγος. διὸ καὶ καθόλου, ἐὰν μὲν ἕως ϙ ἢ ἐλάσσων τῶν ϙ μοιρῶν ᾖ ὁ τῆς ἀποχῆς ἀριθμός, ὡς ὁ ξ, αὐ‐
5τὸν εἰσάξομεν εἰς τὸ πρῶτον σελίδιον. ἐὰν δὲ μείζων μὲν τοῦ ϙ ἐλάσσων δὲ τοῦ ρπ, ὡς ὁ ρκ, τὸν λείποντα τουτέστιν τὸν ξ πάλιν εἰσαγαγεῖν δεῖ. ἐὰν δὲ μείζων μὲν ᾖ τοῦ ρπ ἐλάσσων δὲ τοῦ σο, ὡς ὁ σμ, τὴν ὑπεροχὴν ᾗ ὑπερέχει οὗτος τὸν τῶν ρπ, τουτέστιν τὸν ξ εἰσοίσομεν. ἐὰν δὲ μείζων μὲν ᾖ τοῦ σο ἐλάσσων δὲ τοῦ τξ, ὡς ὁ τ, τὰς λειπούσας εἰς τξ, πάλιν
10τὰς ξ, εἰσάγομεν εἰς τὸ πρῶτον σελίδιον τοῦ παραλλακτικοῦ κανόνος. ἔστιν γὰρ ἐγγυτέρα διάστασις τοῦ μὲν ἡλίου ἀποχῆς ξ, καὶ ἀποχῆς τ μοι‐ ρῶν, λείπουσαι καὶ ὑπερβάλλουσαι τὴν μοῖραν τοῦ ἡλίου μοίραις ξ, τοῦ δὲ διαμέτρου ἀποχῆς μοιρῶν ρκ καὶ ἀποχῆς σμ, λείπουσαι καὶ ὑπερβάλ‐ λουσαι τὰς ρπ τοῦ διαμέτρου μοίραις ξ.
15 Τῆς οὖν παραλλάξεως εὑρεθείσης ἐπὶ τοῦ προκειμένου ὑποδείγματος, ἐν μοίρᾳ α ιϛ με, ἣν δὲ καὶ μηκοπλατῆ παράλλαξιν καλοῦμεν, ἀπὸ ταύτης τὴν ἐπιβάλλουσαν τῷ τε μήκει καὶ τῷ πλάτει πρὸς τὸν ζῳδιακὸν κύκλον διακρινοῦμεν οὕτως. τὰς γὰρ αὐτὰς πάλιν ἰσημερινὰς ὥρας δ, ἃς ἀπεῖχεν ἡ σελήνη τοῦ μεσημβρινοῦ πρὸς ἀνατολὰς ἐν ἀρχῇ τοῦ Ταύρου οὖσα, εἰσε‐
20νεγκόντες εἰς τὸ αὐτὸ πρῶτον σελίδιον τοῦ τῶν γωνιῶν κανόνος οἰκείως τῷ τε κλίματι καὶ τῷ ζῳδίῳ ἐν ᾧ ἡ σελήνη, τὰς παρακειμένας τῷ ἀ‐
ριθμῷ τῶν ὡρῶν τῆς γωνίας μοίρας ἐν τῷ τρίτῳ σελιδίῳ ἐπισκεψάμενοι,

125

καὶ εὑρόντες αὐτὰς ρκγ μ, ὑπὲρ ϙ, τὰς λειπούσας αὐταῖς εἰς ρπ μοίρας ἀπεγραψάμεθα· εἴσιν δὲ αὐταὶ μοῖραι νϛ κ. ἃς καὶ διπλώσαντες, τὰς γενομένας ριβ μ εἰσηνέγκαμεν εἰς τὸν τῶν ἐν κύκλῳ εὐθειῶν κανόνα αὐ‐ τάς τε καὶ τὰς λειπούσας αὐταῖς ξζ κ μοίρας εἰς τὰς ρπ. καὶ εὕρομεν
5παρακειμένας, ταῖς μὲν ριβ μ περιφερείας εὐθεῖαν τμημάτων ϙθ νβ κγ, ταῖς δὲ ξζ κ περιφερείας παρακειμένην εὐθεῖαν τμημάτων ξϛ λα κγ. ἐπεὶ οὖν ὃν ἂν ἔχῃ λόγον ἡ τὴν τῶν δεδιπλωμένων μοιρῶν περιφέρειαν ὑπο‐ τείνουσα εὐθεῖα πρὸς τὴν ὑπὸ τὴν διπλῆν τὴν λείπουσαν εἰς τὸ ἡμικύκλιον, τοῦτον ἔχει τὸν λόγον ἡ κατὰ πλάτος παράλλαξις πρὸς τὴν κατὰ μῆκος,
10πολυπλασιάσαντες τὸν ἀριθμὸν τῶν ϙθ νβ κγ καὶ τῶν ξϛ λα κγ ἐπὶ τὴν εὑρεθεῖσαν μοῖραν α ιϛ με τῆς μηκοπλατοῦς παραλλάξεως, καὶ τὰ γενόμενα ρκζ λβ ιε καὶ πε ε λθ μερίσαντες χωρὶς εἰς τὸν ρκ, εὕ‐ ρομεν τὰ μὲν ἐκ τῶν ρκζ λβ ιε γενόμενα μοίρας α γ μϛ τῆς κατὰ πλάτος παραλλάξεως, τὰ δ’ ἐκ τῶν πε ε λθ τῆς κατὰ μῆκος 𐆊 μβ λγ.
15 Πάλιν, τῶν μὲν ἄλλων ὑποκειμένων τῶν αὐτῶν, τῆς δὲ σελήνης ἐν τῇ ἀρχῇ τοῦ Κριοῦ οὔσης λόγου χάριν, δέον ἔστω τὰς πρὸς τὸν ζῳδιακὸν τῆς σελήνης κατὰ μῆκος καὶ πλάτος παραλλάξεις λαβεῖν. Ἐπεὶ τοίνυν ταῖς δ ὥραις ἰσημεριναῖς κλίματος τετάρτου Κριοῦ ἀρχῇ παράκειται περιφέρεια μοιρῶν ξϛ θ· ταύταις δὲ παράκεινται ἐν τῷ παραλ‐
20λακτικῷ κανόνι τρίτῳ σελιδίῳ 𐆊 μθ ιη· δʹ, 𐆊 θ λβ· εʹ, α ιβ ε· ϛʹ ο κγ α· παράκειται δὲ καὶ τῷ ἡμίσει τῆς ἀνωμαλίας ἀριθμῷ τουτέστιν ταῖς ξ μοίραις ζʹ σελιδίῳ ἑξηκοστῶν μδ 𐆊· ηʹ, ἑξηκοστῶν μγ κδ. τὰ οὖν τοῦ ζʹ, 𐆊 μδ ἐπὶ τὰ τοῦ δʹ, 𐆊 θ λβ γενόμενα, γίνεται 𐆊 ϛ νθ.
ταῦτα μετὰ τῶν 𐆊 μθ ιη τοῦ τρίτου σελιδίου, γίνεται 𐆊 νϛ ιζ. πάλιν

126

τὰ τοῦ ηʹ σελιδίου ἑξηκοστῶν μγ κδ ἐπὶ τὰ τοῦ ἕκτου σελιδίου γενόμε‐ να 𐆊 κγ α, ποιεῖ 𐆊 ιϛ λθ. ταῦτα μετὰ τῶν τοῦ πέμπτου σελιδίου α ιβ ε, γίνεται μοῖρα α κη μδ. ὧν ὑπεροχὴ πρὸς τὰ γενόμενα 𐆊 νϛ ιζ γίνεται 𐆊 λβ κζ. ταῦτα ἐπὶ τὰ παρακείμενα ἐν τῷ ἐνάτῳ σελιδίῳ ταῖς ξ
5μοίραις λειπούσαις εἰς ρπ τῶν τῆς ἀποχῆς ρκ, ἑξηκοστῶν μζ κα γενό‐ μενα, ποιεῖ 𐆊 κε λϛ. ταῦτα προστεθέντα τοῖς ἀπὸ τοῦ γʹ καὶ δʹ σε‐ λιδίου γενομένοις 𐆊 νϛ ιζ, γίνεται μοῖρα α κα νγ, ἣν παραλλάξει ἡ σελήνη ἐν ἀρχῇ τοῦ Κριοῦ τυγχάνουσα, ἀκολούθως τῷ προκειμένῳ χρόνῳ καὶ τῷ τετάρτῳ κλίματι, καὶ τοῖς προκειμένοις ἀριθμοῖς ἀποχῆς τε καὶ
10ἀνωμαλίας. Πάλιν οὖν ἀπὸ ταύτης τῆς μηκοπολατοῦς παραλλάξεως τὸ ἐπιβάλλον τῷ τε μήκει καὶ τῷ πλάτει πρὸς τὸν ζῳδιακὸν διακρίνεται οὕτως· ὡρῶν ἰσημερινῶν δʹ, Κριοῦ ἀρχῆς, κλίματος δʹ, γωνία πρὸς ἀνατολὰς ριϛ ιϛ, ἡ λείπουσα ξγ μδ. ὧν ἡ διπλῆ ρκζ κη. ἃς εἰσαγαγόντες εἰς τὸν τῶν
15ἐν κύκλῳ εὐθειῶν κανόνα καὶ τὰς λειπούσας αὐταῖς νβ λβ εἰς ρπ, εὕ‐ ρομεν ταῖς μὲν ρκζ κη περιφερείας εὐθεῖαν ρζ λς λδ· ταῖς δὲ νβ λβ περιφερείας, εὐθεῖαν τμημάτων νγ ϛ κβ. καὶ πολυπλασιά‐ σαντες τὸν ἀριθμὸν τῶν ρζ λϛ λδ καὶ τῶν νγ ϛ κβ ἐπὶ τὴν εὑρηθεῖ‐ σαν μοῖραν α κα νγ, καὶ τὰ γενόμενα ρμε νζ λζ καὶ οβ α νζ μερί‐
20σαντες χωρὶς εἰς τὸν ρκ, εὕρομεν τὰ μὲν ἐκ τῶν ρμε νζ λζ μοίρας α ιγ
ἔγγιστα, τὰ δὲ ἐκ τῶν οβ α νζ, 𐆊 λϛ ἔγγιστα. ὥστε εἶναι τὴν μὲν μοῖ‐

127

ραν α ιγ τῆς κατὰ πλάτος παραλλάξεως, τὰ δὲ 𐆊 λϛ τῆς κατὰ μῆκος. Ὁ μὲν οὖν τρόπος τῆς λήμψεως τῶν κατὰ μῆκός τε καὶ πλάτος πρὸς τὸν ζῳδιακὸν γινομένων παραλλάξεων τῆς σελήνης ὑποκειμένης κατά τινα ζῳ‐ δίου ἀρχὴν ὑποδέδεικται. συμβαίνοντος δὲ καὶ ἐπὶ τῶν ἄλλων θέσεων
5τῆς σελήνης τῶν μεταξὺ τῆς ἀρχῆς τοῦ δωδεκατημορίου καὶ τοῦ τέλους μή‐ τε τὴν περιφέρειαν τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν σημείου ἐπὶ τὴν ἀκριβῆ σελήνην ἀκριβῶς δίδοσθαι καθ’ ἑαυτήν, μήτε τὴν γωνίαν ὁμοίως τὴν πρὸς ἀνατολὰς ἢ πρὸς δυσμάς, διὰ τὸ ἀξιολόγους εἶναι αὐτῶν τὰς διαφοράς, ἀναγ‐ καῖον ἔσται πρότερον δοθῆναι τὰς γινομένας πρὸς τὸν ζῳδιακὸν μήκους τε καὶ
10πλάτους παραλλάξεις τῆς σελήνης κατ’ ἀμφοτέρας τὰς θέσεις ὑποκειμένης, τουτέστιν ἔν τε τῇ ἀρχῇ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ἡ σελήνη καὶ ἐν ἀρχῇ τοῦ ἑξῆς καὶ ἑπομένου ζῳδίου, καθὼς ὑποδέδεικται ἐπὶ τῆς Κριοῦ ἀρχῆς καὶ Ταύρου ἀρχῆς, τῶν ἄλλων ἁπάντων ὑποκειμένων τῶν αὐτῶν· ἔπειτα ποιῆσαι καθόλου ὡς τὰς λ μοίρας πρὸς τὰς μοίρας τῆς σελήνης ἃς ἀπέχει
15κατὰ μῆκος τοῦ ζῳδίου, οὕτως τὴν διαφορὰν ᾗ διαφέρει ἡ πρὸς τῇ ἀρχῇ τοῦ ζῳδίου ἐν ᾧ ἡ σελήνη κατὰ μῆκος παράλλαξις, τῆς πρὸς τῇ ἀρχῇ τοῦ ἑξῆς καὶ ἑπομένου ζῳδίου κατὰ μῆκος παραλλάξεως πρὸς ἄλλον τινὰ ἀριθ‐ μόν. καὶ τὸν γενόμενον προσθεῖναι μὲν τῷ κατὰ τὴν ἀρχὴν τοῦ ζῳδίου ἐν ᾧ ἡ σελήνη τῆς παραλλάξεως ἀριθμῷ ἐάνπερ οὗτος ἐλάττων ᾖ τοῦ κατὰ τὴν
20ἀρχὴν τοῦ ἑξῆς καὶ ἑπομένου ζῳδίου τῆς παραλλάξεως ἀριθμοῦ· ἀφελεῖν δὲ ἀπ’ αὐτοῦ, ἐάνπερ οὗτος μείζων ᾖ τοῦ κατὰ τὴν ἀρχὴν τοῦ ἑξῆς καὶ ἑπο‐
μένου ζῳδίου τῆς παραλλάξεως ἀριθμοῦ. καὶ τὸν οὕτω γενόμενον ἀριθμὸν

128

ἕξομεν τῆς πρὸς τῇ ἀκριβεῖ μοίρᾳ τῆς σελήνης κατὰ μῆκος παραλλάξεως. καὶ τὴν κατὰ πλάτος δηλονότι πρὸς τῇ αὐτῇ μοίρᾳ τῆς σελήνης πα‐ ράλλαξιν, πάντων ὁμοίως γινομένων, προχείρως εὑρήσομεν. οὕτως γὰρ ἂν μᾶλλον ἀκριβέστερον ληφθείη τὸ ζητούμενον ἤπερ ἀπὸ τῶν περιφε‐
5ρειῶν καὶ γωνιῶν τῶν πρὸς τῇ ἀκριβεῖ μοίρᾳ τῆς σελήνης μοιρῶν λαμβα‐ νομένων ἐκ τῆς ἐρημένης ἀναλογίας τῶν λ μοιρῶν πρὸς τὰς τῆς σελή‐ νης μοίρας ἃς ἀπέχει κατὰ μῆκος τοῦ ζῳδίου.[Omitted graphic marker] Καὶ ἵνα ταῦτα σαφέστερα γένηται, ἔστω ζῳδιακοῦ μὲν περιφέρεια ἡ ΑΔΗ, καὶ τὸ μὲν Α σημεῖον ἡ ἀρχὴ τοῦ Κριοῦ, τὸ δὲ Η ἡ ἀρχὴ τοῦ Ταύρου,
10τὸ δὲ Δ τῆς ἀκριβοῦς τῆς σελήνης μοίρας οἷον Κριοῦ ιε, τὸ δὲ Λ τὸ κατὰ κορυφὴν τῆς ὑποκειμένης οἰκήσεως λέγω δὴ Ῥόδου. καὶ διὰ τοῦ Λ σημείου καὶ ἑκάστου τῶν Α, Δ, Η γεγράφθω μεγίστων κύκλων τμήματα, τὰ ΛΑΒ, ΛΔΕ, ΛΗΘ. καὶ ὑποκειμένης τῆς σελήνης δυνάμει, ὁτὲ μὲν πρὸς τῷ Α σημείῳ ὁτὲ δὲ πρὸς τῷ Η σημείῳ, ἔστωσαν αἱ ἐπὶ ταῖς ΛΑ, ΛΗ περι‐
15φερείαις γενόμεναι παραλλάξεις, αἱ ΑΒ καὶ ΗΘ. ἡ μὲν ΑΒ μοίρας α κα νγ, ἡ δὲ ΗΘ μοίρας α ιϛ με, τὰς αὐτὰς τοῦ μεσημβρινοῦ ὥρας ἰση‐
μερινὰς δ ἀπεχούσης τῆς σελήνης κατὰ τὸ Α καὶ τὸ Η πρὸς ἀνατολάς.

129

ἀπὸ τῶν Β καὶ Θ σημείων κάθετοι ἐπὶ τὸν ζῳδιακὸν αἱ ΒΓ, ΘΚ. ἔσται ἄρα κατὰ πλάτος μὲν παράλλαξις ἥ τε ΒΓ καὶ ἡ ΘΚ, κατὰ μῆκος δὲ ἥ τε ΑΓ, καὶ ἡ ΚΗ. ἐπεὶ οὖν τὸ Α σημεῖον ἡ ἀρχή ἐστιν τοῦ Κριοῦ ὥρας ἰση‐ μερινὰς δ ἀπέχουσα πρὸς ἀνατολὰς τοῦ μεσημβρινοῦ· καὶ ἔστιν ἑπομένη
5τοῦ ζῳδιακοῦ περιφέρεια ἡ ΑΗ, ἀρχὴ γάρ ἐστιν Ταύρου τὸ Η· βόρειος δὲ
περιφέρεια ἡ ΛΑ· καὶ γωνία ἄρα ἡ ὑπὸ ΛΑΗ βορααπηλιωτική, δοθεῖσα

130

ἔσται ἐν μοίραις ριϛ ιϛ οἵων ἡ α ὀρθὴ ϙ. καὶ ἡ ἐφεξῆς ἄρα αὐτῇ οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ, τοιούτων ξγ μδ· οἵων δ’ αἱ β ὀρθαὶ τξ, τοιούτων ρκζ κη. ἔστιν δὲ καὶ ὀρθὴ ἡ ὑπὸ ΑΓΒ τῶν αὐτῶν ρπ, ὡς ἐν εὐθυγράμμῳ τῷ ΑΒΓ τριγώνῳ· καὶ γὰρ αἱ ΑΒ, ΒΓ, ΓΑ καὶ
5ταύταις παραπλησίως λαμβανόμεναι ἀδιαφοροῦσιν εὐθειῶν. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΑΒΓ τῶν αὐτῶν ἐστιν νβ λβ. ὥστε καὶ ἡ μὲν ἐπὶ τῆς ΒΓ περι‐ φέρεια μοιρῶν ἐστιν ρκζ κη, οἵων ὁ περὶ τὸ ΑΒΓ τρίγωνον ὀρθογώνιον κύκλος τξ· ἡ δ’ ἐπὶ τῆς ΓΑ νβ λβ. καὶ τῶν ὑπ’ αὐτὰς ἄρα εὐθειῶν, ἡ μὲν ΒΓ ἔσται ρζ λϛ λδ οἵων ἡ ΑΒ διάμετρος τοῦ κύκλου ρκ, ἡ δὲ
10ΓΑ τῶν αὐτῶν νγ ϛ κβ. ὥστε καὶ οἵων ἐστὶν ἡ ΑΒ τῆς μηκοπλατοῦς παραλλάξεως, μοίρας α κα νγ, τοιούτων ἔσται καὶ ἡ μὲν ΓΒ τῆς κατὰ πλάτος παραλλάξεως μοίρας α ιγ ἔγγιστα, ἡ δὲ ΓΑ τῆς κατὰ μῆκος παρ‐ αλλάξεως 𐆊 λϛ α, συμφώνως τοῖς προκειμένοις. Διὰ τὰ αὐτὰ δὴ καὶ ἡ μὲν ΚΘ τῆς κατὰ πλάτος παραλλάξεως ἔσται μοί‐
15ρας α γ μϛ, ἡ δὲ ΚΗ τῆς κατὰ μῆκος 𐆊 μβ λγ, συμφώνως πάλιν τοῖς

131

ἐπιλελογισμένοις κατὰ τὴν ἀρχὴν τοῦ Ταύρου τῆς σελήνης ὑποκειμένης. Ἔστω δὴ καὶ κατὰ τὴν ἀκριβῆ τῆς σελήνης ἐποχὴν τουτέστιν τὴν Δ τὴν ιεʹ μοῖραν τοῦ Κριοῦ, ἐπὶ τοῦ διὰ τοῦ κατὰ κορυφὴν σημείου γραφο‐ μένου μεγίστου κύκλου παράλλαξις ἡ ΔΕ. καὶ ἀπὸ τοῦ Ε ἐπὶ τὸν ζῳδιακὸν
5κάθετος ἤχθω ἡ ΕΖ. ἔσται ἄρα καὶ ἡ κατὰ ταύτην τὴν θέσιν κατὰ πλάτος μὲν παράλλαξις ἡ ΕΖ, κατὰ μῆκος δὲ ἡ ΔΖ. ἐπεὶ οὖν συγχρώμεθα τῷ εἶ‐ ναι ὡς τὴν ΗΑ περιφέρειαν πρὸς τὴν ΑΔ, οὕτως τὴν τῶν ΑΓ, ΗΚ κατὰ μῆ‐ κος παραλλάξεων διαφορὰν πρὸς τὴν τῶν ΑΓ, ΔΖ κατὰ μῆκος παραλλά‐ ξεων διαφοράν, καὶ πάλιν ὡς τὴν ΗΑ περιφέρειαν πρὸς τὴν ΑΔ, οὕτως τὴν
10τῶν ΒΓ, ΘΚ κατὰ πλάτος παραλλάξεων διαφορὰν πρὸς τὴν τῶν ΒΓ, ΕΖ κατὰ πλάτος παραλλάξεων διαφοράν, δεδομέναι δέ εἰσιν ἥ τε ΑΓ τοῦ μή‐ κους 𐆊 λϛ α, καὶ ἡ ΚΗ 𐆊 μβ λγ· καὶ ἡ ὑπεροχὴ αὐτῶν 𐆊 ϛ λβ εἰς πρόσθεσιν· καὶ πάλιν ἥ τε ΒΓ τοῦ πλάτους μοίρας α ιγ ἔγγιστα, καὶ ἡ ΘΚ μοίρας α γ μϛ· ἡ δ’ ὑπεροχὴ αὐτῶν εἰς ἀφαίρεσιν 𐆊 θ ιδ· φανερὸν
15ὅτι ἡ μὲν ΕΖ τοῦ πλάτους παράλλαξις συνάγεται μοίρας α η κγ, ἡ δὲ ΔΖ τοῦ μήκους 𐆊 λθ ιζ ἐλαχίστων γὰρ οὐσῶν ἐν ταῖς συνοδικαῖς ἐκ‐ λείψεσιν, ἐν αἷς μάλιστα τούτων χρῄζομεν, τῶν τε κατὰ μῆκος καὶ πλά‐ τος παραλλάξεων, ὡς πρὸς αἴσθησιν καὶ τὰ περὶ τὴν τοιαύτην ἀναλογίαν οὕτως ἔχοντα φαίνεται· μὴ πάντως οὕτως ἐχουσῶν καὶ τῶν ΛΑ, ΛΔ, ΛΗ
20περιφερειῶν καὶ τῶν ὑπὸ ΛΑΗ, ΛΔΗ, ΛΗΚ γωνιῶν, διὰ τὸ ἀξιολόγους αὐτῶν εἶναι ὡς εἴρηται τὰς διαστάσεις.
Ἐὰν δὴ τὴν μὲν ΑΒ ὑποθώμεθα 𐆊 μθ ιη τοῦ πρώτου ὅρου, τὴν δὲ

132

ΗΘ 𐆊 μϛ ιζ τοῦ αὐτοῦ αʹ ὅρου οὖσαν, τῶν ἄλλων ἁπάντων ὑποκειμένων τῶν αὐτῶν, γίνεται ἡ μὲν ΑΓ τοῦ μήκους 𐆊 κα, ἡ δὲ ΒΓ τοῦ πλάτους 𐆊 μβ, ἡ δὲ ΗΚ τοῦ μήκους 𐆊 κδ, ἡ δὲ ΘΚ τοῦ πλάτους 𐆊 λζ, συμφώ‐ νως προχείροις.
5«Συνεχρησάμεθα μέντοι τοῖς προαποδεδειγμένοις, φησίν, περὶ τὸν
«ἥλιον ...» καὶ τὰ ἑξῆς.

133

Ἃ λέγει προαποδεδεῖχθαι ταῦτ’ ἐστίν· ἡ μεταξὺ τῶν τροπικῶν περι‐ φέρεια, καὶ ὁ χρόνος τῆς ὑπ’ αὐτοῦ τετηρημένης ἰσημερίας, ἀφ’ οὗ καὶ ἡ κατὰ τὸ πρῶτον ἔτος Ναβονασσάρου ἀπὸ τοῦ ἀπογείου ἐποχὴ τοῦ ἡλίου συνεστάθη. καὶ πάλιν τῶν προαποδεδειγμένων ἐστὶν ὁ λόγος τῆς ἐκκεντρό‐
5τητος αὐτοῦ ξ πρὸς β 𐅵ʹ, καὶ τὸ ἀπόγειον Διδύμοις ε 𐅵ʹ, ἐκ τῆς δια‐ στάσεως τῶν ἡμερῶν ϙδ 𐅵ʹ καὶ ϙβ 𐅵ʹ· ἐξ ὧν καὶ τὰς λοιπὰς εὗρεν ἡμέ‐ ρας πη ηʹ καὶ ϙ καὶ ηʹ ἔγγιστα, συμφώνως τοῖς ὑπὸ τοῦ Ἱππάρχου λελογισμένοις. Περὶ ταῦτα οὖν πάντα, φησίν, οὐκ ἀγνοοῦμεν ὅτι ἐκ τῆς ὕστερον εὑ‐
10ρημένης τοῦ ἡλίου παραλλάξεως γίνεταί τις διαφορὰ ὡς πρὸς τὸν λόγον καὶ τὸ κέντρον τῆς γῆς· ἀλλ’ οὐκ ἀξιόλογος, τουτέστιν αἰσθητή, μεγάλη, ὥστε ἀναγκαῖον εἶναι διόρθωσιν ἐπ’ αὐτῶν τινα ποιήσασθαι, τῆς μετὰ ταῦτα παραλλάξεως γνωσθείσης βραχείας οὔσης, καὶ διὰ τοῦτο μὴ δυνα‐ μένης αἰσθητὴν διαφορὰν περιποιῆσαι τοῖς προαποδεδειγμένοις· πρὸς
15ἃ καὶ τὰ φαινόμενα σύμφωνα τῇ αἰσθήσει καταλαμβάνεται. «Ὁμοίως δὲ καὶ πρὸς τὰς παραλλάξεις τῆς σελήνης ἠρκέσθημεν, φησίν, «ταῖς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον γινομέναις ὑπὸ τοῦ διὰ τῶν «πόλων τοῦ ὁρίζοντος γραφομένου μεγίστου κύκλου περιφερείαις τε καὶ «γωνίαις, ἀντὶ τῶν πρὸς τὸν λοξὸν τῆς σελήνης θεωρουμένων, ἐπεὶ τὸ μὲν
20«ἐν ταῖς ἐκλειπτικαῖς συζυγίαις παρὰ τοῦτο ἐσόμενον διάφορον ἀνεπαίσ‐
«θητον ἦν ...» καὶ τὰ ἑξῆς.

134

Ἐκκείσθω γὰρ ὑποδείγματος ἕνεκεν τὸ ιϛʹ τῆς συντάξεως θεώρημα, τῆς ΑΒΓ περιφερείας οὔσης τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου, καὶ τῆς[Omitted graphic marker] ΑΔ τοῦ λοξοῦ τῆς σελήνης κύκλου, καὶ τῆς σελήνης αὐτῆς κατὰ τὸ Δ ὑπο‐ κειμένης, καὶ τῆς ΔΒ πρὸς ὀρθὰς τῷ ζῳδιακῷ οὔσης, καὶ τῆς ΕΔΖ διὰ τοῦ
5Ε πόλου τοῦ ὁρίζοντος, ἐφ’ ἧς ἡ ΔΗ τῆς σελήνης παράλλαξις νοείσθω· καὶ τὸ μὲν Α σημεῖον ἑνὸς τῶν συνδέσμων, τὸ δὲ Η τὸ φαινόμενον κέντρον τῆς σελήνης, ἀφ’ οὗ ἐπὶ τὰς ΒΔ καὶ ΒΖ ὀρθαὶ περιφέρειαι γεγραμμέναι αἱ ΗΚ, ΗΘ, ὥστε τῶν μὲν κατὰ μῆκος τῆς σελήνης διαστάσεων ἀπὸ τοῦ Α συνδέσμου, τὴν μὲν ἀκριβῆ γίνεσθαι τὴν ΑΒ, τὴν δὲ φαινομένην τὴν
10ΑΚ· τῶν δὲ κατὰ πλάτος ἀπὸ τοῦ ζῳδιακοῦ, τὴν μὲν ἀκριβῆ τὴν ΔΒ, τὴν δὲ φαινομένην τὴν ΚΗ· καὶ τῶν ἀπὸ τῆς ΔΗ πρὸς τὸν ζῳδιακὸν θεωρουμέ‐ νων παραλλάξεων, κατὰ μῆκος μὲν τὴν ἴσην τῇ ΗΘ, κατὰ πλάτος δὲ τὴν
ἴσην τῇ ΔΘ· δίδοται οὖν ἑκατέρα τῶν ΔΘ, ΘΗ, τῆς ὑπὸ ΕΖΒ γωνίας δο‐

135

θείσης. ἴση γὰρ αὑτή ἐστιν τῇ ὑπὸ ΔΗΘ. δοθεῖσα οὖν ἡ ὑπὸ ΔΗΘ. ἀλλὰ καὶ ὀρθὴ ἡ πρὸς τῷ Θ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΘΔΗ γωνία ἐστὶν δοθεῖσα. καὶ τὸ ΔΗΘ τρίπλευρον ἀδιαφοροῦν εὐθυγράμμου. καὶ λόγος οὖν τῶν περὶ τὴν ὀρθὴν γωνίαν πρὸς τὴν ΔΗ ἐστὶν δοθείς. δοθεῖσα δὲ ἡ ΔΗ· εὑρίσκεται
5γὰρ διὰ τοῦ ιγʹ θεωρήματος τῆς ΕΔ περιφερείας δοθείσης. δοθεῖσα ἄρα καὶ ἑκατέρα τῶν ΔΘ, ΘΗ παραλλάξεων. Ἐπεὶ οὖν οὐ δίδοται ἡ ὑπὸ ΕΖΓ γωνία διὰ τῶν προδεδειγμένων ἐν τῷ δευτέρῳ βιβλίῳ τοῦ Ζ σημείου μὴ δοθέντος, ἐκεῖ γὰρ ἀπέδειξεν τὰς πρὸς τὰ δοθέντα τοῦ ζῳδιακοῦ σημεῖα γινομένας γωνίας τε καὶ περιφερείας τοῦ
10διὰ τοῦ κατὰ κορυφὴν μεγίστου κύκλου, μόνον δέ ἐστιν δεδομένον ἐνταῦθα τοῦ ζῳδιακοῦ τὸ Β σημεῖον, φανερὸν ὅτι συγχρώμεθα τῇ μὲν ΕΒ περιφε‐ ρείᾳ ἀντὶ τῆς ΕΔ, τῇ δὲ ὑπὸ ΕΒΓ γωνίᾳ ἀντὶ τῆς ὑπὸ ΕΖΓ ἐπὶ τῶν ἡλια‐ κῶν ἐκλείψεων κατὰ λόγον ποιοῦντες· τὸ γὰρ παρὰ τὴν διαφορὰν τῶν ΕΒ, ΕΔ περιφερειῶν καὶ τῶν ὑπὸ ΕΒΓ, ΕΖΓ γωνιῶν γινόμενον τῶν παραλλά‐
15ξεων διάφορον ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων τὸ πλεῖστον δείκνυται ἑξη‐ κοστῶν α 𐅵ʹ. ἐπεὶ γὰρ ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν ἡ ΔΒ οὐ μείζων δείκνυται διὰ τοῦ πρώτου θεωρήματος τοῦ ἕκτου βιβλίου μοίρας α 𐅵ʹ ἔγγιστα, καὶ ἡ τῶν ΕΒ, ΕΔ ἄρα περιφερειῶν ὑπεροχὴ οὐ μείζων ἐστὶν μοίρας α 𐅵ʹ. δείκνυται δὲ διὰ τοῦ παραλλακτικοῦ κανόνος ὁπηλίκη
20τις ἂν ᾖ ἡ ΕΒ περιφέρεια ἡ παρὰ α 𐅵ʹ μοῖραν ἢ μετὰ μιᾶς ἡμισείας μοί‐ ρας γινομένη παράλλαξις παρὰ τὴν ἐπὶ τῇ ΕΒ γινομένην παράλλαξιν
ἑξηκοστῶν α 𐅵ʹ ἔγγιστα διαφοροῦσα κατὰ πᾶν τὸ ἀπὸ τῆς γῆς ἀπόστημα

136

τῆς σελήνης. διαιρεῖται δὲ πάλιν καὶ ἡ τηλικαύτη περιφέρεια εἰς τὴν κατὰ μῆκος καὶ πλάτος παράλλαξιν. καὶ πρὸς τὴν ἀκριβῆ σελήνην, ἡ ἄρα (τουτ‐ έστιν πρὸς τὴν ΕΔ λαμβανομένη) κατὰ μῆκος καὶ πλάτος παράλλαξις, ἥ τε ΗΘ καὶ ἡ ΘΔ, ἡ αὐτὴ ἔσται τῇ κατὰ τὴν πρώτην ὑπόθεσιν (τουτέστιν
5τῇ πρὸς τὴν ΕΒ διάστασιν λαμβανομένῃ) κατὰ μῆκός τε καὶ πλάτος πα‐ ραλλάξει. «Τὸ δὲ καὶ ταύτας ἐκθέσθαι πολύχουν τε ταῖς δείξεσιν καὶ ἐργῶδες «ἐν τοῖς ἐπιλογισμοῖς μὴ ὡρισμένων καθ’ ἑκάστην τῶν ἐπὶ τοῦ ζῳδιακοῦ «παρόδων τῆς σελήνης καὶ τῶν ἀπὸ τοῦ συνδέσμου διαστάσεων, ἀλλὰ καὶ
10«τοῖς μεγέθεσι καὶ ταῖς θέσεσιν αὐταῖς ποικίλας μεταβάσεις λαμβανου‐ «σῶν.». Ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι τὰς πρὸς τὸν λοξὸν κύκλον γινομένας γω‐ νίας τε καὶ περιφερείας οὐκ ἐξεθέμεθα κανονικῶς, διὰ τὸ πολὺ πλῆθος εἶ‐ ναι δείξεων καὶ ἐργῶδες ἐν τοῖς ἐπιλογισμοῖς, κινουμένων καὶ τοῦ ἀναβι‐
15βάζοντος συνδέσμου καὶ τοῦ καταβιβάζοντος εἰς τὰ προηγούμενα τῶν ζῳδίων. ἀφ’ ὧν αἱ τῆς σελήνης κινήσεις, ἐπὶ τὰ ἐναντία τοῖς συνδέσμοις οὖσαι, καὶ ταῖς διαστάσεσιν ἀπ’ αὐτῶν μοιρικῶς καὶ ταῖς θέσεσιν ἐπὶ τὰ βόρεια καὶ τὰ νότια τοῦ ζῳδιακοῦ πολυτρόπους μεταβάσεις λαμβάνουσιν. Ὅπως δὲ γίνεται ἡ λῆψις τῶν τοιούτων γωνιῶν τε καὶ περιφερειῶν
20καθ’ ἑκάστην ἀρχὴν τῶν τοῦ ζῳδιακοῦ δωδεκατημορίων οὐκ ἄτοπον ὑπο‐ δεῖξαι θεωρίας ἕνεκεν, διδομένων ἡμῖν τῶν πρὸς τὰ διδόμενα τοῦ ζῳδια‐ κοῦ σημεῖα γωνιῶν τε καὶ περιφερειῶν ἐκ τοῦ κανόνος τῶν γωνιῶν·
καὶ ὅτι τὸ ὁμαλὸν νυχθήμερον χρόνων ἐστὶν τξ νθ η· ἐν δὲ τούτῳ

137

κινεῖσθαι τὸ βόρειον πέρας τοῦ λοξοῦ κύκλου καὶ τοὺς συνδέσμους, 𐆊 γ ια· ταῦτα γὰρ ὑπεροχή ἐστιν τοῦ ἡμερησίου κατὰ πλάτος κινήματος τῆς σελήνης πρὸς τὰ τοῦ ἡμερησίου κατὰ μῆκος κινήματος. Ὥστε καὶ ἐν ὁμαλοῖς νυχθημέροις φξς τοῖς ἀνὰ χρόνοις τξ νθ η
5κινεῖσθαι τὸ βόρειον πέρας τοῦ λοξοῦ κύκλου καὶ τοὺς συνδέσμους τοῦ λοξοῦ μοίρας λ· κόσμου δὲ περιστροφὰς γίνεσθαι φξζ καὶ μοίρας ἰση‐ μερινοῦ ρϙζ μθ. καὶ ἐν τῷ τριπλασίονι ἄρα χρόνῳ, τουτέστιν νυχθημέ‐ ροις ὁμαλοῖς ͵αχϙη, κινηθήσεται καὶ τὸ βόρειον πέρας καὶ οἱ σύνδεσμοι τοῦ λοξοῦ μοίρας ἀκριβῶς ϙ. καὶ ἐν τῷ τετραπλασίονι ἄρα χρόνῳ, τουτέστιν
10ἐν ὁμαλοῖς νυχθημέροις ͵βσξδ, κινηθήσεται τὸ βόρειον πέρας καὶ οἱ σύνδεσμοι μοίρας ρκ. καὶ ἐν τῷ δωδεκαπλασίονι ἄρα χρόνῳ, τουτέστιν ἐν ὁμαλοῖς νυχθημέροις ͵ϛψϙβ, κινηθήσεται καὶ τὸ βόρειον πέρας καὶ οἱ σύνδεσμοι τοῦ λοξοῦ κύκλου μοίρας τξ. Δῆλον δὲ ὅτι καὶ ἐν τοῖς προκειμένοις ὁμαλοῖς νυχθημέροις φξϛ,
15κόσμου δὲ περιστροφαῖς φξζ καὶ μοίραις ἰσημερινοῦ ρϙζ μθ, ἡ τῆς μέσης κατὰ πλάτος κινήσεως διάστασις μοιρῶν οὖσα σπζ ν τῆς κατὰ μῆκος τοῦ αὐτοῦ χρόνου λαμβανομένης διαστάσεως, μοιρῶν οὔσης σνζ ν, ὑπερέχει μοίραις λ. καὶ ταῦτα γὰρ ἐκ τῶν κανόνων τετάρτου βιβλίου λαμβάνεται ὥστε ἡ εἰς τὰ προηγούμενα τοῦ βορείου πέρατος κίνησις
20ἐν τῷ αὐτῷ χρόνῳ ἴση ἐστὶν τῇ εἰς τὰ ἑπόμενα τῶν ζῳδίων λαμβανομένῃ
ὑπεροχῇ τῆς κατὰ πλάτος κινήσεως πρὸς τὴν κατὰ μῆκος.

138

Ἔτι καὶ τοῦτο φανερόν, ὅτι ἡ μέση σελήνη ἀπέχουσα τῶν συνδέσμων ἑνὸς μοίρας ϙ ἐπὶ τοῦ βορείου πέρατός ἐστιν ἢ νοτίου, καὶ τὸ πλάτος αὐτῆς ἐστιν μοιρῶν ε· ἀπέχουσα δὲ τῶν συνδέσμων ἑνὸς ἐπὶ τοῦ λοξοῦ κύκλου μοίρας ξ, τὸ πλάτος ἔχει τὸ πρὸς τὸν ζῳδιακὸν μοίρας δ κ·
5λ δὲ μοίρας ἀπέχουσα τῶν συνδέσμων ἑνὸς τὸ πλάτος ἔχει μοίρας β 𐅵ʹ. καὶ ταῦτα γὰρ ἐκ τοῦ σεληνιακοῦ πλάτους τοῦ κανονίου λαμβάνεται. Ὅτι δὲ πλῆθος τῶν τοιούτων περιφερειῶν τε καὶ γωνιῶν συνάγεσθαι, καὶ τὸ ἐκτίθεσθαι ταύτας ἐν κανόσι, ἐργῶδές ἐστιν ἐν τοῖς ἐπιλογισμοῖς
καὶ πολύτροπον ἐν ταῖς δείξεσιν, οὐκ ἄτοπον ὑποδεῖξαι.

139

Νοείσθω γὰρ ὁ λοξὸς τῆς σελήνης κύκλος ὁ ΑΘΠΤ, βόρειον πέρας ἔχων
τὸ Α καὶ νότιον πέρας τὸ Θ, καὶ ἀναβιβάζοντα μὲν τὸ Τ, καταβιβάζοντα[Omitted graphic marker]

140

δὲ τὸ Π. καὶ ζῳδιακὸς νοείσθω ὁ ΔΠΜΤ, τέμνων τὸν λοξὸν κατὰ τοὺ
Π, Τ συνδέσμους. καὶ τὸ Δ ἔστω Καρκίνου ἀρχή, τὸ δὲ Μ Αἰγόκερω ἀρχή.

141

μεσημβρινὸς δὲ νοείσθω Ῥόδου δι’ ἀμφοτέρων τῶν πόλων τοῦ τε λοξοῦ
καὶ ζῳδιακοῦ, ὁ ΡΑΔΜΝΟ. τὸ δὲ Ρ σημεῖον ὁ πόλος τοῦ ὁρίζοντος

142

Ῥόδου νοείσθω, καὶ τὸ Σ σημεῖον καθ’ ὃ τέμνεται ὁ μεσημβρινὸς ὑπὸ τοῦ ἰσημερινοῦ. καὶ τετμήσθω ἕκαστον τῶν ΑΠ, ΠΘ, ΘΤ, ΤΑ τεταρτημορίων εἰς γ ἴσα τοῖς ͵Β, ͵Γ, ͵Δ, ͵Ε, ͵𐅶, ͵Ζ, Η, ͵Θ, σημείοις. τετμήσθω δὲ καὶ ἡ ΔΑ περιφέρεια τοῦ μεσημβρινοῦ τοῖς Β, Γ σημείοις, ὥστε τὴν μὲν ΔΒ
5τοιούτων εἶναι μοιρῶν δ κ, οἵων ἡ ΔΑ, ε· τὴν δὲ ΔΓ τῶν αὐτῶν μοι‐

143

ρῶν β 𐅵ʹ. ὁμοίως δὲ καὶ ἡ ΔΗ περιφέρεια τοῦ μεσημβρινοῦ μοιρῶν οὖσα ε τετμήσθω τοῖς Ε, Ζ σημείοις ὥστε τὴν μὲν ΔΕ γίνεσθαι μοιρῶν β 𐅵ʹ, τὴν δὲ ΔΖ, δ κ, λοιπὴν δὲ τὴν ΖΗ, 𐆊 μ. Καὶ ὑποκείσθω ἡ μέση σελήνη κατὰ τὸ Α βόρειον πέρας ἀπέχουσα ἑκα‐
5τέρου τῶν Π, Τ συνδέσμων ἐκ μοιρῶν ϙ, τοῦ δὲ Δ σημείου τῆς τοῦ Καρκί‐ νου ἀρχῆς μοίρας ε. Ἐν ᾧ ἄρα χρόνῳ τὴν Α͵Β περιφέρειαν διαπορεύεται, ἐν τούτῳ ἡ Α͵Β περιφέρεια ἐξαλλάξει τὸν ΑΔ μεσημβρινόν, καὶ 〈τὸ〉 ͵Β σημεῖον ἥξει κατὰ τὸ Β· καὶ ἡ σελήνη ἅμα ἀπέχουσα τοῦ μὲν Δ πρὸς βορρᾶν μοίρας δ κ,
10τοῦ δὲ Π συνδέσμου μοίρας ξ. Ἐν ᾧ δὲ ἀπὸ τοῦ Α ἐπὶ τὸ ͵Γ σημεῖον παραγίνεται, ἐν τούτῳ ἡ Α͵Γ πε‐ ριφέρεια τὸν μεσημβρινὸν ἐξαλλάξει· καὶ τὸ ͵Γ σημεῖον ἐπὶ τὸ Γ ἥξει· καὶ ἡ σελήνη ὁμοίως ἀπέχουσα τοῦ μὲν Δ πρὸς βορρᾶν μοίρας β 𐅵ʹ, τοῦ δὲ Π συνδέσμου μοίρας λ.
15 Ἐν ᾧ δὲ χρόνῳ ἡ μὲν σελήνη ἀπὸ τοῦ Α ἐπὶ τὸ Π παραγίνεται, ἐν τού‐ τῳ τὸ ΑΠ τεταρτημόριον ἐξαλλάξει τὸν μεσημβρινόν, καὶ τὸ Π σημεῖον ἐπὶ τὸ Δ ἥξει· καὶ ἡ σελήνη ἀπέχουσα τοῦ μὲν καταβιβάζοντος 𐆊 𐆊, τοῦ δὲ διὰ μέσων 𐆊 𐆊. ἐν ᾧ δὲ χρόνῳ ἀπὸ τοῦ Α ἐπὶ τὸ ͵Δ παραγίνεται ἡ σε‐ λήνη, ἐν τούτῳ καὶ ἡ Α͵Δ παραλλάξει τὸν μεσημβρινόν, καὶ τὸ ͵Δ ἐπὶ τὸ
20Ε σημεῖον ἥξει, καὶ ἡ σελήνη ἀπέχουσα τοῦ μὲν Δ ἐπὶ τὰ νότια μοίρας β 𐅵ʹ τὴν ΔΕ περιφέρειαν, τοῦ δὲ Π συνδέσμου μοίρας λ. Ἐν ᾧ δὲ ἀπὸ τοῦ Α ἐπὶ τὸ ͵Ε παραγίνεται, ἐν τούτῳ καὶ ἡ Α ͵Ε περιφέρεια τοῦ λοξοῦ παραλλάξει τὸν ΑΔΕ μεσημβρινὸν καὶ τὸ ͵Ε ἐπὶ τὸ Ζ σημεῖον ἥξει, καὶ ἡ μέση σελήνη ἀπέχουσα τοῦ Δ μοίρας δ κ, τοῦ δὲ Π συνδέσμου
25μοίρας ξ. Ἐν ᾧ δὲ ἀπὸ τοῦ Α ἐπὶ τὸ Θ παραγίνεται ἡμικύκλιον διελθοῦσαν, ἐν
τούτῳ τὸ ΑΠΘ ἡμικύκλιον παραλλάξει τὸν μεσημβρινόν, καὶ τὸ Θ ση‐

144

μεῖον ἥξει κατὰ τὸ Η, καὶ ἡ μέση σελήνη ἀπέχουσα ὅλην τὴν ΔΗ περιφέ‐ ρειαν μοιρῶν οὖσαν ε, τοῦ δὲ Π συνδέσμου μοίρας ϙ. Ὥστε καὶ τὰς ἀπὸ τοῦ Ρ πόλου τῆς Ῥόδου οἰκήσεως πρὸς τὸν λοξὸν κύ‐ κλον περιφερείας ἐπὶ τοῦ μεσημβρινοῦ δίδοσθαι Καρκίνου ἀρχῆς μεσουρα‐
5νούσης. ἔστιν γὰρ ἡ μὲν ΡΣ μοιρῶν λϛ· ὧν ἡ ΣΑ, κθ· λοιπὴ ἄρα ἡ ΡΑ ζητουμένη μοιρῶν ἐστιν ζ. ἡ δὲ ΡΒ ὁμοίως μοιρῶν ζ μ. ἡ δὲ ΡΓ μοι‐ ρῶν θ λ. ἡ δὲ ΡΔ ὁμοίως μοιρῶν ιβ. καὶ ὀρθαί εἰσιν αἱ πρὸς τοῖς Α, Β, Γ, Δ, Ε, Ζ, Η γωνίαι. Ἐὰν δὴ μένοντος τοῦ ΔΠΜΤ ζῳδιακοῦ νοήσωμεν τὸν ΑΠΘΤ λοξὸν
10μεταπίπτοντα ἐν ὁμαλοῖς νυχθημέροις ͵γτϙϛ λήψεται θέσιν κατὰ διά‐ μετρον τὴν τοῦ ΗΠΟΤ κύκλου· καὶ τὸ μὲν Ο σημεῖον βόρειον πέρας ἔσται, τὸ δὲ Η νότιον· καὶ τὸ Π τοῦ ἀναβιβάζοντος, τὸ δὲ Τ τοῦ καταβιβάζοντος. Κἂν διὰ τὰ προκείμενα διέλωμεν τὴν ΟΜ περιφέρειαν μοιρῶν οὖσαν ε τοῖς Ν, Ξ σημείοις, ὥστε τὴν ΟΞ περιφέρειαν εἶναι μοιρῶν 𐆊 μ, τὴν δὲ
15ΟΝ μοιρῶν β 𐅵ʹ, λοιπὴν δὲ τὴν ΝΜ μοιρῶν β 𐅵ʹ, καὶ πάλιν τὴν ΜΛ μοι‐ ρῶν β 𐅵ʹ, τὴν δὲ ΜΚ μοιρῶν δ κ, λοιπὴν δὲ τὴν ΚΘ 𐆊 μ· ἕξομεν τὰς ζητουμένας περιφερείας ἐπὶ τὸν λοξὸν κύκλον ἀπὸ τοῦ Ρ πόλου τῆς τοῦ Αἰγόκερω ἀρχῆς μεσουρανούσης ὑπὲρ γῆς, τὴν μὲν ΡΟ μεγίστην μοιρῶν ξε, τὴν δὲ ΡΞ μοιρῶν ξδ κ, 〈τὴν δὲ ΡΝ μοιρῶν ξβ 𐅵ʹ〉, τὴν δὲ
20ΡΜ μοιρῶν ξ 𐆊, τὴν δὲ ΡΛ μοιρῶν νζ λ, τὴν δὲ ΡΚ μοιρῶν νε μ, τὴν δὲ ΡΘ, μοιρῶν νε 𐆊. καὶ ὀρθαί εἰσιν αἱ πρὸς τοῖς Θ, Κ, Λ, Μ, Ν, Ξ, Ο
σημείοις.

145

Ἑπτὰ μὲν οὖν περιφερείας τὰς πρὸς τὸν λοξὸν κύκλον καὶ γωνίας ἀπ‐ εδείξαμεν ἐφ’ ἑκάστης ἀρχῆς Καρκίνου καὶ Αἰγόκερω ὑπὲρ γῆς οὔσης. πα‐ ραπλησίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν δέκα ζῳδίων ἀρχῶν μεσουρανουσῶν ὑπὲρ γῆς αἱ πρὸς τὸν λοξὸν κύκλον γινόμεναι περιφέρειαι καὶ γωνίαι
5ληφθήσονται. Ὁ δὲ τρόπος τῆς λήψεως αὐτῶν τοιοῦτός ἐστιν. νοείσθω γὰρ μεσημβρι‐[Omitted graphic marker] νοῦ περιφέρεια ἡ ΡΕΦ, τοῦ Ρ σημείου τὸ κατὰ κορυφὴν ὄντος Ῥόδου, καὶ τὸ Ε σημεῖον μιᾶς ἡστινοσοῦν ἀρχῆς ἤτοι Ὑδροχόου ἢ Ἰχθύων ἢ Κριοῦ ἢ Ταύρου ἢ Διδύμων καὶ ἤχθω τις τοῦ ζῳδιακοῦ περιφέρεια ἡ ΑΕΒ. δοθεῖ‐
10σα δηλονότι ἐστὶν ἡ ὑπὸ ΡΕΒ γωνία καὶ ἡ ΡΕ περιφέρεια ἐκ τοῦ κανόνος
τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ γωνιῶν. καὶ ἤχθωσαν ἀπὸ τοῦ Ε πρὸς τὴν

146

ΑΒ ὀρθαὶ περιφέρειαι αἱ ΖΕ, ΕΘ, ὥστε ἑκατέραν τῶν ΕΖ, ΕΘ μοιρῶν εἶναι ε οἵων ὁ κύκλος μοιρῶν τξ, ἑκατέραν δὲ τῶν ΕΣ, ΕΤ μοιρῶν εἶναι β 𐅵ʹ, ἑκατέραν δὲ τῶν ΕΟ, ΕΥ μοιρῶν δ κ. καὶ ἀπὸ τοῦ Ρ διὰ τῶν Ζ, Θ γεγράφθωσαν περιφέρειαι τέμνουσαι τὴν τοῦ ζῳδιακοῦ περιφέ‐
5ρειαν κατὰ τὰ Α, Β. τὰ Α, Β ἄρα σημεῖα ποιεῖ τὰς ζητουμένας γωνίας. Δίδοται δὲ καὶ ΡΖ, ΡΘ περιφέρειαι πρὸς τὸν λοξὸν οὖσαι τῆς σελήνης βορειοτέρας καὶ νοτιωτέρας οὔσης τοῦ ζῳδιακοῦ τρόπῳ τοιῷδε. ἐπεὶ γὰρ ἡ ὑπὸ ΡΕΑ γωνία δέδοται, ὧν ἡ ὑπὸ ΖΕΑ ὀρθή ἐστιν, λοιπὴ ἄρα ἡ ὑπὸ ΡΕΖ δοθεῖσά ἐστιν. καὶ ὀρθή ἐστιν ἡ πρὸς τῷ Η. δοθὲν ἄρα τὸ ΕΖΗ
10τρίπλευρον. δοθεῖσα ἄρα καὶ ἑκατέρα τῶν ΖΗ, ΗΡ. καὶ τὰ ἀπ’ αὐτῶν ἄρα δοθέντα ἐστίν. ὥστε καὶ ἡ ΡΖ περιφέρεια πρὸς τὸν λοξὸν κύκλον δοθεῖσά ἐστιν τῆς σελήνης βορειοτέρας οὔσης τοῦ ζῳδιακοῦ. ὁμοίως καὶ ἡ ΡΘ περι‐ φέρεια πρὸς τὸν λοξὸν κύκλον δοθεῖσά ἐστιν τῆς σελήνης νοτιωτέρας οὔσης τοῦ ζῳδιακοῦ. κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς ἀπὸ τοῦ Ρ ἐπὶ τὰ Ο, Σ καὶ Τ, Υ
15περιφερείας ληψόμεθα. καὶ γίνονται πᾶσαι περιφέρειαι τὸν ἀριθμὸν ζ. Τῶν δὲ ἄλλων καὶ λοιπῶν ἀρχῶν τοῦ ζῳδιακοῦ δωδεκατημορίων ἕνεκεν, ὑποκείσθω πάλιν τοῦ διὰ Ῥόδου μεσημβρινοῦ τμῆμα τὸ ΡΚΣ, καὶ τὸ μὲν Ρ τὸ κατὰ κορυφὴν σημεῖον τῆς οἰκήσεως Ῥόδου, τὸ δὲ Κ σημεῖον ἀρχὴ ἑνὸς δωδεκατημορίου ἤτοι Λέοντος ἢ Παρθένου ἢ Ζυγοῦ ἢ Σκορ‐
20πίου ἢ Τοξότου [ἀρχῆς] τυγχάνουσα. καὶ διὰ τοῦ Κ ἤχθω τοῦ ζῳδιακοῦ περιφέρεια ἡ ΑΚΒ, ὥστε τὴν ὑπὸ ΡΚΑ γωνίαν δεδόσθαι, καὶ τὴν ΡΚ πε‐ ριφέρειαν· δίδοται γὰρ ἐκ τοῦ κανόνος τῶν γωνιῶν. καὶ ἤχθω ἀπὸ τοῦ Κ τῇ ΑΒ ὀρθὴ περιφέρεια ἡ ΚΓ, μοιρῶν οὖσα ε. καὶ κείσθω τῇ ΚΓ 〈ἴση〉 [μοιρῶν οὔσῃ ε] ἡ ΚΕ ἐπ’ εὐθείας τῆς ΚΓ. καὶ ἀπὸ τῶν Γ, Ε
25σημείων ἐπὶ τὴν ΡΣ, ὀρθαὶ περιφέρειαι ἤχθωσαν αἱ ΕΖ, ΓΔ. καὶ ἐπιζευ‐

147

χθεῖσαι αἱ ΡΓ, ΡΕ, τεμνέτωσαν τὴν ΑΒ τοῦ ζῳδιακοῦ περιφέρειαν κατὰ τὰ Α, Β σημεῖα.[Omitted graphic marker] Καὶ ἐπεὶ δοθεῖσά ἐστιν ἑκατέρα τῶν ὑπὸ ΓΚΔ, ΕΚΖ γωνιῶν, καὶ ὀρ‐ θαί εἰσιν αἱ πρὸς τοῖς Ζ, Δ γωνίαι, καὶ ἴση ἐστὶν ἡ ΓΚ τῇ ΚΕ, δοθέν ἐστιν
5ἑκάτερον τῶν ΓΔΚ, ΕΖΚ τριπλεύρων· ὥστε καὶ ἑκατέρα τῶν ΓΔ, ΡΔ δοθεῖσά ἐστιν, τουτέστιν ἡ ΡΓ ζητουμένη περιφέρεια. διὰ τὰ αὐτὰ καὶ ἑκατέρας τῶν ΡΖ, ΖΕ δοθείσης περιφερείας δοθεῖσα ἔσται καὶ ἡ ΡΕ ζητου‐ μένη περιφέρεια. Πάλιν ἐπεὶ ἡ ὑπὸ ΡΚΑ γωνία δέδοται, ἀλλὰ καὶ ἡ ὑπὸ ΚΡΓ, καὶ λοιπὴ
10ἄρα ἡ ὑπὸ ΡΑΚ ζητουμένη γωνία δοθεῖσά ἐστιν. κατὰ τὰ αὐτὰ δὲ δοθεῖσά ἐστιν καὶ ἡ ὑπὸ ΡΒΚ ζητουμένη γωνία, διὰ τὸ καὶ ἑκατέραν τῶν ὑπὸ ΡΚΒ, ΚΡΒ δεδόσθαι. Ἐὰν οὖν καὶ ἑκατέραν τῶν ΚΛ, ΚΧ θῶμεν ἐκ μοιρῶν β 𐅵ʹ, ἑκατέραν δὲ τῶν ΚΜ, ΚΩ ἐκ μοιρῶν δ κ, καὶ ἀπὸ τῶν σημείων ἐπὶ τὴν ΡΣ ὀρθὰς ἀγά‐
15γωμεν περιφερείας, τὰ ἴσα καὶ ὅμοια τρίγωνα δοθέντα ἔσται. καὶ διὰ τοῦτο πᾶσαι αἱ ἀπὸ τοῦ Ρ ἐπὶ τὰ Λ, Μ σημεῖα διαγόμεναι περιφέρειαι, καὶ ὁμοίως ἐπὶ τὰ Χ, Ω, δεδόμεναί εἰσιν. καὶ διεκβαλλόμεναι τέμνουσιν τὰς ΚΑ, ΚΒ
περιφερείας εἰς τὰς ζητουμένας γωνίας.

