TLG 2031 002 :: SOPATER :: Scholia ad Hermogenis status seu artem rhetoricam

SOPATER Rhet.
(Atheniensis: A.D. 4)

Cf. et SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047)

Scholia ad Hermogenis status seu artem rhetoricam

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 5. Stuttgart: Cotta, 1833 (repr. Osnabrück: Zeller, 1968): 1–211.

Dup. partim SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047 001)

Citation: Volume — page — (line)

5

.

1

(1t)

ΣΩΠΑΤΡΟΥ
2tὙΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ἙΡΜΟΓΕΝΟΥΣ
3tΤΕΧΝΗΝ.
4Δίκαιον τοῖς λογικὴν ἐξετάζουσι τέχνην αὐτὸ τοῦτο
5πρῶτον, ὅ τί ποτέ ἐστι λόγος, ζητῆσαι. Λόγος οὖν ἐστι κοινὸς ἔννοια ἀνθρωπίνη, καθ’ ἣν τὸ λογίζεσθαι καὶ δηλοῦν ἡμῖν περίεστιν· οἱ δὲ συντόμως ὡρίσαντο· „λόγος ἐστὶν ἀνθρώπου γνώρισμα·“ οἱ δὲ ἄλλως· „λόγος ἐστὶν εὕρημα μὲν θεῶν, ἀνθρώπων δὲ γνώρισμα, διά‐
10κρισις δὲ ποιότητος ψυχῶν, καθ’ ἣν αἱ τῆς ψυχῆς προ‐ άγονται ἐνέργειαι.“ Λόγος μὲν οὖν ἐστιν οὗτος, εἴδη δὲ αὐτοῦ δύο, προφορικὸς καὶ ἐνδιάθετος· ἀνθρώπου γὰρ φύσεως ἔργον ὁ λόγος, καὶ δὴ ἅπας ἄνθρωπος λογικὸς, τέχνη δὲ προσείληφε τὸ εὖ λέγειν· ἡ γὰρ τέχνη καλ‐
15λωπίζει τὸν λόγον· δύο οὖν, ὡς εἴρηται, εἴδη λόγου, προφορικὸς καὶ ἐνδιάθετος· καὶ ὁ μὲν προφορικὸς, καθ’ ὃν διαλεγόμεθα καὶ συντυγχάνομεν, καὶ προ‐ φερόμεθα τοὺς λογισμούς· ὁ δὲ ἐνδιάθετος, καθ’ ὃν καὶ σιωπῶντες καὶ κοιμώμενοι λογικοί ἐσμεν· εἰ γὰρ
20τῷ λαλεῖν μόνον ἦμεν λογικοὶ, ἦν ὅτε οὐκ ἦμεν, δηλο‐ νότι ὅτε σιωπῶμεν· ὅρος τοίνυν ἐστὶν οὗτος τοῦ προ‐
φορικοῦ· „δήλωσις ἀνθρώπου προφορικὴ ἔντεχνος.“ Ἅ‐1

5

.

2

πας δὲ ὅρος ἐκ γένους διαφόρου καὶ ἰδιότητος σύγκει‐ ται· τὸ γεγονὸς μέν ἐστιν, ἀφ’ οὗ τέμνεται τὸ πρᾶγμα, περὶ οὗ ὁ ὅρος· διαφορὰ δὲ ἡ διϊστῶσα ἀπὸ τῶν ὁμοί‐ ων· ἡ ἰδιότης δὲ ἡ μηνύουσα τὸ ἴδιον τοῦ ὑποκειμένου
5πράγματος· καὶ οὗτος τοίνυν ὁ ὅρος εἴδωμεν εἰ εὖ ἔχει. Δήλωσις, τοῦτο τὸ γένος· διατί; ὅτι δηλοῖ. Ἔστι δὲ καὶ ἄλλως δηλῶσαι· καὶ γὰρ καὶ τὰ ἄλογα ζῶα δηλοῖ πρὸς ἑαυτὰ τῇ ἰδίᾳ φωνῇ, διὸ προσέθηκεν, ἀνθρώπου, ἵνα ἀποδιαστήσῃ τῶν ἄλλων· ἐπειδὴ δέ ἐστι καὶ ἄνθρω‐
10πον ἄλλως δηλοῦν διὰ νευμάτων, προσέθηκε τὸ προ‐ φορική· τὰ γὰρ νεύματα οὐ προφέρεται, ἀλλὰ δείκνυται· τὸ δὲ ἔντεχνος πρὸς τὴν χρείαν τῆς τέχνης· καὶ οὗτος μὲν προφορικοῦ ὅρος· ἐνδιαθέτου δὲ, ἕξις ψυχῆς ἀν‐ θρώπου, καθ’ ἣν λογικοί ἐσμεν· ἔξισμεν μὲν οὖν τὸ γέ‐
15νος· πᾶν γὰρ ζῶον ἔχει τινὰ ἕξιν φυσικήν· ἐπειδὴ δέ ἐστι καὶ σώματος ἕξις ἢ ἰσχύος ἢ εἴδους ἢ τοιούτου τι‐ νὸς, προσέθηκε ψυχῆς, ἀποδιϊστῶν τῶν ἀλόγων ζώων, κἀκεῖνα γὰρ ἔχει ψυχῆς ἕξιν, ὡς θυμικὸς μὲν ὁ λέων, νωθὴς δὲ ὁ ὄνος καὶ τὰ τοιαῦτα. Προσέθηκε, „καθ’
20ἣν λογικοί ἐσμεν,“ τὸ ἴδιον τοῦ ἀνθρώπου διοριζόμενος· ὥσπερ δὲ δύο εἴδη λόγου, οὕτως εἴδη τεχνῶν, καὶ ἡ μὲν τοῦ ἐνδιαθέτου ἐστὶν, ἡ περὶ ἐνθυμημάτων καὶ ἐπιχει‐ ρημάτων γεγραμμένη, ἡ διδάσκουσα πῶς δεῖ ἐνθυμεῖ‐ σθαι καὶ λογίζεσθαι· ὁ δὲ προφορικὸς οὐχ ὑπὸ μιᾶς
25τέχνης γίνεται, ἀλλ’ ὑπὸ δύο, τῆς τε γραμματικῆς καὶ τῆς ῥητορικῆς· ἡ μὲν γὰρ γραμματικὴ τὸ ἀδιάπταιστον αὐτῇ παρέχει, ἡ δὲ ῥητορικὴ τὸ κεκαλλωπισμένον καὶ ἰσχυρόν· πάλιν τῆς ῥητορικῆς δύο τέχναι· ἡ μὲν τὸ κάλ‐ λος παρέχουσα, ἡ περὶ ἰδεῶν καὶ σχημάτων· ἡ δὲ τὴν
30ἰσχὺν διδάσκουσα περὶ τὸ τοῦ παθητικοῦ καὶ ἀποδεικτι‐ κοῦ· ὁ γὰρ λόγος εἰς δύο τέμνεται· εἴς τε τὸ παθητικὸν καὶ ἀποδεικτικόν· καὶ παθητικοῦ μὲν μέρη προοίμια καὶ
ἐπίλογοι, ἀποδεικτικοῦ δὲ καταστάσεις καὶ ἀγῶνες. Ἔρ‐2

5

.

3

γα δὲ ῥήτορος, νόησις, εὕρεσις, διάθεσις· νόησις μὲν, ὅτι δεῖ τρία ταῦτα νοῆσαι· πρῶτον μὲν, εἰ ἰατρικόν ἐστι τὸ ζήτημα· εἰσὶ γὰρ καὶ ἰατρικὰ καὶ φιλόσοφα ζητήματα· καὶ ἰατρικοῦ μὲν ζητήματος παράδειγμα, ὃ
5καὶ μεμέληται τῷ Λυσίᾳ· εἰ ὁ ποιήσας ἐξαμβλῶσαι γυ‐ ναῖκα φόνον ἐποίησεν· δεῖ γὰρ γνῶναι πρῶτον, εἰ ἔζη, πρὶν ἐτέχθη. ὅπερ φυσικῶν καὶ ἰατρικῶν ἐστι· φιλοσό‐ φου δὲ ζητήματος παράδειγμα τόδε· ζωγράφῳ τις ὑπ‐ έσχετο δώσειν χιλίας δραχμὰς, εἰ τὸ κάλλιστον γράψας
10εἴη· ὁ δὲ ἀπαιτεῖ τὰς χιλίας κύκλον γράψας· φιλόσο‐ φον οὖν τὸ ζήτημα, ζητοῦμεν γὰρ, εἰ κύκλος ὁ κόσμος, καὶ εἰ ὁ κόσμος ζῶν· δεῖ τοίνυν νοῆσαι, πρῶτον μὲν εἰ πολιτικὸν τὸ ζήτημα, καὶ εἰ συνέστηκε, καὶ ποίας στά‐ σεώς ἐστι· τούτων γὰρ προνοηθέντων ἐπὶ τὴν εὕρεσιν
15ἐρχόμεθα· ἡ δὲ εὕρεσίς ἐστιν ἡ τῶν ἐνθυμημάτων ποι‐ κιλία τοῦ εὑρεῖν, τί εἴπωμεν, ἡ δὲ διάθεσις ἡ τὰ εὑρε‐ θέντα κατὰ τὸν οἰκεῖον τάττουσα τόπον.
17
18tΠερὶ τέχνης καὶ ἐμπειρίας καὶ ἐπιστήμης.
19Τριῶν δὲ ὄντων, δι’ ὧν τὸ πρᾶγμα συνίσταται,
20τέχνης φημὶ καὶ ἐπιστήμης καὶ ἐμπειρίας, ἀναγκαῖον ζητῆσαι, τί ποτέ ἐστιν ἡ ῥητορική. Τρεῖς μέν εἰσιν αἱ περὶ παντὸς πράγματος ζητήσεις, τίς ἡ τέχνη, καὶ τίς ὁ τεχνίτης, καὶ πῶς τὸ ἔργον αὐτῆς ἐργασώμεθα· ἐν δὲ τῷ, τίς ἡ τέχνῃ, ζητητέον, πότερον ἢ τέχνη ἢ ἐπιστήμη
25ἢ ἐμπειρία ἐστὶ, καὶ ὅπως τὴν ἀρχὴν γέγονε, καὶ τίς ἡ ἐξ αὐτῆς ὠφέλεια· ἀναγκαῖον οὖν καὶ ἡμᾶς κατὰ ταῦτα τὸν περὶ τῆς ῥητορικῆς λόγον διεξελθεῖν. ἴδωμεν οὖν πρῶτον, τί διενηνόχασιν ἑαυτῶν ἡ τέχνη καὶ ἡ ἐπι‐ στήμη καὶ ἡ ἐμπειρία. Ἐπιστήμη μὲν οὖν ἐστιν ἀδιά‐
30πτωτος τῶν ὄντων προσφορά· τί ἐστι τοῦτο; τὸ ἀεὶ
τὰ αὐτὰ περὶ τῶν αὐτῶν γινώσκειν, καὶ μήτε καιροῖς3

5

.

4

μήτε προσώποις μεταβαλλομένην ἔχειν τὴν εἴδησιν, ὅπερ φιλοσοφίας οἰκεῖον· ἀεὶ γὰρ τὸ σφαιροειδῆ εἶναι τὸν οὐρανὸν καὶ τὸ ἀεικίνητον τὸ πᾶν, καὶ τὸ ἀθάνατον τὴν ψυχὴν ἡ φιλοσοφία οἶδε, μηδὲν τούτων μεταμαν‐
5θάνουσα· ἡ δὲ τέχνη κοινὸν μὲν ὅρον ἔχει· σύστημα ἐκ καταλήψεως συγγεγυμνασμένον πρός τι τέλος εὔχρη‐ στον τῶν ἐν τῷ βίῳ. Διενήνοχε δὲ ἡ τέχνη τῆς ἐπι‐ στήμης, τῷ μὴ ἀδιαπτώτῳ κεχρῆσθαι τῷ σκοπῷ, ἀλ‐ λὰ μεθαρμόζεσθαι πρὸς πρόσωπα καὶ καιροὺς, ὥσπερ
10οἱ ἰώμενοι, ἵνα κατ’ ἰατροὺς εἴπωμεν, ζητοῦσιν ὥραν, χώραν, ἡλικίαν, καὶ τῷ Σκύθῃ μὲν νοσοῦντι θερμὰ ἐπ‐ άγουσι βοηθήματα, διὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ πάνυ ψυχρὸν, τῷ δὲ Ἰνδῷ ψυχρὰ διὰ τὸ θερμὸν τῆς χώρας, καὶ πρεσβύτῃ καὶ νέῳ διαφόρως. Ἡ δὲ ἐμπει‐
15ρία ἕξις τίς ἐστι τοῦ πραχθέντος ἀπομιμητικὴ, ἤτοι ἄλο‐ γος τῶν προκειμένων τριβὴ, ἤτοι ἐκμίμησις τοῦ πραχθέν‐ τος, ἐξ ἀδιακρίτου κρίσεως. Κατὰ πάντας οὖν τοὺς ὅ‐ ρους τὸ εἰκῆ καὶ ἀδιακρίτως καὶ ἀγνοουμένης αἰτίας πράττειν τι ἐμπειρία ἐστί· διενήνοχε δὲ τῷ ἐκείνην μὲν
20καὶ ἀμείβειν καὶ προστιθέναι καὶ κατὰ τάξιν τινὰ τρέ‐ πειν μετ’ αἰτίας μέντοι· τὴν δὲ ἄνευ αἰτίας ταῦτα γι‐ νώσκειν· ὁ γὰρ ἐμπειρίᾳ θεραπεύων ἑωρακὼς ἐκ φλεβο‐ τομίας πολλάκις νέον ὑγιάναντα, ἤδη καὶ πρεσβύτῃ τοῦτο ποιήσας ἠδίκησέ τε καὶ ἔβλαψε· καὶ ψυχροποσίαν ἐν θέ‐
25ρει διδομένην ἑωρακὼς ἔδωκεν ἐν χειμῶνι, καὶ τὸ αὐτὸ πεποιηκὼς ἀπώλεσεν· αἱ μὲν οὖν διαφοραὶ αἱ τούτων τοιαῦταί εἰσιν. Τί δ’ ἂν εἴη τούτων ἡ ῥητορικὴ ζή‐ τησις; ὅσοι μὲν οὖν σεμνύνειν αὐτὴν βούλονται, ἐπιστή‐ μην εἶναι λέγουσι λέγοντες, ὡς ἀεὶ ταὐτὰ περὶ τῶν
30αὐτῶν ἔγνωκε καὶ ἀεὶ τοῖς αὐτοῖς κεφαλαίοις τὸν στο‐ χασμὸν τέμνει, καὶ τὸν ὅρον ὁμοίως· ὁ δὲ Πλάτων δια‐
βάλλων ἐμπειρίαν εἶναί φησιν· ἡμεῖς δέ φαμεν, ὅτι οὔτε4

5

.

5

ἐπιστήμης οὔτε ἐμπειρίας ἐστίν· εἰ γὰρ φαίνεται ὀργι‐ ζομένῳ μὲν δικαστῇ ἄλλως προσφερόμενος, κατεπτηχότι δὲ ἄλλως, ὅπερ καὶ Θουκυδίδης περὶ Περικλέους λέγει· ὅτι εἴπου ἴδοι τὸν δῆμον παρὰ καιρὸν ὕβρει θαῤῥοῦν‐
5τα, λέγων κατέπληττεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότων αὖ πάλιν τὸν λόγον ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαῤῥεῖν. πῶς ἂν εἴη ἐπιστήμη καιροῖς καὶ προσώποις καὶ χρείαις καὶ πράγμασι μεταβαλλομένη; ὅταν δὲ τῶν παρ’ αὐτῆς πραττομένων ἔχῃ αἰτίαν καὶ εἴδη ὁ πράττων, διατί τόδε
10τι πράττει, ἢ τόδε τι ἐναλλάττει, πῶς ἂν εἴη ἐμπειρία; αὐτὴ γὰρ οὐ μίμησις ἀλλ’ εἴδησίς ἐστι. Τέχνη οὖν ἂν εἴη· τεχνῶν δὲ εἴδη τρία, θεωρητικὴ, πρακτικὴ, μικτή· καὶ θεωρητικὴ μέν ἐστιν, ἧς τὸ πέρας οὐ βεβαιοῦται πράξει τινὶ, οἷον γραμματική· ἐθεώρησε γὰρ, ὅτι τὰ
15εἰς ευς ὀξύνεται, καὶ ἀπέδειξε, καὶ τὸ πᾶν αὐτῆς πε‐ πέρανται. Καὶ οἱ Στωϊκοὶ δὲ, καὶ οὗτοι γὰρ κράσεις στοιχείων τινὰς θεωρήσαντες, ἤ τινος τῶν τοιούτων ἐστὶν αὐτοῖς ἀεὶ ζήτησις, πλέον μὲν οὐδὲν προσέθεσαν. Πρα‐ κτικαὶ δὲ πᾶσαι μὲν αἱ βάναυσοι, καὶ ἡ μουσική. Πράτ‐
20τει γὰρ καὶ αὐτὴ τῇ ψυχῇ, ἢ λύπην ἰᾶται, ἢ χαρὰν ἐμποιεῖ ἢ ἡδονήν· μικτὴ δὲ ἡ ἰατρικὴ, καὶ γὰρ θεωρη‐ τικὸν ἔχει λόγον, καὶ πρακτικήν τινα ἐπαγωγήν· θεωρεῖ γὰρ, πῶς δεῖ ἰάσασθαι, καὶ λέγει τὸν περὶ αὐτοῦ λό‐ γον, καὶ προςτίθησι τὸ ἔργον· ἔστιν οὖν καὶ ἡ ῥητορι‐
25κὴ μικτὴ, θεωρητικὴ καὶ πρακτική· καὶ γὰρ ἐθεώρησε καὶ λόγον εἶπε καὶ πρᾶξίν τινα ἐπήγαγε τῷ πέρατι ἢ συμβουλεύσασα, ἢ δικασαμένη. Τὸ γὰρ πανηγυρικὸν αὐτῆς τοῦ θεωρητικοῦ ἂν εἴη μόνου. Διαλαβόντας οὖν ἡμᾶς περὶ τοῦ ὁποία τέχνη ἐστὶν, ἀναγκαῖον καὶ ὁπό‐
30θεν ἤρξατο καὶ ἧκεν διαλαβεῖν. Ἦν μὲν ἄνωθεν παρὰ τοῖς θεοῖς· τοῦτό φασιν Ὅμηρον ἐνδείκνυσθαι λέγοντα·
Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο·5

5

.

6

ἤκμασε δὲ ἐν τοῖς ἥρωσι, καὶ ὁ μὲν Πλάτων καὶ τοὔ‐ νομα αὐτῆς ἐκ τούτου δίδωσι, παρὰ τὸ εἴρειν καὶ λέγειν· τοὺς γὰρ ἥρωας διαλεκτικοὺς οἶδε καὶ ῥητορικούς· φαί‐ νεται δὲ καὶ ὁ ποιητὴς παντοῖα εἰδὼς ῥητορικῆς πα‐
5ραδείγματα. τὸν μὲν γὰρ ταχὺν καὶ σύντομον καὶ ἀπο‐ δεικτικὸν ῥήτορά φησι λέγειν νιφάδεσσιν ὅμοια, καὶ τὸν πυκνὸν καὶ σύντομον, οὐδὲν δὲ ἧττον ἀποδεικτικὸν, παῦ‐ ρα μὲν, ἀλλὰ μάλα λιγέως· οἶδεν δὲ τὴν ἀταξίαν τῆς δημαγωγίας καὶ τοὺς ἀδιακρίτως καὶ ἀτέχνως λέγον‐
10τας, ὁποῖοί ποτέ εἰσιν, ὥσπερ τὸν Θερσίτην· Ὅς ῥ’ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη. Καὶ πρῶτόν γε ἁπάντων γενέσθαι φασὶ παρ’ Ἀθηναίοις λόγον εἰπεῖν κατηγορικὸν, κατηγοροῦντα Θησέα ἐπὶ τῷ θανάτῳ Ἱππολύτου, μεταξὺ δὲ σβεσθῆναι· τῶν γὰρ
15τυραννίδων ἐν ταῖς πόλεσι γενομένων ἀναγκαίως ἡ ῥη‐ τορικὴ πρὸς ἐλευθερίαν σπουδάζουσα καὶ ἐναντία οὖσα ταῖς τυραννίσιν ἔγκλημά τε ἦν καὶ ἐπικίνδυνον γίνεσθαι. ἐν δὲ Σικελίᾳ λέγεται Φάλαριν δημαγωγικὸν λόγον εἰ‐ πεῖν καὶ ὑπαγαγέσθαι τὸ πλῆθος πιθανότητι, ὥστε
20καὶ εἰς τυραννίδα ἐλθεῖν· μετὰ δὲ ταῦτα Κόραξ πρῶ‐ τον ἁπάντων συνεστήσατο διδασκαλίαν περὶ ῥητορικῆς· οἱ γὰρ πρὸ αὐτοῦ ἐπιτηδεύοντες τὴν τέχνην ὡς ἐμπειρίᾳ τινὶ καὶ ἐπιμελείᾳ χρώμενοι ἐπετήδευον, καὶ οὗτος μὲν οὐ μετὰ λόγου καὶ αἰτίας, οὐδὲ τέχνης τινός. Τούτου
25δὲ τοῦ Κόρακος Τισίας γέγονε μαθητὴς, περὶ οὗ λέγεται τοιοῦτόν τι. Τισίαν συνθέσθαι τῷ Κόρακι χιλίας δραχμὰς, ἡνίκα ἂν ἐν δικαστηρίῳ ἀγωνιζόμενος τὴν πρώτην νίκην νικήσειεν· ὄντος δὲ πρεσβυτέρου τοῦ Κό‐ ρακος οὐ προῄει ἐν δικαστηρίῳ, ἐπὶ τῷ τῇ τελευτῇ τοῦ
30Κόρακος κερδᾶναι τὰς ἐπαγγελίας· ἐγράψατο οὖν αὐτὸν6

5

.

