TLG 2031 003 :: SOPATER :: Prolegomena in Aristidem

SOPATER Rhet.
(Atheniensis: A.D. 4)

Cf. et SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047)

Prolegomena in Aristidem

Source: Dindorf, W. (ed.), Aristides, vol. 3. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 737–757.

Citation: Volume — page — (line)

3

.

737

Τρεῖς φοραὶ ῥητόρων γεγόνασιν, ὧν ἡ μὲν πρώτη ἀγρά‐ φως ἔλεγεν, ἧς ἐστι Θεμιστοκλῆς καὶ Περικλῆς καὶ οἱ κατ’ ἐκείνους ῥήτορες· ἡ δὲ δευτέρα ἐγγράφως ἔλεγεν, ἧς ἐστι Δημοσθένης καὶ Αἰσχίνης καὶ Ἰσοκράτης καὶ σὺν
5αὐτοῖς ἡ πραττομένη τῶν ῥητόρων δεκάς. καὶ αὗται οὖν αἱ δύο φοραὶ ἐν Ἀθήναις γεγόνασιν. ἡ δὲ τύχη καὶ τῇ Ἀσίᾳ τούτων δωρεῖται φορὰν, τρίτην οὖσαν ἐπιστήμην, ἧς ἐστι Πολέμων, Ἡρώδης καὶ Ἀριστείδης καὶ οἳ κατὰ τούτους τοὺς χρόνους γεγόνασι ῥήτορες. ἤνεγκεν οὖν ἡ
10τρίτη φορὰ, λέγω δὲ ἡ τῆς Ἀσίας προελθοῦσα, σοφὸν καὶ θαυμάσιον ἄνδρα τὸν Ἀριστείδην. καὶ γὰρ τῶν πάνυ ἐλ‐ λογίμων ἐγένετο καὶ πολὺ μᾶλλον καὶ σώφρων λίαν καὶ χρηστῶν κρείττων, ὡς καὶ αὐτὸς εἶπεν ἐν τῷ ὑπὲρ τῶν τεττάρων. τούτου λέγουσι πατέρα Εὐδαίμονα, μητέρα δὲ
15ὡς ἄσημον οὖσαν οὐ προστιθέασιν. ἐγένετο δὲ ἀπὸ Ἀδρια‐ νουπόλεως τῆς Ἰωνίας. Ἀδριανοὶ γὰρ οἱ πολῖται λέγονται. τινὲς δὲ λέγουσιν αὐτὸν Σμυρναῖον, πλανηθέντες ἀπὸ τοῦ ἐκεῖσε φοιτᾶν τῷ Πολέμωνι τῷ διδασκάλῳ, ἔπειτα ὅτι καὶ μεγίστην εἰς αὐτὴν εὐεργεσίαν κατεβάλετο. σεισμοῦ γὰρ
20κατενεγκόντος αὐτὴν ἔγραψε λόγον περὶ αὐτῆς τῆς πτώ‐ σεως πρὸς τὸν Ἀντωνῖνον βασιλεύοντα Ῥωμαίων τότε· ὅν‐ τινα ἀναγνοὺς Ἀντωνῖνος εὐθέως ἐδάκρυσε, καὶ πέμψας ἀνῴκισεν αὐτὴν, καὶ σύνοδον ποιήσας ἐν τῇ Ἐφέσῳ
Ἀσιανῶν ἀνδρῶν ἀνενέωσεν αὐτήν. ἐπαιδεύθη καὶ ἐν Ἀθή‐737

3

.

738

ναις τὰ φιλόσοφα. οὗτος δὲ ὁ Ἀριστείδης νέος ὢν πικρο‐ τάτην λέγεται νενοσηκέναι νόσον· ἐπιληπτικὸν γὰρ αὐτὸν λέγουσι γεγονέναι, καὶ τὸ τῶν λόγων αὐτοῦ διὰ τοῦτο ἠργηκέναι ἐπί τινα χρόνον, εἶτα ἀπελθὼν ἐν Περγάμῳ,
5ὡς δὴ τοῦ Ἀσκληπιοῦ πολὺ ἐκεῖσε φοιτῶντος, καὶ παρα‐ μείνας χρόνον ἔτυχεν ἰάσεως. ὑπὲρ τούτου ἀμείψασθαι τὴν εὐεργεσίαν βουλόμενος ἔγραψεν ἓξ λόγους τοὺς ἱεροὺς λεγομένους, ἐν οἷς μόνους τοὺς ὀνείρους ἐξηγεῖται, οὓς ἰδὼν ἰάθη. ἐκελεύσθη δὲ παρὰ τοῦ Ἀσκληπιοῦ καθ’ ἡμέ‐
10ραν τριάκοντα λέγειν στίχους, καὶ περαιτέρω μὲν ἐξεῖναι τούτων λέγειν, ἥττονας δὲ οὔ. ὅθεν καὶ ἄπειροι αὐτοῦ λόγοι φέρονται ἐκ ταύτης τῆς προφάσεως. ἐγένετο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Ἀντωνίνῳ τῷ βασιλεῖ καὶ Μάρκῳ. ἐλθόντος δὲ ἐν τῇ Σμύρνῃ τοῦ Ἀντωνίνου καὶ πάντων
15αὐτὸν τῶν παιδευτῶν τιμησάντων ὁ Ἀριστείδης μόνος οὐκ ἀπήντησεν αὐτῷ. εἶτα τοῦ Ἀντωνίνου ἐρωτῶντος ποῦ Ἀρι‐ στείδης; ἀπεκρίνατό τις, οὐ πάρεστιν· εἰ γὰρ παρῆν, οὐκ ἂν ἐλάνθανε. καὶ πέμψαντος τοῦ Ἀντωνίνου ἦλθε λέγων ὅτι διὰ τοῦτο οὐκ ἀπήντησα, ὅτι ἐγὼ οὐ δέομαι
20ὧν οἱ ἄλλοι δέονται, ἀντὶ τοῦ χρημάτων. ὁ δὲ βασι‐ λεὺς ἀκούσας τούτων πλείονα αὐτῷ τῶν ἄλλων δέδωκε χρήματα. ὁ δὲ ἐδέξατο μὲν, ὅμως δεδιὼς μὴ διὰ τὸ μὴ λαβεῖν ἐγείρῃ καθ’ αὑτοῦ τὴν βασιλέως ὀργήν. τοῦ δὲ Μάρκου ἐπιφοιτήσαντος ταῖς Ἀθήναις, ὁ μὲν Ἀδριανὸς ὁ
25σοφιστὴς εἰπὼν παραχρῆμα πάντας ἐξέπληξε. πᾶν γὰρ ὃ ὡρίζετο αὐτοσχεδιάζων ἔλεγε. πρὸς τοῦτο δὲ εἶπεν ὁ Ἀριστείδης τῷ Μάρκῳ παρὼν καὶ αὐτὸς ἐν ταῖς Ἀθήναις ὅτι ἡμεῖς τῶν ἐμούντων οὐκ ἐσμὲν, ἀλλὰ τῶν ἀκριβούν‐ των καὶ τῶν ἀρεσκόντων. ἀλλ’ ὅμως εἰπὼν καὶ αὐτὸς
30πλέον ἐξέπληξε καὶ ἐτιμήθη σφόδρα.
Βουλόμενος δὲ τότε εἰπεῖν τὸν Παναθηναϊκὸν ἐκω‐738

3

.

739

λύετο παρ’ Ἡρώδου τοῦ σοφιστοῦ τῶν Ἀθηναίων ὡς δυ‐ νάστου, τοῦτο μὲν ὅτι αὐτὸς ἦν τότε ὁ τὸν θρόνον ἐπέχων τὸν σοφιστικὸν καὶ ἀπὸ ὑπάτων κατήγετο, τοῦτο δὲ ὅτι καὶ Μάρκος αὐτῷ φίλος ἦν. ποτὲ γὰρ εὑρὼν θη‐
5σαυρὸν ἐδίδου τῷ βασιλεῖ αὐτόν· ὁ δὲ βασιλεὺς εἶπε, κέ‐ χρησο αὐτῷ· αὖθις δὲ προσάγων αὐτὸν τῷ βασιλεῖ ἔφη εἶναι ὑπὲρ ἰδιώτην τὸν θησαυρόν· ὁ δὲ βασιλεὺς πάλιν εἶπε πρὸς αὐτὸν, καὶ κατάχρησαι. μὴ δυνάμενος οὖν διὰ τὸν φθόνον τὸν Ἡρώδου, μηχανῇ αὐτὸν μετῆλθεν. ἀνα‐
10θέμενος γὰρ αὐτῷ ἄλλον Παναθηναϊκὸν εὐτελῆ καὶ ψυχρὸν, ὃς καὶ φέρεται, ἠδυνήθη λαβεῖν τὴν ἄδειαν τοῦ λέγειν παρ’ αὐτοῦ, νομίσαντος Ἡρώδου ὅτι αὐτὸν μέλ‐ λει λέγειν καὶ ἀσχημονεῖν· εἰσελθὼν δὲ εἶπε τοῦτον τὸν ἀναγινωσκόμενον καὶ θαυμαζόμενον, καὶ πάνυ ηὐδοκίμησε.
15λέγεται δὲ Παναθηναϊκὸς, διότι ἐν τοῖς Παναθηναίοις ἐλέχθη· ἀνάγεται δὲ ὑπὸ τὸ πανηγυρικὸν εἶδος. τὰ κε‐ φάλαια δὲ ἐν τῷ λόγῳ εἰσόμεθα. διεῖλε δὲ τὸν λόγον εἰς τέσσαρα, διότι ᾔδει αὐτοὺς ὡς ἐν πανηγύρει μὴ μέλλον‐ τας τοῦ παντὸς ἀκούειν λόγου, πολλοῦ ὄντος. περιλαμ‐
20βάνει δὲ ἐν τούτῳ τῷ λόγῳ, ὡς ἔπος εἰπεῖν, πάσας τὰς ἱστορίας. ἐν γὰρ τῷ πρώτῳ λέγει τὰ πρότερα ὧν ἱστόρη‐ σεν Ἡρόδοτος· ἐν τῷ δευτέρῳ δὲ τὰ Ἡροδότου· ἐν τῷ τρίτῳ τὰ Θουκυδίδου· ἐν τῷ τετάρτῳ ἅπερ εἶπεν ὁ Ξενο‐ φῶν καὶ ὁ Θεόπομπος. εἰσὶ δὲ τὰ πρῶτα ὧν ἱστόρησεν
25Ἡρόδοτος τὰ τοῦ Κελεοῦ, καὶ τοῦ Ἐριχθονίου καὶ Τριπτολέμου καὶ τῶν Ἀμαζόνων καί τινα παλαιὰ πάνυ. ἔτι δὲ εἶπεν Ἡροδότου τὰ Περσικά· τὰ δὲ Θουκυδίδου
τὰ Πελοποννησιακά· τὰ δὲ Ξενοφῶντος αἱ Ἑλληνικαί· τὰ739

3

.