148

Ὥστε τὰς πρὸς τὸν λοξὸν κύκλον ζητουμένας περιφερείας ζ τὸν ἀριθ‐ μὸν εἶναι καὶ γωνίας τοσαύτας, τῆς μέσης σελήνης ἐπὶ τὰ βόρεια τοῦ ζῳ‐ διακοῦ καὶ τὰ νότια φερομένης. Ἰστέον δὲ καὶ τοῦτο ὅτι τῶν ἴσων ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ ση‐
5μείου καὶ μεσουρανούντων αἱ πρὸς τὸν λοξὸν κύκλον γινόμεναι περιφέρειαι καὶ γωνίαι ἴσαι ἀλλήλαις εἰσίν. Λοιπῶν δὲ τῶν διδομένων τοῦ ζῳδιακοῦ σημείων ἐφ’ ἑκάτερα τοῦ με‐ σημβρινοῦ καὶ δοθείσας ὥρας ἀπεχόντων τοῦ μεσημβρινοῦ 〈καὶ〉 ἀπὸ τῶν συνδέσμων δοθείσας περιφερείας τὰς πρὸς τὸν λοξὸν κύκλον περιφε‐
10ρείας καὶ γωνίας εὑρήσομεν οὕτως.[Omitted graphic marker] Μεσημβρινοῦ γὰρ ὄντος πάλιν τοῦ ΡΣ καὶ ζῳδιακοῦ περιφερείας τῆς ΓΒΑ, τὸ Β σημεῖον ὑποκείσθω λόγου χάριν Ἰχθύων ἀρχῇ ἀπέχον τοῦ ΡΣ μεσημ‐ βρινοῦ ἰσημερινὰς ὥρας γ. καὶ ἤχθω ἀπὸ τοῦ Β τῇ ΑΓ πρὸς ὀρθὰς ἡ
ΒΔ μοιρῶν ε οὖσα καὶ γεγράφθω διὰ τῶν Α, Δ περιφέρεια· ἡ ΔΑ ἄρα

149

μοιρῶν ἐστιν ϙ. ἐκβεβλήσθω δὲ ἡ ΔΒ ἐπὶ τὸ Ε, καὶ τῇ ΒΔ ἴση ἡ ΒΕ. καὶ ἐπιζευχθεῖσα ἡ ΡΒ, ἐκβεβλήσθω ἐπὶ τὸ Θ, καὶ ἀπὸ τοῦ Ε ὀρθὴ περιφέ‐ ρεια ἐπὶ τὴν ΒΘ ἡ ΕΘ. καὶ γεγράφθω διὰ τῶν Ρ, Ε περιφέρεια τέμνουσα τὴν ΑΓ περιφέρειαν κατὰ τὸ Η. γεγράφθω δὲ καὶ διὰ τῶν Ρ, Δ περιφέρεια,
5καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Ζ. αἱ μὲν ἄρα ζητούμεναι πρὸς τὸν λοξὸν κύκλον περιφέρειαι, ἥ τε ΡΔ ἐστὶν καὶ ἡ ΡΕ· γωνίαι δὲ ἥ τε Ζ καὶ ἡ Η. Δίδοται δὲ αἱ ΡΔ καὶ ΡΕ περιφέρειαι τρόπῳ τοιῷδε. ἐπεὶ γὰρ ἡ ὑπὸ ΡΒΓ δοθεῖσά ἐστιν, ὀρθὴ δὲ ἡ ὑπὸ ΔΒΓ, λοιπὴ ἄρα ἡ ὑπὸ ΔΒΡ γωνία δοθεῖσά ἐστιν. γεγράφθω ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΒΡ περιφέρειαν 〈ὀρθὴ〉 ἡ ΔΚ· δοθὲν
10ἄρα τὸ ΒΔΚ τρίπλευρον. καὶ δοθεῖσά ἐστιν ἡ ΒΔ μοιρῶν ε. δοθεῖσα ἄρα καὶ ἑκατέρα τῶν ΒΚ, ΚΔ. ἔστιν δὲ καὶ ὅλη ἡ ΡΒ δοθεῖσα ἐκ τοῦ κανόνος τῶν γωνιῶν· καὶ λοιπὴ οὖν ἡ ΡΚ δοθεῖσά ἐστιν. ἦν δὲ καὶ ἡ ΚΔ δοθεῖσα· δοθεῖσα ἄρα καὶ ἡ ΡΔ περιφέρεια ζητουμένη πρὸς τὸν λοξὸν κύκλον. Ἐπεὶ δὲ καὶ ἡ ὑπὸ ΚΡΔ γωνία δοθεῖσά ἐστιν, καὶ ἡ ὑπὸ ΡΒΑ, δίδοται
15γὰρ ἐκ τοῦ κανόνος τῶν γωνιῶν, καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΡΖΒ ζητουμένη πρὸς τὸν λοξὸν κύκλον δοθεῖσά ἐστιν. ὁμοίως ἐπεὶ δοθεῖσά ἐστιν ἡ ὑπὸ ΕΒΘ ἴση οὖσα τῇ ὑπὸ ΚΒΔ, καὶ ὀρθή ἐστιν ἡ πρὸς τῷ Θ, δοθὲν ἄρα ἐστὶν τὸ ΕΒΘ τρίπλευρον. καὶ δοθεῖσά ἐστιν ἡ ΕΒ ἴση οὖσα τῇ ΒΔ. δοθεῖσα ἄρα καὶ ἑκατέρα τῶν ΒΘ, ΘΕ περιφερειῶν. ἔστιν δὲ καὶ ἡ ΡΒ δοθεῖσα. καὶ ὅλη
20ἄρα ἡ ΡΘ δοθεῖσά ἐστιν. ἀλλὰ καὶ ἡ ΕΘ δοθεῖσά ἐστιν, καὶ τὰ ἀπ’ αὐτῶν. καὶ ἡ ΡΕ ἄρα περιφέρεια ζητουμένη πρὸς τὸν λοξὸν κύκλον δοθεῖσά ἐστιν. καὶ ἐπεὶ ἡ ὑπὸ ΒΡΖ γωνία δοθεῖσά ἐστιν, ἀλλὰ καὶ ἡ ὑπὸ ΒΡΗ, καὶ ὅλη ἄρα ἡ ὑπὸ ΖΡΗ δοθεῖσά ἐστιν. ἦν δὲ καὶ ἡ ὑπὸ ΡΖΗ γωνία δοθεῖσα. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΡΗΖ ζητουμένη γωνία δοθεῖσά ἐστιν.
25 Ἐὰν δὲ καὶ ἑκατέραν τῶν ΒΔ, ΒΕ περιφερειῶν τεμῶμεν τοῖς Λ, Μ καὶ Ν, Ξ οὕτως ὥστε ἑκατέραν τῶν ΒΜ, ΒΝ εἶναι μοιρῶν β 𐅵ʹ, ἑκατέραν δὲ
τῶν ΒΛ, ΒΞ περιφερειῶν εἶναι μοιρῶν δ κ· καὶ διὰ τῶν γενομένων ση‐

150

μείων καὶ τοῦ Ρ διάξαντες περιφερείας, ἕξομεν ἄλλας περιφερείας πρὸς τὸν λοξὸν κύκλον δ· μετὰ δὲ τῶν ΡΔ, ΡΕ καὶ τῆς ΡΒ, ὅλας ζ, καὶ γωνίας τοσαύτας, Ἰχθύων ἀρχῆς ἀπεχούσης τοῦ μεσημβρινοῦ ὥρας ἰσημερινὰς γ, καὶ τῆς ΔΑ περιφερείας ὁτὲ μὲν ϙ μοιρῶν οὔσης, ὁτὲ δὲ ξ, ὁτὲ δὲ λ.
5 Τοσαῦται δὲ περιφέρειαι καὶ γωνίαι συνάγονται καθ’ ἑκάστην ὥραν ἰση‐ μερινὴν ἀπὸ τοῦ μεσημβρινοῦ Ἰχθύων ἀρχῆς. καὶ ἐπεὶ ζ ὧραι ἰσημεριναί εἰσιν κατὰ τὸ διὰ Ῥόδου κλίμα, χωρὶς τοῦ ὁρίζοντος ἐφ’ ἑκάτερα τοῦ μεσημβρινοῦ, γίνονται γωνίαι τῶν ζ ὡρῶν ἰσημερινῶν μθ· τῶν δὲ ιβ ζῳδίων περιφέρειαι φπη, καὶ γωνίαι τοσαῦται.
10 Ἀλλ’ ἐπεὶ καὶ τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ σημείου καὶ τοῦ ζῳδιακοῦ, ἴσοις χρόνοις ἀπεχόντων ἀπὸ τοῦ μεσημβρινοῦ, καὶ ἴσας περι‐ φερείας ἀπὸ τῶν συνδέσμων ἀπεχόντων ἐπὶ τοῦ λοξοῦ, αἱ πρὸς τὸν λοξὸν κύκλον περιφέρειαι καὶ γωνίαι οἰκήσεως ἴσαι ἀλλήλαις εἰσίν, γίνονται δηλονότι τῶν ιβ ζῳδίων ἐφ’ ἑκάτερα τοῦ μεσημβρινοῦ περιφέρειαι
15͵αροϛ καὶ γωνίαι τοσαῦται. μετὰ δὲ τῶν προδεδειγμένων κατὰ τὸν μεσημ‐ βρινὸν περιφερειῶν πδ καὶ γωνιῶν πδ, ὁμοῦ γίνονται περιφέρειαι πρὸς τὸν λοξὸν κύκλον ͵ασξ καὶ γωνίαι τοσαῦται. ὅθεν ὁ Πτολεμαῖος κανονι‐ κὴν ἔκθεσιν οὐ πεποίηται τῶν περιφερειῶν τούτων καὶ γωνιῶν, μεθόδῳ δὲ αὐτὰς ὑπέδειξεν ὅπως δεῖ λαμβάνειν τοῖς βουλομένοις.
20«Ὁ μὲν οὖν Ἵππαρχος ἐπεχείρησε μὲν καὶ τὴν τοιαύτην διόρθωσιν ποιή‐

151

«σασθαι. πάνυ δ’ ἀναισθήτως ἀνεπιστάτως καὶ παρὰ τὸν λόγον αὐτῇ «φαίνεται προσβεβληκώς ...» καὶ τὰ ἑξῆς ἄχρι τέλους τοῦ ιϛʹ θεωρή‐ ματος.[Omitted graphic marker] Καὶ ἵνα τὰ λεγόμενα φανερώτερα γένηται, ἐκκείσθω ἡ καταγραφὴ
5τοῦ ιϛʹ θεωρήματος, τοῦ Α συνδέσμου καταβιβάζοντος ὑποκειμένου,

152

καὶ τοῦ Ε σημείου κατὰ κορυφὴν ὄντος Ῥόδου, καὶ τοῦ Ζ Ἰχθύων ἀρχῆς, ἀπεχούσης δὲ τοῦ διὰ Ῥόδου μεσημβρινοῦ πρὸς ἀνατολὰς λόγου χάριν ὥρας ἰσημερινὰς γ· ὥστε τὴν μὲν ΑΖ γίνεσθαι μοιρῶν λ, καὶ τὴν ΕΖ δίδοσθαι ἐκ τοῦ κανόνος τῶν γωνιῶν μοιρῶν ξε μη, τὴν δὲ ὑπὸ ΕΖΓ·
5γωνίαν λείπουσαν εἰς β ὀρθὰς μοιρῶν οα κϛ οἵων αἱ δ ὀρθαὶ τξ, οἵων δ’ αἱ δύο ὀρθαὶ τξ τοιούτων ρμβ νβ. Ἤχθω δὴ ἀπὸ τοῦ Ζ τῇ ΑΔ περιφερείᾳ ὀρθὴ περιφέρεια ἡ ΖΞ.
〈Ἔστιν μὲν ἡ ὑπὸ ΖΑΔ γωνία〉 τοιούτων ε οἵων αἱ δ ὀρθαὶ τξ.

153

οἵων δ’ αἱ δύο ὀρθαὶ τξ, τοιούτων ἡ ὑπὸ ΖΑΔ γωνία ι 𐆊. καὶ ὀρθή
ἐστιν ἡ ὑπὸ ΑΞΖ ρπ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΑΖΞ τῶν αὐτῶν ρο 𐆊.

154

οἵων ἄρα ἡ ΑΖ ρπ τοιούτων ἡ ΖΞ ι 𐆊, καὶ οἵων ἄρα ἡ ΑΖ λ τοιού‐ των ἡ ΖΞ α μ. Ὥστε καὶ ἡ ἐφεξῆς αὐτῇ ἡ ὑπὸ ΞΖΓ τῶν αὐτῶν ἐστιν ρϙ 𐆊. ἦν δὲ καὶ ἡ ὑπὸ ΓΔΖ τῶν αὐτῶν ρμβ νβ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΔΖΞ τῶν αὐτῶν
5ἐστιν μζ η. καὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΖΞΔ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΖΔΞ τῶν αὐτῶν ρλβ νβ. δοθὲν ἄρα τὸ ΖΔΞ τρίπλευρον. οἵων ἄρα ἡ ΔΖ ρπ τοιού‐ των ἡ ΖΞ ρλβ νβ. καὶ οἵων ἄρα ἡ ΞΖ α μ, ἡ δὲ ΑΖ λ, τοιούτων ἡ ΔΖ α μδ. Ὑπέκειτο δὲ καὶ ἡ ΕΖ ὅλη μοιρῶν ξε μη. καὶ λοιπὴ ἄρα ἡ ΕΔ ἔσται
10μοιρῶν ξδ δ. Πάλιν δοθείσης τῆς ὑπὸ ΒΔΑ γωνίας καὶ ὀρθῆς οὔσης τῆς ὑπὸ ΑΒΔ, δοθὲν ἔσται τὸ ΑΒΔ τρίπλευρον, καὶ δοθεῖσά ἐστιν ἡ ΑΒ. τὸ γὰρ Β νῦν Ἰχθύων ἐστὶν ἀρχῇ. καὶ ἡ ΒΔ ἄρα τοῦ πλάτους σελήνης μοιρῶν ἐστιν β λ, τῆς γὰρ ΑΔ δοθείσης ἀκριβῶς μοιρῶν [β] λ [καὶ τὸ Β σχεδὸν Ἰχθύων
15ἀρχῇ]. ἤχθω δὴ ἐπὶ τὴν ΕΒ ἀπὸ τοῦ Δ ὀρθὴ περιφέρεια ἡ ΔΗ. καὶ ἐπεὶ ἡ ὑπὸ ΔΒΓ τοιούτων ἐστὶν ρπ οἵων αἱ β ὀρθαὶ τξ, ἔστιν δὲ καὶ ΕΒΓ τῶν αὐτῶν ρμβ νβ· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΒΔ τῶν αὐτῶν λζ η. ἀλλὰ καὶ ἡ ΒΗΔ τῶν αὐτῶν ρπ. λοιπὴ ἄρα ἡ ὑπὸ ΒΔΗ τῶν αὐτῶν ρμβ νβ. δοθὲν ἄρα τὸ ΒΔΗ τρίπλευρον. οἵων ἄρα ἡ ΒΔ ρπ τοιούτων ἡ μὲν ΒΗ
20ρμβ νβ, ἡ δὲ ΗΔ λζ η. καὶ οἵων ἄρα ἡ ΒΔ μοιρῶν β λ, τοιούτων ἡ μὲν ΒΗ ἔσται μοιρῶν α νθ, ἡ δὲ ΗΔ μοιρῶν ο λα. καὶ τὸ ἀπ’ αὐτῆς μοιρῶν 𐆊 ιϛ. Ἦν δὲ καὶ ὅλη ἡ ΕΒ περιφέρεια ἐπὶ τὴν Ἰχθύων ἀρχὴν πρὸ γ ὡρῶν
ἰσημερινῶν τοῦ μεσημβρινοῦ μοιρῶν ξε μη. καὶ λοιπὴ ἡ ΕΗ περιφέρεια

155

μοιρῶν ἐστιν ξγ μθ. καὶ τὸ ἀπ’ αὐτῆς μοιρῶν ͵δοβ λθ. ἦν δὲ καὶ τὸ ἀπὸ τῆς ΔΗ μοιρῶν 𐆊 ιϛ. καὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΔΗΕ. τὸ ἄρα ἀπὸ τῆς ΕΔ μοιρῶν ἐστιν ͵δοβ νε. ὧν πλευρὰ μοιρῶν ξγ μθ. κατὰ δὲ Ἵππαρχον ἦν ἡ ΔΕ μοιρῶν ξδ δ. διαφορὰ 𐆊 ιε. ἐπεὶ οὖν ἡ τῶν ΕΒ, ΔΒ διαφορὰ
5μοιρῶν οὖσα ξγ ιη ἐλάττων ἐστὶν τῆς ΕΔ τῶν ξγ μθ, ἴση δὲ ἡ μὲν ΕΒ τῇ ΕΖ ὡς ὑπόκειται, μείζων δὲ ἡ ΔΖ τῆς ΔΒ διὰ τὸ ὀρθὴν εἶναι τὴν ὑπὸ ΔΒΖ· καὶ ἡ τῶν ΕΖ, ΖΔ ἄρα διαφορὰ πολλῷ ἐλάττων οὖσα τῆς ΕΔ τῶν ξδ δ αἰσθητῶς διαφέρει τῆς αὐτῆς τῶν ξδ ι, ὅπερ ἐστὶν ἀδύνατον· ἡ γὰρ τῶν ΕΖ, ΖΔ διαφορὰ προδέδεικται οὐδενὶ διαφέρουσα τῆς ΕΔ
10τῶν ξδ ι. καὶ πάλιν ἐπεὶ ἡ τῶν ΕΒ, ΕΔ διαφορά, μοίρας οὖσα α νθ, ἐλάττων ἐστὶν τῆς ΒΔ, ἴση δὲ ἡ μὲν ΕΒ τῇ ΕΖ, μείζων δὲ ἡ μὲν ΔΖ τῆς ΔΒ, [ἡ δὲ ΕΔ τῶν ξδ ι, τῆς ΕΔ τῶν ξγ μη], καὶ ἡ τῶν ΕΖ, ΕΔ ἄρα διαφορὰ αἰσθητῶς διαφέρουσα ἐλάττων ἐστὶν τῆς ΔΖ, ὅπερ ἐστὶν ἀδύνατον· προε‐ δείχθη γὰρ ἡ τῶν ΖΕ, ΕΔ διαφορὰ οὐδεμίαν διαφορὰν ἔχουσα πρὸς τὴν
15ΔΖ. Ἔνθεν οὖν ὁ Ἵππαρχος λανθανόμενος πλείοσιν ἀτόποις περιπέπτωκεν· ὅτι τὴν ΕΖ περιφέρειαν ἀντὶ τῆς ΕΒ ὑποτίθεται, καὶ τὴν ὑπὸ ΕΖΒ γωνίαν ἀντὶ τῆς ὑπὸ ΕΒΓ. διὰ τοῦτο γὰρ οὐδὲ ἡ ΕΔ περιφέρεια κατ’ αὐτὸν δο‐ θεῖσά ἐστιν, οὐδὲ ὁ λόγος τῆς ΕΖ περιφερείας μὴ δοθείσης πρὸς ἑκατέραν
20τῶν ΕΔ, ΔΖ. Ἐπὶ τέλει δὲ τοῦ ιϛʹ θεωρήματός φησιν ὁ Πτολεμαῖος· «Τῆς δὲ [ΓΕ]ΒΕ «τῆς τῷ ὄντι δεδομένης ἡ πρὸς τὴν ΕΔ διαφορὰ τὸ πλεῖστον διοίσει μόνῳ «τῷ τῆς ΒΔ καθ’ ἑκάστην τῶν ἀπὸ τοῦ συνδέσμου διαστάσεων μεγέθει.» Τοῦτο δὲ λέγει, ὅτι ὅταν ἡ ΒΕ διὰ τῶν πόλων γένηται τοῦ ζῳδιακοῦ
25καὶ τῶν πόλων τοῦ λοξοῦ, καὶ συμπίπτῃ τῇ ΒΔ, ὑπεροχὴ γίνεται τῆς ΒΕ πρὸς ΕΔ ἡ ΔΒ. νῦν γὰρ ἡ ὑπεροχὴ αὐτῶν ἐλάσσων ἐστὶν τῆς ΒΔ, ἐπείπερ
καὶ παντὸς τριπλεύρου αἱ β πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν.

156

(1n)

Ἐκ τοῦ ιηʹ.
2 «Ἐὰν μὲν δὴ τοιαύτην ἔχῃ θέσιν ὁ ζῳδιακός, ὥστε πρὸς ὀρθὰς γωνίας «εἶναι τῷ διὰ τοῦ Ζ κατὰ κορυφὴν ...» καὶ τὰ λοιπά. Εἰ. φησίν ὁ ζῳδιακὸς ὀρθὸς εἴη πρὸς τὸν διὰ τοῦ κατὰ κορυφὴν γραφό‐
5μενον μέγιστον κύκλον μὴ πίπτων διὰ τοῦ κατὰ κορυφὴν σημείου, ἢ πίπτῃ διὰ τοῦ κατὰ κορυφὴν ὀρθὸς ὢν πρὸς τὸν αὐτὸν κύκλον, προχείρως καὶ οὕ‐ τως διὰ τῆς προειρημένης μεθόδου αἵ τε περιφέρειαι καὶ αἱ γωνίαι αἱ προει‐ ρημέναι πρὸς τὸν λοξὸν κύκλον δύνανται λαμβάνεσθαι. ἐκκείσθω γὰρ τὸ [Omitted graphic marker] ιηʹ θεώρημα, ὥστε ὀρθὸν εἶναι τὸν ΑΒΓ ζῳδιακὸν πρὸς τὸν διὰ τοῦ Ζ κατὰ
10κορυφὴν καὶ τῆς Β ἀρχῆς τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ἡ ἀκριβὴς μοῖρα
τῆς σελήνης γραφόμενον μέγιστον κύκλον· καὶ τὴν ἀκριβῆ σελήνην εἶναι

157

ὁτὲ μὲν πρὸς τῷ Δ, ὁτὲ δὲ πρὸς τῷ Ε σημείῳ. ἔσται οὖν διὰ τὴν ὑπό‐ θεσιν καὶ ἡ ἀπὸ τοῦ κατὰ κορυφὴν σημείου ἐπὶ τὴν ἀκριβῆ σελήνην τὸ Β διάστασις μείζων μὲν τῆς ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Δ τῇ ΒΔ τοῦ πλάτους διαστά‐ σει, ἐλάσσων δὲ τῆς ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Ε τῇ ΒΕ τοῦ πλάτους διαστάσει.
5ὥστε κἂν ἐκ τοῦ τῶν γωνιῶν κανόνος εὑρίσκωμεν τὴν πρὸς τὸν ζῳδιακὸν τοῦ ὀρθοῦ τῷ ὁρίζοντι γωνίαν ὀρθήν, προχείρως ληψόμεθα καὶ τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν ἀκριβῆ σελήνην διάστασιν, μὴ ἐρχομένου τοῦ ζῳδιακοῦ διὰ τοῦ κατὰ κορυφὴν σημείου. ἐρχομένου δὲ τοῦ ζῳδιακοῦ διὰ τοῦ κατὰ κορυφὴν σημείου, πολλῷ μᾶλλον προχειρότερον λημψόμεθα
10τὰς ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν ἀκριβῆ σελήνην διαστάσεις· ἴσαι γάρ εἰσιν αὗται ταῖς κατὰ πλάτος ἀποχαῖς τῆς σελήνης, τουτέστιν ταῖς ΒΔ καὶ ΒΕ περιφερείαις, τοῦ Β δηλονότι σημείου τοῦ κατὰ τὸν τοῦ ὁρίζοντος πόλον ὑποκειμένου, καὶ τοῦ ΑΒΓ κύκλου ζῳδιακοῦ πρὸς ὀρθὰς τῷ ΖΒΕ διαμένοντος.
15nἘκ τοῦ ιθʹ.
16 «Ἐὰν δὲ συμπίπτῃ ὁ ΑΒΓ ζῳδιακὸς τῷ διὰ τοῦ κατὰ κορυφὴν σημείου «γραφομένῳ μεγίστῳ κύκλῳ» ... καὶ τὰ λοιπά. Τὸν ΑΒΓ ζῳδιακὸν καὶ νῦν ὄντα διὰ τοῦ Α πόλου τοῦ ὁρίζοντος ὑποτί‐ θεται καὶ τὴν σελήνην ἐπὶ τοῦ ΔΒΕ μεγίστου κύκλου ὀρθοῦ ὄντος πρὸς τὸν
20ζῳδιακόν, ὁτὲ μὲν πρὸς τῷ Δ, ὁτὲ δὲ πρὸς τῷ Ε σημείῳ οὖσαν. ἐὰν οὖν ἐπιζεύξωμεν τὰς ΑΔ καὶ ΑΕ καὶ δοθῇ ἡ ΑΒ περιφέρεια ἥτις ἐστὶν ἀπὸ τοῦ κατὰ κορυφὴν σημείου ἐπὶ τὴν ἀρχὴν τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ἡ ἀκρι‐
βὴς ἐποχῆς κατὰ μῆκος τῆς σελήνης διάστασις, δοθῇ δὲ καὶ ἡ κατὰ πλάτος

158

ἀποχὴ τουτέστιν ἑκατέρα τῶν ΒΔ, ΔΕ, δοθήσεται καὶ ἑκατέρα τῶν ΑΔ, ΑΕ περιφερειῶν ἀπὸ τοῦ πόλου τοῦ ὁρίζοντος οὖσα ἐπὶ τὴν ἀκριβῆ σελήνην,[Omitted graphic marker] καὶ ἡ περιεχομένη γωνία ὑπό τε τοῦ ζῳδιακοῦ καὶ τοῦ γραφομένου με‐ γίστου διά τε τοῦ κατὰ κορυφὴν καὶ τῆς ἀκριβοῦς σελήνης. δίδοται γὰρ διὰ
5τὸ ἀδιάφορον ὡς ἐν εὐθυγράμμοις τὰ ΑΔΒ, ΑΒΕ τρίπλευρα τῷ εἴδει καὶ τῷ μεγέθει. «Καὶ ἑκατέρα τῶν ὑπὸ ΔΑΒ, ΒΑΕ γωνιῶν διοίσουσιν τῆς μὴ οὔσης πρό‐ «τερον.» ἔστιν γὰρ ρπ ἢ 𐆊 𐆊.
9nἘκ τοῦ κʹ.
10«Τῆς δὲ τοῦ ζῳδιακοῦ θέσεως ἐγκλινομένης ἐὰν ἀπὸ τοῦ Ζ πόλου
«τοῦ ὁρίζοντος ...» καὶ τὰ λοιπὰ τοῦ κʹ θεωρήματος.

159

Ἐπεὶ γὰρ ὀρθή ἐστιν ἡ ὑπὸ ΕΒΑ γωνία, ὀρθῇ δὲ ἴση καὶ συναμφότερος ἥ τε ὑπὸ ΕΒΖ καὶ ἡ ὑπὸ ΒΕΛ, κοινῆς ἀφαιρεθείσης τῆς ὑπὸ ΕΒΛ, ἔσται[Omitted graphic marker] δηλονότι καὶ ἡ ὑπὸ ΑΒΖ δοθεῖσα ἴση τῇ ὑπὸ ΒΕΛ. δοθεῖσα οὖν ἔσται καὶ ἡ ὑπὸ ΒΕΛ. καὶ ἔστιν ὀρθὴ ἡ ὑπὸ ΕΛΒ. δοθὲν ἄρα ἔσται καὶ τὸ ΒΕΛ τρί‐
5γωνον. καὶ ἐπεὶ τῆς ὑπὸ τῶν ΒΕ, ΕΛ γωνίας πρὸς ὀρθὴν γωνίαν λόγος ἐστὶν δοθείς, καὶ τῆς διπλῆς αὐτῆς πρὸς β ὀρθὰς λόγος. ἔσται ἄρα δοθεῖσα καὶ ἑκατέρα τῶν ἐπὶ ταῖς ΛΒ, ΛΕ περιφερείαις τοῦ περὶ τὸ ΒΕΛ τρίπλευρον γραφομένου κύκλου. ὥστε καὶ τῆς ΒΕ πρὸς ἑκατέραν τῶν ΒΛ, ΛΕ εὐθειῶν λόγος ἔσται δοθείς, κατὰ τὴν πραγματείαν τῶν ἐν
10τῷ κύκλῳ εὐθειῶν. καὶ ἔστιν δοθεῖσα ἡ ΒΕ κατὰ πλάτος ἀποχή, λόγον

160

ἔχουσα πρὸς τὴν ΒΖ δοθέντα, ἐπεὶ καὶ ἡ ΒΖ περιφέρεια δοθεῖσά ἐστιν. δοθεὶς ἄρα ἔσται ὁ τῆς ΒΖ εὐθείας πρὸς ἑκατέραν τῶν ΒΛ, ΛΕ εὐθειῶν λόγος. ἔσται δὲ διὰ τοῦτο καὶ τῆς ΖΛ πρὸς ΛΕ λόγος δοθείς. καὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΖΛΕ. δοθεῖσα ἄρα ἔσται καὶ ἡ ΖΕ εὐθεῖα. καὶ ἐπεὶ λόγος ἐστὶν
5τῆς ΖΕ πρὸς ΕΛ, ἔσται κατὰ τὴν πραγματείαν τῶν ἐν κύκλῳ εὐθειῶν, οἵων ἐστὶν ρκ ἡ ΖΕ, τοιούτων τινῶν ἡ ΕΛ. δοθεῖσα ἄρα ἔσται ἡ ὑπὸ ΕΖΛ. καὶ ἔστιν ἡ ὑπὸ ΑΒΖ τῆς ὑπὸ ΕΖΒ μείζων τῇ ὑπὸ ΑΘΖ· δοθεῖσα οὖν ἔσται καὶ ἡ ὑπὸ ΑΘΖ γωνία. κατὰ τὰ αὐτὰ δὲ καὶ τὴν ΖΔ περιφέρειαν εὑρήσομεν καὶ τὴν ὑπὸ ΑΗΖ γωνίαν, ἀπὸ τῆς ΖΒ δοθείσης καὶ τῆς ΒΛ,
10καὶ ἔτι τῆς ὑπὸ ΑΒΖ γωνίας· ἐλάσσων γὰρ εὑρίσκεται νῦν ἡ ὑπὸ ΑΒΖ τῆς ὑπὸ ΑΗΖ τῇ ὑπὸ ΒΖΗ. καὶ δῆλον πῶς. Ἑξῆς δέ φησιν μετὰ τὸ κʹ θεώρημα· «φανερὸν δ’ ὅτι καὶ πλείστη γίνε‐ «ται διαφορὰ τῆς αὐτῆς κατὰ πλάτος ἀποχῆς ὑποκειμένης» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ ἐπὶ παραδείγματος γενήσεται φανερὰ οὕτως· κατὰ γὰρ τὸ διὰ
15Μερόης κλίμα Παρθένου ἀρχῆς ἀπεχούσης τοῦ μεσημβρινοῦ πρὸς ἀνατολὰς ὥραν ἰσημερινὴν α, μεσουρανοῦσιν αἱ τοῦ Λέοντος μοῖραι ιδ μ, ἐν αὐτῷ τῷ τοῦ ὁρίζοντος πόλῳ οὖσαι· λοξοῦνται γὰρ ἀπὸ τοῦ ἰσημερινοῦ μοῖραι ιϛ γʹ ιβʹ, ὅσας ἀπέχει ὁ πόλος τοῦ ὁρίζοντος τουτέστιν τὸ κατὰ κορυφὴν τῆς οἰκήσεως ταύτης· καὶ ἐφαρμόζει ὁ ζῳδιακὸς τῷ διὰ τοῦ κατὰ κο‐
20ρυφὴν σημείου καὶ τῆς ἀρχῆς τῆς Παρθένου γραφομένῳ μεγίστῳ κύκλῳ.
ὥστε τὴν περιφέρειαν εἶναι ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν ἀρχὴν τῆς Παρ‐

161

θένου μοιρῶν ιε κ, καὶ γωνίαν 𐆊 𐆊, Παρθένου ἀρχῆς ὥρας α πρὸς ἀνατολάς. ἐὰν οὖν τὴν ἐποχὴν τῆς σελήνης ὑποθώμεθα εἶναι Λέοντος μοί‐ ραις ιδ μ ὡς τὸ Β, αὐτὴ δὲ ἀπέχῃ κατὰ πλάτος ἐπὶ τοῦ ὀρθοῦ τῷ ζῳδια‐ κῷ κύκλῳ τὰς ΒΔ, ΒΕ περιφερείας, ὁτὲ μὲν πρὸς τῷ Δ οὖσα, ὁτὲ δὲ πρὸς
5τῷ Ε, αἱ ΔΒ καὶ ΒΕ ποιήσουσι πρὸς τὸν ζῳδιακὸν γωνίας ὀρθάς, ἀντὶ τῶν πρότερον μὴ οὐσῶν. καὶ αἱ περιφέρειαι δὲ αἱ ζητούμεναι πρὸς τὸν λοξὸν σελήνης κύκλον ἀπὸ τοῦ κατὰ κορυφήν, ἐὰν τὴν εἰρημένην θέσιν ἔχῃ ὁ ζῳδιακός, τηλικαῦται ἔσονται, ἡλίκαι ἂν ὦσιν αἱ κατὰ πλάτος ἀποχαὶ τῆς σελήνης ἐφ’ ὁπότερα μέρη τοῦ διὰ μέσων τῶν ζῳδίων.
10 Τὸ γὰρ παραπλήσιον δειχθήσεται καὶ ὅταν Ταύρου ἀρχὴ πρὸς δυσμὰς ἀπέχῃ ἐν ἐκείνῳ τῷ κλίματι ὥραν α ἰσημερινήν. μεσουρανοῦσιν γὰρ τοῦ Ταύρου μοῖραι ιε κ, ἀπέχουσαι τοῦ ἰσημερινοῦ τοσαύτας μοίρας ὅσας καὶ αἱ τοῦ Λέοντος μοῖραι ιδ μ ἀπέχουσιν τουτέστιν ιϛ γʹ ιβʹ. καὶ γω‐ νία πρὸς δυσμὰς οὐκ ἔστιν Ταύρου ἀρχῇ, τοῦ διὰ τῆς ἀρχῆς τοῦ Ταύρου καὶ
15τοῦ κατὰ κορυφὴν σημείου γραφομένου μεγίστου κύκλου τὸν αὐτὸν ποιοῦν‐ τος τῷ ζῳδιακῷ κύκλον· ταῦτα γὰρ ἐκ τοῦ τῶν γωνιῶν κανόνος ἐστὶν φανερά. Κἂν ὀρθὸς δὲ ᾖ πρὸς τὸν ζῳδιακὸν ὁ γραφόμενος μέγιστος κύκλος διὰ τοῦ κατὰ κορυφὴν καὶ τῆς ἐποχῆς τῆς σελήνης, αἱ ἀπὸ τοῦ κατὰ κορυφὴν
20ἐπὶ τὴν σελήνην περιφέρειαι τῶν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν ἐποχὴν τῆς σελήνης περιφερειῶν ὅλῃ πάλιν τῇ κατὰ πλάτος ἀποστάσει τῆς σελήνης διοίσουσιν, ὡς ἡ μὲν ΖΒ τῆς ΖΕ τῇ ΕΒ, ἡ ΖΔ τῆς ΖΒ τῇ ΒΔ. αἱ γὰρ ΔΒΕ καὶ ΖΒΚ ἐπὶ μιᾶς εὐθείας ἔσται. Ἐν δὲ ταῖς ἄλλαις τοῦ ζῳδιακοῦ θέσεσιν, ὡς ἐπὶ τῶν καθ’ ἡμᾶς οἰκή‐
25σεων ἐγκλινομένης καὶ τῆς ΔΕ πρὸς τὴν ΒΖ τουτέστιν γωνίαν ποιούσης

162

τυχοῦσαν, καὶ αἱ τῶν περιφερειῶν ὑπεροχαὶ καὶ τῶν γωνιῶν ἐλάττους ἔσονται τῶν προειρημένων. «Ὥστε καὶ ὅταν μὲν ε μοίρας ἡ σελήνη κατὰ πλάτος ἀπέχῃ τοῦ διὰ «μέσων, ἡ πλείστη διαφορὰ τῶν παραλλάξεων ἔσται ι ἔγγιστα ἑξηκοστῶν·
5«αἱ γὰρ τοῦ μεγίστου διαφόρου τῶν περιφερειῶν μοῖραι ε, τοσαῦτα «ποιοῦσιν ἑξηκοστὰ παραλλάξεως ἐπὶ τῶν μεγίστων ὑπεροχῶν καὶ ἐλαχί‐ «στων ἀποστημάτων.» Ἐπεὶ γὰρ ἡ μεγίστη διαφορὰ τῶν μὲν περιφερειῶν διττῶς ἐδείχθη γινομένη, τῶν δὲ γωνιῶν ὅταν μόνον ὀρθὸς ᾖ ὁ ζῳδιακὸς τῷ ὁρίζοντι, ἐὰν
10τὴν σελήνην ὑποθώμεθα τὰς τοῦ πλάτους μοίρας ε ἀπέχειν τοῦ διὰ μέ‐ σων, καὶ τὴν ἐποχὴν αὐτῆς τοῦ μήκους εἶναι Λέοντι μοίραις ιδ μ, καὶ ἐπὶ τοῦ κατὰ κορυφὴν Μερόης, τοῦ ζῳδιακοῦ τότε ὀρθοῦ ὄντος τῷ ὁρί‐ ζοντι καὶ διὰ τῶν πόλων δηλονότι, ἡ μεγίστη διαφορὰ γίνεται καὶ τῶν γωνιῶν καὶ τῶν περιφερειῶν, τουτέστιν ὀρθὴ μὲν γωνία περιφέρεια
15δὲ μοιρῶν ε, ὡς ἐδείχθη. Καὶ ἐπεὶ ἡ μὲν ἐποχὴ σελήνης ἀπαράλλακτός ἐστιν μήκει καὶ πλάτει ἐπὶ τοῦ μεσημβρινοῦ ὑποκειμένη, αὐτὴ δὲ ἡ σελήνη ἀπέχουσα τὰς τοῦ πλά‐ τους μοίρας ε παραλλάσσει, ἴδωμεν πρῶτον [τὸν] ἐπὶ τοῦ δι’ αὐτῆς καὶ τοῦ κατὰ κορυφὴν σημείου γραφομένου μεγίστου κύκλου πόσον παραλλάσ‐
20σει.
Ὑποκείσθω δὲ καὶ τὸ κέντρον αὐτῆς κατὰ τὸ ἐλάχιστον ἀπόστημα,

163

ὅπερ ἐστὶν τετάρτου ὅρου τοῦ τῆς ἀνωμαλίας ἀριθμοῦ περιέχοντος μοίρας ρπ καὶ τοῦ τῆς ἁπλῆς ἀποχῆς μοίρας ϙ. εἰσοίσαντες οὖν τὰς τοῦ ὅλου πλάτους μοίρας ε εἰς τὸν παραλλακτικὸν κανόνα, εὕρομεν αὐταῖς παρα‐ κείμενα ἐν μὲν τῷ γʹ σελιδίῳ 𐆊 δ μδ λ, ἐν δὲ τῷ δʹ, 𐆊 𐆊 νϛ, ἐν δὲ
5τῷ εʹ, 𐆊 ζ λ, ἐν δὲ τῷ ϛʹ, 𐆊 β ε. εἰσαγαγόντες δὲ καὶ τὸ 𐅵ʹ τῶν ρπ μοιρῶν τῆς ἀνωμαλίας τὰς ϙ μοίρας, εὕρομεν παρακείμενα ζʹ σελιδίῳ ἑξηκοστὰ ξ, ηʹ δὲ σελιδίῳ ἑξηκοστὰ ξ. καὶ πολυπλασιάσαντες τὰ μὲν τοῦ ζʹ σελιδίου ἐπὶ τὰ τοῦ δʹ τὰ γενόμενα 𐆊 𐆊 νϛ προσεθήκαμεν τοῖς τοῦ γʹ σελιδίου, καὶ γίνεται 𐆊 ε μ λ. τὰ δὲ τοῦ ηʹ ἐπὶ τὰ τοῦ ἕκτου τὰ γενό‐
10μενα 𐆊 β ε προσεθήκαμεν τοῖς τοῦ εʹ· γίνεται 𐆊 θ λε. ὧν ἡ ὑπεροχὴ πρὸς τὰ 𐆊 ε μ λ γίνεται 𐆊 γ νδ λ. ἐπεὶ οὖν παράκειται καὶ τῇ μέσῃ ἀ‐ ποχῇ ἐν τῷ θʹ σελιδίῳ ἑξηκοστῶν ξ, ταῦτα ἐπὶ τὴν ὑπεροχὴν τουτέστιν τὰ 𐆊 γ νδ λ γενόμενα ποιεῖ 𐆊 γ νδ λ. ταῦτα προστεθέντα τοῖς 𐆊 ε μ λ γίνεται 𐆊 θ λε, ἔγγιστα 𐆊 ι. τοσαῦτα ἄρα παραλλάξει ἡ σελήνη ἐπὶ
15τοῦ δι’ αὐτῆς καὶ τοῦ κατὰ κορυφὴν σημείου γραφομένου μεγίστου κύκλου ε μοίρας ἀπέχουσα τοῦ πόλου τοῦ ὁρίζοντος καὶ τῆς ἐποχῆς αὐτῆς, ὅπερ ἐστὶν κοινὸν σημεῖον τοῦ ζῳδιακοῦ καὶ τοῦ ὀρθοῦ αὐτῷ, καὶ κατὰ τὸ ἐλάχιστον οὖσα ἀπόστημα.
Φανερὸν δ’ ὅτι καὶ πρὸς τὸν ζῳδιακὸν τῆς παραλλάξεως ταύτης θεω‐

164

ρουμένης οὐκ ἔσται μήκους παράλλαξις, ὀρθὴν γωνίαν πρὸς αὐτὸν ποιοῦν‐ τος τοῦ διὰ τῆς σελήνης καὶ τῆς ἐποχῆς αὐτῆς γραφομένου μεγίστου κύκλου, ἀλλὰ πλάτους μόνου. Εἰ δ’ οὖν βουλοίμεθα καὶ διὰ τῶν ἐν κύκλῳ εὐθειῶν τοῦτον γνῶναι, τὴν
5διπλῆν γωνίαν τῶν ϙ τουτέστιν τὰς ρπ εἰσοίσομεν εἰς τὰς ἐν κύκλῳ εὐ‐ θείας, αὐτάς τε καὶ τὰς λειπούσας ταῖς ρπ, δηλονότι τὰ 𐆊 𐆊, τὰ παρακεί‐ μενα ἐκθησόμεθα. παράκειται δὲ ταῖς μὲν ρπ εὐθεῖα ρκ, ταῖς δὲ 𐆊 𐆊 δηλονότι 𐆊 𐆊. ὡς οὖν ρκ πρὸς 𐆊 𐆊, οὕτως ἡ κατὰ πλάτος παράλλαξις πρὸς τὴν κατὰ μῆκος. ρκ δὲ ἐπὶ τὰ 𐆊 θ λε καὶ παρὰ τὰ ρκ, αὐτὰ ποιεῖ
10τὰ 𐆊 θ λε. ὥστε ὅλα ἐστὶν τὰ τοῦ πλάτους, μήκους δὲ 𐆊 𐆊, ἐπὶ τῆς με‐ γίστης διαφορᾶς περιφερείας καὶ γωνίας, τουτέστιν περιφερείας μοιρῶν ε καὶ γωνίας ὀρθῆς. Ἴδωμεν δὲ ἑξῆς καὶ μιᾶς οὔσης μόνης διαφορᾶς ἐν ταῖς περιφερείαις τουτέστιν μοιρῶν πάλιν ε, πόσα ἑξηκοστὰ τῆς παραλλάξεως συνάγεται·
15δηλονότι τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος καὶ τοῦ κέντρου σελήνης ὀρθοῦ πρὸς τὸν ζῳδιακὸν ὄντος, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ κύκλου γινομένου τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τῆς ἀκριβοῦς ἐποχῆς σελήνης καὶ τοῦ διὰ τοῦ κατὰ κορυφήν, καὶ τοῦ κέντρου σελήνης οὔσης ἐν τῷ λοξῷ, μηκέτι δὲ καὶ τοῦ ζῳδιακοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος ὄντος.
20 Ἔστω δὲ πάλιν ἡ σελήνη περιγειοτάτη, καὶ ἡ ἀπὸ τοῦ πόλου τοῦ ὁρί‐ ζοντος διάστασις ἐπὶ μὲν τὴν ἐποχὴν αὐτῆς μοιρῶν ι, ἐπὶ δὲ τὸ κοινὸν σημεῖον σελήνης καὶ λοξοῦ μοιρῶν ε· ὥστε τὴν μεγίστην διαφορὰν
γίνεσθαι τῶν περιφερειῶν μοιρῶν ε. φανερὸν γὰρ ὅτι γωνιῶν οὐκ ἔστιν

165

διαφορά· ὀρθὴν γὰρ ποιεῖ πρὸς τὸν ζῳδιακὸν γωνίαν καὶ ἡ διὰ τοῦ κατὰ κορυφὴν καὶ τῆς ἐποχῆς σελήνης, καὶ ἡ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ κέντρου σελήνης οὔσης ἐν τῷ λοξῷ. γίνεται ἄρα παραλλάξεως ἐπὶ μὲν τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ ἀκριβοῦς ἐποχῆς σελήνης σημείου τοῦ
5ζῳδιακοῦ 𐆊 ιη λ, ἐπὶ δὲ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ σελήνης ἐπὶ τοῦ λοξοῦ οὔσης 𐆊 θ λε· ἔστιν γὰρ ἡ ἀπὸ τοῦ πόλου ὁρίζοντος ἐπὶ τὸ κέντρον σελήνης μοιρῶν ε. διαφορὰ τοίνυν τῶν δύο παραλλάξεων 𐆊 η νε ἔλασσον αὐτῶν 𐆊 θ λε. Καὶ πάλιν ἐὰν ὑποθώμεθα τὴν μὲν μεγίστην διαφορὰν τῶν περιφερειῶν
10μοιρῶν ε, τὴν δὲ ἀπὸ τοῦ πόλου τοῦ ὁρίζοντος ἐπὶ τὸ ἀκριβὲς σελήνης ση‐ μεῖον μοιρῶν ιε, εὑρήσομεν τὴν διαφορὰν τῶν παραλλάξεων ἐλάσσονα καὶ τῶν 𐆊 θ λε καὶ τῶν 𐆊 η νε. ἔστιν γὰρ παραλλάξεως ἐπὶ τῆς οὔσης περιφερείας μοιρῶν ιε, 𐆊 κζ ιε. ἦν δὲ καὶ ἡ ἐπὶ τῆς περιφερείας τῆς οὔσης μοιρῶν ι, 𐆊 ιη λ. ὧν ἡ διαφορὰ 𐆊 η με. ἐὰν δὲ μεταλάβωμεν
15ἀπὸ τῶν ἐπὶ τοῦ ὀρθοῦ τῷ ὁρίζοντι ἐπὶ τὸν ζῳδιακόν, ὅλαι τοῦ πλάτους ἔσονται, κατὰ μῆκος παραλλάξεως μὴ γινομένης. Ἐὰν δὲ ὑποθώμεθα τὴν ἀπὸ τοῦ πόλου τοῦ ὁρίζοντος ἐπὶ τὸ ἀκριβὲς σημεῖον ζῳδιακοῦ μοιρῶν κ παραλλάξεως γίνεται 𐆊 λϛ. ἦν δὲ καὶ ἡ
τῶν ιε μοιρῶν παράλλαξις 𐆊 κζ ιε. διαφορὰ ἄρα 𐆊 η με. καὶ ἔστιν

166

ἐλάσσονα μὲν τῶν 𐆊 θ λε, ἴσα δὲ τοῖς γενομένοις διαφόροις ἐπὶ τῶν ιε μοιρῶν οὔσης περιφερείας καὶ ἐπὶ τῶν ι μοιρῶν οὔσης 〈περιφερείασ〉. ἐχρῆν δὲ αὐτὰ ἐλάσσονα εἶναι τῶν 𐆊 η με καὶ μὴ ἴσα. Γραμμικώτερον δὲ δείκνυται ὅτι τὸ διάφορον τῶν παραλλάξεων ἐπὶ
5τῶν καθ’ ὑπεροχὴν ἴσων περιφερειῶν μεῖζον δείκνυται πρὸς τῷ μεσημβρι‐ νῷ ἤπερ τῶν ἀπώτερον τοῦ μεσημβρινοῦ. δῆλον οὖν ὅτι παρὰ τοὺς ἐπι‐ λογισμοὺς γέγονεν συνδραμεῖν τὸ ἀδύνατον τοῦτο. Τῆς δὲ σελήνης μοῖραν α 𐅵ʹ ἀπεχούσης 〈τοῦ κατὰ κορυφὴν〉 [κατὰ πλάτος τοῦ ζῳδιακοῦ] τῶν ἄλλων ὁμοίως ὑποκειμένων καὶ κατὰ τὸν βʹ
10ὅρον τῆς σελήνης οὔσης, παρακείμενά ἐστιν γʹ μὲν σελιδίου 𐆊 α κε, δʹ δὲ 𐆊 𐆊 ιζ, καὶ ζʹ ἑξηκοστὰ ξ. ταῦτα ἐπὶ τὰ 𐆊 𐆊 ιζ γίνεται 𐆊 𐆊 ιζ. ταῦτα προσθέντες τοῖς ο α κε, γίνεται 𐆊 α μβ. (περὶ δὲ τὸ μέσον ἀπό‐ στημα, γίνεται ἑξηκοστῶν α 𐅵ʹ). ὅπερ σπανίως συμβαίνει· πολλὰ γὰρ δεῖ συνδραμεῖν ἵνα ἢ ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν 〈ἢ〉 ἐν ταῖς ἄλλαις
15παρόδοις τῆς σελήνης τὸ μέγιστον διάφορον τῶν παραλλάξεων γένηται. «Ἡ μέντοι μέθοδος ἡ πρὸς τὴν τοιαύτην διόρθωσιν τῶν τε γωνιῶν καὶ «τῶν περιφερειῶν γένοιτ’ ἂν προχείρως τοῖς βουλομένοις ὡς ἐν οὕτως
«μικροῖς λόγοις ...» καὶ τὰ ἑξῆς ἄχρι τέλους.

167

Ὑποδείγματος γὰρ ἕνεκεν, ὑποκείσθω ἡ μὲν ΒΖ περιφέρεια μοιρῶν με, ἡ δ’ ὑπὸ ΑΒΖ γωνία τοιούτων λ, οἵων εἰσὶν αἱ δ ὀρθαὶ τξ. ἑκατέρα δὲ τῶν ΔΒ, ΒΕ περιφερειῶν μοιρῶν ε. ἔσται ἄρα καὶ ἡ ὑπὸ ΑΒΖ γωνία τῶν αὐτῶν λ. οἵων δ’ αἱ β ὀρθαὶ τξ τοιούτων ξ. καὶ ἡ μὲν ἐπὶ τῆς[Omitted graphic marker]
5ΒΛ εὐθείας περιφέρεια μοιρῶν ξ, ἡ δ’ ἐπὶ τῆς ΛΕ τῶν αὐτῶν μοιρῶν ρκ, οἵων ἐστὶν ὁ περὶ τὸ ΒΛΕ τρίγωνον γραφόμενος κύκλος τξ. Ἐπεὶ οὖν παράκειται ἐν τῷ κανόνι τῶν ἐν κύκλῳ εὐθειῶν ταῖς μὲν ξ μοίραις εὐθεῖα τμημάτων ξ, ταῖς δὲ ρκ μοίραις εὐθεῖα τμημάτων ρδ ἔγγιστα, ἔσται διὰ τοῦτο καὶ τῆς ΒΛ πρὸς ΛΕ λόγος ὁ αὐτὸς τῷ ὃν ἔχει
10τὰ ξ πρὸς τὰ ρδ ἔγγιστα. τῶν δ’ αὐτῶν ἐστιν καὶ ἡ ΕΒ ρκ. καὶ οἵων ἄρα ἐστὶν ἡ ΕΒ εὐθεῖα τμημάτων ε, τοιούτων ἔσται ἡ μὲν ΒΛ τμημάτων β λ, ἡ δὲ ΛΕ τμημάτων δ κ· τὸ μὲν γὰρ ὑπὸ τῶν ξ καὶ τῶν ε γινόμενον
τ, ἴσον ἔσται τῷ ὑπὸ τῶν β λ καὶ τῶν ρκ· τὸ δὲ ὑπὸ τῶν ρδ καὶ ε γι‐

168

νόμενον ἴσον ἔσται τῷ ὑπὸ τῶν δ κ καὶ τῶν ρκ, γίνεται γὰρ καὶ τοῦτο φκ. καὶ ἐπεὶ ἡ ΒΛ εὐθεῖα καὶ ἴση ἡ ΒΚ εὐθεῖα, μοιρῶν ἐστιν β λ, ἡ δὲ ΒΖ ὑπόκειται μοιρῶν με, ἔσται καὶ ἡ μὲν ΖΛ εὐθεῖα μοιρῶν μβ λ, ἡ δὲ ΖΚ μοιρῶν μζ λ. ἔστιν δὲ καὶ ἡ ΛΕ εὐθεῖα αὐτή τε καὶ ἡ ΔΚ εὐθεῖα
5μοιρῶν δ κ. καὶ τὸ μὲν ἀπὸ τῆς ΖΕ ἴσον τοῖς ἀπὸ τῶν ΖΛ, ΛΕ ͵αωκε β, τὸ δὲ ἀπὸ τῆς ΖΔ ἴσον τοῖς ἀπὸ τῶν ΖΚ, ΚΔ ͵βσοε β. ἔσται ἄρα καὶ ἡ μὲν ΖΕ πλευρὰ μοιρῶν μβ νϛ ἔγγιστα, ἡ δὲ ΖΔ πλευρὰ μοιρῶν μζ νδ. Καὶ ἡ ἀπὸ τοῦ Ζ ἄρα κατὰ κορυφὴν σημείου ἐπὶ τὴν ἀκριβῆ σελήνην βορειοτέραν μένουσαν τοῦ ζῳδιακοῦ περιφέρεια μοιρῶν ἔσται σύνεγγυς
10μβ νϛ· νοτιωτέραν δὲ οὖσαν τοῦ ζῳδιακοῦ μοιρῶν ἔσται σύνεγγυς μζ νδ. καὶ ἐπεὶ λόγος ἐστὶν τῆς ΖΕ πρὸς τὴν ΕΛ ὁ αὐτὸς τῷ ὃν ἔχει τὰ μβ νϛ πρὸς τὰ δ κ, τῆς δὲ ΖΔ πρὸς τὴν ΔΚ ὁ αὐτὸς τῷ ὃν ἔχει τὰ μζ νδ πρὸς τὰ δ κ, ἔσται καὶ τῆς μὲν ΖΕ πρὸς τὴν ΕΛ λόγος ὁ αὐτὸς τῷ ὃν ἔχει τὰ ρκ πρὸς τὰ ιβ ηʹ ἔγγιστα, τῆς δὲ ΖΔ πρὸς τὴν ΔΚ ὁ αὐτὸς τῷ
15ὃν ἔχει τὰ ρκ πρὸς τὰ ι 𐅵ʹ γʹ ἔγγιστα. καὶ γὰρ τὸ μὲν ὑπὸ τῶν μβ νϛ καὶ τῶν ιβ ηʹ γινόμενον φκ ἴσον ἐστὶν ἔγγιστα τῷ ὑπὸ τῶν δ κ καὶ ρκ. τὸ δὲ ὑπὸ τῶν μζ νδ καὶ ι 𐅵ʹ γʹ γινόμενον φκ, ἴσον ἐστὶν τῷ ὑπὸ τῶν δ κ καὶ ρκ. ἐπεὶ οὖν παράκειται ἐν τῷ κανόνι τῶν ἐν κύκλῳ εὐθειῶν, τῇ μὲν τῶν ιβ ηʹ εὐθείᾳ μοῖραι ια γε, τῇ δὲ τῶν ι 𐅵ʹ γʹ
20μοῖραι ι γʹ ἔγγιστα, ἔσται δηλονότι καὶ ἡ μὲν ὑπὸ ΒΖΕ γωνία τοιούτων ια καὶ γε οἵων εἰσὶν αἱ β ὀρθαὶ τξ, ἡ δὲ ὑπὸ ΒΖΔ τῶν αὐ‐ τῶν ι γʹ. καὶ οἵων ἄρα εἰσὶν αἱ δ ὀρθαὶ τξ, τοιούτων ἔσται ἡ μὲν ὑπὸ ΒΖΕ γωνία ε καὶ δε, ἡ δὲ ὑπὸ ΒΖΔ, ε ϛʹ. ὑπόκειται δὲ ἡ ὑπὸ ΖΒΑ γωνία μοιρῶν λ, οἵων ἐστίν. ἡ α ὀρθὴ ϙ. ἔσται ἄρα διὰ τοῦτο καὶ ἡ μὲν
25ὑπὸ ΑΘΖ γωνία μοιρῶν κδ εʹ, οἵων ἡ μία ὀρθὴ ϙ, ἡ δ’ ὑπὸ τῶν ΑΗΖ
γωνία μοιρῶν λε ϛʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ.

169

Τὰ μὲν οὖν κατὰ τὴν λέξιν μέχρι τοσούτων εἰρήσθω. δῆλον δὲ καὶ τοῦτο, ὡς ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν ἐπιζητοῦντες τὴν κατὰ μῆκος καὶ πλάτος τοῦ ἡλίου παράλλαξιν εὑρεῖν, τῇ αὐτῇ ἀναλογίᾳ χρησόμεθα ᾗ καὶ ἐπὶ τῆς σελήνης ἀνώτερον ὑπεδείξαμεν· κατά τε τὴν ἀρχὴν τοῦ ζῳ‐
5δίου καὶ κατὰ τὸ τέλος ἐν ᾧ ἐστιν ἡ ἀκριβὴς μοῖρα τῆς συνόδου λαμβανο‐ μένων τῶν ἀπὸ τοῦ κατὰ κορυφὴν σημείου ἐπὶ τὸν ἥλιον περιφερειῶν, αἱ αὐταὶ δὲ γίνονται ταῖς ἀπὸ τοῦ κατὰ κορυφὴν σημείου ἐπὶ τὴν σελήνην· καὶ τῆς ἐπὶ τοῦ διὰ τοῦ κατὰ κορυφὴν κύκλου παραλλάξεως τοῦ ἡλίου διακρινομένης εἰς τὴν πρὸς τὸν ζῳδιακὸν κατὰ μῆκος καὶ πλάτος παράλ‐
10λαξιν, διὰ τοῦ τῶν γωνιῶν κανόνος καὶ τῶν ἐν κύκλῳ εὐθειῶν.

171

(1t)

Πάππου ἀλεξανδρέως εἰς τὸ ϛʹ
2tτῶν Κλαυδίου Πτολεμαίου μαθηματικῶν σχόλιον.
3 Ἐν τῷ εʹ βιβλίῳ τῶν μαθηματικῶν ὑπὸ τοῦ Πτολεμαίου, πρώτῳ κε‐ φαλαίῳ, τοῦ ἀστρολάβου κατασκευή τε καὶ χρῆσις ὑποδέδεικται. 〈δευ‐
5τέρῳ〉 μὲν ἦν ἡ πρὸς τὴν διπλῆν ἀνωμαλίαν τῆς σελήνης ὑπόθεσις, διόρ‐ θωσιν λαβούσης τῆς πρώτης· καὶ κατὰ τὴν μῖξιν ἀμφοτέρων τῶν ἀνωμα‐ λιῶν τῆς τε πρώτης καὶ δευτέρας τὸ μέγιστον διάφορον μοιρῶν ζ 𐅵ʹ, συναγουσῶν ἐν τοῖς μέσως θεωρουμένοις διχοτόμων τῆς σελήνης σχημα‐ τισμοῖς. εἶτα ὅτι λόγος ἐστὶν τῆς ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν
10μεταξὺ τῶν κέντρων ὄψεως καὶ ἐκκέντρου, ὁ τῶν μθ μα πρὸς τὰ ι ιθ, ἀπεδείχθη τρίτῳ κεφαλαίῳ· ᾧ λόγῳ ὁ αὐτός ἐστιν τῆς ἐκ τοῦ κέν‐ τρου τοῦ ἐκκέντρου πρὸς τὴν μεταξὺ τῶν κέντρων ὄψεως καὶ ἐκκέντρου, ὁ τῶν ξ πρὸς τὰ ιβ κη. εἶτα, ἐπὶ τοῦ τετάρτου κεφαλαίου, ὅτι ἡ διὰ τοῦ ὁμαλοῦ ἀπογείου τοῦ ἐπικύκλου διάμετρος προσνεύει πρὸς τὸ σημεῖον
15τὸ ἴσην ἄπεχον διάστασιν τῇ μεταξὺ τῶν κέντρων καὶ ἐπὶ τὰ ἐναντία τῷ κέντρῳ τοῦ ἐκκέντρου. μετὰ δὲ ταῦτα, κεφαλαίῳ εʹ, πῶς διὰ τῶν γραμ‐
μῶν ἡ ἀκριβὴς τῆς σελήνης κατὰ μῆκος μοῖρα λαμβάνεται. τῷ δὲ ἕκτῳ

172

πῶς ὁ κανὼν τῆς καθόλου σεληνιακῆς ἀνωμαλίας πεπραγμάτευται. μετὰ δὲ τὸν κανόνα, τῷ ζʹ κεφαλαίῳ, περὶ τῆς καθόλου σεληνιακῆς ψηφοφορίας μέθοδος ὑποδέδεικται. εἶτα, τῷ ηʹ κεφαλαίῳ, ὅ μηδὲν αἰσθητὸν γίνεται διάφορον ἐν ταῖς συζυγίαις παρὰ τὸ μὴ συγκεχρῆσθαι τῇ δευτέρᾳ ὑποθέσει
5καὶ παρὰ τὸν ἔκκεντρον γινομένῃ. καὶ ἑξῆς, ἐπὶ τοῦ θʹ κεφαλαίου, περὶ τῶν τῆς σελήνης παραλλάξεων διάληψίς ἐστιν, καὶ ὑπόδειξίς τε καὶ χρῆ‐ σις ὀργάνου παραλλακτικοῦ, δι’ οὗ τετήρηται ἡ σελήνη ἐν Ἀλεξανδρείᾳ μηδέποτε πλέον μοιρῶν β καὶ ηʹ ἀποστᾶσα τοῦ κατὰ κορυφὴν ἡμῶν ση‐ μείου ἐπὶ τοῦ μεσημβρινοῦ· τοσαύτας γὰρ περὶ τὴν τοῦ Καρκίνου ἀρχὴν
10οὖσα ὤφθη πολλάκις ἀφεστηκυῖα, ὡς ἐκ τῆς τοιαύτης ἐξετάσεως ε μοι‐ ρῶν ἀποδείκνυσθαι τὴν κατὰ πλάτος αὐτῆς ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων τῶν ζῳδίων πάροδον, ἐπεὶ τὸ μὲν ἔξαρμα Ἀλεξανδρείας ἐστὶν μοιρῶν λ νη, ἡ δὲ μεταξὺ τοῦ ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ μοιρῶν κγ να ἔγγιστα. εἶτα, ἐπὶ τοῦ δεκάτου κεφαλαίου, ἀπόδειξίς ἐστιν τῶν τῆς σελήνης
15ἀποστημάτων, ἐν ᾧ τὴν καθόλου πρῶτον παράλλαξιν διὰ τοῦ παραλλακτι‐ κοῦ ὀργάνου μοίρας α καὶ ἑξηκοστῶν ζ εὑρὼν καὶ ὑποθέμενος αὐτὴν τὸ κατὰ τὸν χρόνον τῆς τηρήσεως ἀπόστημα, δεικνύσει τοιούτων λθ με οἵου ἐστὶν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός· καὶ τούτου δοθέντος δίδοται τῶν αὐτῶν τὸ κατὰ τὰς συζυγίας μέσον ἀπόστημα νθ 𐆊, ἡ δ’ ἐκ τοῦ κέν‐
20τρου τοῦ ἐπικύκλου ε ι, τὸ δὲ κατὰ τὰς διχοτόμους μέσον ἀπόστημα λη μγ· ὥστε καὶ τὸ μὲν τοῦ πρώτου ὅρου γίνεσθαι ξδ ι, τὸ δὲ τοῦ δευ‐
τέρου νγ ν, τὸ δὲ τοῦ τρίτου μγ νγ, τὸ δὲ τοῦ τετάρτου λγ λγ· ἑξῆς

173

δέ ἐστιν κεφάλαιον περὶ τῆς πηλικότητος τῶν ἐν ταῖς συζυγίαις φαινομέ‐ νων διαμέτρων ἡλίου καὶ σελήνης καὶ σκιᾶς, ἐν ᾧ ἀπεδείχθη κατὰ τὸ μέγιστον ἀπόστημα τῆς σελήνης οὔσης ἡ διάμετρος ὑποτείνειν μεγίστου κύκλου ἑξηκοστῶν μιᾶς μοίρας λα γʹ ὅσα καὶ ἡ τοῦ ἡλίου διάμετρος ὑπο‐
5τείνει τοῦ ἰδίου κύκλου ἡ δὲ τῆς σκιᾶς κατὰ τοῦτο τὸ ἀπόστημα μοῖραν α καὶ Γβ ἔγγιστα. ἐπὶ τοῦ ιαʹ κεφαλαίου, ὅτι οἵου ἐστὶν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός, τοιούτων τὸ μὲν τῆς σελήνης ἐν ταῖς συζυγίαις μέσον ἀπό‐ στημα νθ, τὸ δὲ τοῦ ἡλίου, ͵ασι, τὸ δ’ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς κορυφῆς τοῦ κώνου τῆς σκιᾶς σξη. ἀπὸ δὲ τῶν διαμέτρων ἡλίου
10καὶ σελήνης καὶ γῆς ἐπὶ τοῦ δωδεκάτου κεφαλαίου φανερὸς καὶ ὁ τῶν στε‐ ρῶν μεγεθῶν λόγος γεγένηται· οἵου μὲν γάρ ἐστιν ἡ τῆς σελήνης διά‐ μετρος ἑνός, τοιούτων ἡ μὲν τῆς γῆς γ κδ, ἡ δὲ τοῦ ἡλίου ιη μη· οἵου δὲ ἑνὸς τὸ στερεὸν μέγεθος τῆς σελήνης, τοιούτων τὸ μὲν τῆς γῆς λθ, τὸ δὲ τοῦ ἡλίου ͵ϛχμδ 𐅵ʹ, ἑκατονκαιεβδομηκονταπλάσιον δὲ τὸ τοῦ
15ἡλίου τοῦ τῆς γῆς. ἐπὶ τέλει δὲ, κατὰ τὸ ιγʹ κεφάλαιον, περὶ τῶν κατὰ μέρος παραλλάξεων λόγος ἐστὶν ἐφ’ ᾧ καὶ τὸ κανόνιον ἐκκεῖται περιέχον τοὺς ἀριθμοὺς ἡλίου καὶ πρώτου ὅρου σελήνης καὶ δευτέρου ὅρου καὶ τρί‐ του καὶ τετάρτου καὶ τὰ λοιπὰ τρία σελίδια ζʹ, ηʹ, θʹ, τῶν ἑξηκοστῶν, ἀφ’ ὧν αἱ κατὰ μῆκός τε καὶ πλάτος παραλλάξεις λαμβάνονται, συμπαραλαμ‐
20βανομένου αὐτοῖς καὶ τοῦ τῶν γωνιῶν κανόνος· τὰς γὰρ πρὸς τὸν λοξὸν κύκλον γινομένας περιφερείας τε καὶ γωνίας καὶ δηλονότι παραλλάξεις, ὡς μηδὲν αἰσθητὸν διάφορον ποιούσας δείξας διὰ τῶν θεωρημάτων ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν, παρεπέμψατο. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἐν περιοχῆς λόγῳ ὑπομνήσεως ἕνεκεν εἴρηται·
25ἀρξόμεθα δὲ κατὰ τὸ ἀκόλουθον ἤδη καὶ τὴν τοῦ ἕκτου βιβλίου ἐξήγησιν
ποιήσασθαι λαβόντες ἀρχὴν ἐντεῦθεν.