7

ὁ Κόραξ χρέος, καὶ τοῦτο μόνον εἶπε τοῖς δικαστοῖς· ὅτι ἐὰν ἡττηθῇ μοι Τισίας τὴν τοῦ χρέους γραφὴν, ὀφείλει μοι δοῦναι τὰς χιλίας, τὴν γὰρ πρώτην δίκην νενίκηκε κατὰ τὴν συνθήκην. ὁ δὲ Τισίας τὸ ἐναντίον
5ἀπεκρίνατο λέγων, ὅτι εἰ μὲν ἡττήθην τὴν τοῦ χρέους γραφὴν, οὐκ ὀφείλω δοῦναι, νενίκηκα γὰρ τὴν τοῦ χρέους γραφήν· τοιούτων γὰρ ἀποκρίσεων ῥηθεισῶν εἰς ἀπο‐ ρίαν μὲν ἦλθον οἱ δικασταὶ, ἐβόησαν δὲ, κακοῦ Κό‐ ρακος κακὸν ὠόν. Ζῆλος οὖν εἰς τούτους πολὺς τῆς
10τέχνης γέγονε, καὶ Γοργίας ὁ Λεοντῖνος κατὰ πρεσβείαν ἐλθὼν Ἀθήνησι τὴν τέχνην τὴν συγγραφεῖσαν παρ’ αὐ‐ τοῦ ἐκόμισεν, καὶ αὐτὸς ἑτέραν προσέθηκε καὶ μετ’ αὐ‐ τὸν Ἀντιφῶν ὁ Ῥαμνούσιος, ὁ Θουκυδίδου διδάσκαλος λέγεται τέχνην γράψαι· μετὰ ταῦτα δὲ Ἰσοκράτης ὁ
15ῥήτωρ καὶ πᾶσαι μὲν αὗται δημαγωγικαὶ τέχναι εἰσὶν, οὐδὲν περὶ στάσεων ἔχουσαι κεφάλαιον, ἢ τούτων τῶν νῦν ἐπιτηδευομένων, πιθανότητος δέ τινος, πῶς δεῖ δῆμον ὑπαγαγέσθαι. Καὶ ὅτι μὲν χρῶνται λέγοντες οἱ παλαιοὶ τέχνῃ, ὡμολόγηται, φαίνονται γὰρ τὰς αὐ‐
20τὰς ὑποθέσεις ἐν διαφόροις λόγοις καὶ διαφόροις ῥητοῖς ῥήτορες ἀεὶ ὁμοίως μελετῶντες, καὶ τὴν στοχαστικὴν ἀεὶ στοχαστικῶς καὶ τοῖς αὐτοῖς κεφαλαίοις, καὶ τὴν πραγματικὴν τοῖς τῆς πραγματικῆς· δῆλον οὖν, ὡς πα‐ ραδόσει τινὶ ταῦτα ἐγίνωσκον· αἱ μὲν οὖν γραφεῖσαι
25περὶ τούτων οὐ διελάμβανον· ὅτι δὲ καὶ δικανικαὶ τέχναι ἦσαν γεγραμμέναι παρ’ αὐτῶν, δηλοῖ Ἰσοκράτης λέγων· λοιπὸν δὲ ἡμῖν εἰσιν οἱ πρὸ ἡμῶν γεγονότες καὶ τὴν καλουμένην τέχνην συγγράψαι τολμήσαντες, οὓς οὐκ ἀφετέον ἀνεπιτιμήτους, οἵ τινες οὔτε ἔσχον τὸ δικάζε‐
30σθαι διδάσκειν, ἐκλεξάμενοι τὸ δυσχερέστερον τῶν νοη‐
μάτων· αὗται μέν τοι αἱ δικανικαὶ τέχναι οὐδαμοῦ σώ‐7

5

.

8

ζονται· εἴτε οὖν ἐν αὐταῖς τὰ κεφάλαια ταῦτα καὶ αἱ στάσεις ἐπενοήθησαν, εἴτε καὶ ἄλλως ἐκ διδασκαλίας αὐτὰ παρέλαβον, δῆλον ὅτι αὐτοὶ τέχνῃ μετῄεσαν, καὶ δῆλόν ἐστιν ἀφ’ ὧν τὰς ὑποθέσεις πάντες ὁμοίως μελε‐
5τήσαντες φαίνονται. Ἤκμασε δὲ καθ’ ὑπερβολὴν ἐν τῇ δημαγωγίᾳ κατὰ τὸν Δημοσθένους καιρὸν ἡ ῥητορικὴ, μετὰ δὲ ταῦτα ἐπὶ τῆς Ἀντιπάτρου βασιλείας, ἡνίκα Ὑπερίδης μὲν ἐγλωσσοτομήθη, Δημοσθένης δὲ ἀπέθα‐ νεν· ἐνενήκοντα δὲ καὶ ὀκτὼ λέγονται ἐκδοθῆναι ἐξ
10Ἀθηνῶν ῥήτορες· πάμπολλοι δὲ ἀπὸ πάσης τῆς Ἑλλά‐ δος. Φοβερὸν δὲ τὸ τῆς ῥητορικῆς γέγονεν, καὶ ἡμάρ‐ τηται τῶν Μακεδονικῶν κακῶν κατεχόντων τὴν Ἑλλάδα· ἡνίκα δὲ ἡ Ῥωμαίων ἤκμασεν ἀρχὴ καὶ πολιτεία σώφρων κατέσχε τὰς πόλεις μάλιστα ἐπὶ Ἀδριανοῦ καὶ Ἀντωνί‐
15νου, ῥητορικῶν καὶ φιλολόγων βασιλέων, αὖθις αἱ τέχναι συνετάθησαν· φαίνεται μὲν γὰρ καὶ ὁ Κικέρων καὶ ἔτι τούτων πρεσβύτερος ὢν ταύτην τὴν ῥητορικὴν τέχνην ἐπιστάμενος, ἐξ ὧν δῆλον ὅτι ἐσώζετο· τῶν δὲ νῦν φε‐ ρομένων τεχνικὸς πρῶτος Λολλιανὸς φαίνεται ἑπτὰ μό‐
20νας στάσεις εἰπὼν, καὶ Ἑρμαγόρας μετ’ αὐτὸν πέντε, μετὰ τούτους ὁ Μινουκιανός. Λέγεται δὲ πρῶτος ὁ Μινουκιανὸς εἰς τὰς δεκατρεῖς στάσεις διελεῖν, καὶ ὀνό‐ ματα ἀπὸ τοῦ σκοποῦ τῆς ἀπολογίας ποιήσασθαι· με‐ τὰ δὲ τοῦτον Ἑρμογένης ἐγένετο, γένει μὲν ἐκ Ταρσοῦ
25τῆς Κιλικίας, υἱὸς Καλλίππου νεώτερος, σφόδρα ταύ‐ την τὴν τέχνην συνθείς· λέγεται γὰρ ὀκτωκαιδεκαέτης προσελθεῖν Ἀδριανῷ τῷ βασιλεῖ λέγων· „ἥκω σοι βασιλεῦ ῥήτωρ παιδαγωγούμενος, ῥήτωρ ἡλικίας δεόμενος·“ γενό‐ μενος δὲ εἴκοσι πέντε ἐτῶν λέγεται παντελῶς ἐκστῆναι,
30ὥστε καὶ ἀγνοῆσαι, ἃ αὐτὸς συνέθηκεν. Ὁ μὲν οὖν
βίος αὐτοῦ οὗτος, δεῖ δὲ καὶ περὶ τῆς προκειμένης τέχνης8

5

.

9

διαλαβεῖν. Ζητοῦσί τινες πρῶτον, τί δήποτε τέχνην ῥη‐ τορικὴν ἐπιγράψας τὸ βιβλίον οὔτε ὅρον ῥητορικῆς ἐξέ‐ θετο, οὔτε ἀπόδειξιν, ὡς τέχνη ἡ ῥητορικὴ, πλὴν ἀφα‐ νῶς ἐν τῷ προοιμίῳ· οὔτε ὅλως περὶ τῶν τοιούτων διέ‐
5λαβε, καίτοι γε τὸν διδόντα λόγον περί τινος τέχνης χρὴ τρία ταῦτα· τρεῖς γάρ εἰσι ζητήσεις περὶ παντὸς πράγματος· τίς ἡ τέχνη, τίς ὁ τεχνίτης καὶ πῶς τὸ ἔρ‐ γον τὸ ἐν αὐτῇ ἐργασώμεθα. Ἐν μὲν οὖν τῷ τίς ἡ τέχνη δειχθῆναι πρῶτον μὲν, ὅτι τέχνη, δεύτερον δὲ ὁ‐
10ποία τέχνη, τρίτον δὲ, εἰ καλλιτεχνία, εἰ ψευδοτεχνία· ἐν δὲ τῷ τίς ὁ τεχνίτης, εἰ φιλοσοφήσει ὁ ῥήτωρ, εἰ νό‐ μους θήσει ὁ ῥήτωρ, τίς ποτέ ἐστιν ὁ ῥήτωρ. περὶ δὲ τοῦ τρίτου μόνον διαλαμβάνει· αἰτιῶνται μὲν οὖν ταὐ‐ τόν τινες διὰ τοῦτο. ὁ δὲ Πορφύριος ἀπολογούμενος ὑ‐
15πὲρ τοῦ Μινουκιανοῦ τὸ αὐτὸ ἔγκλημα ἐγκαλουμένου, καὶ γὰρ ἐκεῖνος εἰπὼν, ὅτι ὁ ῥήτωρ ἐρεῖ πᾶν ζήτημα πο‐ λιτικὸν, οὐ προσεδίδαξεν, οὔτε τίς ὁ ῥήτωρ, οὔτε τίς ἡ ῥητορικὴ, ταύτην τὴν ἀπολογίαν προτείνεται, ἥτις καὶ ὑπὲρ Ἑρμογένους ἁρμόσει λέγεσθαι· φησὶ γὰρ, ὅτι οὐ
20περὶ ταύτης τῆς ῥητορικῆς διελάμβανεν, ἀλλὰ περὶ μό‐ νου τοῦ δικανικοῦ καὶ συμβουλευτικοῦ. Περιττὸν οὖν μέρους ἐξέτασιν ποιούμενον περὶ πάσης λέγειν τῆς τέχνης· Καὶ ἡ μὲν ἀπολογία αὕτη, ἴδωμεν δὲ, εἰ εὖ ἔχει, καὶ εἴ‐ πωμεν ἐπ’ ἀμφότερα λόγους βεβαιοῦντας καὶ ἀνασκευά‐
25ζοντας τὴν ἀπολογίαν. Οἱ μὲν οὖν φιλονείκως ἀνασκευά‐ ζοντες τοιούτοις χρῶνται λόγοις, ὅτι περὶ πάσης τέχνης διαλαμβάνει, καὶ οὐκ ἀληθὴς ὁ Πορφυρίου λόγος· πρῶ‐ τον μὲν γὰρ αὐτὸς ὁ τεχνικός φησι, „κἀν ταῖς βουλαῖς, κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ·“ τὸ δὲ πανταχοῦ
30σημαίνει τὸ πανηγυρικὸν διὰ τὸ πλείονας, φησὶν, εἶναι καὶ τόπους καὶ καιροὺς τοῦ πανηγυρικοῦ· ἔπειτα παρα‐ κατιὼν πάλιν αὐτὸς λέγει· καὶ χρὴ τοῖς ἐγκωμιαστικοῖς
ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν· ὥστε9

5

.

10

αὐτὸς ὁ τεχνικὸς οἶδεν τὸ πανηγυρικὸν ἐνεχόμενον τοῖς δύο τούτοις· οὐ μόνον δὲ ἐκ τούτων ἐστὶν ἀποδεῖξαι, ἀλ‐ λὰ καὶ ἐξ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων· οὔτε γὰρ συμβουλεύων δύνασαι συμβουλεῦσαι πόλεμον, μὴ ἐπαινέ‐
5σας τὸν πόλεμον, οὔτε ἀποτρέπων μὴ ψέξας, καὶ κατη‐ γορῶν δὲ ἐν δικαστηρίῳ πλείονα ποιήσεις τὸν ψόγον, καὶ ἀπολογούμενος τὸν ἔπαινον· καὶ μάρτυς ὁ Δημοσθένης τὸν περὶ τοῦ στεφάνου λόγον τέλειον ἑαυτοῦ συγγεγρα‐ φὼς ἐγκώμιον, καὶ ὁ Αἰσχίνης τὸν κατὰ Τιμάρχου τέ‐
10λειον ψόγον· καὶ κατὰ πάντα πᾶς ἐπίλογος ἢ ψόγον ἔχει ἢ ἔπαινον· ἤδη δὲ καὶ τέλειον ζήτημα εὕρηται διὰ μόνων τῶν ἐγκωμιαστικῶν τόπων προαγόμενον, οὗ ὁ ὅρος οὗτος· νόμος τὸν λαχόντα δᾳδουχεῖν δοκιμάζεσθαι· Ἀλκιβιάδης ἔλαχε δᾳδουχεῖν καὶ δοκιμάζεται· ἐνταῦθα
15γὰρ ὁ μὲν κωλύων δᾳδουχεῖν αὐτὸν ἀπὸ πάντων ψέξει, καὶ ἀπὸ τῶν προγόνων, λέγων τοὺς Ἀλκμαιωνίδας ἀεὶ πρὸς θορύβους καὶ στάσεις ὁρᾷν, καὶ τὴν ἀνατροφὴν αὐτοῦ, ὡς εἴη παρὰ Πολλίωνι αἰσχρῷ καὶ ἐπονειδίστῳ, καὶ τὰς πράξεις, ὡς ἀσκευής ἐστιν, καὶ ἀγαλμάτων τινὲς
20καθαιρέσεις γεγόνασιν ὑπ’ αὐτοῦ, καὶ τῶν ἑρμῶν περι‐ κοπὴ, καὶ πρὸς τούτοις δὲ προδοσία, ὁ Δεκελείας ἐπι‐ τειχισμὸς, καὶ πάντα ὅσα ἐν τῷ Πελοποννησιακῷ φυγὼν Ἀθηναίοις ἐποίησεν, ὥστε τελέως ἂν εἴη ὁ ψόγος· ὁ δὲ συμβουλεύων γενέσθαι πάλιν ἀπὸ προγόνων ἐπαινέσει
25ἐξ αὐτῶν τῶν Ἀλκμαιωνιδῶν· ὅτι αὐτοὶ καθεῖλον τοὺς τυράννους καὶ δημοκρατίαν πεποιήκασι, καὶ ἀπὸ Πε‐ ρικλέους θείου αὐτοῦ καὶ ἀπὸ τοῦ πατρός· καὶ πάλιν τὴν ἀνατροφὴν ἐπαινέσει παρὰ Σωκράτει λέγων αὐ‐ τὸν γεγενῆσθαι, ἀγαθῷ ἀνδρὶ, καὶ τὰς πράξεις θαυ‐
30μάσει, τὴν Κύζικον λέγων, ἐν ᾗ διακοσίας τριήρεις συν‐
ελάβετο τῶν Λακεδαιμονίων, ἤδη ἀπειρηκυίας παντελῶς10

5

.

11

τῆς Ἀθηναίων δυνάμεως, καὶ διὰ πάντων ἔσται τέλειον ζήτημα· πῶς οὖν οὐκ ἐμπεριέχεται τὸ πανηγυρικὸν τού‐ τοις τοῖς μέρεσιν, ὅπου καὶ ζήτημα ὅλον ψόγον τε ἔχει καὶ ἐγκώμιον· ἢ πῶς οὐκ ἐμπεριέχεται τὸ πανηγυρικὸν,
5ὅπου ἴσμεν καθολικὸν κανόνα· ὅτι πᾶν πρᾶγμα καὶ πᾶ‐ σα τέχνη τὰς αὐτὰς προτάσεις καὶ ἐπαγγελίας ἔχουσά τινι ἐκείνου ἐστὶν, οὗ τὸν σκοπὸν ἔχει καὶ τὴν πρότασιν· εἰ οὖν τῷ πανηγυρικῷ ἐπαινέσαι καὶ ψέξαι σκοπός ἐστιν, ἔστι δὲ καὶ ἐν τῷ συμβουλευτικῷ καὶ δικανικῷ ταῦτα,
10πῶς οὐκ ἂν εἴη ἐν αὐτοῖς καὶ τὸ πανηγυρικὸν, καὶ ἔτι πρὸς τούτοις καὶ τοῦτο συντελεῖ πρὸς ἀπόδειξιν, ὅτι πᾶν εἶδος τῷ γένει ταὐτόν ἐστι καὶ οὐ διάφορον· εἰ γὰρ ἐστί τι ζῶον καὶ ἵππος καὶ κύων καὶ ἄνθρωπος, ἢ ζῶον ταὐτόν ἐστι τῷ γένει· εἰ γὰρ τὰ τοῦ ζώου ἔχει, καὶ εἰ πρὸς ἑαυ‐
15τὰ διαφορὰν ἔχει, ἀλλὰ πρὸς τὸ γένος οὐκ ἔχει· ἔστω οὖν τὸ πανηγυρικὸν διαφορὰν μὲν ἔχειν πρὸς τὸ δικανικὸν καὶ συμβουλευτικὸν, οὐ μέντοι πρὸς τὴν ῥητορικὴν ἔχει διαφοράν· ἐπιγράφων οὖν τέχνην ῥητορικὴν καὶ περὶ τούτων διέλαβεν· εἰ μὲν γὰρ ἐπέγραφε „τέχνη δικανικοῦ
20καὶ συμβουλευτικοῦ“, εἰκότως περὶ μέρους διελάμβανεν· ἡ δὲ πρότασις τὸ πᾶν ὄνομα τῆς τέχνης ἔχει αὐτὴ καὶ τοῦ‐ το περιείληφεν. εἰ δὲ καὶ ἐξουσίαν δοίη τις μὴ περιειλη‐ φέναι, καὶ αὐτὸ τοῦτο πταῖσμά ἐστιν, ὅτι γένους ἐπαγ‐ γειλάμενος γράφειν τέχνην, ὡς αὐτοί φασιν, εἰδῶν μόνων
25ἔγραφε, καὶ οὐ πάντων τῶν τοῦ γένους. ἡ γὰρ ἐπιγραφή ἐστι, τέχνη ῥητορικὴ, ἡ δὲ ῥητορικὴ τὰ τρία εἴδη περιέ‐ χει, ὥστε πάντως τὸ εἰπεῖν ἀναγκαῖον· ἢ οὖν εἶπε καὶ οὐχ ἁρμόζει ἡ ἀπολογία, ἢ μὴ εἰπὼν κατὰ τοῦτο πταίει· καὶ ταῦτα μὲν πρὸς τὸ ἀνατρέψαι τὸν Πορφυρίου λόγον·
30εἰ δὲ θέλοιμεν αὐτῷ συνηγορῆσαι καὶ ἀνασκευάσαι τὰ προς‐ τεθέντα οὕτως ἀνατρέψομεν, καὶ ἐφ’ ἕκαστον τούτων ἔλ‐ θωμεν. Τὸ μὲν οὖν λέγειν, ὅτι αὐτός φησι „κἀν ταῖς βου‐
λαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ“ ἑτέραν ἔχει ἐξή‐11

5

.

12

γησιν, ἣν ἐν τῷ ῥητῷ ἐροῦμεν· καὶ οὐ σημαίνει τὸ πανη‐ γυρικόν. Τὸ δὲ δὴ λέγειν, ὅτι τοῖς ἐγκωμιαστικοῖς ἀκο‐ λουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν, αὐτὸ τοῦτο μαρτυρεῖ, ὅτι οὐ περιέχεται· οὐ γὰρ ὁ ἐπιτάττων χρῆσθαι
5γραμματικῇ ἤδη καὶ γραμματικός ἐστιν, οὐδὲ ὁ ἐπιτάττων χρῆσθαι ἰατρικῇ ἤδη καὶ ἰατρός ἐστιν, οὐδὲ ὁ ἐπιτάττων οἰκοδομεῖν οἰκίαν ἤδη καὶ τέκτων, ὅταν εἴπῃ χρῆσθαι πρὸς τὴν χρείαν, οὔπω καὶ τοῦτο διδάσκει· τὸ δὲ δὴ λέ‐ γειν, ὅτι ἡ φύσις τῶν πραγμάτων οἶδεν ἐμπεριεχόμενον τὸ
10πανηγυρικὸν, καὶ μάλιστα ἐν οἷς τὸν περὶ τοῦ στεφάνου καὶ τὸν κατὰ Τιμάρχου προφέρουσι· τοσοῦτον ἐροῦμεν, ὅτι πᾶν πρᾶγμα περιεχόμενον ἀπό τινος τὴν μὲν ἑαυτοῦ φύσιν ἀπέβαλεν, ἐκεῖνο δὲ γίνεται, περὶ ὅ ἐστι καὶ ὑφ’ οὗ περιέχεται, ὡς ἐπὶ τούτου· ὅταν ὁ αὐτὸς τεχνικὸς ἐν
15τῷ περὶ ἰδεῶν λέγῃ περὶ παροξυτόνων καὶ ὁμοιοκαταλή‐ κτων, οὐ τεχνολογίαν ἐρεῖ γραμματικὴν, καίτοι γραμμα‐ τικῆς τέχνης μέρος λέγων, ἀλλὰ πρὸς τὴν τῆς ῥητορικῆς χρείαν ἡ γραμματικὴ ἐλθοῦσα οὐκ ἔμεινεν ἔτι τὸ ἑαυτῆς, ἀλλὰ ὁ περὶ τῶν ἰδεῶν λόγος ῥητορικῆς ἐστι, καίτοι διὰ
20γραμματικῆς πολλῆς κατασκευαζόμενος· καὶ γὰρ εἰς το‐ σοῦτον χρείας ἦλθεν τῆς γραμματικῆς, ὡς καὶ μέτρων τινῶν μνησθῆναι. καὶ ὅταν ἐν τῇ ῥητορικῇ κατασκευάζω‐ μεν, τὸ δίκαιον οὐ φιλοσοφίας ἔργον ποιοῦμεν, καί τοι τοῦ σκοποῦ τῆς φιλοσοφίας τοῦτο μάλιστα ζητοῦντος· ἀλλ’
25ὥρμηται μὲν ἐκ φιλοσοφίας ὁ λόγος, εἰς κατασκευὴν δὲ ῥητορικῆς ἐλθὼν οὐκέτι φιλοσοφία ἔμεινεν, καίτοι πολλά‐ κις ὁ ῥήτωρ καὶ καθολικοῖς λόγοις ἐχρήσατο· ὥστε οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι, ὅπερ οἰκειότατόν ἐστι φιλοσοφίας, περὶ
30εὐσεβείας καὶ δικαιοσύνης ἀποφαίνεσθαι· ταὐτὸν δὲ περὶ πανηγυρικοῦ ἔχομεν εἰπεῖν· ὅταν ληφθῇ πρὸς κατασκευὴν
ἢ τοῦ συμβουλευτικοῦ ἢ τοῦ δικανικοῦ, ὑφ’ οὗ περιέχεται,12

5

.