740

δὲ Θεοπόμπου αἱ Φιλιππικαί. ἐπεὶ δὲ λέγουσι τινὲς ἀν‐ ταλλάξαι Γαληνὸν τὴν τέχνην κατὰ χρησμὸν, ἰστέον ὅτι οὐδαμοῦ τούτου μέμνηται, ἀλλ’ ἁπλῶς καὶ μάτην λέγου‐ σιν οἱ τοῦτο λέγοντες. ἄλλως τε φαίνεται σβεσθὲν τὸ ἐν
5Δελφοῖς μαντεῖον κατ’ ἐκεῖνον τὸν χρόνον τὸ παρέχον αὐτοῖς τὸν χρησμὸν, εἴ γε τοῦτο ἐγένετο. ὡς δὲ λέγουσιν, ἐσβέσθη τῶν Φωκέων τότε ἐμπρησάντων αὐτό· ἐπιγενόμε‐ νος δὲ Νέρων ὁ βασιλεὺς τότε πάσης ἀσελγείας μεστὸς, μεῖζον καὶ λαμπρότερον αὐτὸ κατεσκεύασεν· ὕστερον δὲ
10αὐτὸς καθεῖλεν αὐτὸ διὰ τόδε. λέγεται ὅτι εἰσελθόντος εἰς Δελφοὺς εὐτελοῦς τινος καὶ λαβόντος χρησμὸν, Νέρων οὐκ ἔλαβε, ζητῶν καὶ αὐτὸς πυθέσθαι περί τινος, εἶτα ἤρε‐ το ἀνθ’ ὅτου. ἡ δὲ Πυθία ἀπεκρίθη Εὔαδέ μοι χθιζὸς λίβανος κλυτοῦ ἑρμηνῆος.
15τοῦτο δὲ ἐσήμαινεν ὅτι πλεῖόν μοι ἀρέσκει ὁ ἑρμη‐ νεὺς θύων εὐτελές τι ὢν εὐσεβὴς ἢ Νέρων πολλὰ θύ‐ σας. ἦν γὰρ πάνυ ἀσελγὴς οὗτος ὁ Νέρων, ὥστε καὶ τῇ μητρὶ συγκαθευδῆσαι καὶ φονεῦσαι αὐτὴν, ἐπὶ τὸ πολὺ τῆς ἀσελγείας ταύτης οὐκ ἀνεχομένην. ἀμέλει γὰρ τοι‐
20οῦτόν τι πάλιν εἰς αὐτὸν εἶπεν ἡ Πυθία Νέρων Ὀρέστης Ἀλκμέων μητροκτόνοι. ἔπαυσε δὲ αὐτὸς τὸ μαντεῖον διὰ τούτου τοῦ τρόπου. πολλὰ ποιοῦντος αὐτοῦ καὶ μὴ δυναμένου αὐτὸ σβέσαι, παρών τις τῶν ἐμπείρων συνεβούλευσεν αὐτῷ, ὡς λέγεται,
25Τυφῶνος κεφαλὴν ῥῖψαι ἔσω ἐν τῷ ναῷ· καὶ οὕτως ἔπαυ‐740

3

.

741

σεν αὐτό. λέγεται δὲ ὡς ὅτι Ἀριστείδης οὐκ εὐτυχῶς προσῄει τοῖς μαθηταῖς, οὐδὲ εἶχε πολλοὺς μαθητάς. ἀμέ‐ λει τινὲς περὶ αὐτοῦ εἶπον τὸ ἐπιφερόμενον τοῦτο λεχθὲν Χαίρετ’ Ἀριστείδου τοῦ ῥήτορος ἑπτὰ μαθηταὶ,
5
τέσσαρες οἱ τοῖχοι καὶ τρία κυψέλια· σκαμνία τρία καὶ θρόνος εἷς. οὐκ ἔστι δὲ, ἀλλὰ περὶ ἄλλου τινὸς νεωτέρου Ἀριστείδου μὴ ἔχοντος μαθητὰς, ἀλλὰ μόνην τὴν διατριβὴν καὶ τὰ σκαμνία παρά τινος εἰσελθόντος καὶ εὑρόντος αὐτὸν μόνον.
10 Περὶ δὲ τοῦ χαρακτῆρος καὶ τῆς ἐν λόγοις φύσεως Ἀριστείδου, τοῦτο γὰρ παρήκαμεν ἐν τοῖς ἄνω εἰπεῖν, ἤδη μὲν Λογγῖνος καὶ πάντες οἱ κριτικοὶ πολλὰ προειρή‐ κασιν, ὡς γόνιμος, ὡς ἐνθυμηματικὸς τυγχάνει καὶ βί‐ αιος καὶ καθόλου τὸν Δημοσθένην μιμούμενος. ὅμως δὲ
15καὶ παρ’ ἡμῶν ὀλίγα πρὸς τὸ παρὸν προστεθήσεται. φι‐ λότιμός ἐστιν ὁ ἀνὴρ πανταχοῦ καὶ χαίρων καιναῖς ὑπο‐ θέσεσι, καὶ πρὸς τοὺς πρώτους τῶν παλαιῶν ταῖς ῥη‐ τορείαις μαχόμενος, Ἰσοκράτην, Δημοσθένην, Θουκυδίδην, Ἡρόδοτον, καὶ πρὸς τὸν κορυφαῖον τῶν φιλοσόφων Πλά‐
20τωνα. οὗτος οὖν ταῖς ὕλαις ἐφαμίλλους πλέκει τοὺς λό‐ γους, καὶ τῇ τῶν ἐνθυμημάτων πυκνότητι δημοσθενί‐ ζει, καὶ δεύτερα τὰ πρῶτα τίθησι πολλάκις καὶ τοῖς πρώ‐ τοις ὡς δευτέροις μάχεται, καὶ σχημάτων ἀγωνιστὴς καὶ ὑπηρέτης γεγένηται. πᾶσαν δὲ τὴν γῆν ἀσφαλὴς
25ὡς κύριος ἐπερχόμενος, οὐδὲν ἐκ τῆς Ἀσίας ἐπεφέρε‐741

3

.

742

το κενὸν ἢ κοῦφον ἢ εὔηθες, οὐδὲ ταῖς τροπικαῖς τῶν λέξεων ὡς ἔτυχε χρώμενος, οὐδὲ φαινόμενος τοῖς ἐντυγχά‐ νουσιν ὡς ἐπιπολῆς, ἀλλ’ ἀεὶ βαθὺς ὢν πανταχόθεν, καὶ τῆς λέξεως πλείονα διδοὺς τῷ νοεῖν. ὃ γὰρ ὡς ἴδιον
5Δημοσθένει προσὸν κατενοήσαμεν, τοῦτο ἐπ’ ἀκριβείας τῶν νεωτέρων σοφιστικῶν ἀνδρῶν αὐτὸς μόνος μεμίμηται. νι‐ κῶν γὰρ οὐκ ἀναπαύει τὸν νοῦν, ἀλλὰ τῷ γονίμῳ τῆς φύσεως χρῆται. οὐ πάνυ δὲ γηραιὸς τέθνηκε.
8
9tΠΕΡΙ ΤΟΥ ΠΑΝΑΘΗΝΑΙΚΟΥ.
10 Ὁ Παναθηναϊκὸς Ἀριστείδου συμβαίνουσαν οὐκ ἔχει τῇ προσηγορίᾳ τὴν τέχνην. ὅσα μὲν γὰρ ἡ κατὰ τὴν γρα‐ φὴν ὑπόθεσις ἀπαιτεῖ, λέγω δὲ τὴν ἑορτὴν καὶ τὴν τῶν Ἀθηναίων πανήγυριν, παρῆκε διόλου, μήτε τῆς ἑορτῆς ἐπαινέτης μήτε τῶν δρωμένων γενόμενος, ἀφειδῶς δὲ ἑαυ‐
15τὸν εἰς τὸ τῶν Ἀθηναίων ἐγκώμιον ἀφεὶς, οὐχ ὅπερ ἡ τῆς πανηγύρεως ἀπῄτει διαίρεσις, ἀλλ’ ὅπερ ἡ τῶν ἐγκω‐ μίων πεπλήρωκε χρεία, τῆς τε χώρας ἐκφράζων τὴν θέσιν καὶ τοῖς τῆς γῆς ὡραϊζόμενος κάλλεσι, καὶ πανταχοῦ μὲν αὔξησιν ἐκτιθεὶς, πομπεύων δὲ κατὰ μέρος ἐν πᾶσι καὶ
20ταῦτα λέγων, καὶ πρὸς ἄσκησιν τοῖς νέοις ἐκτείνων τὸ σύγγραμμα τὸ τῆς ἑορτῆς παρῆκεν ἐγκώμιον, τὸν σοφιστὴν Ἰσοκράτην μιμούμενος. ὥσπερ γὰρ ἐκεῖνος ἑαυτοῦ Πανα‐ θηναϊκὸν ἐπέγραψε τὸν λόγον, οὕτως Ἀριστείδης τὴν ἀρ‐ χὴν παρ’ ἐκείνου λαβὼν καὶ τὴν μεταχείρισιν καὶ αὐτὴν
25ὡς εἰπεῖν τὴν ὕλην καθαρώτερον ἐξείργασται τὴν ὑπόθε‐ σιν, καίτοι δοκοῦσιν ἀμφότεροι οὐ πρὸς τὸ τῆς ἑορτῆς σημαινόμενον ἀφορῶντες, ἀλλὰ πρὸς τὸ πάντων ὁμοῦ τῶν Ἀθηναίων ἐγκώμιον τὴν ἐπιγραφὴν ταύτην ἐπιγράψαι τὸν λόγον, καὶ δηλοῦν ἐθέλειν σαφῶς διὰ τῆς προσηγο‐
30ρίας τοῦ λόγου τὴν δύναμιν. ἃ δέ τινες περὶ τῶν ἀντι‐742

3

.