174

(1t)

Πραγματεία κανονίων μέσων συζυγιῶν.
2 «Πρῶτον μὲν γάρ, ἵνα πάλιν καὶ τὰς τῶν μηνῶν τῶν σεληνιακῶν ἐποχάς, «ὥσπερ καὶ τὰς ἄλλας ...» ἐποχὰς ἡλίου καὶ σελήνης καὶ ἀστέρων «ἀπὸ τοῦ «πρώτου ἔτους Ναβονασσάρου συστησώμεθα, τὴν ἀποδεδειγμένην ...» ἐν
5τῷ τετάρτῳ κατὰ τὸ πρῶτον τοῦτο ἔτος τῆς τοῦ Θὼθ κατ’ αἰγυπτίους ἐν τῇ νεομηνίᾳ μεσημβρίας ἐπίληψιν, μετὰ κύκλους ἀποχῆς μοιρῶν οὖσαν ο λζ, μερίσαντες παρὰ τὸ ἡμερήσιον τῆς ἀποχῆς μέσον κίνημα μοίρας ιβ ια κϛ ἔγγιστα, εὕρομεν ἡμέρας ε μζ λγ· ὡς πρὸ τοσούτων γεγο‐ νέναι τὴν ἐν τῇ νεομηνίᾳ τοῦ Θὼθ μεσημβρίας προγεγονυῖαν μέσην σύνοδον
10Ὑδροχόῳ μοίραις κε γ. ἐν γὰρ ταῖς ε ἡμέραις καὶ ὥραις ιθ [ν], ὁ ἥλιος μέσως κινεῖται μοίρας ε μβ· καὶ ἦ 〈ν ἡ〉 τοῦ ἡλίου ἐποχὴ 𐆊 με Ἰχθύσι Θὼθ α ὥρᾳ ϛʹ. «Καὶ ἡ ἑξῆς ἄρα, φησίν, γέγονεν μετὰ ἡμέρας κγ μδ ιζ ἔγγιστα «τῆς αὐτῆς μεσημβρίας, τουτέστιν μετὰ ἑξηκοστὰ ἡμέρας μιᾶς μδ ιζ
15«τῆς ἐν τῇ κδʹ μεσημβρίας». Εὐλόγως· ἀπὸ γὰρ τοῦ μέσου μηνιαίου χρόνου ἡμερῶν ὄντος κθ λα ν
ἔγγιστα ἐὰν ἀφέλωμεν τὰς ε μζ λγ ἡμέρας, καταλείπονται ἡμέραι

175

κγ μδ ιζ ἔγγιστα. ὡς μετὰ ἑξηκοστὰ ἡμέρας μιᾶς μδ ιζ τῆς ἐν τῇ κδʹ τοῦ Θὼθ μεσημβρίας γεγονέναι τὴν μέσην σύνοδον· τουτέστιν μετὰ ὥρας ἰσημερινὰς τῆς αὐτῆς μεσημβρίας ιζ 𐅵ʹ εʹ οεʹ, τῶν ξ ἑξηκοστῶν δηλονότι ποιούντων ἡμέραν μίαν. ἐγένετο δὲ καὶ αὐτὴ Ἰχθύσι μοίραις
5κδ θ. Τὰ δὲ συναγόμενα ἑξηκοστὰ μετοίσομεν εἰς ὥρας ἰσημερινὰς οὕτως· ἐπεὶ γὰρ τὸ νυχθήμερον ὑπέθετο ἑξηκοστῶν ξ, τοῦτο δέ ἐστιν χρόνων τξ, οἵ εἰσιν ἑξαπλάσιοι τοῦ ξ ἀριθμοῦ, ἑξάκις ἄρα ποιήσαντες τὰ συναγό‐ μενα ἑξηκοστὰ καὶ μερίσαντες παρὰ τοὺς ἐπιβάλλοντας χρόνους ιε τῇ
10α ὥρᾳ ἰσημερινῇ, ἕξομεν ὥρας ἰσημερινάς· οἷον τὰ μδ ιζ ἑξάκι γενό‐ μενα ποιεῖ ὡς χρόνους σξε μβ περιέχοντας ὥρας ἰσημερινὰς τὰς προ‐ κειμένας ὥρας ιζ 𐅵ʹ εʹ οε ἔγγιστα. ἢ τὰ μδ ιζ ἑξηκοστὰ εἰς ξ, γίνεται ͵βχνζ· παρὰ τὸν ρν, γίνονται ὥραι ιζ 𐅵ʹ εʹ οεʹ. «Ἐπεὶ δὲ ἐν κε ἔτεσιν αἰγυπτιακοῖς λείπουσι μιᾶς ἡμέρας ἑξηκο‐
15στοῖς β μζ ε, ὅλοι τε μῆνες ἔγγιστα ἀπαρτίζονται ..» Ἐὰν γὰρ τὰ κε ἔτη αἰγυπτιακὰ πολυπλασιάσωμεν ἐπὶ τὰς τοῦ αἰγυπ‐ τιακοῦ ἐνιαυτοῦ ἡμέρας τξε, καὶ ἀπὸ τῶν γενομένων ἡμερῶν ͵θρκε τὰ
β μζ ε ἑξηκοστά, καταληφθήσονται ἡμῖν ἡμέραι ͵θρκδ νζ ιβ νε.

176

αὗται δὲ μεριζόμεναι παρὰ τὰς τοῦ μέσου μηνιαίου χρόνου τῆς σελήνης ἡμέρας κθ λα ν η ἔγγιστα ποιήσουσιν ἀπαρτιζομένους μῆνας τθ ἔγγιστα. καὶ ἀνάπαλιν οἱ τθ μῆνες πολυπλασιασθέντες ἐπὶ τὰς κθ λα ν η ἡμέρας, ποιοῦσιν τὰς ͵θρκδ νζ ιβ νε, λειπούσας εἰς ὅλας
5ἡμέρας ͵θρκε ἑξηκοστοῖς β μζ ε. γίνονται οὖν κύκλοι ιϛ ἐκ μηνῶν ιβ, ρϙβ, καὶ πλήρεις θ, ἐκ μηνῶν ιγ, ριζ. καὶ τῷ κεʹ ἔτει, εἰς ὅλους μῆ‐ νας ιβ, ἡμέραι γίνονται κθ κθ γ, ἐλλειποῦσαι 𐆊 β μζ εἰς ὅλους μῆνας τθ
«Καὶ ἐπιλαμβάνει μεθ’ ὅλους κύκλους μέσως ὁ μὲν ἥλιος μοίρας

177

«τνγ νβ λδ ιγ· ἡ δὲ σελήνη ἀνωμαλίας μὲν μοίρας νζ κα μδ 〈α〉, «πλάτους δὲ μοίρας ριζ ιβ μθ νδ.» Τοῖς γὰρ ιη ἔτεσιν ἡλίου μοῖραί εἰσιν τνε λζ κε λϛ, καὶ τοῖς ζ ἔτεσιν μοῖραι παράκεινται τνη ιζ νγ ιζ. γίνονται μοῖραι τνγ νε ιη νγ.
5ἀφ’ ὧν τῇ [πρώτῃ] ὥρᾳ α ιʹ οεʹ, β μδ μ, λοιπαὶ γίνονται τνγ νβ λδ ιγ. Καὶ πάλιν ἀνωμαλίας σελήνης τοῖς ιη ἔτεσιν, μοῖραι ρνϛ νϛ ιδ λϛ καὶ τοῖς ζ ἔτεσιν μοῖραι σξα α νβ 〈κ〉. καὶ γίνονται μοῖραι νζ νη ϛ νϛ ἀφ’ ὧν ὥρᾳ α ιʹ οεʹ ἔγγιστα 𐆊 λϛ κβ νε, λοιπαὶ γί‐ νονται μοῖραι ἀνωμαλίας νζ κα μδ α.
10 Πλάτους δὲ ὁμοίως τοῖς ιη ἔτεσιν ρνϛ ν θ μθ. καὶ τοῖς ζ ἔτεσιν τκ νθ λ. κθ ἀφ’ ὧν ὥρᾳ α ιʹ οεʹ ἔγγιστα 𐆊 λϛ ν κδ, λοιπαὶ γίνονται ριζ ιβ μθ νδ. «Ἐπὶ δὲ τοῦ δευτέρου τὰς ἐπιλαμβανούσας ἐν τοῖς ιγ μησὶν ἡμέρας
«ιη νγ να μη...»

178

Ἡ γὰρ τρισκαιδεκάμηνος ἡμερῶν ἐστιν τπγ νγ να μη. ἀφ’ ὧν τὰς τοῦ αἰγυπτιακοῦ ἐνιαυτοῦ ἡμέρας τξε εἰς ἔτος ἓν λογισάμενος τῷ πρώτῳ σελιδίῳ, τὰς καταλειπομένας ἡμέρας ιη νγ νβ ἔγγιστα παρέθηκεν ν τῷ δευτέρῳ σελιδίῳ τῷ πρώτῳ ἔτει. ἃς καὶ παραυξήσας ταῖς δωδεκαμήνου
5ἡμέραις τνδ κβ β ἔγγιστα, ἀκριβῶς δὲ κβ α λϛ, ἀπὸ τῶν γενομένων τογ ιε νγ ἔγγιστα ἀφεῖλεν ὁμοίως τξε. καὶ τὰς καταλειπομένας η ιε νγ παρέθηκεν τῷ δευτέρῳ ἔτει. καὶ ἐπὶ τῶν ὑποκειμένων δὲ στίχων ὁμοίως πεποίηκεν, ποτὲ μὲν τνδ κβ β ἔγγιστα προσθείς, ποτὲ δὲ τπγ νγ νβ ἔγγιστα, μέχρι τῶν κδ ἐτῶν αἰγυπτιακῶν ἐχόντων ἐπουσίαν
10ἡμερῶν ι λε ια εἰς μῆνας ὅλους ἀπαρτιζομένους ςϙζ. τοσοῦτοι γὰρ γίνονται ἐν τοῖς κδ αἰγυπτιακοῖς ἔτεσιν πρὸς ταῖς ι λε ια ἔγγιστα ἡμέρας. «Ἐπὶ δὲ τοῦ τρίτου, τὰς ἐν τῷ τοσούτῳ χρόνῳ τῆς ἡλιακῆς ἐπουσίας «μοίρας ιη κβ νθ ιη...» καὶ τὰ ἑξῆς.
15 Εἰσὶν γὰρ ἡλίου τοῦ ἑνὸς ἔτους μοῖραι τνθ με κδ με, τῶν ιη ἡμε‐ ρῶν μοῖραι ιζ μδ κθ θ, τῶν ὡρῶν κα 𐅵ʹ λʹ οεʹ, ἔγγιστα 𐆊 νγ ε κδ· γίνεται ιη κβ νθ ιη. ἀνωμαλίας δὲ σελήνης, τοῖς αὐτοῖς χρόνοις παρά‐ κεινται πη μγ ζ κθ καὶ σλε ι ι νγ, καὶ ια μγ μγ κθ· γίνονται τλε λζ α να. πλάτους δὲ μοῖραι ρμη μβ μζ ιβ καὶ μοῖραι σλη ζ μα νζ
20καὶ ια νβ λδ μβ· γίνονται μοῖραι λη μγ γ να.

179

»... αἳ συνάγουσιν ἡμέρας μὲν τνδ κβ α μ, μοίρας δὲ τῆς μὲν ἡλιακῆς «ἐποχῆς τμθ ιϛ λϛ ιϛ ...» καὶ τὰ ἑξῆς. Ταῖς γὰρ ἡμέραις τλ μοῖραί εἰσιν ἡλίου τκε ιε λδ μγ, καὶ ταῖς κδ ἡμέραις μοῖραι κγ λθ ιη νγ, καὶ ταῖς ὥραις η 𐅵ʹ δʹ κʹ ἔγγιστα
5κα μβ μ· γίνονται μοῖραι τμθ ιϛ λϛ ιϛ. ἀνωμαλίας σελήνης τοῖς αὐτοῖς χρόνοις εἰσὶν μοῖραι τνα κϛ λθ λη καὶ τιγ λγ λδ λα καὶ δ μζ μζ λγ· γίνονται μοῖραι τθ μη α μβ. πλάτους δὲ τοῖς αὐτοῖς χρό‐ νοις εἰσὶν μοῖραι με μα η νθ καὶ μοῖραι τιζ λ ιε νϛ καὶ μοῖραι
δ να κδ μζ· γίνονται μοῖραι η β μθ μα.

180

(1t)

Ὡς δεῖ τὰς περιοδικὰς καὶ τὰς ἀκριβεῖς
2tσυζυγίας ἐπισκέπτεσθαι.
3»... Μετὰ τὰ ἴσα ἑξηκοστὰ τῆς ἐν τῇ δʹ τοῦ Φαωφὶ μεσημβρίας.» Ὅταν γὰρ εἰς τὸν Φαωφὶ μῆνα ἢ ὕστερον ὁ ἐκείνου τοῦ ἐπιζητουμένου
5ἔτους τῆς πρώτης γινομένης συζυγίας ἐκπίπτῃ χρόνος, ἀπὸ τούτου τοῦ χρόνου καὶ οὐκ ἀπὸ τοῦ Θὼθ τὴν σύνθεσιν τῶν μηνῶν ἐπιλογίζεσθαι δεήσει. Ἔνεστι δὲ τὴν ἐπισύνθεσιν τῶν μηνῶν ποιεῖσθαι καὶ οὕτως· οἷον ἐὰν ἀπὸ τοῦ πρώτου ἔτους Ναβονασσάρου τῆς ἐν τῷ ͵αξη ἔτει κατ’ αἰγυπτίους
10Τυβὶ συνοδικῆς ἐκλειπτικῆς συζυγίας τόν τε τόπον καὶ τὸν ἐν Ἀλεξαν‐

181

δρείᾳ χρόνον ἐθέλωμεν ἐπιγνῶναι, ληψόμεθα πρότερον τὰς ἀπὸ Θὼθ αʹ ἡμέρας τῶν πληρημήνων· εἰσὶν δὲ ρκ ἡμέραι ἃς καὶ ἀπογραψόμεθα. ἔπειτα λαβόντες τὰ ἔτη ἕως τοῦ ζητουμένου ἔτους, τουτέστιν ἔτη ͵αξη, παρακείμενα αὐτοῖς ἔν τε τῇ εἰκοσαπενταετηρίδι τῶν συνόδων καὶ
5τοῖς ἔτεσιν ἀπογραψόμεθα ὁμοίως, καὶ συνθέντες τὰς τοῖς χρόνοις παρα‐ κειμένας ἡμέρας ἐν ἑκατέρῳ σελιδίῳ, ἀφελοῦμεν αὐτὰς ἀπὸ τῶν ἀπογε‐ γραμμένων ἀπὸ Θὼθ ἡμερῶν, οἵων τῶν ρκ. παράκεινται δὲ τῷ μὲν ͵αναʹ ἔτει ἡμέραι κβ μζ κ, τοῖς ιζ ἔτεσιν ἡμέραι κε νζ ιθ· ὁμοῦ γίνονται ἡμέραι μη μδ λθ. καὶ λοιπαί εἰσιν ἡμέραι οα ιε κα. τούτων δὲ τῶν
10λοιπῶν ἡμερῶν τὸν πρώτως μείζονα ἀριθμὸν ἐν τῷ τῶν μηνῶν σελιδίῳ ἐπισκεψάμενοι, αὐτόν τε ἀπογραψάμενοι, παράκεινται δὲ μησὶν τρισὶν ἡμέραι πη λε λ, καὶ συνθέντες ὁμοῦ τά τε τῇ εἰκοσαπενταετηρίδι παρα‐ κείμενα καὶ τοῖς ἔτεσιν καὶ τοῖς μησίν, τὰς μὲν συναγομένας ἡμέρας ρλζ κ θ ἐκβαλοῦμεν ἀπὸ Θώθ. καὶ ἕξομεν ἐν τῷ δοθέντι κατ’ αἰγυπτίους
15μηνὶ τὴν ὁμαλὴν σύνοδον, τουτέστιν μετὰ ἑξηκοστὰ κ θ τῆς ἐν τῇ ιζʹ τοῦ Τυβὶ μεσημβρίας, τουτέστιν μετὰ χρόνους ρκ νδ. ἐὰν δὲ ἐλάττους ὦσιν αἱ τῶν πληρημήνων ἡμέραι τῶν συναγομένων ἐκ τοῦ πρώτου κανόνος καὶ τοῦ τρίτου, ἢ τῶν ἐκ τοῦ δευτέρου καὶ τρίτου, προσθέντες ἡμέρας τξε ταῖς ἡμέραις τῶν πληρημήνων, τότε ἀφελοῦμεν τὰς ἐκ τῶν κανόνων
20ἡμέρας· καὶ τὰ λοιπὰ ὁμοίως ποιήσομεν. ἀπογραψόμεθα δὲ καὶ τὰς ἐν τοῖς λοιποῖς σελιδίοις μετὰ κύκλων ἀφαιρέσεις μοίρας. συνάγονται δὲ ἐποχῆς μὲν ἡλίου μοῖραι ρμ ιβ νδ, ἀνωμαλίας δὲ σελήνης μοῖραι σλβ νϛ λδ, καὶ πλάτους μοῖραι σοδ μϛ μγ. Τοῦ δὲ ὡριαίου δρομήματος τῆς σελήνης τοῦ κατὰ τὰς μέσας συζυ‐
25γίας ἡ λῆψις ἔσται φανερὰ διὰ καταγραφῆς καὶ τῶν ἀριθμῶν οὕτως.

182

Ἐκκέντρου γὰρ ὄντος τοῦ ΑΒΓ, περὶ διάμετρον τὴν ΑΔΓ καὶ κέντρον τὸ Δ, εἰλήφθω τὸ Κ κέντρον τοῦ ζῳδιακοῦ· καὶ περὶ τὸ Α κέντρον γε‐[Omitted graphic marker] γράφθω ὁ ΕΖΘ τῆς σελήνης ἐπίκυκλος ἀπόγειον ἔχων τὸ Ε καὶ περίγειον τὸ Ζ. αὐτὴ δὲ ἡ σελήνη κατὰ τὸ Θ σημεῖον ἔστω, ἀπέχουσα τοῦ Ε
5ἀπογείου ἀνωμαλίας μοίρας σλβ νϛ. καὶ ἡ ΗΘ ἔστω μοίρας α, ἡ δὲ ΡΘ, 𐆊 λβ λθ τοῦ ὡριαίου δρομήματος οὖσα τῆς ἀνωμαλίας τῆς σελήνης καὶ ἐπεζεύχθωσαν αἱ ΗΚ, ΡΚ, ΘΚ, ὥστε τὴν ὑπὸ ΖΚΘ γωνίαν γίνεσθαι μοιρῶν δ ιδ, τὴν δὲ ὑπὸ ΖΚΗ τοιούτων δ ιζ οἵων ἡ μία ὀρθὴ ϙ, καὶ λοιπὴν τὴν ὑπὸ ΗΚΘ τῶν αὐτῶν 𐆊 γ.
10 Ἐὰν οὖν ποιήσωμεν ὡς τὴν μίαν μοῖραν τὰ 𐆊 ξ τῆς ΝΘ περιφερείας πρὸς τὰ 𐆊 λβ λθ τῆς ΘΡ ἀνωμαλίας, οὕτως τὰ 𐆊 γ πρός τινα, ἔσται πρὸς 𐆊 α λη. ὥστε τὴν ὑπὸ ΘΚΡ γωνίαν γίνεσθαι τῶν αὐτῶν 𐆊 α λη. Καὶ κεκινήσθω ὁ ἐπίκυκλος καὶ τὸ κέντρον αὐτοῦ μήκους ὥρας α ἰση‐ μερινῆς δρόμον 𐆊 λ νϛ τὴν ὑπὸ ΑΚΒ γωνίαν. καὶ περὶ τὸ Β γραφέντος
15τοῦ ΛΜΝ ἐπικύκλου, ἀπόγειον ἔστω τὸ Λ καὶ περίγειον τὸ Μ ἀκριβῶς.
καὶ ἡ σελήνη ἔστω κατὰ τὸ Ν σημεῖον ἀπέχουσα τοῦ Λ ἀπογείου τὰς τῆς

183

ἀνωμαλίας μοίρας σλβ νϛ· οὐδὲν γὰρ αἰσθητὸν γίνεται διάφορον τοῦ ὁμαλοῦ ἀπογείου πρὸς τὸ φαινόμενον τῷ τοσούτῳ χρόνῳ τῆς μιᾶς ὥρας ἰσημερινῆς. Καὶ κείσθω δὴ τῇ ὑπὸ ΘΚΡ γωνίᾳ ἴση ἡ ὑπὸ ΝΚΣ. ἡ ἄρα ὑπὸ ΝΚΣ
5ἔσται 𐆊 α λη. ἦν δὲ καὶ ἡ ὑπὸ ΘΚΝ τῶν αὐτῶν 𐆊 λβ νϛ, ἴση οὖσα τῇ ὑπὸ ΑΚΒ. ὅλη ἄρα ἡ ὑπὸ ΘΚΣ γωνία ἔσται τῶν αὐτῶν 𐆊 λδ λδ. Προσεθήκαμεν δὲ τὰ 𐆊 α λη τοῖς 𐆊 λβ νϛ, ὅτι ὁ τῆς ἀνωμαλίας ἀριθ‐ μὸς τῶν σλβ νϛ ἐν τοῖς ὑποκάτω στίχοις τουτέστιν τοῖς ἀπὸ μοιρῶν ϙε ἕως σξε· ἐφαπτομένων γὰρ ἀκτίνων ἀπὸ τοῦ κ τοῦ ΛΜΝ ἐπικύ‐
10κλου ἡ μεταξὺ τῶν ἐφαπτομένων περιφέρεια ἔχουσα τὸ περίγειον ὅλη
προσθετική ἐστιν, ἡ δὲ λοιπὴ καὶ τὸ ἀπόγειον ἔχουσα ὁμοίως ἀφαιρετική.

184

(1t)

Περὶ τῶν ἐκλειπτικῶν ὁρῶν ἡλίου
2tκαὶ σελήνης.
3 «Ἀλλ’ ἐὰν μὲν η καὶ γʹ μοίρας ἀπέχῃ τῶν συνδέσμων ἐπὶ τοῦ λοξοῦ «κύκλου τὸ κέντρον τῆς σελήνης, μγ καὶ κʹ ἑξηκοστῶν μιᾶς μοίρας ἐπὶ
5«τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου μεγίστου κύκλου διίσταται τοῦ διὰ
5«μέσων· ὅταν δὲ ι μοίρας καὶ τρία πέμπτα τῶν συνδέσμων ἀπέχῃ κατὰ «τὸν λοξὸν κύκλον, νδ 𐅵ʹ γʹ ἑξηκοστῶν μιᾶς μοίρας ἐπὶ τοῦ διὰ τῶν πόλων «αὐτοῦ γραφομένου μεγίστου κύκλου ...». Δέδεικται μὲν καὶ ἐν τοῖς εἰς τὸ πέμπτον σχολίοις ὡς δεῖ τὰς πρὸς ὀρθὰς τῷ λοξῷ τῆς σελήνης θεωρουμένα κατὰ πλάτος παρόδους λαμβά‐
10νεσθαι· ὑπομνήσομεν δὲ καὶ ἐνταῦθα. ἔστω γὰρ ὁ μὲν δι’ ἀμφοτέρων τῶν πόλων τοῦ τε διὰ μέσων τῶν ζῳδίων κύκλου καὶ τοῦ λοξοῦ τῆς σελήνης ὁ ΑΒΓΔ· καὶ ζῳδιακοῦ μὲν ἡμικύκλιον τὸ ΑΕΓ· τοῦ δὲ λοξοῦ τῆς σελήνης τὸ ΒΕΔ· καὶ ὑποκείσθω ἀπὸ τοῦ συνδέσμου ἡ ΕΗ περιφέρεια δοθεισῶν μοιρῶν. καὶ ληφθέντος τοῦ Ζ πόλου τοῦ λοξοῦ κύκλου, γεγράφθω δι’ αὐτοῦ
15καὶ τοῦ Η μεγίστου κύκλου τμῆμα τὸ ΖΗΘ. Ἐπεὶ οὖν δέδοται ἡ ΑΒ μοιρῶν ε οὖσα, δέδοται δὲ καὶ ἡ ΖΑ περιφέρεια,
λόγος ἄρα τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ

185

δοθείς· ὅς ἐστιν ὁ αὐτὸς τῷ συγκειμένῳ ἐκ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ, καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ[Omitted graphic marker] πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ. δοθεὶς δὲ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ· ἥ τε γὰρ ΕΗ δέδοται, καὶ ἡ ΕΒ τεταρτη‐
5μορίου. δέδοται ἄρα καὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ λόγος. καὶ ἔστιν τεταρτημορίου ἡ ΖΗ. Διὰ τοίνυν τὸ ιγʹ θεώρημα τοῦ πρώτου βιβλίου δοθήσεται καὶ ἡ ΘΗ περιφέρεια. τῆς οὖν ΕΗ ὑποκειμένης μοιρῶν ι λϛ, ἡ ΘΗ ἔσται 𐆊 νδ ν. ἡ γὰρ διπλῆ τῆς ΖΑ μοιρῶν ἐστιν ρϙ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων
10ριθ λβ λζ. ἡ δὲ διπλῆ τῆς ΑΒ μοιρῶν ι· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμη‐ μάτων ι κζ λβ. ἡ δὲ διπλῆ τῆς ΕΗ κα ιβ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμη‐ μάτων κβ δ κζ. ἡ δὲ διπλῆ τῆς ΕΒ μοιρῶν ρπ· καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρκ. ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τῶν ριθ λβ λζ πρὸς τὰ ι κζ λβ, ἀφέλωμεν τὸν λόγον τῶν κβ δ κζ πρὸς ρκ, καταλειφθήσεται λόγος ὁ
15τῶν ριθ λβ λζ πρὸς τὰ α ν ε κϛ, τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΖ πρὸς τὴν
ὑπὸ τὴν διπλῆν τῆς ΘΗ.

186

Ἐκκείσθω οὖν τὸ ιγʹ θεώρημα τοῦ πρώτου βιβλίου τῆς συντάξεως. καὶ ἔστω ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ τουτέστιν τῆς ΓΕ εὐθείας πρὸς ΕΒ λόγος ὁ τῶν ριθ λβ λζ πρὸς τὰ α νε κϛ· καὶ λοιπὸν ἄρα τῆς ΓΒ πρὸς ΒΕ λόγος ἐστὶν ὁ τῶν ριζ λζ ια
5πρὸς τὰ α νε κϛ.[Omitted graphic marker] Ἔστω δὲ ἡ ΒΓ περιφέρεια τεταρτημορίου μοιρῶν ϙ. καὶ οἵων ἄρα ἡ ΒΓ εὐθεῖα πδ να ι τοιούτων ἡ ΕΒ α κγ ιϛ 𐅵ʹ· ὁ γὰρ ὑπὸ δευτέρου καὶ τρίτου γενόμενος ρξγ ιδ ν κ κ παραβληθεὶς παρὰ πρῶτον τὸν ριζ λζ ια ποιεῖ τὰ α κγ ιϛ 𐅵ʹ. ἐπεὶ οὖν ἡμίσεια τῆς ΒΓ ἐστὶν τμῆμα
10τῶν μβ κε λε, ὅλη ἄρα ἡ ΕΖ εὐθεῖα ἔσται μγ μη να, οἵων ἡ ΒΖ του‐ τέστιν ἡ ΔΖ μβ κε λε· καὶ ἔστιν τὸ μὲν ἀπὸ ΕΖ τετράγωνον ͵αϡιθ μα λθ τὸ δ’ ἀπὸ ΔΖ ͵αψϙθ νθ νδ, ἃ συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΕΔ ͵γψιθ μα λγ· μήκει ἄρα ἔσται ἡ ΕΔ ξ νθ κα κε, οἵων ἡ ΖΕ ἦν μγ μη να 𐅵ʹ. καὶ
οἵων ἄρα ἡ ΕΔ ὑποτείνουσα ρκ, τοιούτων ἡ ΕΖ πϛ ιβ κϛ, ἡ δ ἐπ’

187

αὐτῆς περιφέρεια ϙα μθ μ οἵων ὁ περὶ τὸ ΔΕΖ ὀρθογώνιον κύκλος τξ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΕΔΖ οἵων μέν εἰσιν αἱ δύο ὀρθαὶ τξ τοιούτων ϙα μθ μ, οἵων δ αἱ δ ὀρθαὶ τξ τοιούτων με νδ ν. ὧν ἡ ὑπὸ ΒΔΖ τῶν αὐτῶν με. λοιπὴ ἄρα ἡ ὑπὸ ΒΔΑ τουτέστιν ἡ ΑΒ περιφέρεια ἑξηκοστῶν
5νδ 𐅵ʹ γʹ οἵων ὁ ΑΒΓ κύκλος τξ. Καὶ ἡ ΘΗ ἄρα περιφέρεια ἐν τῷ προκειμένῳ θεωρήματι ἑξηκοστῶν ἐστιν νδ 𐅵ʹ γʹ. «Ἐπεὶ οὖν ἡ μὲν τῶν δύο ἐκλείψεων ὑπεροχὴ τὸ τρίτον περιέχει τῆς «σεληνιακῆς διαμέτρου, ἡ δὲ τῶν ἐκκειμένων τοῦ κέντρου αὐτῆς ἐπὶ τοῦ
10«αὐτοῦ μεγίστου κύκλου δύο διαστάσεων ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ διὰ «μέσων τουτέστιν τοῦ κέντρου τῆς σκιᾶς ἑξηκοστῶν μιᾶς μοίρας ια μζ, «δῆλον ὅτι καὶ ἡ διάμετρος ὅλη τῆς σελήνης ὑποτείνει τοῦ κατὰ τὸ ἐλά‐ «χιστον αὐτῆς ἀπόστημα γραφομένου περὶ τὸ κέντρον τοῦ ζῳδιακοῦ με‐ «γίστου κύκλου περιφέρειαν ἑξηκοστῶν μιᾶς μοίρας λε γʹ ἔγγιστα.»
15 Τὴν ὑπεροχὴν ἐτριπλασίασεν τὰ ια μζ ἑξηκοστά, ἐπειδὴ τῶν δύο σεληνιακῶν ἐκλείψεων ἡ ὑπεροχή ἐστιν δακτύλων δ, αὐτοὶ δὲ τρίτον μέρος εἰσὶν τῆς ὅλης διαμέτρου τῆς σελήνης δακτύλων ιβ ὑποτιθεμένης, ἴσοι δὲ γίνονται ἐν περι〈γείῳ〉 τοῖς τῆς ὑπεροχῆς ἑξηκοστοῖς. Νενοήσθω οὖν ὁ μὲν διὰ μέσων τῶν ζῳδίων κύκλος, ἐφ’ οὗ ἐστιν τὰ Α, Γ
20σημεῖα· ὁ δὲ λοξὸς τῆς σελήνης ἐφ’ οὗ ἐστιν τὰ Δ, Ε σημεῖα· σύνδεσμος ἄρα ἐστὶν τὸ Ζ σημεῖον. νενοήσθω δὲ καὶ ἐν δυσὶ ταῖς προκειμέναις ἐκ‐ λείψεσιν περὶ τὸ ἐλάχιστον ἀπόστημα τῆς σελήνης οὔσης κατ’ ἀμφοτέρας τὰς ἐκλείψεις ἐν τοῖς μέσοις τῶν ἐκλείψεων χρόνοις, τὸ μὲν τῆς σελήνης κέντρον κατὰ τὸ Δ καὶ κατὰ τὸ Ε σημεῖον, τὸ δὲ τοῦ τῆς σκιᾶς κύκλου
25κατὰ τὸ Α καὶ τὸ Γ σημεῖον. καὶ ὑποκείσθω κατὰ μὲν τὸ Ε ἐκλείπουσα ἡ
σελήνη ἀπὸ νότου τὸ ἥμισυ ιβʹ μέρος τῆς ἰδίας διαμέτρου, τοῦ Ζ ὑποκει‐

188

μένου τοῦ καταβιβάζοντος συνδέσμου· κατὰ δὲ τὸ Δ ἐκλειπέτω τὸ τέταρ‐ τον τῆς διαμέτρου ἀπὸ βορρᾶ, τοῦ Ζ νῦν ὑποκειμένου τοῦ ἀναβιβάζοντος[Omitted graphic marker] συνδέσμου. καὶ διὰ τῶν Α, Δ, Γ, Ε σημείων μεγίστων κύκλων περιφέρειαι
5γεγράφθωσαν ὀρθαὶ δηλονότι πρὸς τὴν ΔΕ αἱ ΑΔ, ΓΗ. γεγράφθωσαν δὲ οἵ τε τῆς σκιᾶς καὶ οἱ τῆς σελήνης κύκλοι μέγιστοι. καὶ ἐκβεβλήσθω ἡ ΕΓ ἐπὶ τὴν περιφέρειαν τοῦ τῆς σκιᾶς κύκλου. Ἐπεὶ οὖν πρὸς τῷ Δ σημείῳ τετάχαμεν τὴν σελήνην ἐκλείπουσαν τὸ δʹ τῆς ἰδίας διαμέτρου κατὰ τὸν μέσον τῆς ἐκλείψεως χρόνον, φανερὸν ὅτι
10ὁ τῆς σκιᾶς κύκλος κατὰ ταύτην τὴν θέσιν πρὸς αἴσθησιν διχοτομεῖ ἣν ὑποτείνει περιφέρειαν ἡ ἐκ τοῦ κέντρου τῆς σελήνης, ὡς τὴν ΔΚ κατὰ τὸ Θ. καὶ τοῦ τῆς σκιᾶς κύκλου ἀπὸ τοῦ πόλου ἔσται ἡ ΑΘ περιφέρεια, ἴση οὖσα τῇ ΓΗ· περὶ γὰρ τὸ αὐτὸ ἀπόστημα τῆς σελήνης οὔσης ἑκατέρα τῶν ἐκλείψεων ὑπόκειται γινομένη.
15 Ἀλλ’ ἐπειδὴ καὶ πρὸς τῷ Ε σημείῳ τοῦ κέντρου τῆς σελήνης ὄντος ὑπό‐ κειται τὸ ἥμισυ καὶ ιβʹ ἐκλείπουσα ἡ σελήνη τῆς ἰδίας διαμέτρου, δῆλον ὅτι ὡς ἡ τὴν ΕΗ περιφέρειαν ὑποτείνουσα εὐθεῖα ιβʹ μέρος ἐστὶν πρὸς αἴσ‐ θησιν τῆς σεληνιακῆς διαμέτρου. ἔστιν δὲ καὶ ἡ τὴν ΘΔ περιφέρειαν ὑπο‐ τείνουσα εὐθεῖα ὁμοίως τέταρτον μέρος αὐτῆς· διπλασία γὰρ ἡ ΚΔ περι‐
20φέρεια τῆς ΔΘ. συναμφοτέρας ἄρα τὰς ΔΘ, ΕΗ περιφερείας ὡς μίαν πρὸς αἴσθησιν ἀδιαφορῶς τὸ τρίτον ὑποτείνει[ν] τῆς σεληνιακῆς 〈διαμέ‐ τρου〉. κα εἰσιν αἱ ΘΔ καὶ ΕΗ περιφέρειαι ἡ ὑπεροχὴ ᾗ ὑπερέχει ἡ ΑΔ περιφέρεια μεταξὺ τῶν κέντρων τῆς ΓΕ· ἡ μὲν γὰρ ΑΔ περιφέρεια μεί‐ ζων ἐστὶν τῆς ΑΘ περιφερείας, τουτέστιν τῆς ΓΗ, τῇ ΔΘ περιφερείᾳ·
25ἡ δὲ ΓΕ περιφέρεια ἐλάσσων ἐστὶν τῆς ΓΗ περιφερείας τῇ ΕΗ περιφε‐
ρείᾳ. ἡ δ’ ὑπεροχὴ τῶν ΑΔ, ΓΕ περιφερειῶν ἑξηκοστῶν ἐστιν ια μζ. καὶ

189

συναμφότεραι ἄρα αἱ ΔΘ, ΕΗ ἑξηκοστῶν εἰσιν ια μζ. ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα 𐆊 ιβ κ, γʹ μέρος τῆς διαμέτρου σελήνης οὖσα. Καὶ διὰ τοῦτο δοθεῖσα ἔσται ἡ τῆς σελήνης διάμετρος ἑξηκοστῶν λζ ἔγγιστα· ἡ δ’ ἐπ’ αὐτῆς περιφέρεια ἑξηκοστῶν λε γʹ, τετραπλασία
5οὖσα τῆς εἰρημένης ὑπεροχῆς. Καὶ ὁ λόγος ἄρα ὃν ἔχει ὅλη ἡ κατὰ τὸ ἐλάχιστον ἀπόστημα ἐν ταῖς συ‐ ζυγίαις μεγίστου κύκλου περιφέρεια, πρὸς τὴν κατὰ τὸ αὐτὸ ἀπόστημα φαινομένην περιφέρειαν ἣν ὑποτείνει ἡ τῆς σελήνης διάμετρος, δοθεῖσα ἔσται μεριζομένων τῶν τοῦ μεγίστου κύκλου ἑξηκοστῶν Μβ ͵αχ εἰς τὰ
10προκείμενα ἑξηκοστὰ λε κ. «Φανερὸν αὐτόθεν ὅτι καὶ ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς κατὰ τὸ ἐλά‐ «χιστον τῆς σελήνης ἀπόστημα καταλείπεται ἑξηκοστῶν μϛ ...» Ἀπὸ γὰρ τῶν νδ 𐅵ʹ γʹ ἑξηκοστῶν τῆς ΑΔ περιφερείας ἐπὶ τοῦ προκει‐ μένου σχήματος ἀφαιρεθείσης τῆς ΔΘ περιφερείας ἥτις ἐστὶν ἑξηκοστῶν
15η 𐅵ʹ γʹ· ἴση γάρ ἐστιν τῇ ΚΘ περιφερείᾳ τουτέστιν τῷ τετάρτῳ μέρει ὑφ’ ἣν ὑποτείνει τὸ τέταρτον τῆς σεληνιακῆς διαμέτρου· καταλείπεται ἡ ΑΗ ἐκ τοῦ κέντρου τῆς σκιᾶς κύκλου περιφέρεια ἑξηκοστῶν μϛ. καὶ ἔστιν ἀδιαφόρῳ μείζων ἢ διπλασίων καὶ τοῖς τρεῖς πέμπτοις μείζων τῆς ἐκ τοῦ κέντρου τῆς σελήνης ἑξηκοστῶν οὔσης ιζ μ. καὶ γὰρ διέστη τὸ Δ κέντρον
20τῆς σελήνης τοῦ Α κέντρου τῆς σκιᾶς κατὰ τοῦ πλάτους ἑξηκοστῶν νδ ν καὶ τὸ μὲν ἐκλελοιπὸς τέταρτον μέρος τῆς διαμέτρου σελήνης ὑποτείνει τὴν ΚΘ περιφέρειαν οὖσαν ἑξηκοστῶν η ν· τὸ δ’ ἀνέκλειπτον δʹ μέρος ὑποτείνει περιφέρειαν τὴν ΘΔ οὖσαν ἑξηκοστῶν η ν. λοιπὸν ἄρα τὸ Α κέντρον τοῦ κύκλου τῆς σκιᾶς διέστη τῆς περιφερείας αὐτοῦ τοῦ κύκλου
25τὴν ΑΘ περιφέρειαν ἑξηκοστῶν οὖσαν μϛ.

190

Ἔλαβεν οὖν αὐτὸς τὰς περιφερείας ἀπὸ τῶν κέντρων σελήνης καὶ σκιᾶς ἀντὶ τῶν ὑπ’ αὐτὰς εὐθειῶν, τὸν αὐτὸν πάλιν ἐχούσης λόγον τῆς περιφε‐ ρείας πρὸς τὴν περιφέρειαν καὶ τῆς εὐθείας πρὸς τὴν εὐθεῖαν ἐπὶ τῶν τηλι‐ κούτων περιφερειῶν· οἷον ἡ διάμετρος σελήνης ὑποτείνει περιφέρειαν
5ἑξηκοστῶν λε κ, καὶ ἔστιν ἡ ὑπ’ αὐτὴν εὐθεῖα ἑξηκοστῶν λζ ἔγγιστα· ἐστὶν δὲ καὶ ἡ ταύτης ἡμίσεια ἑξηκοστῶν ιη λ ἐκ τοῦ κέντρου οὖσα τῆς σελήνης, ἡ δ’ ἐπ’ αὐτῆς περιφέρεια ἑξηκοστῶν ιζ μ· ἀλλὰ καὶ τὴν τῶν νδ ν ἑξηκοστῶν περιφέρειαν ὑποτείνει εὐθεῖα ἑξηκοστῶν νζ κγ· ἀφ’ ὧν τὴν τῶν η ν ἑξηκοστῶν περιφέρειαν ὑποτείνει εὐθεῖα ἑξηκοστῶν θ ιε·
10λοιπὴν ἄρα τὴν τῶν μϛ ἑξηκοστῶν περιφέρειαν ὑποτείνει εὐθεῖα 𐆊 μη η. καί εἰσι ἀνάλογον, τουτέστιν ὡς ἡ περιφέρεια τῶν 𐆊 νδ ν πρὸς περιφέ‐ ρειαν τῶν 𐆊 η ν, οὕτως ἡ εὐθεῖα τῶν 𐆊 νζ κγ πρὸς τὴν εὐθεῖαν τῶν 𐆊 θ ιε. ὥστε καὶ ὡς ἡ περιφέρεια τῶν 𐆊 νδ ν πρὸς τὴν περιφέρειαν τῶν 𐆊 μϛ, οὕτως ἡ εὐθεῖα τῶν 𐆊 νζ κγ πρὸς 𐆊 μη η. ὡς δὲ ἡ περιφέρεια
15τῶν 𐆊 μϛ πρὸς τὴν περιφέρειαν τῶν 𐆊 λε κ, οὕτως ἡ εὐθεῖα τῶν 𐆊 μη η πρὸς τὴν εὐθεῖαν τῶν 𐆊 λζ ἔγγιστα. ἐπεὶ οὖν ἡ ἐκ τοῦ κέντρου τῆς σελήνης ἐστὶν 𐆊 ιη λ. ἡ δ’ ἐκ τοῦ κέντρου τῆς σκιᾶς 𐆊 μη η· καὶ ἔστιν τὰ μὲν 𐆊 μη η τῶν 𐆊 ιη λ ἀδιαφόρῳ μείζονα ἢ διπλάσια καὶ
γ εʹ, τὰ δὲ μϛ ἑξηκοστῶν τῶν ιζ μ ἑξηκοστῶν ἀδιαφόρῳ μείζονά ἐστιν

191

ἢ διπλάσια καὶ γ εʹ· δῆλον ὡς τὰς περιφερείας καταχρηστικῶς ἔλαβεν ἀντὶ τῶν εὐθειῶν. «Ὅταν ἄρα τὸ φαινόμενον κέντρον τῆς σελήνης ἀφεστήκῃ τοῦ κέντρου «τοῦ ἡλίου ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων ...» ἐπὶ τὰ βόρεια καὶ τὰ νότια καὶ
5τὰ ἑξῆς. Αἱ γὰρ ἐκ τῶν κέντρων ἀμφοτέρων τῶν φώτων τοσαῦτα ποιοῦσιν ἑξη‐ κοστῶν· ἡ μὲν γὰρ τοῦ ἡλίου ἐκ κέντρου ἐδείχθη ἑξηκοστῶν ιε μ, ἡ δὲ τῆς σελήνης ἑξηκοστῶν ιζ μ· ὁμοῦ λγ κ.
9nΕἰς τὸ αʹ θεώρημα.
10 «Οἷον ἐὰν νοήσωμεν τοῦ μὲν διὰ μέσων τῶν ζῳδίων κύκλου περιφέρειαν[Omitted graphic marker] «τὴν ΑΒ, τοῦ δὲ λοξοῦ τῆς σελήνης τὴν ΓΔ, παραλλήλους πρὸς αἴσθησιν
«γινομένας μέχρι γε τῶν κατὰ τοὺς ἐκλειπτικοὺς παρόδων ...»

192

Οὐδὲ γὰρ κατὰ τὸ ἐλάχιστον ἀπόστημα ἐφ’ ἑνὸς τῶν συνδέσμων τοῦ μέσου χρόνου τῆς ἐκλείψεως γινομένου, ὑπερέξειν ποτὲ δυνήσεται μοιρῶν β γʹ ἔγγιστα ἡ τῆς σελήνης κίνησις ἐν συνόδῳ τῷ τῆς ἐκλείψεως χρόνῳ. ἡ μὲν γὰρ διάμετρος τοῦ κύκλου τῆς σκιᾶς κατὰ τοῦτο τὸ ἀπόστημα ὑπο‐
5τείνουσα ἐδείχθη μοίρας α λβ· ἡ δὲ τῆς σελήνης ἑξηκοστῶν λε κ· καὶ τὰς ἐπὶ τὸ αὐτὸ συναγομένας μετὰ τοῦ ιβʹ αὐτῶν, τουτέστιν μοίρας β γʹ δεῖ κινηθῆναι τὴν σελήνην ἀπὸ τοῦ τῆς ἀρχῆς τῆς ἐκλείψεως χρόνου μέχρι τοῦ τέλους τῆς ἐκλείψεως. αἱ δὲ τοῦ λοξοῦ καὶ ζῳδιακοῦ τηλικαῦται τῶν κύκλων περιφέρειαι παράλληλοι πρὸς αἴσθησίν εἰσιν ὅτι καὶ οἱ ὀρθοὶ
10τῷ λοξῷ τηλικαύτας ἀπολαμβάνονται περιφερείας τὰς μεταξὺ τῶν παραλλή‐ λων 〈αἳ ἴσω〉ς πρὸς αἴσθησιν ἔχουσιν. «Καὶ διὰ τῶν τοῦ λοξοῦ πόλων γράψωμεν μεγίστου κύκλου περιφέρειαν «τὴν ΑΕΓ, νοήσωμεν δὲ καὶ περὶ μὲν τὸ Α σημεῖον τὸ τοῦ ἡλίου ἡμικύκλιον, «περὶ δὲ τὸ Ε τὸ φαινόμενον τῆς σελήνης ὥστε ἐφάπτεσθαι ... τοῦ ἡλιακοῦ
15«κατὰ τὸ Ζ σημεῖον, ἡ ΑΕ περιφέρεια ἣν ἀφέστηκεν τὸ Ε φαινόμενον «κέντρον τῆς σελήνης τοῦ Α ἡλιακοῦ, δύναται ἀπογενέσθαι τῶν ἐκκει‐
«μένων 𐆊 λγ κ.»

193

Τοῦτο πῶς λέγεται ἄξιον ἐπιστῆσαι, καὶ δι’ ἣν αἰτίαν ἀφαιρεῖ τὴν τοῦ ἡλίου παράλλαξιν ἀπὸ τῆς σεληνιακῆς παραλλάξεως, ἀφ’ ἧς καὶ τὴν ἀπὸ τοῦ συνδέσμου ἐπὶ τὴν κατὰ τὸ Γ ἐποχὴν τοῦ πλάτους φαινομένην διά‐ στασιν τῆς σελήνης ἔνεστι λαβεῖν κατὰ τὸν τοῦ α πρὸς τὰ ια 𐅵ʹ λόγον.
5ἐπεὶ γὰρ καὶ ὁ ἥλιος παραλλάσσει κατὰ πλάτος ὡς καὶ ἡ σελήνη, δύναταί ποτε ἡ ΑΕ γενέσθαι τῶν 𐆊 λγ κ· ἑνὸς δὲ ὄντος τοῦ ζητουμένου τοῦ τὴν ΑΕΓ περιφέρειαν ἔχειν, κἄν τε τὴν ΓΕ κατὰ πλάτος παράλλαξιν σελή‐ νης λάβωμεν οἷον ἑξηκοστῶν κ, καὶ τὴν μεταξὺ τοῦ Α καὶ τοῦ Ε φαινομέ‐ νου κέντρου τοῦ ἡλίου τὰ 𐆊 λγ κ, τοῦ ἡλίου παραλλάσσοντος τὸ κʹ
10ἔγγιστα τῆς σελήνης 𐆊 α, ἡ ΓΕΑ περιφέρεια γίνεται ἑξηκοστῶν νβ κ, ἀφαιρεθείσης δηλονότι τῆς ἡλίου παραλλάξεως· κἄντε τὸν ἥλιον κατὰ τὸ Α ὡς αὐτὸς ὑπέθετο μὴ παραλλάσσοντα νοήσωμεν, ἀφέλωμεν δὲ τὸ ἓν ἑξηκοστὸν τῆς παραλλάξεως αὐτοῦ ἀπὸ τῶν τῆς σελήνης ἑξηκοστῶν κ, τὰ λοιπὰ ἑξηκοστὰ ιθ τῆς ΓΕ περιφερείας μετὰ τῆς ΕΑ τῶν 𐆊 λγ κ
15συνάγεται 𐆊 νβ κ. «Ἀλλ’ ἐν τοῖς ἀπὸ Μερόης τόποις ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν «ἰσημερινῶν ιγ, μέχρι τῶν ἐκβολῶν Βορυσθένους ὅπου ἡ μεγίστη ἡμέρα «ὡρῶν ἐστιν ἰσημερινῶν ιϛ, πρὸς μὲν ἄρκτους τὸ πλεῖστον ἡ σελήνη παραλ‐ «λάσσει κατὰ τῶν συζυγιῶν ἐλάχιστον ἀπόστημα, ὑπολογουμένης τῆς τοῦ
20«ἡλίου παραλλάξεως, 𐆊 η ἔγγιστα· πρὸς μεσημβρίαν δ’ ὁμοίως τὸ πλεῖ‐
«στον 𐆊 νη... .»

194

Ἐπειδὴ γὰρ τὸ μὲν βορειότατον σημεῖον τοῦ ζῳδιακοῦ ἐστιν ἡ τοῦ Καρκίνου ἀρχή, τὸ δὲ νοτιώτατον ἡ τοῦ Αἰγόκερω, δῆλον ὅτι ἡ σελήνη, ὅταν μὲν ἐν ἀρχῇ τοῦ Καρκίνου οὖσα μεσουρανῇ, ἀφέξει τοῦ διὰ Μερόης παραλλήλου ἐπὶ τὰ βόρεια μοίρας ζ κδ· ὅτι λοξοῦται ἡ ἀρχὴ τοῦ Καρ‐
5κίνου μοίρας κγ να, ὧν ἔξαρμα Μερόης μοιρῶν ιϛ κζ, λοιπαὶ μοῖραι ζ κδ· ἃς ἀπέχουσα παραλλάξει τὸ πλεῖστον ὡς εἰς τὰ βόρεια τοῦ ζῳδιακοῦ ἐπὶ τοῦ πρὸς ὀρθὰς αὐτῷ κατὰ τὸ ἐν ταῖς συζυγίαις ἐλάχιστον ἀπόστημα, ὑφαιρουμένης τῆς ἡλίου παραλλάξεως, 𐆊 η. τῇ γὰρ μεσημβρίᾳ παρά‐ κειται ἐν τῷ κανονίῳ τῶν γωνιῶν ἡ αὐτὴ περιφέρεια μοιρῶν ζ κδ.
10ταύταις δὴ παράκειται ἐν τῷ παραλλακτικῷ κανόνι ἡλίου μὲν παραλλά‐ ξεως ἐξ ἀναλόγου 𐆊 𐆊 κγ, σελήνης δε γʹ σελιδίῳ πρώτου ὅρου ἐξ ἀναλό‐ γου 𐆊 ζ 𐆊, καὶ δʹ σελιδίῳ 𐆊 α κγ, ζʹ σελιδίῳ ἑξηκοστῶν ξ· γίνεται ὁμοῦ δευτέρου ὅρου 𐆊 η κγ· ἀφ’ ὧν ἡλίου 𐆊 𐆊 κγ· λοιπὰ 𐆊 η ἔγγιστα, σύμφωνα.
15 Ὅταν δὲ ἐν ἀρχῇ τοῦ Αἰγόκερω γένηται ἡ σελήνη κατὰ τὸν μεσημβρινόν, ἀφέξει τοῦ διὰ Βορυσθένους παραλλήλου μοίρας οβ κγ, καὶ παραλλάξει τὸ πλεῖστον ὡς εἰς τὰ νότια τοῦ ζῳδιακοῦ κατὰ πλάτος, ὁμοίως ὑφαιρου‐ μένης τῆς ἡλίου παραλλάξεως, 𐆊 νη. τὰς γὰρ αὐτὰς μοίρας οβ κγ εἰσαγαγόντες εἰς τὸ πρῶτον σελίδιον, τὰ παρακείμενα τῷ ἀριθμῷ ἡλίου
20βʹ σελιδίῳ 𐆊 β μβ ἀφελόντες ἀπὸ τῶν συναγομένων βʹ ὅρου ἐκ τοῦ τρίτου καὶ δʹ σελιδίου μοιρῶν α α ιβ, τὰ λοιπὰ 𐆊 νη λ ἔγγιστα ἕξομεν, ἃ παραλλάσσει ἡ σελήνη κατὰ τὸ αὐτὸ ἀπόστημα, ὑπολελογισμένης τῆς
τοῦ ἡλίου παραλλάξεως.

195

«Παραλλάσσει δὲ καὶ κατὰ μῆκος τὸ πλεῖστον ὅταν μὲν τὰ 𐆊 η πρὸς «τὰς ἄρκτους παραλλάσσῃ περὶ τὸν Λέοντα καὶ τοὺς Διδύμους 𐆊 λ ἔγ‐ «γιστα.». Ἐν γὰρ τῇ τοῦ Λέοντος ἀρχῇ σὺν ἡλίῳ οὖσα ἡ σελήνη πρὸ δύο ὡρῶν ἰση‐
5μερινῶν τῆς μεσημβρίας, καὶ Διδύμων ἀρχῇ μετὰ δύο ὥρας ἰσημερινὰς τῆς μεσημβρίας, ἐπὶ τοῦ διὰ Μερόης παραλλήλου παραλλάσσει κατὰ τὸ ἐν ταῖς συζυγίαις ἐλάχιστον ἀπόστημα ἀφαιρεθείσης πάλιν τῆς ἡλίου παραλλάξεως, κατὰ πλάτος μὲν ὡς εἰς τὰ βόρεια 〈𐆊 η〉, κατὰ μῆκος δὲ ὡς εἰς τὰ ἑπόμενα αὐτοῦ καὶ ἡγούμενα 𐆊 λ ἔγγιστα. Λέοντος γὰρ
10ἀρχῇ πρὸ ὡρῶν ἰσημερινῶν δύο τῆς μεσημβρίας ἐπὶ τοῦ ὑποκειμένου κλί‐ ματος καὶ μεσουρανουσῶν Καρκίνου μοιρῶν β δ περιφέρειά ἐστιν ἐν τῷ κανόνι τῶν γωνιῶν μοιρῶν κη μβ· αἷς παράκειται παραλλάξεως ἐξ ἀναλόγου ἡλίου μὲν 𐆊 α κβ, σελήνης δὲ ἐξ ἀναλόγου δευτέρου ὅρου συναχθέντα ἀπὸ τοῦ τρίτου καὶ δʹ καὶ ζʹ σελιδίου ἑξηκοστὰ λα ι. ὑ‐
15περοχὴ δ’ αὐτῶν πρὸς τὰ τοῦ ἡλίου γίνεται 𐆊 κθ μη. Καὶ γωνία ἀνατολικὴ πρὸ ὡρῶν δύο ἰσημερινῶν τῆς μεσημβρίας μοιρῶν ιε κη. ἡ ἄρα διπλῆ ἐστιν μοιρῶν λ νϛ· ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα λβ 𐆊. καὶ ἡ λείπουσα εἰς ρπ μοίρας περιφέρεια μοιρῶν ρμθ δ. ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ριε λθ ιϛ· ὡς οὖν ρκ πρὸς λβ, οὕτως τὰ 𐆊 κθ μη
20πρὸς 𐆊 ζ νζ, ἅ ἐστιν 𐆊 η ἔγγιστα τῆς κατὰ πλάτος παραλλάξεως. πάλιν
δὲ ὡς ρκ πρὸς ριε λθ, οὕτως 𐆊 κθ μη πρὸς ἄλλα· ἐὰν γένηται, ἔσται

196

πρὸς 𐆊 κη μγ, ἅ ἐστιν ἔγγιστα λ τῆς κατὰ μῆκος παραλλάξεως. ἔστιν δὲ καὶ κατὰ προχείρους σύμφωνα ἔγγιστα. Ὁμοίως δὲ καὶ μετὰ δύο ὥρας τῆς μεσημβρίας Διδύμων ἀρχῇ ἡλίου καὶ σελήνης ὄντων ἐν τῷ ὑποκειμένῳ κλίματι, καὶ μεσουρανούσης Διδύμων
5μοίρας κζ νϛ, τὰ κατὰ μῆκος καὶ πλάτος τῆς παραλλάξεως εὑρεθήσεται 𐆊 η ἔγγιστα καὶ 𐆊 λ, ὡς ἔστιν ἔγγιστα καὶ ἐν προχείροις. »... Ὅταν δὲ τὰ 𐆊 νη ἔγγιστα κατὰ μεσημβρίαν περὶ τὸν Σκορπίον «καὶ τοὺς Ἰχθύας 𐆊 ιε.» Ὁμοίως γὰρ ἐπὶ τοῦ διὰ Βορυσθένους παραλλήλου παραλλάσσει ἡ σε‐
10λήνη ἐν ἀρχῇ τῶν Ἰχθύων οὖσα πρὸ ὡρῶν ἰσημερινῶν δ τῆς μεσημβρίας, καὶ μετὰ δ ὥρας ὁμοίως ἐν ἀρχῇ τοῦ Σκορπίου, κατὰ μῆκος μὲν ἑξηκο‐ στῶν ιε, κατὰ πλάτος δὲ ἑξηκοστῶν νη. Ἰχθύων γὰρ ἀρχῇ πρὸ δ ὡρῶν ἰσημερινῶν τῆς μεσημβρίας ἐπὶ τοῦ ὑποκειμένου κλίματος περιφέρειά ἐστιν ἐν τῷ κανόνι τῶν γωνιῶν μοιρῶν π γ· αἷς παράκειται παραλλάξεως
15ἐξ ἀναλόγου ἡλίου μὲν 𐆊 β μη, σελήνης δὲ ἐξ ἀναλόγου δευτέρου ὅρου
συναχθέντα ἀπὸ τοῦ τρίτου καὶ τετάρτου καὶ ζʹ σελιδίου μοῖρα α γ α

197

ὑπεροχὴ δ’ αὐτῶν πρὸς τὰ 𐆊 β μη τοῦ ἡλίου γίνεται μοῖρα α 𐆊 ιγ. Γωνία δὲ ἀνατολικὴ πρὸ ὡρῶν ἰσημερινῶν δ τῆς μεσημβρίας μοιρῶν ρδ κη· καὶ ἡ λείπουσα εἰς ρπ μοίρας περιφέρεια οε λβ· ἡ διπλῆ ρνα δ· ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα ριϛ ια μβ. καὶ πάλιν ἡ λείπουσα εἰς ρπ πρὸς
5τὰς ρνα δ γίνεται κη νϛ· ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα κθ νη μβ. ὡς οὖν ρκ πρὸς α 𐆊 ιγ οὕτως τὰ ριϛ ια μβ πρὸς 𐆊 νη ιη, ἃ ἔσται τῆς κατὰ πλάτος παραλλάξεως. πάλιν δὲ ὡς ρκ πρὸς μοίρας α 𐆊 ιγ οὕτως κθ νη μβ πρὸς ἄλλα· ἐὰν γένηται ἔσται πρὸς 𐆊 ιε κ, ἅ ἐστιν ἔγγιστα ιε, τῆς κατὰ μῆκος παραλλάξεως. ἔστιν δὲ καὶ κατὰ προχείρους σύμφωνα ἔγγιστα.
10 Ὁμοίως δὲ καὶ μετὰ δ ὥρας τῆς μεσημβρίας Σκορπίου ἀρχῇ σελήνης οὔσης τὰ κατὰ μῆκος καὶ πλάτος τῆς παραλλάξεως εὑρεθήσεται μεσουρα‐ νουσῶν Τοξότου μοιρῶν κη, 𐆊 ιε ἔγγιστα καὶ 𐆊 νη, ὡς ἔστιν καὶ ἐν προχείροις κανόσιν. Ἀφ’ ὧν ἡμῖν οὐδὲν διοίσει, συμφώνων οὐσῶν τῶν πραγματειῶν,
15τὰς ζητουμένας παραλλάξεις λαμβάνειν, πρὸς τὴν τῶν ἑξῆς παρακο‐ λούθησιν, ἵνα μὴ ἀεὶ διακρινῶμεν ἀπὸ τῆς μηκοπλατοῦς παραλλά‐ ξεως τὰς κατὰ μῆκος καὶ πλάτος παραλλάξεις, ἔχοντες ἤδη ἐν τοῖς προχείροις διακεκριμένας αὐτὰς καθ’ ἑκάστην ὧραν ἀπὸ τοῦ μεσημβρινοῦ, ὑπολογισθείσης καὶ τῆς τοῦ ἡλίου παραλλάξεως, καὶ ὡς τῆς σελήνης κατὰ
20τὸ μέγιστον ἀπόστημα οὔσης, ὅπερ ἐστὶν κατὰ τὸν πρῶτον ὅρον, τό τε ἐπὶ ταῖς παραλλάξεσιν τῆς διορθώσεως κανόνιον, ὃ ἐγένετο ἀπὸ τοῦ ἑξῆς ἐκ‐ κειμένου τῆς διορθώσεως κανονίου, κατὰ στίχον αὐτοῦ πεμπτημορίων
ληφθέντων παρακειμένων τοῖς κοινοῖς ἀριθμοῖς ἑξηκοστοῖς.