13

ἐκεῖνο γίγνεται καὶ οὐκέτι πανηγυρικὸν ἔμεινεν· πῶς γὰρ ἔτι εἴη πανηγυρικὸν τὸν τοῦ πανηγυρικοῦ σκοπὸν μὴ φυ‐ λάττον· οὗτος δὲ αὔξησιν ἔχει ὁμολογουμένων ἀγαθῶν· εἰ δὲ ὡμολόγηται, ὅτι δίκη καὶ συμβουλὴ ἀμφισβητουμέ‐
5νων πραγμάτων ἐστὶ κατασκευὴ, κἂν μυριάκις ἐν αὐτοῖς ἐξετάζηται, ἕως ἂν μὴ κατὰ τὸν αὐτοῦ σκοπὸν ἐξετάζηται, οὐκέτι πανηγυρικόν. Περὶ δὲ τοῦ γένους τοῦ ζητήματος καὶ τοῦτο ἐροῦμεν, ὅτι τὰ ἐνθυμήματα πάντα, ἃ προε‐ τείναμεν, ἀπὸ γένους καὶ τῶν λοιπῶν οὐκ αὐτὸ τοῦτο τὸ
10ἐπαινέσαι τὸ γένος προτείνεται, ἀλλὰ κατασκευάσαι τὸ δί‐ καιον· οὐ γὰρ ἐπαινέσας τὸν Ἀλκιβιάδην ἠρκέσθη, ἀλ‐ λὰ προςτίθησι, δίκαιον οὖν αὐτὸν δᾳδουχῆσαι, ἢ τοὐναν‐ τίον οὐ δίκαιον· δῆλον οὖν, ὅτι καὶ τὸ πανηγυρικὸν ἐκ‐ πεσὸν τῆς ἑαυτοῦ φύσεως εἰς ἑτέρου κατασκευὴν εἴλη‐
15πται· εἰ μὲν γὰρ τοῦτο μόνον ἦν τὸ ζητούμενον, εἰ χρη‐ στὸς ἢ πονηρὸς Ἀλκιβιάδης, πανηγυρικὸν ἂν εἴη· εἰ δὲ ἀμ‐ φιβολίας γενομένης, εἰ ἄξιός ἐστι τῆς τοιαύτης τιμῆς, οὐκ ἂν εἴη πανηγυρικόν· τὸ δὲ δὴ λέγειν αὐτοὺς, ὅτι τὰ εἴδη τὰ αὐτά εἰσι τῷ γένει, καὶ δεῖ τὸν περὶ τοῦ γένους
20διαλαβόντα καὶ περὶ εἰδῶν διαλαβεῖν, οὐκ ὀρθῶς λέγου‐ σιν· τὰ αὐτὰ μὲν γάρ ἐστι τῷ γένει, καὶ οὐ διάφορα· οὐ πάντως δὲ ὁ περὶ ἑνὸς διαλαβὼν ἀνάγκην ἔχει περὶ πάν‐ των, ὥσπερ ἂν εἰ ζητοίημεν περὶ ἀνθρώπου φύσεως, προεξετάζομεν, ὅτι ζῶον ὁ ἄνθρωπος, καὶ εἰ ζῶον θνη‐
25τὸν, οὐ μέντοι ἀνάγκην ἔχομεν καὶ περὶ ἵππου καὶ περὶ τῶν ἄλλων ζώων διαλαβεῖν· ἄλλως τε καὶ ἀπὸ τῶν πλει‐ όνων τὴν ὀνομασίαν εἰώθασιν οἱ παλαιοὶ ποιεῖσθαι, ὥσπερ καὶ Θουκυδίδης τῶν Πελοποννησίων καὶ Ἀθηναίων φησὶ πόλεμον, τοὺς Λακεδαιμονίους Πελοποννησίους καλῶν·
30καίτοιγε οὐ Λακεδαιμονίων μόνων ἐστὶν ἡ Πελοπόννησος, ἀλλὰ καὶ ἄλλων πολλῶν. Ἐνταῦθα οὖν περὶ τῶν δύο με‐
ρῶν διαλαβὼν εἰκότως τὸ τῆς τέχνης ὄνομα δέδωκεν, ἑνὶ13

5

.

14

δὲ λόγῳ τοῦτό ἐστι τὸ εἶναι εἶδος τὸ διαφορὰν ἔχειν τινὰ πρὸς ἕτερον· ἐπεὶ περιττὸν ἦν ἢ τὸ μὴ, εἰ ταὐτὸν ἔμελλεν εἶναι τῷ λοιπῷ· διὰ τοῦτο οὖν τέμνεται εἰς τρία ἡ ῥη‐ τορικὴ, ὅτι διάφορά ἐστι πρὸς ἄλληλα τὰ εἴδη· πῶς οὖν
5δυνατὸν τὸ πανηγυρικὸν ταὐτὸν εἶναι τῷ δικανικῷ καὶ συμβουλευτικῷ, εἰ εἶδός ἐστι τῆς ῥητορικῆς· εἰ γὰρ εἶδος, οὐκέτι ταὐτόν ἐστιν, ἀλλὰ διαφοράν τινα ἔχει πρὸς τὰ ἄλλα εἴδη καὶ οὐ ταὐτόν ἐστιν, ὅτι τοῦ πανηγυρικοῦ οὐκ ἐγκώμιον μόνον καὶ ψόγος εἴδη ἐστὶν, ἀλλὰ καὶ ἕτερα
10πλείονα, εἰ πνευματικὸς καὶ στεφανωτικὸς καὶ καθιερωτικὸς καὶ ἐπιτάφιος καὶ τὰ λοιπά· οὐκέτι οὖν τὸ τριςκαιδέκατον μέρος τὸ εὐτελέστατον, οὐδὲ αὐτὸ κατὰ τὴν αὐτοῦ φύσιν ἐνέπεσε τοῖς ἄλλοις· ἤδη δὲ τὸ πανηγυρικόν ἐστιν· οὐ γὰρ τὸ μέρος τὸ πᾶν περιέχει, ἀλλὰ τῷ παντὶ τὸ μέρος περιέ‐
15χεται, καὶ οὐδὲ εἴ τις οἶδεν φλεβοτομεῖν μόνον, οὗτος ἤδη καὶ ἰατρὸς, ἀλλ’ ὁ πάντα εἰδὼς, κἂν μὴ φλεβοτομεῖν ἐπί‐ σταται, ἰατρός ἐστιν. Ὡμολόγηται οὖν, ὅτι ἔῤῥωται ὁ λόγος ὁ Πορφυρίου· εἴπωμεν δὲ καὶ ἑτέραν ἀρίστην καὶ ἀναντίῤῥητον ἀπολογίαν. Ὡς προετάξαμεν, τρεῖς εἰσι περὶ
20παντὸς πράγματος ζητήσεις. Ἐνταῦθα οὖν περὶ τοῦ ἔρ‐ γου μόνον διαλαμβάνων περιττὸν ἡγεῖτο περὶ τῶν λοιπῶν διαλαβεῖν, ἐν γὰρ τῷ εἰπεῖν ὅρον ῥητορικῆς ἠναγκάζετο καὶ τὴν τῆς ῥητορικῆς πᾶσαν κατασκευὴν κατεργάσασθαι· ἄλλως τε καὶ αὐτὸ τοῦτο τῷ Μινουκιανῷ ἐγκαλῶν, τὸ πε‐
25ριττὰ καὶ οὐκ ἀναγκαῖα τῷ προκειμένῳ συγγράμματι λέ‐ γειν· καὶ βουλόμενος σαφέστερον καὶ εὐδιακριτώτερον εἶ‐ ναι αὐτῷ τὸν λόγον, ᾧ ἐναντίον ἦν τὸ ἔξωθέν τινα δια‐ λαβεῖν· ἡμεῖς δὲ καὶ προαπεδείξαμεν, ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ, καὶ νῦν ὅρους αὐτῆς ἐροῦμεν. Ἴδωμεν δὲ πρῶ‐
30τον, τίς ὁ τεχνίτης· καὶ πρῶτον ἀποδεδώκασιν, ἄνθρωπος καλῶς λέγειν εἰδώς· ἀλλ’ οὗτος τοῦ κατ’ αὐτοὺς ῥήτορός
ἐστιν ὁ ὅρος, οὐ δημαγωγικοῦ καὶ δικανικοῦ· οὐ γὰρ14

5

.

15

πάντως ἕπεται τῷ ῥήτορα εἶναι τὸ καὶ ἄνδρα ἀγαθὸν εἶναι. Πολιτικοῦ δὲ ῥήτορος οὗτος· ἀνὴρ πολιτικῶν πρα‐ γμάτων ἐπιστήμων, καὶ ἐφ’ ἑκάτερα ἐξ ἐνδόξων κα‐ τασκευαστὴς, οὗτος μὲν οὖν τοῦ ῥήτορος ὁ ὅρος,
5ἡ δὲ ἐξήγησις αὐτοῦ αὕτη· πραγμάτων τὸ γένος, ἐπειδὴ δὲ πραγμάτων καὶ τὰ φιλόσοφα, προσέθηκε πολιτικῶν, ἐπιστήμων δὲ πρὸς τοὺς φιλονεικοῦντας ἐμπειρίαν εἶναι τὴν ῥητορικὴν, καὶ ἐξ ἐνδόξων κατασκευαστὴς, ἀπὸ γὰρ τῶν πιθανῶν αἱ τῶν ῥητορικῶν ἀποδείξεις καὶ οὐ πάν‐
10τως ἀπὸ τῶν ἀληθῶν, ὅπερ οἰκεῖον φιλοσοφίας. Ὅροι δὲ ῥητορικῆς διάφοροι παρὰ τῶν παλαιῶν ἡμῖν παραδέ‐ δονται. Ὁ μὲν οὖν Πλάτων διαβάλλων αὐτὴν καλεῖ πο‐ λιτικῆς μορίου εἴδωλον· τοῦτον δὲ οὐδὲ ἐξεταστέον τὸν ὅρον πρὸς διαβολὴν καὶ οὐκ ἀλήθειαν ἔχοντα· ὃν δὲ ὡς
15ἀληθῆ εἶπεν, οὗτός ἐστιν· πειθοῦς δημιουργός. Οἱ δὲ Στωϊκοὶ ἀντίστροφον τῇ διαλεκτικῇ αὐτὴν καλοῦσιν, οἱ δὲ περὶ Ἑρμαγόραν δύναμιν τοῦ εὖ λέγειν τὰ πολιτικὰ ζητήματα, ἄλλοι δὲ δύναμιν θεωρητικὴν τοῦ περὶ ἕκα‐ στα πιθανοῦ, καὶ οὗτος δοκεῖ Ἀριστοτέλους ὁ ὅρος.
20Ὁ μὲν γὰρ λέγων αὐτὴν πειθοῦς δημιουργὸν ἀτελῆ ποιεῖ τὴν ῥητορικήν· ἐν ἑτέροις γάρ ἐστι τὸ πείθεσθαι, ὡς καὶ ὁ Δημοσθένης· „ἡ δὲ τοῦ λέγειν δύναμις, ἐὰν τὰ παρ’ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ, διακόπτεται“· πᾶσα δὲ τέ‐ χνη ἐν αὐτῇ ἔχει τὸ τέλος, καὶ οὐ μόνον ἐκ τούτου δεί‐
25κνυται μὴ συνεστηκὼς ὁ ὅρος, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων· εἰ γὰρ τοῦτό ἐστι ῥητορικὴ τὸ δημιουργῆσαι πειθὼ, ἡνίκα ἂν ὁ ῥήτωρ δημιουργῇ τὴν πειθὼ, οὐκ ἔστι ῥήτωρ, ὥστε ἐν τοῖς πλείοσιν οὐκ ἔστι ῥήτωρ ὁ Δημοσθένης μὴ πεπεικώς· συμβαίνει δὲ καὶ ἰδι‐
30ώτην πολλάκις ἢ ἐκ συμβεβηκότος ἢ ἐξ ἄλλης αἰτίας15

5

.

16

πεῖσαι, τὸν δὲ ῥήτορα μὴ πεῖσαι· καὶ ἐκ τούτου ἄτοπον ἀναφύεται, τὸν μὲν ῥήτορα ἰδιώτην εἶναι, τὸν δὲ ἰδιώτην ῥήτορα· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ οἱ φιλόσοφοι περὶ τῶν ἰδεῶν πείθουσιν, καὶ ἰατροὶ καὶ οἱ ἄλλοι· οἱ δὲ ὅροι
5μόνῳ ὀφείλουσιν ἁρμόζειν τῷ οἰκείῳ ὁριστῷ· οἱ δὲ δὴ λέγοντες ἀντίστροφον τῇ διαλεκτικῇ καὶ οὗτοι τὰ μέγι‐ στα πταίουσι· καὶ αὐτὸς ὁ ὅρος μαρτυρεῖ· ἀντίστροφος γάρ ἐστιν ἰσόστροφος, ἰσοδύναμος, τὰ αὐτὰ πράττουσα· οὐδέποτε δὲ δύο πραγμάτων διαφόρων εἷς ὅρος δύναται
10εἶναι· πῶς οὖν διαλεκτικῆς καὶ ῥητορικῆς τὸν αὐτὸν ὅρον λέγουσιν. εἰ γὰρ τὰ αὐτὰ πράττουσιν, καὶ αἱ αὐταί εἰσιν, ἀλλὰ μὴν διάφοροί εἰσιν αἱ τέχναι, οὐκ ἄρα ἁρμό‐ ζει ὁ ὅρος· πῶς γὰρ ἂν εἴη ὅρος μὴ μόνῳ τινὶ ἁρμόζων πράγματι, διὰ τοῦτο γὰρ καὶ ὅροι ἐκλήθησαν, διὰ τὸ
15μήτε ἐπιλαμβάνεσθαι ἑτέρου, μήτε ἐλλείπειν τι τοῦ ἰδίου· ὥσπερ οἱ τῶν χωρίων ὅροι πάντα τὰ αὐτῶν περιέχουσιν. Οἱ δὲ δὴ λέγοντες, δύναμις τοῦ εὖ λέγειν τὰ πολιτικὰ ζητήματα, δοκοῦσι μέν πως καλῶς λέγειν τῷ τὰ πολιτι‐ κὰ εἰπεῖν καὶ ζητήματα, καὶ ἀποδιαστῆσαι τῶν ἄλλων
20ζητημάτων καὶ τῷ εἰπεῖν εὖ λέγειν· οὐδὲ γὰρ πάντως πείθει, ἀλλὰ δεῖ πιθανῶς εἰπεῖν· ἐλλιπῶς δὲ ἔχει ὁ ὅρος οὗτος· τὸ γὰρ πανηγυρικὸν οὐ ζήτημα, ἀλλὰ αὔξη‐ σις ὁμολογουμένου ἀγαθοῦ. εἰ δὲ μόνα τὰ πολιτικὰ ζη‐ τήματα ἐρεῖ ἡ ῥητορικὴ, οὐκ ἔσται μέρος αὐτῆς τὸ πα‐
25νηγυρικόν· ἐὰν οὖν ἓν τῶν τριῶν εἰδῶν ᾖ τὸ πανηγυρι‐ κὸν, ἐλλιπῶς ὁ ὅρος ἔχει· οἱ δὴ λέγοντες, δύναμις θεω‐ ρητικὴ τοῦ περὶ ἕκαστα πιθανοῦ καὶ οὗτοι δοκοῦσιν εὖ λέγειν, τὸ γὰρ πιθανὸν καὶ οὐ πάντως ἀληθὲς ζητοῦσιν· ἀλλ’ οὗτοι τὴν φύσιν τῆς τέχνης ἠγνόησαν· ὅπερ γὰρ
30φθάσαντες εἰρήκαμεν οὐ μόνον ἐστὶ θεωρητικὴ ἀλλὰ καὶ
πρακτική· ἢ οὖν προςθετέον δύναμις θεωρητικὴ καὶ πρα‐16

5

.

17

κτικὴ τοῦ περὶ ἕκαστα πιθανοῦ, ἢ ἐλλιπῶς ἔχει καὶ οὗ‐ τος. τὸ γὰρ πιθανὸν εὑρεῖν μόνον τῇ τέχνῃ κατέλιπεν, οὐδὲν δὲ ἐκ τοῦ πράττειν· καὶ ἕτεροι δέ τινές εἰσιν ὅροι, οὓς περιττὸν θεῖναι, οὐκ εὖ ἔχοντας· ὁ δὲ δοκῶν εὖ ἔχειν
5οὗτός ἐστι· δύναμις λογικὴ ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δύναμις μὲν οὖν, ὅτι δύναται ἀνα‐ σκευάζειν καὶ κατασκευάζειν καὶ ἐν ἀμφοτέροις τούτοις ἐπιτηδείους λόγους εὑρεῖν. ἐπειδὴ δέ ἐστι καὶ χειρῶν δύ‐ ναμις, ὥσπερ ἡ τῶν ἀγωνιζομένων, προσετέθη λογική.
10ἐπειδὴ δὲ καὶ οἱ ἰατροὶ δύναμιν λογικὴν ἔχουσι, προσε‐ τέθη, ἐν πράγματι πολιτικῷ· οἱ γὰρ ἰατροὶ οὐ περὶ πρα‐ γμάτων, ἀλλὰ ὕλης καὶ φύσεως ἔχουσι τὸν λόγον· ἐπεὶ δὲ καὶ οἱ φιλόσοφοι ἔχουσι καὶ δύναμιν λογικὴν καὶ ἐν πράγματι, προσέθηκε τῷ πολιτικῷ, ὅ ἐστιν οἰκεῖον ῥητορι‐
15κῆς τέλος, „ἔχουσα τὸ εὖ λέγειν“· δεῖ γὰρ τὸν ῥήτορα κα‐ λῶς καὶ πιθανῶς εἰπεῖν, μόνον οὐκ ἀναγκαίως πείθειν. Λολλιανὸς δὲ κάλλιστον ὅρον τοῦτον ῥητορικῆς τίθησιν· δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν, ἔστι γὰρ δύναμις τὸ γένος,
20διὸ προσέθηκε λόγου, εἶτα ἐπειδὴ καὶ οἱ φιλόσοφοι ἔχου‐ σι λόγους, προσέθηκε πιθανοῦ· ἐκεῖνοι γὰρ οὐ πιθανοὺς ἔχουσιν, ἀλλ’ ἀληθεῖς· ἐπειδὴ δὲ καὶ οἱ ἰατροὶ πολλάκις ἔχουσι λόγους πιθανοὺς, δύναμιν προσέθηκεν ἐν πρά‐ γματι πολιτικῷ. Πρὸς δὲ τὸν κοινὸν λόγον, ὃν μαθόν‐
25τες ἔχουσι λόγον πιθανὸν ἐνίοτε, προσέθηκε τὸ „τεχνική“· τέχνῃ γὰρ οἱ ῥήτορες λέγουσιν.
26 Πολλῶν ὄντων καὶ μεγάλων· Ὁ Πλάτων οὐκ ἀνέχεται τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλὰ φανερῶς κα‐ τασκευάζει, ὅτι ἐστί τις ἐμπειρία καὶ ἄλογος τριβὴ καὶ
30μιμητική· βουληθεὶς οὖν ὁ Ἑρμογένης τέχνην ἀποδεῖξαι αὐτὴν οὖσαν, φανερῶς μὲν κατασκευάσαι ἀπέφυγεν, ἵνα
μὴ αὐτῷ τούτῳ διαβάλλῃ· πᾶν γὰρ κατασκευαζόμενον17

5

.

18

ἀμφιβάλλεται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλ’ οὐδὲ ἀκατάσκευον αὐτὸ παν‐ τελῶς εἴασεν, ἵνα μὴ τὸ τοῦ προσώπου ἀξιόλογον πείσῃ· τί οὖν ἐν τῷ προοιμίῳ κατασκευάζει; ὅτι τέχνη ἐστὶν,
5πᾶν γὰρ πρᾶγμα ἐμπεριεχόμενον ὅρῳ τινὶ ἐκεῖνό ἐστιν, οὗ τῷ ὅρῳ ἐμπεριέχεται; τίς οὖν ὁ κοινὸς ὅρος τῆς τέ‐ χνης; σύστημα ἐγκαταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ, τοῦτο ἂν εἴη τέχνη. Ἐν τῷ προοιμίῳ οὖν κατασκευάζει ἐκ τῶν πολλῶν, ἵνα μηνύσῃ
10τὸ σύστημα, καταληφθέντα τὸ ἐκ καταλήψεων, καὶ συγ‐ γυμνασθέντα τὸ συγγεγυμνασμένον. πρός τι τέλος εὔχρη‐ στον τῷ βίῳ, πρὸς τοῦτο προσέθηκε „σαφῆ τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ“· ὥστε ἀφ’ οὗ δέδεικται ἡ ῥητορικὴ ἔχουσα τὰ πολλὰ καὶ τὰ ἐγκαταλήψεων καὶ τὰ συγγυμνα‐
15σθέντα καὶ τὰ πρός τι τέλος εὔχρηστον τῷ βίῳ, τέχνη ἂν εἴη. καὶ τοῦτο μὲν περὶ τοῦ σκοποῦ τοῦ προοιμίου· ἴδωμεν δὲ, εἰ καλῶς ἔχει καὶ καθ’ ἕκαστον τῶν λέξεων. Πολλῶν ὄντων· προοιμίων, ἀγώνων, ἐπιλόγων, σχημά‐ των, φράσεων· εἶτα ἐπειδή ἐστι πολλὰ μὲν, εὐτελῆ δὲ,
20τοῦτο δὲ πολλὰ ἂν ὦσιν, εὐτελῆ δὲ, εὐτελὲς καὶ τὸ κα‐ τασκευαζόμενον ἐξ αὐτῶν γίνεται· οὐκ ἀρκεσθεὶς τῷ συ‐ στῆσαι τέχνην οὖσαν ἀλλὰ καὶ καλὴν καὶ μεγάλην δεί‐ κνυσι, προςθεὶς καὶ μεγάλων. Ὅταν οὖν πολλὰ καὶ με‐ γάλα ᾖ τὰ ποιοῦντα, μέγα εἰκότως ἂν εἴη καὶ τὸ πρατ‐
25τόμενον. ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέ‐ χνην ποιε· συνίστησιν ἐνταῦθα ἀποδείκνυσι· περὶ δὲ τοῦ „ποιεῖ“ τινὲς αἰτιῶνται τὸν τεχνικὸν λέγοντες, ὅτι τὸ ποιεῖ ὡς μὴ οὖσαν ἐστὶν, ἡμεῖς δὲ ἐροῦμεν, ὅτι αὐτὸ τοῦ‐ το ποιεῖ προϋφεστάναι ἐστὶ τὴν τέχνην· τὰ γὰρ φύσει
30ὄντα καὶ γίνεσθαι δύναται, ὥσπερ γὰρ εἰ λέγοις, πολλῶν
ὄντων τῶν ποιούντων οὐρανὸν, οἷον ἄστρων καὶ τῶν τοι‐18

5

.