743

θέσεων ἐγκαλοῦσι τῷ σοφιστῇ, φέρε μετὰ ταῦτα γυμνάσω‐ μεν. ἁπάντων, φασὶν, εἰδότων, ὡς Ἰσοκράτης φησὶν, ὅτι δεῖ τοὺς μὲν εὖ λέγειν τινὰς βουλομένους πλείω τῶν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν τὰ προσόντα ἀποφαίνειν, τοὺς
5δὲ κατηγοροῦντας τἀναντία τούτων ποιεῖν, Ἀριστείδης τοῖς προσοῦσιν ἐγκωμίοις τῇ πόλει κατηγορίας συνέπλεξε, τὰς περὶ Μηλιέων καὶ Σκιώνης ἀντιθέσεις συντάξας τῷ λό‐ γῳ· καὶ γὰρ δὴ ἐγκλήματα καὶ διαβολὰς, οὐκ ἔπαινον ὡς ἐγκωμιαζομένοις προσέφερε. πρὸς οὓς τήνδε προχείρως
10ἐροῦμεν τὴν λύσιν, ὅτι δεῖ ἁπανταχόθεν τὸν τινὰ ἐγκω‐ μιάσαι βουλόμενον καὶ τὰ νομιζόμενα τιθέναι κατηγορή‐ ματα καὶ ταῦτα λύειν, ἐάν γε προχείρως ἔχῃ τὰς λύσεις. καὶ οὗτος μὲν ὁ λόγος κοινότερος· ἐκεῖνος δὲ ἂν εἴη πρὸς τὸ ζητούμενον χαριέστερος, ἐὰν λέγωμεν ὡς τῶν ἐγκωμίων
15τὰ μέν ἐστιν ἄγαν ἔνδοξα καὶ ὁμολογούμενα ἀγαθὰ, τὰ δὲ ἀμφίδοξα· ἔνδοξα μὲν τὰ τῶν θεῶν ἐγκώμια καὶ τὰ τῶν βασιλέων τυχὸν, οὐδὲ γὰρ τολμῶμεν ἄτοπον περὶ τούτων εἰπεῖν· ἀμφίδοξα δὲ τὰ τῶν ἄλλων ἀνθρώπων, οἷς πὴ μὲν ἔνδοξα, πὴ δὲ ἄδοξα τυγχάνει τὰ πράγματα.
20ἐὰν μὲν οὖν ἔνδοξα θέλωμεν ποιῆσαι τὰ κατὰ φύσιν ἀμ‐ φίδοξα, τότε δεῖ τὰ μὲν ὁμολογούμενα ἀγαθὰ συναύξειν τῷ λόγῳ, τὰ δὲ μέσα δεικνύναι διὰ τῆς μεταχειρίσεως ἔνδοξα, τὰ δὲ διαβολῆς καὶ κατηγορίας ἐχόμενα εἰς ἔπαι‐ νον μετατιθέναι ταῖς λύσεσιν· ἵνα ὁ σκοπὸς πανταχό‐
25θεν ἡμῖν ἀνύηται, τὸ κατασκευάσαι διόλου τὴν ὑπόθε‐ σιν ἔνδοξον. Δημοσθενικὸν δὲ τὸ τοιοῦτον θεώρημα, τὸ τὰς καθ’ ἡμῶν ἀντιθέσεις εἰς τοὐναντίον μετατιθέναι τῇ τέχνῃ. ὁ γὰρ Ἀριστείδης ποιῆσαι βουλόμενος καὶ τὸ τῶν Ἀθηναίων ἔνδοξον κατασκευάσαι σπουδάζων ἐγκώμιον, ὅσα
30μὲν ἦν ὁμολογούμενα τῶν ἀγαθῶν, οἷον τὰς παρὰ τῶν
θεῶν τιμάς τε καὶ δωρεὰς καὶ τὰς εὐεργεσίας αὐτῶν, καὶ743

3

.

744

τὰς εὐχὰς τῶν ἱκετευόντων αὐτοὺς, ἄγαν ἐπηύξησεν· ὅσα δὲ μετὰ πολέμων λέγω καὶ τῶν τοιούτων, πρὸς τὸ κρεῖτ‐ τον μετεχειρίσατο· ἃ δὲ διαβολὴν ἐποίει τοῖς Ἀθηναίοις ἀπὸ Μηλιέων καὶ Σκιωνέων, ἐξ ἀντιθέσεων ἐν μέσῳ
5δεξάμενος, οὕτω διέλυσεν, ἵνα πανταχόθεν τὸ τῶν Ἀθη‐ ναίων ἔνδοξον φαίνηται πρόσωπον. ὅτι γὰρ κἀν τῇ θέ‐ σει τῆς ἀντιθέσεως παρ’ Ἰσοκράτους τὸν λόγον ἐδέξατο δῆλον τοῖς τὸ Βουσίριδος ἐγκώμιον ἀνεγνωκόσι σὺν τέ‐ χνῃ. καὶ γὰρ ἐκεῖνος πανταχόθεν ἔνδοξον θέλων κατα‐
10σκευάσαι τὸ πρόσωπον τὴν στοχαστικὴν ἀντίθεσιν ἔθηκεν, οὕτως λέγων, Ἀλλ’ ἄδηλον εἰ Βούσιρις τὴν τοιαύτην πο‐ λιτείαν τοῖς Αἰγυπτίοις κατέστησεν· ἣν ἔλυσε πάλιν, στο‐ χαστικῶς εἰπὼν, Οὐδένα ἄλλον εἰκὸς ἦν ταῦτα νομοθετῆ‐ σαι ἢ τὸν ἐκ Ποσειδῶνος μὲν γεγονότα, καὶ τὰ ἑξῆς. καὶ
15ταῦτα μὲν ἐπὶ τοσοῦτον. ὅτι δὲ κατὰ τὴν ἐπαγγελίαν ὁ λόγος φιλότιμος καὶ τὸ τῶν πανηγυρικῶν εἶδος διόλου τε‐ τήρηκε σεμνοτάτην φράσιν διδοὺς, καὶ ὡς αὐξητικὸς ἐν πᾶσι τυγχάνει τοῖς πράγμασι, τὴν Δημοσθένους βίαν μι‐ μούμενος. οὐ γὰρ ἀρκεῖ τὰ τῶν ἐγκωμίων τῇ φύσει, ἀλλά
20τι κἀκ τῆς τέχνης προστίθησιν, εἰς μέγεθος ἔτι μεῖζον ἐπαύξων τὰ κατορθώματα. μετὰ τούτων δεικνύναι τὸ σαφὲς τῆς λέξεως ἐπεξιόντες παρατηρήσομεν.
22
23tΕΙΣ ΤΟΥΣ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΛΟΓΟΥΣ.
24Ἀριστείδης ὁ σοφιστὴς ἐντυχὼν τῷ Γοργίᾳ τοῦ Πλά‐
25τωνος, καὶ τοὺς τῶν Ἀθηναίων ῥήτορας διαβαλλομένους εὑρὼν, τῷ πιθανῷ πρὸς τὴν τῶν ἀναγκαίων λύσιν χρη‐
σάμενος τὸν λόγον συνέθηκε· προσποιούμενος παρατρέ‐744

3

.