198

«Ἐὰν ἄρα τὸ ἀκριβὲς τῆς σελήνης κέντρον ὑποθώμεθα κατὰ τὸ Δ καὶ «ἐπιζεύξωμεν τὴν ΔΕ τῆς ὅλης παραλλάξεως, ἡ μὲν ΔΓ τῆς κατὰ μῆκος «ἔγγιστα ἔσται παραλλάξεως, ἡ δὲ ΓΕ τῆς κατὰ πλάτος.» Τοῦτο δείκνυται διὰ τῶν ἐπὶ τέλει τοῦ εʹ βιβλίου, κʹ καὶ καʹ θεωρή‐
5ματι· 〈οὐ γὰρ〉 συμπίπτει [γὰρ] καὶ ἐνταῦθα ὁ διὰ τοῦ κατὰ κορυφὴν κύκλος τῷ ζῳδιακῷ. καὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΔΓΕ καὶ ὀξεῖα ἡ ὑπὸ ΓΔΕ.
ἀνθ’ ὧν γωνιῶν τὰς πρὸς τῷ ζῳδιακῷ ἐκεῖ λαμβάνει, καὶ τὴν ἀπὸ τοῦ κατὰ

199

κορυφὴν περιφέρειαν μέχρι τοῦ πρὸς τὸν ζῳδιακὸν θεωρουμένου κατὰ μῆκος ἀκριβοῦς τῆς σελήνης κέντρου ἀντὶ τῆς μέχρι τοῦ Δ· διὰ τὸ ἀδιά‐ φορον τῶν περὶ τοὺς συνδέσμους καὶ τὰς ἐκλείψεις παραλλάξεων ὡς ἐδείξαμεν ἐν τοῖς εἰς τὸ εʹ σχολίοις.
5 «Ὥστε ὅταν μὲν ἀπ’ ἄρκτων ᾖ ἡ σελήνη τοῦ ἡλίου καὶ παραλλάσσῃ τὸ «πλεῖστον πρὸς μεσημβρίαν, ἡ μὲν ΔΓ ἔσται τῶν 𐆊 ιε, ἡ δὲ ΑΕΓ μοίρας «α λα ἔγγιστα ...» καὶ τὰ λοιπά, ἕως· «μετὰ δὲ τῆς ΓΔ τῶν αὐτῶν ιζ μδ.» Ὑποκείσθω γὰρ ἡ σελήνη πρὸς δυσμὰς τοῦ μεσημβρινοῦ πρῶτον ἀπέχουσα ἐν ἀρχῇ τοῦ Σκορπίου ὥρας ἰσημερινὰς δ, καὶ ἐκβληθεῖσαι αἱ
10ΓΔ, ΑΒ περιφέρειαι τεμνέτωσαν ἀλλήλας μὲν κατὰ τὸ Μ σημεῖον ὃ ἔσται δηλονότι τοῦ ἀναβιβάζοντος συνδέσμου, τὴν δὲ ΘΚΛ περιφέρειαν τοῦ μεσημβρινοῦ κατὰ τὰ Κ, Λ. καὶ ἔτι ἡ ΔΕ ἐκβληθεῖσα τεμνέτω τὸν ζῳδια‐ κὸν κατὰ τὸ Π καὶ τὸν μεσημβρινὸν κατὰ τὸ Θ. καὶ ὀρθὴ ἀπὸ τοῦ Δ ἐπὶ τὸν ζῳδιακὸν ἤχθω ἡ ΔΗ. καὶ διὰ τοῦ Θ σημείου κατὰ κορυφὴν τῆς οἰκή‐
15σεως ὑποκειμένου καὶ τοῦ Η ἀκριβοῦς κέντρου τῆς σελήνης γεγράφθω ἡ ΘΗΡ. καὶ ἔστω ἡ ΗΡ τῶν προκειμένων τῆς παραλλάξεως μοιρῶν α 𐆊 ιγ. καὶ ἀπὸ τοῦ Ρ ὀρθὴ πρὸς τὸν ζῳδιακὸν πάλιν ἡ ΡΝ. Ἡ μὲν ἄρα ΗΝ πρὸς δυσμὰς τῆς κατὰ μῆκος ἔσται παραλλάξεως τῶν προκειμένων 𐆊 ιε ἔγγιστα, ἡ δὲ ΡΝ τῶν 𐆊 νη πρὸς νότον τοῦ πλάτους.
20ταύτας γὰρ παραλλάξεις, καὶ τὴν ΘΗ περιφέρειαν μοιρῶν π γ, καὶ τὴν ὑπὸ ΘΗΛ γωνίαν μοιρῶν οβ λβ, τὰς πρὸς τὸν ζῳδιακόν, ἔχομεν ἀντὶ
τῶν πρὸς τὸν λοξόν· τουτέστιν τῆς ΘΔ περιφερείας καὶ τῆς ὑπὸ ΘΠΗ

200

γωνίας, τουτέστιν τῆς ὑπὸ ΕΔΓ ἀντὶ τῆς ὑπὸ ΘΔΚ ὡς ἔστιν εʹ βιβλίῳ, τῆς ὅλης ΕΔ παραλλάξεως οὔσης καὶ τῆς ΓΔ τοῦ μήκους καὶ τῆς ΓΕ τοῦ πλάτους· αὐταὶ γάρ εἰσιν αἱ ἀκριβεῖς. συγχρώμεθα δὲ ταῖς πρὸς τὸν ζῳδιακὸν ἀδιαφόρως· διὰ τοῦτο ἔγγιστα λέγει τὰς παραλλάξεις. ἐπεὶ
5οὖν τὸ Η σημεῖον τὸ ἀκριβὲς τῆς σελήνης κέντρον κατὰ μῆκος νοεῖται, φανερὸν ὅτι τῆς ἀρχῆς τοῦ Σκορπίου ἀπεχούσης πρὸς δυσμὰς ὥρας ἰση‐ μερινὰς δ, πανταχῇ μεσουρανοῦσιν ὑπὲρ γῆν αἱ τοῦ Τοξότου [ἐστὶν] μοῖ‐ ραι κη ἔγγιστα· τὸ Λ ἄρα σημεῖον Τοξότου ἐστὶν μοίραις κη, καὶ ἡ ΗΛ περιφέρεια μοιρῶν νη.
10 «Καὶ ἐπεὶ λόγος ἐστὶν τῆς ἀπὸ τοῦ συνδέσμου ἐπὶ τὸ Γ περιφερείας πρὸς τὴν ΓΑ κατὰ τὸ μεταξὺ τῶν ἐκλειπτικῶν ὅρων διάστημα ὃν ἔχει τὰ ια 𐅵ʹ πρὸς τὸ α...» τοῦτο γὰρ μικρῷ πρόσθεν ἡμῖν ἐδείχθη διὰ τοῦ σφαιρικοῦ θεωρήματος ὡς δεῖ λαμβάνειν τῷ συνημμένῳ λόγῳ· δι’ οὗ συνάγεται ἡ μὲν ΓΜ μοιρῶν ιζ κϛ· ἔστιν γὰρ ἡ ΓΕ 𐆊 νη, καὶ ἡ ΕΑ 𐆊 λγ ἔγγιστα·
15τὰ γὰρ δεύτερα ἐξέβαλεν. ὥστε ὅλη ἡ ΑΕΓ ἐστὶν μοιρῶν α λα. καὶ γίνεται ὡς α πρὸς ια 𐅵ʹ οὕτως α λα πρὸς ιζ κϛ. ἡ ἄρα ΓΜ μοιρῶν ἐστιν ιζ κϛ. μετὰ δὲ τῆς ΓΔ τῶν 𐆊 ιε, γίνεται μοιρῶν ιζ μα. ἐλάσσων δέ ἐστιν ἡ ΜΗ τῆς ΜΔ ἑξηκοστοῖς τρισίν, ὡς δείκνυται διὰ τοῦ αὐτοῦ σφαιρικοῦ θεωρήματος· δι’ οὗ μικρῷ ὕστερον τὴν ΜΔ ὑποθέμενοι μοιρῶν λ τὴν
20ΜΗ εὑρίσκομεν μοιρῶν κθ νε, ε δὲ ἑξηκοστοῖς ἔγγιστα τὴν πλείστην παρὰ τὴν ἔγκλισιν τῶν κύκλων διαφοράν, ὡς καὶ αὐτὸς λέξει. ἔστιν οὖν καὶ ἡ ΗΜ τῆς ΔΜ ἐλάσσων τοῖς τρισὶν ἑξηκοστοῖς. ὥστε ἐπεὶ ἡ ΜΗ μοιρῶν
ἐστιν ιζ λη, καὶ τὸ Η Σκορπίου 𐆊, καὶ τὸ Μ δηλονότι ἔσται τοῦ καταβι‐

201

βάζοντος συνδέσμου Χηλῶν μοίραις ιβ κβ καὶ τὸ βόρειον πέρας τοῦ λοξοῦ τῆς σελήνης Καρκίνου ιβ κβ. Πάλιν ἀπεχέτω ἡ σελήνη πρὸς ἀνατολὰς τοῦ μεσημβρινοῦ τὰς αὐτὰς ὥρας ἰσημερινὰς δ, ὥστε μέντοι τὸ Η σημεῖον τὴν ἀρχὴν εἶναι τῶν Ἰχ‐
5θύων, καὶ τὸ Μ σημεῖον τοῦ ἀναβιβάζοντος συνδέσμου, καὶ τὸ Λ σημεῖον μεσουρανοῦν Αἰγόκερω μοίραις β. ἐπεὶ οὖν ἡ ΗΘ περιφέρεια ἡ αὐτή ἐστιν καὶ πρὸς ἀνατολὰς καὶ πρὸς δυσμάς, μοιρῶν ἐστιν πάλιν π γ. καὶ ἡ ΗΡ τῆς ἐπὶ τοῦ διὰ τοῦ κατὰ κορυφὴν τῆς μηκοπλατοῦς παραλλάξεως ἀφαιρε‐ θείσης τῆς τοῦ ἡλίου, τῶν αὐτῶν συνάγεται ὡς ἐπὶ Σκορπίου μοιρῶν
10α 𐆊 ιγ. καὶ ἡ περιεχομένη γωνία ὑπὸ τοῦ ἑπομένου τμήματος τοῦ ζῳδια‐ κοῦ καὶ τῆς βορείας περιφερείας ἡ ὑπὸ ΘΝΑ δοθεῖσα ἔσται τῶν προκει‐ μένων μοιρῶν ρδ κη. καὶ λοιπὴ εἰς δύο ὀρθὰς ὀξεῖα ἡ ὑπὸ ΑΗΡ. καὶ διὰ τοῦτο ἥ τε ΗΞΝ τῆς κατὰ μῆκος παραλλάξεως γίνεται τῶν προκειμένων 𐆊 ιε, τουτέστιν ἡ ΓΔ. καὶ ἡ κατὰ πλάτος ἡ ΡΝ 𐆊 νη, τουτέστιν ἡ ΓΕ.
15ὥστε καὶ τὴν ἀπὸ τοῦ ἀναβιβάζοντος συνδέσμου ἐπὶ τὸ Γ μοιρῶν ιζ κϛ εἶναι, τὴν δὲ ΜΔ ὅλην ιζ μα, καὶ τὸ Μ σημεῖον τοῦ ἀναβιβάζοντος συν‐ δέσμου Ἰχθύσι μοίραις ιζ λη, καὶ τὸ βόρειον πέρας τοῦ λοξοῦ Διδύμοις μοίραις ιζ λη. «Ὅταν δὲ ἀπὸ μεσημβρίας οὖσα τοῦ ἡλίου τὸ πλεῖστον πρὸς ἄρκτους
20«παραλλάσσῃ, ἡ μὲν ΔΓ ἔσται τῶν 𐆊 λ, ἡ δὲ ΑΕΓ ὅλη τῶν 𐆊 μα. καὶ διὰ «τὰ αὐτὰ ἡ μὲν ἀπὸ τοῦ συνδέσμου ἐπὶ τὸ Γ μοιρῶν ζ νβ, ἡ δὲ μετὰ τῆς
«ΓΔ ὅλη τῶν αὐτῶν η κβ.».

202

Νοείσθω γὰρ ἐπὶ τῆς αὐτῆς καταγραφῆς ἡ σελήνη ἀπέχουσα β ὥρας ἰσημερινὰς τῆς μεσημβρίας πρὸς ἀνατολάς, τοῦ Η σημείου ὑποκειμένου τοῦ ἀκριβοῦς αὐτῆς κέντρου, κατὰ μῆκος ἐν τῇ τοῦ Λέοντος ἀρχῇ, 〈αὐ〉τῆς οὔσης ἐπὶ τοῦ λοξοῦ κύκλου κατὰ τὸ Δ, ὡς διὰ τοῦτο καὶ τὸ Λ μεσουρα‐
5νοῦν σημεῖον γίνεσθαι Καρκίνῳ μοίραις β ἔγγιστα, βορειότερον τοῦ Θ κατὰ κορυφὴν σημείου, τοῦ διὰ Μερόης παραλλήλου. γίνεται δὲ καὶ ἡ ΗΘ περιφέρεια τῶν προκειμένων τοῦ διὰ τοῦ κατὰ κορυφὴν μεγίστου κύκλου μοιρῶν κη μβ· καὶ ἡ ΗΡ τῆς μηκοπλατοῦς παραλλάξεως τῶν 𐆊 κθ μη· καὶ ἡ ὑπὸ ΡΗΑ γωνία βορααπηλιωτικὴ ὁμοίως μοιρῶν ιε κη· καὶ ἡ ΗΝ
10τῆς κατὰ μῆκος παραλλάξεως, τουτέστιν ἡ ΓΔ, 𐆊 λ· ἡ δὲ ΡΝ, τουτέστιν ἡ ΓΕ, τῆς κατὰ πλάτος 𐆊 η. ἔστιν δὲ καὶ ἡ ΕΑ μεταξὺ τῶν κέντρων 𐆊 λγ ἔγγιστα· 〈τὰ〉 γὰρ κ δεύτερα παρεπέμψατο. ἐπεὶ οὖν ἡ μὲν ΓΑ ὅλη ἐστὶν 𐆊 μα, γίνεται καὶ ἡ μὲν ΓΜ κατὰ τὸν τῶν ια 𐅵ʹ πρὸς τὸ α λόγον μοιρῶν ζ νβ· μετὰ δὲ τῆς ΓΔ τῶν 𐆊 λ, η κβ· ἡ δὲ ΜΗ μοιρῶν
15η κ. ἔσται ἄρα καὶ τὸ Μ σημεῖον τοῦ ἀναβιβάζοντος συνδέσμου κατὰ τὰς η κ μοίρας τοῦ Λέοντος, καὶ τὸ βόρειον πέρας κατὰ τοῦ Σκορπίου μοίρας η κ. Ὁμοίως δὴ ἐπὶ τῆς αὐτῆς καταγραφῆς, καὶ πρὸς δυσμὰς τῆς σελήνης ἀπεχούσης ὥρας ἰσημερινὰς τῆς μεσημβρίας δύο, ὑποκειμένης μέντοι
20Διδύμων ἀρχῇ, δειχθήσεται ἡ μὲν ΓΜ τῶν ζ νβ μοιρῶν· μετὰ δὲ τῆς ΓΔ, μοιρῶν η κβ, ὡς καὶ πρὸς ἀνατολάς· ἥ τε γὰρ ΗΘ περιφέρεια μοι‐ ρῶν ἐστιν κη μβ, καὶ ἡ ὑπὸ τοῦ ΛΗ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ καὶ τῆς ΗΡ περιφερείας γωνία ἡ ὑπὸ ΛΗΡ ἀμβλεῖα μοιρῶν ρο κη, καὶ λοιπὴ ἡ ὑπὸ ΡΗΑ θ λβ. ἥ τε ΗΡ ὁμοίως τῆς μηκοπλατοῦς παραλλάξεως
25ἀφαιρεθείσης τῆς τοῦ ἡλίου 𐆊 κθ μη, καὶ ἡ ΗΝ, τουτέστιν ἡ ΓΔ, 𐆊 λ τῆς κατὰ μῆκος, καὶ ἡ ΡΝ, τουτέστιν ἡ ΓΕ, 〈𐆊 η〉 τῆς κατὰ τὸ πλάτος. 〈καὶ τῆς ΓΕ 𐆊 η〉 καὶ τῆς ΑΕ 𐆊 λγ μόνων λαμβανομένων, ὅλη γίνεται ἡ ΓΕΑ τῶν αὐτῶν 𐆊 μα. τῆς οὖν ΜΔ περιφερείας οὔσης μοιρῶν η κβ, ἡ ΜΗ πάλιν ἐστὶν η κ, καὶ τὸ Μ σημεῖον τοῦ καταβιβάζοντος συνδέσμου
30κατὰ τὰς τοῦ Ταύρου μοίρας κα μ, τὸ δὲ βόρειον πέρας Λέοντι μοίραις
κα μ, τὸ δὲ μεσουρανοῦν σημεῖον τὸ Λ Διδύμοις μοίραις κη.

203

«Ὅταν ἄρα τὸ κέντρον τῆς σελήνης ἀκριβῶς ἀπέχῃ ὁποτέρου τῶν «συνδέσμων ἐπὶ τοῦ λοξοῦ κύκλου πρὸς μὲν τὰς ἄρκτους μοίρας ιζ κα, «πρὸς δὲ μεσημβρίαν, μοίρας η κβ, τότε πρῶτον ἐν τοῖς ἐκκειμένοις «τόποις 〈ὑπὸ〉 τοῦ διὰ Μερόης παραλλήλου καὶ τοῦ διὰ τῶν ἐκβολῶν
5Βορυσθένους «δυνατὸν ἔσται τὴν φαινομένην αὐτῆς θέσιν» πρὸς ἀνατολὰς καὶ δύσεις τοῦ μεσημβρινοῦ «κατὰ τὴν ἐπαφὴν γενέσθαι τοῦ ἡλίου.» «Πάλιν ἐπεὶ τὸ μὲν τῆς ἡλιακῆς ἀνωμαλίας πλεῖστον διάφορον ἀπε‐ «δείχθη τρίτῳ βιβλίῳ μοιρῶν β κγ τὸ δὲ τῆς σεληνιακῆς τὸ περὶ τὰς «συζυγίας ...», ὅ ἐστιν τῆς πρώτης καὶ ἁπλῆς ἀνωμαλίας μοιρῶν ε α. ὡς
10ἔστιν δʹ σελιδίῳ κανόνος ἀνωμαλίας σελήνης, «δυνατὸν ἔσται ποτὲ τὴν «σελήνην ἀφεστάναι τοῦ ἡλίου κατὰ τὰς ὁμαλὰς συζυγίας ἀκριβῶς ἐπὶ τοῦ «ζῳδιακοῦ μοίρας ζ κδ...» τοῦ μὲν κατὰ πρόσθεσιν ὄντος, τῆς δὲ κατὰ ἀφαίρεσιν οὔσης. «ἀλλ’ ἐν ᾧ διέρχεται ταύτας ἡ σελήνη, ὁ μὲν ἥλιος ...» ἐπικινηθήσεται τὸ ιγʹ αὐτῶν μέρος, τουτέστιν 𐆊 λδ ἔγγιστα, ὅτι καὶ τὰ
15𐆊 β λ ἔγγιστα τοῦ μέσου ὡριαίου τοῦ ἡλίου δρομήματος τὸ αὐτὸ μέρος ἐστὶν ἔγγιστα τῶν τοῦ ὡριαίου τῆς σελήνης 𐆊 λβ νϛ. «ἐν ὅσῳ δὲ πάλιν «ἡ σελήνη τὰ 𐆊 λδ κινεῖται, ἐπικινηθήσεται καὶ ὁ ἥλιος τὸ ιγʹ αὐτῶν
«ἔγγιστα 𐆊 γ, ὧν οὐκέτι τὸ ιγʹ αἰσθητὸν γίνεται. ἐὰν ἄρα τὰ ἐπὶ τὸ αὐτὸ

204

»𐆊 λζ, ἅ ἐστιν τῶν ἐξ ἀρχῆς μοιρῶν ζ κδ μέρος δωδέκατον, προσθῶμεν «ταῖς τῆς ἡλιακῆς ἀνωμαλίας μοίραις β κγ, ἕξομεν μοίρας γ αἷς τὸ «πλεῖστον διοίσουσιν τῶν ταῖς ὁμαλαῖς συζυγίαις μέσων παρόδων μήκους «τε καὶ πλάτους ἔγγιστα αἱ ἀκριβεῖς.».[Omitted graphic marker]
5 Ἔστω γὰρ ζῳδιακὸς ὁ ΖΘΚΛ, οὗ κέντρον τὸ Δ· ἐπίκυκλος δὲ τῆς σελή‐ νης ὁ ΑΒΓΕ, τὸ Η κέντρον ἔχων κατὰ τὸ ἀπόγειον τοῦ ἐκκέντρου σελήνης. καὶ διήχθω ἡ ΔΓΗΑΘ εὐθεῖα· ἀπόγειον ἄρα ἐπικύκλου ἐστὶν τὸ Α, περί‐ γειον δὲ τὸ Γ. ἤχθω δὴ ἡ ΔΕΖ ἐφαπτομένη αὐτοῦ. ἡ δὲ ΔΒΚ διήχθω οὕτως ὥστε τὴν ΘΚ περιφέρειαν τοῦ ζῳδιακοῦ εἶναι μοιρῶν β κγ, τοῦ ἡλίου
10κατὰ πρόσθεσιν ὄντος, καὶ τῆς σελήνης ἐπὶ τοῦ Ε κατὰ ἀφαίρεσιν. ἐπεὶ οὖν ἡ μὲν ΖΘ ἐστὶν μοιρῶν ζ κδ, ἔστω τῆς ΖΚ ιβʹ μέρος ἡ ΚΛ, ἑξηκο‐ στῶν οὖσα λζ. τὸ μὲν ἄρα Θ σημεῖον ἔσται τῆς μέσης συζυγίας, τὸ δὲ Λ τῆς ἀκριβοῦς, καὶ ἡ ΘΛ μοιρῶν γ, αἷς τὸ πλεῖστον διήνεγκεν ὁ τόπος τῆς ὁμαλῆς συζυγίας τῆς ἀκριβοῦς συνόδου.
15Ὁμοίως δὴ καὶ ἐπὶ πανσελήνου δειχθήσεται, κἂν ἡ μὲν σελήνη κατὰ
πρόσθεσιν ᾖ, ὁ δὲ ἥλιος κατὰ ἀφαίρεσιν.

205

«Ὅταν ἄρα ἡ μέση πάροδος τοῦ κέντρου τῆς σελήνης ἀφεστήκῃ «τῶν συνδέσμων ἐπὶ τοῦ λοξοῦ κύκλου πρὸς μὲν τὰς ἄρκτους μοίρας κ μα, «πρὸς μεσημβρίαν δὲ μοίρας ια κβ...» ἕως «τότε μόνον ἐν τοῖς ἐκκει‐ «μένοις τόποις δυνατὸν ἔσται τὸ προκείμενον.».[Omitted graphic marker]
5 Ἔστω γὰρ ὁ λοξὸς τῆς σελήνης κύκλος ὁ ΑΒΓΔ, τοῦ Α ὑποκειμένου ἀνα‐ βιβάζοντος, τοῦ δὲ Β βορείου πέρατος, καὶ τοῦ Δ νοτίου πέρατος καὶ κατὰ διάμετρον. καὶ τῶν μὲν ΑΜ, ΖΓ τοῦ λοξοῦ πρὸς ἄρκτους παρόδων τῆς σελήνης οὐσῶν ἐκ μοιρῶν ιζ μα, τῶν δὲ ΓΗ, ΑΛ πρὸς μεσημβρίαν ἐκ μοιρῶν η κβ, φανερὸν τοίνυν ὅτι ὅταν μὲν κατὰ τὸ Ζ γένηται ἡ ἀκρι‐
10βὴς συζυγία, τότε τὴν μέσην σελήνην προηγουμένην ποιεῖ τοῦ Ζ ταῖς μοί‐ ραις γ, τοῦ ἡλίου κατὰ πρόσθεσιν ὄντος καὶ τῆς σελήνης κατὰ ἀφαίρεσιν. ὅταν δὲ κατὰ τὸ Μ, τὸ ἐναντίον τὴν μέσην σελήνην ἕξομεν ὡς εἰς τὰ ἑπό‐
μενα τοῦ Μ, τοῦ ἡλίου κατὰ ἀφαίρεσιν ὄντος καὶ τῆς σελήνης κατὰ πρόσθε‐

206

σιν· ὅταν δὲ κατὰ τὸ Η, ὁμοίως τὴν μέσην ἐπὶ τὰ ἑπόμενα· καὶ κατὰ τὸ Ζ, ἐπὶ τὰ προηγούμενα· ὡς τὰς κατὰ τὰ Ε, Θ, Κ, Ν μέσας. ὥστε γίνεσθαι ἑκατέραν τῶν ΑΝ καὶ ΕΓ μέσων 〈παρόδων〉 ἐκ μοιρῶν κ μα· ἑκατέραν δὲ τῶν ΓΘ, ΚΑ μέσων παρόδων ἐκ μοιρῶν ια κβ· καὶ τὴν μὲν ΒΕ περι‐
5φέρειαν μοιρῶν ξθ ιθ· τὴν δὲ ΒΓΘ μοιρῶν ρα κβ· τὴν δὲ ΒΓΚ μοιρῶν σνη λη· καὶ τὴν ΒΓΝ μοιρῶν σϙ μα. Διὰ ταῦτα οὖν ὅταν ὁ ἀπὸ τοῦ βορείου πέρατος τοῦ λοξοῦ τῆς σελήνης· παρακειμένης τῆς μέσης συζυγίας μοιρῶν ἀριθμός, ἤτοι ταῖς ἀπὸ ξθ ιθ μέχρι ρα κβ, ἢ ταῖς ἀπὸ σνη λη μέχρι σϙ μα συνεμπίπτῃ, τότε μόνον
10ἐν τοῖς ἐκκειμένοις τόποις, τουτέστιν Μερόῃ καὶ ἐκβολαῖς Βορυσθένους ποταμοῦ καὶ πᾶσι τοῖς ὑπὸ τοὺς αὐτοὺς παραλλήλους, δυνατὸν ἔσται τὴν φαινομένην τῆς σελήνης θέσιν κατὰ τὴν ἐπαφὴν γενέσθαι τοῦ ἡλίου. «Πάλιν καὶ τῶν τῆς σελήνης ἐκλειπτικῶν ὅρων ἕνεκεν, ἐπεὶ τὴν ἐκ «τοῦ κέντρου τῆς σελήνης κατὰ τὸ ἐλάχιστον αὐτῆς ἀπόστημα ὑποτεί‐
15«νουσαν ἔδειξεν διὰ δύο ἐκλείψεων ἑξηκοστῶν 𐆊 ιζ μ, τὴν δ’ ἐκ τοῦ «κέντρου τῆς σκιᾶς διπλασίαν οὖσαν καὶ ἔτι τοῖς γ πέμπτοις ἔγγιστα «μείζονα τῆς ἐκ τοῦ κέντρου τῆς σελήνης ...» λαμβάνει 𐆊 με νϛ ἀντὶ τῶν δεδειγμένων 𐆊 μϛ. διὰ τοῦτο γὰρ ἔγγιστα εἶπεν. «Δῆλον ὅτι καὶ ὅταν τὸ κέντρον τῆς σελήνης ἀκριβῶς ἀπέχῃ τοῦ κέν‐
20«τρου τῆς σκιᾶς ...» καὶ τὰ ἑξῆς ἄχρι τέλους. Ἔστω γὰρ ὁ λοξὸς τῆς σελήνης κύκλος ὁ ΑΒΓΔ· καὶ τὸ μὲν Α ση‐ μεῖον ὑποκείσθω τὸ βόρειον πέρας αὐτοῦ, τὸ δὲ Γ τὸ νότιον, τῶν συνδέσμων τὰ Β, Δ, ἀναβιβάζοντος μὲν τὸ Δ, καὶ τοῦ ἐναντίου τὸ Β. ἐπεὶ οὖν αἱ ἐκ τῶν κέντρων σελήνης καὶ σκιᾶς ἐκ πόλων τῶν κύκλων οὖσαι ὑποτείνουσιν
25περιφέρειαν τοῦ κατὰ τὸ ἐλάχιστον τῆς σελήνης ἀπόστημα μοίρας α γ λϛ,

207

ταύτῃ δὲ ἐπιβάλλουσιν τοῦ λοξοῦ κύκλου τῆς σελήνης ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων πρὸς νότον καὶ βορρᾶν ἐξ ἴσων μοῖραι ιβ ιβ ἔγγιστα κατὰ τὸν[Omitted graphic marker] τῶν ια 𐅵ʹ πρὸς τὸ ἓν λόγον· ἐὰν ταῖς ιβ ιβ μοίραις εἰς ἑκάτερα μέρη ἀπὸ τῶν συνδέσμων προσθῶμεν τὰς προαποδεδειγμένας τῆς ἀνωμαλίας
5μοίρας γ, αἷς τὸ πλεῖστον ἔγγιστα διοίσουσιν τῶν ἐν ταῖς ὁμαλαῖς συζυ‐ γίαις μέσων παρόδων μήκους τε καὶ πλάτους ἔγγιστα αἱ ἀκριβεῖς· ἕξομεν μοίρας ιε ιβ, ἃς ἀπὸ τῶν συνδέσμων ἀφέξει μέσως τὸ τῆς σελήνης κέν‐ τρον ὡς τὰς ΒΕ, ΔΗ πρὸς βορρᾶν καὶ τὰς ΒΖ, ΔΘ πρὸς νότον, πάσας δὲ ἐκ μοιρῶν ιε ιβ. ὥστε τὴν μὲν ΑΕ περιφέρειαν γίνεσθαι οδ μη, τὴν δὲ ΑΒΖ
10ρε ιβ, καὶ τὴν ΑΒΘ σνδ μη, καὶ ἔτι τὴν ΑΒΗ λοιπὴν σπε ιβ. διὰ ταῦτα οὖν, ὅταν τὸ κατὰ τὴν ὁμαλὴν πάροδον τῆς σελήνης κέντρον συνεμπίπτῃ κατὰ τοὺς προκειμένους ἀριθμοὺς τῶν ὅρων οδ μη, καὶ ρε ιβ, καὶ σνδ μη, καὶ σπε ιβ, τότε πρῶτον δυνατὸν ἔσται τὴν σελήνην πανταχῇ τοῦ κύκλου τῆς σκιᾶς ἐφάπτεσθαι.
15Τούτους δὲ τοὺς ἀριθμοὺς καὶ τοὺς τῶν ἡλιακῶν ὅρων ξθ ιθ, καὶ

208

ρα κβ καὶ σνη λη, καὶ σϙ μα, παρέθηκεν τοῖς τῶν συζυγιῶν κανονίοις μεταξὺ τῶν ἁπλῶν ἐτῶν καὶ τῶν μηνῶν, πρὸς τὸ ἐξ ἑτοίμου τὴν διάκρισιν
ποιεῖσθαι τῶν δυναμένων συζυγιῶν εἰς ἔκλειψιν ἐμπεσεῖν.

209

(1t)

Περὶ τῆς διαστάσεως τῶν ἐκλειπτικῶν μηνῶν.
2 »... Καὶ δι’ ὅσων δ’ ὡς ἐπίπαν μηνῶν σεληνιακῶν δυνατὸν ἔσται τὰς «συζυγίας τῶν φώτων ἐκλειπτικὰς γίνεσθαι, χρήσιμον ἂν γένοιτο τοῖς «προαποδεδειγμένοις προσθεῖναι, πρὸς τὸ λαβόντας ἡμᾶς χρόνον τινὰ
5«ἐκλειπτικῆς συζυγίας μὴ πάσας πάλιν ἁπλῶς τὰς ἐφεξῆς συζυγίας, «ἀλλὰ μόνας τὰς δι’ ὅσων ἂν ἐνδεχόμενον ᾖ μηνῶν ἔκλειψιν γενέσθαι» ἡλίου καὶ σελήνης παραλαμβάνειν πρὸς τὴν ἐπίσκεψιν τῶν ἐκτεθειμέ‐ νων ὅρων ἡλίου καὶ σελήνης. «Τὸ μὲν οὖν δι’ ἓξ μηνῶν δυνατὸν εἶναι τὸν ἥλιον καὶ τὴν σελή‐
10«νην ἐκλείπειν, αὐτόθεν ἂν εἴη δῆλον, ἐπειδήπερ ἡ μὲν μέση κατὰ «πλάτος πάροδος τῆς σελήνης ἐν τοῖς ἓξ μησὶν συνάγει μοί‐ «ρα ρπδ α κε...» τοσαῦται γὰρ παράκεινται [ἐν] τοῖς ἓξ μησὶν ἐν τῷ μηνιαίῳ κανονίῳ τῶν συζυγιῶν «... αἱ δὲ μεταξὺ τῶν ἐκλειπτικῶν ὅρων «περιφέρειαι ἐπί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, αἱ μὲν ἡλίου καὶ τῆς σε‐
15«λήνης, αἱ μὲν ἐντὸς ἡμικυκλίου ἐλάσσονας» μοίρας τῶν ρπδ α κε «περιέχουσιν, αἱ δ’ ὑπὲρ τὸ ἡμικύκλιον πλείονας». Ἐπὶ γὰρ τοῦ ἡλίου ἡ μὲν ἀπ’ ἄρκτων ἀνέκλειπτος περιφέρεια γίνεται μοιρῶν ρλ λη, ὡς ἐπὶ τοῦ προκειμένου τοῦ ἡλίου θεωρήματος ἡ ΕΒΝ περιφέρεια, ἡ δ’ ἀπὸ μεσημβρίας ἡ ΘΔΚ μοιρῶν ρνζ ιϛ, διὰ τὸ καὶ
20ἑκατέραν μὲν τῶν ΓΕ, ΑΝ περιφερειῶν πρὸς ἄρκτους δεδεῖχθαι μοιρῶν κ μα, ἑκατέραν δὲ τῶν ΓΘ καὶ ΑΚ πρὸς μεσημβρίαν μοιρῶν ια κβ.
ἐπὶ δὲ τῆς σελήνης, ὡς ἐπὶ τοῦ θεωρήματος τοῦ προκειμένου ἐπὶ σελήνης,

210

ἡ ἀνέκλειπτος περιφέρεια ἥ τε ἀπ’ ἄρκτων ἡ ΕΑΗ καὶ ἀπὸ μεσημβρίας ἡ ΖΓΘ, ἑκατέρα μοιρῶν ἐστιν ρμθ λϛ· οἱ γὰρ ἐκλειπτικοὶ ὅροι αὐτῆς ὡς τὰ Ε, Ζ, Θ, Η σημεῖα ἐδείχθησαν ἀπὸ τῶν συνδέσμων ἀπολαμβάνοντες εἰς ἑκάτερα τὰ μέρη τοῦ διὰ μέσων ἐπὶ τοῦ λοξοῦ κύκλου ἐκ μοιρῶν ιε ιβ,
5ὡς τὰς ΕΒ, ΗΔ πρὸς ἄρκτου καὶ τὰς ΒΖ, ΔΘ πρὸς μεσημβρίαν. ὥστε καὶ ἑκατέραν τῶν ἀνεκλείπτων περιφερειῶν ἡλίου ρλη λη καὶ ρνζ ιϛ καὶ σελήνης ρμθ λϛ ἐλάσσονα ἡμικυκλίου καὶ πολλῷ τῶν ρπδ α κε. Καί εἰσιν μεταξὺ τῶν ἐκλειπτικῶν ὅρων περιφέρειαι ἥ τε τῶν ρλη λη καὶ ρνζ ιϛ, καὶ σελήνης ρμθ λϛ, καθάπερ καὶ αἱ λείπουσαι ταύταις εἰς
10ἕνα κύκλον μείζους οὖσαι τῶν ρπδ α κε καὶ πολλῷ μείζους τοῦ ἡμικυ‐ κλίου μεταξύ εἰσιν τῶν ἐκλειπτικῶν ὅρων· ἔστιν γὰρ ἐπὶ μὲν ἡλίου ἡ τῶν σκα κβ ὡς ἡ ΕΔΝ περιφέρεια, καὶ ἡ τῶν σμ μδ ὡς ἡ ΘΒΚ, ἐπὶ δὲ σελήνην ἡ τῶν σι κδ ὡς ἑκατέρα τῶν ΕΓΗ, ΖΑΘ περιφέρεια. Καὶ πάλιν ἐπὶ τοῦ ἡλίου μεταξὺ τῶν ἐκλειπτικῶν ὅρων περιφέρειαί εἰσιν
15μείζονες καὶ ἐλάσσονες ἡμικυκλίου· μείζονες μὲν ἡμικυκλίου ἥ τε ἀπὸ τῆς προσαγωγῆς τοῦ καταβιβάζοντος συνδέσμου μέχρι τῆς προσαγωγῆς τοῦ ἀναβιβάζοντος συνδέσμου ὡς ἡ ΕΔΚ, καὶ ἡ ἀπὸ τῆς ἀποχωρήσεως 〈τοῦ καταβιβάζοντος συνδέσμου μέχρι τῆς ἀποχωρήσεωσ〉 τοῦ ἀναβι‐ βάζοντος ὡς ἡ ΘΑΝ· ἑκατέρα γὰρ τῶν περιφερειῶν μοιρῶν ἐστιν ρπθ ιθ·
20ἐλάσσων δὲ ἡμικυκλίου ἥ τε ἀπὸ τῆς ἀποχωρήσεως τοῦ ἀναβιβάζοντος μέχρι τῆς ἀποχωρήσεως τοῦ ἐναντίου συνδέσμου, καὶ ἡ ἀπὸ τῆς προσαγω‐ γῆς τοῦ ἀναβιβάζοντος μέχρι τῆς προσαγωγῆς τοῦ καταβιβάζοντος· καὶ τούτων γὰρ ἑκατέρα μοιρῶν ἐστιν ρο μα. Ἐπὶ γὰρ σελήνης ἑκατέρα τῶν οὕτω λαμβανομένων περιφερειῶν ἡμι‐
25κυκλίου ἐστίν, διὰ τὸ ἴσας εἶναι τὰς ἀπὸ τῶν συνδέσμων ἐπὶ τοῦ λοξοῦ κύκλου περιφερείας ἐκλειπτικὰς ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων καθ’ ἑκάτερον συνδέσμων, ἐκ μοιρῶν ιε ιβ· ὥστε πάντως δυνατόν ἐστιν τήν τε σελήνην καὶ τὸν ἥλιον δι’ ἓξ μηνῶν, τουτέστιν τὰς ἄκρας συνόδους ἢ πανσελήνους εἰς ἔκλειψιν ἐμπεσεῖν.
30 »... Τούτων δ’ αἱ μὲν ρμε λβ τοῦ ἡλίου μοῖραι κατὰ τὴν ἐφ’ ἑκάτερα «τοῦ περιγείου μεγίστην πάροδον ἐπιλαμβάνουσιν παρὰ τὴν μέσην μοίρας
«δ λη, αἱ δὲ τοῦ ἐπικύκλου τῆς σελήνης ρκθ ε μοῖραι κατὰ τὴν ἐφ’ ἑκά‐

211

«τερα τοῦ ἀπογείου ἐλαχίστην πάροδον ἀφαιροῦσι τῆς μέσης μοίρας η μ, «ἐν τῷ χρόνῳ τῆς μέσης πενταμήνου, ὅταν ὁ μὲν ἥλιος τὴν μεγίστην «ποιεῖται πάροδον ἡ δὲ σελήνη τὴν ἐλαχίστην, ἔτι προηγουμένη ἔσται τοῦ «ἡλίου ἡ σελήνη ταῖς ἐξ ἀμφοτέρων τῶν ἀνωμαλιῶν συναγομέναις μοίραις
5«ιγ ιη.» Τὴν ἀρχὴν τῆς μέσης πενταμήνου ὑποτίθεται ἀπὸ πανσεληνιακῆς συ‐ ζυγίας ἀκριβοῦς γινομένης περὶ τὰ δύο μέρη τῶν Ἰχθύων, τουτέστιν μοί‐ ραις κ κε, τῆς σελήνης κατ’ ἐκεῖνον τὸν χρόνον ἀπεχούσης τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐπὶ τὰ ἡγούμενα μοίρας ςϙε κη, ὥστε καὶ τὸν μὲν μέσον
10ἥλιον γίνεσθαι Παρθένῳ μοίραις κβ μδ, τὴν δὲ μέσην σελήνην Ἰχθύσι μοί‐ ραις ιϛ ε· αἱ γὰρ ἀπὸ τοῦ ἀπογείου Διδύμων ε 𐅵ʹ μοῖραι ἐπὶ τὸν μέσον ἥλιον Παρθένου κβ μδ συναγόμεναι μοῖραι ρζ ιδ ἀφαιροῦσι τῆς μέσης μοίρας β ιθ· αἱ δ’ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου τῆς σελήνης μοῖραι ςϙε κη προστιθοῦσι τῇ μέσῃ σελήνῃ Ἰχθύων μοίραις ιϛ ε μοίρας δ κ.
15ἐπειδὴ οὖν ἡ μὲν ἑκατέρου τῶν φώτων μέση κατὰ μῆκος πάροδος ἐν τῷ χρόνῳ τῆς μέσης πενταμήνου συνάγεται μοιρῶν ρμε λβ, τῆς δὲ σεληνια‐ κῆς ἀνωμαλίας μοιρῶν ρκθ ε· τοσαῦται γὰρ παράκεινται τοῖς ε μησὶν
ἐπὶ τοῦ τῶν μηνῶν κανονίου τῶν συνοδοπανσελήνων· φανερὸν ὅτι ἐν τῷ

212

τέλει τοῦ τῆς μέσης πενταμήνου χρόνου, ὁ μὲν ἥλιος μέσως μὲν ἐφέξει Ὑδροχόου μοίρας ιη ιϛ ἀκριβῶς δὲ μοίρας κ λε, ἡ δὲ σελήνη μέσως μὲν Λέοντος μοίρας ια λζ ἀκριβῶς δὲ μοίρας ζ ιζ. καὶ γὰρ πάλιν αἱ ἀπὸ τοῦ ἀπογείου Διδύμων ε 𐅵ʹ ἐπὶ τὸν μέσον ἥλιον Ὑδροχόου μοίραις ιη ιϛ
5συναγόμεναι μοῖραι σνβ μϛ προστιθοῦσι τῇ μέσῃ μοίρας β ιθ· αἱ δ’ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου τῆς σελήνης ἐπὶ τὰ ἡγούμενα ὁμοίως τοῦ ἀπογείου μοῖραι ξδ λδ ἀφαιροῦσι τῆς μέσης Λέοντος ια λζ μοί‐ ρας δ κ. ὡς προηγεῖσθαι τὴν ἀκριβῆ σελήνην τοῦ ἀκριβοῦς ἡλίου παρὰ τὴν ἀκριβῆ πανσέληνον κατὰ τὸ τέλος τῆς μέσης πενταμήνου ταῖς ἐξ ἀμφο‐
10τέρων τῶν ἀνωμαλιῶν συναγομέναις μοίραις ιγ ιη· ἐπείπερ καὶ ὅλη ἡ διάστασις ἡ ἐπὶ τὰ ἑπόμενα ἀπὸ τοῦ ἀκριβοῦς ἡλίου Παρθένου μοίραις κ κε κατὰ τὴν ἀρχὴν καὶ τὴν πρώτην πανσέληνον, ἐπὶ τὸν ἀκριβῆ ἥλιον Ὑδροχόου μοίραις κ λε κατὰ τὸ τέλος τῆς μέσης πενταμήνου μοιρῶν οὖσα ρν ι, μείζων ἐστὶν τῆς ἀπὸ τῆς ἀκριβοῦς πανσελήνου Ἰχθύων μοίραις κ κε μέ‐
15χρι τῆς ἀκριβοῦς σελήνης Λέοντος μοίραις ζ ιζ διαστάσεως συναγομένης μοιρῶν ρλϛ νβ, μοίραις ιγ ιη, αἵ εἰσιν ἴσαι ταῖς ἐξ ἀμφοτέρων τῶν ἀνωμαλιῶν συναγομέναις· ἔστιν γὰρ ἡλίου μὲν μοιρῶν δ λη, αἷς ὑπερέ‐ χουσιν αἱ ρν ι μοῖραι τῆς ἀκριβοῦς διαστάσεως τὰς τῆς μέσης ρμε λβ, σελήνης δὲ η μ, αἷς ὑπερέχονται αἱ ρλϛ νβ μοῖραι τῆς ἀκριβοῦς διαστάσεως
20ὑπὸ τῶν τῆς μέσης ρμε λβ· διὸ καί φησιν τὰς μὲν ρμε λβ κατὰ τὴν ἐφ’ ἑκάτερα τοῦ περιγείου Τοξότου ε 𐅵ʹ ἐπιλαμβάνειν παρὰ τὴν μέσην μοίρας δ λη· τὰς δὲ τοῦ ἐπικύκλου τῆς σελήνης, αἵ εἰσιν τῆς ἀνωμαλίας, μοίρας ρκθ ε, κατὰ τὴν ἐφ’ ἑκάτερα τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐλαχίστην πάροδον ἀφαιρεῖν τῆς μέσης τῶν ρμε λβ μοιρῶν μοίρας η μ.
25 Ἔστω γὰρ τοῦ ἡλίου ἔκκεντρος κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΓ· ἐφ’ ἧς ὑποκείσθω τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ζ. ἀπόγειον ἄρα ἐκκέντρου ἐστὶν τὸ Α, περίγειον δὲ τὸ Γ. ἔστω δὲ καὶ ζῳδια‐ κὸς ὁ ΑΗΘΚ. καὶ ἔστω ἑκατέρα τῶν ΒΓ, ΓΔ μοιρῶν οβ μϛ. καὶ ἐπε‐
ζεύχθωσαν αἱ ΕΒ, ΕΔ, ΖΒΗ, ΖΔΚ. ἡ ἄρα ΑΒ περιφέρεια τῶν λειπου‐

213

σῶν εἰς ἡμικύκλιόν ἐστιν ρζ ιδ, αἷς παράκειται γʹ σελιδίῳ τῆς ὑπὸ ΕΒΖ γωνίας ἀφαιρετικὰ β ιθ. λοιπὴ ἄρα ἡ ΑΗ τοῦ ζῳδιακοῦ ρδ νε ἀπὸ τοῦ ἀπογείου τοῦ κατὰ τὸ Α. ἔσται ἄρα τὸ Η σημεῖον Παρθένου μοί‐ ραις κ κε. καθ’ ὃ ὑποκείσθω ὁ ἥλιος ἀκριβῶς κατὰ τὴν ἀρχὴν τῆς μέσης
5πενταμήνου. ἐπεὶ δὲ καὶ ἡ ΓΔ τῇ ΒΓ ἐστὶν ἴση, ἴση ἄρα καὶ ἡ ὑπὸ ΕΔΖ[Omitted graphic marker] γωνία τῇ ὑπὸ ΕΒΖ. ὥστε καὶ ἡ ὑπὸ ΕΔΖ τοῦ διαφόρου οὖσα γʹ σελιδίῳ προσθετικὴ οὖσα μοιρῶν β ιθ ἐστίν· αὗται γὰρ παράκεινται ταῖς ἀπὸ τοῦ ἀπογείου σνβ μϛ τουτέστιν τῇ ΑΔ περιφερείᾳ. ὥστε τὴν ΑΗΚ περι‐ φέρειαν τοῦ ζῳδιακοῦ μοιρῶν εἶναι σνε ε· καὶ τὸ Κ σημεῖον Ὑδροχόου
10κ λε, ἐν ᾧ ὁ ἥλιος κατὰ τὸ τέλος τῆς μέσης πενταμήνου παραγίγνεται· καὶ τὴν ΗΘΚ περιφέρειαν διάστασιν εἶναι ἀπὸ ἀρχῆς τῆς μέσης πενταμή‐ νου ἐπὶ τὸ τέλος τῆς αὐτῆς, ἀπὸ Παρθένου μοιρῶν κ κε ἐπὶ Ὑδροχόου μοίρας κ λε τῶν συναγομένων μοιρῶν ρν 〈ι〉· καὶ ὑπερβάλλειν τὰς
τῆς μέσης πενταμήνου ρμε λβ τοῖς δύο διαφόροις μοίραις δ λη.

214

Πάλιν ἔστω καὶ τῆς σελήνης ἕνεκεν ὁ μὲν ὁμόκεντρος τῷ διὰ μέσων τῶν ζῳδίων κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΖ· ἐπίκυ‐ κλος δὲ περὶ τὸ Α ὁ ΗΞΓ, τῆς σελήνης ὑποκειμένης κατὰ τὸ Ξ καὶ ἀπεχούσης τοῦ Η τὴν ΞΗ περιφέρειαν μοιρῶν ξδ λβ, του‐[Omitted graphic marker]
5τέστιν τὴν ΗΣΞ ἀπὸ τοῦ Η ἀπογείου μοιρῶν οὖσαν ςϙε κη· ὥστε καὶ τὴν ὑπὸ ΑΕΒ γωνίαν τουτέστιν τὴν ΑΒ περιφέρειαν εἶναι τοῦ δʹ σελι‐ δίου τῆς πρώτης ἀνωμαλίας σελήνης μοιρῶν δ κ. πιπτέτω δ’ ἡ ΕΒΞ εὐθεῖα φέρουσα τὴν κατὰ τὸ Ξ σελήνην τῇ ἀρχῇ τῆς 〈μέσησ〉 πενταμήνου κατὰ διάμετρον ἡλίου οὖσα δηλονότι Ἰχθύων μοίραις κ κε,
10ὥστε καὶ τήν τε μέσην μοῖραν τῆς σελήνης, τουτέστιν τὸ Α σημεῖον, εἶναι Ἰχθύων ιϛ ε καὶ τὸ ἀπόγειον τοῦ ἐκκέντρου. καὶ κινείσθω ὁ μὲν ἐπί‐ κυκλος ἐν τῷ χρόνῳ τῆς μέσης πενταμήνου τὰς ἐν τῷ κανόνι τῶν μηνι‐
αίων μέσων συζυγιῶν τὰς τῶν ε μηνῶν μοίρας ρμε λβ. καὶ ἐχέτω θέσιν

215

τὸ κέντρον αὐτοῦ κατὰ τὸ Π τῆς μέσης σελήνης· καὶ ἡ ΕΑΗ κατὰ τὴν ΕΠΛ τῆς σελήνης· καὶ ἡ ΕΒΞ κατὰ τὴν ΕΔΚ, κατὰ τὸ Κ οὔσης τῆς σελή‐ νης, ὡς ἂν μὴ ἰδίαν κίνησιν ὑπέκειτο ποιουμένη, ὥστε τὴν ΒΠΔ περιφέρειαν κίνησιν οὖσαν τῆς μέσης σελήνης 〈ἴσην εἶναι〉 τῇ ΑΒΠ οὔσῃ μοιρῶν
5ρμε λβ. ἐπεὶ δὲ καὶ κατὰ τὸν ἐπίκυκλον κινεῖται ἡ σελήνη τὰς παρακει‐ μένας ἐν τῷ κανόνι τοῖς ε μησὶ τῆς ἀνωμαλίας ρκθ ε, κινείσθω τὴν ΚΛΜ περιφέρειαν μοιρῶν οὖσαν ρκθ ε, ὥστε ἑκατέραν τῶν ΛΚ, ΛΜ μοιρῶν εἶ‐ ναι ξδ λβ. καὶ ἐπεζεύχθω ἡ ΕΡΜ, ὥστε καὶ τὴν ὑπὸ ΜΕΛ γωνίαν τουτ‐ έστιν τὴν ΡΠ περιφέρειαν ἴσην οὖσαν τῇ ΠΔ τουτέστιν τῇ ΑΒ, μοιρῶν
10εἶναι δ κ, καὶ ὅλην τὴν ΔΡ τῶν δύο διαφορῶν μοιρῶν η μ· καὶ λοιπὴν τὴν ΒΡ διάστασιν ρλϛ νβ, ἐλάσσονα τῶν τῆς μέσης ρμε λβ μοιρῶν η μ, τουτέστιν τοῖς δύο διαφόροις· καὶ τὸ Ρ σημεῖον τῆς ἐποχῆς τῆς σελή‐ νης τῆς ἀκριβοῦς κατὰ τὸ τέλος τῆς μέσης πενταμήνου Λέοντι μοίραις ζ ιζ. ἦν δὲ καὶ ὁ ἥλιος κατὰ τὸ τέλος τῆς αὐτῆς πενταμήνου Ὑδροχόῳ
15μοίραις κ λε. ὑπερέχει ἄρα ὁ ἥλιος τῆς [μέσης] σελήνης ταῖς ἐξ ἀμφο‐ τέρων τῶν ἀνωμαλιῶν συναγομέναις, τουτέστιν τῆς σελήνης μὲν η μ, τοῦ δὲ ἡλίου δ λη, ταῖς ἐπὶ τὸ αὐτὸ μοίραις ιγ ιη. Τὸ δ’ αὐτὸ καὶ ἐπὶ συνόδων δειχθήσεται. «Ὧν πάλιν τὸ ιβʹ λαβόντες ...» δι’ ἣν εἶπεν ἀνώτερον αἰτίαν, ἕξομεν μοί‐
20ρας α καὶ ἑξηκοστῶν ϛ, ἣν ὁ ἥλιος ἐπικινηθήσεται μέχρι τοῦ καταλη‐ φθῆναι ὑπὸ τῆς σελήνης. ταύτην δὲ τὴν μοῖραν α ϛ ταῖς ιγ ιη προσθέντες καὶ τὰς γενομένας μοίρας ιδ κδ μερίσαντες παρὰ τὸ ἡμερήσιον τοῦ μήκους ὁμαλὸν κίνημα τῆς σελήνης μοιρῶν ιγ ια, ἕξομεν ἡμέραν α καὶ ὡρῶν β δʹ. ἃς ἐὰν προσθῶμεν ταῖς κατὰ τὴν μέσην πεντάμηνον συναγο‐
25μέναις ἡμέραις ρμζ καὶ ὥραις ιε 𐅵ʹ δʹ τῆς μεγίστης πενταμήνου, γίνεται χρόνος ἡμερῶν ρμη καὶ ὡρῶν ἰσημερινῶν ιη. ἐπεὶ οὖν ἐκ μὲν τῆς ἰδίας
ἀνωμαλίας ἐπειλήφειν μοίρας δ λη, αὗται δὲ μετὰ τῆς α μοίρας καὶ

216

ἑξηκοστῶν ϛ γίνονται μοιρῶν ε μδ, ἔσται ἡ μεγίστη πεντάμηνος, ἡμε‐ ρῶν συναγομένη ρμη καὶ ὡρῶν ιη, παρὰ τὴν μέσην ἐπειληφυῖα κατὰ μῆκος μοίρας ε μδ. τοσαύτας δὲ καὶ ἡ μέση κατὰ πλάτος τῆς σελήνης ἐπειληφυῖα, ἔσται τοῖς κατὰ τὴν μέσην πεντάμηνον συναγομένοις ἐκ τοῦ
5τῶν μηνῶν κανονίου τμήμασιν ρνγ κα ἔγγιστα. «Ὥστε καὶ ἡ ἀκριβῶς θεωρουμένη κατὰ πλάτος πάροδος ...» τῆς σελή‐ νης ἐν τῷ χρόνῳ τῆς μεγίστης πενταμήνου τῶν ρμη ἡμερῶν καὶ ὡρῶν ιη ἔγγιστα, καὶ συναχθήσεται μοιρῶν ρνθ ε, αἵτινες πλείους εἰσὶν τῶν κατὰ τὸ ἐλάχιστον ἀπόστημα προαποδεδειγμένων τῆς ἀνεκλείπτου
10περιφερείας μοιρῶν ρμθ λϛ τμήμασιν θ 𐅵ʹ ἔγγιστα. Καὶ πάλιν ἐπὶ τοῦ μέσου ἀποστήματος τῆς σελήνης ἐκλειπτικοὶ ὅροι ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων ἀπολαμβάνουσιν ἐπὶ τοῦ πρὸς ὀρθὰς τῷ λοξῷ σελήνης μοῖραν α ἔγγιστα διὰ τὸ, ὥς φησιν, «τὴν μὲν κατὰ τὸ ἐλάχιστον «εἶναι μοῖραν α γ λϛ τὴν δὲ κατὰ τὸ μέγιστον 𐆊 νϛ κδ», ὡς ἔστιν
15εʹ βιβλίῳ. ἀμφότερα γὰρ μίξαντες καὶ τῶν γενομένων μοιρῶν β τὸ ἥμισυ λαβόντες, τὴν μοῖραν α ἐπὶ τοῦ μέσου ἀποστήματος τῶν ἐκλειπτικῶν ὅρων φήσομεν ἐπὶ τοῦ πρὸς ὀρθὰς τῷ λοξῷ. «Ἐπὶ δὲ τοῦ λοξοῦ ἀπὸ τῶν συνδέσμων τμήματα ια 𐅵ʹ ...» κατὰ τὸν ἐκκείμενον λόγον τοῦ α πρὸς τὰ ια 𐅵ʹ. διὰ τοῦτο δὲ καὶ ἡ μεταξὺ τῶν
20ἐκλειπτικῶν ὅρων καὶ ἀνέκλειπτος περιφέρεια ἐπὶ τοῦ μέσου ἀποστήμα‐ τος συνάγεται μοιρῶν ρνζ 𐆊, αἵτινες ἐλάσσονές εἰσιν τῶν κατὰ τὴν μεγίστην πεντάμηνον λαμβανομένων ρνθ ε ἐπὶ τοῦ λοξοῦ κύκλου τμή‐ μασιν β ε. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μεγίστου ἀποστήματος ἡ ἀνέκλειπτος περι‐
25φέρεια συνάγεται μοιρῶν ρνη μη ἐλάσσων καὶ αὐτὴ τῶν κατὰ τὴν με‐
γίστην πεντάμηνον ρνθ ε, γʹ μέρει ἔγγιστα μοίρας α.

217

Διὸ καὶ ἐπὶ τοῦ μέσου ἀποστήματος τὴν δεῖξιν πεποίηται ὁμολογουμέ‐ νης τῆς κατὰ τὸ ἐλάχιστον. Δῆλον οὖν ὅτι δυνατὸν ἔσται τὰς ἄκρας τῆς μεγίστης πενταμήνου παν‐ σεληνιακὰς συζυγίας ἐκλειπτικὰς γενέσθαι, ἀμφοτέρας μέντοι ἢ ἀπὸ
5νότου ἢ ἀπὸ βορρᾶ, καὶ οὐδέποτε κατὰ μὲν τὴν ἀρχὴν τῆς μεγίστης πεν‐ ταμήνου ἐκλείπειν τὴν σελήνην ἀπὸ νότου φέρ’ εἰπεῖν, κατὰ δὲ τὸ τέλος ἀπὸ βορρᾶ ἢ ἀνάπαλιν. «Τούτων δοθέντων, αἱ μὲν σγ με μοῖραι τοῦ ἡλίου κατὰ τὴν ἐφ’ ἑκά‐ «τερα τοῦ ἀπογείου ἐλαχίστην πάροδον ἀφαιροῦσιν τῆς μέσης ...» καὶ
10τὰ ἑξῆς. Ὥσπερ ἐπὶ τῆς μεγίστης πενταμήνου ἐδείχθη, καὶ ἐνταῦθα δειχθήσεται ὅτι κατὰ τὸ τέλος τῆς μέσης ἑπταμήνου ἑπομένη ἔσται τοῦ ἡλίου ἡ σελήνη μοίραις ιδ μ· τῶν γὰρ σγ με τὸ ἥμισυ γίνεται μοιρῶν ρα νβ 𐅵ʹ, ἃς ἀφέξει ὁ μέσος ἥλιος ἐφ’ ἑκάτερα τοῦ ἀπογείου ἡγούμενα καὶ ἑπόμενα
15Διδύμων ε 𐅵ʹ. ὥστε εἶναι κατὰ τὴν ἀρχὴν τῆς μέσης ἑπταμήνου τὸν μὲν μέσον ἥλιον Ὑδροχόῳ μοίραις κγ λζ 𐅵ʹ, τὸν δὲ ἀκριβῆ μοίραις κ νη 𐅵ʹ· καὶ κατὰ τὸ τέλος ὁμοίως τὸν μὲν μέσον ἥλιον Παρθένῳ μοίραις ιζ κβ 𐅵ʹ, τὸν δὲ ἀκριβῆ Παρθένῳ μοίραις ιε α 𐅵ʹ. Πάλιν ἐπὶ σελήνης τῶν ρπ μγ τὸ ἥμισυ γίνεται μοιρῶν ϙ κα, ἃς
20ἀφέξει τὸ κέντρον τῆς σελήνης τοῦ περιγείου τοῦ ἐπικύκλου ἐφ’ ἑκάτερα τοῦ περιγείου κατὰ τὴν ἀρχὴν τῆς μέσης ἑπταμήνου καὶ κατὰ τὸ τέλος, τουτέστιν κατὰ μὲν τὴν ἀρχὴν ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐπὶ τὰ ἡγούμενα μοίρας πθ λθ, κατὰ δὲ τὸ τέλος τῆς μέσης ἑπταμήνου ἐπὶ τὰ αὐτὰ ἡγούμενα μοίρας σο κα. ὥστε τῆς ἀκριβοῦς σελήνης ὑποτιθεμέ‐
25νης κατὰ τὴν ἀρχὴν τῆς ἑπταμήνου Λέοντι μοίραις κε νη 𐅵ʹ, πανσέληνος γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον, τὴν μέσην σελήνην γίνεσθαι Παρθένῳ 𐆊 νζ 𐅵ʹ,
διὰ τὸ τὰς πθ λθ τῆς ἀνωμαλίας ἀφαιρεῖν τῆς μέσης σελήνης μοίρας

218

δ νθ. κατὰ δὲ τὸ τέλος τῆς μέσης ἑπταμήνου ἡ μὲν μέση σελήνη γίνεται Ἰχθύσι μοίραις κδ μβ 𐅵ʹ, ἡ δὲ ἀκριβὴς μοίραις κθ μα 𐅵ʹ· ἀπὸ γὰρ τῶν 𐆊 νζ 𐅵ʹ τῆς Παρθένου τὰς σγ με μοίρας τῆς σελήνης κινήσεως τῆς ἑπταμήνου ὡς ἐπὶ τὰ ἑπόμενα διεκβαλοῦμεν, καὶ ἔχοντες τὴν μέσην
5σελήνην Ἰχθύσι μοίραις κδ μβ 𐅵ʹ, ταύτα ς προσθήσομεν τὰς ἐπιβαλλούσας τοῖς τῆς ἀνωμαλίας τῆς σελήνης τμήμασιν σο κα μοίρας δ νθ, καὶ ἕξομεν τὴν ἀκριβῆ σελήνην Ἰχθύσι μοίραις κθ μα 𐅵ʹ· ἔχομεν δὲ καὶ τὸν ἀκριβῆ ἥλιον κατὰ τὸν αὐτὸν χρόνον ἐπέχοντα Παρθένου μοίραις ιε α 𐅵ʹ. ἀπέστη ἄρα ἡ ἀκριβὴς σελήνη ὡς ἐπὶ τὰ ἑπόμενα τοῦ σημείου τοῦ διαμε‐
10τροῦντος τὸν ἀκριβῆ ἥλιον μοίρας ιδ μ. καὶ ἡ μὲν ἀπὸ Λέοντος μοιρῶν κε νη 𐅵ʹ ἄχρι Ἰχθύων κθ μα 𐅵ʹ διάστασις ἐπὶ τὰ ἑπόμενα συναγομένη μοιρῶν σιγ μγ, ὑπερέχει τῆς μέσης τῶν σγ με, μοίραις θ νη. ἡ δ’ ἀπὸ τοῦ Ὑδροχόου μοιρῶν κε νη 𐅵ʹ ἄχρι Παρθένου μοίρας ιε α 𐅵ʹ ἐπὶ τὰ ἑπόμενα οὖσα ρϙθ γ, λείπεται τῆς αὐτῆς μέσης, τουτέστιν τῶν σγ με,
15μοιρῶν δ μβ. Αὐτὴ δὲ ἡ τῶν σιγ μγ φαινομένη διάστασις τῆς τῶν ρϙθ γ μοιρῶν φαινομένης διαστάσεως ὑπερέχει «ταῖς ἐξ ἀμφοτέρων τῶν ἀνωμαλιῶν συν‐ «αγομέναις μοίραις ιδ μ.» «Ὧν διὰ τὰ αὐτὰ τὸ ιβʹ λαβόντες μοίρας α ιγ καὶ προσθέντες ταῖς
20«ἐκ τῆς ἡλιακῆς ἀνωμαλίας ἐλλελοιπυίαις μοίραις δ μβ, τὰς συναγο‐ «μένας μοίρας ε νε ἔγγιστα ἕξομεν ὅσαις ἥ τε κατὰ μῆκος πάροδος ἐν «τῇ ἐλαχίστῃ ἑπταμήνῳ ὑστερήσει τῆς ἐν τῇ μέσῃ. καὶ ἡ κατὰ πλάτος ὡσ‐ «αύτως ἐλλείψει τῶν κατὰ τὴν μέσην ἑπτάμηνον συναγομένων ἐκ τοῦ «κανονίου τῶν μηνῶν τμημάτων σιδ μβ.»
25 «Ἐν τῇ ἐλαχίστῃ ἄρα ἑπταμήνῳ ἐπειληφυῖα μετὰ κύκλους ἔσται κατὰ «πλάτος ἡ σελήνη ἐπὶ τοῦ λοξοῦ κύκλου τμήματα ση μζ, ὅλης τῆς μετα‐ «ξὺ τῶν ἐκλειπτικῶν κατὰ τὸ μέσον ἀπόστημα τῆς σελήνης ὅρων τοῦ λοξοῦ «κύκλου τῆς σελήνης περιφερείας τοῦ τε κατὰ τὴν προσαγωγὴν τοῦ ἑτέρου
«τῶν συνδέσμων καὶ τοῦ κατὰ τὴν ἀποχώρησιν τοῦ ἑτέρου συνδέσμου τμη‐

219

«μάτων οὔσης σγ 𐆊.» λείπουσι γὰρ εἰς τὰς τξ μοίρας αἱ σγ 𐆊 ταῖς ἐπάνω κατὰ τὸν μέσον ἀπόστημα τῆς σελήνης ἐπὶ τῆς ἀνεκλείπτου περι‐ φερείας δεδειγμέναις μοίραις ρνζ, ὡς ἐπὶ τοῦ προκειμένου θεωρήματος σελήνης, ἑκατέρα τῶν ΕΓΗ, ΖΑΘ περιφερειῶν [η] σγ 𐆊, ἑκατέρα δὲ τῶν
5ΕΑΗ, ΖΓΘ τῆς ἀνεκλείπτου μοιρῶν ρνζ 𐆊. Οὐκ ἄρα δυνατὸν ἔσται τὴν σελήνην οὐδ’ ἐν τῇ ἐλαχίστῃ ἑπταμήνῳ ἐκ‐ λείπουσαν κατὰ τὴν πρώτην πανσέληνον ὁπωσδήποτε, καὶ κατὰ τὴν τελευ‐ ταίαν πανσέληνον ἐκλείπειν· ἀρχομένη γὰρ ἀπὸ τοῦ Ε καὶ κινηθεῖσα τὴν ΕΓΗ περιφέρειαν, ὑπερπίπτει τὸ Η κατὰ τὴν δευτέραν πανσέληνον· καὶ
10πάλιν ἀπὸ τοῦ Θ ἀρχομένη κατὰ τὴν πρώτην πανσέληνον, ὑπερπίπτε[ν] τὸ Ζ σημεῖον κατὰ τὴν τελευταίαν πανσέληνον καὶ τὸ τέλος τῆς ἐλαχίστης ἑπταμήνου, ὅλην τὴν ΘΑΒΖ περιφέρειαν διελθοῦσα. Συνάγεται δὲ ἐνταῦθα καὶ ἡ ἐλαχίστη ἑπτάμηνος ἡμερῶν σε καὶ ὡρῶν ἰσημερινῶν ιβ· αἱ γὰρ ἐξ ἀμφοτέρων τῶν ἀνωμαλιῶν συναγόμεναι
15μοῖραι ιδ μ μετὰ τοῦ ιβʹ τῆς μοίρας α ιγ, γίνεται ὁμοῦ ιε νγ· παρὰ μοίρας ιγ ια ὁμαλοῦ μήκους, ποιοῦσιν ἡμέραν καὶ ὡρῶν ε. ἣν ἀφελόντες ἀπὸ τῆς μέσης ἡμερῶν σϛ καὶ ὡρῶν ιζ ἰσημερινῶν, λοιπαὶ ἔσονται ἡμέ‐
ραι αἱ προκείμεναι σε καὶ ὧραι ἰσημεριναὶ ιβ.