19

ούτων· οὐ γὰρ οὕτως ποιεῖς οὐρανὸν, ἀλλ’ ἀφ’ ὧν ἐστι δεικνύεις· τοῦτο δὲ οὐκ ἔστι ποιῆσαι, ἀλλὰ δεῖξαι ὄντα· καὶ ὅταν λέγῃς, πολλῶν ὄντων τῶν ποιούντων ἄν‐ θρωπον, οἷον αἵματος, χυμοῦ, σαρκῶν, νεύρων καὶ τῶν
5τοιούτων, πάλιν οὐ μὴ ὄντα ποιεῖς ἄνθρωπον, ἀλλ’ αὐτὸ τοῦτο, ὅ ἐστι δεικνύεις· οὕτως καὶ ἐνταῦθα οὐ τὸ ποιεῖ ἐστιν ὡς μὴ οὔσης, ἀλλ’ ὑφεστηκυίας μὲν, ἀγνοούντων δὲ ἡμῶν, ἀφ’ ὧν ὑφέστηκε· τὸ διδάξαι δὲ τὰ αἴτια τῆς ὑποστάσεως οὐ τοῦτό ἐστι τὸ ποιῆσαι· ὥσπερ γὰρ οἱ φι‐
10λόσοφοι λέγουσι διδάσκοντες, ὅτι ὁ κόσμος ἐκ τεσσάρων στοιχείων σύγκειται, καὶ ἐκ τοῦ κυκλοειδῆ εἶναι τὸν οὐ‐ ρανὸν καὶ ἔκ τινων, οὐκ αὐτοὶ ποιοῦσι κόσμον, ἀλλὰ τὸν ὄντα διδάσκουσι δι’ ὧν συνέστηκεν, οὕτως καὶ ὁ τεχνικὸς, λέγων πολλῶν ὄντων τῶν ποιούντων, ὧν ἐστι τὸ περὶ δι‐
15αιρέσεως, οὐ μὴ οὖσαν τὴν τέχνην ποιεῖ, ἀλλὰ διδάσκει τὸν τρόπον τοῦτον, δι’ ὧν συνέστηκε· τοῦτο δὲ καὶ ὁ Πλάτων σημαίνει, τὰς ἰδέας εἶναι λέγων· πᾶν γὰρ τὸ δυνάμενον ἀγαθὸν γενέσθαι ἄνωθεν ἔχει παρὰ τοῖς θε‐ οῖς τὴν ἀρχὴν, καὶ τοῦτο καλεῖ ἰδέαν τὴν πρώτην ἔννοιαν
20τοῦ θεοῦ· ἅμα γὰρ τῷ ποιεῖν ἄνθρωπον ἐνεθυμήθη καὶ ὧν χρεία ἀνθρώπῳ, καὶ αὕτη ἡ ἐνθύμησις ἐκτύπωσίς ἐστιν τοῦ τοιόνδε γίγνεσθαι τὸ ἐνθυμηθὲν, οἷον ἐνεθυ‐ μήθη δεῖν αὐτῷ ἰατρικῆς, αὐτὸ τοῦτο τὸ ἐνθύμημα ἐκ‐ τύπωμα, ἐκτύπωσίς ἐστιν· ἔτι φαρμάκοις καὶ τοῖς ἄλλοις,
25οἷς ἰατρικὴ χαίρει, δύναται γίνεσθαι ἡ ἰατρική. Τὰ οὖν μὴ τὴν ἀρχὴν ἐνθυμηθέντα τῷ κρείττονι οὐδὲ τὴν σύ‐ στασιν τοῦ γενέσθαι ἔχει, ἀλλ’ ὅσα προσγίνεται παρα‐ φθορᾶς ἐστι τοῦ ἀγαθοῦ, ὅπερ ἄν τις περὶ τῆς συκο‐ φαντίας εἴποι, παραφθορὰν εἶναι τῆς ῥητορικῆς, ὅπερ
30ἂν καὶ περὶ τῆς τυραννίδος, ὅτι παραφθορά ἐστι τῆς βασιλείας, καὶ περὶ τῶν δηλητηρίων, ὅτι παραφθορὰ τῆς ἰατρικῆς ἐστιν· ἐκ γὰρ ἀγαθοῦ τῆς ῥητορικῆς γνόν‐
τες τὴν φύσιν αὐτῶν εἰς φθορὰν αὐτοῖς κατεχρήσαντο·19

5

.

20

τῷ οὖν γίγνεσθαι καὶ ἡ ῥητορικὴ ὑφέστηκε παρὰ θεῷ. Καταληφθέντα ἐξ ἀρχῆς. Καταληφθέντα αἰσθή‐ σει καὶ πείρᾳ γνωσθέντα, ὧν ἐδεήθημεν γνόντες αὐτήν· τοῦτο δὲ λέγων ἠβουλήθη ἀναγκαίαν καὶ χρήσιμον ἀπο‐
5δεῖξαι τὴν τέχνην· τῶν γὰρ τεχνῶν αἱ μὲν ἀναγκαῖαι καὶ χρήσιμοι, ὧν ὁ βίος χωρὶς συστῆναι οὐ δύναται, οἷον ἰα‐ τρικὴ, νομοθετικὴ, τούτων γὰρ ἀπελθόντων τοῦ βίου οὐκ ἂν ἔτι συσταίημεν· ἡ μὲν γὰρ ἰᾶται τὰς ψυχὰς, ἡ δὲ τὰ σώματα, ὥσπερ καὶ ὁ Δημοσθένης. „τὰ μὲν γὰρ
10ἐν τοῖς σώμασι πάθη τοῖς ἰατροῖς θεραπεύεται, τὰς δὲ τῶν ψυχῶν ἀγριότητας αἱ τῶν νομοθετῶν ἐξορίζουσι διά‐ νοιαι,“ αἱ μὲν χρήσιμοι μὲν, οὐκ ἀναγκαῖαι δὲ, οἷον γραμματικὴ, χρήσιμος μὲν γάρ ἔστιν ἡ τέχνη, συσταίη δ’ ἂν ὁ βίος χωρὶς γραμματικῆς· αἱ δὲ οὔτε ἀναγκαῖαι
15οὔτε χρήσιμοι· οἷον ἡ ἡνιοχική· εἰ δέ τις ἐρεῖ κατὰ τὸ τερπνὸν, τοῦτο οὐ χρήσιμον ἴσασιν οἱ παλαιοί. ὅσαι οὖν ἀναγκαῖαι καὶ χρήσιμοί εἰσι τέχναι, αἰσθήσει ἐγνώσθη‐ σαν, τουτέστι τῆς φύσεως ἡμῶν δεηθείσης αὐτῶν ἐπενοή‐ θησαν· οἷον πολλῶν ἁρπαζόντων καὶ φόνων ἐκ τούτων
20γινομένων ὁ νόμοι τῆς ἁρπαγῆς τέθειται· νόμοι δὲ ἐπινενόηνται τῆς χρείας ἐνεγκούσης αὐτοὺς, ὥσπερ ὁ Αἰσχίνης, „ἐκ γὰρ τοῦ γίνεσθαί τινα, ὧν μὴ δεῖ, ἐκ τούτων τοὺς νόμους ἔθεντο οἱ παλαιοί·“ καὶ ὁ Σόλων ἐρωτηθεὶς, κατὰ πατροκτόνου διατί νόμον οὐ τέθεικεν,
25ἔφη μὴ πιστεύειν δύνασθαι τοῦτο ποιῆσαι τὴν φύσιν. Δῆλον, ὅτι τῇ αἰσθήσει τῆς χρείας νόμοι ἐτέθησαν· καὶ ἐπὶ τῆς ἰατρικῆς ὁμοίως τὰ νοσήματα ἐπίνοιαν τῆς ἰα‐ τρικῆς ἤνεγκαν· βουληθεὶς οὖν τὴν ῥητορικὴν καὶ ἀναγ‐
καίαν καὶ χρήσιμον δεῖξαι ἔφη· σαφῶς καταλη‐20

5

.

21

φθέντα· καὶ γὰρ ἐξ αἰσθήσεως ἔγνωσται, οἷον ἀπροοι‐ μιάστως τις εἶπεν καὶ οὐκ ἔσχε τὸ δικαστήριον προσεκτι‐ κὸν, καὶ τῇ αἰσθήσει ἔγνω διὰ τοῦτο ἡττηθείς· ἕτερος πρὶν διηγήσασθαι τὸ πρᾶγμα εἰς τοὺς ἀγῶνας ἦλθεν καὶ
5ἠγνόησαν, ὅτου ἦσαν δικασταὶ οἱ κριταὶ, καὶ ἔγνωσαν, ὅτι δεῖ προηγήσασθαι καὶ τῶν ἄλλων ὁμοίως, ἡ αἴσθη‐ σις γὰρ καὶ τούτων ἤνεγκε τὴν χρείαν· ὥσπερ δὲ τῷ πολ‐ λῶν προσέθηκε καὶ μεγάλων, οὕτως καὶ ἐνταῦθα τῷ κα‐ ταληφθέντα προσέθηκεν ἐξ ἀρχῆς, ἵνα μὴ νεωτέρα μηδὲ
10ἐκ τοῦ νῦν χρόνου εἴη ὑπελθοῦσα ἡ ῥητορικὴ πρὸς ἡμᾶς, ἀλλὰ ἄνωθεν καὶ ἅμα τῷ βίῳ τοῦ ἀνθρώπου· τοῦτο γὰρ ἦν τὸ πλεονέκτημα τῆς ῥητορικῆς τὸ ἀεὶ καὶ πανταχοῦ τυγχάνειν· διὰ τοῦτο προσέθηκε καὶ αὐτὸ τὸ ἐξ ἀρχῆς, ἵνα δηλώσῃ ἅμα τῷ βίῳ λόγον τε ὄντα καὶ ῥητορικήν.
15Καὶ συγγυμνασθέντα τῷ χρόν· τῶν τεχνῶν πάλιν αἱ μέν εἰσιν ἡδεῖαι καὶ χρήσιμοι, αἱ δὲ ἡδεῖαι μὲν οὐ χρήσιμοι δὲ, αἱ δὲ οὔτε ἡδεῖαι, οὔτε χρήσιμοι· ἡδεῖα μὲν οὖν καὶ χρήσιμος ἡ μουσικὴ, καὶ γὰρ ἡμεροῖ τὰς ψυ‐ χὰς, ὅπερ λέγεται περὶ Τιμοθέου, ὅτι παροξυνομένου μὲν
20τοῦ Ἀλεξάνδρου ἔπαυεν αὐτὸν τῆς ἀκαίρου ὀργῆς· ἀνα‐ πεπτωκότα δὲ πάλιν ἐπήγειρεν εἰς τοὺς πολεμίους αὐλῶν· καὶ ὅπερ πάλιν περὶ τοῦ Τερπάνδρου, ὅτι τοῖς αὐλοῖς εἰς ὁμόνοιαν ἤγαγε τὴν Λακεδαιμονίων πόλιν κιθαρῳδὸς ὢν· ἡδεῖαι δὲ οὐ χρήσιμοι, οἷον ἡ ζωγραφικὴ, ἡ νῦν κιθαρῳ‐
25δία· οὔτε ἡδεῖα οὔτε χρήσιμος ἡ τῶν μηχανικῶν κατα‐ σκευή· εἰ δέ τις ἐρεῖ ὡς καὶ ταῦτα χρήσιμα, προςλαμβά‐ νει γὰρ τοὺς πολεμίους, ἐροῦμεν, ὅτι, ἕως ἂν εἴη τὸ γέ‐ νος τῶν ἀνθρώπων, οὐδὲν πρὸς ἅλωσιν ἀνθρώπων ἐστὶ χρήσιμον, καὶ ὅσον αὐτὸ εἰς διαφορὰν ἑτέρου οὐκ ἔστι
30χρήσιμον, καὶ ὁ κλέπτης γὰρ ἐκ τοῦ κλέπτειν ὠφελεῖται
αὐτὸς, ἀλλὰ ἀδικεῖ τὸν βίον, καὶ ὁ φονεὺς ἐκ τοῦ φονεῦ‐21

5

.

22

σαι ἴσως ἂν καὶ κερδανεῖ καὶ ἐχθροῦ ἀπαλλαγὴν σχήσει, ἀλλ’ οὐ τὸ πρᾶγμα φύσει χρήσιμον πρὸ μοίρας ἀπελθεῖν τὸν τεχθέντα τοῦ βίου· τοῦτο δὲ πρόδηλον, ὡς τὴν ἀρ‐ χὴν οὔτε ὅπλα οὔτε ἐπιχειρήσεις πολέμων ἐγένοντο μὴ
5φθόνου προϋφεστηκότος· οἷς γὰρ ἀλλήλοις ἐπολέμησαν ἄνθρωποι, τούτοις ἑαυτοῖς ἐπεβούλευσαν· πᾶν δὲ, ὃ ἐκ πονηροῦ σκοποῦ ἔσχε τὴν ἀρχὴν τῆς γενέσεως, ἀκόλου‐ θόν ἐστι τῷ σκοπῷ· ὅσαι οὖν οὐκ εἰσὶν ἡδεῖαι καὶ χρή‐ σιμοι, αὗται καὶ ἀτιμώζουσι κατά τινα χρόνον, ὅσαι δὲ ἡ δεῖαι
10καὶ χρήσιμοι, ἅμα τῷ βίῳ ἐλθοῦσαι παραμένουσι παντελῶς· διὰ τοῦτο οὖν εἶπε, συγγυμνασθέντα τῷ χρόνῳ, ἵνα δείξῃ, μηδένα χρόνον ἐκτὸς ὄντα ῥητορικῆς· εἰ γὰρ ἴσμεν, ὅτι κατά τινας χρόνους ἐνέλειπεν, οἷον ἐπὶ ταῖς τυραννίσι καὶ τοῖς Μακεδονικοῖς, ἀλλ’ ἐν τῇ φύσει τῇ ἀνθρωπίνῃ· καὶ
15εἰ παρὰ τοῖς Ἕλλησιν ἐνέλιπεν, οὔπω καὶ πανταχόσε· ὥς‐ περ δὲ τὰ πολλὰ προειπὼν προσέθηκε καὶ μεγάλων, καὶ ὥσπερ τῷ καταληφθέντα προσέθηκε τὸ ἐξ ἀρχῆς ἑκά‐ στῳ, καὶ ἐνταῦθα εἰπὼν τὸ συγγυμνασθέντα προσέθηκε τῷ χρόνῳ, ἵνα δείξῃ μηδένα χρόνον ἐκτὸς ὄντα ῥητορι‐
20κῆς. Σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα· πά‐ λιν τρεῖς ἰδέαι εἰσὶ τεχνῶν, καλλιτεχνία, κακοτεχνία, ψευδοτεχνία. Καλλιτεχνία μὲν γὰρ, οἷον γραμματικὴ, ἰατρικὴ, αὐτὴ ἡ ῥητορική· εἰς καλὸν γὰρ ἐπινενόηται· κακοτεχνία δὲ ἡ τῶν δηλητηρίων τούτων ποίησις, ψευδο‐
25τεχνία δὲ, οἷον ὀρχηστικὴ, σκαλοβατική· αὗται δέ εἰσι ψευδοτεχνίαι, ὅτι τέλος οὐδὲν ἐπάγουσιν, ἀλλ’ ἀτελεῖς τι‐ νές εἰσι τέχναι, καὶ ἐν ἑαυταῖς σβέννυνται· τί δέ ἐστιν, ὃ λέγω καὶ σαφέστερον εἴπωμεν· ἰατρικὴ ἔχει τέλος τὸ ὑγι‐ άζειν τὰ σώματα, ἡ γραμματικὴ τὸ ὀρθὸν ποιεῖν τὸν
30λόγον καὶ ἄπτωτον, ἡ ῥητορικὴ τὸ τοῖς δεομένοις συνα‐ γωνίζεσθαι, ἐν δικαστηρίοις δὲ πείθειν τὰ χρήσιμα τὴν
πόλιν, καὶ πρεσβευτική· ἡ δὲ σφαιροπαικτικὴ καὶ σκαλο‐22

5

.

23

βατικὴ καὶ ὀρχηστικὴ οὐδὲν ἔχουσιν, ἀλλ’ ἐπιδειχθεῖσαι τέλος οὐδὲν ἑαυτῶν οὐδὲ πέρας προσέθηκαν. Βουληθεὶς καὶ καλλιτεχνίαν αὐτὴν δεῖξαι, ἐπειδὴ ταύτην καὶ μάλιστα Πλάτων συκοφαντίαν ἐκάλεσεν, ὥστε εἶναι καλλιτεχνίαν,
5ἔφη· σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ· κἀν ταῖς βουλαῖς μὲν τὸ συμβουλευτικὸν, κἀν τοῖς δικαστηρίοις τὸ δικανικόν· τὸ δὲ πανταχοῦ τινὲς μὲν ἐξηγήσαντο εἶ‐ ναι τὸ πανηγυρικὸν, λέγοντες, ὅτι πλείονες τόποι καὶ
10χρόνοι εἰσὶ τοῦ πανηγυρικοῦ· καὶ γὰρ πρὸς λιμένι τις προπεμπτικὸν λέγων δημηγορεῖ, καὶ ἐπιθαλάμιον ἐν οἰ‐ κίᾳ, καὶ ἐπιτάφιον ἐν τάφῳ, καὶ πᾶς καιρὸς τὴν τοῦ πανηγυρικοῦ χρείαν ἐπιδέχεται, διὸ πανταχοῦ ἐκάλεσεν ἀπὸ τοῦ συμβαίνοντος ἐπ’ αὐτῷ· ἐπιχειροῦσι δὲ τὸ προ‐
15οίμιον ὅρον ποιεῖν ῥητορικῆς λέγοντες, τί ἐστι ῥητορική· πολλὰ καὶ μεγάλα καταληφθέντα ἐξ ἀρχῆς καὶ συγγυ‐ μνασθέντα τῷ χρόνῳ, σαφῆ τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ, κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ· οὐκ ἀκριβὴς δ’ ἂν εἴη αὕτη ἡ ἐξήγησις, ἐπει‐
20δὴ κατεσκευάσαμεν, ὅτι οὐ περὶ πάσης διαλαμβάνει τῆς ῥη‐ τορικῆς, καὶ οὐκ εἰκὸς αὐτὸν ἦν οὐδὲ μνήμην ὅλως ποι‐ ήσασθαι τοῦ πανηγυρικοῦ, ἀλλ’ ἄμεινον οὕτως ἐξηγή‐ σασθαι, ὅπωςπερ ἐφ’ ἑκάστου τῶν ἀπὸ τῆς τέχνης προσέθηκεν ἔπαινον, καὶ εἰπὼν πολλῶν, ᾧ προσέθηκε καὶ
25μεγάλων, καὶ τὰ ἄλλα ὁμοίως· οὕτω καὶ τὰ ἄλλα πρὸς τὸ τελευταῖον τοῦ ὅρου τῆς τέχνης τὸ πρός τι τέλος εὔ‐ χρηστον τῷ βίῳ· εἰπὼν δὲ σαφῆ τὴν ὠφέλειαν παρεχό‐ μενα τῷ βίῳ εἶπεν, καὶ πανταχοῦ, ἵνα ᾖ ἔπαινος τῆς ῥητορικῆς· ἐκ τούτου ἤμελλεν καὶ εὐτελὴς εἶναι τῆς τέ‐
30χνης ἡ χρεία, εἰ δύο μόνοι τόποι καὶ καιροὶ ταύτην ὑπο‐ δέχονται· ἡ δὲ ἰατρικὴ πανταχοῦ χρήσιμός ἐστι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ· βουλόμενος οὖν καὶ ταύτην δεῖ‐
ξαι μὴ περιειλημμένην, μηδὲ περιορισθεῖσαν τόπῳ τινὶ23

5

.

24

εἶπεν πανταχοῦ· ὁ γὰρ δῆμος δυνάμενος συμβουλεῦσαι πολὺ ἂν ἀκριβέστερον ἑνὶ συμβουλεύσειεν, καὶ ὁ δικαστὰς δυνάμενος πεῖσαι καὶ ἕνα πείσει· καὶ ὁ ἐν πόλει συμ‐ βουλεύων καὶ ἐν στρατοπέδῳ συμβουλεύσει· ὥστε ἀκριβε‐
5στέρα ἂν εἴη ταύτῃ ἡ ἐξήγησις. μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεως αὐτῶν. διαίρεσις δέ ἐστιν ἡ ἀπὸ γένους εἰς τὰ ἑπόμενα τμῆσις· ἑπόμενα εἴπομεν, ἵνα κατ’ αὐτὸν μὴ εἴπωμεν εἴδη, ἔστι γὰρ καὶ εἰς ἕτερα τμηθῆναι. Περὶ διαιρέσεως αὐτῶν· ἐπειδὴ οὖν
10τὸ τῆς διαιρέσεως αὐτῶν γενικόν· πᾶσα γὰρ, ὅπερ ἔφα‐ μεν, ἀπὸ γένους εἰς εἴδη τμῆσις διαίρεσις καλεῖται, διὰ τοῦτο ἀσφαλιζόμενος προσέθηκεν· „λέγω δὴ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη, οὔτε ἀπὸ τῶν ὅλων εἰς μέρη“· αὐτὸς μὲν οὖν οὐκ ἐδίδαξεν ἡμᾶς τὴν τούτων διαφορὰν, οὔτε
15τί γένος, οὔτε τί εἶδος, οὔτε τί ὅλον, οὔτε τί μέρος, ἡμεῖς δὲ εἴπομεν, γένος μὲν οὖν ἐστι τὰ τέλεια καὶ ἀφ’ οὗ τέλεια τέμνεται· ὅλον δὲ, ὃ ἐτμήθη ἐκ τελείου, τέλειον δὲ καὶ αὐτὸ, καὶ ἐπιδέχεται τὴν εἰς ἕτερα πλείονα τμῆ‐ σιν· εἶδος δὲ, ὃ ἐκ τοῦ ὅλου τμηθὲν τὴν μετὰ ταῦτα τμῆ‐
20σιν ἀτελῆ ἔχει· μέρος δὲ ἀπὸ εἴδους τμηθὲν ἀτελές ἐστι· καὶ οὗτοι μὲν τούτων ὅροι· ἴδωμεν δὲ, πῶς ἂν εἴη τῆς ῥητορικῆς ἡ εἰς ταῦτα τμῆσις. Οἱ μὲν οὖν τινες οὕτως ἐνόουν, ὅτι ἐστὶ γένος ἡ λογικὴ ἐπιστήμη, αὐτοὶ οἱ λό‐ γοι, ἡ δὲ λογικὴ ἐπιστήμη τέμνεται εἴς τε ἰατρικὴν καὶ
25φιλοσοφίαν καὶ ῥητορικὴν καὶ γραμματικὴν, καὶ ἔστι ταῦτα ὅλα τῆς λογικῆς ἐπιστήμης· τμηθέντα οὖν ἐξ αὐ‐ τῆς τέλειά ἐστι καὶ τὴν εἰς ἕτερα τελείαν τομὴν ἐπιδέχε‐ ται· εἴη ἂν οὖν τῆς λογικῆς ἐπιστήμης ὅλον ἡ ῥητορικὴ, εἴδη δὲ αὐτῆς τρία, ἃ ἐτμήθη μὲν ἀπὸ τοῦ ὅλου, δέχεται
30δὲ ἑτέραν τμῆσιν, εἰς ἀτελῆ μέντοι τὸ δικανικὸν, τὸ συμ‐
βουλευτικὸν, τὸ πανηγυρικὸν, μέρη δὲ τὰ ἐκ τοῦ εἴδους24

5

.

25

τμηθέντα καὶ ἀτελῆ τυγχάνοντα, οἷον τοῦ δικανικοῦ κα‐ τηγορία καὶ ἀπολογία, τοῦ συμβουλευτικοῦ προτροπὴ καὶ ἀποτροπὴ, τοῦ πανηγυρικοῦ ἐγκώμιον καὶ ψόγος· οἱ δὲ ἄλλως τέμνουσι τὴν διαίρεσιν, ἐπὶ τὸ ἀκριβέστερον φέ‐
5ροντες, καὶ λέγουσι γένος μὲν εἶναι τὴν ῥητορικὴν, ὅλα δὲ τὰ τρία ἃ ἔφαμεν, τό τε συμβουλευτικὸν καὶ δικανι‐ κὸν καὶ πανηγυρικόν. εἴδη δὲ τὰς τμήσεις τούτων, οἷον τοῦ δικανικοῦ κατηγορίαν καὶ ἀπολογίαν καὶ τῶν ἄλλων ὁμοίως· μέρη δὲ τὰ κεφάλαια ἤτοι προγυμνάσματα· ταῦ‐
10τα γὰρ τμηθέντα ἀτελῆ ἐστιν. Ἡ μὲν οὖν διαίρεσις τῶν γενῶν καὶ τῶν ὅλων καὶ τῶν εἰδῶν καὶ τῶν μερῶν αὕτη· αὐτὸς δέ φησι μὴ ταύτην λέγειν, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γίνεται. Ἐνταῦθα ὁ σκοπὸς τοῦ βιβλίου πρόκειται· ἐχρῆν
15γὰρ μετὰ τὸ προοίμιον προτεῖναι τὸν σκοπὸν, ἵνα γι‐ νώσκοιμεν, τί ἐξ αὐτοῦ μέλλομεν μαθεῖν· ὁ σκοπὸς οὖν τοῦ βιβλίου οὗτός ἐστιν· διαίρεσις πολιτικῶν ζητημάτων· καλῶς δὲ προσέθηκε πολιτικῶν ζητημάτων, ὅτι ἔστι καὶ φιλόσοφα ζητήματα, καὶ συνώνυμόν ἐστι τὸ ὄνομα, εἰ
20τὰ λεγόμενα κεφάλαια διὰ τοῦτο εἶπεν, ἐπειδὴ κεφά‐ λαιον καλεῖται τὸ ἐξαίρετον καὶ ἔκκριτον παντὸς πρά‐ γματος, ὡσεὶ λέγομεν, τοῦ Ἑλληνικοῦ ναυτικοῦ κεφά‐ λαιον Ἀθηναῖοι, καὶ ὡσανεὶ λέγοιμεν, τὸ κεφάλαιον τῆς πόλεως ἡ ἀκρόπολις, ἢ τόδε τὸ λουτρόν· διὰ τοῦτο οὖν
25προσέθηκε τὰ λεγόμενα, οὕτως κληθέντα. Ἐκλήθη δὲ καὶ αὐτὰ κεφάλαια, ἐπειδὴ τοῦ σύμπαντος λόγου ἐστὶν ἐξαίρετα καὶ πρὸς ἀπόδειξιν συντελοῦντα, οἷον τοῦ στο‐ χασμοῦ ἡ τῶν ἐλέγχων ἀπαίτησις, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὰ λοιπά. Ἔστι δὲ ὁ αὐτὸς λόγος τῷ
30περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ
τῆς εὑρέσεως. Ἐνταῦθα ἀντιπίπτον λύει ὁ τεχνι‐25

5

.