745

πειν εἰς τοὐναντίον ἃ Πλάτων μετ’ ἀποδείξεων εἴρηκεν. ἵνα δέ σοι σαφέστερον, Ἀλέξανδρε τιμιώτατε, τήν τε τοῦ Πλάτωνος καὶ τὴν τοῦ σοφιστοῦ μεταχείρισιν ἐκκαλύψω‐ μεν, περὶ τοῦ πολιτικοῦ ὀλίγα πρὸ τῆς ὑποθέσεως προ‐
5λάβωμεν, οἷός ἐστιν ὁ πολιτικὸς ὑπογράφοντες. ὁ πολιτι‐ κὸς πάντων ἐστὶ τῇ πόλει τῶν εἰς διοίκησιν αὐτῇ προση‐ κόντων θεωρητικὸς, ἐνεργῶν μὲν οὐδὲν, ἐπιτάττων δὲ τοῖς ἄλλοις πᾶσι καὶ κατ’ ἀρετὴν ἔχων τὸ τέλειον ἐν ἑαυτῷ, καὶ οὐ κατά τι ἐνδεὴς, οὐδὲ εἰδὼς μὲν ἐπιτάξαι τῷ στρα‐
10τηγῷ, ῥήτορι δὲ οὒ, καὶ νόμους μὲν θεῖναι δυνάμενος, ῥητορεύειν δὲ ἢ δικάζειν ἀδυνατῶν. ἔχων γὰρ τὸ τέλειον ἐν ἑαυτῷ καὶ τοῖς ἄλλοις πρὸς ὑπηρεσίαν χρώμενος ἀπροσ‐ δεής ἐστι τῶν καλῶν. εἰ γὰρ αὐτός τι ἐνεργοίη, οὐκ ἔτι πολιτικὸς ὁ τοιοῦτος. ὡς ἐν εἰκόνι γὰρ εἰπεῖν, βασιλεύς
15ἐστι. καὶ ἡ τοῦ πολιτικοῦ ἐπιστήμη βασιλικὴ τυγχάνει κατὰ τὴν διοίκησιν πρόνοια, ἐπεὶ τὰ παρὰ τῶν στρατη‐ γῶν ἢ ῥητόρων γινόμενα ἄλλου ἕνεκα γίγνεται. οἷον ὁ στρατηγὸς ἕνεκα τοῦ περιγενέσθαι τῶν πολεμίων στρατη‐ γεῖ, καὶ ὁ ῥήτωρ δὲ τοῦ τιμωρήσασθαι χάριν δικάζεται,
20ἢ συμβουλεύει, τιμῆς ἢ βοηθείας ἕνεκα, ἤ τινος ἄλλου τοιούτου. καὶ τούτων ἁπάντων τὸ τέλος ἑτέρου ἕνεκα γί‐ νεται, καὶ εἰσὶν αἱ πράξεις τῶν πρός τι. ὅ τε γὰρ χαλινο‐ ποιὸς τὸν χαλινὸν ἑτέρου ἕνεκα ποιεῖ καὶ ὁ τέκτων τὸ βά‐ θρον καὶ ὁ οἰκοδόμος τὴν οἰκίαν καὶ ὁ σκυτοτόμος τόδε
25τι. ὁ μέντοι πολιτικὸς οὐκ ἐν ἄλλῳ τὸ τέλος ἔχει. αὐτὸς γὰρ ἐν ἑαυτῷ τὸ καλὸν καὶ τὴν εὐδαιμονίαν συνείληφεν. ἀλλὰ πάντα καὶ τὰ παρ’ ἄλλων γιγνόμενα ἐφέσει τῆς εὐ‐ δαιμονίας γίγνεται. Καὶ ταῦτα μὲν ἀπόχρη περὶ τοῦ πολιτικοῦ. ἃ δὲ καὶ
30πρὸς τοὺς ῥήτορας λέγουσιν ἀποδεικνύντες αὐτοὺς οὐκ εἶ‐ ναι πολιτικοὺς, τάδε τυγχάνει. ἀκριβῶς γάρ σοι τὸν πολι‐ τικὸν παραστῆσαι βουλόμενος καὶ τάδε προστίθημι, ἵνα
πανταχόθεν θεωρῇς ἐν τοῖς ἐδαφίοις τὸν ῥήτορα, εἰδότα745

3

.

746

μὲν τὸν πολιτικὸν ἀκριβῶς, ἐπίτηδες δὲ τὸν λόγον πρὸς πιθανὸν τῇ τέχνῃ μετάγοντα. οὐδὲ γὰρ, ὥς φασιν οἱ ἀν‐ τειπόντες τῷ λόγῳ φιλόσοφοι, καὶ τὰ περὶ Πλάτωνος Ἀριστείδης ἠγνόει καὶ τὸν πολιτικὸν οὐκ ἠπίστατο, ἀλλ’
5εἰ ἐντυγχάνοις τῷ λόγῳ τῆς προσηγορίας, εἴπερ τις ἄλλος ἀκριβῶς εὑρίσκεται, ταῦτα καὶ αὐτὸς ἐπιστάμενος ὁ σοφι‐ στής. τί οὖν, φασὶν, ὁ πολιτικὸς πάντων ἐπιστήμων ἐστὶ καὶ ἐπιτακτικὸς, οἱ μέντοι ῥήτορες οὐκ ἐπέταττον, ἀλλ’ ἐπετάττοντο παρὰ τοῦ δήμου καὶ τῶν νόμων, καὶ διακό‐
10νων ἀπεπλήρουν τάξιν, τὸ κελευόμενον ποιοῦντες. ἔτι ὁ πολιτικὸς πάσας ἔχων ἐν ἑαυτῷ τὰς ἀρετὰς, εὐεργετικός ἐστι καὶ σπουδαίων ἠθῶν κατασκευαστικός. οἱ δὲ ῥήτο‐ ρες καλοὺς κἀγαθοὺς Ἀθηναίους οὐκ ἐποίησαν. οὐκ ἄρα ἦσαν πολιτικοί. καὶ εἰ μὲν δικαίως ὁ δῆμος καλῶς εἰς αὐ‐
15τοὺς ἐξήμαρτεν, οὐκ ἦσαν ἄνδρες πολιτικοί· εἰ δὲ ἀδίκως καὶ ἀναξίως αὐτῶν ὁ δῆμος κατέγνωκεν, οὐκ ἐγένετο παρ’ αὐτῶν τὸ πλῆθος καλὸν κἀγαθόν. τῶν γὰρ πολιτικῶν ἴδιόν ἐστι τὸ τοὺς ὑπηκόους ποιεῖν καλοὺς καὶ ἀγαθούς. ἔτι εἰ δημοκρατία ἦν καὶ τὴν πολιτείαν ταύτην οἱ ἄνδρες
20ἠσπάζοντο, οὐκ ἦσαν πολιτικοί. εἴπομεν γὰρ ἅπαξ ὅτι ὁ πολιτικὸς ἄλλῃ πολιτείᾳ οὐχ ὑπόκειται, ἀρίστης πολιτείας εἰκὼν αὐτὸς τυγχάνων τῷ βίῳ· βασιλεῖ γάρ ἐστι τὰ πάν‐ τα παραπλήσιος. πάλιν εἰ οἱ ἄνδρες νόμοις ἐπείθοντο καὶ οὐκ ἦσαν ἀντὶ νόμων τῇ πόλει, μᾶλλον δὲ εἰ αὐτοὶ νόμοι
25οὐκ ἦσαν, βίῳ καὶ προαιρέσει καὶ πράξεσι καὶ τῷ ἐπιτα‐ κτικοὶ εἶναι, οὐκ ἦσαν πολιτικοί. δεῖ γὰρ τὸν πολιτικὸν ἁπασῶν ὄντα τῶν ἀρετῶν περιεκτικὸν αὐτὸν ἐν ἑαυτῷ τυγχάνειν ἀστασίαστον καὶ ἀτάραχον τὸ κῦρος ἔχοντα τῆς πολιτείας. ὅθεν τὸν δίκαιον Ἀριστείδην πολιτικὸν μέν
30φασι γενέσθαι, οὐ μέντοι γε χρήσασθαι τῇ πολιτικῇ. Ταῦτά σοι περί τε τοῦ πολιτικοῦ καὶ περὶ τῶν ἀν‐ δρῶν προλαβεῖν ἀκόλουθον ἦν. γνώσῃ γὰρ ἐντεῦθεν τὸν Ἀριστείδην ἐκ τῶν κατὰ μέρος ἐγκωμίων δεινῶς βιαζόμε‐
νον παραστῆσαι τοὺς ἄνδρας πολιτικούς. ἵνα δὲ λοιπὸν746

3

.

747

ἡμῖν ὁ λόγος γένηται πρὸς τὸ τὴν ἐξήγησιν εὑρεῖν ἑτοί‐ μως, Πλάτωνος πρότερον ἐφοδεύσω τὸν διάλογον. Σωκρά‐ της περὶ ῥητορικῆς Γοργίᾳ διαλεγόμενος καὶ ὅρους ἀπαι‐ τήσας τῆς τέχνης, εἶτα τοὺς διδομένους διασύρων, εἰς τοῦ‐
5το τὸν λόγον συνήγαγεν, ὡς ἀποφήνασθαι περὶ ῥητορι‐ κῆς τάδε. δοκεῖ τοίνυν, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τε‐ χνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὖ ἐγὼ τοῦτο τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπι‐
10τηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δ’ οὑμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλ’ ἐμπειρία καὶ τριβή. ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τὴν κομμωτικὴν καὶ τὴν σοφιστικήν. τέτταρα ταῦτα μόρια ἐπὶ τέσσαρσι πράγμασι.
15τί οὖν ἐστι ῥητορική; πολιτικῆς μορίου εἴδωλον. καὶ πρῶ‐ τον οὕτως ὁρισάμενος τί ἐστι ῥητορικὴ, ἐπάγει καὶ ὁποία τίς ἐστιν οὕτως· καλὸν ἢ αἰσχρὸν ἔγωγε. τὰ μὲν γὰρ κακὰ αἰσχρὰ καλῶ. εἶθ’ ἑξῆς Γοργίου τὴν ἀσάφειαν, αἰ‐ τιασαμένου τοῦ λόγου, ἄνωθεν Σωκράτης ἀναλαμβάνων
20τὸν λόγον καὶ τὸν πολιτικὸν ὁριζόμενος διαιρεῖ τὸν ἄν‐ θρωπον εἰς δύο, σῶμα καὶ ψυχήν. καὶ τῇ ψυχῇ περιτί‐ θησι νομοθετικὴν καὶ δικαστικὴν, τῷ δὲ σώματι ἰατρικὴν καὶ γυμναστικήν. τεττάρων δὴ τούτων καὶ πρὸς τὸ βέλτι‐ στον θεραπευόντων τῶν μὲν τὴν ψυχὴν, τῶν δὲ τὸ σῶ‐
25μα· ἥ τε γὰρ νομοθετικὴ τοῖς δόγμασιν ἀποσκευάζει τῶν ἁμαρτημάτων ἡμᾶς ἥ τε δικαστικὴ τῇ τιμωρίᾳ διορθοῦ‐ ται τὰ πταίσματα· καὶ ἡ μὲν ἰατρικὴ τῷ σώματι τὴν ὑγίειαν περιποιεῖ, ἡ δὲ γυμναστικὴ τὴν παρὰ τῆς ἰατρι‐ κῆς ὑγίειαν διατηρεῖ· καὶ τῶν τεσσάρων οὕτω παρασκευα‐
30ζόντων τὸ βέλτιστον ψυχῇ τε καὶ σώματι ἡ κολακικὴ, τέσσαρα ταῦτα τοῦ πολιτικοῦ ἔργα παρεχομένη, τέτραχα ἑαυτὴν διανείμασα, ἓν ἕκαστον ὑπέδυ τούτων, καὶ τῷ ἀεὶ
ἡδίστῳ θεραπεύεται, καὶ τῶν παρόντων τὴν ἄνοιαν ἐξα‐747

3

.