220

(1t)

Περὶ τῶν ἐκλειπτικῶν μηνῶν ἡλίου.
2 »... Τῆς ἀνεκλείπτου περιφερείας ἐπὶ τοῦ ἡλίου κατὰ τὸ μέσον ἀπό‐ «στημα τῆς σελήνης τῶν αὐτῶν γινομένης ρξζ λϛ, διὰ τὸ καὶ τοὺς ἐκ‐ «λειπτικοὺς ὅρους αὐτοῦ τοῦ διὰ μέσων ἀπέχειν ἐπὶ μὲν τοῦ διὰ τῶν
5«πόλων αὐτοῦ κύκλου τμήματα 𐆊 λβ κ ἐπὶ δὲ τοῦ λοξοῦ τῆς σελήνης «μοίρας ϛ ιβ ...». Ἡ γὰρ ἐκ τοῦ κέντρου κατὰ τὸ μέσον ἀπόστημα τῆς σελήνης ἑξηκο‐ στῶν ἐστιν ιϛ μ, τῆς κατὰ τὸ μέγιστον οὔσης ιε μ, καὶ τῆς κατὰ τὸ ἐλάχιστον ιζ μ. ὧν συντιθεμένων μεγίστου καὶ ἐλαχίστου τὸ ἥμισυ
10ποιεῖται ιϛ μ. ἔστιν δὲ καὶ ἡλίου ιε μ. ὁμοῦ συντεθέντα ποιεῖ 𐆊 λβ κ· οἷς ἐπιβάλλει τμήματα ϛ ιβ· ταῖς γὰρ τοσαύτα ς παράκειται ἐν
τῷ κανόνι τοῦ πλάτους τῆς σελήνης τὰ 𐆊 λβ κ. ἀφαιρεθεισῶν τοίνυν

221

δὶς τῶν ϛ ιβ, ἃ γίνεται ιβ κδ, ἀπὸ τῶν ρπ μοιρῶν τοῦ ἡμικυκλίου, καταλειφθήσονται αἱ τῆς ἀνεκλείπτου περιφερείας ἐπὶ τοῦ ἡλίου κατὰ
τὸ μέσον ἀπόστημα τῆς σελήνης μοῖραι ρξζ λϛ.

222

»... Ἐπὶ μὲν τοῦ λοξοῦ κύκλου η λα, ἐπὶ δὲ τοῦ πρὸς ὀρθὰς τῷ διὰ «μέσων 𐆊 με...». Ταῖς γὰρ η λα παράκειται ἐν τῷ κανόνι τοῦ πλάτους τῆς σελήνης τὰ 𐆊 με. καὶ ἐπὶ τῶν ἑξῆς δ’ ἵνα μὴ καθ’ ἕκαστον ταυτολογῶμεν, ἐὰν
5μὲν 〈ἀπὸ τῶν〉 ἐπὶ τοῦ λοξοῦ τὰ ἐπὶ τοῦ πρὸς ὀρθὰς τῷ ζῳδιακῷ ζητῶμεν λαβεῖν ἢ τὸ ἀνάπαλιν, ἀπὸ τοῦ κανονίου αὐτὰ λημψόμεθα· ἐὰν δὲ ἀπὸ τῶν τοῦ πρὸς ὀρθὰς τῷ λοξῷ τὰς αὐτοῦ τοῦ λοξοῦ ἢ τὸ ἀνάπαλιν, ὡς δειχθή‐ σεται, ἀπὸ τοῦ τῶν ια 𐅵ʹ πρὸς τὸ α λόγου εὑρήσομεν τὰς ζητουμένας. «Ὅπου δ’ ἂν δύνηται παραλλάσσειν οὕτως, ὥστε τὰς ἐν ὁποτέρᾳ τῶν
10«ἄκρων συνόδων ἢ καὶ τὰς συναμφοτέρων ἅμα παραλλάξεις τὰ 𐆊 με ὑπερ‐ «βάλλειν, ἐκεῖ δυνατὸν ἔσται καὶ τὰς ἄκρας συνόδους ἀμφοτέρας ἐκλειπτικὰς «γίνεσθαι ...» καὶ τὰ ἑξῆς. Ἐπεὶ ἐδείχθη ἡ μὲν ἀνέκλειπτος ἀκριβὴς περιφέρεια ἐπὶ τοῦ ἡλίου [τῆς μεγίστης πενταμήνου] κατὰ τὸ μέσον ἀπόστημα τῆς σελήνης μοιρῶν
15ρξζ λϛ, ἡ δὲ κατὰ πλάτος τῆς σελήνης πάροδος 〈τῆς μεγίστης πεντα‐ μήνου〉 διευκρινηθεῖσα μοιρῶν ρνθ ε, δῆλον ὅτι μηδὲν μὲν παραλλασ‐ σούσης τῆς σελήνης ἀδύνατον ἔσται τὸν ἥλιον κατ’ ἀμφοτέρας τὰς ἄκρας συνόδους εἰς ἔκλειψιν ἐμπεσεῖν. Ἐπεὶ δὲ παραλλάσσουσα ἐδείχθη ἀναλόγως τῇ τε τῶν ἐξαρμάτων δια‐
20φορᾷ καὶ τῇ πρὸς τὸν ζῳδιακὸν ἐποχῇ καὶ ἔτι τῇ πρὸς τὸ κατὰ κορυφὴν σημεῖον ἀποστάσει, ὑπεροχὴ δὲ γίνεται τῆς ἀνεκλείπτου περιφερείας πρὸς
τὴν κατὰ πλάτος πάροδον μοιρῶν η λα, αἷς ἐπιβάλλει ἐπὶ τοῦ πρὸς

223

ὀρθὰς τῷ ζῳδιακῷ 𐆊 με· ἐὰν ἄρα ἔν τινι τόπῳ σελήνη συνοδεύουσα τῷ ἡλίῳ παραλλάττῃ τὰ 𐆊 με, ἤτοι κατὰ τὴν πρώτην σύνοδον περὶ τὰ δύο μέρη τῆς Παρθένου γινομένην, 〈ἢ〉 κατὰ τὴν ἐσχάτην περὶ τὰ δύο μέρη τοῦ Ὑδροχόου μεθ’ ἡμέρας ρμη καὶ ὥρας ἰσημερινὰς ιη ἐσομένην, ἡ καὶ
5κατ’ ἄμφω τὰς εἰρημένας συνόδους, δυνατὸν ἔσται τὴν σελήνην ἐν ἀμφοτέ‐ ραις ταῖς συνόδοις κατὰ τὴν ἐπαφὴν γενέσθα τοῦ ἡλίου, ὡς δῆλον ποιή‐ σομεν διὰ καταγραφῆς.[Omitted graphic marker] Λοξοῦ γὰρ ὑποκειμένου κύκλου τῆς σελήνης τοῦ ΓΜΔ, ζῳδιακοῦ δὲ τοῦ ΑΒ, ἀναβιβάζοντος δὲ συνδέσμου τοῦ Ζ νοουμένου, καταβιβάζοντος
10δὲ τοῦ Ε, ἐκλειπτικῶν δὲ ὅρων ἀκριβῶν τῶν ΕΗ, ΖΘ· φανερὸν ὅτι ἡ ΗΘ περιφέρεια ἡ ἀνέκλειπτος τμημάτων ἐστὶν ρξζ λϛ, τῶν ΕΗ, ΘΖ συναμφο‐ τέρων ἀποδεδειγμένων μοιρῶν ιβ κδ. Ἐὰν τοίνυν τὴν ἐν Παρθένῳ σύνοδον ὑποθώμεθα κατὰ τὸ Θ, ἡ ἐν Ὑδρο‐ χόῳ ἔσται μεταξὺ τῶν Η, Θ, διὰ τὸ τὴν πλατικὴν πάροδον εἶναι μοιρῶν
15ρνθ ε. ἔστω δὴ κατὰ τὸ Μ. ἡ μὲν ἄρα ΗΜ ἔσται μοιρῶν η λα, ἡ δὲ ΕΜ ὅλη ιδ μγ. ὥστε καὶ ἡ ἀπὸ τοῦ βορείου πέρατος τοῦ Ν ἐπὶ τὸ Μ διάστασις γίνεται μοιρῶν οε ιζ, αἷς παράκειται ἐν τῷ κανόνι τοῦ πλάτους σελήνης
μοῖρα α ιζ. γραφέντων οὖν καὶ ὀρθῶν τῷ ζῳδιακῷ διὰ τῶν Η, Μ, Θ ση‐

224

μείων μεγίστων κύκλων, τοῦ τε ΗΚ, καὶ τοῦ ΜΞ, καὶ τοῦ ΘΛ, παραλλήλου δὲ αὐτῷ τοῦ ΗΟΘ· φανερὸν ὅτι ἑκατέρα μὲν τῶν ΗΚ, ΟΞ, ΘΛ περιφερειῶν 𐆊 λβ κ ἐστίν, ἐπεὶ ἴσαι εἰσὶν ἀλλήλαις, μεταξὺ τῶν παραλλήλων οὖσαι· ὀρθοὶ γάρ εἰσιν οἱ κύκλοι πρός τε τὸν διὰ μέσων καὶ πρὸς τὸν παράλληλον
5αὐτῷ· ἡ δὲ ΜΟ, ὑπεροχὴ οὖσα τῶν ΜΞ, ΟΞ, 𐆊 μδ μ, ἔγγιστα δὲ 𐆊 με. ἑκατέρα γὰρ τῶν ΗΚ, ΘΛ τὰς ἐκ τῶν κέντρων ἀμφοτέρων τῶν φώτων περιέχει 𐆊 λβ κ· ἡ δὲ ΜΞ τοῦ πλάτους εἴρηται περιέχειν μοίρας α ιζ· ὧν ἡ ὑπεροχὴ τὰ 𐆊 μδ μ. ἐὰν ἄρα ἡ σελήνη θέσιν ἔχουσα κατὰ τὸ Μ ἐπὶ τῆς δευτέρας συνόδου, τῆς πρώτης οὔσης κατὰ τὸ Θ, παραλλάττῃ τὰ 𐆊 με,
10δυνατὸν ἔσται τὸ προκείμενον γενέσθαι. Ὁμοίως δὲ δείξομεν ὅτι κἂν τὴν ΘΠ ὑποθώμεθα τῶν η λα μοιρῶν, παραλλάττῃ δὲ ἡ σελήνη θέσιν ἔχουσα κατὰ τὸ Π τὰ 𐆊 με, δυνατὸν ἔσται τὰς ἄκρας συνόδους ἐκλειπτικὰς γενέσθαι, κατά τε τὸ Π καὶ κατὰ τὸ Η. Ἐὰν δὲ τὴν σελήνην ὑποθώμεθα κατὰ τὸ Υ τῇ πρώτῃ συνόδῳ, ὅπερ ἐστὶν
15μεταξὺ τῶν Θ, Π, ἀνάγκη κατὰ τὴν ὑστέραν σύνοδον μεταξὺ τῶν Η, Μ αὐτῶν εἶναι. ἔστω δὴ κατὰ τὸ Ρ. ἐὰν οὖν πάλιν ἥ τε κατὰ τὸ Υ παράλλαξις μετὰ[ξυ] τῆς κατὰ τὸ Ρ παραλλάξεως συνάγῃ τὰ 𐆊 με καὶ οὕτως δυνατὸν ἔσται τὴν σελήνην ἐν ἀμφοτέραις ταῖς συνόδοις κατὰ τὴν ἐπαφὴν γενέσθαι τοῦ ἡλίου. ἐὰν γὰρ ὑπερβάλῃ τὰ 𐆊 με τὰ τῆς παραλλάξεως, καὶ ὑποδραμεῖ‐
20ται τὸν ἥλιον, ὥστε ἑκατέραν συζυγίαν ἐκλειπτικὴν γενέσθαι. ἐνδέχεται γὰρ, τῆς σελήνης οὔσης κατὰ τὸ Υ καὶ διεστώσης τοῦ διὰ μέσων τῆς ΥΩ,
παραλλάσσειν αὐτὴν ἐλάσσονα μὲν τῶν 𐆊 με μείζονα δὲ τῶν 𐆊 λβ κ,

225

καὶ ὑποδραμεῖν τὸν ἥλιον. ὡσαύτως δὲ καὶ κατὰ τὸ Ρ διεστῶσαν τὴν ΡΦ παραλλάσσουσαν οὐκ ἐλάσσονα τῆς ὑπεροχῆς ἧς ὑπερέχει τὰ 𐆊 με τῆς κατὰ τὸ Υ παραλλάξεως, ὑποδραμεῖν αὐτὴν καὶ οὕτως· κατὰ μόνην μέν‐ τοι τὴν ἀπ’ ἄρκτων τῆς σελήνης τοῦ διὰ μέσων πάροδον τοῦ τοιούτου συμ‐
5βαίνοντος, ὡς καὶ αὐτός φησιν. κατὰ γὰρ τὴν ἀπὸ μεσημβρίας ἀδύνατον, μηδ’ αὐτοῖς τοῖς ὑπὸ τὴν ὀρθὴν σφαῖραν οἰκοῦσιν πρὸς ἄρκτους τῆς παραλ‐ λάξεως γινομένης τῆς πλατικῆς μείζονος ἑξηκοστῶν κγ κατὰ τὸ μέσον ἀπόστημα σελήνης, ὑπολογουμένης τῆς τοῦ ἡλίου παραλλάξεως. ταῖς γὰρ κδ μοίραις τοῦ ἡλίου παραλλάξεώς ἐστιν 𐆊 α θ, σελήνης πρώτου
10ὅρου 𐆊 κβ ϛ, δευτέρου ὅρου 𐆊 δ ιη, ζʹ σελιδίου ἑξηκοστῶν λ. γίνεται

226

ἐπὶ τοῦ βʹ, 𐆊 β θ. γίνεται σελήνης 𐆊 κδ ιε. ὧν ἡλίου 𐆊 α θ. λοιπὰ σελήνης 𐆊 κγ ἔγγιστα. Ἐν ἀμφοτέροις δὲ τοῖς δωδεκατημορίοις ὑπερβάλλει τὰ 𐆊 με πρὸς τοῖς ἑξηκοστοῖς δ τὰ τῆς παραλλάξεως ὑπολογουμένης τῆς ἡλίου παραλλά‐
5ξεως ἐπὶ τοῦ κλίματος τοῦ ποιοῦντος τὴν μεγίστην ἡμέραν ὡρῶν ἰσημε‐ ρινῶν ιβ 𐅵ʹ, ὡς ἑξῆς δειχθήσεται· ὥστε μέντοι τὴν ἐν Παρθένῳ σύνοδον ἐπὶ τοῦ δυτικοῦ ὁρίζοντος ὑποτίθεσθαι γινομένην, τὴν δὲ ἐν Ὑδροχόῳ ἐπὶ τοῦ μεσημβρινοῦ, διὰ τὸ λείπειν εἰς ὅλας ἡμέρας ρμθ ὡρῶν ϛ, ἐπείπερ ρμη καὶ ὡρῶν ιη ἔχομεν προκειμένας τὰς περιεχούσας τὸν τῆς μεγίστης
10πενταμήνου χρόνον.

227

Τὸ δὲ ὑπερτεθὲν νῦν δείξομεν. Ἔστω γὰρ μεσημβρινὸς κύκλος ὁ ΑΒΓΔ· καὶ τῆς ὑποκειμένης οἰκήσεως ὅπου ὡρῶν 〈ἰσημερινῶν ἡ μεγίστη ἡμέρα〉 ιβ 𐅵ʹ ὁρίζοντος δυτικὸν ἡμικύ‐ κλιον τὸ ΒΕΔ· καὶ γεγράφθω ὁμοίως τοῦ διὰ μέσων τῶν ζῳδίων τὸ ΑΕΓ
5δυτικὸν ἡμικύκλιον, ὥστε τὸ Ε σημεῖον κατὰ τὰς κ μοίρας εἶναι τῆς[Omitted graphic marker] Παρθένου. καὶ ἐπεὶ ἐν ταύτῃ τῇ οἰκήσει τῆς κ μοίρας τῆς Παρθένου δυ‐ νούσης μεσουρανοῦσιν ὑπὸ γῆν αἱ τῶν Διδύμων μοῖραι κβ η, γίνεται ἡ ΕΓ περιφέρεια μοιρῶν πζ νβ ἐλάσσων τεταρτημορίου. πόλῳ δὴ τῷ Ε διαστήματι δὲ τῇ τοῦ τετραγώνου πλευρᾷ γεγράφθω μεγίστου κύκλου
10τμῆμα τὸ ΖΗΘ. καὶ προσαναπεπληρώσθω τό τε ΕΓΗ τεταρτημόριον καὶ τὸ ΕΔΘ. γίνεται δὲ καὶ ἥ τε ΔΓΖ καὶ ἡ ΖΗΘ ἑκατέρα τεταρτημορίου, ὅτι τὸ Ζ σημεῖον πόλος ἐστὶν τοῦ ΒΕΔ ὁρίζοντος, διὰ τῶν πόλων ὄντος τοῦ τε
ΖΗΘ μεγίστου καὶ τοῦ ΑΒΓ μεσημβρινοῦ. ἐπεὶ δὲ καὶ αἱ μὲν τῶν Διδύμων

228

μοῖραι κβ η ἀπέχουσιν τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν ἐπὶ τοῦ μεσημβρι‐ νοῦ μοίρας κγ λζ, ὁ δὲ ἰσημερινὸς ὑπὸ γῆν πρὸς ἄρκτους τοῦ Ζ πόλου τοῦ ὁρίζοντος μοίρας η κε, γίνεται ὅλη ἡ ΖΓ μοιρῶν λβ β· καὶ λοιπὴ ἡ ΓΔ μοιρῶν νζ νη.
5 Τούτων δὴ δοθέντων, γίνεται λοιπὸν διὰ τὴν καταγραφὴν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ συγκείμενος λόγος ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ, καὶ ἐκ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΘ, ὡς ἔστιν βιβλίῳ βʹ. ἀλλὰ διὰ τὰ προκείμενα ἡ μὲν διπλῆ τῆς ΓΔ μοιρῶν
10ἐστιν ριε νϛ, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρα μγ μδ· ἡ δὲ διπλῆ τῆς ΔΖ μοιρῶν ρπ, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρκ· καὶ πάλιν ἡ μὲν διπλῆ τῆς ΓΕ μοιρῶν ροε μδ, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ριθ νε· ἡ δὲ διπλῆ τῆς ΕΗ μοιρῶν ρπ, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ρκ. ἐὰν οὖν ἀπὸ τοῦ λόγου τοῦ τῶν ρα μγ μδ πρὸς τὰ ρκ ἀφέλωμεν
15τὸν τῶν ριθ νε πρὸς τὰ ρκ λόγον, καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ λόγος, ὁ τῶν ρα μγ μδ πρὸς τὰ ριθ νε. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΖ τμημά‐ των ρκ. καὶ 〈ἡ〉 ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΘΗ τῶν αὐτῶν ἐστιν ρα να μη, ἡ δ’ ἐπ’ αὐτῆς περιφέρεια μοιρῶν ριϛ ιβ· ὥστε καὶ ἡ μὲν διπλῆ τῆς ΘΗ
20μοιρῶν ἐστιν ριϛ ιβ, ἡ δὲ ΘΗ αὐτή τε καὶ ἡ ὑπὸ ΘΕΗ γωνία οἵων ἡ μία ὀρθὴ ϙ τοιούτων νη ϛ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΘΕΑ γωνία ρκα νδ. καὶ ἐὰν διὰ τοῦ Κ πόλου τοῦ ὁρίζοντος καὶ τοῦ Ε γράψωμεν τὸ ΚΘ τεταρτημό‐ ριον, γίνεται ἡ ὑπὸ ΚΕΘ γωνία ὀρθή. καὶ λο πὴ ἡ ὑπὸ ΚΕΑ γωνία περιεχο‐ μένη ὑπὸ τοῦ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ καὶ τῆς βορείας περιφε‐
25ρείας τοῦ διὰ τοῦ κατὰ κορυφὴν τῆς ὑποκειμένης οἰκήσεως, ὅπου ἔξαρμα
η κθ καὶ ὡρῶν ἰσημερινῶν ἡ μεγίστη ἡμέρα ιβ 𐅵ʹ, λα νδ.

229

Ἐπεὶ οὖν ἐὰν ἀπέχῃ τοῦ κατὰ κορυφὴν σημείου ἡ σελήνη τὰς ὅλου τοῦ τεταρτημορίου μοίρας ϙ ἐπὶ τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος, παραλλάσ‐ σει κατὰ τὸ μέσον ἀπόστημα ὑπολογουμένης τῆς ἡλίου παραλλάξεως ἑξηκοστῶν νε νβ (ταῖς γὰρ ϙ μοίραις ἡλίου παράκειται παραλλάξεως βʹ
5σελιδίου 𐆊 β να, καὶ γʹ σελιδίου σελήνης 𐆊 νγ λδ, καὶ δʹ σελιδίου 𐆊 ι ιζ· ταῦτα ἐπὶ τὰ ἑξηκοστὰ ζʹ σελιδίου καὶ μέσῳ ἀποστήματι [τῷ ἐλαχίστῳ] τοῦ ἡμίσους τῆς ἀνωμαλίας μζ 𐅵ʹ, 〈λ〉 ἔγγιστα, γίνεται 𐆊 ε η 𐅵ʹ· μετὰ δὲ τῶν 𐆊 νγ λδ γίνεται 〈𐆊 νη μβ 𐅵ʹ〉, ἐξ ὧν ἡλίου 𐆊 β να λοιπὰ σελήνης 𐆊 νε νβ) παραλλασσέτω οὖν τὴν ΕΛ περιφέρειαν·
10καὶ ὀρθὴ ἀπὸ τοῦ Λ πρὸς τὸν ζῳδιακὸν ἡ ΛΜ. ἡ μὲν ἄρα ΕΜ τῆς κατὰ μῆ‐ κος ἐπὶ τὰ ἡγούμενα ἔσται παραλλάξεως 𐆊 κζ ἔγγιστα, ἡ δὲ ΛΜ τῆς κατὰ πλάτος πρὸς νότον 𐆊 κθ, ἀφαιρεθείσης τῆς ἡλίου παραλλάξεως. ἔστιν γὰρ ἡ ὑπὸ ΛΕΜ γωνία λα νδ· ἡ διπλῆ ξγ μη· ἡ δ’ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ξγ κε. καὶ ἔστιν ὡς ὁ ρκ πρὸς 𐆊 νε νβ οὕτως
15ξγ κε πρὸς 𐆊 κθ ἔγγιστα. λέγει δὲ 𐆊 κζ.

230

Ἐπὶ δὲ τοῦ ἰσημερινοῦ ἡ ὑπὸ ΑΕΘ γωνία, ἡ αὐτὴ οὖσα τῇ τοῦ μεσημ‐ βρινοῦ, πανταχῇ μοιρῶν ἐστιν ριβ νδ· ὧν ἡ ὑπὸ ΚΕΘ μοιρῶν ϙ· λοιπὴ ἡ ὑπὸ ΑΕΚ κβ νδ.
Ἡ γὰρ πρὸς τὸν μεσημβρινὸν γινομένη γωνία μεσουρανούσης τῆς κ

231

μοίρας τοῦ Ὑδροχόου πανταχῇ πάλιν ἐστὶν μοιρῶν οδ μ. καὶ γίνεται ἡ παράλλαξις τοῦ πλάτους Ὑδροχόου μοίρας κ οὔσης ἐπὶ τοῦ μεσημβρινοῦ ὅπου ὡρῶν 〈ἰσημερινῶν ἡ μεγίστη ἡμέρα〉 ιβ 𐅵ʹ, 𐆊 κβ ἔγγιστα. «Ὅπου δ’ ἂν δύνηται παραλλάσσειν οὕτως ὥστε τὰς ἐν ὁποτέρᾳ
5«τῶν ἄκρων συνόδων ἢ καὶ τὰς συναμφοτέρας ἅμα παραλλάξεις ὑπερ‐
«βάλλειν τὴν α κε μοῖραν, ἐκεῖ δυνατὸν ἔσται τὰς ἄκρας συνόδους

232

«ἐκλειπτικὰς γενέσθαι ...» καὶ τὰ ἑξῆς ἕως «... μείζονες γίνεσθαι τῆς α «μοίρας καὶ τῶν κε ἑξηκοστῶν». Ὥσπερ ἐπὶ τῆς μεγίστης πενταμήνου ἐδείχθη διὰ τῆς πρὸ ἑνὸς θεωρή‐ ματος καταγραφῆς, οὕτως καὶ ἐπὶ τῆς ἐλαχίστης ἑπταμήνου διὰ τῆς
5αὐτῆς σαφηνισθήσεται τὸ λεγόμενον. ἐπειδὴ γὰρ ἐν τῇ ἐλαχίστῃ ἑπταμήνῳ τὴν κατὰ πλάτος τῆς σελήνης πάροδον ἀπέδειξεν τμημάτων ση μζ, τὴν δὲ ΗΘ περιφέρειαν τῆς ἀνεκλείπτου κατὰ τὸ μέσον ἀπόστημα τῆς σελήνης ρξζ λϛ, διὰ τὸ ἑκατέραν τῶν ΖΘ, ΗΕ εἶναι ϛ ιβ· καὶ λοιπὴ ἄρα ἡ με‐ ταξὺ τῶν Η, Θ ἐκλειπτικῶν ὅρων εἰς τὸν κύκλον μοιρῶν ἐστιν ρϙβ κδ.
10 Ὑποκείσθω δὴ ἡ σελήνη κατὰ τὸ Η σημεῖον ἐπὶ τῆς πρώτης συνόδου περὶ τὰ τέλη τοῦ Ὑδροχόου, ὡς ἀπαράλλακτος οὖσα κατὰ πλάτος. ἐπὶ τῆς τελευ‐ ταίας ἄρα περὶ τὰ μέσα τῆς Παρθένου ὑπὲρ τὸ Θ σημεῖον μετὰ τὸ ἡμικύ‐ κλιον τὴν θέσιν ἕξει. ἔστω οὖν κατὰ τὸ Π. ἡ ΘΠ ἄρα περιφέρεια τῆς τῶν
ση μζ πρὸς ρϙβ κδ παρόδων ὑπεροχὴ οὖσα, μοιρῶν ἐστιν ιϛ κγ, αἷς

233

ἐπιβάλλει πλάτους σελήνης μοῖρα α κε. ἔστιν δὲ καὶ ἡ ΖΘ ϛ ιβ. ὅλη ἄρα ἡ ΖΠ μοιρῶν ἐστιν κβ λε, αἷς παράκειται πλάτους σελήνης μοῖρα α νε. ἡ ΠΤ ἄρα ἐπὶ τοῦ πρὸς ὀρθὰς τῷ ζωδιακῷ μοίρας ἐστιν α νε· ὧν ἡ ΤΣ, ἴση οὖσα τῇ ΘΛ, 𐆊 λβ ἔγγιστα· λοιπὴ ἡ ΠΣ α κγ. ἐὰν οὖν
5παραλλάττῃ ἡ σελήνη ἐπὶ [μὲν] τοῦ πρὸς ὀρθὰς τῷ ζῳδιακῷ τὴν ΠΣ, [ἐπὶ δὲ τοῦ λοξοῦ τὴν ΠΘ] ἵνα τὸ φαινόμενον κέντρον αὐτῆς ἀπέχῃ τοῦ [μὲν] ζῳδιακοῦ τὴν ΣΤ τουτέστιν τὴν ΘΛ, [τοῦ δὲ λοξοῦ ἀπὸ τοῦ Ζ ἀνα‐ βιβάζοντος συνδέσμου ϛ ιβ,] δῆλον ὅτι κατ’ ἀμφοτέρας τὰς συνόδους ἡ σελήνη κατὰ τὴν ἐπαφὴν ἔσται τοῦ ἡλίου.
10 Ὁμοίως δὲ κἂν τὴν ΜΗ ὑποθώμεθα μοιρῶν ιϛ κγ, παραλλάττῃ δὲ ἡ σελήνη, θέσιν ἔχουσα κατὰ τὸ Μ, τὴν μοῖραν α κε, δυνατὸν ἔσται τὸ προκείμενον. Ἐὰν δὲ τὴν σελήνην ὑποθώμεθα κατὰ τὸ Ρ τῇ πρώτῃ συνόδῳ, ὅπερ ἐστὶν μεταξὺ τῶν Η, Μ, ἀνάγκη κατὰ τὴν ὑστέραν σύνοδον μεταξὺ τῶν Π, Θ
15αὐτὴν εἶναι· ἔστω κατὰ τὸ Υ. ἐὰν οὖν πάλιν ἥ τε κατὰ τὸ Ρ παράλλαξις μετὰ τῆς κατὰ τὸ Υ παραλλάξεως συνάγῃ μοίρας α κε, καὶ οὕτως δυνα‐ τὸν ἔσται τὸ προκείμενον. ἐὰν γὰρ ὑπερβάλῃ τὴν α κε τὰ τῆς παραλ‐ λάξεως, καὶ ὑποδραμεῖται τὸν ἥλιον. ἐν ἀμφοτέροις δὲ τοῖς δωδεκατη‐ μορίοις ὑπερβάλλει, ὑπολογουμένης τῆς ἡλίου παραλλάξεως, ἐπὶ τοῦ διὰ
20Ῥόδου παραλλήλου 𐆊 〈μ〉ζ· ἔστιν γὰρ πλάτους Ὑδροχόου τέλους, ὅ ἐστιν Ἰχθύων ἀρχή, ἀνατολῆς ἐν προχείροις μεγίστου ἀποστήματος
νότῳ 𐆊 μγ· καὶ Παρθένῳ δύσεως νότῳ 𐆊 μγ· ταῦτα ἐπὶ τὰ τῆς διορ‐

234

θώσεως ἑξηκοστὰ ϛ γενόμενα ποιεῖ 〈δ, ἃ τοῖς 𐆊 μγ προστεθέντα, γίνεται〉 𐆊 μζ ἔγγιστα. «Πλείονος δὴ γινομένης τῆς πρὸς μεσημβρίαν παραλλάξεως ...» ἕως «φανερὸν ὅτι δυνατὸν ἔσται τοῖς κατ’ αὐτοὺς οἰκοῦσιν, δὶς ἐν τῇ ἐλαχίστῃ
5«ἑπταμήνῳ ἔκλειψιν ἡλίου φανῆναι, κατὰ μόνην μέντοι πάλιν ...» Ὡς ἐπὶ τῆς μεγίστης πενταμήνου τὴν ἀπὸ βορρᾶ τοῦ διὰ μέσων τῆς σε‐ λήνης κίνησιν, τουτέστιν ὅταν μὲν ἐπὶ τῆς πρώτης ἐκλείψεως προσάγῃ τῷ Ε καταβιβάζοντι συνδέσμῳ, ἐπὶ δὲ τῆς βʹ ἀποχωρῇ τοῦ Ζ ἀναβιβά‐ ζοντος. ἐμπεσεῖται γὰρ κατὰ μὲν τὴν πρώτην σύνοδον μεταξὺ τῶν Ε, Η·
10κατὰ δὲ τὴν δευτέραν μεταξὺ τῶν Ζ, Θ σημείων. «Καταλείποιτο δ’ ἂν ἐπιδεῖξαι καὶ διότι διὰ μηνὸς ἑνὸς οὐ δυνατὸν «ἔσται δὶς τὸν ἥλιον ἐκλείπειν ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ...» Τεταρτημόριον ἐγγιστατῆς γῆς περιεχούσης ἀπὸ τῆς ὀρθῆς σφαίρας μέχρι τοῦ διὰ Θούλης παραλλήλου, οὔτ’ ἐν τῷ αὐτῷ κλίματι τῷ τρίτῳ φέρε λέ‐
15γειν, ἢ ἐν τῷ δʹ, ἢ ἄλλῳ τινί· οὔτ’ ἐν διαφόροις, τουτέστιν τοῖς ἐν Ῥώμῃ οἰκοῦσιν ἐκλελοιπότος τοῦ ἡλίου κατά τινα πρῶτον συζυγίαν συνοδικήν, τοῖς ἐν Ἀλεξανδρείᾳ μετὰ μῆνα σεληνιακὸν ἕνα ἐκλείποντα αὐτὸν φαίνε‐ σθαι· κἂν πάντα τις ὑπόθηται τὰ μὴ δυνάμενα μὲν κατὰ τὸ αὐτὸ γενέσθαι, ἄλλως δὲ συμβαλλόμενα πρὸς τὸ δυνατὸν ποιῆσαι τὸ προκείμενον, του‐
20τέστιν κἂν ἡ μὲν σελήνη κατὰ τὸ περίγειον τοῦ ἐπικύκλου ἐν ἀμφοτέραις
ταῖς συζυγίαις ὑποκειμένη ᾖ, ἵνα πλείονα ἑξηκοστὰ παραλλάσσῃ, τὸν δὲ

235

μῆνα ἐλάχιστον ὑποθώμεθα, ὡς ἐπὶ τῆς ἐλαχίστης ἑπταμήνου ἔδειξεν, ἵνα ὅσῳ δυνατὸν ἐλαχίστῳ μείζων ἡ κατὰ πλάτος μηνιαία κίνησις τῆς σελήνης γίνηται τῆς ὑπὸ τῶν ἐκλειπτικῶν ὅρων τοῦ ἡλίου περιεχομένης περιφερείας, ἥτις ἐστὶν μοιρῶν ιβ κδ (ὡς γὰρ α πρὸς ια 𐅵ʹ, οὕτως 𐆊 λγ
5πρὸς ϛ ιβ καὶ α πρὸς ιβ κδ· τὰ γὰρ δεύτερα κ παρεπέμψατο)· κἂν ἀδιαφόρως καὶ ταῖς ὥραις ἀπὸ τοῦ μεσημβρινοῦ καὶ τοῖς τοῦ ζῳδιακοῦ δωδεκατημορίοις, καθ’ ὧν τὰς μεγίστας παραλλάξεις φαίνεται ποιου‐ μένη, ὡς ἐπὶ Τοξότου τοῖς ὑπὸ τὸν διὰ Θούλης παράλληλον οἰκοῦσιν πρὸς ἀνατολὰς καὶ δύσεις, καὶ μὴ τῆς μὲν πρώτης συνόδου γινομένης ἀκρι‐
10βῶς Ταύρῳ μοίραις κα 𐅵 καὶ ὡρῶν οἷον πρὸ μεσημβρίας α 𐅵, τῆς δὲ δευτέρας μετὰ μῆνα ἕνα Διδύμοις ιθ 𐅵 ἀπὸ μεσημβρίας ὥρας α 𐅵· ἢ τῆς μὲν περὶ ἀνατολὰς ἢ ὁπωσδήποτε, τῆς δ’ ἑτέρας μετὰ ὥρας τρεῖς τὰς εἰς ὅλας ἡμέρας κθ ἐπιλαμβανομένας ἐν τῷ ἐλαχίστῳ μηνί. «Ἐπεὶ τοίνυν ἐν τῷ μέσῳ μηνὶ ἡ μὲν κατὰ μῆκος ἑκατέρου τῶν φώτων
15«κίνησις ἐπιλαμβάνει μέσας μοίρας κθ ϛ, ἡ δὲ κατὰ τὸν ἐπίκυκλον τῆς «σελήνης μοίρας κε μθ...» τοσαῦται γὰρ παράκεινται τῷ ἑνὶ μηνὶ ἐποχῆς ἡλίου καὶ ἀνωμαλίας σελήνης. «Τούτων δὲ αἱ μὲν κθ ϛ τοῦ ἡλίου κατὰ τὴν ἐφ’ ἑκάτερα τοῦ ἀπο‐ «γείου ἐλαχίστην πάροδον ἀφαιροῦσι τῆς μέσης μοῖραν α η, αἱ δὲ τῆς
20«σελήνης κε μθ κατὰ τὴν ἐφ’ ἑκάτερα τοῦ περιγείου μεγίστην πάροδον
«προστιθέασι τῇ μέσῃ μοίρας β κη...»

236

Ταῖς γὰρ ιδ λγ τῷ ἡμίσει τῶν κθ ϛ, γʹ σελιδίῳ ἐστὶν ἡλίου ἀνωμα‐ λίας 𐆊 λδ· καὶ ταῖς τῆς σελήνης ρϙβ νε παράκειται δʹ σελιδίῳ τῆς ἀνωμαλίας μοῖρα α ιδ· ὡς εἶναι ἡλίου τὰ διπλάσια εἰς ἀφαίρεσιν μοίρας α η καὶ σελήνης τὰ διπλάσια εἰς πρόσθεσιν μοιρῶν β κη, καὶ ἐπὶ τὸ
5αὐτὸ γενέσθαι μοίρας γ λϛ· ὧν τὸ ιβʹ ὡς ἐπὶ τῆς ἐλαχίστης ἑπταμήνου λαβόντες, ἔστιν δὲ 𐆊 ιη, προσθήσομεν οἷς ὁ ἥλιος ἐλλελοίπει· καὶ γί‐ νεται τμήματα α κϛ. τοσούτοις ἄρα ἐλάσσονα ἕξομεν τὴν τοῦ ἐλαχίστου μηνὸς ἡμερῶν ϛ ἔγγιστα κίνησιν πάροδον, τῆς ἐν τῷ μέσῳ κατὰ μῆκος καὶ πλάτος. ὥστε ἐπειδὴ ἡ τοῦ μέσου μηνιαίου κατὰ πλάτος μοιρῶν ἐστιν
10λ μ, τοσαῦται γὰρ ἔγγιστα παράκεινται τῷ ἑνὶ μηνί, ἡ τοῦ ἐλαχίστου μηνὸς πάροδος ἔσται μοιρῶν κθ ιδ, «αἵτινες ποιοῦσιν ἐπὶ τοῦ πρὸς ὀρ‐ «θὰς τῷ ζῳδιακῷ μεγίστου κύκλου τμήματα β λγ.» τὸ γὰρ ἥμισυ τῶν κθ ιδ ὡς ἀπὸ τῶν συνδέσμων εἰσαγαγόντες εἰς τὸ τοῦ πλάτους κανό‐ νιον σελήνης, καὶ τὴν παρακειμένην πρὸς ἀνάλογον μοῖραν α ιϛ 𐅵ʹ δι‐
15πλώσαντες, ἕξομεν τὰ β λγ τμήματα. «Ἀλλ’ ἡ πᾶσα τῶν ἐκλειπτικῶν ὅρων τοῦ ἡλίου πάροδος συνάγεται «κατὰ τὸ ἐλάχιστον ἀπόστημα τῆς σελήνης οὔσης μοῖρας α ϛ ...» Τὰ γὰρ ταῖς ϛ ιβ μοίραις ἀπὸ τῶν συνδέσμων παρακείμενα, ἐστὶν δὲ 𐆊 λγ, δὶς γενόμενα ἕξομεν μοῖραν α ϛ.[Omitted graphic marker]
20Οἷον ἔστω τοῦ λοξοῦ τῆς σελήνης τμῆμα τὸ ΑΒΓ, τοῦ δὲ ζῳδιακοῦ τὸ

237

ΔΒΕ· σύνδεσμος ἄρα τὸ Β. ἔστω οὖν ἑκατέρα τῶν ΑΒ, ΒΓ περιφερειῶν μοιρῶν ϛ ιβ. καὶ ὀρθαὶ ἀπὸ τῶν Α, Γ αἱ ΑΔ, ΓΕ· ἑκατέρα ἄρα αὐτῶν ἐστιν 𐆊 λγ. ἔστωσαν δὲ καὶ αἱ ΒΖ, ΒΘ ἐκ μοιρῶν ιδ λζ. καὶ ὀρθαὶ ἐπὶ τὸν ζῳδιακὸν αἱ ΖΗ, ΚΘ.
5 Ἐὰν οὖν ᾖ κατὰ μὲν τὸ Α βορει〈ότερ〉ον τοῦ ζῳδιακοῦ σημεῖον ἡ σε‐ λήνη, κατὰ δὲ τὸ Γ νοτιώτερον, ἀπὸ τῆς κατὰ τὸ Α βορείας θέσεως μέχρι τῆς κατὰ τὸ Γ νοτίας τὸ πλάτος αὐτῆς ὅλον ἐπὶ νότον γίνεται μοίρας α ϛ. ἔστιν δὲ ἡ τοῦ ἐλαχίστου μηνὸς διὰ ταὐτὰ ἀπὸ τῆς κατὰ τὸ Ζ μέχρι τῆς κατὰ τὸ Θ μοιρῶν β λγ. ὧν ὑπεροχὴ μοίρας α κζ. εἴπερ οὖν ὁ ἥλιος δὶς
10ἐν τῷ ἑνὶ μηνὶ ἐκλείποι, ἀναγκαῖόν ἐστιν τὴν σελήνην πλέον τῶν α κζ παραλλάσσειν ἤτοι κατὰ τὸ Ζ οὖσαν ἢ κατὰ τὸ Θ ἢ καὶ ἐν ἀμφοτέροις ὑπερ‐ βάλλειν τὴν α κζ, ἵνα δυνατὸν γένηται τὰς ἄκρας συνόδους ἐκλειπ‐ τικὰς γενέσθαι, τῆς μὲν ἑτέρας πρὸς ἄρκτους γινομένης τῆς δὲ ἑτέρας πρὸς μεσημβρίαν τοῦ διὰ μέσων. ἀλλ’ οὐδαμῇ τῆς γῆς ἐν ταῖς συνοδοπαν‐
15σελήνοις οὐδὲ κατὰ τὸ ἐλάχιστον ἀπόστημα οὖσα τοῦ ἐπικύκλου ἡ σελήνη παραλλάσσει, τῆς ἡλίου παραλλάξεως ἀφαιρουμένης, πλέον μοίρας α· τοσαύτην γὰρ ἐπὶ τοῦ διὰ Βορυσθένους κλίματος εὑρίσκεται παραλλάσ‐ σουσα κατὰ πλάτος ἐν Τοξότῃ, ὑπολογουμένης τῆς ἡλίου παραλλάξεως, ὡς ἔστιν προχείροις, μετὰ δύο ὥρας τῆς μεσημβρίας 𐆊 μθ, καὶ Αἰγόκε‐
20ρω τῇ μεσημβρίᾳ 𐆊 μθ. καὶ ἐπὶ τὰ ιβ ἑξηκοστὰ γίνεται 〈ι ἔγγιστα, ἃ προστεθέντα τοῖς 𐆊 μθ, γίνεται〉 𐆊 νθ. οὐκ ἄρα δυνατὸν ἐν τῷ ἑνὶ μηνὶ δὶς ἐκλείπειν τὸν ἥλιον ἐπὶ τῆς καθ’ ἡμᾶς οἰκουμένης, ἐπείπερ καὶ τοῖς ὑπ’ αὐτὸν τὸν ἰσημερινὸν οἰκοῦσιν οὐ πλέον ἑξηκοστῶν κε πρὸς
βορρᾶν καὶ νότον ἐφ’ ἑκάτερα Καρκίνου καὶ Αἰγόκερω οὖσα ἡ σελήνη εὑ‐

238

ρίσκεται παραλλάσσουσα ὑπολογουμένης τῆς ἡλίου παραλλάξεως· ταῖς γὰρ ὅλαις κδ μοίραις συνάγεται δευτέρου ὅρου ἐκ τοῦ γʹ καὶ δʹ, 𐆊 κϛ κδ, ἀφ’ ὧν ἡλίου βʹ σελιδίου παραλλάξεως 𐆊 α θ, λοιπὸν 𐆊 κε ιε· ὥστε ταῖς κγ 𐅵ʹ γʹ γίνεσθαι 𐆊 κε.
5 Ἐνδεχόμενον δὲ ἔσται τοῦτο ἄνω ἐπὶ διαφόρου οἰκουμένης, τουτέστιν τῆς καθ’ ἡμᾶς ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς ἄρκτους καὶ τῆς κατὰ τοὺς ἀντί‐ χθονας ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς μεσημβρίαν, διὰ τὸ δύνασθαι τὴν σελή‐ νην ἐφ’ ἑκάτερα παραλλάσσειν μετὰ τὴν τοῦ ἡλίου παράλλαξιν ἀπὸ 𐆊 κε μέχρι μοίρας α ἐπὶ τὰ βόρεια, καὶ ἀπὸ τῶν αὐτῶν 𐆊 κε μέχρι μοίρας α
10ἐπὶ τὰ νότια· καὶ τὰς ἐπὶ τὸ αὐτὸ μοίρας β συναγομένας παραλλάξεις ὑπερβάλλειν τὴν μοῖραν α κζ. «Παρὰ μὲν τοῖς αὐτοῖς ἄρα οὐδαμῇ τῆς γῆς δὶς ἐν τῷ ἑνὶ μηνὶ δυνατὸν «ἔσται τὸν ἥλιον ἐκλείπειν, παρὰ δὲ διαφόροις οὐδαμῇ τῆς αὐτῆς οἰκουμέ‐
«νης.»

239

(1t)

Πραγματεία κανονίων ἐκλειπτικῶν.
2 «Ποίας μὲν οὖν διαστάσεις τῶν συζυγιῶν εἰς τὴν ἐπίσκεψιν τῶν ἡλίου «καὶ σελήνης ἐκλείψεων ὀφείλομεν παραλαμβάνειν, διὰ τῶν προειρημέ‐ «νων γέγονε δῆλον. ὅπως δὲ καὶ τῶν κατὰ ...» τὰς ἐκλειπτικὰς συζυγίας
5μέσων χρόνων διακριθέντων, εἰς τοὺς ἀκριβεῖς ἀνώτερον ἔγνωμεν, καὶ τῶν ἐν τούτοις τόπων «τῆς σελήνης ἐπιλογισθέντων ἐπὶ μὲν τῶν συνο‐ «δικῶν τῶν φαινομένων, ἐπὶ δὲ τῶν πανσεληνιακῶν τῶν ἀκριβῶν ...» διὰ τῆς κατὰ πλάτος τῆς σελήνης ἀπὸ τοῦ βορείου πέρατος ἐποχῆς, ἐπισκέ‐ πτεσθαι δυνώμεθα προχείρως, καὶ τὰς πάντως ἐσομένας ἐκλειπτικὰς συ‐
10ζυγίας καὶ τὰ τούτων μεγέθη τῶν ἐπισκοτήσεων καὶ τοὺς χρόνους ἐν οἷς ἀποτελοῦνται· ἐπραγματεύσατο κανόνια δ πρὸς τὴν τοιαύτην εὕρεσιν· δύο μὲν ἡλίου, δύο δὲ σελήνης, ἐπί τε τοῦ μεγίστου ἀποστήματος καὶ τοῦ ἐλαχίστου. Ὧν ἡ ἐπισύνθεσις τῶν αʹ, βʹ, γʹ σελιδίων σαφὴς οἶμαί ἐστιν. τὰ δὲ
15ἑξῆς σελίδια δʹ καὶ εʹ, ἃ περιέχει τὰς παρόδους τῆς σελήνης χωρὶς ἡλίου

210

κινήσεως καὶ τῶν ἐπιπαραλλάξεων σελήνης, καθ’ ἑκάστην τῶν ἐπισκοτή‐ σεων, τοῖς τῆς διαμέτρου δακτύλοις τὰ ἐπιβάλλοντα τῆς ἐμπτώσεως μό‐ ρια καὶ τῆς ἀναπληρώσεως καὶ ἔτι τοῦ ἡμίσους τῆς μονῆς. Ἐπραγματεύσατο γραμμικῶς, συγχρησάμενος μέντοι ταῖς δείξεσιν
5ὡς ἐφ’ ἑνὸς ἐπιπέδου καὶ ὡς ἐπὶ εὐθείας, διὰ τὸ ἀδιάφορον τῶν περιφερειῶν· ὥσπερ καὶ ἐν τῷ πρώτῳ θεωρήματι παραλλήλους πρὸς αἴσθησιν καὶ εὐ‐ θείας καὶ ὡς κατὰ τὸ αὐτὸ ἀπόστημα οὔσας καὶ ἐν ἑνὶ ἐπιπέδῳ ἐλάμβανεν τοῦ λοξοῦ κύκλου σελήνης καὶ τοῦ ζῳδιακοῦ τὰς περιφερείας διὰ τὴν ὁ‐ μοιότητα τῶν κατὰ διάφορα ἀποστήματα περιφερειῶν ἡλίου καὶ σελήνης.
10ἐπὶ μὲν γὰρ σελήνης καὶ τοῦ κύκλου τῆς σκιᾶς ἓν καὶ τὸ αὐτὸ ἀπόστημά ἐστιν, καὶ δῆλον ὡς ἐφ’ ἑνὸς ἐπιπέδου ἡ δεῖξις. ἐπὶ δὲ τοῦ ἡλίου δειχθήσε‐ ται ὑφ’ ἡμῶν διαφέρειν ἡ ἐν ἄλλῳ καὶ ἄλλῳ ἐπιπέδῳ δεῖξις τῆς ἐν τῷ αὐτῷ ἐπιπέδῳ λαμβανομένης, καὶ ὑπ’ αὐτοῦ δευτέρῳ θεωρήματι· ὡς μηδεν〈ὶ〉 πάλιν ἀξιολόγῳ διαφερούσης τῆς ἐπὶ τοῦ λοξοῦ κύκλου κινήσεως τῆς σε‐
15λήνης παρὰ τὴν πρὸς τὸν διὰ μέσων θεωρουμένην. διὰ τοῦτο γοῦν «καὶ «καθόλου πρὸς τὴν κατὰ μῆκος πάροδον τῆς σελήνης ... τοῦ διὰ μέσων καὶ «ἔτι τοὺς τῶν συζυγιῶν χρόνους οὐκ ἐξακολουθεῖ τοὺς αὐτοὺς ἀπαραλλάκ‐ «τως εἶναι τοῖς μέσοις τῶν ἐκλείψεων.» Λέγει δὲ «καὶ ἐπεὶ τῷ δωδεκάτῳ τῆς ἡλιακῆς διαμέτρου ἐπιβάλλει
20«τοῦ λοξοῦ κύκλου μοίρας α ἑξηκοστὰ λ» ... ὅλη γάρ ἐστιν μοιρῶν ϛ ἡ τοῦ λοξοῦ κύκλου περιφέρεια ἀπὸ μοιρῶν πδ τῆς ἐπαφῆς ἕως ϙ τοῦ συνδέσμου κατὰ πρόσθεσιν, καὶ ἀπὸ σοϛ 𐆊 ἕως σο κατὰ ἀφαίρεσιν·
καὶ τὸ δωδέκατον τῶν ϛ μοίρας ἐστιν 𐆊 λ. ἡ δὲ ἐπιζευγνύουσα κέντρα

241

ἡλίου καὶ σελήνης κατὰ τὴν ἐπαφὴν ὄντων ἐστὶν 𐆊 λα κ· καὶ τὸ δωδέ‐ κατον αὐτῶν 𐆊 β λϛ μ. ἀλλὰ καὶ τῆς διαμέτρου, οὔσης δακτύλων δώ‐ δεκα, τὸ δωδέκατόν ἐστιν δακτύλου α. ὡς ἄρα ὅλη ἡ περιφέρεια τῶν μοιρῶν ϛ πρὸς ὅλην τὴν διάμετρον 𐆊 λα κ, οὕτως 𐆊 λ πρὸς 𐆊 β λϛ μ.
5καὶ πάλιν ὡς ἐν περιφερείᾳ μοιρῶν ϛ πρὸς δακτύλους δώδεκα τῆς δια‐ μέτρου ἡλίου, οὕτως 𐆊 λ πρὸς δάκτυλον α. καὶ τὰ μέρη ἄρα τὰ ιβʹ ἐν τῷ αὐτῷ λόγῳ ἐστίν· ὡς ἡ περιφέρεια τοῦ λοξοῦ σελήνης 𐆊 λ πρὸς 𐆊 β λϛ μ, οὕτως αὐτὰ τὰ 𐆊 λ πρὸς δάκτυλον ἕνα τοῦ ιβʹ τῆς διαμέτρου ἡλίου· ὥστε ὁμαλὴν εἶναι τὴν τῶν δακτύλων διαφορὰν πρὸς αἴσθησιν,
10ὡς γὰρ 𐆊 λ τοῦ λοξοῦ τῆς σελήνης ἄχρι μοιρῶν ϛ πλάτους ϙ κατὰ δάκτυλον 𐆊 λ τὰ 𐆊 β λϛ ποιούντων, καὶ τῶν τοῦ πλάτους περιφε‐ ρειῶν τοῦ ὀρθοῦ τῷ λοξῷ ὑπὸ τῶν ἴσων εὐθειῶν τοῖς δωδεκάτοις τῶν διαμέτρων ἡλίου καὶ σελήνης ὑποτιθεμένων. «Ὥστε ὅταν πρώτης ἅπτηται τῆς σκιᾶς ἡ σελήνη, τότε τὸ κέντρον
15«αὐτῆς ἀφεστηκέναι τοῦ μὲν κέντρου τῆς σκιᾶς πάλιν ὁμοίως μοίρας «α καὶ ἑξηκοστῶν γ λϛ, τοῦ δὲ συνδέσμου ἐπὶ τοῦ λοξοῦ κύκλου μοι‐ «ρῶν ιβ καὶ ἑξηκοστῶν ιβ...» Ὡς γὰρ ια 𐅵 πρὸς α, οὕτως ιβ ιβ πρὸς α γ λϛ. «Πάλιν τὴν αὐξομείωσιν αὐτῶν ποιησόμεθα τοῖς ἐπιβάλλουσιν τῷ
20«ιβʹ τῆς τότε σεληνιακῆς διαμέτρου λδ ἑξηκοστοῖς ...» Ὡς γὰρ α πρὸς ια 𐅵, οὕτως 𐆊 λε κ τῆς διαμέτρου σελήνης
πρὸς μοίρας ϛ μη τοῦ λοξοῦ τῆς σελήνης. ὧν τὸ ιβʹ, 𐆊 λδ.

242

Ὅλοι οὖν γίνονται δάκτυλοι κα Γβ οὕτως· λοξοῦ γὰρ ὄντος τῆς σε‐ λήνης τοῦ ΒΔ καὶ ζῳδιακοῦ τοῦ ΕΖ καὶ τοῦ Α σημείου ἑνὸς τῶν συνδέσ‐ μων, ὁ φαινόμενος τῆς σελήνης κύκλος ἔστω ὁ ΓΔ· καὶ ἡ ΓΔ διάμετρος[Omitted graphic marker] ἑξηκοστῶν λε κ· ἡ δὲ ἐκ τοῦ κέντρου τοῦ ΕΒΖ τῆς σκιᾶς κύκλου ἡ ΑΒ,
5ἑξηκοστῶν οὖσα με νϛ. λοιπὴ ἄρα ἡ ΓΒ ἑξηκοστῶν ἔσται κη ιϛ. καὶ ὅλη δηλονότι ἡ ΔΒ μοίρας α γ λϛ, ἃ ποιεῖ μίαν διάμετρον σελήνης 𐆊 λε κ καὶ τούτων τὸ ἥμισυ τέταρτον εἰκοστόν. ποιοῦσιν δὲ καὶ οἱ δάκ‐ τυλοι κα Γβ μιᾶς διαμέτρου σελήνης δακτύλους ιβ καὶ τούτων τὸ ἥμισυ δʹ κʹ ἔγγιστα· ὡς γὰρ δάκτυλοι κα Γβ πρὸς δακτύλους ιβ οὕτως μοῖρα
10α γ λϛ πρὸς 𐆊 λε γ.
11nἘκ τοῦ βʹ.
12«Ἀλλ’ αἴτιον τοῦ μὴ καὶ ταύτας ἡμᾶς, φησίν, ἐπιλογίζεσθαι τὰς
«περιφερείας ἐν ταῖς κατὰ μέρος πραγματείαις ...» ἀλλὰ λαμβάνειν ἐπὶ

243

μὲν τοῦ μήκους τὴν ΑΓ περιφέρειαν ἴσην τῇ ΑΒ ἀντὶ τῆς ΑΔ, καὶ τὸ κέν‐ τρον τῆς σελήνης ἐπὶ τοῦ μέσου χρόνου τῆς ἐκλείψεως κατὰ τὸ Γ, δέον κατὰ τὸ Δ, «τὸ μικρὰς εἶναι καὶ ἀνεπαισθήτους αὐτῶν τὰς διαφοράς. Δυνατὸν γὰρ ἦν αὐτὸν καὶ ταύτας ἐκθέμενον κανόνιον ὡς ἐπὶ τοῦ ζῳδια‐
5κοῦ καὶ ἰσημερινοῦ καὶ σφαίρας συναναφορῶν ἐπιλογίζεσθαι. »... Τὴν γοῦν ὁμοίαν τῇ ΓΔ περιφερείᾳ καθόλου μὲν οὐ μείζονα εὑρί‐ «σκομεν ἑξηκοστῶν ε μιᾶς μοίρας ...» καὶ τὰ ἑξῆς ἕως· «καὶ καταλεί‐ «πεται ἡ ΓΔ λοιπὴ δύο ἑξηκοστῶν». Τῆς ἀφ’ ἑνὸς τῶν συνδέσμων περιφερείας ἐπὶ τοῦ ζῳδιακοῦ κύκλου ἢ
10τοῦ λοξοῦ ὑποκειμένης μοιρῶν ιβ, ἡ τοῦ λοιποῦ δείκνυται διὰ τῆς πρώ‐ της καταγραφῆς τοῦ σχολίου μοιρῶν ια νη καὶ ἡ μεταξὺ ἀπολαμβανο‐ μένη αὐτῶν τοῦ πλάτους μοίρας α· ἀπολαμβανομένης δὲ ἑνὸς αὐτῶν μοιρῶν λ, ἡ τοῦ λοιποῦ εὑρίσκεται μοιρῶν κθ νϛ. Ἔστω γὰρ ἡ αὐτὴ καταγραφή, τῆς ΕΗ μοιρῶν οὔσης λ καὶ τῆς ΑΒ, ε·
15ἔστιν οὖν ἡ διπλῆ τῆς ΖΒ μοιρῶν ρο, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ριθ λβ λζ· ἡ δὲ διπλῆ τῆς ΒΑ μοιρῶν ι, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμη‐ μάτων ι κζ λβ· ἡ δὲ τῆς ΖΗ περιφερείας διπλῆ μοιρῶν ροε, καὶ ἡ ὑπ’ αὐτὴν εὐθεῖα τμημάτων ριθ νγ ι· ἡ δὲ τῆς ΗΘ μοιρῶν ε, καὶ ἡ
ὑπ’ αὐτὴν εὐθεῖα ε ιδ δ. ἐὰν οὖν ἀπὸ τοῦ λόγου τῶν ριθ λβ λζ πρὸς

244

τὰ ι κζ λβ ἀφέλωμεν τὸν τῶν ριθ νγ ι πρὸς τὰ ε ιδ δ, καταλει‐ φθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν[Omitted graphic marker] τῆς ΕΑ λόγος, ὁ τῶν νθ μη πρὸς ρκ. ὥστε καὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΘ περιφερείας εὐθεῖα τμημάτων ἐστὶν νθ νγ θ· ἡ δὲ ἐπ’ αὐτῆς περι‐
5φέρεια μοιρῶν νθ νε ἔγγιστα· αὐτὴ δὲ ἡ ΕΘ ἡμίσεια μοιρῶν κθ νϛ.[Omitted graphic marker] Καὶ ἄλλως δὲ ἡ ΓΔ ἐπὶ τοῦ δευτέρου θεωρήματος εὑρίσκεται ἑξηκο‐ στῶν δύο. οἵων γάρ ἐστιν ἑκατέρα τῶν ΑΒ, ΑΓ ιβ, τοιούτων ἐστὶν ἡ ΒΔ ἑνὸς ἔγγιστα, ἐπεὶ καὶ ταῖς ιβ μοίραις ἀπὸ τῶν συνδέσμων εἰς τὸ κανό‐
νιον τοῦ πλάτους παράκειται μοῖρα α γ· διὸ καί φησιν τὸ ἔγγιστα.