26

κός· ἐπειδὴ γὰρ ἐπηγγείλατο διαίρεσιν κεφαλαίων εἰπεῖν, ἐν δὲ τῇ τούτων διαιρέσει καὶ ἐνθύμημα προςτίθησιν, ἀντέπιπτε δὲ αὐτῷ, ὅτι ἕτερόν τι ἐνθύμημα, καὶ ἕτε‐ ρόν τι διαίρεσις, καὶ τί ἄρα, ὃ ἐπηγγείλατο, ἤμελλεν
5ἐπεξεργάζεθαι, τοῦτο λύων τὸ ἀντιπίπτον εἶπεν, ὅτι ὁ αὐτὸς λόγος τῷ περὶ εὑρέσεως. εὑρέσεως δὲ λέγει τῷ περὶ ἐνθυμημάτων. πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· οὐ γὰρ ὅσα ἄν τις μελετῶν ταῦτα εἰς τὸν χαρακτηρισμὸν τῶν κεφαλαίων εἶπεν ὁ τεχνικὸς,
10ἀλλ’ ὅσον ἐμφῆναι καὶ διδάξαι τὴν φύσιν τοῦ κεφα‐ λαίου· οὐ γὰρ ἐνῆν ἄνευ ἐνθυμημάτων καὶ παρα‐ δείγματος διδάξαι, τί ποτέ ἐστι τὸ κεφάλαιον· εἰ γὰρ διεῖλεν οὕτως, ὅτι ὁ στοχασμὸς διαιρεῖται παραγραφι‐ κῷ, ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει καὶ τοῖς ἑξῆς,
15ἀσαφὲς ἂν ἦν, εἰ μὴ προσέθηκεν· ἔτι δὲ τὸ παρα‐ γραφικὸν τὸ τὸν ἀγῶνα αἰτιάσασθαι, καὶ πάλιν ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει· τίς παρῆν; τίς σύνοιδε; καὶ τὰ τοιαῦτα· τοῦτο οὖν λέγει, ὅτι ὁ περὶ τῆς διαιρέσεως λό‐ γος κοινωνεῖ μὲν τῷ τῶν ἐνθυμημάτων, μέτρῳ δὲ διενή‐
20νοχεν· ἐν μὲν γὰρ τῇ διαιρέσει ἓν ἢ δεύτερον ἐνθύμημα ἀρκεῖ μηνῦσαι τὴν φύσιν τοῦ κεφαλαίου· ἐν δὲ τῷ περὶ ἐπιχειρημάτων πλείονα, καὶ ὅσα ἄν τις εἰς τελείαν με‐ λέτην καὶ ἀπόδειξιν εἴποι. Καὶ πρῶτόν τε, ὅ τί ἐστι πολιτικὸν ζήτημα ῥητέον. Ἐνταῦθα Μι‐
25νουκιανοῦ ἐπιλαμβάνεται· ἐπειδὴ γὰρ ὁ Μινουκιανὸς ἤρξατο οὕτως, ὁ ῥήτωρ ἐρεῖ πᾶν ζήτημα πολιτικὸν, οὐ προσέθηκε δὲ ὅ τί ποτέ ἐστι τὸ πολιτικὸν ζήτημα, οὐδὲ ἐδίδαξεν ἡμᾶς τὴν διαφορὰν τὴν ἐκ τῶν ἄλλων ζητη‐ μάτων, διὰ τοῦτο Ἑρμογένης τίθησιν ὅρον πολιτικοῦ
30ζητήματος, ἵνα πρῶτον διδάξῃ, ὅ τί ποτέ ἐστι τοῦτο·
ἄλλως τε καὶ ἀκόλουθος ἦν ὁ ὅρος· ἐπειδὴ γὰρ ἐκ τοῦ26

5

.

27

προοιμίου ἀπέδειξεν, ὅτι καὶ καλὴ τέχνη, προσέθηκε δεύτερον τὸν σκοπὸν, τοῦτο δὲ εἶναι λέγει τὴν διαίρεσιν τῶν πολιτικῶν ζητημάτων, ἀναγκαῖον ἦν διδάξαι, τί ποτέ ἐστι τὸ πολιτικὸν ζήτημα. ἔστι τοίνυν ἀμφισ‐
5βήτησις λογικὴ ἐπὶ μέρους, ἐκ τῶν παρ’ ἑκά‐ στοις νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δι‐ καίου ἢ καλοῦ ἢ συμφέροντος. εἴδωμεν οὖν, εἰ εὖ ἔχει ὁ ὅρος αὐτοῦ. Ἀμφισβήτησις, τοῦτο γένος· ἀμ‐ φισβήτησις γὰρ λέγεται καὶ ἡ διὰ χειρῶν, ὡς ἀθληταὶ
10καὶ παγκρατιασταὶ, ὅταν ἀμφισβητῶσι περὶ στεφάνου διὰ χειρῶν, καὶ ἡ δι’ ὅπλων ἀμφισβήτησις, ὡς ὅταν Ἀθηναῖοι καὶ Φίλιππος περὶ τῆς Ἀμφιπόλεως, ἢ Λακε‐ δαιμόνιοι καὶ Ἀθηναῖοι περὶ τῆς ἡγεμονίας. ἐπειδὴ οὖν κοινὸν ἦν τὸ τῆς ἀμφισβητήσεως, προσέθηκε τὸ λογική.
15ἐπειδὴ δὲ καὶ οἱ φιλόσοφοι ἔχουσιν ἀμφισβήτησιν λογι‐ κὴν, προσέθηκε τὸ ἐπὶ μέρους. τοῖς γὰρ φιλοσοφοῦσι γενικαί εἰσιν αἱ ἀμφισβητήσεις, οἱ γὰρ φιλόσοφοι οὐ ζητοῦσιν, εἰ τόδε δίκαιον Λακεδαιμονίοις, ἀλλ’ εἰ δίκαιον πᾶσιν ἀνθρώποις· οἱ δὲ ῥήτορες ἐπὶ μέρους ἔχουσι τὴν
20ἀμφισβήτησιν, ζητοῦσι γὰρ, τί Ἀθηναίοις δίκαιον, καὶ ἡνίκα μὲν Ἀττικὸν μελετῶσι ζήτημα, δίκαιον ἀπο‐ φαίνουσιν εἶναι τὸ τοὺς ξένους παρέχειν μετοίκιον, καὶ ἐπαινοῦσιν τὸ ξένους οἰκεῖν τὴν πόλιν· ἡνίκα δὲ Λακω‐ νικὸν, δίκαιον εἶναι τὴν ξενηλασίαν καὶ ἐπαινοῦσι τὸ
25πάντη μὴ εἶναι ξένον ἐν Λακεδαίμονι· οὕτως ἐπὶ μέρους αὐτοῖς ἡ ἐξέτασις γίνεται. ἐπειδὴ οὖν καὶ οἱ ἰατροὶ μάλιστα πάντων ἀμφισβήτησιν λογικὴν ἔχουσι μέρους, ζητοῦσι γὰρ, τί τῷδε χρήσιμον καὶ ποίας ὅδε ἐστὶ κρά‐ σεως, καὶ τί πλεονάζει ἐν αὐτῷ καὶ τί ἐλλείπει, προσέ‐
30θηκεν ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν·
τοῖς γὰρ ἰατροῖς οὐκ ἀπὸ νόμων ἢ ἐθῶν γίνεται ἡ ζή‐27

5

.

28

τησις, ἀλλ’ ἀπὸ τῆς φύσεως καὶ τῶν τοιούτων. Τί δέ ἐστι τὸ ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν; ἵνα μὴ Ἀττικὸν ζήτημα μελετῶν Λακωνικοῖς νόμοις χρή‐ σῃ ἢ τὸ ἐναντίον, ἀλλὰ τοῖς παρ’ ἑκάστοις χρήσῃ. Δια‐
5τί εἶπε νόμων ἢ ἐθῶν; ἢ βουλόμενος τὴν ῥητορικὴν ἀρ‐ χαιοτάτην οὖσαν δεῖξαι· πρὸ γὰρ τῶν νόμων τὰ ἔθη ἃ μετὰ ταῦτα ἐγγράφως κυρωθέντα νόμοι γεγόνασιν. εἰ γὰρ ἔλεγεν „ἐκ τῶν παρ’ ἑκάστοις νόμων“, νεωτέραν ἐδεί‐ κνυεν αὐτὴν, οἱ γὰρ νόμοι νεωστὶ τεθέντες ἦσαν· ἢ
10βουλόμενος αὐτὴν ὥσπερ τὴν ἰατρικὴν κοινὴν ἀποδεῖξαι, οἱ γὰρ βάρβαροι οὐ νόμοις κέχρηνται, ἀλλ’ ἔθεσιν· τοῦ‐ το οὖν βουλόμενος δεῖξαι, ὅτι δύναται καὶ παρὰ βαρ‐ βάροις τὴν ἑαυτῆς ἐνδείξασθαι δύναμιν ἡ ῥητορικὴ, ἐν οἷς οὐ νόμοι ἀλλ’ ἔθη εἰσὶ τὰ πολιτευόμενα, ἢ ἐπειδὴ
15πολλάκις οἱ ῥήτορες τὸ ἔθος ἀντὶ νόμου παραλαμβά‐ νουσιν, ὡς ὁ Δημοσθένης· „φήσει τοίνυν τοῦτον τὸν τρόπον ἁπάσας εἰληφέναι τὰς βουλάς·“ καὶ ἐν τῷ περὶ τοῦ στεφάνου· „πρῶτον μὲν γὰρ Ναυσικλῆς, ἐφ’ οἷς ἐκ τῶν ἰδίων προεῖτο, πολλάκις ἐστεφάνωται·“ ἢ ὅτι ἐν
20τῇ πραγματικῇ τὸ ἔθος τὴν τοῦ νόμου χρείαν ἀναπληροῖ· διὸ εἶπε νόμων ἢ ἐθῶν. Ζητεῖται δὲ ἐν τῷ ὅρῳ πρῶτα δύο ταῦτα· τίνος χάριν φησὶ τὴν ἀμφισβήτησιν ἐπὶ μέ‐ ρους εἶναι, καίτοι πολλάκις φαίνονται καθολικὰ οἱ ῥή‐ τορες ἀποφηνάμενοι· ὡς τὸ, „οὐκ ἔστιν ἀδικοῦντα καὶ
25ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσα‐ σθαι·“ καὶ τὸ· „πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν κα‐ θείρξας τηρῇ.“ καὶ παρ’ Αἰσχίνῃ· „οὐδεὶς γὰρ πώ‐
ποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο·“ καὶ τὸ,28

5

.

29

„εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει,“ καίτοι τοιαῦτα πάν‐ τα καθολικά ἐστι, καὶ οὐ τῷδε μὲν ἁρμόζοντα, τῷδε δὲ οὔ. Λύομεν οὖν τοῦτο λέγοντες, ὅτι οὐχ ἡ ἀμφισβήτησίς ἐστιν αὐτῷ ἐνταῦθα καθολική· εἰ γὰρ προέκειτο τῷ
5Δημοσθένει ζητεῖν, πότερον οἱ ἐπιορκοῦντες κινδυνεύου‐ σιν ἢ οὒ, γενικὴ ἦν ἡ ἀμφισβήτησις· καὶ εἰ προέκειτο, πότερον φυσική ἐστιν ἡ πονηρία ἢ δυναμένη μεταβάλ‐ λεσθαι τῷ Αἰσχίνῃ, γενικὴ ἦν ἡ ἀμφισβήτησις. Καὶ εἰ προέκειτο, πότερον τόδε τοιῶςδε, νῦν δὲ ἕκαστος μὲν
10τούτων ἰδίαν ἔχει τὴν ἀμφισβήτησιν, καὶ ἐκ τῶν γενι‐ κῶν κατασκευάζεται. Κατασκευάζων γὰρ, ὅτι ἀσθενὴς ὁ Φίλιππος ἐκ τοῦ γενικοῦ τὴν κατασκευὴν εἴληφεν· ὅτι πᾶς ἐπιορκῶν ἀσθενὴς, ὁ Φίλιππος ἐπιορκεῖ, ἀσθενὴς ἄρα Φίλιππος. Καὶ ζητῶν ἀποδεῖξαι, ὅτι καλῶς συνε‐
15βούλευσεν ἐν Χαιρωνείᾳ μάχεσθαι, προσέθηκεν, ὅτι πᾶς ἄνθρωπος θνητὸς, δεῖ οὖν ὑπὲρ ἀρετῆς ἐθέλειν ἀποθα‐ νεῖν· καὶ ὁ Αἰσχίνης ζητῶν, ὅτι πονηρὸς ὁ Δημοσθένης, προσέθηκεν, ὅτι καὶ πλουτήσας τὴν αὐτὴν ἔσχε γνώμην, καὶ οὐ διήλλαξεν ἡ περιουσία τὸν τρόπον· ὥστε ἀκριβῶς
20ἔχει ὁ ὅρος, ὅτι ἡ ἀμφισβήτησις τῶν ῥητορικῶν ἐπὶ μέ‐ ρους ἐστί· ταῦτα γὰρ οὐ περὶ ἀμφισβητήσεώς ἐστι· καὶ τὸ μὲν πρῶτον τοῦτο· τὸ δὲ δεύτερόν φαμεν, ὅτι ἐκ τῶν παρ’ ἑκάστοις νόμων ἢ ἐθῶν ἐστιν ἡ ἀμφισβήτη‐ σις· πῶς φαίνεται ὁ Δημοσθένης τῶν Λοκρῶν τε μεμνη‐
25μένος νόμου καὶ λέγων, ὅτι Λακεδαιμόνιοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ’ αὐτοῖς διδόασι τοιαύτας δωρεὰς, καίτοι ταῦτα οὐκ ἐξ Ἀττικῶν νομίμων ἐστί· καὶ τοῦτο μὲν αἰ‐ τιῶνταί τινες· ἡ δὲ λύσις αὕτη, ὅτι οὐχ ἡ ζήτησις αὐ‐ τῶν ἐστι περὶ τῶν ξενικῶν νόμων, ἀλλὰ περὶ μὲν τῶν
30Ἀττικῶν ἡ κατασκευὴ καὶ ἀμφισβήτησις εἴληπται, πρὸς
πίστιν δὲ καὶ ἀπόδειξιν τὰ ξένα νόμιμα· εἰ μὲν γὰρ29

5

.

30

τούτῳ ἦν αὐτῷ τὸ ζητούμενον, ὅτι Τιμοκράτης οὐκ ἐν βρόχῳ τὸν τράχηλον ἔχων νομοθετεῖ, ἐκ τῶν Λοκρῶν νόμων ἦν ἡ ἀμφισβήτησις· καὶ εἰ τοῦτο ἦν ἐν τῷ πρὸς Λεπτίνην, ὅτι τὸ τῶν ἐφόρων καὶ τῶν γερόντων τάγμα
5συγγίνεται παρ’ αὐτοῖς ἐκ τῶν Λακωνικῶν νομίμων ἡ ἀμφισβήτησις· ἀλλ’ ἡ ζήτησίς ἐστι καὶ ἡ ἀμφισβήτησις, εἰ χρηστὸς ὁ Τιμοκράτους νόμος· ὁ δὲ μεμφόμενος τὴν ἑτοιμότητα τοῦ νομοθετεῖν καὶ τὴν εὐχέρειαν ἐμνημόνευ‐ σε τοῦ Λοκρῶν νόμου· ὅτι φοβερόν ἐστι παρ’ αὐτοῖς τὸ
10νομοθετεῖν, διὸ καὶ χρηστοῖς ἀεὶ νόμοις χρῶνται· καίτοι αὐτὸς ὁ μεμφόμενος τὸν Λεπτίνην ὡς ἀφελόμενον τὰς δωρεὰς τῶν εὐεργετῶν εἶπεν, ὅτι οἱ ἀλλαχοῦ πολῖται καὶ μείζους παρέχουσι τῆς ἀτελείας δωρεὰς, καὶ τοὺς εὐερ‐ γέτας τῶν ἰδιωτῶν δεσπότας καθιστῶσι. Περὶ τοῦ
15νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος· νομισθέντος μὲν οὖν λέγει τοῦ νόμῳ τεθέντος καὶ κυ‐ ρωθέντος· οὐ γὰρ τὸ ὄντως δίκαιον ζητοῦμεν, ἀλλ’ ὅπερ ἂν ὁ νόμος ὁρίζῃ δίκαιον· ποῦ γὰρ ἄν τις φαίη φύσει δίκαιον εἶναι τὸ ξενηλασίαν γίνεσθαι ἢ τὸ μετοίκιον δι‐
20δόναι τοὺς ξένους, ἢ πωλεῖσθαι τοὺς ἀποστατοῦντας τῶν ξένων· ἀλλ’ ἐπειδὴ νόμῳ κεκύρωται, μελετῶντες ἐξετάζομεν αὐτὸ ὡς δίκαιον· τὸ δὲ νομισθέντος, νόμῳ ὁρισθέντος· καλοῦ ἢ δικαίου ἢ συμφέροντος· τρεῖς εἰσιν αἱ πρῶται παντὸς πράγματις ζητήσεις, ὕπαρ‐
25ξις, ἰδιότης, ποιότης, καὶ ἡ μὲν ὕπαρξις ποιεῖ τὸν στο‐ χασμὸν, ἡ δὲ ἰδιότης τὸν ὅρον, ἡ δὲ ποιότης τὰς λοι‐ πὰς στάσεις· ἐν γὰρ τῷ στοχασμῷ αὐτὸ τοῦτο, εἰ ὑπῆρ‐ ξεν ἢ εἰ ὑπάρξει ζητοῦμεν, ἐν δὲ τῷ ὅρῳ τὸ ἴδιον τοῦ πράγματος, ὅπως τὸ ὄνομα ὁρισθῇ τοῦ πραχθέντος·
30αἱ δὲ λοιπαὶ στάσεις ἔχουσι τὴν ποιότητα. Ἐζήτηται οὖν ἐνταῦθα, πῶς φησιν τὴν ἀμφισβήτησιν εἶναι περὶ δικαίου ἢ καλοῦ ἢ συμφέροντος· τὸ γὰρ δίκαιον τῆς
ποιότητός ἐστιν ἢ δίκαιον ἢ ἄδικον, καὶ τὸ καλὸν ἢ30

5

.

31

κακὸν πάλιν ὁμοίως τῆς ποιότητος· καὶ εἰ συμφέρον ἢ ἀσύμφορον τῆς ποιότητος· ἐξέπεσεν οὖν ὁ στοχασμὸς καὶ ὁ ὅρος· οὐδεμία γὰρ τούτων τῶν στάσεων περὶ δι‐ καίου ἢ καλοῦ ἢ συμφέροντος ζήτησις, ἀλλ’ ἐν μὲν τῷ
5στοχασμῷ περὶ ὑπάρξεως, ἐν δὲ τῷ ὅρῳ περὶ τῆς ἰδιό‐ τητος· οὐ γὰρ ζητοῦμεν, εἰ πονηρὸν ἢ καλὸν τὸ τυπτῆ‐ σαι Δημοσθένην, ἀλλ’ εἰ τὸ τυπτῆσαι Δημοσθένην ἴδιον τοῦ κληθῆναι δημόσιον ἀδίκημα· καὶ ἐν τῷ στοχασμῷ οὐ ζητοῦμεν, εἰ πονηρὸν ἢ ἀγαθὸν ἡ τυραννὶς, ὡμολό‐
10γηται γὰρ, ἀλλ’ εἰ τὸ ἀφορᾷν σημεῖόν ἐστι τοῦ ἐθέ‐ λειν τυραννῆσαι· λέγων οὖν αὐτὸς περὶ μόνου εἶναι τὴν ἀμφισβήτησιν καλοῦ ἢ δικαίου ἢ συμφέροντος, περὶ τῆς ποιότητος μόνης λέγει τὴν ἀμφισβήτησιν τοῦ πολιτικοῦ ζητήματος, καὶ ἀνάγκη ἀναντίῤῥητος, ἢ μὴ εἶναι στά‐
15σεις τὸν στοχασμὸν καὶ τὸν ὅρον, ἢ οὔσας ἐκτὸς εἶναι τοῦ ὅρου τοῦ πολιτικοῦ ζητήματος, καὶ οὕτως αὐτῆς τυγχάνειν τὸν ὅρον· καὶ τὸ μὲν ζήτημα τοῦτο· διαφό‐ ρους δὲ λύσεις ἐπενοήσαμεν εἰς αὐτό· καὶ οἱ μὲν λέγου‐ σιν, ὅτι τὰ τρία εἴδη τῆς ῥητορικῆς ἐν ἑνὶ περιλαμβά‐
20νει, καλὸν μὲν τὸ ἐγκωμιαστικὸν, δίκαιον δὲ τὸ δικα‐ νικὸν, συμφέρον δὲ τὸ συμβουλευτικὸν, ἢ ὅτι τὰ τῆς πραγματικῆς κεφάλαια λέγει· ἐπειδὴ γὰρ εἰς δύο μεμέ‐ ρισται τὰ πράγματα, εἰς παρεληλυθότα καὶ μέλλοντα, καὶ ὁ μὲν παρεληλυθὼς πάσας ἔχει τὰς στάσεις, ὁ δὲ
25μέλλων τὴν πραγματικὴν προέκρινε καὶ τὰ αὐτῆς τίθη‐ σι κεφάλαια, ἢ ὅτι καλὸν λέγει τὰς λογικὰς στάσεις, δίκαιον δὲ τὰς νομικὰς, συμφέρον δὲ τὴν πραγματικὴν, καὶ ἐν τούτῳ πάσας συλλαμβάνει τὰς στάσεις, ἢ ὅτι ταῦτα τελικὰ ὄντα κεφάλαια ἀναντιῤῥήτως ἐν πάσῃ στά‐
30σει ἐμπίπτει· τούτων οὖν ἐμνημόνευσεν τῶν ἀναντιῤῥή‐ τως ἐμπιπτόντων, ἢ ὅτι ἐν πάσῃ στάσει ὁ σκοπὸς μετὰ τὰ ἴδια κεφάλαια, καὶ εἰς ταῦτα ὁρᾷ, τὸ δίκαιον κολασθῆ‐
ναι τόνδε τινὰ, ἢ συμφέρον ἢ καλὸν ἀφεθῆναι· διὰ ταῦ‐31

5

.