748

πατᾶται, καὶ ἐπὶ μὲν τοῦ σώματος ὑποδύεται, τουτέστιν ὑπεισέρχεται, ὑποκρίνεται, ὡς ἐκείνη δοκεῖν εἶναι ταυτὸν τῇ μὲν ἰατρικῇ ἡ ὀψοποιική. ἐκείνης γὰρ τὴν ὄντως ὑγί‐ ειαν περιποιούσης ἡμῖν ὀψοποιικὴ ὄψοις καὶ ζωμοῖς ἡδέ‐
5σι καὶ ἡδονῇ τὸ σῶμα τὸ δοκεῖν ἀναρώννυσι. τὴν δὲ γυμναστικὴν ὑποδύεται ἡ κομμωτική. ἡ μὲν γὰρ τὴν ἀλη‐ θῆ εὐεξίαν περιποιεῖ καὶ εὐανθῆ τὰ σώματα τῇ γυμνασίᾳ παρίστησιν, ἡ δὲ ἀλοιφαῖς καὶ χρίσμασι δοκεῖ καλλωπί‐ ζειν τὰ σώματα. πάλιν ἐπὶ τῆς ψυχῆς τὴν νομοθετικὴν
10ὑποδύεται ἡ σοφιστική. ἡ μὲν γὰρ τὴν ἀρετὴν ὄντως τοῖς ὑπηκόοις διὰ τῶν δογμάτων περιποιεῖ, ἡ σοφιστικὴ δὲ ἀρε‐ τῆς φάσκους’ εἶναι διδάσκαλος οὐδὲν ἀληθὲς τοιοῦτο τοῖς συνοῦσι περιποιεῖ. καὶ πάλιν ὑπεισέρχεται τὴν δικαστικὴν ἡ ῥητορική. ἡ μὲν γὰρ ὄντως τοῦ δικαίου ποιεῖται τὴν
15πρόνοιαν, ἡ δὲ τῷ δοκεῖν. Οὕτως ἀποδεδειγμένης τέταρτον μέρος κολακείας ῥη‐ τορικῆς ἐπήνεγκε Πῶλος· καὶ οἱ ῥήτορες ἄρα κόλακες ἦσαν. ὅθεν Σωκράτης καὶ τοῦτο δεῖξαι βουλόμενος ζητεῖ πόρρωθεν ποῖος βίος ἐστὶ πρὸς ἡδονὴν καὶ ποῖος πρὸς τὸ
20βέλτιστον. οἷον ὅτι πρὸς ἡδονήν ἐστι κιθαρῳδικὴ, αὐλη‐ τικὴ, ποιητικὴ, διθύραμβος. εἶτα περὶ ῥητορικῆς ἐρωτῶν φησιν ὁ Σωκράτης ὅτι ἐὰν περιέλῃ τις τῆς ποιητικῆς τὰ μέτρα, δημηγορία ἐστὶ τὸ λειπόμενον. καὶ τοῦτο λαβὼν ὁμολογούμενον δείκνυσιν ὅτι καὶ ἡ ῥητορικὴ πρὸς ἡδονὴν
25ὁρᾷ, ὥσπερ ἡ ποιητική. εἶτα σαφέστερον ἑξῆς ἠρώτησεν ὁ Σωκράτης πότερον οἱ δημηγοροῦντες Ἀθήνησι τοῦ βελτί‐ στου ἀντιποιούμενοι τοῦτο ποιοῦσι ζητοῦντες ὅπως βέλτι‐ στοι ἔσονται οἱ πολῖται, ἢ καὶ αὐτοὶ πρὸς ἡδονὴν ἀφο‐ ρῶσιν, ἐνέστη φάσκων· τί δὲ Θεμιστοκλέα οὐκ ἀκούεις
30καὶ Κίμωνα καὶ Μιλτιάδην καὶ Περικλέα; ὁ Σωκράτης καταναγκάζων αὐτὸν ὁμολογῆσαι ὅτι οὐκ ἦσαν πολιτικοὶ, ἀλλὰ κόλακες, πόρρωθεν πάλιν ὅπερ αὐτῷ σύνηθες τῶν
προκειμένων ἁπτόμενος διαλαμβάνει περὶ τάξεως καὶ ἀτα‐748

3

.

749

ξίας, παραδειγματικῶς ἐρωτῶν τίνι βελτίων γίγνεται οἰκία, τάξει ἢ ἀταξίᾳ. τί δὲ ναυπηγὸς, πῶς διατίθησι τὸ πλοῖον, τί δὲ ζωγράφος, ἢ οἰκοδόμος, ἢ ἄλλοι πάντες δημιουρ‐ γοί; ὁμολογηθέντος τούτου ὅτι ἡ τάξις ἐπὶ τὸ βέλτιον
5ἄγει, ἐζήτησε τίς ἡ τοῦ σώματος τάξις ᾗ βέλτιστον τὸ σῶμα γίγνεται. λέγει ὁ Καλλικλῆς, ὑγίεια. τίς δὲ ἡ τῆς ψυχῆς τάξις, ᾗ βελτίων γίγνεται; ἠπόρησε Καλλικλῆς. ἀπεκρίνατο Σωκράτης ὅτι ἐμοὶ δοκεῖ δικαιοσύνη τε καὶ σωφροσύνη. συμφήσαντος Καλλικλέους ὁ Σωκράτης ἐπή‐
10νεγκεν, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων ὁ ῥήτωρ ὁ τεχνι‐ κὸς καὶ ἀγαθὸς καὶ τοὺς λόγους προσοίσει ταῖς ψυχαῖς, ἂν λέγῃ καὶ τὰς πράξεις ἁπάσας καὶ δῶρον ἐάν τι δι‐ δῷ, καὶ ἐάν τι ἀφαιρῆται, ἀφαιρήσεται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχων ὅπως ἂν αὑτοῦ τοῖς πολίταις δικαιο‐
15σύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλ‐ λάττηται, καὶ ἄλλη δὲ ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπῇ. συγχωρήσαντος Καλλικλέους, ἐρωτᾷ περὶ Περικλέους, πρῶ‐ τον εἰ πεποίηκε βελτίους Ἀθηναίους ἀργοὺς ποιήσας καὶ φιλαργύρους, καὶ εἰς μισθοφορὰν καταστήσας. καὶ ὁμοίως
20περὶ Κίμωνός φησιν, ἐφυγάδευσαν αὐτὸν, φησὶν, ἐτῶν δέκα, ἵνα αὐτοῦ τῆς φωνῆς μὴ ἀκούσειαν. καὶ περὶ Θεμι‐ στοκλέους ταὐτά φησι. Μιλτιάδην δὲ τὸν ἐν Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο. καὶ εἰ μὴ διὰ τὸν πρύτανιν ἐνέπεσεν ἄν. καίτοι εἰ ἦσαν ἄνδρες, ὡς σὺ φῂς,
25ἀγαθοὶ, οὐκ ἄν ποτε ταῦτα ἔπασχον. ὥστε εἰ οὗτοι ῥή‐ τορες ἦσαν, οὐ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο· ἀληθινὴν δὲ λέγει τὴν πολιτικήν· οὐ γὰρ ἂν ἐξέπεσον, ἀλλὰ μεγάλα ἔργα εἰργάσαντο. φησὶν ὁ Καλλικλῆς. οὐδὲ ἐγὼ, φησὶ, ψέγω τούτους ὡς διακόνους, οἷον ὡς καλῶς ὑπηρετήσαν‐
30τας τῇ πολιτείᾳ. τούτῳ γὰρ τῷ σημαινομένῳ καλεῖ διακό‐ νους τοὺς ῥήτορας, ὡς ἐπὶ λέξεως ἐστὶ παρὰ Πλάτωνι τὸ ῥητόν. μᾶλλον οἷοί τε ἐκπορίζειν τῇ πόλει ὧν ἐπεθύμει,
ἀλλὰ γὰρ μεταβιβάζειν τὰς ἐπιθυμίας ἐπὶ τοῦτο, ὅθεν749

3

.