245

ἀφελόντες οὖν ἀπὸ τοῦ ρμδ ἀριθμοῦ τετραγώνου, ὅς ἐστιν ἀπὸ τοῦ ιβ, τὸ ἓν τετράγωνον, καὶ τῶν καταλειπομένων ρμγ τὴν πλευρὰν λαβόντες, ἕξομεν ια νη. ὡς καταλείπεσθαι τὴν ΓΔ ἑξηκοστῶν β. ἅπερ οὐδὲ ιϛʹ, φησίν, ποιεῖ ὥρας μιᾶς ἰσημερινῆς. ἐὰν γὰρ τὸ ὡριαῖον μέσον δρόμημα
5τῆς σελήνης λάβωμεν, ὅ ἐστιν ἐν ταῖς συζυγίαις 𐆊 λγ, ιϛʹ μέρος οὐ γίνε‐ ται τὰ 𐆊 β τῶν 𐆊 λγ ἀλλ’ ἧττον ιϛ μορίου.
7nἘκ τοῦ γʹ.
8 «Ἡ δὲ ΑΓ ἐλάσσων ἐστὶν ἑκατέρας αὐτῶν τῷ ὑπὸ τῆς ἐπισκοτήσεως «ἀπολαμβανομένῳ μέρει τῆς τοῦ ἐκλείποντος διαμέτρου.»
10 Ἔστω τὸ τῆς συντάξεως θεώρημα· καὶ ὁ μὲν τοῦ ἡλίου κύκλος ἢ τῆς σκιᾶς ὁ ΠΕΖ, περὶ διάμετρον τὴν ΠΗ καὶ κέντρον τὸ Α· ὁ δὲ τῆς σελήνης ὅταν ὁ μέσος χρόνος γίνηται καὶ ἡ μεγίστη ἐπισκότησις ὁ ΘΛ, περὶ διά‐ μετρον τὴν ΘΗΛ καὶ κέντρον τὸ Γ· καὶ οἱ ἐφαπτόμενοι κατά τε τὴν ἀρ‐ χὴν καὶ τὸ τέλος τῆς ἐκλείψεως οἱ ΕΜ, ΖΝ. καὶ ἐκβληθείσης τῆς ΘΛ ὡς
15ἐπὶ τὸ Κ, κείσθω ὁποτέρᾳ τῶν ΓΛ, ΓΘ, ΒΕ, ΔΖ, ἐπεὶ ἴσαι εἰσὶν ἀλλή‐ λαις, ἴση ἡ ΗΚ· καὶ ἐπεὶ ἡ ΑΓ ἐλάσσων ἐστὶν τῆς ΑΚ τῇ ΓΚ, ἴση δέ ἐστιν
ἡ ΓΚ τῇ ΗΚ· ἴσαι γὰρ καὶ αἱ ΗΚ, ΓΘ, καὶ κοινὴ ἡ ΓΗ· ἡ ΑΓ ἄρα

246

ἐλάσσων ἐστὶν τῆς ΑΚ τῇ ΗΘ. ἀλλὰ ἡ ΑΚ ἑκατέρᾳ τῶν ΑΒ, ΑΔ ἴση ἐστίν· περιέχει γὰρ τὰς ἐκ τῶν κέντρων ἀμφοτέρας τήν τε ΑΗ τοῦ ἡλίου ἢ τῆς[Omitted graphic marker] σκιᾶς, καὶ τὴν ΗΚ ἴσην τῇ ΓΘ ἐκ κέντρου σελήνης, καθάπερ καὶ αἱ ΑΒ, ΑΔ τὰς ἐκ τῶν κέντρων ἀμφοτέρων τοῦ τε ἡλίου ἢ τῆς σκιᾶς καὶ τῆς σε‐
5λήνης. καὶ ἑκατέρας ἄρα τῶν ΑΒ, ΑΔ ἡ ΑΓ ἐλάσσων ἐστὶν τῇ ΘΗ, ἥτις ἐστὶν μέρος τῆς τοῦ ἐκλείποντος διαμέτρου, ἐπὶ μὲν σεληνιακῆς ἐκλείψεως τῆς ΘΛ διαμέτρου, ἐπὶ δὲ ἡλίου τῆς ΗΠ. Συναποδείκνυται δὲ ὅτι καὶ ἡ ΑΓ μεταξὺ τῶν κέντρων ἴση ἐστὶν συναμ‐ φοτέρῳ τῇ τε ὑπεροχῇ τῶν ἀπὸ τῶν κέντρων καὶ τῷ ἀνεπισκοτήτῳ
10μέρει τῆς τοῦ ἐκλείποντος διαμέτρου. ᾧ γὰρ ὑπερέχει ἡ ΑΗ τῆς ΓΛ ἐπὶ σεληνιακῆς ἐκλείψεως, κοινῆς ἀφαιρουμένης τῆς ΓΗ, τούτῳ ὑπερέξει καὶ ἡ ΑΓ τῆς ΗΛ. ἔστω οὖν ἡ ὑπεροχὴ τῶν ΑΓ, ΗΛ ἡ ΑΝ. ἴση ἄρα ἡ ΝΓ λοιπῇ τῇ ΗΚ. ἡ ΑΓ ἄρα ἴση ἐστὶν συναμφοτέρῳ τῇ ὑπεροχῇ τῶν ἀπὸ τῶν κέντρων, τουτέστιν τῇ ΑΝ, καὶ τῇ ΝΓ, τουτέστιν τῷ μὴ ἐπισκοτηθέντι
15μέρει τῆς τοῦ ἐκλείποντος διαμέτρου, τουτέστιν τῇ ΗΛ.
Πάλιν ἐπὶ τοῦ ἡλίου, ὅταν μὴ κατὰ τὸ μέγιστον ἀπόστημα ἡ σελήνη

247

τυγχάνῃ, τὸ αὐτὸ δειχθήσεται οὕτως· ἔστω ὁ μὲν τοῦ ἡλίου κύκλος ὁ ΜΗ περὶ κέντρον τὸ Α, ὁ δὲ τῆς σελήνης ὁ ΘΛ περὶ κέντρον τὸ Γ. ἐπεὶ οὖν ᾧ ὑπερέχει ἡ ἐκ τοῦ κέντρου σελήνης ἡ ΓΘ τῆς ΑΜ ἐκ τοῦ κέντρου τοῦ[Omitted graphic marker] ἡλίου, τούτῳ ὑπερέχει ἡ ΑΓ τῆς ΘΜ, κοινῆς ἀφαιρουμένης τῆς ΑΘ, ἔστω
5ὑπεροχὴ αὐτῶν ἡ ΑΒ. λοιπὴ ἄρα ἡ ΒΓ ἴση ἐστὶν τῇ ΘΜ. ὥστε ἡ ΑΓ με‐ ταξὺ τῶν κέντρων οὖσα, ἴση ἐστὶν συναμφοτέρῳ τῇ τε ὑπεροχῇ τῶν ἐκ κέντρων τουτέστιν τῇ ΑΒ καὶ τῷ μὴ ἐπισκοτηθέντι μέρει τῆς τοῦ ἡλίου διαμέτρου τουτέστιν τῇ ΘΜ. ἐὰν μέντοι κατὰ τὸ μέγιστον ἀπόστημα ἡ σελήνη τυγχάνῃ, ἴση ἐστὶν ἑκατέρα τῶν ΘΜ, ΗΛ μεταξὺ τῶν κέντρων τῇ
10ΑΓ. ἴσων γὰρ οὐσῶν τῶν ΑΜ, ΓΘ ἐκ κέντρων, ἐὰν κοινὴν ἀφέλωμεν τὴν ΑΘ, ἴση γίνεται ἡ ΑΓ τῇ ΘΜ. καὶ πάλιν τῶν ΑΗ, ΓΛ ἴσων οὐσῶν καὶ κοινῆς ἀφαιρεθείσης τῆς ΓΗ, λοιπὴ ἡ ΑΓ τῇ ΗΛ ἴση ἐστίν. αἱ γ ἄρα αἱ ΜΘ, ΑΓ, ΗΛ, ἴσαι ἀλλήλαις εἰσίν.
14n〈ἐκ τοῦ δʹ〉
15«Ἑκατέρα τῶν ΑΓ καὶ ΑΕ εὐθειῶν περιέχει τὴν ὑπεροχὴν ᾗ ὑπερέχει

248

«τὴν ἐκ τοῦ κέντρου τῆς σελήνης ἡ ἐκ τοῦ κέντρου τῆς σκιᾶς ...» Ὑποκειμένου γὰρ τοῦ τῆς συντάξεως θεωρήματος, καὶ περὶ κέντρον τὸ Α γραφέντος κύκλου τοῦ τῆς σκιᾶς ὡς τοῦ ΗΘΚΛΜ, τῶν ΑΓ, ΑΔ, ΑΕ[Omitted graphic marker] ἐκβληθεισῶν, ὡς κατὰ τὰ Θ, Κ, Λ, εὐσύνοπτον ὅτι ἑκατέρα τῶν ΑΕ, ΑΓ
5ὑπεροχή ἐστιν τῆς ἐκ τοῦ κέντρου τῆς σκιᾶς πρὸς τὴν ἐκ τοῦ κέντρου τῆς σελήνης. ἑκατέρα μὲν γὰρ τῶν ΑΘ, ΑΛ ἐκ τοῦ κέντρου τῆς σκιᾶς ἐστιν, ἑκατέρα δὲ τῶν αὐτῶν ΓΘ, ΕΛ, ἐκ τοῦ κέντρου τῆς σελήνης ἔσωθεν ἐφαπτομένη τοῦ κύκλου τῆς σκιᾶς κατὰ τὰ Θ, Λ σημεῖα. ὥστε ἑκατέρα τῶν ΑΓ, ΑΕ ὑπεροχή ἐστιν τῆς ἐκ τοῦ κέντρου τῆς σκιᾶς πρὸς τὴν ἐκ τοῦ
10κέντρου τῆς σελήνης.
11nἘκ τοῦ αὐτοῦ.
12 «Ὅταν ἡ ΑΔ ἐλάσσων ᾖ ἑκατέρας μὲν τῶν ΑΒ καὶ ΑΖ τῇ προκειμέ‐ «νῃ μιᾷ σεληνιακῇ διαμέτρῳ καὶ ἔτι τετάρτῳ αὐτῆς μέρει ...» Ἐπεὶ γὰρ μείζων ἐστὶν ἑκατέρα μὲν τῶν ΑΒ, ΑΖ ἑκατέρας τῶν ΑΗ, ΑΜ
15τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης, ἴση δὲ ἑκατέρα τῶν ΑΗ, ΑΜ τῇ ΑΚ, ἐκ κέν‐

249

τρου σκιᾶς γὰρ ἀμφότεραι· καὶ ἑκατέρα ἄρα τῶν ΑΒ, ΑΖ μείζων ἐστὶν τῆς ΑΚ τῇ ἐκ τοῦ κέντρου. τῆς σελήνης θέσιν ἐχούσης κατὰ τὸ Δ, περιέ‐ χει τὴν ἐκ τοῦ κέντρου αὐτῆς καὶ ἔτι τὸ τέταρτον μέρος τῆς ὅλης διαμέ‐ τρου. ὑπόκειται γὰρ ἐκλείπουσα μίαν σεληνιακὴν διάμετρον καὶ τὸ τέταρ‐
5τον τῆς διαμέτρου. καὶ ἡ ΑΚ ἄρα μείζων ἐστὶν τῆς ΑΔ τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης καὶ τῷ τετάρτῳ μέρει τῆς διαμέτρου. ἦν δὲ καὶ ἑκατέρα τῶν ΑΒ, ΑΖ μείζων τῆς ΑΚ τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης. καὶ ἑκατέρα ἄρα τῶν ΑΒ, ΑΖ τῆς ΑΔ μείζων ἐστὶν μιᾷ σεληνιακῇ διαμέτρῳ καὶ ἔτι τε‐ τάρτῳ αὐτῆς μέρει. ὥστε ἡ ΑΔ ἐλάσσων ἐστὶν ἑκατέρας τῶν ΑΒ, ΑΖ
10μιᾷ σεληνιακῇ διαμέτρῳ καὶ τῷ τετάρτῳ μέρει τῆς διαμέτρου.
11nἘκ τοῦ αὐτοῦ.
12 «Ἑκατέρα〈σ〉 δὲ τῶν ΑΓ καὶ ΑΕ δʹ μέρει μιᾶς διαμέτρου σεληνια‐ «κῆς ...». Ἐπεὶ γὰρ ἡ ΑΔ ἐλάσσων ἐδείχθη ἑκατέρας τῶν ΑΒ, ΑΖ τῇ διαμέτρῳ
15τῆς σελήνης καὶ ἔτι δʹ αὐτῆς μέρει· ἑκατέρα δὲ τῶν ΑΓ, ΑΕ τῆς ΑΒ ἢ τῆς ΑΖ μιᾷ διαμέτρῳ σεληνιακῇ, ὡς δειχθήσεται· καὶ ἡ ΑΔ ἄρα ἑκατέρας τῶν ΑΓ, ΑΕ ἐλάσσων ἐστὶν τετάρτῳ μέρει τῆς διαμέτρου τῆς σελήνης. Ὅτι δὲ ἑκατέρα τῶν ΑΓ, ΑΕ τῆς ΑΒ ἢ ΑΖ ἐλάσσων ἐστὶν μιᾷ διαμέτρῳ σελήνης, οὕτως δείκνυται. ἐπεὶ ἡ ΑΗ, τουτέστιν ἡ ΑΘ, τῆς ΑΒ ἐλάσσων ἐστὶν
20τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης, ἡ δὲ ΓΘ ἐκ τοῦ κέντρου τῆς σελήνης ἐστίν, ἡ ΑΓ ἄρα ἐλάσσων ἐστὶν τῆς ΑΒ τῇ διαμέτρῳ τῆς σελήνης. διὰ τὰ αὐτὰ
καὶ ἡ ΑΕ τῆς ΑΖ ἐλάσσων ἐστὶν τῇ διαμέτρῳ τῆς σελήνης.

250

Ὅτι δὲ κἄν τε ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων κατὰ τὸ ἀπόστημα αὐτοῦ ποιώμεθα τὴν δεῖξιν τῶν παρόδων τῆς σελήνης, κἄν τε ἐν δύο ἐπιπέδοις τῷ καθ’ ὅ ἐστιν ὁ ἥλιος καὶ καθ’ ὅ ἐστιν ἀπόστημα ἡ σελήνη, τὰ αὐτὰ ἔσται φαινόμενα, ἐντεῦθεν ἄν τις εἴδοι· ἔστω γὰρ τὸ μὲν[Omitted graphic marker]
5Α κέντρον τοῦ ἡλίου, τῆς σελήνης τὰ Β, Γ, ἐν τῷ αὐτῷ ἐπιπέδῳ, κατά τε τὴν ἀρχὴν τῆς ἐμπτώσεως καὶ κατὰ τὸ τέλος τῆς ἀναπληρώσεως· τὸ δὲ ἀπόστημα τῆς σελήνης ὑποκείσθω τὸ μέγιστον. ἴσα ἄρα τὰ μεγέθη αὐ‐ τῶν δεῖ ὑποκεῖσθαι ἐπὶ τὰ κέντρα τὰ Α, Β, Γ, ὡς ἔστιν πρὸ δύο θεω‐
ρημάτων. καὶ πάλιν κατὰ τὸ μέγιστον τῆς σελήνης ἀπόστημα τὰ Θ, Η

251

καὶ κέντρα σελήνης ἐν τῷ τῆς ἀρχῆς ἐμπτώσεως χρόνῳ καὶ τῷ τέλει τῆς ἀνακαθάρσεως, 〈ὥσ〉τε τοὺς αὐτοὺς κώνους περιλαμβάνειν τὰ Γ, Θ κέντρα καὶ τὰ Β, Η, καὶ ἴσα φαίνεσθαι τὰ μεγέθη ὑπὸ ἴσων γωνιῶν ὁρώ‐ μενα ὧν κέντρα τὰ Β, Α, Γ, Η, Θ. δῆλον οὖν ὡς τὸ σφαιρικὸν σῶμα τῆς
5σελήνης καὶ ἐν τοῖς δυσὶν ἐπιπέδοις ἔν τε τῷ διὰ τῆς ΒΓ καὶ ἐν τῷ διὰ τῆς ΗΘ παραλλήλοις τὰ αὐτὰ μόρια τῆς ἐμπτώσεως καὶ τῆς ἀναπληρώ‐ σεως ποιήσει. οἱ γὰρ διὰ τῶν Η, Β κέντρων γραφόμενοι μέγιστοι κύκλοι περὶ τὸ Ζ κέντρον τῆς ὄψεως ἐρχόμενοι, καὶ διὰ τῶν Γ, Θ, ὁμοίας τὰς μεταξὺ τῶν Β Γ, Η Θ περιφερείας ποιήσουσιν· ὥστε ἐὰν τὴν ΒΓ
10λάβωμεν ἀντὶ τῆς ΗΘ ἢ τὴν ἡμίσειαν τῆς ΒΓ ἀντὶ τῆς ΗΟ ἢ τὰ λοιπὰ μέρη, οὐδὲν διοίσει καὶ δῆλον πῶς. Τὰ μὲν οὖν τῶν ἡλίου καὶ σελήνης ἐκλείψεων δ κανόνια μεγίστου ἀποστήματος καὶ ἐλαχίστου τὸν προκείμενον ἐπραγματεύθη τρόπον. «Ἵνα δέ, φησίν, καὶ ἐπὶ τῶν μεταξὺ τοῦ τε μεγίστου καὶ τοῦ ἐλαχίστου
15«ἀποστήματος τῆς σελήνης ...» καὶ τὰ ἑξῆς, ἕως· «ὁ γὰρ αὐτὸς ἔγγιστα λό‐ «γος ἐπί γε τῆς τηλικαύτης τῶν διαμέτρων αὐξομειώσεως συνίσταται ...» Ὑπέταξεν γὰρ τούτοις ἄλλα δύο κανόνια, ὧν τὸ μὲν ἕτερον 〈ἐπὶ〉 στίχους μὲν λ σελίδια δὲ τρία καὶ καλούμενον κανόνιον διορθώσεως, ἐν δὲ προχείροις προκανόνιον, περιέχει τὴν ποσότητα τῶν ἐν τῷ ζʹ σελι‐
20δίῳ τοῦ παραλλακτικοῦ τῆς σελήνης κανόνος ἑξηκοστῶν, ἃ παράκειται οἰκείως ταῖς ἀπὸ τοῦ ἀπογείου τῆς ἀνωμαλίας τῆς σελήνης μοίραις· οἷον
ταῖς ρκ καὶ σμ μοίραις παράκειται ἑξηκοστὰ μδ 𐆊· ἐν δὲ τῷ παραλ‐

252

λακτικῷ τὰ αὐτὰ ἑξηκοστὰ μδ τῷ ἡμίσει τῶν ρκ παράκειται τουτέστιν τῷ τῶν ξ ἀριθμῷ, δι’ ἣν εἶπεν ἐκεῖ αἰτίαν. καὶ πάλιν ἐκεῖ μὲν τὰ ὅλα ξ ἑξηκοστὰ ταῖς ϙ παράκειται, ἐνταῦθα δὲ ταῖς ρπ· καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν ὁμοίως.
5 Χρήσιμον δέ ἐστιν τὸ κανόνιον ὡς ἐπὶ τῶν παραλλάξεων πρὸς τὸ καὶ τὰς ὑπεροχὰς λαμβάνειν τῶν τε δακτύλων καὶ τῶν τῆς σελήνης παρόδων, τουτέστιν ἐμπτώσεως καὶ ἀνακαθάρσεως καὶ μονῆς, ἐν τοῖς μεταξὺ ἀπο‐ στήμασιν τοῦ τε μεγίστου καὶ ἐλαχίστου, ὃν ὑποδείξει τρόπον. Τὸ δὲ ἕτερον βραχὺ κανόνιον ἐπὶ στίχους μέν ἐστιν ιβ σελίδια δὲ πά‐
10λιν τρία· ὧν ἐν μὲν τῷ πρώτῳ [τετράγωνοί] εἰσιν οἱ τῆς διαμέτρου ἑκα‐ τέρου τῶν φώτων δάκτυλοι ιβ, ὥσπερ καὶ ἐπ’ αὐτῶν τῶν ἐκλειπτικῶν κανονίων ὡς τοῦ ἑνὸς δακτύλου περιέχοντος τὸ ιβʹ τῆς διαμέτρου· «ἐν «δὲ τοῖς ἑξῆς τὰ ἐπιβάλλοντα αὐτοῖς πάλιν δωδέκατα τῶν ὅλων ἐμβαδῶν. «παράκειται δὲ ἐν μὲν τῷ δευτέρῳ τὰ τοῦ ἡλίου ἐν δὲ τῷ τρίτῳ τὰ τῆς
15«σελήνης.» Ἐπελογίσατο δὲ καὶ ταῦτα γραμμικῶς, ὡς τῆς σελήνης κατὰ τὸ μέ‐ σον ἀπόστημα ὑποκειμένης· διὰ τὸ μηδενὶ αἰσθητῷ διαφέρειν τὰ κατὰ τὸ μέσον ἀπόστημα λαμβανόμενα δωδέκατα, τῶν μεγεθῶν αὐτῶν παρὰ τὰ συνιστάμενα κατὰ τὸ ἐλάχιστον ἀπόστημα τῆς σελήνης, ἢ τὸ μέγιστον,
20ἢ τὰ μεταξὺ αὐτῶν καὶ τοῦ μέσου· ἐπὶ γὰρ τῆς τηλικαύτης μικρᾶς τῶν διαμέτρων σελήνης καὶ σκιᾶς αὐξήσεως καὶ μειώσεως ἀπὸ τοῦ μέσου ὁ αὐτὸς ἔγγιστα λόγος συνίσταται. εἰσὶν γὰρ ἡλίου τοῖς ϛ δακτύλοις τῆς
διαμέτρου ἐμβαδοὶ δ Γβ μέσου ἀποστήματος, καὶ τοῖς αὐτοῖς κατὰ μὲν

253

τὸ μέγιστον σελήνης ἀπόστημα δ〈𐅵 εʹ〉, κατὰ δὲ τὸ ἐλάχιστον δ 〈𐅵 δʹ〉· καὶ σελήνης ὁμοίως τοῖς αὐτοῖς ϛ δακτύλοις μέσου ἀποστή‐ ματος ε 𐅵, ἐλαχίστου ε 〈δʹ〉, μεγίστου ε 〈𐅵 δʹ〉. «Καὶ ὡς τοῦ λόγου τῶν περιμέτρων πρὸς τὰς διαμέτρους ὄντος ὃν ἔχει
5«τὰ γ η λ πρὸς τὸ α...» καὶ τὰ ἑξῆς. Ἀπέδειξεν γὰρ ὁ Ἀρχιμήδης ἐν τῷ περὶ τοῦ κύκλου βιβλίῳ, ὅτι παντὸς κύκλου ἡ περίμετρος μείζων ἐστὶν ἢ τριπλασίων, ἐλάσσων μὲν ἢ ζʹ μέρει τῆς διαμέτρου, μείζων δὲ ἢ ι οαʹ· καὶ ὅτι τὸ ὑπὸ τῆς περιμέτρου τοῦ κύκλου ὡς εὐθείας καὶ τῆς ἐκ τοῦ κέντρου τοῦ κύκλου περιεχόμενον ὀρθο‐
10γώνιον, διπλάσιόν ἐστιν τοῦ ἐμβαδοῦ τοῦ κύκλου. τὰ μὲν οὖν τριπλάσια καὶ τὰ ι οαʹ τοῦ α γίνεται γ η κζ· τὰ δὲ τριπλάσια πρὸς τῷ ζʹ μέ‐
ρει γίνεται γ η λδ· ὧν μεταξύ ἐστιν ἔγγιστα τὰ γ η λ.

254

Πρὸς δὲ τὸ μὴ δεῖσθαι τοῦ Ἀρχιμήδους συντάγματος, ἐν τοῖς εἰς τὸ

255

πρῶτον σχολίοις ἀπεδείχθη ὅτι τὸ ὑπὸ τῆς περιμέτρου τοῦ κύκλου καὶ τῆς

256

ἐκ τοῦ κέντρου αὐτοῦ διπλάσιόν ἐστιν τοῦ ἐμβαδοῦ τοῦ κύκλου. ὥστ’ ἐπεὶ ὁ αὐτὸς λόγος ἐστὶν τῶν κύκλων πρὸς τὰς περιφερείας, καὶ τῶν ἐμβαδῶν αὐτῶν πρὸς τὰ τῶν ὑπὸ τὰς περιφερείας τομέων.[Omitted graphic marker] Ἔστω γὰρ κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Δ, ἐκ τοῦ κέντρου δὲ αὐτοῦ
5ἡ ΔΒ. καὶ ἀπὸ τοῦ Δ διήχθω τις ἡ ΔΕ. ὅτι ἐστὶν ὡς ἡ ΑΒΓ περίμετρος

257

τοῦ κύκλου πρὸς τὴν ΒΖΕ περιφέρειαν, οὕτως ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα. Εἰ μὲν οὖν σύμμετρός ἐστιν ἡ ΒΖΕ περιφέρεια τῇ ΑΒΓ περιμέτρῳ τοῦ κύκλου, ἐπιδιαιρεθείσης τῆς ΑΒΓ περιμέτρου τοῦ κύκλου εἰς τὰ μέτρα
5καὶ ἀπὸ τῶν τῆς διαιρέσεως σημείων ἐπὶ τὸ Δ κέντρον ἐπιζευχθεισῶν εὐθειῶν, ἐφαρμόσουσιν ἀλλήλοις πάντες οἱ τομεῖς· καὶ ἔστιν ἴσον τὸ πλῆθος αὐτῶν τῷ πλήθει τῶν μέτρων. ἔσται ἄρα ὡς ὅλη ἡ ΑΓΒ περί‐ μετρος τοῦ κύκλου πρὸς τὴν ΒΖΕ περιφέρειαν, οὕτως ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα [ιεʹ τοῦ εʹ].
10 Εἰ δὲ μή ἐστιν σύμμετρος ἡ ΑΒΓ περίμετρος τῇ ΒΖΕ περιφερείᾳ, μηδέ ἐστιν ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα οὕτως ἡ ΑΒΓ περίμετρος πρὸς τὴν ΒΖ〈Ε〉 περιφέρειαν, ἔστω εἰ δυνατὸν ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα οὕτως ἡ ΑΒΓ περίμετρος αὐτοῦ πρὸς τὴν ΒΖ περιφέρειαν, πρότερον ἐλάσσονα οὖσαν τῆς ΒΖΕ περιφερείας. καὶ εἰλήφθω τις ἑτέρα
15περιφέρεια ἡ ΒΗ τῆς μὲν ΒΖ μείζων τῆς δὲ ΒΖΕ ἐλάσσων, σύμμετρος δὲ οὖσα τῇ ΑΒΓ περιμέτρῳ, [ὡς ἔστιν λῆμμα σφαιρικόν], καὶ ἐπεζεύχθω ἡ ΗΔ εὐθεῖα. ἔστιν οὖν διὰ τὰ προειρημένα καὶ ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΗ τομέα οὕτως ἡ ΑΒΓ περίμετρος τοῦ κύκλου πρὸς τὴν ΒΖΗ περιφέ‐ ρειαν. ἡ δὲ ΑΒΓ περίμετρος πρὸς τὴν ΒΗ ἐλάσσονα λόγον ἔχει ἤπερ πρὸς
20τὴν ΒΖ περιφέρειαν, τουτέστιν ἤπερ ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα. καὶ ὁ ΑΒΓ οὖν κύκλος πρὸς τὸν ΒΔΗ τομέα ἐλάσσονα λόγον ἕξει ἤπερ πρὸς τὸν ΒΔΕ τομέα, ὅπερ ἄτοπον· οὐκ ἔσται ἄρα ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα οὕτως ἡ ΑΒΓ περίμετρος αὐτοῦ πρὸς τὴν ΒΖ περιφέρειαν, ἐλάσσονα οὖσαν τῆς ΒΖΕ περιφερείας.
25Λέγω δὴ ὅτι οὐδὲ πρὸς μείζονα. εἰ γὰρ δυνατόν, ἔστω πρὸς τὴν ΒΕΓ

258

περιφέρειαν. καὶ εἰλήφθω τις ὁμοίως ἡ ΒΕΘ περιφέρεια τῆς μὲν ΒΖΕ περιφερείας μείζων, τῆς δὲ ΒΕΓ περιφερείας ἐλάσσων, σύμμετρος δὲ πρὸς τὴν ΑΒΓ περίμετρον τοῦ κύκλου. καὶ ἐπεζεύχθω ἡ ΔΘ. ἐπεὶ οὖν πάλιν ἐστὶν ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΘ τομέα οὕτως ἡ ΑΒΓ περίμετρος
5τοῦ κύκλου πρὸς τὴν ΒΕΘ περιφέρειαν, ἡ δὲ ΑΒΓ περίμετρος πρὸς τὴν ΒΕΘ περιφέρειαν μείζονα λόγον ἔχει ἤπερ πρὸς τὴν ΒΕΓ περιφέρειαν, τουτέστιν ἤπερ ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα, ἕξει δηλονότι καὶ ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΘ τομέα μείζονα λόγον ἤπερ πρὸς τὸν ΒΔΕ τομέα, ὅπερ ἐστὶν ἄτοπον· οὐκ ἄρα ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ
10τομέα οὕτως ἡ ΑΒΓ περίμετρος αὐτοῦ πρὸς μείζονα τῆς ΒΖΕ περιφερείας. ἐδείχθη δὲ ὅτι οὐδὲ πρὸς ἐλάσσονα. ἔστιν ἄρα ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα, οὕτως ἡ ΑΒΓ περίμετρος αὐτοῦ πρὸς τὴν ΒΖΕ περιφέρειαν. Ἔστω οὖν τῇ μὲν ΑΒΓ περιμέτρῳ ἴση ἡ ΚΛ εὐθεῖα· τῇ δὲ ΒΖΕ περι‐ φερείᾳ ἴση ἡ ΛΜ· καὶ τῇ ΚΜ πρὸς ὀρθὰς ἡ ΛΝ, ἴση οὖσα τῇ ΔΕ ἐκ τοῦ
15κέντρου τοῦ κύκλου. καὶ συμπεπληρώσθω τὰ ΚΝ, ΜΝ παραλληλόγραμμα. ἔστιν ἄρα ὡς ἡ ΚΛ πρὸς ΛΜ, τὸ ΚΝ πρὸς ΝΜ. ἀλλ’ ὡς μὲν ἡ ΚΛ πρὸς ΛΜ, ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΑΔΕ τομέα· δέδεικται γάρ. καὶ ὡς ἄρα τὸ ΚΝ πρὸς τὸ ΝΜ, ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΒΔΕ τομέα. διπλάσιον τὸ ΚΝ τοῦ ΑΒΓ κύκλου· διπλάσιον ἄρα καὶ τὸ ΜΝ τοῦ ΒΖΕ τομέως.
20 Καὶ ἄλλως δέ, ὑπομνήσεως ἕνεκεν, ὡς ἐπὶ τοῦ κύκλου δείξομεν ὅτι τὸ ὑπὸ τῆς περιφερείας τοῦ τομέως καὶ τῆς ἐκ τοῦ κέντρου τοῦ κύκλου
διπλάσιόν ἐστιν τοῦ τομέως.

259

Ἔστω γὰρ τομεὺς κύκλου ὁ ΑΒΓ. καὶ τοῦ ὑπὸ τῆς ΑΕΒ περιφερείας καὶ τῆς ΑΓ ἐκ κέντρου ἥμισυ ἔστω τὸ Δ χωρίον. λέγω ὅτι τὸ Δ χωρίον[Omitted graphic marker]
ἴσον ἐστὶν τῷ ΑΒΓ τομεῖ. εἰ γὰρ δυνατόν, ἔστω πρότερον ἔλασσον. τέμ‐

260

νοντες δὴ τὴν ΑΒ περιφέρειαν δίχα, καὶ τὴν τῆς ἡμισείας δίχα, τοῦτο ἀεὶ ποιοῦντες ληψόμεθά τινα τμήματα ἃ ἔσται ἐλάσσονα τῆς ὑπεροχῆς ᾗ ὑπερέχει ὁ ΑΒΓ τομεὺς τοῦ Δ χωρίου. τετμήσθω, καὶ ἔστω τὰ περιλει‐ πόμενα τμήματα τὰ ΑΖ, ΖΕ, ΕΗ, ΗΒ. λοιπὸν ἄρα τὸ ΑΖΕΗΒΓ εὐθύγραμμον
5μεῖζόν 〈ἐστιν τοῦ Δ χωρίου. ἀλλ’ ἡ ΑΒ περιφέρεια μείζων〉 ἐστὶν τῶν ΑΖ, ΖΕ, ΕΗ, ΗΒ εὐθειῶν, ἐπεὶ καὶ ἑκάστη περιφέρεια τῆς ὑπ’ αὐτὴν εὐ‐ θείας μείζων· ἡ δ’ ἐκ τοῦ κέντρου τοῦ τομέως μείζων τῆς ΓΟ καθέτου· μεῖζον ἄρα τὸ Δ χωρίον τοῦ ΑΖΕΗΒΓ, ὅπερ ἐστὶν ἀδύνατον. ὑπόκειται γὰρ ἔλασσον. οὐκ ἄρα τὸ Δ χωρίον ἔλασσόν ἐστιν τοῦ ΓΑΒ τομέως.
10 Λέγω δὴ ὅτι οὐδὲ μεῖζον. εἰ γὰρ δυνατόν, ἔστω. καὶ περὶ τὸ ΑΕΒ τμῆμα ὅμοιον τῷ ΑΖΕΗΒ πολυγώνῳ περιγεγράφθω τὸ ΘΚΛΜΝ, ὥστε τὸ Δ χωρίον μεῖζον εἶναι τοῦ ΘΚΛΜΝ πολυγώνου. καὶ ἔτι περ ἀπὸ τοῦ Γ κέν‐ τρου ἐπὶ μίαν τῶν συναφῶν τὴν Ξ, ἡ ΓΞ. ἐπεὶ οὖν αἱ ΘΚ, ΚΛ, ΛΜ μεί‐ ζονές εἰσιν τῶν κατ’ αὐτὰς τμημάτων, ὡς ἔστιν Ἀρχιμήδους ἐν τῷ περὶ
15σφαίρας καὶ κυλίνδρου, τὸ ἄρα ὑπὸ τῆς ΓΞ καὶ τῶν ΘΚ, ΚΛ, ΛΜ, ΜΝ εὐθειῶν μεῖζόν ἐστιν τοῦ ὑπὸ τῆς ΓΞ καὶ τῆς ΑΕΒ περιφερείας περιεχό‐ μενον ὀρθογώνιον. καὶ τὰ ἡμίσεια. τὸ ἄρα ΘΚΛΜΝΓ εὐθύγραμμον μεῖζόν ἐστιν τοῦ Δ χωρίου, ὅπερ ἐστὶν ἀδύνατον· ὑπόκειται γὰρ ἔλασσον. οὐκ ἄρα τὸ Δ χωρίον μεῖζόν ἐστιν τοῦ ΑΒΓ τομέως. ἐδείχθη δὲ ὅτι οὐδὲ ἔλασ‐
20σον. ἴσον ἄρα. καὶ ἔστιν τοῦ Δ χωρίου διπλάσιον τὸ ὑπὸ τῆς ΑΕΓ περιφε‐ ρείας τοῦ τομέως καὶ τῆς ἐκ τοῦ κέντρου τοῦ κύκλου, καθάπερ καὶ τὸ ὑπὸ τῆς περιμέτρου τοῦ κύκλου καὶ τῆς ἐκ τοῦ κέντρου αὐτοῦ διπλάσιον
τοῦ ἐμβαδοῦ τοῦ κύκλου.

261

(1n)

Εἰς τὸ εʹ θεώρημα.
2 Ἐπὶ τοῦ εʹ θεωρήματός φησιν· «ὑποκείσθω τὸ δʹ ἐκλελοιπέναι τῆς «διαμέτρου τῆς ἡλιακῆς, ὥστε τὴν μὲν ΖΔ τοιούτων εἶναι τριῶν οἵων ἐσ‐ «τὶν ἡ ΒΔ διάμετρος ιβ, τὴν δὲ ΖΗ τῆς σελήνης διάμετρον τῶν αὐτῶν
5«ιβ κ, κατὰ τὸν τῶν ιε μ πρὸς τὰ ιϛ μ λόγον.»[Omitted graphic marker] Ἡ γὰρ ἐκ τοῦ κέντρου σελήνης κατὰ τὸ μέγιστον ἀπόστημα ἑξηκοστῶν ἐδείχθη ιε μ καὶ κατὰ τὸ ἐλάχιστον ιζ μ· ὧν συντιθεμένων τὸ ἥμισυ ποιεῖ ἑξηκοστῶν ιϛ μ κατὰ τὸ μέσον ἀπόστημα. ἀλλὰ καὶ ἡ ἐκ τοῦ κέν‐ τρου τοῦ ἡλίου ἐστὶν ἑξηκοστῶν ιε μ. ἔστιν οὖν ὡς τὰ ιε μ πρὸς τὰ ιϛ μ,
10οὕτως ἡ ΒΔ τοῦ ἡλίου διάμετρος ιβ πρὸς τὴν ΖΗ τῆς σελήνης διάμετρον οὐκ ἀκριβῶς ιβ κ· ἀλλὰ γὰρ ὁ μὲν ὑπὸ πρώτου καὶ δʹ, ιε μ καὶ ιβ κ, γίνεται ρϙγ ιγ· ὁ δ’ ὑπὸ βʹ καὶ γʹ, ιϛ μ καὶ ιβ, γίνεται ς 𐆊.
μήποτε οὖν, πλάνη ἐστίν.

262

Τῆς δὲ ΕΔ οὔσης ἐκ κέντρου ἡλίου ϛ, καὶ τῆς ΔΖ γ, λοιπή ἐστιν ἡ ΕΖ γ. ἔστιν δὲ καὶ ἡ ΖΘ ἐκ κέντρου σελήνης ϛ ι. ὅλη οὖν ἡ ΕΘ ἔσται θ ι. καὶ τῶν περιμέτρων ἄρα κατὰ τὸν τοῦ α πρὸς τὰ γ η λ λόγον, ἡ μὲν τοῦ ἡλιακοῦ κύκλου γίνεται περίμετρος τμημάτων λζ μβ, ἡ δὲ
5τοῦ σεληνιακοῦ τῶν αὐτῶν λη μϛ, οἵων ἡ μὲν ΒΔ ιβ ἡ δὲ ΖΗ ιβ κ ἔγγιστα. Ἐπεὶ οὖν τὸ ὑπὸ τῆς ἐκ τοῦ κέντρου τοῦ κύκλου καὶ τῆς περιμέτρου περιεχόμενον ὀρθογώνιον δύο ἐμβαδὰ τοῦ κύκλου ποιεῖ ὡς προείρηται, συναχθήσεται τὸ μὲν ὅλον τοῦ ἡλίου ἐμβαδὸν ριγ ϛ, τὸ δὲ τῆς σελήνης
10τῶν αὐτῶν ριθ λβ. Τούτων δὴ οὕτως ἐχόντων, προκείσθω εὑρεῖν πόσων ἐστὶν τὸ περιεχό‐ μενον ὑπὸ τῶν ΑΔΓ, ΓΖΑ περιφερειῶν ἐμβαδὸν μέγεθος οἵων ἐστὶν τὸ ὅλον τοῦ ἡλιακοῦ κύκλου ιβ. «ἐπεὶ οὖν τοίνυν οἵων ἐστὶν ἡ ΕΘ εὐθεῖα θ 𐅵, τοιούτων ἑκατέρα μὲν τῶν ΑΕ καὶ ΕΓ ὑπόκειται ϛ, ἑκατέρα δὲ
15τῶν ΑΘ καὶ ΘΓ τῶν αὐτῶν ϛ ι· καὶ ὀρθή ἐστιν ἡ Κ γωνία ...» δύο γὰρ αἱ ΑΕΘ δυσὶν ταῖς ΓΕΘ ἴσαι εἰσίν, καὶ βάσεις αἱ ΑΘ, ΘΓ ἴσαι ἀλλήλαις· καὶ αἱ γωνίαι αἱ πρὸς τῷ Ε. ἀλλὰ καὶ ἡ ὑπὸ ΕΑΓ τῇ ὑπὸ ΕΓΑ· καὶ λοιπαὶ αἱ πρὸς τῷ Κ ὀρθαί. ἐὰν τὴν ὑπεροχὴν ᾗ ὑπερέχει τὸ ἀπὸ τῆς ΘΑ τετρά‐ γωνον λη β τοῦ ἀπὸ τῆς ΑΕ, λϛ, τουτέστιν τὰ δύο ἑξηκοστὰ δύο, παρα‐
20βάλωμεν παρὰ τὴν ΕΘ, ἕξομεν τὴν τῶν ΕΚ, ΚΘ ὑπεροχὴν ἑξηκοστῶν ιγ γʹ· ὅτι καὶ τὸ ἀπὸ ΘΑ μεῖζον τοῦ ἀπὸ ΑΕ τῷ περιεχομένῳ ὀρθογωνίῳ ὑπὸ τῆς ΕΘ καὶ τῆς ὑπεροχῆς ᾗ ὑπερέχει ἡ ΘΚ μείζων τῆς ΚΕ· τοῦτο,
γὰρ ἑξῆς δειχθήσεται. διὰ τοῦτο δέ, καὶ ἡ μὲν ΕΚ συνάγεται δ κη κ

263

ἡ δὲ ΚΘ, δ μα μ· ἀνθ’ ὧν τὰ ἔγγιστα ἔλαβεν δ κη καὶ δ μβ. ὥστε καὶ ἑκατέρα μὲν τῶν ΑΚ, ΚΓ, ἐπεὶ ἴσαι εἰσὶν διὰ τὸ τὴν ΕΔ πρὸς ὀρθὰς τέμνειν τὴν ΑΓ, ἔσται δ. καὶ τὸ μὲν τοῦ ΑΕΓ τριγώνου ἐμβαδόν, ἴσον ὂν τῷ ὑπὸ ΑΚ, ΚΕ, γίνεται ιζ νβ· τὸ δὲ τοῦ ΑΓΘ τῶν αὐτῶν ιη μη. πάλιν
5ἐπεὶ οἵων ἡ ΒΔ διάμετρος ιβ τοιούτων καὶ ἡ ΓΑ η, οἵων ἄρα ἡ ΒΔ ρκ τοιούτων ἡ ΑΓ ἔσται π· ἡ δὲ ἐπ’ αὐτῆς περιφέρεια ἡ ΑΔΓ τοιούτων πγ λζ οἵων ὁ ΑΒΓΔ κύκλος τξ. καὶ πάλιν οἵων ἡ ΖΗ ιβ κ, ἡ ΑΓ η· οἵων δὲ ρκ ἡ ΖΗ, ἡ ΑΓ οζ ν· ἡ δὲ ἐπ’ αὐτῆς περιφέρεια ἡ ΑΖΓ τοιού‐ των π νβ οἵων ὁ ΑΖΓΗ κύκλος τξ. ὥστ’ ἐπεὶ ἐδείχθη ὡς μὲν ἡ ΑΔΓ
10περιφέρεια πρὸς τὴν περίμετρον τοῦ ΑΒΓΔ κύκλου. ὁ ΑΕΓΔ τομεὺς πρὸς τὸ τοῦ ΑΒΓΔ κύκλου ἐμβαδόν· ὡς δὲ ἡ ΑΖΓ περιφέρεια πρὸς τὴν τοῦ ΑΖΓΗ περίμετρον, οὕτως ὁ ΘΑΖΓ τομεὺς πρὸς τὸ ἐμβαδὸν τοῦ ΑΖΓΗ κύκλου· δηλονότι καὶ τὸ μὲν τοῦ ΑΕΓΔ τομέως ἐμβαδὸν ἕξομεν τοιούτων κϛ ιϛ οἵων ἐδείχθη τὸ τοῦ ΑΒΓΔ κύκλου ρπ ιϛ· τὸ δὲ τοῦ ΑΘΓΖ το‐
15μέως κϛ να οἵων ἦν τὸ τοῦ ΑΖΓΗ κύκλου ριθ λβ· ἔστιν γὰρ ὡς μὲν τξ πρὸς τὰ ριγ ϛ, οὕτως πγ λζ πρὸς κϛ να· ὡς δὲ τξ πάλιν πρὸς τὰ ριθ λβ, οὕτως π νβ πρὸς τὰ κϛ να. ἐδείχθη δὲ καὶ τὸ μὲν τοῦ ΑΕΓ τριγώνου ἐμβαδὸν ιζ νβ· τὸ δὲ τοῦ ΑΘΓ τῶν αὐτῶν ιη μη· καὶ λοιπὸν ἄρα τὸ μὲν περιεχόμενον ὑπὸ τῆς ΑΓ καὶ τῆς ΑΔΓ περιφερείας
20ἐμβαδὸν ἕξομεν η κδ, τὸ δὲ ὑπὸ τῆς αὐτῆς ΑΓ καὶ τῆς ΑΖΓ περιφερείας περιεχόμενον ἐμβαδὸν τῶν αὐτῶν η γ. καὶ ὅλον ἄρα τὸ ὑπὸ τῶν ΑΖΓ, ΓΔΑ περιφερειῶν περιεχόμενον ἐμβαδὸν τοιούτων ἐστὶν ιϛ κζ, οἵων τὸ τοῦ ΑΒΓΔ κύκλου ὑπόκειται ριγ ϛ. καὶ οἵων ἄρα ἐστὶν τὸ τοῦ ἡλιακοῦ κύκλου ἐμβαδὸν ιβ, τοιούτων τὸ περιεχόμενον ὑπὸ τοῦ ἐκλείποντος μέ‐
25ρους ἐστὶν α 𐅵 δʹ ἔγγιστα. ὡς γὰρ ριγ ϛ πρὸς ιϛ κζ οὕτως ιβ πρὸς α 𐅵 δʹ. ἃ καὶ παρέθηκεν ἐν τῷ κανονίῳ τῷ στίχῳ τῶν τριῶν δακτύλων. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν σεληνιακῶν ἐκλείψεων τοῖς τρεῖς δακτύλοις τῆς διαμέτρου δειχθήσεται τὸ περιεχόμενον ὑπὸ τοῦ ἐκλείποντος αὐτῆς τμήματος ἐμβαδὸν β καὶ ἔτι ιεʹ, οἵων τὸ ὅλον τοῦ σεληνιακοῦ κύκλου
30ιβ. ἃ καὶ παρέθηκεν τοῖς τρεῖς δακτύλοις ἐπὶ τοῦ αὐτοῦ κανονίου τῷ στί‐
χῳ τῶν τριῶν δακτύλων ἐν τῷ γʹ σελιδίῳ.

264

Ὅτι δὲ αἱ ΑΘ, ΓΘ εὐθεῖαι 〈οὐ〉 τέμνουσιν τὰς ΑΔ, ΔΓ περιφερείας ἐντεῦθεν ἔσται φανερόν· ἐπεὶ γὰρ ἡ ΖΔ ἐστὶν τριῶν, οἵων ἐστὶν ἡ ΔΒ ιβ, ἡ δὲ ΘΖ ϛ ι· λοιπὴ ἄρα ἡ ΔΘ γ ι· ὅλη δὲ ἡ ΒΘ ιε ι. ἐπεὶ οὖν τὸ ὑπὸ τῶν ΒΘ, ΘΔ, τουτέστιν τὸ ἀπὸ τῆς ἐφαπτομένης τοῦ ΑΒΓ κύκλου ἀπὸ
5τοῦ Θ σημείου, γίνεται μη β· τὸ δ’ ἀπὸ τῆς ΑΘ ἐστὶν λη β· ἐλάσσων ἐστὶν ἡ ΑΘ τῆς ἀπὸ τοῦ Θ ἐφαπτομένης τοῦ ΑΒΓ κύκλου. ὥστε ἡ ἀπὸ τοῦ Θ ἐπὶ τὸ Α ἐπιζευγνυμένη, τὴν μὲν ΑΔ περιφέρειαν οὐ τέμνει, τὴν δὲ ΑΒ ἐξ ἀνάγκης τοῦ τῆς ἐπαφῆς σημείου ἑκτὸς τοῦ Α ἐπὶ τῆς ΒΑ περιφερείας γινομένου.[Omitted graphic marker]
10 Ἐὰν δὲ τὴν ΔΖ ὑποθώμεθα δακτύλων δ, λοιπὴ γίνεται ἡ ΔΘ β ι οἵων ἡ ΒΔ ιβ· ὅλη δὲ ἡ ΒΘ ιδ ι· τὸ δ’ ὑπὸ τῶν ΒΘ, ΘΔ λ μβ· τουτ‐ έστιν τὸ ἀπὸ τῆς ἐφαπτομένης ἀπὸ τοῦ Θ τοῦ ΑΒΓ κύκλου ἔλασσον τοῦ ἀπὸ τῆς ΑΘ. ὥστε τὴν ἀπὸ τοῦ Θ ἐφαπτομένην μὴ κατὰ τὸ Α ἐφάπτεσθαι ἀλλὰ κατά τι σημεῖον μεταξὺ τῶν Α, Δ τοῦ ΑΒΓ κύκλου, οἷον τὸ Λ, τὴν
15δὲ ἀπὸ τοῦ Θ ἐπὶ τὸ Α ἐπιζευγνυμένην τέμνειν τὴν ΑΔ περιφέρειαν, οἷον κατὰ τὸ Μ. διὰ τὰ αὐτὰ δὴ τῆς ΕΖ οὔσης τῶν λοιπῶν δύο, καὶ τῆς ΗΖΕ ὅλης ιδ κ· συνάγεται τὸ ὑπὸ ΗΕ, ΕΖ, τουτέστιν τὸ ἀπὸ τῆς ἐφαπτομέ‐ νης ἀπὸ τοῦ Ε τοῦ ΑΖΓΗ κύκλου, τῶν αὐτῶν κη μ, οἵων τὸ ἀπὸ τῆς ΕΑ λϛ. ὥστε καὶ ἐνθάδε τὴν ΑΖ περιφέρειαν τέμνεσθαι μεταξὺ τοῦ τῆς ἐφαπτο‐
20μένης σημείου καὶ τοῦ Ζ, οἷον κατὰ τὸ Ν. ὁμοίως δὲ καὶ αἱ ΔΓ, ΖΓ περιφέ‐ ρειαι τμηθήσονται ὑπὸ τῶν ΘΓ, ΕΓ κατὰ τὰ μεταξὺ σημεῖα τῶν ἐφαπτο‐
μένων καὶ τῶν Δ, Ζ σημείων. διὰ τὰ αὐτὰ δὲ ἐὰν μὲν ἀπὸ τοῦ ΘΑΖΓ το‐

265

μέως δοθέντος, ἀφέλωμεν τὸ τοῦ ΑΓΘ τριγώνου ἐμβαδὸν δοθέν, ἕξομεν λοιπὸν τὸ περιεχόμενον τμῆμα ὑπό τε τῆς ΑΚΓ εὐθείας καὶ τῆς ΑΖΓ περιφερείας δοθέν. ἐὰν δὲ ἀπὸ τοῦ ΑΕΓΖ τομέως δοθέντος ἀφέλωμεν τὸ τοῦ ΑΕΓ τριγώνου ἐμβαδὸν δοθέν, καὶ αὐτὸ ἕξομεν λοιπὸν τὸ περιεχόμενον
5τμῆμα ὑπὸ τῆς ΑΓ εὐθείας καὶ τῆς ΑΔΓ περιφερείας. ὥστε καὶ ὅλον τὸ περιεχόμενον ὑπὸ τῶν ΑΖΓ, ΑΔΓ περιφερειῶν ἐμβαδὸν δοθὲν ἔσται οἵων τὸ τοῦ ΑΒΓ κύκλου ἐμβαδὸν ιβ.[Omitted graphic marker] Ἐὰν δὲ δακτύλους ϛ ἐκλείπειν τῆς ἰδίας διαμέτρου ὁ ἥλιος ὑποτεθῇ, ὁ τῆς σελήνης κύκλος ὁ ΑΕΓΗ διὰ τοῦ κέντρου τοῦ ἡλίου ἥξει. καὶ οὐδὲν
10ἧττον ἡ ΑΘ καὶ ἡ ΘΓ τέμνουσιν τὰς ΑΔ, ΔΓ περιφερείας· αἱ δὲ ΕΑ, ΕΓ ἐντὸς τοῦ ΑΕΓΗ κύκλου πεσοῦνται ὑποτείνουσαι τὰς ΑΕ, ΕΓ περιφερείας, ὡς ὑπόκειται τὸ σχῆμα, οὐχὶ δὲ καὶ ἐκτὸς μὲν ὡς ἐπὶ τῶν τριῶν δακτύλων, ἐκτὸς δὲ καὶ ἐντὸς ὡς ἐπὶ τῶν δ καὶ ε. δίδοται οὖν κατὰ τὰ αὐτὰ τὸ περι‐ εχόμενον ἐμβαδὸν ὑπὸ τῶν ΑΕΓ, ΑΔΓ περιφερειῶν.
15 Ἐὰν δὲ ζ δακτύλους ὑποτεθῇ ἐκλείπειν ὁ ἥλιος, φανερὸν ὅτι τῆς ΔΖ οὔσης ζ οἵων ἡ ΒΔ ιβ καὶ τῆς ΖΘ ἐκ κέντρου ϛ ι, ἡ μὲν ΖΕ ἐστὶν ἑνός, ἡ δὲ ΕΘ μεταξὺ τῶν κέντρων ε ι, ἡ δὲ ΘΔ 𐆊 ν, ὡς ἔχει ἐπὶ τῆς ὑποκειμένης καταγραφῆς, τῆς αὐτῆς γινομένης καὶ ἐπὶ τῶν η. γίνε‐ ται γὰρ πάλιν ἡ μὲν ΖΕ δύο, ἡ δὲ ΕΘ μεταξὺ τῶν κέντρων δ ι, ἡ δὲ ΔΘ
20α ν.

266

Ἐπὶ δὲ τῶν θ δακτύλων ἡ ΖΕ γ, ἡ ΕΘ μεταξὺ τῶν κέντρων γ ι, ἡ ΘΔ β ν. τὸ δὲ περιεχόμενον ὑπὸ τῶν ΑΔΓ, ΑΖΒ περιφερειῶν[Omitted graphic marker] ἐμβαδὸν μέγεθος δεδομένον ἔσται, εἰ ἀπὸ μὲν τοῦ ΘΑΖΓ τομέως δοθέντος ἀφαιρεθείη τὸ τοῦ ΑΘΓ τριγώνου ἐμβαδὸν δοθέν, ἀπὸ δὲ τοῦ ΕΑΔΓ
5τομέως δοθέντος τὸ τοῦ ΑΕΓ τριγώνου ἐμβαδόν· λοιπὸν γὰρ τὸ ὑπὸ τῶν ΑΖΓ, ΓΔΑ περιφερειῶν μέγεθος δεδομένον ἔσται.[Omitted graphic marker] Ἐπὶ δὲ τῶν ια δακτύλων, ἡ ΔΖ ἐστὶν ια, ὧν ἡ ΖΘ ϛ ι. λοιπὴ ἡ ΔΘ δ ν. ἔστιν δὲ καὶ ἡ ΕΔ ϛ· λοιπὴ ἡ ΕΘ α ι. τὸ δ’ ἀπ’ αὐτῆς α κβ,
ἔλασσον ὂν τοῦ ἀπὸ τῆς ὑπεροχῆς ᾗ ὑπερέχει τὸ ἀπὸ τῆς ΘΑ τοῦ ἀπὸ τῆς

267

ΑΕ, τουτέστιν β β, ἑξηκοστοῖς μ, ἅ ἐστιν τοῦ δὶς ὑπὸ ΚΘ, ΘΕ. ἐὰν οὖν τὰ 𐆊 κ τοῦ ὑπὸ ΚΘ, ΘΕ παρὰ τὴν ΕΘ παραβάλωμεν, τουτέστιν τὸ α ι, ἕξομεν τὴν ΚΕ μήκει, καὶ λοιπὴν τὴν ΚΑ. καὶ διὰ τοῦτο δοθὲν ἑκάτερον τῶν ΑΓΕ, ΑΓΘ τριγώνων. ἐπεὶ δὲ καὶ ὁ μὲν ΑΘΖ τομεὺς δίδοται, ὧν τὸ
5ΑΓΘ δοθέν, λοιπὸν τὸ ΑΖΓ τμῆμα τοῦ κύκλου δοθὲν ἔσται. καὶ πάλιν ἐὰν ἀπὸ τοῦ ΕΑΒΓ τομέως δοθέντος τὸ τοῦ ΑΓΕ τριγώνου ἐμβαδὸν ἀφέλωμεν, λοιπὸν τὸ περιεχόμενον ὑπὸ τῆς ΑΓ εὐθείας καὶ τῆς ΑΒΓ περιφερείας τμῆμα δοθὲν ἔσται. καὶ λοιπὸν εἰς ὅλον τὸν κύκλον τὸ ὑπὸ τῆς αὐτῆς ΑΓ εὐ‐ θείας καὶ τῆς ΑΔΓ περιφερείας δοθήσεται. καὶ ὅλον ἄρα δηλονότι τὸ περι‐
10εχόμενον ἐμβαδὸν μέγεθος ὑπὸ τῶν ΑΖΓ, ΑΔΓ περιφερειῶν δεδομένον ἔσται. Τῶν οὖν ἀριθμῶν παραληφθέντων καὶ ἐπὶ τῶν οὕτως ὑποτεθειμένων ἡμῖν δακτύλων συλλογισάμενοι εὑρήσομεν τοὺς ἐπιβάλλοντας αὐτοῖς ἐμβαδοὺς δακτύλους συμφώνους τοῖς ἐν τῷ κανονίῳ παρακειμένοις, τοῦ
15μὲν ἡλιακοῦ ἐν τῷ δευτέρῳ σελιδίῳ, τοῦ δὲ σεληνιακοῦ ἐν τῷ τρίτῳ. Τὸ δὲ ὑπερτεθὲν λῆμμα νῦν δείξομεν. Ἔστω τρίγωνον τὸ ΑΕΘ, μείζονα ἔχον τὴν ΑΘ πλευρὰν τῆς ΑΕ· κάθετον δὲ ἐπὶ τὴν ΕΘ τὴν ΑΚ· δεῖξαι ὅτι ἡ ὑπεροχὴ τοῦ ἀπὸ ΑΘ πρὸς τὸ ἀπὸ ΑΕ ἴση ἐστὶν τῷ περιεχομένῳ ὀρθογωνίῳ ὑπό τε τῆς ΕΘ καὶ τῆς ὑπεροχῆς
20ᾗ ὑπερέχει ἡ ΘΚ τῆς ΚΕ.

268

Ἐπεὶ γὰρ μείζονα τὰ ἀπὸ ΑΚ, ΚΘ τῶν ἀπὸ ΑΚ, ΚΕ· ἐπεὶ καὶ ἡ ΑΘ τῆς ΑΕ μείζων, κοινοῦ ἀφαιρεθέντος τοῦ ἀπὸ ΑΚ, λοιπὸν ἄρα τὸ ἀπὸ ΚΘ[Omitted graphic marker] τοῦ ἀπὸ ΚΕ μεῖζον· μείζων ἄρα ἡ ΚΘ εὐθεῖα τῆς ΚΕ. κείσθω οὖν τῇ ΕΚ ἴση ἡ ΚΛ. ἡ ΛΘ ἄρα ὑπεροχή ἐστιν τῶν ΚΘ, ΚΕ. ἐπεὶ οὖν τὸ ὑπὸ
5ΕΘ, ΘΛ μετὰ τοῦ ἀπὸ ΚΛ, τουτέστιν τοῦ ἀπὸ ΚΕ, ἴσον ἐστὶν τῷ ἀπὸ ΚΘ, κοινοῦ προστεθέντος τοῦ ἀπὸ ΚΑ, γίνεται τὸ ὑπὸ ΕΘ, ΘΛ μετὰ τῶν ἀπὸ ΕΚ, ΚΑ ἴσον τοῖς ἀπὸ τῶν ΚΘ, ΚΑ. ἀλλὰ τοῖς μὲν ἀπὸ ΕΚ, ΚΑ ἴσον ἐστὶν τὸ ἀπὸ ΕΑ· τοῖς δὲ ἀπὸ ΑΚ, ΚΘ ἴσον τὸ ἀπὸ ΑΘ. τὸ ἄρα ὑπὸ ΕΘ, ΘΛ μετὰ τοῦ ἀπὸ ΑΕ ἴσον ἐστὶν τῷ ἀπὸ ΑΘ. ὥστε 〈τὸ〉 ἀπὸ ΑΘ ὑπερέχειν
10τοῦ ἀπὸ ΑΕ τῷ περιεχομένῳ ὀρθογωνίῳ ὑπό τε τῆς ΕΘ καὶ τῆς ὑπεροχῆς
ᾗ ὑπερέχει ἡ ΚΘ τὴν ΚΕ, τουτέστιν τῆς ΘΛ.