32

τα οὖν περὶ τούτων μόνον διέλαβε τῶν κεφαλαίων· αὗ‐ ται δὲ αἱ ἀπολογίαι πιθαναὶ μὲν, οὐκ ἀληθεῖς δὲ, καὶ ἐφεξῆς ἴδωμεν πάσας. Οἱ μὲν οὖν λέγοντες, ὅτι περὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς διαλαμβάνει, λελήθασιν
5ἑαυτοὺς τὸ μέγιστον ἀγνοοῦντες, ὅτι ὁ σκοπὸς αὐτῶν οὐ περὶ ὅρου ῥητορικῆς ἐστιν, ἧς εἴδη ταῦτα, ἀλλὰ περὶ πο‐ λιτικοῦ ζητήματος· καὶ τὸ μέγιστον, ὅτι ἐγκώμιον οὐ ζή‐ τημά ἐστιν, ἀλλὰ μᾶλλον ὁμολογούμενον ἀγαθόν. Εἰ δὲ λέγουσιν, ἀμφισβήτησις περὶ τοῦ καλοῦ, ἐν οἷς φασιν
10αὐτὸν σημαίνειν τὸ πανηγυρικὸν, ἀγνοοῦντες τὴν φύσιν τοῦ πανηγυρικοῦ καὶ τὸν ὅρον ἀγνοοῦσιν· ἡ μὲν γὰρ φύσις οὐκ ἀμφισβήτησιν οἶδεν, ἀλλ’ ἔπαινον καὶ αὔξησιν τῶν προσόντων τινὶ ἀγαθῶν ἐν τῷ πανηγυρικῷ γιγνομέ‐ νην· ὅ τε ὅρος τοῦ ἐγκωμίου αὔξησίς ἐστι τῶν ὁμολογου‐
15μένων ἀγαθῶν· ὡμολόγηται τοίνυν, ὅτι οὐ περὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς διαλαμβάνει, τί γὰρ ἂν καὶ βουλόμενος διέλαβεν ὁ εἰπὼν ἐν τοῖς ἀνωτέροις, „λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἀπὸ τῶν ὅλων εἰς μέ‐ ρη“· ταῦτα δὲ εἴδη ἤτοι ὅλα ἐστὶ τῆς ῥητορικῆς, περὶ ὧν
20ἀρνεῖται παντελῶς τὸ λέγειν· οἱ δὲ λέγοντες, ὅτι περὶ τῆς τῶν κεφαλαίων τῆς πραγματικῆς διαιρέσεως διαλαμβάνει, εὔηθες νομίζουσιν, εἰ ὑπολαμβάνουσι μόνον πολιτικὸν εἶ‐ ναι ζήτημα τὴν πραγματικήν· ἄλλως τε τὸ μέγιστον κε‐ φάλαιον τῆς πραγματικῆς, καὶ δι’ οὗ ἡ πᾶσα αὐτῆς ἐστι
25σύστασις, τὸ νόμιμόν ἐστι, περὶ οὗ μνείαν οὐδεμίαν τίθησι. Τὸ μὲν γὰρ καλὸν οὐδὲ κεφάλαιόν ἐστι τῆς πραγματικῆς, ἀλλ’ ἐπεισαγόμενον τοῖς κεφαλαίοις, ὅπερ οὐδὲ καλὸν ἀλλ’ ἔνδοξον καλεῖται· ἄλλως τε οὐδὲ ὡς παράδειγμα αὐτὸ εἰσήγαγεν, ὅπερ φασὶν ἀπὸ μέρους αὐτὸν τὸ πᾶν βούλε‐
30σθαι δηλοῦν· εἰ μὲν γὰρ ἔλεγεν „ὡσανεὶ περὶ τοῦ δικαίου ἢ καλοῦ ἢ συμφέροντοσ“, ἐδόκει μέρους μεμνῆσθαι πρὸς διδασκαλίαν τοῦ παντὸς, ἀλλ’ ὥσπερ τούτων
οὔσης μόνον τῆς ἀμφισβητήσεως οὕτως ἀπεφήνατο· οὐκ32

5

.

33

ἂν οὖν οὐδὲ περὶ τῆς πραγματικῆς λέγων εἴη· οἱ δὲ λέγοντες, ὅτι τὰ γένη τῶν στάσεων ἀγνοοῦσιν ἐμπίπτου‐ σαν τὴν μετάληψιν· αὕτη γὰρ ἔξωθέν ἐστι περὶ εἰσαγω‐ γῆς ἔχουσα τὴν ζήτησιν· ἐν γὰρ μεταλήψει περὶ οὐδενὸς
5τούτων ζήτησίς ἐστιν, οὔτε περὶ ὑπάρξεως, οὔτε περὶ ἰδι‐ ότητος, οὔτε περὶ ποιότητος, εἰς ἃ ταῦτα ἀναφέρεται, ἀλλ’ εἰσακτέον ὅλως τὸν ἀγῶνα, ἄλλως τε κἂν δεχώμεθα τὰ γένη τῶν στάσεων αὐτὸν λέγειν, ὑπ’ οὐδενὸς τούτων ὁ στοχασμὸς, οὐδὲ ὁ ὅρος ἀνάγεται, ἀλλ’ ἐν ποιότητί εἰ‐
10σιν αἱ τμήσεις τῶν γενῶν, οὐδὲ αὐτὴ οὖν ἡ ἀπολογία εὖ ἔχει· οἱ δὲ λέγοντες, ὅτι τὰ τελικὰ κεφάλαια ἐν πάσαις στάσεσιν εὑρεθήσονται, ἠγνόησαν, ὅτί ποτέ ἐστι τελικὰ, ταῦτα γὰρ οὐκ ἐν τοῖς ἀγῶσιν ἐστὶν, ἀλλ’ ἐν τοῖς ἐπι‐ λόγοις, τὰ δὲ ζητήματα τῶν ἀγώνων εἰσίν· πῶς ὁ ἀφεὶς,
15ὁ ἐπαγγειλάμενος διαίρεσιν ζητημάτων εἰπεῖν τοὺς ἀγῶ‐ νας τῶν ἐπιλόγων ἐποιεῖτό τινα μνήμην; Πρὸς δὲ τὸ φυ‐ σικῶς ταῦτα τὰ κεφάλαια ἐμπίπτειν ἐν πάσαις στάσεσιν ἐροῦμεν, ὅτι οὐκ ἔννοιαι τὰ ζητήματα, οὐδὲ στάσεις ποι‐ οῦσιν, ἀλλὰ ἰδικαὶ κατασκευαὶ, καὶ ταῦτα ἐν τοῖς προλε‐
20γομένοις ἱκανῶς ἀπεδείξαμεν, ἐν οἷς ἐλέγομεν „οὗ δέ τι ἐπαίνου ἐμπίπτει ἐν τοῖς ζητήμασι, τοῦτο ἤδη καὶ ἐγκώ‐ μιον ποιεῖ“· καὶ ἐνταῦθα οὐκ εἰ κοιναί τινες ἔννοιαι ἐμπίπτουσιν, ὅτι καλὸν τὸ κολασθῆναι τόνδε ἢ ἀφεθῆ‐ ναι ἤ τι τῶν τοιούτων ζητημάτων εἰσὶν, ἀλλ’ ἔξωθεν
25ἐπεισαγόμενα. τὰ γὰρ ζητούμενα ἀνάγκη περί τινος εἶ‐ ναι τῶν τριῶν, ὑπάρξεώς φημι, ἰδιότητος, ποιότητος. Λείπεται τοίνυν ἐπταῖσθαι τὸν ὅρον, καὶ ἐκ προςθήκης μόνης ἰᾶσθαι δύνασθαι· ἡ δὲ προσθήκη αὕτη ἀμφισβή‐ τησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ’ ἑκάστοις νόμων ἢ
30ἐθῶν περὶ ὑπάρξεως καὶ ἰδιότητος καὶ ποιότητος καὶ τοῦ
νομισθέντος καλοῦ ἢ δικαίου ἢ συμφέροντος· οὕτως γὰρ33

5

.

34

ἂν αἱ πᾶσαι συμπεριλαμβάνοιντο στάσεις· εἰ δέ τις ζητεῖ τὴν μετάληψιν, ἐροῦμεν, ὅτι ἡ μετάληψις ἐκ τῶν λογικῶν καὶ νομικῶν συνίσταται· αὗται δὲ ἐμπίπτουσιν ἐν τῇ ποιότητι, ἥ ἐστι μνήμη ποιότητος, καὶ αὐτὴ ἡ φύσις αὐ‐
5τῆς καὶ ἡ ὕλη ἔγκειται ἐν τῇ ποιότητι, εἰ καὶ μὴ ὁ σκο‐ πὸς τοῦ λόγου καὶ αὐτῇ ἂν ἐμπεριλαμβάνοιτο. Ἄνω δὲ ἐπειδὴ περὶ γενῶν ἦν μόνων ὁ λόγος, ὡς αὐτοί φασιν, ἐξέπιπτεν· ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σκοποῦ συμπεριλαμ‐ βάνεται, ἔνθα γὰρ γένη ἐστὶ τὰ ὁριζόμενα, οὐδὲν τῶν
10ἐπεισαγομένων κατὰ συμπλοκὴν συμπεριλαμβάνεται· ἐν οἷς δὲ ὁ σκοπὸς τῆς φύσεως τῆς ποιότητός ἐστι, πάντα τὰ ἐκ ποιότητος καὶ φυόμενα συμπεριλαμβάνεται. Ἢ καὶ πάντων ἅμα ἢ καὶ τινῶν· τοῦτο μεγί‐ στην ἔχει καὶ οὐ τὴν τυχοῦσαν ἔχει τὴν ζήτησιν· πῶς γὰρ
15δύναται πάντων ἅμα εἶναι ζήτησις; εἰ γὰρ ἔστιν ὅτε πάντων ἅμα ζήτησις γίνεται, πᾶσαι αἱ στάσεις μία ἂν εἴη στάσις, καὶ εἰ τινῶν ἐν ἑνὶ ζητήματι πλείους εὑρεθή‐ σονται στάσεις, τί οὖν βουλόμενος προσέθηκε, πλὴν εἰ μήτε πταῖσμα· ἴδωμεν δὲ καὶ εἰ τοῦτο ἀπολογίας· οἱ μὲν
20οὖν νομίσαντες αὐτὸν περὶ τῆς πραγματικῆς λέγειν ἐν τοῖς ἀνωτέροις, κἀνταῦθα τῷ πταίσματι ἠκολούθησαν· λέγουσι γὰρ, ὅτι ἡ πραγματικὴ ἐνίοτε καὶ δι’ ἑνὸς καὶ διὰ πλειόνων μελετᾶται κεφαλαίων· τοῦτο οὖν ἐστι τὸ „καὶ πάντων ἅμα ἢ τινῶν“· εἰ δὲ λέγουσιν, ὅτι διὰ τὴν
25μετάληψιν τὴν ἔγγραφόν ἐστιν αὐτῷ ὁ λόγος, ὅτι οὐδέ‐ ποτε μόνη μελετᾶται, ἀλλ’ ἕτερον ἐπαναφυόμενον ἔχει ζήτημα τῇ παραγραφῇ τὸ τῆς εὐθυδικίας· οἱ δὲ λέγοντες, ὅτι ὡς περὶ γενῶν ἄνω στάσεων διαλαμβάνει ἐνταῦθα, οἱ δὲ τὴν ἐπιπλοκὴν καὶ τὴν συγγένειαν τῶν στάσεων, ὅτι
30πολλάκις πραγματικὴ κατὰ στοχασμὸν εὑρίσκεται, καὶ ἐνίοτε πραγματικὴ κατὰ ἀντινομίαν· ὁ πατὴρ ὁ τὸν υἱ‐ ὸν τυραννοῦντα ἀνελὼν καὶ ἀξιῶν μὴ γράφεσθαι μετὰ
τοῦ σχήματος, νόμου τοῦτο κελεύοντος, καὶ τῆς κατὰ34

5

.

35

στοχασμὸν, οἱ βουλόμενοι τῶν πολιορκουμένων τὰς πύλας ἐξαίφνης ἀνοιξάντων· καὶ ἕτεραι δέ εἰσι πολλαὶ στάσεων ἐπιπλοκαί· ἢ ὅτι ἐν τοῖς στοχασμοῖς στάσεις περὶ κεφά‐ λαια γίνονται, ὥσπερ ὁ Δημοσθένης, ὁ τὸν παραπρε‐
5σβείας μελετῶν ἀντιθέσεις μεταστατικὰς καὶ ἀντιστατι‐ κὰς καὶ ἀντεγκληματικὰς τιθείς· ἔτι δὲ ἡ ἀντίληψις τὸ κεφάλαιον, καὶ ἡ μετάληψις γὰρ αὐτῷ τυγχάνει οὖσα, καὶ ταῦτα οὐκ ἀεὶ πάντα ἐμπίπτει, ἀλλ’ ἐνίοτε ἐκλείπου‐ σί τινα, ὡς ἡ ἀντίληψις καὶ ἡ μετάληψις, ὅταν μὴ ἀφ’
10ὧν αὐτός τις ποιήσας ἡ κρίσις, καὶ ὅταν ἀτελὴς, ἢ ἀπὸ τῶν πραγμάτων πᾶσαι, αἵ τε νομικαὶ καὶ λογικαὶ, ἐμπί‐ πτουσιν· ὅταν δὲ ἀπὸ ῥητοῦ ἢ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντιθετικαὶ μὲν οὐκ εὑρεθήσονται, νομικαὶ δέ· ὅταν δὲ ἀπὸ πραγμάτων, τὸ ἐναντίον ἑτέρα ἀπολογία, ὅτι μετὰ
15τὸν στοχασμὸν πᾶσαι αἱ λοιπαὶ στάσεις τοῖς ἀλλήλων κεφαλαίοις μελετῶνται κατὰ τὴν τάξιν μόνον ἐναλλαγῆς τινος προςγινομένης. Τί οὖν ἐστι καὶ πάντων ἅμα καὶ τινῶν; τὸ ἐνίοτε ἄλλα πολλὰ ἐμπίπτειν κεφάλαια, ἢ αἱ ἀντιθετικαὶ στάσεις τέσσαρες οὖσαι δι’ ἀλλήλων μελε‐
20τῶνται, ἢ ὅτι αἱ κατασκευαὶ ἀεὶ τῶν στάσεων κοιναί εἰ‐ σι· καὶ εἰ καὶ μὴ κεφάλαια εὑρίσκονται, ἀλλ’ οὖν ἔννοιαι ἐχόμεναι ἀλλήλων ἐμπίπτουσιν· ἢ ὅτι ἡ πραγματικὴ τὸ μὲν δίκαιον ἔχει διὰ τῶν ἀντιθετικῶν μελετώμενον, τὸ δὲ νόμιμον διὰ τῶν νομίμων, τὸ δὲ συμφέρον στοχαστι‐
25κῶς· καὶ τούτου παράδειγμα ὁ Δημοσθένης ἐν τοῖς κα‐ τὰ Ἀνδροτίωνος καὶ ἀντιληπτικὸν ἀντιτεθεικὼς κεφά‐ λαιον. „Φήσει τοίνυν τοῦτον τὸν τρόπον πάσας εἰλη‐ φέναι τὰς βουλὰσ“, καὶ λύσεις μεταληπτικῶς, „οὐ γάρ ἐστι πώποτε μνήμη, ὡς κατὰ τοὺς νόμους ἐπράχθη“, καὶ τὴν
30πρὸ αὐτοῦ ἀντιτίθησιν κατὰ ἀντινομίαν ἐργασίαν, ὅταν
λέγῃ· „ὁ νόμος φησὶ, τῇ βουλῇ μὴ ἐξεῖναι μὴ ποιησαμέ‐35

5

.

36

νῃ τὰς τριήρεις αἰτῆσαι τὴν δωρεὰν“, τοῦτο γὰρ ἀντι‐ νομία ἐστὶν· καὶ λύσας αὐτὸ κατὰ ῥητὸν καὶ διάνοιαν, „ἐγὼ δὲ αὖ τοὐναντίον ἡγοῦμαι περὶ τούτων δεῖν τὰ προ‐ βουλεύματα ἐκφέρειν μόνον, περὶ ὧν κελεύουσιν οἱ νόμοι“.
5καὶ ἐν τοῖς ἐφεξῆς συλλογισμὸν τέλειον ἐργασάμενος, ἐν οἷς ἀποδείκνυσιν, ὅτι τὸ ἐρωτῆσαι ταὐτόν ἐστι τῷ αἰτῆ‐ σαι, λέγων, καίτοι τοὺς μὴ αἰτοῦντας μηδὲ αἰτεῖν ἀξι‐ οῦντας οὐδὲ ἐπερωτᾷν προσήκει τὴν ἀρχήν· ὅτι δὲ τὸ συμφέρον στοχαστικῶς ἐξετάζεται, καὶ εὔηθες ἂν εἴη δει‐
10κνύναι· ὅταν γὰρ ὁ Δημοσθένης λέγῃ, „ἀλλ’ ὦ τᾶν οὐ βουλήσεται“, τοῦτο ὁμολογουμένως στοχασμός ἐστι· καὶ ὅταν παράλληλα τιθεὶς λέγῃ, „ὅτι σωζομένων μὲν Ὀλυν‐ θίων ἐν Μακεδονίᾳ ἔσται ὁ πόλεμος, φθειρομένων δὲ τίς αὐτὸν κωλύει δεῦρο βαδίζειν; Θηβαῖοι; μὴ λίαν πικρὸν
15εἰπεῖν ᾖ, καὶ συνεισβαλοῦσιν“, ἀκριβέστατα στοχαστι‐ κῶς κατασκευάζει· καὶ ὅταν λέγῃ, „ὡς ἄδεια τεθήσεται τοῦ παρανομεῖν“, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους λέγει· „εἰ μὲν γὰρ μηδεὶς ἦν, ὃς ἤμελλεν ὁμοίως τῶν ὑμετέρων νόμων καταφρονήσας τὰ αὐτὰ γράφειν, ἧττον ἂν ἦν δει‐
20νόν· νῦν δὲ ὄντων οὐκ ὀλίγων“· ταῦτα πάντα στοχαστι‐ κῶς ἐξετάζεται, ἀρίστη οὖν ἂν εἴη αὕτη ἡ ἀπολογία. Ἔτι δὲ καὶ τοῦτο προςτιθέμενον λύσει τὴν πᾶσαν ἀμφι‐ σβήτησιν, ὅτι ὁμολογουμένως οὐ περὶ στάσεων ἐνταῦθα διαλαμβάνει, ἀλλὰ περὶ τοῦ παντὸς γένους ἐστὶ τοῦ πο‐
25λιτικοῦ ζητήματος. Ὡμολόγηται δὲ, ὅτι ἐν τῷ πολιτικῷ ζητήματί εἰσί τινες κατὰ συμπλοκὴν στάσεις καὶ ἁπλαῖ,
ὡς ἐν τῷ στοχασμῷ καὶ ὅρῳ καὶ ἐν ἀντιλήψει· τοῦτο οὖν36

5

.

37

ἠθέλησε σημᾶναι, ὅτι πολλάκις ἐν αὐτῷ καὶ πλείους εἰσὶ ζητήσεις. Τὸ γὰρ ὡς ἀληθῶς καλὸν ἢ συμφέρον ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς, αὐτὸς γὰρ ἐξηγήσατο, ὅ τί ποτέ ἐστι τὸ νομισθὲν, διδάσκων, ὅτι οὐ περὶ τοῦ ὄντως
5ἀληθῶς δικαίου ζητοῦμεν, τοῦτο γὰρ φιλοσοφίας ἔργον, καὶ ἱκανῶς ἡμῖν ἔχει ἡ ἐξήγησις τοῦ ὅρου τοῦ πολιτικοῦ ζητήματος· τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περὶ τὰ πρόσωπα γίνεσθαι καὶ πράγματα. Ἀκόλουθος ἐντεῦθεν ἡ ζήτησις τῆς ὕλης τοῦ πολιτικοῦ ζητήματος· προῤῥη‐
10θείσης γὰρ ἤτοι ἀποδειχθείσης ἐν τῷ προοιμίῳ, ὥς ἐστι τέχνη ἡ ῥητορικὴ, καὶ προτεθέντος τοῦ σκοποῦ καὶ ἐπ’ αὐτῷ διδασκαλίας προςγενομένης τοῦ πολιτικοῦ ζητήμα‐ τος, ἀνάγκη τὴν ὕλην εἰπεῖν, ἀφ’ ἧς ἐργασθήσεται· ἐπει‐ δὴ γὰρ ὁ σκοπὸς αὐτῷ, ὡς αὐτός φησιν, περὶ τῆς διαι‐
15ρέσεώς ἐστι τοῦ πολιτικοῦ ζητήματος, τοῦτο δέ ἐστι περὶ τῆς ἐργασίας, ἀναγκαῖον ἦν, ἀφ’ ὧν κατασκευάζεται λέ‐ γειν, ἵνα τὴν ἐργασίαν διδάξῃ· τί οὖν φησιν, ὅτι τὴν ἀμφισβήτησιν ταύτην τὴν λογικὴν τὴν ἐπὶ μέρους καὶ περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος,
20ἣν ἐν τῷ ὅρῳ προέταξεν, ἀνάγκη περί τε πρόσωπα γίνε‐ σθαι καὶ πράγματα. Τί μὲν οὖν βούλεται τὸ, „ἀνάγκη γέλοιον ζητῆσαι“; ἀναντίῤῥητον γὰρ, ὅτι λογικῆς οὔσης τῆς ἀμφισβητήσεως ἀναγκαίως ἢ πρόσωπα ἢ πράγματα ἤμελλεν αὐτὴν ποιεῖν, τί γὰρ δεῖ ἕτερον; λέγει οὖν ἐπά‐
25γων· „πλείστη δήπου διαφορὰ, τουτέστι προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα“· ἀλλ’ οὐ ταύτην λέγειν, ἀλλὰ τὴν τοῦ γένους ἑκατέρου διαφορὰν λέγει· ἐξ ὧν δὲ ἐν τοῖς ἐπαγομένοις διακρίνει προσώπων τε διαφορὰν τιθεὶς καὶ ἰδίᾳ πραγμάτων, καὶ ἀφ’ ὧν
30προςτίθησιν· „ἣν τοῖς ἐπιγνοῦσι ῥᾴδιον τὰς διαιρέσεις ἤδη ποιεῖσθαι τὰς εἰς τὰ λεγόμενα κεφάλαια“. ἑνὶ τοί‐ νυν λόγῳ τὰς στάσεις ἡμᾶς πάσας διδάσκει, διδάσκων
ζητεῖν καὶ φυλάττειν τὰς τῶν προσώπων καὶ πραγμάτων37

5

.