750

ἔμελλον ἀμείνους ἔσεσθαι οἱ πολῖται, ὡς ἔπος εἰπεῖν· οὐ‐ δὲν τούτων διάφορον ἐκεῖνοι, ὅπερ μόνον ἔργον ἐστὶν ἀγαθοῦ πολίτου, ναῦς δὲ καὶ τείχη καὶ νεώρια καὶ ἄλλα πολλὰ τοιαῦτα. καὶ ἐγώ σοι ὁμολογῶ δεινοτέρους εἶναι
5ἐκείνους τούτων ἐκπορίζειν. καὶ ἑξῆς πάλιν· ἄνευ γὰρ σω‐ φροσύνης καὶ δικαιοσύνης λιμένων καὶ νεωρίων καὶ τειχῶν καὶ φόρων καὶ τοιούτων φλυαριῶν ἐμπεπλήκασι τὴν πό‐ λιν. καὶ ἡ μὲν ἔφοδος πᾶσα τοῦ διαλόγου τοιαύτη. εἰ δὲ δεῖ τὴν ὑπόθεσιν ἀναλαβόντα συντόμως εἰπεῖν, Σωκράτης
10τὴν νῦν ῥητορικὴν διέβαλεν οὐκ οὖσαν πολιτικὴν, ἀλλὰ κολακικήν. καὶ ἦν ὁ λόγος αὐτοῦ πρὸς Γοργίαν καὶ Πῶ‐ λον. τοῦ δὲ Καλλικλέους προσαγαγόντος Θεμιστοκλέα καὶ Περικλέα καὶ Μιλτιάδην καὶ Κίμωνα ὡς ῥήτορας πολι‐ τικοὺς ἀποδείκνυσιν ὁ Σωκράτης οὐχ οὕτως ἔχοντα τὸν
15λόγον, ἐξ ὧν βελτίους πεποιήκασιν Ἀθηναίους· τοὐναν‐ τίον δὲ φαύλους τῷ πρὸς ἡδονὴν ἀεὶ πολιτεύεσθαι. καὶ ἔστιν ὁ μὲν Γοργίας ἐκ σοφιστικῆς ὡρμημένος. ὅθεν ὁ περὶ τῆς ῥητορικῆς λόγος Σωκράτει πρὸς τοῦτον γεγένη‐ ται. Καλλικλῆς δὲ πολιτεύεται. διὸ καὶ περὶ τῶν Ἀθή‐
20νησι πολιτευσαμένων γέγονε πρὸς τοῦτον ἡ ζήτησις. ὁ τοί‐ νυν Ἀριστείδης ταύτην τὴν διασκευὴν τοῦ λόγου δεξάμε‐ νος, πρὸς μὲν τὸν περὶ ῥητορικῆς λόγον τοὺς ὑπὲρ ῥητο‐ ρικῆς λόγους συνέγραψε, πρὸς δὲ τὴν διαβολὴν τῶν ἀν‐ δρῶν τὸν νῦν εἰς ἐξήγησιν ἡμῖν προκείμενον, ἐν μεθόδῳ
25τὰς λύσεις πρὸς τὰς ἀπὸ τῶν συλλογισμῶν καὶ τῶν ὅρων βίας ἀπεργασάμενος. Πλάτωνος μὲν γὰρ ἐν ἀρετῇ τὸν πο‐ λιτικὸν ὑπογράψαντος, ὡς προλαβόντες ἐδείξαμεν, εἶτα δεικνύντος πολιτικοὺς οὐκ ὄντας τοὺς ῥήτορας, Ἀριστείδης σὺν τέχνῃ τὴν ὕλην οἰκονομούμενος τὰς πράξεις τὰς με‐
30ρικὰς ἐπὶ τὴν ἀρετὴν τὴν καθόλου μετήνεγκεν, ἀποδιδοὺς τὸ κατ’ ἀρετὴν τοῖς ῥήτορσι τέλειον. καὶ τοὐναντίον πε‐ ποίηκε Πλάτωνι. ὁ μὲν γὰρ ἀπὸ τῶν ὅρων ἀρξάμενος με‐
τῆλθεν ἐπὶ τὰ πρόσωπα, εἶτ’ ἀπὸ τῶν προσώπων ἐπὶ τὰ750

3

.

751

πράγματα· ὁ δὲ κάτωθεν ἀπὸ τῶν πράξεων ἀπὸ τῶν ῥη‐ τόρων ἀρξάμενος ἐπὶ τὸν πολιτικὸν ἀνατρέχει, ἔνια μὲν τῶν κατορθωμάτων μεταφέρων ἐπὶ τὰ δίκαια, ἔνια δὲ ἄξια σωφροσύνης ἐπιδεικνὺς, ἄλλα δὲ ἀνδρείας, ἕτερα δὲ πά‐
5λιν φρονήσεως. καὶ οὕτω φαινόμενος ἐκ τοῦ κατὰ μέρος τὰς ἀρετὰς συνάγων τοῖς ῥήτορσι, πολιτικοὺς δοκεῖ δει‐ κνύναι τοὺς περὶ Περικλέα καὶ Θεμιστοκλέα καὶ Μιλτιά‐ δην καὶ Κίμωνα. φεύγει μὲν γὰρ πανταχοῦ καθόλου περὶ τοῦ πολιτικοῦ πρὸς τὸν φιλόσοφον ἀνθορίζεσθαι, ἂν δέ
10πως ἀναγκασθῇ, πρὸς τὸ χρήσιμον πιθανῶς ποιεῖται τοὺς ὅρους. ἐνδιατρίβει δὲ διόλου ταῖς πράξεσι, τὰς ἀποδείξεις ἑαυτῷ διὰ τούτων ἐρανιζόμενος, καὶ πολιτικοὺς αὐτοὺς ἐκ τῶν κατὰ μέρος εἶναι πιστούμενος. καὶ δοκεῖ ἐκ τῶν Ἰσο‐ κράτους παραινέσεων εἰληφέναι τὴν μεταχείρισιν. ὡς γὰρ
15ἐκεῖνος περὶ δικαιοσύνης καὶ σωφροσύνης καὶ φρονήσεως καὶ ἀνδρίας δογματίζει μὲν οὐδέν· οὐδὲ γὰρ λέγει τὸ δί‐ καιον, ἢ τί σωφροσύνη πάλιν, ἢ φρόνησις, ἐκ δὲ τῶν κατὰ μέρος παραγγελμάτων ἀρετὴν ἐμποιεῖ, ποὺ μὲν δι‐ καίας πράξεις ὑποτιθέμενος, ποὺ δὲ διδάσκων ὅπως ἂν
20εἶναι δόξαιμεν φρόνιμοι, ποὺ δὲ τῶν ἡδονῶν ἀμελεῖν πα‐ ραινῶν καὶ διὰ τούτων τὴν σωφροσύνην ἐργαζόμενος, οὕ‐ τως Ἀριστείδης ἐκ τῶν κατὰ μέρος πράξεων τὴν ἀρετὴν τῶν ῥητόρων ἐπιδεικνὺς πολιτικοὺς εἶναι τοὺς ἄνδρας βιά‐ ζεται, ἀντεγείρων τῇ τῶν συλλογισμῶν ἀνάγκῃ τὴν τέ‐
25χνην, καὶ τῇ μεταχειρίσει τὸν ψόγον μετατιθεὶς εἰς ἐγκώ‐ μιον. δείκνυσι γὰρ καὶ τὸ εἶδος τοῦ λόγου σαφῶς τὰ πρά‐ γματα κείμενα. καὶ νῦν εἰ δοκεῖ σαφέστερον τοῦτο ὀψώ‐ μεθα. Φασί τινες τῶν τὰς βαθείας ὑπήνας ἑλκόντων
30δικανικὸν εἶναι τὸν λόγον. πρῶτον μὲν ἐκ τῆς ἐπιγραφῆς·
ὑπὲρ τῶν τεττάρων γὰρ, φασὶν, ἐπιγέγραπται. ἡ δὲ ὑπέρ751

3

.

752

πρόθεσις ἀπολογία ἐστίν· ἔπειθ’ ὅτι ἀντιθέσεις ὁ λόγος ἔχει. καὶ τὸ δεύτερον δὲ μέρος ἀγῶνας κεκλήκασιν. οὔτε δὲ ἀγῶνες οὔτε ἀντιθέσεις ἐν ἄλλῳ τινὶ ἢ δικανικῷ εἴδει συμ‐ βαίνουσιν. ἐκ δὲ τούτων δῆλον ὅτι δικανικὸς ὁ λόγος κα‐
5λεῖται. πρὸς τούτοις φασὶν ὡς αὐτὸς Ἀριστείδης δικανι‐ κὸν εἶναι τὸν λόγον ὡρίσατο, ἤδη καὶ πρὸ ἡμῶν κατηγο‐ ρίαν εἶναι τὸν Πλάτωνος λόγον ἀποφηνάμενος, ἔνθα φησὶ, καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστο‐ κλέους. πρὸς οὓς ἐροῦμεν ταυτί· πρῶτον μὲν ὡς ἀδιαφό‐
10ρως οἱ παλαιοὶ κέχρηνται ταῖς προθέσεσι. καὶ γὰρ τῇ κατά ἀντὶ τῆς ὑπέρ Δημοσθένης ἐχρήσατο, καὶ παρὰ τῷ Θου‐ κυδίδῃ ἐνηλλαγμένως πάσας εὑρήσεις τὰς προθέσεις κειμένας, ὥστε οὐχ ἡ πρόθεσις δικανικὸν τὸν λόγον ποιεῖ. ἔπειτα αἱ ἀντιθέσεις οὐ μόνον ἐμπίπτουσιν ἐν δικανικαῖς
15ὑποθέσεσιν, ἀλλ’ ἤδη καὶ ἐν ἐγκωμιαστικαῖς, ὡς Ἰσο‐ κράτης ἐν τῷ Βουσίριδι καὶ αὐτὸς Ἀριστείδης ἐν Πανα‐ θηναϊκῷ. καὶ τὰς αἰτίας ἐκεῖ ἐξηγησάμενοί σοι πρῶτον τοῦτον τὸν λόγον εἰρήκαμεν· ἔφαμεν γὰρ ὅτι τὰ ἀμφί‐ δοξα τῶν ἐγκωμίων, ἐὰν ἀκριβῶς ἔνδοξα κατασκευάσαι θε‐
20λήσωμεν, ἐξ ἀντιθέσεως λαβόντες τὰ δοκοῦντα διαβολῆς ἄξια εἰς ἐγκώμια μετατίθεμεν, ἵνα τελείως ὁ λόγος ἔνδοξος γένηται. πρὸς δὲ τὸ ἀγωνιστικὸν εἶναί τι μέρος τοῦ λό‐ γου διὰ τὸ μάχιμον τὸ κατὰ τὴν σύνταξιν εἴρηται, ὅτι καὶ αὐτὸ δι’ ἀγῶνος ἐσπούδασται ἀποδεῖξαι τοὺς ἄν‐
25δρας πολιτικούς. ἀγωνιστικὸς γὰρ λέγεται λόγος ὅταν μα‐ χίμως παρ’ ἡμῶν συντεθῇ. ὥσπερ ἂν εἰ καὶ τόπον Ὁμη‐ ρικὸν λαβόντες μαχίμως μεταφράσαι θελήσαιμεν. κυ‐ ρίως μὲν γὰρ τὸ τῶν ἀγώνων ὄνομα ὑπὸ δικανικῆς ὑπο‐ θέσεως τέτακται, ἐπειδὴ πρὸς ἀλλήλους ἀγωνίζονται περὶ
30τῆς νικῆς ἀμφότεροι. οὐδὲν δὲ ἄτοπον καλούσης τῆς χρείας752