269

(1n)

Σεληνιακῶν ἐκλείψεων διάκρισις.
2 Ἐν τῷ περὶ διακρίσεως σεληνιακῶν ἐκλείψεων κεφαλαίῳ τὰ μὲν ἄλλα σαφῆ ἐστιν· ὡς γὰρ ἐν τῷ εʹ βιβλίῳ τὰς παραλλάξεις ἀναλόγως τοῖς ἀπο‐ στήμασι λαμβάνομεν, οὕτως καὶ ἐνθάδε τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἀνα‐
5λόγως τοῖς ἀποστήμασι λαμβάνομεν. ὃ δέ φησιν «ἐὰν μέντοι συμβαίνῃ «τὸν τοῦ πλάτους ἀριθμὸν εἰς τὸ δεύτερον μόνον κανόνιον ἐμπίπτειν τῶν «ἐν τῷ μόνῳ παρακειμένων δακτύλων καὶ μορίων τὰ εὑρισκόμενα ἑξη‐ «κοστὰ ἐκθησόμεθα ...» τοιοῦτόν ἐστιν. Ὑποκείσθω ὁ τοῦ πλάτους ἀριθμὸς μοιρῶν οθ λ καὶ σπ λ, καὶ ὁ
10τῆς ἀνωμαλίας ρκ ἢ σμ. ἐπεὶ οὖν τῷ τοῦ πλάτους ἀριθμῷ παράκεινται δάκτυλοι τρεῖς καὶ ἐμπτώσεως ἑξηκοστῶν λβ κ, τῷ δὲ τῆς ἀνωμαλίας ἑξηκοστῶν μδ λαμβάνω τῶν τε τριῶν δακτύλων τὰ ἑξηκοστὰ μδ, καὶ τῶν 𐆊 λβ κ· καὶ γίνεται δάκτυλοι β ιβ, ἐμπτώσεως ἑξηκοστῶν κγ μβ. Πάλιν φησὶν ἐν τῷ αὐτῷ κεφαλαίῳ· «φανερῶν αὐτόθεν γινομένων τῶν
15«τε κατὰ τὰς ἀρχὰς καὶ τὰ τέλη τῶν ἐμβάσεων ...» καὶ τὰ ἑξῆς. Ἀφελόντες μὲν γὰρ τὰς τῆς ἐμπτώσεως ὥρας καὶ τὰς τῆς μονῆς εἴπερ εἴη ἀπὸ τοῦ μέσου τῆς ἐκλείψεως χρόνου, τουτέστιν ἀπὸ τῆς κατὰ τὴν πρώτην ἀκριβῆ πανσέληνον ἔγγιστα ὥρας, ἐκ τότε ἄρχεσθαι τὴν ἔκλειψιν φήσομεν. μετὰ δὲ τὸν τῆς ἐμπτώσεως χρόνον παύεσθαι ἐκλείπουσαν, μένειν δὲ ἀφανῆ
20τὸν διπλασίονα τῆς μονῆς χρόνον, μετὰ δὲ τὸ τέλος τῆς μονῆς ἄρχεσθαι ἀνα‐
καθαίρεσθαι μετὰ δὲ τὸν ἴσον τῷ τῆς ἐμπτώσεως χρόνῳ παύεσθαι ἀνα‐

270

καθαιρομένην. ἑκάστου δὲ λοιπὸν αὐτῶν τῶν χρόνων τὰς ὥρας μεταληψό‐ μεθα εἰς τὰς φαινομένας τότε ὥρας κατὰ τὸν προϋποδεδειγμένον τρόπον ἐν τῷ βʹ βιβλίῳ. «Ὁ μὲν οὖν λόγος αἱρεῖ μὴ πάντοτε τὸν ἀπὸ τῆς ἀρχῆς τῆς ἐκλείψεως
5«χρόνον μέχρι τοῦ μέσου ἴσον γίνεσθαι τῷ ἀπὸ τοῦ μέσου μέχρι τοῦ ...» τῆς ἐσχάτης ἀναπληρώσεως. Ἴσους γίνεσθαι τοὺς χρόνους τούτους τότε μόνον λόγος αἱρεῖ, ὅταν ἐν τῷ μέσῳ χρόνῳ τῆς ἐκλείψεως ἐπὶ μιᾶς εὐθείας γένηται τῆς διὰ τοῦ ἀπο‐ γείου καὶ περιγείου τοῦ ἡλιακοῦ ἐκκέντρου αὐτὸς ὁ ἥλιος καὶ ἡ σελήνη
10τό τε ἀπόγειον καὶ τὸ περίγειον αὐτῆς τοῦ ἐκκέντρου καὶ οἱ σύνδεσμοι τοῦ λοξοῦ κύκλου αὐτῆς πρὸς τὸν ζῳδιακόν. Ἔστω γὰρ ἡ ΒΔΖΝΞ εὐθεῖα διὰ τῶν εἰρημένων σημείων, ἐφ’ ἧς τὸ μὲν Β σημεῖον πιπτέτω κατὰ τὰς τῶν Διδύμων μοίρας ε λ, καὶ τὸ Ξ κατὰ τὰς τοῦ Τοξότου ε 𐅵ʹ μοίρας· τὸ δὲ Δ κέντρον ἔστω τοῦ τοῦ
15ἡλίου ἐκκέντρου· τὸ δὲ Ζ κέντρον τοῦ ζῳδιακοῦ· τὸ δὲ Ν τὸ τῆς προσνεύ‐ σεως τοῦ ἐπικύκλου τῆς σελήνης ἐν τῷ μέσῳ χρόνῳ. καὶ ἔστωσαν ἴσαι αἱ
ὑπὸ ΒΔΓ, ΒΔΑ γωνίαι ἐν τῷ ἐπιπέδῳ τοῦ ζῳδιακοῦ ὁμαλὰς δηλονότι τοῦ

271

ἡλίου κινήσεις περιέχουσαι, οἷον ἡμέρας α δρόμον 𐆊 νθ, τῶν Α, Γ ση μείων ἐν τῇ περιφερείᾳ τοῦ ἐκκέντρου ὄντων. ἐπιζευχθεισῶν τοίνυν τῶ[Omitted graphic marker] ΖΓ, ΖΑ, ἑκατέρα τῶν Α, Γ γωνιῶν ἔσται τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφό‐ ρου 𐆊 γ, ὡς ἔστιν γʹ σελιδίῳ κανόνος ἀνωμαλίας ἡλίου· λοιπὴ ἄρα ἑκα‐
5τέρα τῶν ὑπὸ ΓΖΔ, ΒΖΑ τῆς φαινομένης καὶ ἀκριβοῦς τοῦ ἡλίου παρόδου 𐆊 νϛ. διήχθωσαν δὲ καὶ ἐπὶ τῆς σελήνης ἐν τῷ ἐπιπέδῳ τοῦ λοξοῦ κύκλου αὐτῆς αἱ ΖΥ, ΖΦ γωνίαι ποιοῦσαι τὰς ὑπὸ ΥΖΒ Φ ἴσας καὶ ἰσοχρονίους τοῦ ἀπογείου τοῦ ἐκκέντρου τῆς σελήνης ὁμαλὰς κινήσεις, τουτέστιν ἡμέ‐ ρας α μετὰ τῆς τοῦ λοξοῦ ἐπιπέδου κινήσεως, ὁμοῦ μοιρῶν ια ιβ, ὡς
10ἔστιν καὶ προχείροις, ἀπογείου· αἱ δὲ ΖΚΠ, ΖΛΟ εὐθεῖαι γωνίας ποιοῦσαι

272

τὰς ὑπὸ ΦΖΛ, ΥΖΚ ἴσας καὶ ἰσοχρονίους ὁμοίως ὁμαλὰς κινήσεις, τουτ‐ έστιν διπλῆς ἀποχῆς, ἡμέρας μιᾶς ἐκ μοιρῶν κδ κγ. καὶ περὶ τὰ Κ, Λ σημεῖα, ἐν τῇ περιφερείᾳ ὄντα τοῦ ἐκκέντρου ἄλλην καὶ ἄλλην θέσιν ἔχοντος οὗ κέντρα τὰ Ε, Μ κατ’ ἄλλον καὶ ἄλλον χρόνον, καὶ γεγράφθωσαν οἱ
5ἐπίκυκλοι τῆς σελήνης ἐφ’ ὧν τὰ Ο, Π σημεῖα ἀπόγεια φαινόμενα τοῦ ἐπικύκλου. καὶ ἐπεζεύχθωσαν μὲν αἱ ΕΚ, ΜΛ, ἐκβληθεισῶν δὲ τῶν ΥΖ, ΦΖ ἐπὶ τὰ Ψ, Χ, κείσθω ἑκατέρα τῶν ΖΨ, ΖΧ ἴση τῇ ΖΝ. καὶ ἐπιζευ‐ χθεῖσαι αἱ ΚΨ, ΧΛ ἐκβεβλήσθωσαν ἐπὶ τὰ Η, Θ. τὰ Η, Θ ἄρα σημεῖα ἀπό‐ γειά ἐστιν ὁμαλά, καὶ ἑκατέρα τῶν ὑπὸ ΘΚΠ, ΗΛΟ, τουτέστιν ἑκατέρα τῶν
10ΘΠ, ΟΗ περιφερειῶν τοῦ τρίτου σελιδίου μοιρῶν γ λδ. κείσθωσαν δὴ αἱ ΘΣ, ΗΡ περιφέρειαι ἴσαι ἐκ μοιρῶν ιγ δ τῆς ἡμερησίας ἀνωμαλίας ἐπὶ τοῦ ἐπικύκλου τῆς σελήνης. καὶ ἐπεζεύχθωσαν αἱ ΖΣ, ΖΡ. ἑκατέρα ἄρα τῶν ὑπὸ ΣΖΠ, ΡΖΟ γωνιῶν, ἐκ τοῦ γʹ καὶ δʹ καὶ εʹ καὶ ἕκτου σελιδίου ἀνωμαλίας σελήνης κανόνος, συνάγεται μοίρας α κ. καὶ λοιπή ἐστιν
15ἑκατέρα τῶν ὑπὸ ΦΖΡ, ΥΖΣ γωνιῶν μοιρῶν κγ γ· ὧν ἑκατέρα τῶν ὑπὸ ΒΖΥ, ΒΖΦ μοιρῶν ια ιβ· λοιπὴ ἄρα ἑκατέρα τῶν ὑπὸ ΒΖΡ, ΒΖΣ τῆς ἀκριβοῦς παρόδου τῆς σελήνης ἀπὸ τοῦ Β Διδύμων ε λ συνάγεται μοι‐ ρῶν ια να, ἑπομένων οὖν μερῶν νοουμένων ἀπὸ τοῦ Β ὡς ἐπὶ τὸ Α. Ὅταν ἄρα ἡ σελήνη ἀπὸ τοῦ Σ ἐπὶ τὸ Θ παραγένηται ἐν τῇ ἡμερησίᾳ
20παρόδῳ, φανερὸν ὅτι τότε καὶ ἥ τε ΥΨ εὐθεῖα καὶ ἡ ΖΚΠ φέρουσα τὸν ἐπίκυκλον καὶ ἡ ΨΚΘ καὶ ἡ ΔΓ τοῦ ἡλίου ἐπὶ τῆς ΒΔΖΝΞ εὐθείας πε‐ σοῦνται, καὶ τὸ Ψ ἐπὶ τὸ Ν, καὶ ὁ μέσος καὶ ὁ ἀκριβὴς ἥλιος καὶ ἡ μέση
καὶ ἡ ἀκριβὴς σελήνη, τουτέστιν Διδύμων ε λ. καὶ πάλιν ἐν τῷ ἴσῳ

273

χρόνῳ, τουτέστιν τῆς μιᾶς ἡμέρας, ἡ διὰ τοῦ ἀπογείου εὐθεῖα λαμβάνει θέσιν τὴν τῆς ΖΦ εὐθείας, καὶ ἡ διὰ τοῦ κέντρου τοῦ ἐπικύκλου τὴν τῆς ΖΛΟ, καὶ ἡ διὰ τοῦ Χ τῆς προσνεύσεως καὶ τοῦ κέντρου τοῦ ἐπικύκλου τὴν τῆς ΧΛΗ, καὶ ἡ διὰ τοῦ κέντρου τῆς σελήνης καὶ τοῦ Ζ τὴν τῆς ΖΡ.
5 Ὁμοίως δὴ δειχθήσεται καὶ ἐπὶ τῶν ἐλασσόνων χρόνων τῆς α ἡμέρας, οἷον ὡρῶν δ καὶ τριῶν καὶ τῶν λοιπῶν, ὅσων ἐστὶν ὁ πᾶς τῆς ἐκλείψεως χρόνος, ἴσα ἔχων τὰ κινήματα ἀκριβῆ ἐφ’ ἑκάτερα τοῦ ἀπογείου Διδύμων ε λ, τοῦ μὲν ἡλίου ἐν τῷ ζῳδιακῷ, τῆς δὲ σελήνης ἐν τῷ λοξῷ· καὶ 〈ἐὰν〉 ἤτοι κατὰ τὸ περίγειον τοῦ ἐκκέντρου, τουτέστιν Τοξότου ε λ, ὁ
10μέσος χρόνος πίπτῃ καὶ εἷς τῶν συνδέσμων σελήνης, ἢ πάλιν ἡ σελήνη ἴσας ἐφ’ ἑκάτερα τοῦ περιγείου ἐπικύκλου περιφερείας ἀπέχῃ κατὰ τὴν ἀρχὴν τῆς ἐκλείψεως καὶ τὸ τέλος. Δειχθείη δ’ ἂν ἔτι τὸ προκείμενον ἀπὸ μόνων τῶν γραμμῶν καὶ οὕτως·
ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΕΚ τῇ ΛΜ, ἡ δὲ ΕΖ τῇ ΖΜ, ἔστιν ἄρα ὡς ΚΕ πρὸς

274

ΕΖ οὕτως ἡ ΛΜ πρὸς ΜΖ. καὶ ἴση ἐστὶν ἡ ὑπὸ ΛΖΜ τῇ ὑπὸ ΚΖΕ· ἀποχῆς γάρ ἐστιν ἑκατέρα. ἰσογώνιον ἄρα τὸ ΕΚΖ τρίγωνον τῷ ΜΖΛ τριγώνῳ. ἴση ἄρα ἡ ΖΚ τῇ ΖΛ. ἔστιν δὲ καὶ ἡ ΖΨ τῇ ΖΧ ἴση. καὶ ἐπεὶ ἡ ὑπὸ ΒΖΚ γωνία τῇ ὑπὸ ΒΖΛ ἐστὶν ἴση· ἑκατέρα γὰρ αὐτῶν μήκους ἐστίν· λοιπὴ
5ἄρα ἡ ὑπὸ ΚΖΝ τῇ ὑπὸ ΛΖΝ ἐστὶν ἴση. ὧν ἡ ὑπὸ ΨΖΝ τῇ ὑπὸ ΧΖΗ, διὰ τὰς κατὰ κορυφήν, ἴση ἐστίν· ἀπογείου γάρ εἰσιν αἱ κατὰ κορυφὴν κινή‐ σεις. λοιπὴ ἄρα ἡ ὑπὸ ΚΖΨ τῇ ὑπὸ ΛΖΧ ἐστὶν ἴση· ἰσογώνιον ἄρα τὸ ΚΖΨ τρίγωνον τῷ ΛΖΧ τριγώνῳ. ἴση ἄρα ἡ ὑπὸ ΨΚΖ τῇ ὑπὸ ΧΛΖ, τουτέστιν ἡ ὑπὸ ΗΚΘ τῇ ὑπὸ ΟΛΗ, τουτέστιν ἡ ΠΘ περιφέρεια τῇ ΟΗ.
10ἀλλὰ καὶ ἡ ΘΣ τῇ ΗΡ. καὶ ὅλη οὖν ἡ ΠΣ τῇ ΟΡ. καὶ γωνία ἡ ὑπὸ ΠΚΣ τῇ ὑπὸ ΟΛΡ. καὶ ἡ ἐφεξῆς τῇ ἐφεξῆς, ἡ ὑπὸ ΣΚΖ τῇ ὑπὸ ΡΛΖ. ἰσογώνιον ἄρα τὸ ΣΚΖ τρίγωνον τῷ ΡΛΖ τριγώνῳ. ἴση ἄρα ἡ ὑπὸ ΚΖΣ τῇ ὑπὸ ΛΖΡ. ἦν δὲ ὅλη ἡ ὑπὸ ΚΖΒ τῇ ὑπὸ ΛΖΒ ἴση. λοιπὴ ἄρα ἡ ὑπὸ ΣΖΒ τῇ ὑπὸ ΡΖΒ ἐστὶν ἴση.[Omitted graphic marker]
15 Τούτων ὑποκειμένων, ἔστω ἡ μὲν ἀντὶ τοῦ ζῳδιακοῦ περιφέρεια ἡ ΔΒΕ, ἀντὶ δὲ τοῦ λοξοῦ ἡ ΑΒΓ· σύνδεσμος ἄρα ἐστὶν τὸ Β σημεῖον· ὃ ὑποκείσθω καὶ ἀπόγειον τοῦ ἡλίου καὶ τοῦ μέσου χρόνου τῆς ἐκλείψεως. καὶ τὸ μὲν Δ τὸ τοῦ ἡλίου κέντρον θέσιν ἐχέτω ἐν τῷ χρόνῳ τῆς ἀρχῆς τῆς ἐμπτώσεως, τὸ δὲ Ε, ἐν τῷ τέλει, ὥστε τὴν ΔΒ τῇ ΒΕ ἴσην εἶναι ὡς
20ἐδείχθη· καὶ τὸ τῆς σελήνης ὁμοίως κέντρον ὅτε ἐφάπτεται τοῦ ἡλίου κατά τε τὴν ἀρχὴν τὸ Α καὶ κατὰ τὸ τέλος τὸ Γ, ὥστε τὰς ἐκ τῶν κέντρων ΑΔ, ΓΕ αὐτῶν ἴσας εἶναι. ἴσαι ἄρα καὶ αἱ ΑΒ, ΒΓ εἰσίν. φανερὸν οὖν αὐτόθεν ὅτι ἐν ᾧ χρόνῳ ὁ ἥλιος ἀπὸ τοῦ Δ ἐπὶ τὸ Β παραγίνεται, ἐν τούτῳ καὶ ἡ σελήνη ἀπὸ τοῦ Α ἐπὶ τὸ Β· ἐν ᾧ δὲ ὁ ἥλιος ἀπὸ τοῦ Β ἐπὶ τὸ Ε, ἐν τούτῳ
25καὶ ἡ σελήνη ἀπὸ τοῦ Β ἐπὶ τὸ Γ. κείσθω ἑκατέρᾳ τῶν ΔΒ, ΒΕ ἴση ἑκα‐ τέρα τῶν ΗΒ, ΒΖ. ὁ ἄρα τῆς ἐμπτώσεως ἢ τῆς ἀνακαθάρσεως χρόνος περι‐ εχόμενός ἐστιν ὑφ’ ἑκατέρας τῶν ΑΗ, ΓΖ περιφερειῶν. καί εἰσιν ἴσαι.
ἴσος ἄρα καὶ τῆς ἐμπτώσεως χρόνος τῷ τῆς ἀνακαθάρσεως. ἴσος ἄρα καὶ

275

ὁ ἀπὸ τῆς ἀρχῆς τῆς ἐμπτώσεως μέχρι τοῦ μέσου χρόνου, τῷ ἀπὸ τοῦ μέσου μέχρι τοῦ τῆς ἐσχάτης ἀναπληρώσεως· ἐπείπερ καὶ ὅλη ἡ ΑΒ ὅλῃ τῇ ΒΓ ἐστὶν ἴση ἴσων ο σῶν καὶ τῶν ΗΒ, ΒΖ.[Omitted graphic marker] Πάλιν ἔστω ζῳδιακοῦ περιφέρεια ἡ ΑΒΗ, τοῦ δὲ λοξοῦ τῆς σελήνης
5ἡ ΗΖΕ, μὴ μείζων ἑκατέρας τῆς μέχρι τῶν ἐκλειπτικῶν ὅρων περιφερείας, ὡς μοιρῶν ιβ. καὶ ἔστω τὸ μὲν Η σημεῖον λόγου χάριν ὁ καταβιβάζων σύνδεσμος, τῆς ΗΕ περιφερείας βορειοτέρας οὔσης τοῦ διὰ μέσων. καὶ ἔστω τὸ Β σημεῖον Διδύμων ε 𐅵ʹ ἢ Τοξότου ε 𐅵ʹ. ἀφ’ οὗ ἐπὶ τὴν ΗΕ ὀρθὴ περιφέρεια ἡ ΖΒ. καὶ ὑποκείσθω ὁ ἥλιος ἐπὶ μὲν τοῦ μέσου χρόνου τῆς
10ἐκλείψεως γινόμενος κατὰ τὸ Β, ἐπὶ δὲ τοῦ τῆς ἀρχῆς τῆς ἐμπτώσεως κατὰ τὸ Α, ἐπὶ δὲ τοῦ τέλους κατὰ τὸ Γ, ἴσων οὐσῶν τῶν ΒΑ, ΒΓ. ἡ δὲ σελήνη ὁμοίως ἔστω ἐπὶ μὲν τοῦ τῆς ἀρχῆς τῆς ἐμπτώσεως χρόνῳ κατὰ τὸ Ε, ἐπὶ δὲ τοῦ μέσου δηλονότι κατὰ τὸ Ζ, ὡς εἶπεν βʹ θεωρήματι. καὶ κείσθω τῇ ΖΕ ἴση ἡ ΖΟ. καὶ γεγράφθωσαν διὰ τῶν Α, Ε σημείων καὶ τῶν Β, Ε καὶ
15Β, Δ καὶ Γ, Δ μεγίστων κύκλων περιφέρειαι αἱ ΑΕ, ΒΕ, ΒΔ, ΓΔ. ἴση ἄρα
ἡ ὑπὸ ΕΒΖ γωνία τῇ ὑπὸ ΖΒΔ, ὡς ἔστιν Μενελάου σφαιρικοῖς. ἀλλὰ ἡ

276

ὑπὸ ΑΒΖ ἀμβλεῖα μείζων ἐστὶν τῆς ὑπὸ ΓΒΖ ὀξείας, ὡς Μενέλαος σφαι‐ ρικοῖς, ἐπεὶ καὶ ἡ ΗΒ πλευρὰ τῆς ΗΖ μείζων· ὀρθὴ γὰρ ἡ Ζ, καὶ ἑκατέρα τῶν ΗΒ, ΗΖ ἐλάσσων τεταρτημορίου. λοιπὴ ἄρα ἡ ὑπὸ ΓΒΔ ἐλάσσων τῆς ὑπὸ ΑΒΕ. ἐπεὶ οὖν ἴση ἐδεί〈χθη〉 ἡ μὲν ΒΔ τῇ
5ΒΕ, ἡ δὲ ΒΑ τῇ ΒΓ, ὑπόκειται ἴση δύο δυσὶν καὶ γωνία ἐλάσσων ἡ ὑπὸ τῶν ἴσων πλευρῶν περιεχομένη. βάσις ἄρα ἡ ΓΔ βάσεως τῆς ΑΕ ἐλάσσων ἐστίν. ἡ ἄρα ὑπὸ τὴν ΓΔ περιφέρειαν εὐθεῖα ἐλάσσων ἐστὶν τῆς ἐκ τῶν κέντρων ἀμφοτέρων τῶν φώτων. ἡ γὰρ ΑΕ ἴση ἐστὶν αὐταῖς. ὥστε ὁ χρόνος ὁ τοῦ τέλους τῆς ἀνακαθάρσεως οὐκ ἔσται τῆς σελήνης οὔσης κατὰ τὸ
10Δ καὶ τοῦ ἡλίου κατὰ τὸ Γ, ἀλλ’ ἐπὶ τὰ ἑπόμενα τῶν Δ, Γ σημείων, ἵνα ἡ μὲν δι’ αὐτῶν γραφομένη περιφέρεια ὡς ἡ ΘΚ τὰς ἐκ τῶν κέντρων ἀμφο‐ τέρων τῶν φώτων περιέχῃ, συμβαίνῃ δὲ ἐν τῷ αὐτῷ χρόνῳ τόν τε ἥλιον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Κ παραγίνεσθαι καὶ τὴν σελήνην ἀπὸ τοῦ Δ ἐπὶ τὸ Θ. ἐπεὶ οὖν ἐν ᾧ χρόνῳ ὁ ἥλιος τὴν ΚΓ διαπορεύεται, ἐν τούτῳ καὶ ἡ σελήνη τὴν
15ΔΘ, ἐν ᾧ δὲ ὁ ἥλιος τὴν ΒΓ, ἡ σελήνη τὴν ΔΖ, ἐπεὶ καὶ ἐν ᾧ ὁ ἥλιος τὴν ΒΑ διαπορεύεται, ἐν τούτῳ καὶ ἡ σελήνη τὴν ΖΕ, ἴση δὲ ἡ μὲν ΒΑ τῇ ΒΓ ὑπόκειται, ἡ δὲ ΖΕ τῇ ΖΔ, καὶ ἔστιν ἡ μὲν ΒΚ τῆς ΒΑ μείζων, ἡ δὲ ΖΘ τῆς ΖΕ, ἐλάσσονι ἄρα χρόνῳ ὁ μὲν ἥλιος ἀπὸ τοῦ Α ἐπὶ τὸ Β παρέσται ἤπερ ἀπὸ τοῦ Β ἐπὶ τὸ Κ. ὁμοίως δὲ καὶ ἡ σελήνη ἐν ἐλάσσονι χρόνῳ ἀπὸ
20τοῦ Ε ἐπὶ τὸ Ζ ἤπερ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Θ. ὁ ἄρα ἀπὸ τῆς ἀρχῆς τῆς ἐμπτώ‐ σεως χρόνος περιεχόμενος ὑπὸ τῶν ΒΑ, ΖΕ περιφερειῶν μέχρι τοῦ μέσου ἐλάσσων ἐστὶν τοῦ ἀπὸ τοῦ μέσου μέχρι τοῦ τῆς ἐσχάτης ἀναπληρώσεως περιεχομένου ὑπὸ τῶν ΒΚ, ΖΘ περιφερειῶν. μόνως ἄρα τὸ προκείμενον ἐπιτελεῖται, σπανίως μέντοι καθὼς ὑπεδείξαμεν ἐν τῷ πρὸ τούτου θεωρή‐
25ματι. «Τῆς δὲ αἰσθήσεως ἔνεκεν, οὐδὲν ἀξιόλογον ἀπεργάσαιτο πρὸς τὰ φαι‐ «νόμενα διαμάρτημα τὸ μὴ ἀνίσους χρόνους τούτους ὑποτίθεσθαι τῷ, «κἂν περὶ τοὺς μέσους δρόμους ὦσιν, ὅπου μείζονές εἰσιν αἱ τῶν παραυ‐ «ξήσεων ὑπεροχαί, τήν γε μέχρι τῶν τοσούτων ὡρῶν πάροδον, ὅσων ἐστὶν
30«ὁ πᾶς τῆς ἐκλείψεως χρόνος, μηδεμίαν παντάπασιν αἰσθητὴν ποιεῖν
«τὴν τῆς ὑπεροχῆς διαφοράν.» Οὐ τὰς τῶν παραυξήσεων ὑπεροχὰς λέγει τὰς ἐν τοῖς κανονίοις τοῦ μὲν ἡλίου κατὰ τὸ τρίτον σελίδιον τῆς ἀνωμαλίας, τῆς δὲ σελήνης κατὰ τὸ τέταρτον· ἐκεῖ γὰρ αἱ πρὸς τῷ ἀπογείῳ παραυξήσεις κατὰ στίχον μιᾶς
35μοίρας μείζονές εἰσιν τῶν περὶ τοὺς μέσους δρόμους παραυξήσεων. οἷον
5ἐπὶ σελήνης ταῖς ϛ μοίραις ἐστὶν 𐆊 κθ ἀπὸ 𐆊 𐆊, καὶ ταῖς ἀπὸ ϙ, δ νθ μοιρῶν ἕως ϙϛ μοιρῶν ε α ὑπεροχή, δύο ἑξηκοστῶν· ὥστε οἱ πρὸς τῷ ἀπογείῳ στίχοι μείζονας ἔχουσιν τὰς ὑπεροχὰς τῶν στίχων τῶν περὶ τοὺς μέσους δρόμους καὶ κατὰ μοίρας ϛ καὶ κατὰ μοῖραν α. λέγει τοίνυν τὰς ὑπεροχὰς τῶν ὡριαίων αὐτῶν δρομημάτων· πρὸς ἑαυτὰ γὰρ συγκρινόμενα
10τὰ ὡριαῖα δρομήματα περὶ τοὺς μέσους δρόμους ὄντα, χωρὶς τὰ τοῦ ἡλίου καὶ τὰ τῆς σελήνης, μείζονας ἕξει τὰς ὑπεροχὰς τῶν μὴ περὶ τοὺς μέσους δρόμους λαμβανομένων ὡριαίων δρομημάτων, ὡς δῆλον ποιήσομεν ἐπὶ σελήνης διὰ τῶν ἀριθμῶν ὑποδείγματος ἕνεκεν. Ὅταν οὖν ϙε μοίρας ἢ σξε ἀνωμαλίας ἀπέχει τοῦ ἀπογείου τοῦ ἐπι‐
15κύκλου περὶ τὸν μέσον δρόμον οὖσα, κινηθήσεται 𐆊 λβ με· ἡ γὰρ ἐπι‐ βάλλουσα τῇ α μοίρᾳ προσθαφαίρεσις ἑξηκοστῶν ἐστιν 𐆊 κ· ταῦτα δὲ πολλαπλασιάσαντες ἐπὶ τὸ ὡριαῖον τῆς ἀνωμαλίας μέσον κίνημα τὰ 𐆊 λβ μ, καὶ τὰ γενόμενα 𐆊 𐆊 ια ἀφελόντες ἀπὸ τῶν τοῦ κατὰ μήκους ὡριαίου μέσου κινήματος 𐆊 λβ νϛ, ἐπειδὴ ὁ τῆς ἀνωμαλίας ἀριθμὸς
20ἐν τοῖς ἐπάνω τῆς μεγίστης προσθαφαιρέσεως στίχοις ἐστίν, ἕξομεν τὰ προκείμενα 𐆊 λβ με. ὅταν δὲ ϙϛ μοίρας ἢ σξδ ἀπέχῃ τοῦ ἀπογείου, περὶ τὸν μέσον μὲν δρόμον ἐστὶν ὁμοίως, κινηθήσεται δὲ ἑξηκοστῶν λγ ζ· ἡ γὰρ ἐπιβάλλουσα προσθαφαίρεσις κἀνταῦθά ἐστιν 𐆊 𐆊 κ· ταῦτα δὲ πολυπλασιασθέντα ἐπὶ τὰ 𐆊 λβ με, καὶ τὰ γενόμενα 𐆊 𐆊 ια προστε‐
25θέντα τοῖς 𐆊 νβ νϛ, ἐπειδὴ ὁ τῆς ἀνωμαλίας ἀριθμὸς ἐν τοῖς ὑποκάτω

278

τῆς μεγίστης προσθαφαιρέσεως στίχοις, ποιήσει τὰ προκείμενα ἑξηκοστὰ λγ ζ, ὧν ὑπεροχὴ γίνεται πρὸς τὰ λβ με, 𐆊 𐆊 κβ, ἅπερ ποιήσει διε‐ νεγκεῖν τὸν ἀπὸ τῆς ἀρχῆς τῆς ἐκλείψεως χρόνον μέχρι τοῦ μέσου, τοῦ ἀπὸ τοῦ μέσου μέχρι τοῦ τῆς ἐσχάτης ἀναπληρώσεως, ἀνεπαισθήτῳ
5τινὶ μέρει μιᾶς ὥρας ἰσημερινῆς. περὶ δὲ ἄλλους δρόμους οὔσης τῆς σε‐ λήνης καὶ μὴ περὶ τοὺς μέσους, αἱ ὑπεροχαὶ τῶν ὡριαίων δρομημάτων ἥττους ἔσονται τῶν 𐆊 𐆊 κβ. ἀπὸ γὰρ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἡ σελήνη ἐπὶ πολλὰς ὥρας καὶ σχεδὸν ἕως μοιρῶν ιβ τὸ αὐτὸ ἐλάχιστον δρόμημα 𐆊 λ ἔχει. τοῦ τῆς διορθώσεως ἐνταῦθα κανονίου ἐστὶν ἐπιλο‐
10γίσασθαι, τῶν παραυξήσεων κατὰ στίχον ἐν τούτοις περὶ τοὺς μέσους δρόμους τὸ ἐναντίον μειζόνων γινομένων· παράκειται γὰρ ταῖς ϙϛ καὶ σξδ, 𐆊 λα μη· καὶ ταῖς ρβ καὶ σνη, 𐆊 λδ νδ· ὧν ὑπεροχὴ 𐆊 γ ϛ· ὡς εἶναι τῇ α μοίρᾳ 𐆊 𐆊 λα βʹ ἑξηκοστῶν. ἡ δὲ περὶ τὸ ἀπόγειόν ἐσ‐ τιν ταῖς ϛ, 𐆊 𐆊 κα· ταῖς ιβ, 𐆊 𐆊 μβ· ὡς εἶναι τῇ α, 𐆊 𐆊 γ 𐅵.
15 Τὰς οὖν παρόδους τῆς τε ἐμπτώσεως καὶ ἀνακαθάρσεως καὶ μονῆς ὡς ἐν εὐθυγράμμοις ὀρθογωνίοις τριγώνοις λαμβάνει, κατὰ τὸ μέγιστον καὶ ἐλάχιστον ἀπόστημα σελήνης οὔσης, καὶ διορθοῦται τὴν παρὰ τὰ ἄλλα γινομένην ἀποστήματα διαφορὰν ἐκ τοῦ τῆς διορθώσεως κανονίου, ὡς ἐν τῷ εʹ βιβλίῳ τὰς ἐν ταῖς ἐκλείψεσιν ἡλίου παραλλάξεις ἐκ τοῦ ζʹ σελιδίου
20τοῦ παραλλακτικοῦ κανόνος διαφόρους γινομένας παρὰ τὴν τῶν ἀποστη‐ μάτων διαφορὰν διορθοῦται. διάφοροι γάρ εἰσιν κατὰ τὰ διάφορα τῆς ὄψεως ἀποστήματα αἱ πάροδοι τῆς σελήνης καὶ τῶν ἐμπτώσεων καὶ ἀνα‐ καθάρσεων καὶ μονῶν· μάλιστα δὲ ὅταν περὶ τὸ μέσον ἀπόστημα ἡ σελήνη τυγχάνῃ ἐν ταῖς ἐκλείψεσιν, ἀπέχουσα τοῦ ἀπογείου τοῦ ἐπικύκλου περὶ
25τὰς ϙε μοίρας ἢ σξε· ὅτε καὶ τὰ μέσα κινεῖται καὶ κατὰ τὰς ἐφαπτομέ‐
νας εὐθείας ἐστὶν τοῦ ἐπικύκλου ἀπὸ τῆς ὄψεως ἡμῶν· αἱ ὑπεροχαὶ μέ‐

279

γισταί εἰσιν, καὶ τῶν κινήσεων σελήνης, καὶ τῶν ἀποστημάτων, καὶ τῶν δακτύλων τῆς ἐκλείψεως, καὶ τῆς ἐμπτώσεως, καὶ ἀναπληρώσεων καὶ μο‐ νῶν, καὶ παραλλάξεων, ἀκολουθούντων πάντων ἀλλήλοις, τῷ γὰρ μεγίστῳ διαφόρῳ τῶν ἀποστημάτων τὸ μέγιστον διάφορον ἕπεται καὶ τῶν παραλ‐
5λάξεων καὶ τῶν φαινομένων διαμέτρων σελήνης καὶ τῆς ἐπισκοτήσεως τῶν δακτύλων, καὶ δηλονότι τῶν μορίων τῆς ἐπισκοτήσεως τῶν δακτύλων, καὶ δηλονότι τῶν μορίων τῆς τε ἐμπτώσεως καὶ ἀνακαθάρσεως καὶ μονῆς. καὶ γὰρ τὰ τῆς διορθώσεως ἑξηκοστῶν τῶν ἐκλείψεων, καὶ τὰ τοῦ ζʹ σε‐ λιδίου τῶν παραλλάξεων, καὶ τὰ τοῦ προκανονίου τῶν προχείρων, τὰ αὐτά
10ἐστιν· καὶ περὶ τὰς ϙε καὶ σξε τῆς ἀνωμαλίας μοίρας, μεγίστην ἔχει τὴν ὑπεροχὴν τῶν ἑξαμοίρων καὶ τῶν μοιριαίων παραυξήσεων ἀναλόγως τοῖς ἀποστήμασιν· ταῖς γὰρ ϛ μοίραις καὶ τνδ παράκειται κανόνος διορ‐ θώσεως 𐆊 𐆊 κα· καὶ ταῖς ιβ καὶ ταῖς τμη, 𐆊 𐆊 μβ· ὧν ὑπεροχὴ 𐆊 𐆊 κα. καὶ πάλιν ταῖς μὲν ροδ καὶ ρπϛ, 𐆊 νθ μα· ταῖς δὲ ρπ, ξ·
15ὧν ὑπεροχὴ 𐆊 𐆊 ιθ. καὶ ὁμοίως ταῖς ϙϛ καὶ σξδ, παράκειται 𐆊 λα μη· καὶ ταῖς ρβ καὶ σνη 𐆊 λδ νδ· ὧν ὑπεροχὴ πρὸς τὰ 𐆊 λα μη γίνεται 𐆊 γ ϛ. ἀλλὰ περὶ μὲν τὸ ἀπόγειον ἦν 𐆊 𐆊 κα, περὶ δὲ τὸ περίγειον 𐆊 𐆊 ιθ· ἐλαχίστη μὲν ἄρα τῶν παραυξήσεων ὑπεροχὴ γέγονεν περὶ τὸ περίγειον, μεγίστη δὲ περὶ τὸ μέσον ἀπόστημα. καὶ ἀεὶ ἀπὸ μὲν τοῦ
20μεγίστου ἀποστήματος, ὅ ἐστιν κατὰ τὸ ἀπόγειον τοῦ ἐπικύκλου ἐν ταῖς συζυγίαις, ἄχρι τοῦ μέσου, αἱ ὑπεροχαὶ τῶν ἑξηκοστῶν ἐκ προσαγωγῆς αὔξονται· καὶ μειοῦνται ἀπὸ τοῦ μέσου ὁμοίως ἄχρι τοῦ ἐλαχίστου ἀπο‐ στήματος, ὅπερ ἐστὶν κατὰ τὸ περίγειον τοῦ ἐπικύκλου ἐν ταῖς συζυγίαις, τοῦ κέντρου τοῦ ἐπικύκλου κατὰ τὸ ἀπόγειον τοῦ ἐκκέντρου ὄντος· ὡς
25ἔστιν τὰ ἑξηκοστὰ τοῦ τῆς διορθώσεως κανονίου κατὰ στίχον τῆς τῶν ϛ
μοιρῶν ὑπεροχῆς ἀπὸ 𐆊 𐆊 ἄχρι τῶν ρπ μοιρῶν τῆς ἀνωμαλίας ἀνάλογον,

280

ληφθέντα ταῖς τῶν ἀποστημάτων ὑπεροχαῖς διὰ τοῦ ιδʹ θεωρήματος τοῦ εʹ βιβλίου.[Omitted graphic marker] Ἔστω γὰρ ἐπίκυκλος μὲν ὁ ΑΒΓ, ἡ δὲ διὰ τοῦ Θ κέντρου τοῦ ἐπι‐ κύκλου καὶ τῆς Δ ὄψεως ἡ ΔΒΘ, ὥστε τὴν ΔΑ τοῦ ἀποστήματος τοῦ πρώ‐
5του ὅρου πρὸς τὴν ΒΔ τοῦ ἀποστήματος τοῦ δευτέρου ὅρου λόγον ἔχειν ὃν τὰ ξε ιε πρὸς τὰ νδ με. ἀποληφθεισῶν τε ἴσων περιφερειῶν τῶν ΑΓ, ΓΕ, ΕΖ, λόγου χάριν ἐκ μοιρῶν λ, ἐπεζεύχθωσαν αἱ ΔΓ, ΔΕ, ΔΖ. Ἐπεὶ οὖν διὰ τὸ ιδʹ τοῦ εʹ βιβλίου, οἵων ἐστὶν τὸ ΑΔ μέγιστον ἀπόστημα ξε ιε, καὶ τὸ ΔΒ ἐλάχιστον νδ με, τοιούτων ἐστὶν τὸ ΔΓ ἀπόστημα
10ξδ λγ, τὸ δὲ ΔΕ ξβ μη, τὸ δὲ ΔΖ ξ ιε· καὶ οἵων ἄρα ἡ τῶν ΑΔ, ΔΒ

281

ὑπεροχὴ ι λ, τοιούτων ἡ μὲν τῶν ΔΓ, ΔΑ ὑπεροχὴ 𐆊 μβ, ἡ δὲ τῶν ΔΕ, ΔΑ ὑπεροχὴ β κζ, ἡ δὲ τῶν ΔΖ, ΔΑ, ε· ὥστε καὶ οἵων ἐστὶν ἡ τῶν ΔΑ, ΔΒ ὑπεροχὴ ξ, τοιούτων ἡ μὲν τῶν ΔΑ, ΔΓ ὑπεροχὴ 𐆊 δ α, ἡ δὲ τῶν ΔΑ, ΔΕ 𐆊 ιδ, ἡ δὲ τῶν ΔΑ, ΔΖ 𐆊 κη μβ. τοσαῦτα ἄρα παράκειται
5ἑξηκοστὰ τοῖς τρισὶ στίχοις ἐπὶ τῶν τριῶν ἀποστημάτων, τουτέστιν τῷ μὲν κατὰ τὸ Γ καὶ τὰς λ, μοίρας 𐆊 δ α· τῷ δὲ κατὰ τὸ Ε καὶ τὰς ξ, μοίρας 𐆊 ιδ· τῷ δὲ κατὰ τὸ Ζ καὶ τὰς ϙ, μοίρας 𐆊 κη μβ. καὶ ἔστιν τῶν μὲν κατὰ τὰ Α, Γ ἀποστήματα ἑξηκοστῶν ὑπεροχὴ αὐτὰ τὰ 𐆊 δ α, τῶν δὲ κατὰ τὰ Ε, Ζ ἑξηκοστῶν ὑπεροχὴ 𐆊 γ, τῶν δὲ κατὰ τὰ Ε, Ζ ἑξηκοστῶν
10ὑπεροχὴ 𐆊 ιδ μβ. καὶ πάλιν τῶν ΑΔ, ΔΓ ἀποστημάτων ὑπεροχὴ 𐆊 μβ, τῶν δὲ ΓΔ, ΔΕ ὑπεροχὴ α με, καὶ ἔτι ΕΔ, ΔΖ ἀποστημάτων ὑπεροχὴ β λγ. ἔστιν ἄρα ὡς μὲν ἡ τῶν ΑΔ, ΔΓ ἀποστημάτων ὑπεροχὴ πρὸς τὴν τῶν κατὰ τὰ Α, Γ ἀποστήματα ἑξηκοστῶν ὑπεροχήν, τουτέστιν τὰ 𐆊 μβ πρὸς τὰ 𐆊 δ α, οὕτως ἡ τῶν ΓΔ, ΔΕ ἀποστημάτων ὑπεροχὴ πρὸς τὴν
15τῶν κατὰ τὰ Γ, Ε ἀποστήματα ἑξηκοστῶν ὑπεροχήν, τουτέστιν τὸ α με πρὸς τὰ 𐆊 ι. ὁ γὰρ ὑπὸ πρώτου τούτων 𐆊 μβ καὶ δʹ, 𐆊 ι, γινόμενος 𐆊 ζ, ἴσος ἐστὶν τῷ ὑπὸ δευτέρου τοῦ 𐆊 δ, καὶ τρίτου τοῦ α με, γινομέ‐ νῳ καὶ αὐτῷ 𐆊 ζ. ὡς δὲ ἡ τῶν ΓΔ, ΔΕ ἀποστημάτων ὑπεροχὴ πρὸς τὴν τῶν κατὰ τὰ Γ, Ε ἀποστήματα ἑξηκοστῶν ὑπεροχή, τουτέστιν τὸ α μθ
20πρὸς τὰ 𐆊 ι, οὕτως ἡ τῶν ΕΔ, ΔΖ ἀποστημάτων ὑπεροχὴ πρὸς τὴν τῶν κατὰ τὰ Ε, Ζ ἀποστήματα ἑξηκοστῶν ὑπεροχήν, τουτέστιν β λγ πρὸς τὰ 𐆊 ιδ μβ. ὁ γὰρ ὑπὸ πρώτου τοῦ α με καὶ δʹ τοῦ 𐆊 ιδ μβ, γινόμενος 𐆊 κε μγ, ἴσος ἔγγιστα τῷ ἐκ βʹ τοῦ 𐆊 ι καὶ γʹ τοῦ β λγ γινομένῳ· ἔστιν γὰρ 𐆊 κε λ.
25Δῆλον οὖν ὅτι καὶ διὰ ϛ μοιρῶν κατὰ στίχον τοῦ κανονίου τῆς διορθώ‐
σεως 〈ὡσ〉 ἔστιν ἡ τῶν ἑξηκοστῶν ὑπεροχὴ τῶν τοῦ πρώτου στίχου καὶ βʹ,

282

ἥτις ἐστὶν 𐆊 𐆊 κα, πρὸς τὴν τῶν ἑξηκοστῶν ὑπεροχὴν τῶν τοῦ βʹ στίχου καὶ γʹ, τουτέστιν 𐆊 α, οὕτως ἡ τῶν κατὰ τὸν πρῶτον καὶ δεύτερον στί‐ χον ἀποστημάτων ὑπεροχὴ πρὸς τὴν τῶν κατὰ τὸν βʹ καὶ γʹ στίχον τῶν ἀποστημάτων ὑπεροχὴν καὶ τοῦτο ἄχρι τοῦ περιγείου τῶν ρπ μοιρῶν
5τῆς ἀνωμαλίας σελήνης. καὶ ἡ πρὸς τῷ περιγείῳ τῶν ἀποστημάτων τῆς ἑξαμοίρου ὑπεροχὴ ἐλαχίστη ἐστὶν πασῶν, μεγίστη δὲ ἡ πρὸς τῷ μέσῳ ἀποστήματι ἀεὶ δὲ μείζων ἀπὸ τοῦ ἀπογείου κατὰ στίχον ἡ τῶν ἀποστη‐ μάτων ὑπεροχή, ἄχρι τοῦ μέσου ἀποστήματος καὶ τῆς ἐφαπτομένης τοῦ ἐπικύκλου εὐθείας, καθ’ ἣν τὰ μέσα ἡ σελήνη κινεῖται· ἀπὸ δὲ τῆς ἐφα‐
10πτομένης μέχρι τοῦ περιγείου αἱ ὑπεροχαὶ ὁμοίως τῶν ἀποστημάτων ἐκ προσαγωγῆς ἐλάττους γίνονται τῶν πρότερον, ἄχρι τῆς συστάσεως 〈τῆς δι’ ἑξα〉μοίρου περιφερείας, ποιούσης τὴν ἐλαχίστην τῶν ἀποστημάτων ὑπεροχήν. Καὶ ταῦτα μὲν διὰ τῶν ἀριθμῶν. ἔστιν δὲ καὶ γραμμικῶς δεικνύμενον
15ὅτι τὰ ἴσα τμήματα τοῦ ἐπικύκλου τὰ ἔγγιον ἀλλήλων ὄντα καὶ πλησίον τοῦ ἀπογείου ἢ τοῦ περιγείου, τὴν διαφορὰν τῶν ἀποστημάτων ἢ τῶν ἑξηκοστῶν ἢ τῶν προσθέσεων καὶ ἀφαιρέσεων τῆς μέσης κινήσεως σελή‐ νης, ἐλάσσονα ποιεῖ ἢ τὰ πόρρω. Ἔστω γὰρ ἐπίκυκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Ε· ἡ δὲ δι’ αὐτοῦ καὶ
20τοῦ Ζ τῆς ὄψεως σημείου διήχθω ἡ ΑΕΖ, καὶ ἀπειλήφθωσαν ἴσαι περι‐
φέρειαι κατὰ τὸ ἑξῆς ἀπὸ τοῦ Α ἀπογείου τοῦ ἐπικύκλου αἱ ΑΒ, ΒΓ, ἐπὶ

283

τὰ ἑπόμενα πρότερον. καὶ ἐπεζεύχθωσαν αἱ ΖΒ, ΖΓ. λέγω ὅτι ἡ τῶν ΒΖ, ΖΓ ὑπεροχὴ μείζων ἐστὶν τῆς τῶν ΒΖ, ΖΑ ὑπεροχῆς.[Omitted graphic marker] Κέντρῳ γὰρ τῷ Ζ καὶ διαστήματι ἑκάστῳ τῶν ΖΑ, ΖΒ, ΖΓ κύκλοι γεγράφθωσαν ὅ τε ΑΔΚ καὶ ὁ ΒΗ καὶ ὁ ΓΘ· καὶ ἐκβεβλήσθωσαν αἱ ΖΒΔ,
5ΖΓΗΚ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΒ, ΒΓ, ΒΗ, ΒΚ. ἐπεὶ τοίνυν ἴση ἐστὶν ἡ ΑΖ τῇ ΖΚ, κοινὴ δὲ ἡ ΖΒ, δύο δὴ αἱ ΑΖ, ΖΒ δυσὶν ταῖς ΒΖ, ΖΚ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ. καὶ γωνία ἡ ὑπὸ ΑΖΒ γωνίας τῆς ὑπὸ ΒΖΚ μείζων, ὡς δειχθήσεται. βάσις ἄρα ἡ ΑΒ βάσεως τῆς ΒΚ μείζων. ἴση δὲ ἡ ΑΒ τῇ ΒΓ, ἐπεὶ καὶ περιφέρεια ἡ ΑΒ τῇ ΒΓ. μείζων ἄρα καὶ ἡ ΒΓ τῆς ΒΚ.
10ὥστε καὶ ἡ ὑπὸ ΒΚΗ γωνία μείζων ἐστὶν τῆς ΒΓΚ. ὀξεῖα δὲ ἡ ὑπὸ ΓΗΒ· ἡ γὰρ ἀπὸ τοῦ Η πρὸς ὀρθὰς ἀγομένη τῇ ΖΗ ἐκ τοῦ κέντρου τοῦ ΒΗ κύκλου ἐκτὸς τῆς ΒΗ [καὶ τοῦ ἐπικύκλου] πίπτει. ὀξεῖα δὲ καὶ ἡ ὑπὸ ΒΓΗ· ἀμ‐
βλεῖα γὰρ ἡ ὑπὸ ΒΓΖ ἐν ἐλάσσονι ἡμικυκλίου οὖσα. ἤχθω δὴ κάθετος

284

ἐπὶ τὴν ΓΗ ἡ ΒΛ· μεῖζον ἄρα τὸ ἀπὸ ΒΓ τοῦ ἀπὸ ΚΒ, τουτέστιν τὰ 〈ἀπὸ〉 ΓΛ, ΛΒ τῶν ἀπὸ ΒΛ, ΛΚ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ ΒΛ· λοιπὸν ἄρα τὸ ἀπὸ ΓΛ τοῦ ἀπὸ ΛΚ μεῖζόν ἐστιν. μείζων ἄρα ἐστὶν ἡ ΓΛ τῆς ΛΓ. καὶ πολλῷ ἡ ΓΗ τῆς ΗΚ μείζων ἐστίν. καὶ ἔστιν ἡ μὲν ΓΗ ὑπεροχὴ τῶν
5ΒΖ, ΖΓ, ἡ δὲ ΗΚ ὑπεροχὴ τῶν ΑΖ, ΖΒ· ἴση γὰρ καὶ ἡ μὲν ΑΖ τῇ ΖΔ, ἡ δὲ ΒΔ τῇ ΚΗ. ἡ τῶν ΒΖ, ΖΓ ἄρα ἀποστημάτων ὑπεροχὴ μείζων ἐ‐ στὶν τῆς τῶν ΑΖ, ΖΒ ἀποστημάτων ὑπεροχῆς. Ἐπὶ τοῦ αὐτοῦ δὲ θεωρήματος καὶ ἐπὶ τὰ προηγούμενα τοῦ ἀπογείου ἡ δεῖξις 〈ἔσται〉 ἐὰν τὰς ΑΒ, ΒΓ ἑτέρας ἴσας κατὰ τὸ ἑξῆς περι‐
10φερείας ἀπολαμβάνοντες ἀπὸ τοῦ Ζ ἐπιζεύξωμεν. ὁμοίως δείξομεν μείζονα τὴν διαφορὰν τῶν ἔγγιον τοῦ μέσου ἀποστήματος ἢ τῶν ἀπώτερον, ἐλάσσονα δὲ τὴν ἔγγιον τοῦ ἀπογείου, καὶ τοῦτο μέχρι τῆς ἐφαπτομένης τοῦ ἐπικύκλου. μετὰ γὰρ τὴν ἐφαπτομένην ἡ διαφορὰ ἡ ἔγγιον τοῦ περι‐ γείου τοῦ ἐπικύκλου τῶν ἴσων περιφερειῶν ἐλάσσων ἐστὶν τῆς ἀπώτερον,
15καὶ μείζων ἡ ἔγγιον τοῦ μέσου ἀποστήματος τῆς ἀπώτερον. Ἔστω γὰρ ἐπίκυκλος ὁ ΑΒΓ οὗ κέντρον τὸ Ε, ὄψις δὲ τὸ Ζ. καὶ ἀπει‐ λήφθωσαν ἴσαι περιφέρειαι ἀπὸ τοῦ Α περιγείου ἐπὶ τὰ ἡγούμενα τοῦ ἐπικύκλου αἱ ΑΒ, ΒΓ. καὶ ἐπεζεύχθωσαν αἱ ΖΒ, ΖΗ, ΘΓ. δεικτέον ὅτι ἡ τῶν ΓΖ, ΖΒ ὑπεροχὴ μείζων ἐστὶν τῆς τῶν ΒΖ, ΖΑ ὑπεροχῆς.
20 Ἐπεζεύχθωσαν γὰρ πάλιν αἱ ΑΒ, ΒΓ. καὶ γεγράφθωσαν διὰ τῶν Α, Β, Γ περὶ κέντρον τὸ Ζ κύκλοι οἱ ΓΝ, ΘΒ, ΑΛΗ. καὶ ἐπεζεύχθωσαν αἱ ΘΒ, ΗΒ, ΗΛ, ΗΑ· καὶ ἐκβεβλήσθωσαν ἡ μὲν ΓΒ συμπίπτουσα τῇ ΗΑ κατὰ τὸ Κ, ἡ δὲ ΗΛ συμπίπτουσα τῇ ΒΚ κατὰ τὸ Μ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΑΖ τῇ ΖΗ, κοινὴ δὲ ἡ ΖΒ, δύο δὴ αἱ 〈ΑΖ, ΖΒ〉 δυσὶν ταῖς 〈ΒΖ, ΖΗ〉 εἰσὶν ἴσαι.
25καὶ γωνία ἡ ὑπὸ ΑΖΒ γωνίας τῆς ὑπὸ ΒΖΗ μείζων, ὡς δειχθήσεται. βάσις ἄρα ἡ ΑΒ βάσεως τῆς ΒΗ ἐστὶν μείζων. ὥστε καὶ γωνία ἡ ὑπὸ ΒΗΑ γω‐
νίας τῆς ὑπὸ ΒΑΗ μείζων ἐστίν. ἀλλὰ ἡ ὑπὸ ΒΚΑ τῆς ὑπὸ ΒΗΑ μείζων

285

ἐστὶν ἐκτὸς οὖσα τοῦ ΒΗΚ τριγώνου. πολλῷ ἄρα ἡ ὑπὸ ΒΚΑ μείζων ἐστὶν τῆς ὑπὸ ΒΑΚ. μείζων ἄρα καὶ ἡ πλευρὰ ἡ ΑΒ τῆς ΚΒ. ἴση δὲ ἡ ΑΒ τῇ[Omitted graphic marker] ΒΓ. ἡ ΒΓ ἄρα μείζων ἐστὶν τῆς ΒΚ καὶ πολλῷ τῆς ΒΜ. καὶ ἐπεὶ παράλ‐ ληλός ἐστιν ἡ ΘΒ τῇ ΗΛΜ, ἰσοσκελῆ γάρ εἰσιν τὰ ΖΗΛ, ΖΒΘ τρίγωνα,
5κοινὴν ἔχοντα γωνίαν τὴν ὑπὸ ΗΖΛ, ἰσογώνιον ἄρα τὸ ΓΗΜ τρίγωνον τῷ ΓΘΒ τριγώνῳ. ἔστιν ἄρα ὡς ἡ ΓΒ πρὸς ΒΜ, ἡ ΓΘ πρὸς ΘΗ. μείζων δὲ ἡ ΓΒ τῆς ΒΜ. μείζων ἄρα καὶ ἡ ΓΘ τῆς ΘΗ. καὶ ἔστιν ἡ μὲν ΓΘ ὑπεροχὴ τῶν ΓΖ, ΖΘ, τουτέστιν τῶν ΓΖ, ΖΒ, ἡ δὲ ΗΘ, τουτέστιν ἡ ΒΛ, ὑπεροχὴ τῶν ΘΖ, ΖΗ, τουτέστιν τῶν ΘΖ ΖΑ. ἡ ἄρα τῶν ΓΖ, ΖΒ ὑπεροχὴ
10μείζων ἐστὶν τῆς τῶν ΒΖ, ΖΑ ὑπεροχῆς. κἂν ἐπὶ τὰ ἕτερα δὲ τοῦ περιγείου

286

ἀποληφθῶσιν αἱ ἴσαι περιφέρειαι αἱ ΑΒ, ΒΓ, ὁμοίως δείξομεν, καὶ ὅταν μὴ ἀπὸ τῆς ἐφαπτομένης ὦσιν, ἢ ὅταν μὴ ὦσιν ἀπὸ τοῦ περιγείου ἢ τοῦ ἀπο‐ γείου, ἀλλὰ ἀπὸ τυχόντος σημείου.[Omitted graphic marker] Τὰ δὲ ὑπερτεθέντα νῦν δειχθήσεται. ἔστω ἐπίκυκλος ὁ ΑΒ περὶ κέντρον
5τὸ Δ, καὶ ὄψις τὸ Γ· καὶ διάμετρος διὰ τοῦ Γ, ἡ ΓΒΔΑ· καὶ ἴσαι περιφέ‐ ρειαι ἀπὸ τοῦ ἀπογείου αἱ ΑΕ, ΕΖ. καὶ ἐπεζεύχθωσαν αἱ ΓΕ, ΓΖ, ΕΒ, ΖΗ. ὅτι μείζων ἐστὶν ἡ ὑπὸ ΑΓΕ γωνία τῆς ὑπὸ ΕΓΖ. Ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ ΕΒ τῆς ΖΗ [ιδʹ τοῦ τρίτου], ἐλάσσων δὲ ἡ ΒΓ τῆς ΓΗ [ηʹ τοῦ τρίτου], ἡ ΕΒ πρὸς ΒΓ μείζονα λόγον ἔχει ἤπερ ἡ
10ΖΗ πρὸς ΓΗ. γεγονέτω οὖν ὡς ἡ ΕΒ πρὸς ΒΓ ἡ ΗΘ πρὸς ΗΓ [ιηʹ τοῦ

287

εʹ]. ἐπεὶ οὖν ἡ ΗΘ πρὸς ΗΓ μείζονα λόγον ἔχει ἤπερ ἡ ΖΗ πρὸς ΗΓ, μείζων ἐστὶν ἡ ΗΘ τῆς ΖΗ [θʹ καὶ ιαʹ τοῦ εʹ]. ἐπεζεύχθω ἡ ΘΓ. ἐπεὶ οὖν αἱ ὑπὸ ΑΒΕ, ΕΗΖ γωνίαι ἴσαι εἰσίν [κϛʹ τοῦ γʹ], καὶ λοιπαὶ ἴσαι εἰσὶν ἀλλήλαις αἱ ὑπὸ ΕΒΖ, ΖΗΓ. καὶ περὶ ἴσας γωνίας αἱ πλευραὶ ἀνάλογον. ἰσογώνια ἄρα
5ἐστὶν τὰ τρίγωνα [ἕκτου τοῦ ϛʹ] τὰ ΕΒΓ, ΘΗΓ. ἴσαι ἄρα εἰσὶν αἱ ὑπὸ ΒΓΕ, ΗΓΘ. μείζων ἄρα ἐστὶν ἡ ὑπὸ ΒΓΕ τῆς ὑπὸ ΗΓΖ. ὥστε καὶ ἡ γινομένη ἀνωμαλία μείζων ἐστὶν ἐπὶ τῶν ἴσων περιφερειῶν. Ὁμοίως δὲ ἐπὶ τοῦ ἄλλου ἡμικυκλίου τοῦ ΑΚΒ δειχθήσεται, τῶν περι‐ φερειῶν ΑΕ, ΕΖ ἴσων ἐπὶ τὰ προηγούμενα τοῦ Α ἀπογείου οὐσῶν, ὥστε
10μεγίστην μὲν εἶναι τὴν ἔγγιον τοῦ Α καὶ ἀεὶ μείζονα τὴν ἔγγιον τῆς ἀπω‐ τέρω, ἐλαχίστην δὲ τὴν πρὸς τῇ ἐφαπτομένῃ, καθ’ ἣν ἡ μέση κίνησίς ἐστιν, καὶ τεταρτημόριον ἀπὸ τοῦ ἀπογείου τοῦ φαινομένου. Καὶ πάλιν αἱ πρὸς τῷ Β περιγείῳ μείζονες τῶν ἀπωτέρω, καὶ αἱ ἔγγιον μείζονες τῶν ἀπωτέρω ἀεί. ἔστω γὰρ ἐπίκυκλος ὁ ΑΒ, περὶ κέντρον τὸ Δ,
15καὶ ὄψις τὸ Γ, καὶ διάμετρος ἡ ΓΒΔΑ, καὶ ἴσαι περιφέρειαι ἀπὸ τοῦ Β περιγείου αἱ ΒΕ, ΕΖ, καὶ ἑπόμεναι καὶ προηγούμεναι τοῦ Β. καὶ ἐπιζευ‐ χθεῖσαι αἱ ΓΕ, ΓΖ ἐκβεβλήσθωσαν ἐπὶ τὰ Η, Θ. καὶ ἐπεζεύχθωσαν αἱ ΑΕ, ΗΖ. Ἐπεὶ οὖν ἡ ΑΓ μείζων ἐστὶν τῆς ΗΓ [ηʹ τοῦ τρίτου], ἡ δὲ ΓΕ ἐλάσσων
20τῆς ΓΖ, ἡ ΑΓ μείζονα λόγον ἔχει πρὸς τὴν ΓΕ ἤπερ ἡ ΗΓ πρὸς τὴν ΓΖ [ιβʹ τοῦ εʹ]. γεγονέτω οὖν ὡς ἡ ΗΓ πρὸς τὴν ΓΖ ἡ ΑΓ πρὸς τὴν ΓΚ. ἐπεὶ οὖν ἡ ΑΓ πρὸς ΓΕ μείζονα λόγον ἔχει ἤπερ ἡ ΑΓ πρὸς ΓΚ [ιβʹ τοῦ εʹ], ἐλάσσων ἐστὶν ἡ ΓΕ τῆς ΓΚ [θʹ τοῦ εʹ]. κέντρῳ δὴ τῷ Γ, διαστήματι τῷ ΓΚ, κύκλου περιφέρεια γεγράφθω ἡ ΚΛ. καὶ ἐπεζεύχθω ἡ ΛΓ. ἐπεὶ ἴση
25ἐστὶν ἡ ΛΓ τῇ ΓΚ, ἔστιν ὡς ἡ ΑΓ πρὸς ΓΛ ἡ ΓΗ πρὸς ΓΖ. εἰσὶν δὲ καὶ

288

γωνίαι αἱ ὑπὸ ΓΑΛ, ΓΗΖ ἴσαι [κϛʹ τοῦ τρίτου] καὶ αἱ λοιπαὶ αἱ ὑπὸ ΑΛΓ, ΗΖΓ ἀμβλεῖαι, ὅτι ἡ ὑπὸ ΗΖΘ ἐστὶν ὀξεῖα βεβηκυῖα ἐπὶ περιφε‐ ρείας τῆς ΗΘ ἐλάσσονος ἡμικυκλίου [λʹ τοῦ τρίτου] καὶ οὖσα ἐν μεί‐[Omitted graphic marker] ζονι ἡμικυκλίου. ὥστε καὶ λοιπὴ ἡ ὑπὸ ΗΖΓ ἀμβλεῖά ἐστιν. πάλιν ἐπεὶ
5τοῦ ΚΛ κύκλου κέντρον ἐστὶν τὸ Γ καὶ σημεῖον ἐκτὸς τὸ Α καὶ διὰ τοῦ κέν‐ τρου ἡ ΑΓ καὶ ἡ ΛΓ, καὶ ἐπέζευκται ἡ ΑΛΕ, ἐὰν γραφῇ ὁ κύκλος καὶ ἐκβλη‐ θῆ ἡ ΑΛΕ, τεμεῖ τὴν περιφέρειαν τοῦ κύκλου, καὶ ἔσται ἡ γωνία ἡ ὑπὸ ΓΛΕ ἐπὶ τῆς 〈ΝΜ〉 περιφερείας βεβηκυῖα [ἐπὶ] ἐλάσσονος ἡμι‐ κυκλίου 〈καὶ〉 οὖσα ἐν μείζονι ἡμικυκλίου. ὥστε ὀξεῖά ἐστιν ἡ ὑπὸ
10ΓΛΕ· καὶ λοιπὴ ἀμβλεῖα ἡ ὑπὸ ΑΛΓ. γεγράφθω οὖν ὁ κύκλος καὶ ἐκ‐ βεβλήσθω ἡ ΛΓ καὶ ΛΕ ἐπὶ τὰ Μ, Ν. ἔστιν ἄρα ἡ περιφέρεια ἡ ΜΝ ἐ‐ λάσσων ἡμικυκλίου τοῦ ΜΝΛ· ἰσογώνια ἄρα ἐστὶν τὰ ΑΛΓ, ΗΓΖ τρίγω‐ να [ζʹ τοῦ ϛʹ]. ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΑΛΓ γωνία τῇ ὑπὸ ΗΓΖ. μείζων ἄρα
ἐστὶν ἡ ὑπὸ ΑΓΕ τῆς ὑπὸ ΗΓΖ.

289

»... Ἀλλ’ ἐπὶ μὲν τῆς προτέρας α μοίρᾳ ἔγγιστα, ἐπὶ δὲ τῆς δευτέ‐ «ρας ὀγδόῳ μιᾶς μοίρας ...» Ἐπὶ μὲν γὰρ τῆς πρώτης ἐκλείψεως κατὰ τὸν μέσον χρόνον εἰς ὃν συν‐ άγεται ὁ ἀπὸ τῆς ἐποχῆς χρόνος, ὡς ἔστιν δʹ βιβλίῳ, ἐτῶν αἰγυπτιακῶν
5κζ καὶ ἡμερῶν ιζ καὶ ὡρῶν ἰσημερινῶν ια ϛʹ. ἀπεῖχεν ἡ σελήνη τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐπὶ τὰ ἡγούμενα αὐτοῦ μοίρας ιβ κδ. καὶ παρά‐ κειται ταῖς τοσαύταις μοίραις ἐν τῷ δʹ σελιδίῳ προσθαφαιρέσεως ἀνω‐ μαλίας 𐆊 νθ. διὸ καί φησιν· «ἔγγιστα μοίρᾳ α.» ἐπὶ δὲ τῆς δευτέρας ἐκλείψεως, ἀπεῖχεν μὲν ὁμοίως ἡ σελήνη ἐπὶ τὰ αὐτὰ ἡγούμενα μοίρας
10ροη μϛ, ὥς εἰσιν προκείμενοι ἐν ἀρχῇ τοῦ ἕκτου βιβλίου, διὰ τὸ καὶ τὸν ἀπὸ τῆς ἐποχῆς χρόνον ἐπὶ τὸν μέσον τῆς ἐκλείψεως ἐτῶν εἶναι αἰγυπ‐ τιακῶν χϛ καὶ ἡμερῶν ρκα καὶ ὡρῶν ἰσημερινῶν ἁπλῶς τε καὶ πρὸς τὰ ὁμαλὰ νυχθήμερα ι ϛʹ· παράκειται δὲ ταῖς ροη μϛ ἐν τῷ δʹ σελι‐ δίῳ τοῦ αὐτοῦ ἀνωμαλίας κανόνος 𐆊 ζ 𐅵, ἅπερ ηʹ ἐστὶν μοίρας α.
15 «Κατὰ μὲν τὴν προτέραν ἔκλειψιν ἀπὸ ἐλάσσονος διαστάσεως τοῦ ἀναβι‐ «βάζοντος συνδέσμου, κατὰ δὲ τὴν δευτέραν ἀπὸ μείζονος, ὧν τὴν διαφορὰν «ἀπεδείξαμεν μοίρας α καὶ πεμπτημορίου συναγομένην». τοῖς γὰρ τρεῖς δακτύλοις παράκειται ἐν τοῖς κανονίοις τῶν σεληνιακῶν ἐκλείψεων, ἐπὶ μὲν τοῦ μεγίστου ἀποστήματος ὁ τῶν σοθ ιη ἀπὸ τοῦ βορείου πέρατος τὴν
20ἀρχὴν ἔχων ἀριθμός, ἐπὶ δὲ τοῦ ἐλαχίστου ὁ τῶν σπ λ, ὥστε εἶναι ἀπὸ τοῦ ἀναβιβάζοντος ἐπὶ τὰ ἑπόμενα μοίρας ι λ κατὰ τὸ ἐλάχιστον ἀπόστη‐ μα, καὶ κατὰ τὸ μέγιστον μοίρας θ ιη, καὶ ὑπερέχειν τὴν κατὰ τὸ ἐλάχι‐ στον ἀπόστημα διάστασιν τῆς κατὰ τὸ μέγιστον διαστάσεως ἀπὸ τοῦ ἀνα‐ βιβάζοντος μοίρας α ιβ.
25«Τὸ μὲν οὖν ὅσον ἐπ’ αὐτῇ τῇ πλάνῃ ...» καὶ τὰ ἑξῆς.
Ἐὰν γὰρ νοήσωμεν ἐπὶ τῆς πρώτης ἐκλείψεως τοῦ λοξοῦ τῆς σελήνης

290

κύκλου περιφέρειαν τὴν ΑΒΓ, τοῦ Α σημείου κατὰ τὸν ἀναβιβάζοντα σύν‐ δεσμον ὑποκειμένου, καὶ τοῦ Β καθ’ ὃ τὸ ἀκριβὲς κέντρον τῆς σελήνης νοεῖται, τὸ δὲ Γ καθ’ ὃ ἡ μέση σελήνη, αὐτῆς δὲ κατὰ τὸ Κ σημεῖον τοῦ ἐπικύκλου ὑποκειμένης, ἀπέχειν τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας
5ιβ κδ, καὶ ἀπὸ τοῦ Η κέντρου τοῦ ζῳδιακοῦ διηγμένας τὰς ΗΒΚ, ΗΓ,[Omitted graphic marker] γίνεται ἡ ἀπὸ ΓΗΒ, τουτέστιν ἡ ΒΓ περιφέρεια τοῦ διαφόρου τῆς ἀνωμα‐ λίας, ἀφαιρετικὴ μοίρας α ἔγγιστα. ἐπὶ δὲ τῆς δευτέρας ἐκλείψεως, τοῦ Δ ὑποκειμένου ὁμοίως συνδέσμου καὶ τοῦ μὲν Ε καθ’ ὃ τὸ ἀκριβὲς τῆς σελή‐ νης κέντρον νοεῖται, τοῦ δὲ Ζ καθ’ ὃ ἡ μέση σελήνη, ἐὰν διαγάγωμεν ἀπὸ
10τοῦ Θ κέντρου τοῦ ζῳδιακοῦ τὰς ΘΕ, ΘΖ, ὑποθέμενοι τὴν σελήνην κατὰ τὸ Λ ἀπέχειν τοῦ ἀπογείου μοίρας ροη μϛ, γίνεται ἡ ὑπὸ ΕΘΖ γωνία, τουτέστιν ἡ ΖΕ περιφέρεια, 𐆊 η ἔγγιστα. ἐπεὶ οὖν μείζων ἐστὶν ἡ ΓΒ περιφέρεια τῆς ΖΕ τοῖς τῆς ὑπεροχῆς ἑξηκοστοῖς νβ, ἐὰν οὖν ἴσην ὑποθώ‐ μεθα τὴν ΑΒ ἀπὸ τοῦ συνδέσμου διάστασιν τῇ ΔΕ ἀπὸ τοῦ αὐτοῦ συνδέσ‐
15μου, τὴν αὐτὴν οὖσαν ὡς ἐπὶ ἴσων ἀποστημάτων, διὰ τὴν ὁμοιότητα κατὰ πάντα τῶν δύο ἐκλείψεων, ὥστε καὶ ἀποκατάστασιν εἶναι, ἀνάγκη τὴν ΔΖ περιφέρειαν τοῦ λοξοῦ σελήνης τῆς ὁμαλῆς ἀπὸ τοῦ ἀναβιβάζοντος συν‐ δέσμου ἐλάσσονα εἶναι τῆς ΑΓ ὁμαλῆς ἀπὸ τοῦ αὐτοῦ ἀναβιβάζοντος τοῖς 𐆊 νβ· ὅσο〈ι〉ς ἐλλείψει καὶ ἡ τοῦ πλάτους ἀποκατάστασις.
20 Καὶ πάλιν ἐπεί, κατὰ μὲν τὴν πρώτην ἔκλειψιν ἡ σελήνη περὶ τὸ ἀπό‐ γειον ἦν τοῦ ἐπικύκλου, κατὰ δὲ τὴν δευτέραν περὶ τὸ περίγειον δῆλον ὡς παρὰ τὰ ἀποστήματα τῆς σελήνης, ὁμοίων τῶν ἐπισκοτήσεων πάλιν οὐσῶν, τουτέστιν δακτύλων τριῶν, διάφοροι γίνονται αἱ ἀπὸ τοῦ συνδέσμου περι‐
φέρειαι ἀνώμαλοι κατά τε τὴν πρώτην ἔκλειψιν καὶ κατὰ τὴν δευτέραν.