38

διαφορὰς, καὶ ὅτι οὐκ εἰκῆ αὐτῷ τοῦτο εἴρηται, σκο‐ πήσομεν πρῶτον, ὅσον ἡ τῶν πραγμάτων ἰσχύει διαφο‐ ρά. Ἐὰν γὰρ ὁρίσωμεν, πορνοβοσκὸς δέκα νέους κω‐ μάζοντας ἀνεῖλεν, ἀσύστατόν ἐστιν ὁμολογουμένως· τὸ
5πρόσωπον δὲ ἀμείβων καὶ εἰπὼν „ἢ στρατηγὸς ἢ φιλό‐ σοφος ἢ ἀριστεὺς, ἢ τῶν ἐπαινουμένων προσώπων“ πε‐ ποίηκε συνεστάναι τὸ ζήτημα· καὶ τὴν στάσιν ἀντέγκλη‐ μα· τὸ γὰρ εὐδόκιμον τοῦ προσώπου δύναται τοῖς τὰ αἰσχρὰ πράττουσιν ἀντεγκαλεῖν τὸ δικαίως ἐφ’ οἷς ἠ‐
10σέλγαινον ἀνῃρῆσθαι· ἐπὶ δὲ τοῦ πορνοβοσκοῦ ἡ περὶ τὸ πρόσωπον ἀδοξία οὐκ ἔχει τὸ μέμψασθαι τοῖς ἀσελγαί‐ νουσιν· ἐπὶ δὲ πραγμάτων ὁμολογουμένως πλείστη ἦν ἡ διαφορά· ὁ γὰρ τὸν πεπονθότα αἰτιώμενος ἀντέγκλημα ποιεῖ καὶ ἕτερον αἴτιον εἶναι λέγων τοῦ πράγματος με‐
15τάστασιν, καὶ ὁ ἐπ’ ἐξουσίας εἶναι τὸ πραχθὲν ἀντί‐ ληψιν, καὶ ὁ περὶ μέλλοντος ζητῶν πραγματικὴν, καὶ, ἵνα μὴ καθ’ ἕκαστον λέγωμεν, ἕκαστόν τι τῶν χρημά‐ των τοῦ πράγματος ἀμειβόμενον ἑτέραν οἶδε γιγνομένην τὴν στάσιν· διὰ τοῦτο οὖν προστίθησι τὸ „ὅλως εἰ δι‐
20αιρεῖσθαι δύναται,“ διδάσκων, ὡς ἕκαστον τούτων ἀμει‐ βόμενον καὶ ἀσύστατον καὶ συνεστηκὸς ποιεῖ, καὶ ἑτέ‐ ραν δὲ στάσιν ποιῆσαι δύναται. Τῶν οὖν προσώπων τὰ μὲν οἷά τέ ἐστι· πρώτη τοίνυν διαίρεσις, τῶν προσώπων τὰ μὲν ἐξετάζεται,
25τὰ δὲ οὔ· τὸ δὲ ἐξετάζεται ἀναγκαῖον ζητῆσαι, ὅ τί ποτέ ἐστιν· ἐξετάζεται οὐδὲ ἀμφιβάλλεται, ὥς τινες ᾠήθησαν· οὐ γὰρ ἀμφιβάλλομεν, εἰ Αἰσχίνης ἐστὶν ὁ κρινόμε‐ νος ἐν τῷ παραπρεσβείας, ἢ Λεπτίνης ἐν τῷ πρὸς Λε‐ πτίνην, ἢ Τίμαρχος ἐν τῷ κατὰ Τιμάρχου, ἀλλ’ ἐξ‐
30ετάζεσθαι κυρίως ἐνταῦθα ὡς καὶ ἐκ τῶν ἐπαγομένων
μηνύεται, ὅτι τοῦτο βούλεται λέγειν ὁ τεχνικὸς, „ὕλην38

5

.

39

καὶ ἀφορμὴν παρέχει τῷ λόγῳ, ὅ ἐστι πρὸς ἀπόδειξιν τοῦ προκειμένου καὶ κρινομένου συντελεῖ. Τόπον δὲ ἄλλως ἐπέχει προσώπου· τὸ ἄλλως ἐξηγήσατο τὸ πρότερον ἀντὶ τοῦ εἰκῆ καὶ οὐδὲν πρὸς τοῦτο λυσιτε‐
5λοῦν, ὅπερ συντελεῖ τὰ ἐξεταζόμενα· τοῦτο δέ ἐστι πρὸς τὴν ὕλην τοῦ λόγου καὶ τὴν ἀπόδειξιν· ἐζήτησαν δέ τι‐ νες, τί δήποτε ἔφησε μάτην εἶναι πρόσωπον, καὶ τί δήποτε, εἰ μηδὲν συντελοῦν πρὸς τὴν χρείαν τοῦ ζητήματός ἐστιν, ὅμως ἐπάγεται λεγόμενον, ὅτι οὐδὲν ἂν πραχθείη πρᾶ‐
10γμά τι προσώπου χωρὶς, ἀλλὰ δεῖ προϋφεστηκέναι τὸ ποιοῦν τοῦ γενομένου πράγματος, καὶ φυσικήν τινα τά‐ ξιν ἔχειν τὸ πρῶτον εἶναι τὸ πρόσωπον τοῦ πράγματος· διὰ τοῦτο οὖν, ἐπειδὴ οὐκ ἦν δοκεῖν αὐτῷ πεπρᾶχθαι, μὴ ὄντος τοῦ δοκοῦντος πεποιηκέναι, εἰ καὶ ὕλην πρὸς
15τὸν λόγον παρέχει, ἀλλὰ σχῆμα πρὸς τὸ δοκεῖν γεγε‐ νῆσθαι τὸ πρᾶγμα· τὸ γὰρ παρίσταιό τις ἐπ’ ἐρη‐ μίας νεοσφαγεῖ σώματι, ἀπόδειξιν μὲν οὐδ’ ἡντιναοῦν παρέχει τοῦ γεγενῆσθαι τὸν φόνον· σχῆμα δὲ τοῦ γε‐ γενῆσθαι αὐτὸν παρέχει· ἐὰν γὰρ εἴπω, ὅτι παρίστατο
20Δημοσθένης, αἱ ἀποδείξεις ἱκαναὶ, ὡς θαῤῥῶν τῇ ῥη‐ τορικῇ δυνάμει, ὡς Νικόδημον ἀνελὼν πρότερον, ὡς Ἀρίσταρχον πείσας τῶν ὁμοίων ἐπιθυμητὴν γενέσθαι· ταῦτα οὖν πάντα καὶ τῷ κατηγόρῳ συντελοῦντα πρὸς ὕλην ἀποδείξεως τυγχάνει, καὶ τὰ ἐναντία τῷ ἀπολο‐
25γουμένῳ, ὅτι ὁ τοὺς αἰχμαλώτους λυσάμενος καὶ τῆς πόλεως κηδόμενος, ὁ δημαγωγίας ἐρῶν, ὁ σώφρονος βίου φροντίσας οὐκ ἂν εἴη εἰκότως τὸν φόνον πεποιη‐ κώς· ὅρα τοίνυν, ὡς ἐνταῦθα μὲν ἐξεταζόμενον τὸ πρόσ‐ ωπον ὕλην παρέχει, τοῦτο δέ τι γίγνεσθαι ἢ μὴ γίγ‐
30νεσθαι· τὸ δέ τις ὕλην μὲν οὐδ’ ἡντιναοῦν παρέχει· τοῦ39

5

.

40

δὲ συστῆναι τὸ πρᾶγμα ἀφορμή τις καὶ γένεσις καὶ σύστασίς ἐστιν. Ἐζήτησαν δέ τινες, τί δήποτε προσ‐ ώπων καὶ πραγμάτων ἐπαγγειλάμενος εἰπεῖν διαίρεσιν προέταξε πρῶτον τὴν τῶν προσώπων; Καὶ λέγομεν, ὅτι
5προϋφέστηκε τὸ ποιοῦν τοῦ ποιουμένου, καὶ φύσει τὰ πρόσωπα τῶν πραγμάτων ἐστίν· οὐ γὰρ πραχθείη πρᾶ‐ γμα μὴ προϋφεστῶτος προσώπου· εἰκότως οὖν περὶ τῆς τῶν προσώπων διαιρέσεως πρῶτον διαλαμβάνει. Ἐπειδὴ δὲ τὰ ποιοῦντα τῶν γινομένων πρῶτα τυγχάνει, τῶν
10δ’ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια, ἐπειδὴ περὶ ὕλης ἐστὶν αὐτῷ ὁ λό‐ γος καὶ ἀφορμῶν ἀποδείξεων, ἡ πᾶσα ζήτησις εἰκότως ἀπὸ ἰσχυροτέρων ἄρχεται· ἰσχυρότερα δέ ἐστι ταῦτα ὕλην τε πλείονα καὶ ἀφορμὰς παρασχεῖν· ποῖα δέ ἐστιν,
15ἅπερ αὐτός φησιν ὡρισμένα καὶ κύρια; τὸ γὰρ κύριον ὅ τί ποτέ ἐστι δῆλον· ὡρισμένα δὲ εἰπὼν καὶ τὴν φύ‐ σιν σημαίνει τῶν πραγμάτων καὶ τὴν τέχνην ἀσφαλίζεται. τί δέ ἐστιν, ὃ λέγει; ἡ μὲν φύσις ὅτι ὡρισμένα λέ‐ γει, ὧν ἐν ταῖς ἱστορίαις ἡ ποιότης παρείληπται, καὶ
20οὔτε προσθεῖναι οὔτε ἀφελεῖν τι τῶν ἐκ τῆς ἱστορίας. οἷον οὐκ ἂν εἴποιμεν Σωκράτην ῥήτορα, οὐδὲ Δημο‐ σθένην γενναῖον, ἀλλ’ οὐδ’ Αἰσχίνην τὴν ἀρχὴν ἀκμά‐ σαντα, ἀλλ’ ἀναγκαῖόν ἐστι ταῦτα περὶ τῶν προσώπων εἰδέναι, ὅσα παρὰ τῆς ἱστορίας εἰλήφαμεν· ἡ μὲν οὖν
25φύσις τοῦ προσώπου τούτου γνωρίζεται, ἡ δὲ τῆς τέ‐ χνης ἀσφάλεια, ὅτι οὔτε προσθεῖναι οὔτε ἀφελεῖν ἐστι παρὰ λαμβάνοντος πρόσωπον, ἀλλ’ ἀνάγκη ταύτῃ χω‐ ρεῖν πρὸς τὰς ἀποδείξεις τοῦ τοιοῦδέ τινος ζητήματος, ὅταν ᾖ τῷ ὡρισμένῳ ἡ ἱστορία φανερά· ἡ μὲν οὖν ἐξ‐
30ήγησις αὕτη· ὁ μέντοι τεχνικὸς ἐπαγγειλάμενος ἡμῖν δια‐
φορὰν προσώπων καὶ πραγμάτων εἰπεῖν ἀριθμὸν μὲν40

5

.

41

ὀκτὼ εἶναί φησιν, τάξιν δὲ πρῶτον καὶ δεύτερον εἶπε, καὶ τὰ ἑξῆς, ἥτις καὶ ἡ τοῦ κυρίου πρὸς τὰ ἑξῆς δια‐ φορὰ ἢ τῶν ἄλλων πρὸς τὰ πρῶτα, οὐδ’ ὁτιοῦν εἶπεν· ἀπούσης δὲ διαφορᾶς περιττὸν ἡ τάξις· τάξεως δὲ οὔ‐
5σης ἀναγκαῖον ἡ διαφορά· πῶς γὰρ ἂν εἴη τάξις, εἰ μηδὲν διενηνόχασιν ἀλλήλων, ὡς αὐτός φησιν, „ὧν πλεί‐ στη δήπου διαφορά·“ καὶ ἕτερον ἑτέρου τίνα ἔχει δια‐ φορὰν καὶ ἀλλοίαν ἀφορμὴν πρὸς τὸ παρασχεῖν λό‐ γον, αὐτὸς μὲν οὖν παρῆκεν, εἴπωμεν δὲ ἡμεῖς· τὰ μὲν
10οὖν ὡρισμένα καὶ κύρια, ταὐτὸν γάρ ἐστιν εἰκότως, τὴν πρώτην ἔχει τάξιν, διπλῆν τινα λόγων ἀφορμὴν παρ‐ έχοντα, τήν τε ἀπὸ τῆς ἱστορίας, ἣν περὶ τοῦ ὑποκει‐ μένου προσώπου περιειλήφαμεν, καὶ τὴν ἀπὸ τοῦ προ‐ κειμένου πράγματος· σαφέστερον δὲ ἐπεξέλθωμεν ἐπὶ τῶν
15παραδειγμάτων· εἰ κρίνοιτο Δημοσθένης προδοσίας, ὅ τε κατήγορος ἕξει τὴν ῥητορικὴν δύναμιν καὶ τάδε, ὡς αὐτῷ ἐξεῖναι εἰς δικαστήρια φοιτᾷν καὶ ὡς ἐξ ἀρχῆς Φιλοκράτει σύνεστιν καὶ τὰ ἄλλα, οἷς αὐτὸν Αἰσχίνης διαβάλλειν πειρᾶται· ὁ δὲ ἀπολογούμενος τὰ ἐναντία,
20ὡς ἀγαθὸς ἀνὴρ καὶ πανταχοῦ σπεύδων πρὸς τὸ τὰ τῆς πολιτείας σώζεσθαι δίκαια καὶ πανταχοῦ διελέγχων καὶ κατηγορῶν Αἰσχίνου, καὶ ποιότητα παρέχων καθα‐ ρὰν τοῦ νομίζεσθαι μὴ προδοσίας ἔγκλημα ἔχειν· αὕτη μὲν οὖν ἡ ἀπὸ τῆς ἱστορίας ποιότης, ἡ δὲ ἀπὸ τοῦ προ‐
25κειμένου, οἷον ὡς ἐπὶ τοῦ παρεστάναι ἢ ἑτέρου τινὸς τῶν σημείων τοῦ στοχασμοῦ· παράδειγμα δὲ σαφέστε‐ ρόν ἐστιν· Ἀλέξανδρος ἑλὼν Δαρεῖον ἔγραψεν Ἀθη‐ ναίοις. ὡς ἐν τοῖς λογισμοῖς εὑρὼν Δημοσθένην πεντή‐ κοντα τάλαντα εἰληφότα, καὶ κρίνεται Δημοσθένης παρ’
30Ἀθηναίοις, ὅπερ ἔφαμεν ἐν τῇ ἱστορίᾳ αὐτῷ συντελεῖν
πρὸς τὸ μὴ δοκεῖν εἶναι προδότην, καὶ τὸ προκείμενον41

5

.

42

πρᾶγμα, ὅτι Ἀλέξανδρος ἐχθρὸς, ὅτι Μακεδόνες ἐχθροὶ τῷ Δημοσθένει, ὅτι οὐκ ἂν ἁλόντων τῶν βασιλέων τὰ γράμματα ηὑρίσκετο, ὅτι εὐπρόσωπος ἡ ἐξέτασις τοῦ Δημοσθένους, οἷα καὶ πρότερον περὶ Φιλίππου τοῦ πα‐
5τρὸς γέγονε· ταύτην οὖν ἔχει φύσιν πρὸς τὰ ὡρισμένα καὶ κύρια, τήν τε ἀπὸ τῆς ἱστορίας τῆς φθασάσης καὶ τὴν ἀπὸ τοῦ προκειμένου πράγματος· τὰ δὲ παραδεί‐ γματα αὐτοῦ Περικλῆς, Δημοσθένης καὶ τὰ τοιαῦτα ὁμοίως ἀπὸ τῆς ἱστορίας εἴληπται, ἵνα καὶ σαφεστέραν
10ἔχῃ τῆς ὕλης τὴν πίστιν. Δευτέραν δὲ πρός τι· πρός τι μὲν οὖν ἐστι τὰ πρὸς ἕτερον ἔχοντα τὴν σύστασιν, οἷον, ὡς αὐτός φησι, πατὴρ, υἱὸς, δοῦλος, δεσπότης· οὔτε γὰρ πατήρ εἰμι μὴ ὑφεστηκότος υἱοῦ, οὔτε δοῦλος μὴ ὄντος δεσπό‐
15του· ἡ μὲν οὖν φύσις τοῦ ὀνόματος αὕτη· δευτέραν δὲ εἰκότως ἔχει τὴν τάξιν, ὅτι διπλῆν μὲν οὕτως, μίαν μὲν τὴν ἀπὸ τοῦ προκειμένου πράγματος, ἑτέραν δὲ τὴν ἀπὸ κοινῆς φύσεως, ἅ ἐστι πρὸς ἀπόδειξιν γνωμικὰ καὶ καθολικὰ καὶ ἀναντίῤῥητα καὶ πᾶσι δοκοῦντα λέγειν,
20ὅτι τὸ δοῦλον δεσπόταις πολέμιον, καὶ ὅτι πατὴρ οὐκ ἂν εἴη δύσνους υἱῷ, καὶ ὅτι ζῆλός τις τοῖς ἀδελφοῖς ἕπεται· ταῦτα οὖν φυσικὰ ὄντα καὶ γνωμικὰ ὕλην τινὰ καὶ ἀφορμὴν ἐκ τῶν πᾶσι δοκούντων δίδωσιν, ἥττονα δέ ἐστι τῆς πρώτης, ὅσῳ τὰ ἐκ τῶν κοινῶν πίστεων
25ἥττονα τυγχάνει τῶν ἐκ παραδειγμάτων· τὰ μὲν γὰρ παραδείγματα ἐκ τῆς πείρας ἔχει τὴν πίστιν, τὰ δὲ ἐκ τῶν κοινῶν πίστεων ἐκ τῆς ἐννοίας· καὶ παραδείγματα μὲν τὰ ἐκ τῆς ἱστορίας, ὧν ἡ πεῖρα τὴν πίστιν ἔχει, κοιναὶ δὲ πίστεις, ἀφ’ ὧν οἱ πλείονες ἔννοιάν τινα τοῦ
30τὸ δέ τι οὕτως ἔχειν λογιζόμεθα.
Τρίτην τὰ διαβεβλημένα· διαβεβλημένα τὰ42

5

.

43

μεμισημένα, ὧν ἡ κατηγορία βλάβην οὐ προστίθησι τῷ ἀκροατῇ, ἀλλὰ προλήψει τινὶ καὶ ὑπονοίᾳ πονηρίας εἰσ‐ άγεται πρὸς τὸ δικαστήριον· ὁ γὰρ συκοφάντην κρίνων ἢ μοιχὸν ἤ τι τῶν τοιούτων καὶ πρὶν ἐλέγξαι τῷ τῆς
5γραφῆς ὀνόματι διαβολὴν ἐμπεποίηκε τῷ κρινομένῳ· ταῦτα οὖν συντελεῖ οὐκέτι πρὸς ἀπόδειξιν, ἀλλὰ πρὸς καταδρομὴν, καὶ ἔστιν ἐπιλογικὰ καὶ ὅσον εἰς τὸ παρ‐ οξῦναι· καὶ ἡ μὲν ἀπόδειξις τούτων ἠσθένησε, καὶ ἐκ τοῦ προκειμένου πράγματος μόνον ἔχει τὸν ἔλεγχον·
10ἡ δὲ καταδρομὴ ἔῤῥωται τῷ τὸν ἀκροατὴν μὴ ἄχθε‐ σθαι ταῖς διαβολαῖς, ἀλλ’ ἡδέως πρὸς τὴν προγεγενη‐ μένην ὑποψίαν τῆς τοῦ προσώπου διαβολῆς αὐτὴν δέ‐ χεσθαι. Τὸ οὖν ὅλον αὐτῶν ἐστι καταδρομὴ καὶ ἐπί‐ λογος. Ἐζήτησαν δέ τινες, πῶς ἐν τοῖς κρινομένοις
15προσώποις τοὺς μοιχοὺς ἔταξεν, οἱ γὰρ μοιχοὶ οὐ κρί‐ νονται, ἀλλὰ κολάζονται, οὐδ’ ἐπὶ τοῖς ὁμολογουμένοις πονηροῖς συνάγονται δικαστήρια, ἀλλὰ κολάσεις· ἐροῦ‐ μεν, ὅτι ἕως ἂν περὶ ζητήματος ἀμφισβήτησις οἶδε τοῦ πράγματος, πᾶσα δὲ ἀμφισβήτησις ἀγνοουμένου πρά‐
20γματός ἐστιν ἐξέτασις, δῆλον ὡς οὐ περὶ ὁμολογουμέ‐ νου μοιχοῦ τὸν λόγον ποιεῖται· πῶς οὖν ἂν εἴη ἀμφισ‐ βήτησις ἢ ὕλη ζητήματος τὸ ὁμολογούμενον, ἀλλ’ ὡς ἐν ὑπονοίᾳ καὶ διαβολῇ τυγχάνοντος, μοιχοὺς οὖν καὶ ἐν ὑπονοίᾳ τοιαύτῃ τυγχάνοντας.
25 Τετάρτην τὰ ἠθικ· ἐνταῦθά τινες ἐνόμισαν καὶ τῶν δοκούντων ἠκριβῶσθαι τέχνην ῥητορικὴν καὶ ἐπελάβοντο τοῦ τεχνικοῦ λέγοντες, ἐλλελεῖφθαι τὰ ἐσχη‐ ματισμένα, καὶ προστιθέασιν ἕτερον εἶδος προσώπων τὰ ἐσχηματισμένα, κακῶς εἰδότες, ὡς οὐδέποτε πρόσωπον
30ἐσχηματισμένον τυγχάνει, ἀλλὰ πρᾶγμα, καὶ οὐδέν ἐστιν ἢ προσώπου κατασκεύασμα τοῦ ἐσχηματισμένου, ἀλλ’ ἐκ τῆς ὕλης· καὶ τὰ παραδείγματα μηνύσει τὸ λεγόμε‐
νον· τὸ γὰρ Δημοσθένους πρόσωπον καὶ αὐτός φησι43

5

.