3

.

753

καὶ ἐν ἐγκωμιαστικαῖς ὑποθέσεσιν, ἢ φράσει χρήσασθαι ἀγωνιστικῇ, ἢ μαχίμοις ἐπιχειρήμασι. δεῖ δὲ πανταχοῦ τῶν πραγμάτων τὴν φύσιν καὶ τῆς ὕλης τὸ εἶδος ὁρᾶν, καὶ μὴ τῇ τῶν ὀνομάτων θέσει παράγεσθαι. τὸ γὰρ
5λέγειν ὡς οὐκ εἰσὶν οἱ ἄνδρες πολιτικοὶ δηλοῖ τούτους οὐκ ἔχειν τὰς ἀρετὰς, ὅπερ οὐ δικανικοῦ εἴδους, ἀλλὰ διαβολὴ τυγχάνει τῆς φύσεως. οὐχ ὁ χαρακτὴρ τοίνυν τοῦ λόγου μάχιμος ὢν δικανικὸν τὸ εἶδος ποιεῖ, ἀλλὰ τῶν πραγμάτων ἡ φύσις ἐγκωμιαστικὴν τὴν ὑπόθεσιν δείκνυσι.
10πρὸς δὲ τὸ ὅτι καὶ αὐτὸς Ἀριστείδης κατηγορίαν ὠνόμα‐ σεν ἐοίκασιν ἀγνοεῖν ὅτι κατηγορία ἀντὶ τοῦ καταγόρευ‐ σις εἴρηται, ὡς καὶ Ἀριστοτέλης τὸ τῶν κατηγοριῶν βι‐ βλίον ὠνόμασε διὰ τὸ κατά τινος πράγματος τὸ λεγόμενον ἀγορεύεσθαι. ὅθεν καὶ Ἀριστείδης κατηγορίαν εἶπε τὴν
15ἐξέτασιν Πλάτωνος, διὰ τὸ τοὺς παρ’ αὐτοῦ λόγους κατὰ τῶν ἀνδρῶν ἀγορεύεσθαι. εἰ δὲ δεῖ πρὸς τὴν λέξιν καὶ θεωρήματι χρήσασθαι, Δημοσθενικῶς Ἀριστείδης τὴν ἐξέ‐ τασιν κατηγορίαν ὠνόμασεν, ἵν’ αὐξήσας τὸν λόγον τῇ λέξει καθάψηται Πλάτωνος, ὡς κατηγοροῦντος, οὐ δοκι‐
20μάζοντος. περιττὸν μὲν οὖν ἐντεῦθεν οἶδ’ ὅτι καὶ περὶ στάσεώς τινα λόγον ποιήσασθαι. εἰ γὰρ ἀποδέδεικται οὐ δικανικοῦ εἴδους ὁ λόγος, οὐκοῦν πῶς στάσιν ἐπιδέξαιτο ἂν ἡ ὑπόθεσις; οὐ μὴν καὶ περὶ τούτου ποιησόμεθα τὴν ἐπίσκεψιν, ἵνα μηδὲν ἀνεξέταστον ᾖ.
25 Τινὲς τῶν ἐμπρεψάντων ἐνδόξως ἐφ’ ἡμῶν ὥσπερ τι μέγα καὶ σεμνὸν ἐπινοήσαντες μετάστασιν εἶναι τὴν ὑπό‐ θεσιν ἔφασαν, ἔγκλημα προφέροντες τὸ κατὰ Περικλέους
λεγόμενον. ἀργοὺς γάρ φησι καὶ φιλαργύρους Ἀθηναίους753

3

.

754

ἐποίησε, καὶ τὴν αἰτίαν ἐπὶ τοὺς πρὸ αὐτῶν μετάγουσι ῥήτορας. οἶσθα δὲ ὅτι οὐκ ἔγκλημα λαμβάνεται παρὰ τοῦ Πλάτωνος τὸ ἀργοὺς καὶ φιλαργύρους· ἀλλ’ ἡ πρώτη μὲν πρότασίς ἐστιν ὅτι οὐκ ἦσαν οἱ ἄνδρες πολιτικοὶ, ἡ
5δὲ τούτου κατασκευή· οὐδὲ γὰρ καλοὺς κἀγαθοὺς Ἀθη‐ ναίους ἐποίησαν, τοὐναντίον δὲ καὶ κακοὺς καὶ ἀργοὺς καὶ φιλαργύρους. ὁ δὲ τὰ συνέχοντα τὴν παρὰ τῷ Πλά‐ τωνι ζήτησιν μὴ νοῶν τὰς ἀποδείξεις λαβὼν εἰς ἐγκλή‐ ματα μετάστασιν εἶπε τὴν στάσιν, ἵν’ ἀδιορθώτῳ
10πταίσματι περιπέσωμεν. ἀνάγκη γὰρ ἐν ταῖς ἀντιθετικαῖς πρῶτον ἡμᾶς ὁμολογεῖν τὸ ἐπιφερόμενον ἔγκλημα, εἶθ’ οὕτω μετάγειν εἰς ἕτερον. εἴτε οὖν τὸ μὴ εἶναι τοὺς ἄν‐ δρας πολιτικοὺς ἐγκαλοῦσιν, ἀνάγκη διὰ τὴν μετάστα‐ σιν πρῶτον ὁμολογεῖν ὅτι οὐκ εἰσὶ πολιτικοὶ, ὅπερ Ἀρι‐
15στείδης οὐ ποιεῖ διόλου τοὺς ἄνδρας κατασκευάζων πολιτι‐ κούς· εἴτε τὸ ἀργοὺς καὶ φιλαργύρους ἐγκαλεῖ, ἀνάγκη καὶ ταῦτα πρῶτον ὁμολογεῖν διὰ τὴν φύσιν τῆς μεταστά‐ σεως· ὅπερ ἐστὶν ἀτοπώτατον. ἔτι τὰ ἐν ταῖς ἀντιθετι‐ καῖς ἐγκλήματα κατὰ φύσιν, οὐ κατὰ θέσιν ἐστίν· οἷον
20τὸ τεῖχος καθελεῖν, ἢ τὸν ἵππον ἀνελεῖν ἐν ἀντιστάσει, ἢ τὸ ἀποκτεῖναι τὸν υἱὸν ἐν ἀντεγκλήματι, ἢ τὸ μὴ πρεσβεῦσαι ἐν μεταστάσει, τὸ τυπτῆσαι τὸν πατέρα ἐν συγγνώμῃ. πάντα ταῦτα καὶ τὰ τοιαῦτα κατὰ φύσιν ἐστὶν ἐγκλήματα. καὶ γὰρ μόνα λεγόμενα καὶ χωρὶς περιστά‐
25σεως κατηγορίαν ποιεῖ· διὸ καὶ κατὰ φύσιν ἐγκλήματα εἴρηται παρ’ ἡμῶν. τὰ δὲ ἐν ταῖς ἄλλαις στάσεσιν ἐκ τῆς
ἔξωθεν ὕλης κατὰ θέσιν ἐγκλήματα γίγνεται. μὴ νε‐754

3

.