291

οἷον, ἡ μὲν ΑΒ μοιρῶν θ ιη, ἡ δὲ ΔΕ ι λ, ὧν ἡ διαφορὰ μοίρας α ιβ. ὥστε τοῦ αὐτοῦ ὑποκειμένου καθ’ ἑκατέραν ἔκλειψιν τοῦ παρὰ τὴν ἀνω‐ μαλίαν διαφόρου, πλεονάζειν νῦν τὴν ἀκριβῆ πάροδον εἰς ὅλας ἀποκαταστά‐ σεις τῆς ἀκριβοῦς, καὶ δηλονότι τὴν μέσην τῆς μέσης μοῖραν α ιβ. ἐν‐
5έλειπεν δὲ παρὰ τὸ τῆς ἀνωμαλίας διάφορον 𐆊 νβ. τοῖς τῆς ὑπεροχῆς ἄρα ἑξηκοστοῖς κ φανήσεται πλείων οὖσα ἡ ἐπίληψις τῆς ἀποκαταστά‐ σεως, ἣν ἴσως καὶ ὁ Ἵππαρχος ἀνταναπληρουμένην πως κατανενοήκει. εἰ μέντοι πρὸς τὸ ἔλασσον ἢ τὸ πλεῖον λόγου ἕνεκεν ἐτύγχανον ἀμφότεραι φέρουσαι τὴν διαφορὰν αἱ ἁμαρτίαι, τὰς ἐξ ἀμφοτέρων συναγομένας μοίρας
10β ἔγγιστα, ἀκριβῶς δὲ μοίρας β δ ἐσφάλη ἂν ἡ περιοδικὴ τουτέστιν
ἡ ὁμαλὴ τοῦ πλάτους ἀποκατάστασις.

292

(1t)

Περὶ ἡλιακῶν ἐκλείψεων.
2 «Κἂν μὲν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἡ κατὰ μῆκος παράλλαξις ᾖ γι‐ «νομένη, δεδείχαμεν γὰρ ἐν τοῖς ἔμπροσθεν πῶς ἡμῖν ἡ τοιαύτη διάκρισις
«λαμβάνηται ...» καὶ τὰ ἑξῆς.

293

Τὰ λεγόμενα ἐπὶ καταγραφῆς ἐν ὑποδείγματι διὰ τῶν ἀριθμῶν ἔσται
φανερά.

294

Νοείσθωσαν γὰρ τρεῖς κύκλοι ἐν ἑνὶ τῷ τοῦ διὰ μέσων ἐπιπέδῳ, ὁ ΓΖ τῆς σελήνης καὶ ὁ ΒΗ τοῦ ἡλίου, καὶ ὁ ΑΘ τῶν ἐν τῇ ἀπλανεῖ, περὶ κέν‐ τρον τὸ Ε, καὶ ἡ διὰ τοῦ κατὰ κορυφὴν εὐθεῖα νοείσθω ἡ ΑΒΓΔΕ, ὄψις δὲ
τὸ Δ. καὶ ὑποκείσθω ἀκριβὴς σύνοδος γινομένη κατὰ τὴν ΕΖΗΘ εὐθεῖαν·

295

ὥστε τὸ μὲν Ζ σημεῖον εἶναι κέντρον τῆς σελήνης, τὸ δὲ Η τοῦ ἡλίου, τὸ δὲ Θ τῆς ἀκριβοῦς αὐτῶν ἐποχῆς. ἀπεχέτω δὲ τὸ Θ λόγου χάριν ὑποκείμενον[Omitted graphic marker] Λέοντος ἀρχῇ τοῦ μεσημβρινοῦ ὥρας ἰσημερινὰς δύο πρὸς ἀνατολάς, ὥστε μεσουρανεῖν Καρκίνου μοίρας β. καὶ διήχθω ἡ ΔΖΚΝ εὐθεῖα τὴν
5φαινομένην μοῖραν τὴν τῆς σελήνης περιέχουσα· τὸ μὲν ἄρα Ν ἐποχή ἐστιν τῆς φαινομένης σελήνης. ἀλλὰ καὶ τὸ Θ τῆς ἀκριβοῦς. διήχθω δὲ καὶ ἡ ΔΗΜ, τὸ φαινόμενον ἀφορίζουσα τοῦ ἡλίου κέντρον τὸ Μ· ἡ μὲν ἄρα ΘΜ ἡλίου ἐστὶν παράλλαξις, εἰκοστὸν μέρος οὖσα τῆς ΘΝ. Ἐπεὶ οὖν τὴν ἀκριβῆ σύνοδον ὑπεθέμεθα Λέοντος ἀρχὴν ἀπέχειν τοῦ
10μεσημβρινοῦ ὥρας ἰσημερινὰς δύο, ταύτας εἰσάξαντες εἰς τὸ οἰκεῖον κλίμα, λέγω δὴ τὸ διὰ Σοήνης καὶ ζῴδιον Λέοντος, εὕρομεν παρακείμενα αὐταῖς μήκους παραλλάξεως ἀφαιρεθείσης τῆς ἡλίου παραλλάξεως ἑξηκοστῶν κδ· τοσούτων ἄρα ἑξηκοστῶν ἐστιν ἡ ΜΝ περιφέρεια.
Νοείσθω δὲ καὶ ἡ σελήνη τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἀπέχειν μοίρας

296

ξ, αἷς παράκειται ἐν τῷ κανονίῳ τῆς διορθώσεως ἑξηκοστὰ ιδ· ὥστε καὶ τὸ ὡριαῖον δρόμημα τῆς σελήνης ἑξηκοστῶν εἶναι λα ἔγγιστα. Καὶ ἐπεὶ πρὸ δύο ὡρῶν τοῦ μεσημβρινοῦ ἐν τῷ κανόνι τῶν γωνιῶν Λέον‐ τος ἀρχῇ παράκειται περιφέρεια μοιρῶν κζ νϛ, τοσαῦται δὲ σχεδὸν ἀπὸ
5Καρκίνου μοιρῶν β ἄχρι Λέοντος ἀρχῆς συνάγονται, ταύτας 〈τὰσ〉 κη μοίρας εἰσαγαγόντες εἰς τὸν παραλλακτικὸν κανόνα, καὶ ἀπὸ τῶν παρακειμένων αὐταῖς ἐν τῷ δευτέρῳ σελιδίῳ τοῦ πρώτου ὅρου ἑξηκοστῶν κε ἀφελόντες τὴν ἡλίου παράλλαξιν ἑξηκοστοῦ α· τὰ λοιπὰ ἑξηκοστὰ κδ ἕξομεν τῆς παραλλάξεως τῆς σελήνης ἐπὶ τοῦ ζῳδιακοῦ, ἀφαιρεθείσης
10τῆς ἡλίου παραλλάξεως, συμφώνως προχείροις. ὥστε τὴν ΜΝ περιφέρειαν
εἶναι ἑξηκοστῶν κδ, καὶ τὸ Ν σημεῖον Λέοντος 𐆊 κδ. ταῦτα τοίνυν τὰ

297

κδ ἑξηκοστὰ πολυπλασιάσαντες ἐπὶ τὰ 𐆊 ιδ παρακείμενα τῷ αὐτῆς σελήνης ὄντι ἀριθμῷ μοιρῶν ξ, καὶ τὰ γενόμενα 𐆊 ϛ ἔγγιστα προσθέντες τοῖς 𐆊 κδ ἔσχομεν 𐆊 λ. ταῦτα μερίσαντες παρὰ τὰ 𐆊 λα ἔγγιστα τοῦ ὡριαίου δρόμου σελήνης ἔσχομεν ὥραν α· ἣν καὶ προσθέντες ταῖς
5τῆς ἀκριβοῦς συνόδου πρὸ μεσημβρίας ὥραις δύο ἔσχομεν ὥρας ἰσημερινὰς τρεῖς. καὶ ἐπεὶ ταῖς μὲν πρὸ δύο ὡρῶν τῆς μεσημβρίας παράκειται Λέοντος ἀρχῇ παραλλάξεως μήκους 𐆊 κδ, πρὸς δὲ πρὸ τριῶν ὡρῶν ἑξηκοστὰ λδ, ὑπεροχὴ δὲ τῶν λδ ἑξηκοστῶν πρὸς τὰ κδ γίνεται ἑξηκοστῶν ι, ποιοῦμεν οὖν ὡς τὰ λ ἑξηκοστὰ πρὸς τὰ 𐆊 ι, οὕτως τὰ 𐆊 ι πρὸς
10τὰ 𐆊 γ. καὶ τὰ γενόμενα ὁμοῦ τῆς παραλλάξεως καὶ ἐπιπαραλλάξεως ἑξηκοστὰ μγ, μετὰ τοῦ ιβʹ αὐτῶν τουτέστιν ἑξηκοστὰ γ, τὰ γενόμενα
ἑξηκοστὰ μϛ μερίσομεν παρὰ τὸν ὡριαῖον δρόμον τῆς σελήνης τὰ 𐆊 λα.

298

καὶ γίνεται ὥρα μία ἥμισυ ἔγγιστα, ᾗ προτερήσει ὁ χρόνος τῆς φαινομένης συνόδου τοῦ τῆς ἀκριβοῦς. Καὶ γίνεται ὁ χρόνος τῆς φαινομένης συνόδου πρὸ ὡρῶν γ 𐅵ʹ τῆς με‐ σημβρίας, ἡ δὲ ἀκριβὴς σελήνη κατ’ αὐτὰς τὰς ὥρας ἔσται ἀφαιρεθέντων
5τῶν 𐆊 μϛ ἀπὸ τῆς Λέοντος ἀρχῆς Καρκίνου μοίραις κθ ιδ. Ἀνατολικώτερος δέ ἐστιν ὁ χρόνος τῆς φαινομένης συνόδου τοῦ χρόνου τῆς ἀκριβοῦς συνόδου, καὶ ἡ φαινομένη σύνοδος τῆς ἀκριβοῦς συνόδου, ἐ‐ πείπερ ἡ φαινομένη σελήνη Καρκίνῳ μοίραις κθ ιδ πρὸ γ 𐅵ʹ ὡρῶν τῆς μεσημβρίας οὖσα, καὶ παραλλάσσουσα 𐆊 μβ πρὸς ἀνατολάς, καὶ κατ’
10ὀλίγον ἀναφερομένη σὺν τῷ ζῳδιακῷ ὑπὸ τῆς πρώτης φορᾶς ἕως τῆς πρὸ δύο ὡρῶν ἰσημερινῶν τῆς μεσημβρίας θέσεως τὴν τοῦ Λέοντος ἀρχὴν κατα‐ λαμβάνει, καὶ συνοδεύει τῷ ἡλίῳ. καὶ γὰρ ἐὰν καὶ 〈ἐπὶ〉 τῇ προκειμένῃ καταγραφῇ τὴν ΝΞ ἴσην θῶμεν τῇ παραλλάξει τοῖς 𐆊 ι καὶ τοῖς 𐆊 γ, καὶ τὴν ΞΟ τῇ παρὰ τὸ ἀπόστημα διαφορᾷ τοῖς 𐆊 ϛ, καὶ τὴν ΟΠ ἴσην τῷ
15δωδεκάτῳ μέρει τῆς ΘΠ τοῖς 𐆊 δ, καὶ τῇ γενομένῃ διαστάσει τῆς ΘΠ τοῖς 𐆊 μϛ ἴσην θῶμεν τὴν ΘΤ, καὶ ἐπιζεύξωμεν τὴν ΤΡΣΕ, καὶ τὴν
ΔΣΥΦ διάξωμεν, τὸ μὲν Τ σημεῖον ἔσται Καρκίνου μοίραις κθ ιδ τῆς

299

ἐποχῆς τῆς σελήνης, ἡ δὲ ΔΣΥΦ περιέξει τὴν φαινομένην σύνοδον ἡλίου καὶ σελήνης, τοῦ μὲν Σ νοουμένου τῆς σελήνης, τοῦ δὲ Υ τοῦ ἡλίου, τοῦ δὲ Φ τῆς φαινομένης αὐτῶν ἐποχῆς. ἡ δὲ ΥΗ ἔσται 𐆊 δ τῆς ἡλίου κινήσεως ἀπὸ τοῦ Υ ἐπὶ τὸ Η, ὅτι καὶ ἡ ΤΦ 𐆊 μγ ἐστίν [τουτέστιν ἡ ΡΥ] παραλλά‐
5ξεως οὖσα τῆς σελήνης Καρκίνου μοίραις κθ ιδ τῆς πρὸ γ 𐅵 ὡρῶν ἰσημε‐ ρινῶν τῆς μεσημβρίας κατὰ τὸ Ω σημεῖον τῆς ἀκριβοῦς τοῦ ἡλίου ἐποχῆς ἐπιζευχθείσης τῆς ΕΥΩ εὐθείας, ἡ δὲ ΦΩ τῆς παραλλάξεως τοῦ ἡλίου, καὶ ἡ ΤΩ 𐆊 μβ. ἀλλὰ καὶ ἡ ΡΥ τῶν αὐτῶν 𐆊 μβ. καὶ λοιπὴ ἡ ὑπὸ ΥΗ 𐆊 δ· ἐν ᾧ γὰρ ἡ σελήνη τὴν ΣΖ περιφέρειαν διέρχεται, ἐν τούτῳ ὁ κατὰ τὸ Υ
10ἥλιος ἐπὶ τὸ Η ἥξει, τῆς τοῦ ἡλίου κινήσεως οὔσης τῆς ΥΗ 𐆊 δ· αὐτὴ γὰρ δωδέκατον μέρος ἐστὶν τῆς ΡΥ. καὶ φανήσονται συνοδεύοντες ἀκριβῶς ἥλιος καὶ σελήνη κατὰ τὴν πρὸ δύο ὡρῶν ἰσημερινῶν τῆς μεσημβρίας στά‐ σιν ἐπὶ τῆς ΕΖ, ΗΘ εὐθείας ὄντες. Κατὰ λόγον οὖν ἀπὸ τῆς Λέοντος ἀρχῆς ἀφελοῦμεν τὰ 𐆊 μϛ τῆς παραλ‐
15λάξεως καὶ ἐπιπαραλλάξεως καὶ τῆς παρὰ τὸ ἀπόστημα διαφορᾶς καὶ τοῦ ἡλιακοῦ κινήματος ὄντα, ἵνα σχῶμεν τὴν ΤΕ εὐθεῖαν τὰς τοῦ Καρκίνου μοίρας κθ ιδ ἐπέχουσαν κατὰ τὸν χρόνον τῆς φαινομένης συνόδου ἥτις ἐστὶν πρὸ γ 𐅵ʹ ὡρῶν ἰσημερινῶν τῆς μεσημβρίας γινομένη καὶ ἀπέ‐ χουσα τῆς πρὸ δύο ὡρῶν ἰσημερινῶν τῆς μεσημβρίας ὥραν μίαν ἥμισυ.
20 «Ἐὰν μὲν ἡ κατὰ πλάτος παράλλαξις ὡς πρὸς τὰς ἄρκτους ᾖ τοῦ διὰ «μέσων ἀποτελουμένη ...» ἕως· «περὶ δὲ τὸν καταβιβάζοντα προσθήσομεν «ὁμοίως καὶ οὕτως ἕξομεν τὸν ἐν τῷ χρόνῳ τῆς φαινομένης συνόδου τοῦ «φαινομένου πλάτους ἀριθμόν.»
Τὸ λεγόμενόν ἐστιν μὲν καὶ ἀσαφὲς καὶ δυσερμήνευτον ἔχον φύσει τὸ

300

αἴτιον. παρακολουθήσει〈εν〉 δέ τις ἂν μᾶλλον τῷ λόγῳ τῆς προσθέσεως καὶ ἀφαιρέσεως εἰ νοήσειεν λοξὸν μὲν τῆς σελήνης κύκλον τὸν ΑΒΓ, ζῳδιακὸν δὲ τὸν ΜΓΑΧ, ἀναβιβάζοντα σύνδεσμον τὸ Α, καταβιβάζοντα τὸ Γ, βόρειον πέρας τὸ Β, σελήνης τὸ ἀκριβὲς κέντρον κατὰ διαφόρους θέσεις οἷον κατὰ[Omitted graphic marker]
5τὰ Δ 〈Κ, Υ, Π〉, ἐν τοῖς χρόνοις τῶν φαινομένων συνόδων, ἀπέχον τῶν Α, Γ συνδέσμων ἐπὶ τοῦ λοξοῦ τὰς ΓΔ, ΓΚ, ΑΠ, ΑΥ. καὶ γεγράφθωσαν μέγιστοι κύκλοι διὰ τῶν Δ, Κ, Π, Υ, ὀρθοὶ πρὸς τὸν διὰ μέσων, ὡς οἱ ΖΔΘ, ΚΛΜ, ΟΠΡ, ΥΦΧ· αἱ δ γὰρ αἱ ΔΘ, ΚΜ, ΟΠ, ΥΧ, ἔσονται ἃς ἀποστήσεται τοῦ διὰ μέσων ἡ ἀκριβὴς σελήνη· κατὰ μὲν τὸ Δ οὖσα τὴν
10ΔΘ διΐσταται τοῦ διὰ μέσων· κατὰ δὲ τὸ Κ, τὴν ΚΜ· κατὰ δὲ τὸ Π, τὴν ΠΟ· κατὰ δὲ τὸ Υ, τὴν ΥΧ. Κἂν μὲν ἡ κατὰ πλάτος παράλλαξις καθ’ ἑκατέραν θέσιν τῶν Δ, Κ, Υ, Π τῆς σελήνης οὔσης ὡς πρὸς ἄρκτους τοῦ διὰ μέσων ἀποτελῆται· γίνηται δὲ ἐπὶ μὲν τῆς κατὰ τὸ Δ θέσεως ἡ ΔΖ παράλλαξις, ἐπὶ δὲ τῆς κατὰ τὸ Κ
15ἡ ΚΛ, ἐπὶ δὲ τῆς κατὰ τὸ Υ ἡ ΥΦ, ἐπὶ δὲ τῆς κατὰ τὸ Π ἡ ΠΡ· τὰς ἴσας ταῖς ΘΔΖ, ΜΛ, ΟΠΡ, ΧΦ ἀφέξει κατὰ πλάτος τοῦ διὰ μέσων τὸ φαινόμε‐ νον κέντρον αὐτῆς. ἐὰν δὲ πρὸς μεσημβρίαν τὰς ἴσας ταῖς Θ͵Α, Μ͵Β, Ο͵Γ, Χ͵Δ, τῶν Δ͵Α, Κ͵Β, Υ͵Δ, Π͵Γ παραλλάξεων λαμβανομένων, ἐπεὶ δὲ τὸν αὐτὸν ἔχει λόγον ἔγγιστα ἡ ΓΔ πρὸς ΔΘ, καὶ ἡ ΓΚ πρὸς ΚΜ, καὶ ΑΥ πρὸς
20ΥΧ, καὶ ΑΠ πρὸς ΠΟ, ὃν ἔχει τὰ ιβ πρὸς τὸ α· ἐπεὶ καὶ ἡ ἀπό τινος τῶν
συνδέσμων τοῦ λοξοῦ τυχοῦσα περιφέρεια μέχρι μοιρῶν λ μὴ πλέον,

301

πρὸς τὴν ἐπιβάλλουσαν αὐτῇ τοῦ πρὸς ὀρθὰς τῷ ζῳδιακῷ μεταξὺ ἀπολαμ‐ βανομένην τοῦ τε ζῳδιακοῦ καὶ τοῦ λοξοῦ τοῦτον ἔχει τὸν λόγον ἔγγιστα. ἐὰν μὲν ἄρα ἡ κατὰ πλάτος παράλλαξις γένηται πρὸς τὰς ἄρκτους τοῦ διὰ μέσων καὶ ποιήσωμεν ὡς μὲν τὴν ΔΘ πρὸς ΔΓ οὕτως τὴν ΘΖ πρὸς
5ἄλλην· ὡς δὲ τὴν ΜΚ πρὸς ΚΓ οὕτως τὴν ΜΛ πρὸς ἄλλην· ὡς δὲ τὴν ΥΧ πρὸς ΥΑ οὕτως τὴν ΦΧ πρὸς ἄλλην· ὡς δὲ τὴν ΟΠ πρὸς ΠΑ οὕτως τὴν ΟΡ πρὸς ἄλλην· ἔσται ἡ μὲν ΘΖ πρὸς μείζονα τῆς ΓΔ· ἡ δὲ ΜΛ πρὸς ἐλάσσονα τῆς ΚΓ· ἡ δὲ ΦΧ πρὸς ἐλάσσονα ὁμοίως τῆς ΥΑ· ἡ δὲ ΟΡ πρὸς μείζονα τῆς ΑΠ. γεγενήσθω δέ, καὶ ἔστωσαν αἱ ΓΕ, ΓΝ, ΑΨ, ΑΣ, ὥστε
10καὶ ἑκάτερον λόγον τῆς τε ΕΔ πρὸς ΔΖ καὶ τῆς ΚΝ πρὸς ΚΛ, ἀλλὰ καὶ τῆς ΥΨ πρὸς ΥΦ, καὶ ἔτι τῆς ΣΠ πρὸς ΠΡ, τὸν αὐτὸν εἶναι ἔγγιστα τῷ ὃν ἔχει τὰ δώδεκα πρὸς τὸ α. ἐὰν δὴ πρὸς μεσημβρίαν τοῦ διὰ μέσων ἡ κατὰ πλά‐ τος παράλλαξις ἀποτελῆται· ποιήσωμεν δὲ πάλιν ὡς μὲν τὴν ΔΘ πρὸς ΔΓ, τὴν Δ͵Α πρὸς ἄλλην· ὡς δὲ τὴν ΚΜ πρὸς ΚΓ, τὴν Μ͵Β πρὸς ἄλλην· ὡς δὲ
15τὴν ΥΧ πρὸς ΥΑ, τὴν ͵ΔΧ πρὸς ἄλλην· ὡς δὲ τὴν ΟΠ πρὸς ΠΑ οὕτως τὴν ͵ΓΟ πρὸς ἄλλην· ἔσται ἡ μὲν Δ͵Α πρὸς ἐλάσσονα τῆς ΓΔ ἀπὸ τοῦ Γ, ἡ δὲ Μ ͵Β πρὸς μείζονα τῆς ΚΓ, ἡ δὲ Χ ͵Δ πρὸς μείζονα ὁμοίως τῆς ΥΑ ἀπὸ τοῦ Α, ἡ δὲ ͵ΓΟ πρὸς ἐλάσσονα τῆς ΠΑ. ἔστωσαν οὖν καὶ αὐταὶ ἥ τε Γ͵Ψ καὶ Γ͵Φ καὶ Α͵Ι καὶ Αϡ, ὡς γίνεσθαι καὶ ἐνθάδε ὡς τὴν Δ͵Ψ πρὸς
20Δ͵Α, καὶ τὴν ΚΝ πρὸς Κ͵Β, καὶ Υ͵Ι πρὸς Υ͵Δ, καὶ Πϡ πρὸς Π͵Γ, ἐν τῷ αὐτῷ λόγῳ τουτέστιν τῶν ιβ πρὸς α. Καὶ φανερὸν ὅτι τῆς μὲν κατὰ πλάτος παραλλάξεως πρὸς ἄρκτους γινο‐ μένης τοῦ διὰ μέσων, ἐὰν μὲν κατὰ τὸ Δ ἡ σελήνη τυγχάνῃ ἐν τῷ χρόνῳ τῆς φαινομένης συνόδου, ἀφελεῖν δεῖ ἀπὸ τῆς ΒΕΔ πλατικῆς ἀκριβοῦς
25παρόδου τὴν ΔΕ· ἐὰν δὲ κατὰ τὸ Κ, ἀφελεῖν ὁμοίως ἀπὸ τῆς ΒΓΚ τὴν ΚΝ· ἐὰν δὲ κατὰ τὸ Υ, προστιθέναι τῇ ΒΓΥ τὴν ΥΨ· ἐὰν δὲ κατὰ τὸ Π, προστιθέναι ὁμοίως τῇ ΒΓΑΠ τὴν ΠΣ. τῆς δὲ κατὰ πλάτος παραλλάξεως πρὸς μεσημβρίαν ἀποτελουμένης τοῦ ζῳδιακοῦ, ἐὰν μὲν πάλιν ἡ σελήνη
κατὰ τὸ Δ ᾖ ἐν τῷ χρόνῳ τῆς φαινομένης συνόδου προστιθέναι χρὴ τῇ

302

ΒΕΔ τὴν Δ͵Ψ· ἐὰν δὲ κατὰ τὸ Κ, προστιθέναι ὁμοίως τῇ ΒΓΚ τὴν Κ͵Φ· ἐὰν δὲ κατὰ τὸ Υ, ἀφελεῖν δεήσει τὴν Υ͵Ι ἀπὸ τῆς ΒΓΥ· ἐὰν δὲ κατὰ τὸ Π, ἀφελεῖν ὁμοίως ἀπὸ τῆς ΒΓΑΠ τὴν Πϡ· καὶ οὕτως ἕξομεν τοὺς εἰς τοὺς χρόνους τῶν φαινομένων συνόδων κατὰ τὰς ἐκκειμένας θέσεις συναγομένας
5ἀπὸ τοῦ βορείου πέρατος ἐπὶ τὰ ἑπόμενα τῶν ζῳδίων τοῦ φαινομένου πλά‐ τους ἀριθμούς· τουτέστιν τὸν τῆς ΒΕ καὶ ΒΔ͵Ψ καὶ ΒΓΝ καὶ ΒΓ͵Φ καὶ ΒΓ͵Ι καὶ ΒΓΨ καὶ ΒΑΓϡ καὶ ΒΓΑΣ· ἀντὶ τῶν πρὸς τὸ ἀκριβὲς τῆς σελή‐ νης κέντρον λαμβανομένων· τουτέστιν τῆς ΒΕΔ καὶ ΒΓΚ καὶ ΒΓΥ καὶ ΒΓΑΠ.
10 Ἀναγκαῖον δέ ἐστιν καὶ τοῦτο ἐπισημήνασθαι, διότι πρὸς τὴν ὑποκει‐ μένην δεῖξιν ἐχρησάμεθα ταῖς πρὸς τὸν λοξὸν τῆς σελήνης θεωρουμέναις τοῦ πλάτους παραλλάξεσιν ἐπὶ τῶν ὀρθῶν τῷ ζῳδιακῷ κύκλῳ ἐφ’ ἑκάτερα τοῦ λοξοῦ πρὸς ἄρκτους τε καὶ μεσημβρίαν, ἀντὶ τῶν πρὸς τὸν διὰ μέσων λαμβανομένων παραλλάξεων ὁμοίως πλατικῶν ἐφ’ ἑκάτερα αὐτοῦ· διά
15τε τὸ παρακολουθητόν, καὶ διὰ τὸ πρὸς αἴσθησιν ἀδιαφορεῖν ταύτας ἐκεί‐ νων ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων, ὡς ἐδείξαμεν ἐν τῷ εἰς τὸ εʹ σχολίῳ. ὅταν μὲν γὰρ τὸ κατὰ κορυφὴν σημεῖον τῆς ὑποκειμένης οἰκήσεως νοτιώ‐ τερον ᾖ τοῦ μεσουρανοῦντος σημείου τοῦ ζῳδιακοῦ, ἡ 〈μὲ〉ν πρὸς τὸ Θ σημεῖον τοῦ ζῳδιακοῦ λαμβανομένη πλατικὴ πρὸς τὰς ἄρκτους παράλ‐
20λαξις ἀδιαφορεῖ πρὸς αἴσθησιν τῆς ΔΖ περιφερείας, ἡ δὲ κατὰ τὸ Ο βορεία παράλλαξις τῆς ΠΡ, ἡ δὲ κατὰ τὸ Μ βορεία τῆς 〈ΛΚ〉, ἡ δὲ κατὰ τὸ Χ τῆς ΥΦ περιφερείας. ὅταν δὲ τὸ κατὰ κορυφὴν σημεῖον τῆς οἰκήσεως βορειότερον ᾖ τοῦ μεσουρανοῦντος, τότε ἡ μὲν πρὸς τὸ Θ σημεῖον τοῦ ζῳδιακοῦ γινομένη πλάτους πρὸς μεσημβρίαν παράλλαξις ἀδιάφορός ἐστιν
25τῆς Δ͵Α περιφερείας νοτιωτέρας τοῦ λοξοῦ, ἡ δὲ πρὸς τὸ Ο νοτία πλάτους παράλλαξις τῆς Π͵Γ, ἡ δὲ πρὸς τὸ Μ ὁμοίως πλάτους πρὸς μεσημβρίαν
παράλλαξις τῆς Κ͵Β νοτιωτέρας τοῦ λοξοῦ περιφερείας, ἡ δὲ πρὸς τὸ Χ

303

τῆς Υ͵Δ νοτίας ἀδιάφορός ἐστιν. καὶ διὰ ταῦτα τῆς μὲν κατὰ πλάτος παραλλάξεως πρὸς ἄρκτους ἀποτελουμένης, περὶ μὲν τὸν καταβιβάζοντα ἡ ἀφαίρεσις γίνεται τῆς ἀπὸ τοῦ βορείου πέρατος πλατικῆς περιφερείας, περὶ δὲ τὸν ἀναβιβάζοντα ἡ πρόσθεσις· τῆς δὲ κατὰ πλάτος παραλλάξεως
5πρὸς νότον γινομένης, περὶ μὲν τὸν ἀναβιβάζοντα τὸ ἐναντίον ἡ ἀφαίρεσις γίνεται τῆς ἀπὸ τοῦ βορείου πέρατος περιφερείας, περὶ δὲ τὸν καταβιβά‐ ζοντα προστίθεται τῇ ἀπὸ τοῦ βορείου πέρατος ἀκριβεῖ περιφερείᾳ τοῦ λοξοῦ τὰ δώδεκα γινόμενα τῆς τοῦ πλάτους παραλλάξεως ἑξηκοστά. «Διὰ τὸ γίνεσθαί τινας ἐν τῇ φαινομένῃ τῆς σελήνης παρόδῳ πάντοτε
10«τῶν παραλλάξεων ἕνεκεν ὥσπερ προηγητικάς τινας φαντασίας, εἰ μη‐ «δὲν ἰδίως εἰς τὰ ἑπόμενα διαλαμβάνοιτο κινουμένη ...» καὶ τὰ ἑξῆς. Ὑποκείσθω γὰρ εἰ τύχοι τὴν ἀκριβῆ σελήνην εἶναι ἐπὶ τῆς τοῦ Καρκίνου ἀρχῆς κατὰ τὸ μέγιστον ἀπόστημα ἐν Ἀλεξανδρείᾳ ἀπὸ ὥρας ἰσημερινῆς τῆς μεσημβρίας ζ. καὶ ἐπεὶ ταῖς τοσαύταις ὥραις ἐπιβάλλει κατὰ μῆκος
15παραλλάξεως ἕως ἑξηκοστῶν μη ἔγγιστα (ὑπολογουμένης γὰρ τῆς ἡλίου
παραλλάξεως ἐν προχείροις ἐστὶν 𐆊 μϛ) δῆλον ὡς ἂν μηδὲν μὲν διαλαμ‐

304

βάνοιτο κινουμένη εἰς τὰ ἑπόμενα τῶν ζῳδίων. ἀνενέχθη δὴ σὺν τῇ τοῦ κόσμου φορᾷ καὶ ἀπέχει τῆς μεσημβρίας λόγου χάριν ὥρας δύο· ὀφθή‐ σεται τὴν προήγησιν πεποιημένη ἐν ὥραις ε ἑξηκοστῶν κε. κατὰ μὲν γὰρ τὴν ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα θέσιν ἀφέξει τὸ φαινόμενον κέντρον
5αὐτῆς Καρκίνου ἀρχῆς 𐆊 μη· κατὰ δὲ τὴν πρὸ δύο ὡρῶν τῆς μεσημβρίας στάσιν Καρκίνου 𐆊 κγ. ἐὰν δὲ μετὰ τὸν μεσημβρινόν, μετὰ μὲν δύο ὥρας ἑξηκοστὰ κγ, μετὰ δὲ ὥρας ζ τῆς μεσημβρίας στάσιν Καρκίνου 𐆊 μη παραλλάττουσα. καὶ οὕτως ἀπὸ τῆς μετὰ δύο ὥρας τῆς μεσημβρίας στάσεως μέχρι τῆς ἐπὶ τὸν δυτικὸν ὁρίζοντα θέσεως φανήσεται τὰ τῆς
10ὑπεροχῆς τῶν δύο παραλλάξεων κε προηγησαμένη· κατὰ γὰρ τὴν πρώ‐ την θέσιν πάλιν τὸ φαινόμενον κέντρον αὐτῆς ἔσται Διδύμων μοίραις κθ λζ, κατὰ δὲ τὴν δευτέραν τοῦ ὁρίζοντος Διδύμοις κθ ιβ. εἰ δὲ κινου‐
μένη διαλαμβάνοιτο λόγου χάριν καὶ κατὰ τὸ μέγιστον ἀπόστημα ἐν ὥρᾳ

305

μιᾷ ἑξηκοστῶν λβ ῥᾴδιον φαίνεται τὴν εἰς τὰ ἑπόμενα μετάβασιν ποιου‐ μένη· ἐπέχοντος γὰρ πάλιν τοῦ ἀκριβοῦς κέντρου Καρκίνου ἀρχήν, τὸ φαι‐ νόμενον ἔστα ἐν μὲν τῇ πρὸ ζ ὡρῶν στάσει 𐆊 μη, ἐν δὲ τῇ πρὸ δύο 𐆊 κγ· ὥστε εἶναι προηγήσεως 𐆊 κε μηδὲ μετακινουμένης τῆς σελήνης. ἀλλ’
5ἐν ταῖς ε ὥραις κινεῖται μοίρας β 𐅵· ὀφθήσεται ἄρα κεκινημένη μὲν βραδύτερον τῆς ἰδίας ἀκριβοῦς κινήσεως ἑξηκοστοῖς κε. καὶ πάλιν μετὰ τὸν μεσημβρινόν, ἐκ μὲν τῆς ὑπεροχῆς τῶν δύο παραλλάξεων, ὄντων εἰς προήγησιν ἑξηκοστῶν κε, ἐκ δὲ τῆς ἰδίας ἐπικινήσεως ἐν ταῖς ε ὥραις μοιρῶν β 𐅵, βραδύτερον φανήσεται τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων μετά‐
10βασιν ποιησαμένη τοῖς αὐτοῖς κε ἑξηκοστοῖς «Καὶ διὰ ταύτην τὴν αἰτίαν, ὅταν μὲν εἰς τὴν αὐτὴν μεσημβρίαν ὁ μέσος «χρόνος τῆς ἐκλείψεως ἐκπίπτῃ, τότε μόνον ἴσον ἔγγιστα γίνεσθαι τὸν «τῆς ἐμπτώσεως χρόνον τῷ τῆς ἀναπληρώσεως, ἴσης ἐφ’ ἑκάτερα συμβαι‐ «νούσης ἔγγιστα καὶ τῆς ἐκ τῶν παραλλάξεων προηγητικῆς φαντασίας.»
15 Ἐπεὶ γὰρ οἱ χρόνοι ἴσοι εἰσὶν ἐμπτώσεως καὶ ἀνακαθάρσεως, ὡς οἱ ἐν τοῖς ἐκλειπτικοῖς κανονίοις ἡλίου ἐν τοῖς ἀριθμοῖς κείμενοι, τοῦ ἄρα μέσου χρόνου τῆς ἐκλείψεως ὄντος κατ’ αὐτὴν τὴν μεσημβρίαν, διϊστᾶσιν οἱ χρόνοι ἐφ’ ἑκάτερα ὁ μὲν πρὸς ἀνατολάς, ὁ δὲ πρὸς δυσμάς· καὶ αἱ περιφέ‐ ρειαι ἄρα τοῦ ὀρθοῦ τῷ ὁρίζοντι ἴσαι εἰσὶν ἀπὸ τοῦ πόλου τοῦ ὁρίζοντος.
20ὥστε καὶ αἱ παραλλάξεις αἱ ἐπὶ τοῦ ὀρθοῦ τῷ ὁρίζοντι ἴσαι εἰσίν· τὸ γὰρ κέντρον τῆς σελήνης ἔγγιστα ἴσον ἀπέχει τοῦ μεσημβρινοῦ. ἐπεὶ οὖν αἱ γωνίαι οὔκ εἰσιν αἱ αὐταὶ τοῦ ζῳδιακοῦ πρὸς τὸν ὀρθὸν τῷ ὁρίζοντι
ἀλλ’ ἡ μὲν ἀνατολικὴ γʹ σελιδίῳ, ἡ δὲ δυτικὴ δʹ σελιδίῳ, καὶ ἡ πρὸς τὸν

306

ζῳδιακὸν ἄρα γινομένη παράλλαξις διάφορος ἔσται ἐμπτώσεως καὶ ἀνα‐ πληρώσεως. τῶν μέντοι παραλλάξεων τῶν γινομένων κατὰ ἴσας διαστάσεις ἐφ’ ἑκάτερα τῆς μεσημβρίας αἱ ὑπεροχαὶ χωρὶς πρὸς τὴν γινομένην ἐν τῷ μεσημβρινῷ παράλλαξιν ἔγγιστα ἴσαι εἰσίν. καὶ ἔστιν ἰδεῖν τοῦτο ἐπὶ
5τοῦ προχείρου κανόνος· κλίματος γὰρ τρίτου Κριοῦ ἀρχῇ, πρὸς μεσημβρίας ὥρας α, σελήνη ἀπαράλλακτος μήκει 𐆊 𐆊· καὶ τῇ μεσημβρίᾳ παρά‐ κειται παραλλάξεως ἐπὶ τὰ ἡγούμενα 𐆊 ια· τῇ δὲ μετὰ μίαν ὥραν ὁμοίως ἐπὶ τὰ ἡγούμενα παράκειται παραλλάξεως 𐆊 〈κ〉α. καί εἰσιν αἱ ὑπεροχαὶ τῶν πρὸς τὴν μεσημβρίαν παραλλάξεων ἴσαι ἐκ 𐆊 ια. κἂν
10ἐναντίαι δὲ ὦσιν αἱ παραλλάξεις, ἀλλ’ αἱ ὑπεροχαὶ ἔγγιστα ἴσαι εἰσίν· Ταύρου γὰρ ἀρχῇ πάλιν πρὸ μιᾶς ὥρας παραλλάξεως μήκους ἐπὶ τὰ ἑπό‐ μενα 𐆊 ε ἐστίν, καὶ τῇ μεσημβρίᾳ 𐆊 ϛ ἐπὶ τὰ προηγούμενα· ὥστε κατὰ σύνθεσιν εἶναι τὰς παραλλάξεις, διὰ τὸ ἐπὶ τὰ ἐναντία εἶναι, 𐆊 ια. ἔστιν δὲ καὶ μετὰ ὥραν μίαν τῆς μεσημβρίας μήκους 𐆊 ιζ· ὧν ὑπεροχὴ
15πρὸς τὰ τῇ μεσημβρίᾳ παρακείμενα ἐπὶ τὰ αὐτὰ γὰρ αἱ παραλλάξεις, γίνεται 𐆊 ια· ὥστε καὶ οὕτως αἱ ὑπεροχαὶ ἴσαι εἰσίν. καὶ τῶν ἐμπτώσεων ἄρα καὶ ἀνακαθάρσεων ἴσοι ἔγγιστά εἰσιν οἱ χρόνοι, τοῦ μέσου τῆς ἐκλεί‐ ψεως χρόνου εἰς αὐτὴν τὴν μεσημβρίαν ἐκπίπτοντος. «Ἔστω δὲ λόγου ἕνεκεν ὁ μὲν χρόνος ἑκάτερος ὥρας μιᾶς ἰσημερινῆς,
20«ἡ δὲ τοῦ κατὰ κορυφὴν ἀπόστασις μοιρῶν οε...» καὶ τὰ λοιπὰ ἄχρι τέλους.

307

Αἱ ἀποστάσεις τοῦ κατὰ κορυφὴν σημείου οὐχ οὕτω λαμβάνονται, ὡς μοιρῶν οὐσῶν ιε καθ’ ἑκάστην ὥραν ἀπὸ τοῦ μεσημβρινοῦ, ἀλλ’ ὡς ἐν τῷ κανόνι τῶν γωνιῶν αἱ περιφέρειαι λογίζονται· οἷον ἐὰν ᾖ ὁ χρόνος τοῦ μέσου χρόνου τῆς ἐκλείψεως πρὸ ὡρῶν ἰσημερινῶν δ τῆς μεσημβρίας
5κλίματος 〈γʹ〉 τῇ τοῦ Καρκίνου ἀρχῇ, ἡ περιφέρειά ἐστιν μοιρῶν νγ ιδ διὰ τοῦ κατὰ κορυφήν· καὶ ταῖς ὥραις γ μοιρῶν μ ιθ, καὶ οὐχὶ λη ιδ ὑπὸ ιε μοιρῶν ὡς ἐχρήσατο. καὶ πάλιν ταῖς ὥραις ε μοιρῶν ξε νε, καὶ οὐχὶ ξη ιδ ὡς αὐτὸς λαμβάνει. Ἀκριβῶς οὖν τὰς διαφορὰς τῶν παραλλάξεων τῶν ἀκριβῶν χρόνων
10ἐμπτώσεως καὶ ἀνακαθάρσεως πρὸς τὴν μέσην διάστασιν τοῦ μέσου χρό‐ νου τῆς ἐκλείψεως διαλαμβάνει[ν] ὥς εἰσιν αἱ παραλλάξεις ἐπὶ τῶν τριῶν χρόνων καὶ τὰ τῷ μήκει πάλιν ἐπιβαλόντα, κατὰ τοὺς προχείρους κανόνας,
ἢ τοὺς ἀπογείους· ἐνθάδε γάρ, ὡς ἐν συντάξει, οὐ τὰ τῇ κατὰ μῆκος ἐπι‐

308

βάλλοντα διακρίνει[ν] ἀλλὰ ταῖς ὑπεροχαῖς τῶν 𐆊 νβ πρὸς τὰ 𐆊 μζ καὶ τῶν 𐆊 νγ 𐅵 πρὸς τὰ 𐆊 νβ. συνεχρήσατο οὖν ταῖς 𐆊 ε καὶ 𐆊 α 𐅵, ὧν ἡ διαφορά ἐστιν μορίων μὲν γ 𐅵, θʹ δὲ ἔγγιστα ὥρας ἰσημερινῆς
ἐν ὅσῳ τὰ γ 𐅵 ἑξηκοστὰ μέσως ἡ σελήνη κινεῖται κατὰ μῆκος.

309

(1t)

Περὶ τῶν ἐν ταῖς ἐκλείψεσι προσνεύσεων.
2 Ἐν τῷ κεφαλαίῳ περὶ τῶν ἐν ταῖς ἐκλείψεσι προσνεύσεων τὸν λόγον ποιούμενός φησιν· «τῆς τῶν ἀνέμων ἀρχῆς διαφόρως μὲν ἐν πολλοῖς πολ‐ «λάκις ὑπακουσθησομένης, δυναμένης δ’ οὖν εἴ τις βούλοιτο καὶ ἀπὸ
5«τῶν ἐκκειμένων τοῦ ὁρίζοντος γωνιῶν ἐμφανίζεσθαι.» Τοὺς γὰρ ἀνέμους ἄλλοι ἄλλως ὠνόμασαν τῶν παλαιῶν, δυνατὸν δέ ἐστιν τῷ βουλομένῳ ἀπὸ τῶν πρὸς τὸν ζῳδιακὸν γινομένων γωνιῶν ὑπὸ τοῦ δι’ ἀμφοτέρων τῶν κέντρων ἡλίου καὶ σελήνης καὶ σκιᾶς, καὶ ἀπὸ τῶν γινομένων τομῶν πρὸς τὸν ὁρίζοντα ὑπό τε τοῦ ζῳδιακοῦ καὶ τοῦ δι’
10ἀμφοτέρων τῶν κέντρων ἡλίου καὶ σελήνης καὶ σκιᾶς μεγίστων κύκλων τοὺς ἀνέμους ἐμφανίζεσθαι παχυμερέστερον καὶ οὐκ ἀκριβῶς, ἐπὶ τῶν δ χρόνων, ὅταν καὶ μονῆς εἴη χρόνος· ἢ ἐπὶ τῶν τριῶν ἄνευ μονῆς, τοῦ μέσου χρόνου τῆς ἐκλείψεως τοῦ αὐτοῦ ὄντος καὶ ἐσχάτου ἐκλείποντος καὶ πρώτου[Omitted graphic marker] ἀναπληρουμένου. ὅτι δὲ παχυμερῶς δίδοται τὸ σημεῖον τοῦ ὁρίζοντος ἐφ’
15ὃ ἡ πρόσνευσις γίνεται οὕτως ἔσται δῆλον. ὁρίζοντος γὰρ ὄντος τοῦ ΑΒΓΔ,

310

καὶ ζῳδιακοῦ ὑπὲρ γῆς ἡμικυκλίου τοῦ ΑΕΓ· καὶ τοῦ μὲν ἡλίου κατὰ τὸ Ε, τῆς δὲ σελήνης κατὰ τὸ Ζ, κατά τινα χρόνον τῶν εἰρημένων οἵων ἀρχῆς ἐμπτώσεως· καὶ τοῦ δι’ ἀμφοτέρων τῶν κέντρων ὄντος τοῦ ΒΕΖΔ· ἐὰν τὸ διδόμενον τῆς γωνίας μέγεθος ᾖ ὑπὸ τῶν ΔΕ, ΕΓ περιφερειῶν
5περιεχόμενον, φανερὸν ἐξ ὧν δείξει ὅτι ἀντὶ τῆς ὑπὸ ΔΕΓ γωνίας τὴν ΔΓ περιφέρειαν τοῦ ὁρίζοντος λαμβάνει ὁλοσχερέστερον. ἐὰν μὴ ἐκατέρα τῶν ΕΓ, ΕΔ περιφερειῶν τεταρτημορίου τυγχάνῃ, ἐὰν δὲ ὁποτέρα μείζων ᾖ ὡς ἡ ΕΓ τῆς ΕΔ τεταρτημορίου οὔσης, πόλῳ τῷ Ε διαστήματι δὲ τῇ 〈Ε〉Δ τὴν ΔΘ περιφέρειαν μεγίστου κύκλου γράψαντες, τὴν ΔΓ περιφέ‐
10ρειαν πάλιν οὐκ ἀκριβῶς λαμβάνομεν ἀντὶ τῆς ΔΘ. ἐὰν δὲ ἑκατέρα τῶν ΕΔ, ΕΓ ἐλάσσων ᾖ τεταρτημορίου, καὶ πόλῳ τῷ Ε καὶ διαστήματι τῇ τοῦ τετραγώνου πλευρᾷ μεγίστου κύκλου γράψωμεν περιφέρειαν ὡς τὴν ΚΛ· καὶ οὕτως ἀντὶ τῆς ΚΛ ἀκριβοῦς τὴν ΔΓ παχυμερῶς λαμβάνομεν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἱκανῆς οὔσης, ὥς φησιν, ἐν τοῖς τοιούτοις καὶ
15τῆς καθ’ ὁλοσχέρειαν διαλήψεως.[Omitted graphic marker] «Ὥστε τῷ ἡμίσει τῆς διαμέτρου πάλιν ἐλάσσονα εἶναι τὴν ΑΓ τῆς ΑΔ
καὶ καταλείπεσθαι τῶν αὐτῶν ἑξηκοστῶν ι.»

311

Ἐὰν γὰρ ἐκβάλλοντες τὴν ΑΓ ὡς ἐπὶ τὸ Κ, θῶμεν τῇ μὲν ἐκ τοῦ κέντρου τῆς σκιᾶς ἴσην τὴν ΑΚ, τῇ δὲ ἐκ τοῦ κέντρου τῆς σελήνης τὴν ΓΗ, ἔσται ἡ μὲν ΚΗ δακτύλων ιη, ἡ δὲ ΓΚ ἴση τῇ διαμέτρῳ τῆς σελήνης τουτέστιν ἑξηκοστῶν λγ κ. ἀλλὰ ἡ ΑΚ ἐκ τοῦ κέντρου τῆς σκιᾶς ἑξηκοστῶν ἐστιν
5μγ κ. λοιπὴ ἄρα ἡ ΑΓ καταλείπεται ἑξηκοστῶν ι. καὶ ὡσαύτως δὲ λέ‐ γει τὴν ΑΓ τῆς ΑΔ ἐλάσσονα δεῖξαι τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης, καὶ καταλείπεσθαι αὐτὴν ἑξηκοστῶν ι, ἐπεὶ ἡ ΑΓ τῆς ΑΚ ἐκκέντρου σκιᾶς ἐλάσσων ἐστὶν τῇ ΚΓ διαμέτρῳ τῆς σελήνης, ἡ δὲ ΑΔ τῆς ΑΚ τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης ἐλάσσων ἐστίν· τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν ἐδεί‐
10ξαμεν. καὶ ἡ ΑΓ ἄρα τῆς ΑΔ ἐλάσσων ἐστὶν τῇ ἐκ τοῦ κέντρου τῆς σελήνης. ἀλλ’ ἡ μὲν ΑΔ ἑξηκοστῶν ἐστιν κϛ μ, ἐπεὶ καὶ ἡ ΑΕ, ξ, μείζων οὖσα τῆς ΑΔ τῇ διαμέτρῳ τῆς σελήνης. ἡ δὲ ἐκ τοῦ κέντρου τῆς σελήνης ιϛ μ. λοιπὴ ἄρα 〈ἡ〉 ΑΓ ἑξηκοστῶν ι. Σαφηνισθέντων δὴ καὶ τῶν ἐν τῷ ϛʹ βιβλίῳ ὀφειλόντων ἐξηγήσεως
15τυχεῖν, τὰς αἰτίας τῶν κατὰ τὴν μέθοδον τῶν προσνεύσεων λεγομένων[Omitted graphic marker] διὰ καταγραφῆς ποιήσομεν φανερὰς οὕτως· ὁρίζοντος γὰρ ὄντος τοῦ ΑΓΒΔ, καὶ μεσημβρινοῦ τοῦ ΤΩ, καὶ ζῳδιακοῦ τοῦ ΑΒ, καὶ ἰσημερινοῦ
πίπτοντος κατὰ τὰ Ψ, Φ σημεῖα, καὶ ἀνατολικῶν ὄντων μερῶν τῶν Ψ, Α,

312

καὶ δυτικῶν τῶν Β, Φ, ἡ σελήνη πρότερον κατ’ αὐτὸν τὸν διὰ μέσων ἔστω. καὶ ὁ ϡΠ κύκλος νοείσθω ὁτὲ μὲν ὁ τοῦ ἡλίου ὁτὲ δὲ ὁ τῆς σκιᾶς. Ἐπὶ μὲν τοίνυν τοῦ πρώτου ἐκλείποντος τοῦ ἡλίου, ὄντος κατὰ τὸ Ρ, καὶ τῆς σελήνης, οὔσης κατὰ τὸ Υ, καὶ ἐσχάτου ἐκλείποντος ἔπι τῆς σε‐
5λήνης, αὐτῆς οὔσης κατὰ τὸ Ι, καὶ ἐσχάτου ἀναπληρουμένου ἔπι τῆς σε‐ λήνης, αὐτῆς οὔσης κατὰ τὸ Χ σημεῖον, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Β δύνον τοῦ ζῳδιακοῦ σημεῖον. ἐκλείπει μὲν γὰρ πρώτως ὁ ἥλιος ἐκ τῶν πρὸς δύσιν μερῶν, ὑπολειπτικῶς κινουμένης τῆς σελήνης, καὶ τὸ ἀφανι‐ σθὲν αὐτοῦ μέρος νεύει ἐπὶ τὰ πρὸς δύσιν μέρη. ἐκλείπει δὲ ἐσχάτως ἡ
10σελήνη ὅταν πρώτως ἔσωθεν ἐφάπτηται τῆς σκιᾶς, καὶ τὸ ἀφανισθὲν αὐτῆς μέρος ἐσχάτως νεύει πάλιν ἐπὶ τὰ πρὸς δύσιν. ἀναπληροῦται δὲ ὅταν τὸ δεύτερον ἔξωθεν ἐφάπτηται τῆς σκιᾶς, καὶ τὸ ἀναπληρωθὲν αὐτῆς ἐσχάτως μέρος νεύει πάλιν ἐπὶ τὰ πρὸς δύσιν μέρη. Ἐπὶ δὲ τοῦ πρώτου ἐκλείποντος τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ
15Υ, καὶ τοῦ πρώτου ἀναπληρουμένου σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Σ· καὶ ἐσχάτου ἐκλείποντος τοῦ ἡλίου, σελήνης οὔσης κατὰ τὸ Χ, ἡ πρόσ‐ νευσις ἔσται κατὰ τὸ Α ἀνατέλλον τοῦ ζῳδιακοῦ σημεῖον. ἐκλείπει μὲν γὰρ ὁ ἥλιος ἐσχάτως, πάλιν ἐκ τῶν ἀνατολικῶν μερῶν γινομένης αὐτοῦ τῆς σελήνης, καὶ τὸ ἀφανισθὲν αὐτοῦ μέρος νεύει ἐπὶ τὰ ἀνατολικὰ μέρη.
20ἐκλείπει δὲ πρώτως ἡ σελήνη, 〈ὅταν〉 ἐφάπτηται τοῦ τῆς σκιᾶς κύκλου, καὶ τὸ ἀφανισθὲν αὐτῆς μέρος νεύει ἐπὶ τὰ ἀνατολικὰ μέρη· ἀναπληροῦται δὲ πρώτως, ὅταν τὸ δεύτερον ἔσωθεν ἐφάπτηται τοῦ τῆς σκιᾶς κύκλου, καὶ τὸ ἀναπληρωθὲν αὐτῆς πρώτως νεύει ἐπὶ τὶ πρὸς ἀνατολὰς μέρη. Μὴ ἔστω δὴ τὸ κέντρον τῆς σελήνης κατ’ αὐτὸν τὸν διὰ μέσων, ἀλλ’
25ὑποκείσθω πρότερον βορειότερον τοῦ διὰ μέσων. ἐπὶ μὲν οὖν πάλιν τοῦ

313

πρώτου ἐκλείποντος τοῦ ἡλίου, τῆς σελήνης οὔσης κατὰ τὸ Κ, καὶ ἐσχάτου ἐκλείποντος ἔπι τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Λ, ὅτε πάλιν πρώτως ἔσωθεν ἐφάπτηται τοῦ τῆς σκιᾶς κύκλου, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Δ, ἀπέχον τοῦ Β τῆς δυτικῆς τομῆς ὡς πρὸς ἄρκτους τὴν ΒΔ τοῦ ὁρίζοντος
5περιφέρειαν, ἀντὶ τῆς ὑπὸ ΒΡΔ γωνίας λαμβανομένης. τὸ γὰρ ἀφανισθὲν κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις νεύει πάλιν ἐπὶ τὰ πρὸς δύσιν καὶ ἄρκτους μέρη, διὰ τὴν προειρημένην αἰτίαν. ἐπὶ δὲ τοῦ πρώτου ἀναπληρουμένου τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Μ, ὅτε τὸ δεύτερον ἔσωθεν ἐφάπτεται τοῦ τῆς σκιᾶς κύκλου, καὶ τοῦ ἐσχάτου ἀναπληρουμένου τοῦ ἡλίου, τῆς
10σελήνης οὔσης κατὰ τὸ Ν, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Ε, ἀπὸ τῆς ἀνατολι‐ κῆς τομῆς τοῦ Α ὡς πρὸς ἄρκτους τὴν ΑΕ περιφέρειαν τοῦ ὁρίζοντος, ἀντὶ τῆς ὑπὸ ΑΡΕ γωνίας. τὸ γὰρ ἀφανισθὲν κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις ἐπὶ τὰ 〈βόρειά τε καὶ〉 ἀνατολικὰ νεύει μέρη. ἐπὶ δὲ τοῦ πρώτου ἐκλείποντος τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Κ, ὅτε πρώτως ἔξωθεν ἐφάπτεται τοῦ
15κύκλου τῆς σκιᾶς, καὶ τὸ ἀφανισθὲν αὐτῆς μέρος πρὸς μεσημβρίαν τε καὶ ἀνατολὰς νεύει, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Γ, ἀπέχον τοῦ Α τῆς ἀνατολι‐ κῆς τοῦ ζῳδιακοῦ τομῆς ὡς πρὸς μεσημβρίαν τὴν ΑΓ τοῦ ὁρίζοντος περι‐ φέρειαν, ἀντὶ τῆς ὑπὸ ΑΡΓ γωνίας. ἐπὶ δὲ τοῦ ἐσχάτου ἀναπληρουμένου τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Ν, ὅτε τὸ δεύτερον ἔξωθεν ἐφάπτεται τοῦ
20κύκλου τῆς σκιᾶς, καὶ τὸ ἀφανισθὲν μέρος πρὸς μεσημβρίαν καὶ δύσιν νεύ‐ ει, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Ζ, ἀπέχον τῆς δυτικῆς τομῆς ὡς πρὸς με‐ σημβρίαν τὴν ΒΖ περιφέρειαν, ἀντὶ τῆς ὑπὸ ΒΡΖ γωνίας. ὅταν δὲ τὸ κέν‐ τρον τῆς σελήνης νοτιώτερον ᾖ τοῦ διὰ μέσων, ἐπὶ μὲν τοῦ πρώτου ἐκλεί‐ ποντος τοῦ ἡλίου, τῆς σελήνης οὔσης κατὰ τὸ Η, καὶ τοῦ ἐσχάτου ἐκλεί‐
25ποντος ἔπι τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Θ, ὅτε τὸ πρῶτον ἔσωθεν ἐφάπτεται τοῦ τῆς σκιᾶς κύκλου, καὶ τὸ ἀφανισθὲν αὐτῶν μέρος ἐπὶ με‐
σημβρίαν τε καὶ δύσιν νεύει, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Ζ, ἀπέχον τῆς

314

δυτικῆς τοῦ ζῳδιακοῦ τομῆς τοῦ Β τὴν ΒΖ τοῦ ὁρίζοντος περιφέρειαν ὡς πρὸς μεσημβρίαν. ἐπὶ δὲ τοῦ ἐσχάτου ἀναπληρουμένου τοῦ ἡλίου, τῆς σε‐ λήνης οὔσης κατὰ τὸ Ο, καὶ πρώτου ἀναπληρουμένου τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Ξ, ὅτε τὸ δεύτερον ἔσωθεν ἐφάπτεται τῆς σκιᾶς ἡ σελήνη,
5καὶ τὸ ἀφανισθὲν μέρος αὐτῶν νεύει πρὸς μεσημβρίας τε καὶ ἐπὶ τὰ πρὸς ἀνατολὰς μέρη, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Γ ἀπέχον τῆς ἀνατολικῆς τοῦ ζῳδιακοῦ τομῆς τοῦ Α ὡς πρὸς μεσημβρίαν τὴν ΑΓ περιφέρειαν τοῦ ὁρί‐ ζοντος, ἀντὶ τῆς ὑπὸ ΑΡΓ γωνίας. ἐπὶ δὲ τοῦ πρώτου ἐκλείποντος τῆς σε‐ λήνης, αὐτῆς οὔσης κατὰ τὸ Η, ὅτε τὸ πρῶτον ἔξωθεν ἐφάπτεται τοῦ τῆς
10σκιᾶς κύκλου, καὶ τὸ ἀφανισθὲν αὐτῆς μέρος νεύει πρὸς ἄρκτους τε καὶ πρὸς ἀνατολάς, ἡ πρόσνευσις ἔσται κατὰ τὸ Ε τῆς ἀνατολικῆς ὡς πρὸς ἄρκτους. ἐπὶ δὲ τοῦ ἐσχάτου ἀναπληρουμένου τῆς σελήνης, αὐτῆς οὔσης κατὰ τὸ Ο, ὅτε τὸ δεύτερον ἔξωθεν ἐφάπτεται τοῦ κύκλου τῆς σκιᾶς, καὶ τὸ ἀφανισθὲν αὐτῆς μέρος νεύει πρὸς ἄρκτους τε καὶ δύσεις, ἡ πρόσ‐
15νευσις ἔσται κατὰ τὸ Δ ἀπὸ τῆς δυτικῆς τομῆς τοῦ Β ὡς πρὸς ἄρκτους τὴν
ΒΔ περιφέρειαν τοῦ ὁρίζοντος, ἀντὶ τῆς ὑπὸ ΒΡΔ γωνίας.