755

οσφαγεῖ γοῦν τις παρεστὼς οὐ κριθήσεται, τὸ ἐπανατεί‐ νασθαι τὰς χεῖρας διὰ τὴν προϋπάρχουσαν ἔχθραν ὑβρι‐ στικὸν εἶναι δοκεῖ. ἐὰν γοῦν περιέλωμεν τὴν ποιότητα, ὁ ἐπανατεινάμενος οὐκέτι κρίνασθαι δύναται. τὸ ἀποκτεῖναι
5μοιχὸν ἀνεύθυνον ὂν, διὰ τὴν ποιότητα τοῦ τρισαριστέ‐ ως εὐθύνεται. ἔστι συνιδεῖν εἰ καὶ τὸ ἀργὸν καὶ φιλάργυ‐ ρον ἐγκλήματα κατὰ φύσιν ἐστὶν, ἢ οὔ. ἴσμεν δὲ ὅτι οὐδεὶς ἀργίας ὑπέστη γραφὴν οὐδὲ φιλαργυρίας, ἀλλὰ μι‐ σεῖται μὲν ταῦτα ὡς ἄτοπα, οὐ μὴν κρίνεται. οὐκοῦν οὐ‐
10δὲ τιμωρίαν τούτων ὥρισαν οἱ νόμοι. πῶς οὖν ἐστι μετά‐ στασις μήτε τῶν ἐγκλημάτων ὄντων μήτε ὁμολογούντων ἡμῶν πρῶτον τὰ παρὰ τῶν ἀντιδίκων λεγόμενα μήτε ὅλως ἐκ περιστάσεως γιγνομένων ἐγκλημάτων αὐτῶν; οὐκ‐ οῦν ταύτην πρῶτον ἐκβλητέον τὴν στάσιν.
15 Ἄλλοι πραγματικῆς ὑποθέσεως εἶναι τὸν λόγον προ‐ ῄρηνται, λέγοντες ζητεῖσθαι εἰ δεῖ πολιτικοὺς τοὺς ἄν‐ δρας καλεῖν ἢ οὔ. ἴσμεν δὲ ὅτι ἐν τῇ πραγματικῇ ἐνε‐ στώτων ἔτι καὶ ὑπαρχόντων τῶν πραγμάτων περὶ τοῦ μέλ‐ λοντος ποιούμεθα ζήτησιν εἰ δεῖ δοθῆναι τόδε, ἢ ποιῆ‐
20σαι τόδε, ἢ ὀνομάσαι Περικλέα Ὀλύμπιον, τοῦ σκοποῦ τῆς ὑποθέσεως τὴν ἀναφορὰν πρὸς τὸ μέλλον ἔχοντος. κἂν γάρ τινα λόγον τῶν παρελθόντων ποιώμεθα, διὰ τὸ μέλ‐ λον αὐτῶν μνημονεύομεν τοῦ μέλλοντος τὸ κῦρος τῆς ὑπο‐ θέσεως ἔχοντος. ἐνταῦθα δὲ ὁποῖοί τινες ἦσάν ἐστιν ἡ
25ζήτησις, πότερον πολιτικοὶ, ἢ οὔ· ὅπερ περὶ παρελθόν‐ τος ἔχει τὴν ἐπίσκεψιν. πῶς οὖν ἔτι πραγματικῆς ἂν ὁ λόγος γένοιτο στάσεως; ἔτι δὲ καὶ τόδε ἄτοπον προσ‐ θεῖναι καλόν. ὑποθώμεθα γὰρ τὸν μὲν ἐγκωμιάζειν τι‐ νὰ, τὸν δὲ ψέγειν. οὐκοῦν κατὰ τὸν αὐτὸν λόγον ζητηθή‐
30σεται πότερόν εἰσιν οὗτοι καλοὶ ἢ κακοὶ, κἀκ τούτου755

3

.

756

πραγματικῆς στάσεως τὸ πανηγυρικὸν εἶδος γενήσεται· ὅπερ ἐστὶν ἀτοπώτατον. ἴσμεν δὲ ὅτι ἐν ταῖς πανηγυρι‐ καῖς ὑποθέσεσι μέχρι τῶν παρελθόντων ὁ λόγος ἵσταται, ἐν δὲ τῇ πραγματικῇ πρὸς τὸ κατορθῶσαι τὰ μέλλοντα
5τὰ παρελθόντα λαμβάνομεν, ὥστε καὶ ταύτην ἐκβλητέον τὴν στάσιν. ἔτι πρὸς τούτοις ἄλλοι φασὶν, εἰ περὶ ὀνόμα‐ τός ἐστιν ἡ ζήτησις, πότερόν εἰσι πολιτικοὶ ἢ οὔ· ὅρος ἡ στάσις πρὸς οὓς λέγομεν. ἕτερόν ἐστι φάσκειν πολιτικοί εἰσιν ἢ οὒ, καὶ πότερον πολιτικοὺς δεῖ καλεῖν ἢ οὔ. ἐν μὲν
10γὰρ τῷ πότερον πολιτικοί εἰσιν ἢ οὒ, μὴ ζητουμένου τοῦ ὀνόματος ζητεῖται τὰ πράγματα, εἰ τάδε ὑπάρχει τινί. ἐὰν γὰρ τάδε ὑπάρχῃ τινὶ, ἅπερ ἐν ἀρχῇ περὶ τοῦ πολι‐ τικοῦ λέγοντες ὡρισάμεθα, οὗτος πολιτικός. ἐν δὲ τῷ πό‐ τερον πολιτικοὺς δεῖ καλεῖν ἢ οὒ, ὁμολογουμένων τῶν
15πραγμάτων ζητοῦμεν τὸ ὄνομα· πότερον δεῖ καλεῖν τῷδε τῷ ὀνόματι τὰ ὑπάρχοντα πράγματα ἢ οὔ· ὅπερ ἐξ ἐναν‐ τίας ὑπάρχει τῷ λόγῳ. οὐχ ὑφεστώτων γὰρ τῶν τοῦ πολιτι‐ κοῦ πραγμάτων κατὰ τὸν Πλάτωνα, ζητοῦμεν εἰ πολιτικοί εἰσιν ἢ οὔ. ἔτι ἐν τῷ ὅρῳ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει,
20καὶ ὁμολογεῖται παρ’ ἑκατέρων τό τε λεῖπον καὶ τὸ πεπραγμέ‐ νον. δεῖ γὰρ τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους τυγχάνειν ὁμο‐ λογούμενα οὕτως, ὡς προστεθέντος τοῦ λείποντος ἀσύστα‐ τον γίνεσθαι ἔτι τὴν ὑπόθεσιν. ἐν δὲ τῷ ὑπὲρ τῶν τεττά‐ ρων οὔτε λείπει τι πρὸς τὴν τοῦ ὀνόματος θέσιν, ἀλλὰ
25τέλεια τυγχάνει τὰ πράγματα, οὔτε τί ἐστιν ὃ προστεθὲν ἀσύστατον τὴν ὕλην ποιεῖ. Ἄλλοι παραπαίοντες ἀνασκευὴν λέγουσιν εἶναι τὸν λόγον. κατὰ δὲ τοῦτον τὸν λόγον πᾶσαν ἀντίρρησιν ἀνα‐ σκευὴν ὥρα καλεῖν. ἴσμεν δὲ ὅτι τῶν λόγων αἱ διαιρέ‐
30σεις τὸ τέλειον ἢ ἐλλιπὲς δεικνύουσιν. εἰ μὲν οὖν τοιαύτη τοῦ λόγου τίς ἐστιν ἡ τομὴ, ὡς προγυμνάσματος ἐπέχειν
διαίρεσιν, καλῶς ἀνασκευαστικὴν εἶναί φασιν. εἰ δὲ αἱ756

3

.

757

πράξεις εἰσὶ τέλειαι καὶ ὕλης ἐγκωμιαστικῆς ἐστι πλῆθος ἐν τῷ λόγῳ, πῶς ἀνασκευὴ τὸ τοιοῦτον ἂν ἔτι ῥηθείη; πῶς δὲ προγύμνασμα τοσοῦτο μέγεθος ὑποθέσεως; καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. λοιπὸν δέ ἐστιν εἰπεῖν ὡς παν‐
5ηγυρικὸς ὁ λόγος ἐστίν· εἰ καὶ τοῦτ’ ἤδη σπερματικῶς ἡμῖν ἀποδέδεικται, πρῶτον μὲν τοίνυν ἀναγκαῖόν ἐστιν ἐν τοῖς τρισὶν εἴδεσι τῆς ῥητορικῆς καὶ τόπον ὡρίσθαι καὶ πρόσωπα καὶ σκοπόν. τόπον μὲν, δικαστήριον, βουλευ‐ τήριον, θέατρον· πρόσωπα δὲ, κατήγορον, σύμβουλον,
10ἐπαινέτην· σκοπὸν δὲ, τιμωρίαν, συμφέρον, καλόν. ζητου‐ μένου τοίνυν πότερον οἱ ἄνδρες πολιτικοί εἰσιν, ἢ οὒ, οὐ δικαστήριον, οὐ βουλευτήριον πρόκειται, οὐ κατήγο‐ ρος, οὐ σύμβουλος, οὐ τιμωρίαν ὁ λέγων, οὐ συμφέρον ἐπιζητεῖ, ἀλλὰ πρῶτος Πλάτων ἐν διαλέξει σκοπεῖ πότερον
15οἱ ἄνδρες εἶχον τὰς ἀρετὰς ἢ οὒ, δικαιοσύνην λέγω, σω‐ φροσύνην, ἀνδρίαν, καὶ φρόνησιν, ἅπερ ἔχει συλλαβὼν ὁ πολιτικός. καὶ ὁ μὲν φιλόσοφος ἀναιρεῖ τὸ τοὺς ἄν‐ δρας ἔχειν τὰς ἀρετὰς, τουτέστιν εἶναι πολιτικοὺς, Ἀρι‐ στείδης δὲ τίθησι. καὶ ὁ μὲν τρόπος θεάτρῳ παρέοικεν, οἱ
20δὲ διαλεγόμενοι ἀκροαταῖς, σκοπὸς δὲ τὸ γεγενῆσθαι κα‐ λούς. καὶ διαλέγεται Πλάτων, οὐ κρίνει, καὶ Ἀριστείδης ἐν ἀκροαταῖς ποιεῖ τὸν λόγον, οὐκ ἐν δικάζουσιν. ὥστε δῆλον ἐκ τούτων ὡς πανηγυρικῆς ὁ λόγος ἐστὶν ὑποθέ‐ σεως. ταῦτ’ ἐγώ σοι Σώπατρος ἐπιδίδωμι, ὅσα γε ἔμα‐
25θον παρὰ τῶν διδασκάλων Ἀθήνησι καὶ ὅσα μεθ’ ἑτέ‐
ρων ζητῶν καὶ ἐξ ἀναγνωσμάτων ποικίλων συνήγαγον.757