44

τῶν ὡρισμένων εἶναι καὶ κυρίων, καὶ ἡ πεῖρα δὲ δεί‐ κνυσιν· ὅταν ὁ Δημοσθένης μετὰ τὰ ἐν Χαιρωνείᾳ ἑαυ‐ τὸν προσαγγέλλῃ, ἀπ’ εὐθείας τὸ ζήτημα· ὅταν δὲ ἔχῃ τοιαύτην τινὰ πλάσιν, ὅτι ὁ Φίλιππος δέδωκε τοῖς Ἀθη‐
5ναίοις αἵρεσιν, ἢ τὸν Δημοσθένην ἢ τὰς τριήρεις ἔχειν, ᾔτησε τρεῖς ἡμέρας εἰς βουλὴν καὶ ἑαυτὸν προσαγγέλλει, ἐσχηματισμένον τὸ ζήτημα· οὐ γὰρ Δημοσθένης ἀπο‐ θανεῖν βούλεται, ἀλλ’ ὀνειδίσαι τοῖς Ἀθηναίοις τὸ ὅλως τοιαύτην καταδέξασθαι βουλήν· ἐν ἀμφοτέροις οὖν τοῖς
10ζητήμασι ταὐτόν ἐστι πρόσωπον, ἡ δὲ τῶν πραγμάτων διαφορὰ ἐσχηματισμένον ἐποίησε τὸ ζήτημα· κἂν λέγω‐ μεν, ὅτι ὁ Θεμιστοκλῆς κατηγορίας ἡκούσης ἐκ Λακε‐ δαίμονος, ὡς κοινωνὸς ἂν εἴη τοῦ Παυσανίου, ἀξιοῖ κρί‐ νεσθαι, ἡ στάσις ἐστὶ πραγματικῆς· ἂν δὲ προσθῶμεν,
15ὅτι νόμου ὄντος, προδότου μηδὲν εἶναι γνώρισμα, οἷον οἱ Θεμιστοκλέους παῖδες, ἵνα μὴ τὴν ἱστορίαν παραδρά‐ μωμεν, ὡς φυγάδος μνημονεύοντες ἀξιοῦσι καθαιρεῖσθαι τὰ τείχη, ὁμολογουμένως ἐσχημάτισται τὸ ζήτημα, καὶ ταῦτα τῆς αὐτῆς ὄντα στάσεως, οὔτε γὰρ πεῖσαι ἐλπί‐
20ζουσι τὸ καθελεῖν τὰ τείχη, οὐδὲ τοῦτο σπουδάζουσιν, ἀλλ’ ὀνειδίσαι τοῖς Ἀθηναίοις ὁ ταῦτα κατασκευάσας εἰκότως προδοσίας ὑπόνοιαν δέχοιτο. Ἐν ἀμφοτέροις οὖν ταὐτὸν τοῦ Θεμιστοκλέους πρόσωπον, ἡ αὐτὴ ἱστο‐ ρία· ἡ δὲ πλάσις τῶν πραγμάτων ἐνήλλαξε, καὶ τὸ μὲν
25ἐποίησεν ἐσχηματισμένον, τὸ δὲ ἀπ’ εὐθείας· καὶ ἀφέν‐ τες τὰ ὡρισμένα τῶν προσώπων καὶ ἐκ τῶν ἄλλων εἴδω‐ μεν. Ὅταν εἴπωμεν, πατὴρ καὶ υἱὸς κατὰ ταὐτὸν ἐστρατεύσαντο, καὶ ὁ μὲν υἱὸς ἔλειπε τὴν τάξιν· ὁ δὲ πατὴρ ἠρίστευσε, νόμου ὄντος, τὸν μὲν ἀριστέα αἰτεῖν ὃ
30βούλεται γέρας, τὸν δὲ λιπόντα τὴν τάξιν φεύγειν πα‐
νοικησίᾳ, ἀξιοῖ ὁ πατὴρ εἰς τὸ γέρας μεῖναι τὸν υἱόν·44

5

.

45

αἴτησίς τίς ἐστι καθαρὰ καὶ οὐδὲν σχῆμα ἔχει· ὅταν δὲ τὰ πράγματα ἐναλλάξω καὶ εἴπω, ὅτι φήμης οὔσης συν‐ ιέναι τῷ πατρὶ τὴν γυναῖκα τὴν τοῦ παιδὸς, μετὰ τὴν ἀριστείαν ὁ μὲν αἰτεῖ μένειν τὸν παῖδα μετὰ τῆς γυναι‐
5κὸς, ὁ δὲ φεύγειν ἀξιοῖ, ὁμοίως μὲν ἡ στάσις ἡ αὐτὴ μένει· ἐσχηματισμένον δὲ γίνεται τὸ ζήτημα· οὕτως οὖν ἡ τῶν πραγμάτων ἐναλλαγὴ ποιεῖ τὰ ἐσχηματισμένα, καὶ οὐχ ἡ τῶν προσώπων· ἐν ἀμφοτέροις γοῦν πατήρ τε καὶ παῖς ἐστιν, ὅπερ ἐστὶ τῶν πρός τι· ἡ δὲ τῶν πρα‐
10γμάτων ἐναλλαγὴ ἐσχηματισμένον ἐποίησε τὸ ζήτημα. Ἀφέντες οὖν τὴν τούτων ἐξέτασιν κοινὴν ἁπάντων εἶναι προσώπων καὶ ἐκ τῆς τῶν πραγμάτων ποιότητος συνι‐ σταμένην, ἐπὶ τὰ ἑξῆς χωρῶμεν, „τετάρτην τὰ ἠθικά.“ ἐντεῦθεν ἀφεῖσα τὴν ἀπόδειξιν ἡ τέχνη ἐπὶ τὴν ὑπόκρι‐
15σιν μετῆλθεν· ἐπειδὴ γὰρ ἡ συστᾶσα πᾶσα τοῦ Ἑρμο‐ γένους τέχνη ἥδε, ἣν νῦν ἡμεῖς μετεῖμεν, οὐχὶ δημαγω‐ γίας τινὰ ἔχει τάξιν, ἀλλ’ ἐπιδεικτικῆς χρείας ἐξέτασιν, διὰ τοῦτο καὶ προσεδέησεν αὐτῇ ὑποκρίσεως· τὰ οὖν ἠ‐ θικὰ τετάρτην εἰληφότα τὴν τάξιν πρὸς ἀπόδειξιν μὲν
20οὐδ’ ἡντινοῦν συντελοῦσιν, ἀλλ’ οὐδὲ τὴν ἐξέτασιν εἰς τοῦτο σπεύδουσαι ἔχουσιν, ἀλλὰ τὴν ὑπόκρισιν καὶ ζήτη‐ σιν καὶ σχηματισμὸν τοῦ δύνασθαι σχῆμα προσώπου προσομοιοῦσαι, διὸ καὶ ἠθικὰ προσηγόρευται, ὡς ἤ‐ θους μίμησιν ἔχοντα, καὶ οὐ κατηγορίας οὐδὲ ἀποδεί‐
25ξεώς τινα ποιότητα. Τὰ γὰρ πολλὰ τῶν ἠθικῶν εἴ τις τεχνικῶς μετέλθοις πρὸς ἀπόδειξιν κατασκευάζων, καὶ ἀσύστατα ποιεῖ· εἰ γὰρ ἐροῦμεν, ὅτι ὁ γεωργὸς συνεχῶς τὴν γυναῖκα εἰς ἄστυ κατιοῦσαν ἀποπέμπεται, καὶ εἰ πειρώμεθα αὐτὸ ἀποδεικνύναι ὡς ἔγκλημα τὸ εἰς ἄστυ
30κατιέναι ἀπερίστατον ἂν εἴη· οὐ γὰρ δὴ ἐροῦμεν περί‐
στασιν εἶναι, ὃ κοινῇ πάντες οἱ ἐνοικοῦντες πράττομεν·45

5

.

46

καὶ ἐπὶ ἑτέρου ζητήματος εἰ λέγοιμεν, ὡς δυσκόλου παῖς ὀλισθήσαντος ἐγέλασε τοῦ πατρὸς καὶ ἀποκηρύττεται· ὁμοίως εἰ πρὸς ἀπόδειξιν σπουδάσωμεν τοῦ δεικνύναι ἔγ‐ κλημά τε καὶ πταῖσμα τὸ γελᾷν ἀνυπεύθυνον ἀεὶ, εἰκό‐
5τως ὁ λόγος καὶ τὸ ζήτημα ἔξω περιστάσεως· ὑποκρινό‐ μενον δὲ ῥᾴδιον κατὰ μίμησιν οὐ συνέστηκεν, ὅταν ὑπο‐ κρινώμεθα δυσκόλου τραχύτητα καὶ κατηφῶν καὶ τὸ πᾶν ὁτιοῦν τῶν γινομένων μέμφεσθαι, οἷς ἡ κωμῳδία τὰ πολλὰ χαίρει· καὶ ὁ Λυσίας πρὸς τὸ γενναιότερον τοὺς
10λόγους ἐξάγει· τοῦτο φανερῶς ὁ παρὰ Λιβανίῳ φθο‐ νερὸς μηνύει, προσαγγέλλων ἑαυτὸν, ἐφ’ οἷς ὁ γείτων πε‐ πλούτηκεν. εἰ γὰρ ἀνέλοις ἐνταῦθα τὴν τοῦ φθονοῦντος ὑπόκρισιν, ζήτησις μὲν οὐδεμία τυγχάνει, καὶ γελωτὸν ἂν εἴη τὸ πρᾶγμα. οὐ γὰρ εἴ τις πλουτεῖ, τοῦτο καθελοῦν‐
15ται ζητοῦντες οἱ δικασταὶ, ἀλλ’ εἴ τις ὑποκρίνοιτο. Τὸ τέταρτον εἶδος τῶν προσώπων ἐπεξείργασται, καὶ κωμῳ‐ δίας οὐδὲν ἀπηλλαγμένην δείκνυσι τὴν ῥητορικὴν τέχνην. Πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προση‐ γοριῶν. ἀσθενησάσης λοιπὸν τῆς ὕλης, δύο προσώπων
20ποιότητες εἰς ἑνὸς χρείαν συνάγονται· νέος πλούσιος· οὔτε γὰρ τὸ νέον εἶναί τινα ἀπόδειξίς ἐστιν τοῦ τόδε τι ποιεῖν, ἀλλὰ προσδεῖ τῷ μὲν τὸ βούλεσθαι, τῷ δὲ τὸ δύνασθαι· διὰ τοῦτο οὖν συνήχθη κατὰ ταὐτὸν ἀμφό‐ τερα πρὸς τὸ κρίσιν ἐκδέξασθαι τὸ πρᾶγμα· συμπλακέν‐
25τα δὲ εἰς ἄμφω δύναται κρίσιν ἐκδέξασθαι. ἀναδέξα‐ σθαί φησιν, οἱονεὶ ὕλην παρασχεῖν καὶ ἀφορμὴν λόγου, οὐ γὰρ μόνον ἡ ζήτησίς ἐστι περὶ τῆς κατηγορίας ἢ ἀπο‐ λογίας· εἰ οὖν δεξαίμεθα τὸ κρίσιν ἐκδέξασθαι ἀντὶ τοῦ εἰς δικαστήριον ἐνεχθῆναι, μονομερῆ τὴν ἐξέτασιν ποι‐
30οῦμεν, ὡς μόνῳ τῷ κατηγόρῳ ἁρμόζουσαν. Ἄμεινον οὖν τὸ κρίσιν ἐκδέξασθαι, οἷον ὕλην καὶ λόγων ποιότη‐
τα καὶ ἀφορμὴν παρασχεῖν.46

5

.

47

Ἔκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος. Ἔτι ἀσθενησάσης τῆς ὕλης προσεδέησε καὶ πράγματος τοῦ προσώπου πρὸς τὸ ἔχειν ἀφορμὴν λόγων, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· τὸ γὰρ
5καλλωπίζεσθαι πρᾶγμα ὂν πρόσκειται τῷ προσώπῳ. Ἑβδόμην τὰ ἁπλᾶ προσηγορικ· ἁπλᾶ προσ‐ ηγορικά ἐστι τὰ μηδὲ μίαν ἐπεισαγωγὴν ἔχοντα ἔξωθεν, ἀλλὰ κοινὴν τὴν ἁπάντων ποιότητα· διὸ καὶ προσηγο‐ ρικὰ ἐκλήθη διὰ τὸ κοινὴν ὕλην καὶ ἀφορμὴν λόγων ἐκ
10τῆς περὶ ἑκάστου προϋποκειμένης ἐννοίας γίνεσθαι, οἷον εἰ λέγοιμεν στρατηγοὶ ἢ ῥήτορες, οὐ περὶ τοῦδε τοῦ ῥή‐ τορος λέγομεν ἢ τοῦδε, ἀλλὰ κοινὰς ἔχομεν περὶ τῶν ῥητόρων ἐννοίας, εἰς ὕλην λόγων προφερομένας· τί δέ ἐστι τοῦτο μᾶλλον ἴσμεν, ὅτι ῥήτορες συκοφαντοῦσι, δι‐
15καστηρίοις σχολάζουσι, φιλοπράγμονές εἰσιν. Ἔχομεν μὲν οὖν ἐκ τούτων καὶ τὸ ἐναντίον, ὅτι δημαγωγοί εἰσιν οἱ ῥήτορες καὶ τὰ πολλὰ τῆς πόλεως κήδονται, καὶ σύμ‐ βουλοι ἀγαθοὶ, ἀπὸ τῆς κοινῆς ἐννοίας, ἧς ἔχομεν περὶ τῶν πραγμάτων, αἱ ἀφορμαὶ τοῦ λόγου ἡμῖν ἐπιγίνονται·
20ταὐτὸν δὲ καὶ περὶ τῶν στρατηγῶν καὶ ἑτέρων τοιούτων τις ὑπολάβοι, ἔχει οὖν τὰς ἀποδείξεις εὐθύς· κοινῇ πάν‐ τες περὶ πάντων ἐννοίας ἔχομεν τῶν προσώπων. Ταυτὶ δὲ δῆλον μὲν, ὡς καὶ καθ’ ἓν ἐμπί‐ πτει τοῖς ζητήμασι καὶ κατὰ πλείονα. διελὼν
25τὴν τῶν προσώπων ποιότητα ἐδίδαξεν, ὡς οὐκ ἀναγκαῖον ἰδίᾳ ἑκάστην ἐξετάζεσθαι, ἀλλ’ ἔστιν ὅτε καὶ πλείονες ποιότητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορμαὶ καὶ μία, ὅτι καὶ τὸ μὲν παράδειγμα ὁ αὐτὸς εἴρηκεν, αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν καὶ ῥήτωρ καὶ στρα‐
30τηγός· ἐπὶ τῶν κυρίων ἁρμόζουσι καὶ ὡμολόγηται τὰ
ὡρισμένα καὶ κύρια πλείονας ἔχειν ποιότητας· κἂν γὰρ47

5

.

48

Αἰσχίνην λάβῃς καὶ ἁπλοῦν πρὸς ῥητορικόν· ῥήτωρ γὰρ καὶ πρέσβυς, κἂν ἐθέλῃς εἰπεῖν διαβεβλημένον ὡς προ‐ δότην καὶ ἕκαστον ἁπλῶς τῶν κυρίων προσώπων πλείο‐ να ἔχει· ἔστι δὲ καὶ ἐκτὸς τῶν κυρίων εὑρεῖν ἐν ἑνὶ προσώ‐
5πῳ πλείονας ποιότητας· αὐτίκα ἢν λέγοιμεν, ὅτι τρισαρι‐ στεὺς τὸν υἱὸν ἑταιροῦντα ἀπέσφαξε, καὶ κρίνεται φονεὺς τρισαριστεύς· ἐνταῦθα οὖν καὶ ἁπλοῦν προσηγορικόν ἐστι καὶ πρός τι, πατὴρ γάρ· ὥστε οὐ μόνον κατὰ μίαν ἑκά‐ στην, ἀλλὰ καὶ κατὰ πλείονας ἀνάγκη ἐμπίπτειν τὰς
10ποιότητας τῶν προσώπων. Δεῖ δὲ περὶ ἑκάστου τῆς δυνάμεως δια‐ γνόντα χρήσασθαι, ὡς ἂν ὁ καιρὸς διδ· ἐν‐ ταῦθα δείκνυσιν ἑαυτὸν ἐνδεῶς εἰπόντα τὴν τῶν προσώ‐ πων διαφοράν· κελεύων γὰρ ἰδίᾳ περὶ ἑκάστου γνῶναι
15τῆς δυνάμεως εἴρηκεν, ἀλλ’ οἶδεν μὲν οὖσαν τὴν διαφο‐ ρὰν, οὐκ ἐδίδαξε δέ. Ὡς ἂν ὁ καιρὸς διδ· τοῦτο περὶ τῶν κυρίων μόνων ἁρμόζει, ἐν γὰρ τοῖς ἄλλοις αἱ αὐταὶ καθόλου ποιότητές εἰσιν· ἐν δὲ τοῖς κυρίοις ἄλλοτε ἄλλη, καὶ δεῖ
20τοὺς καιροὺς φυλάττειν, καθ’ οὓς τὸ ζήτημα μελετῶμεν, ἵνα ταῖς προϋπαρξάσαις πράξεσι χρησώμεθα· οἷον ἐπὶ παραδείγματος, εἰ κρίνοιτο ὁ Δημοσθένης ὡς συμβουλεύ‐ σας βοηθεῖν Ὀλυνθίοις, οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτι καὶ πρὸς Φίλιππον ἀπελθὼν ἀπεσιώπησεν, οὔπω γὰρ γέγονεν οὐ‐
25δέν· ἢ ὅτι συνεβούλευσεν ἐν Χαιρωνείᾳ μάχεσθαι, οὐδὲν γὰρ τοιοῦτο συμβέβηκεν· ἀλλὰ δεῖ τὰ πρὸ τούτων μόνα θεῖναι· καὶ πάλιν εἰ κρίνοιτο ὁ αὐτὸς Δημοσθένης ὡς συμβουλεύσας βοηθεῖν Βυζαντίοις καὶ Χεῤῥονησιώταις, μνήμην μὲν ἕξεις τῶν Ὀλυνθίων, οὐδέπω δὲ τῶν περὶ
30Χαιρώνειαν· τοῦτο οὖν κελεύει φυλάττεσθαι τὸν καιρὸν
τῶν πραγμάτων, καθ’ ὃν μελετᾶται τὸ ζήτημα καὶ τὰ48

5

.

49

προϋπαργμένα τοῖς προσώποις λέγειν· τινὲς δὲ κοινὸν αὐτὸ λαμβάνουσι καὶ λέγουσιν, ὡς ἂν ὁ καιρὸς διδῷ, ὡς ἂν εὔκαιρον ᾖ, τουτέστι χρήσιμον, εὔηθες δὲ, ἐπὶ γὰρ τῶν ἄλλων προσώπων πάντα δεῖ τὴν αὐτὴν ἔχειν τάξιν,
5εἰ γὰρ λάβοιμεν τὸ πρός τι, οὔποτε μὲν ἔχοιμεν ἀπὸ τῆς κοινῆς φύσεως αὐτὸ κατασκευάζειν, ποτὲ δὲ οὔ. Εἰ γὰρ λάβοιμεν διαβεβλημένον, οὔποτε μὲν ὡς ἐπαινούμενον αὐτὸ λαμβάνομεν, ποτὲ δὲ ὡς διαβεβλημένον· ἄλλοτε δ’ ἄν τις ἐξετάσῃ τὸ αὐτὸ πρόσωπον, τὴν αὐτὴν ἔχει ποιό‐
10τητα· ἄδηλον οὖν, ὅτι περὶ τῶν προσώπων μόνον ἁρμό‐ ζει τὸ, ὡς ἂν ὁ καιρὸς διδῷ, ἐπὶ μέγιστον ἂν κατασκευ‐ ασθὲν, οἷον ζήτημα τῷ θέλοντι φιλονείκως δέχεσθαι τὸ ἀπαιτεῖν ἐν τοῖς ἄλλοις προσώποις δεῖξαι καιροῦ διαφο‐ ρὰν ἐναλλάττουσαν τὴν ποιότητα, ἀλλ’ ἡ λύσις αὕτη,
15ὅτι προσέθηκεν, ὡς τὰ κύρια ἰσχυρὰ καὶ ἀναγκαῖα καὶ τὰ πολλὰ ἐν αὐταῖς παρέχεται, διὸ περὶ αὐτῶν λέγει, ἐξε‐ ταζόμενα, ὕλην παρέχοντα καὶ ἀφορμήν. Καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦν‐ τα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν· τόποις
20μὲν οὖν ὡμολόγηται ὅτι κεφαλαίοις λέγει, μέγιστον δὲ σφάλμα γέγονεν αὐτῷ καὶ τὸ αὐτὸ τῷ προτέρῳ τῷ λέγειν, ὡς ἂν ὁ καιρὸς διδῷ· ἐν ἀμφοτέροις γὰρ μόνον περὶ καιρῶν διαλαμβάνει, καὶ ἀνάγκη, ἢ τὰ λοιπὰ μὴ εἶναι πρόσωπα, ἕως ἂν ᾖ πρόσωπα, ἢ σφάλμα εἶναι τὸ
25περὶ κυρίων μόνον εἰρῆσθαι, τὸ γὰρ λέγειν τοῖς ἐγκω‐ μιαστικοῖς ἐπὶ μόνων κυρίων ἐστίν· οὔτε γὰρ τοῦ πρός τι ἐστὶν, οὔτε τοῦ διαβεβλημένου, οὔτε τοῦ κατὰ συμ‐ πλοκὴν, οὔτε τοῦ ἁπλοῦ προσηγορικοῦ ἐστιν ἢ γένος ἢ πατρίδα, ἤ τι τῶν ἐγκωμιαστικῶν εὑρεῖν· διὸ οὖν κατὰ
30ταὐτὸν τὰ ἐγκλήματα, ὅτι τε μίαν πάντων εἶπε ποιότη‐ τα, ὅπερ ἀδύνατον διαφορᾶς οὔσης· πῶς γὰρ ἂν εἴη ἑπτὰ διαφορῶν οὐσῶν οἷόν τε, τὰ ἑπτὰ μίαν ὕλην ἔχειν
καὶ τὸ ἐλλείπειν τὰς τῶν ἄλλων ποιότητας καὶ ἅμα τῇ49

5

.

50

διαφορᾷ διδάξαι καὶ τὴν αἰτίαν, δι’ ἣν διαφέρουσιν τοῖς ἐμπίπτουσιν ἢ τοῖς χρησιμεύουσιν· οὐδὲ γὰρ πάντως χρη‐ σιμεύει κατ’ αὐτόν· αὐτίκα τῷ Δημοσθένει οὐκ ἐχρησί‐ μευεν ἀπολογουμένῳ ὑπὲρ αὐτοῦ μνημονεῦσαι τοῦ γένους.
5τῷ δὲ Αἰσχίνῃ κατηγοροῦντι χρήσιμον, διὸ εἶπεν· „Σκύ‐ θης βάρβαρος ἑλληνίζων τῇ φωνῇ,“ καὶ ἐξετάσαι τὸν Γύλωνα καὶ τὴν μητέρα τοῦ Δημοσθένους Σκυθίδα τὸ ἀρχαῖον οὖσαν, ἅπερ παρῆκε παντελῶς ὁ Δημοσθένης καὶ οὔτε ἐπῄνεσε τὸ γένος, οὔτε μνείαν τινὰ ἐποιήσατο·
10τὰ δὲ πεπραγμένα αὐτῷ περὶ Χεῤῥονησιτῶν καὶ τὰ ἄλ‐ λα τούτῳ μὲν ἔπρεπεν εἰπεῖν, Αἰσχίνῃ δὲ σιωπῆσαι· καὶ πάλιν ἐπὶ Αἰσχίνου τῷ Δημοσθένει ἔπρεπε μνημο‐ νεῦσαι τῆς δυσγενείας τῆς Αἰσχίνου, καὶ τῆς ἀνατροφῆς ὡς πονηρὰ, οὐκέτι δὲ μνημονεῦσαι τῆς δημαγωγίας καὶ
15τοῦ σώφρονος βίου, οὐδὲ τῶν στρατειῶν, ὧν ἐστρατεύσα‐ το, οὐδὲ τῶν στεφάνων, ὧν ἐστεφάνωτο διὰ ἀριστείαν· ἀλλ’ ἐκεῖνος μὲν τούτοις κέχρηται, φυλάττεται δὲ τού‐ των τὴν μνήμην ὁ Δημοσθένης· καίτοι ταῦτα πάντα τῶν ἐγκωμιαστικῶν ἐστι.
20 Τοῖς ἐμπίπτουσιν, οἷα τοῖς χρησιμεύουσιν, ἵνα μὴ ἑξῆς πάντα λέγῃς τὰ ἐγκωμιαστικὰ, ἀλλὰ τὰ ἁρμό‐ ζοντά σοι πρὸς τὴν προκειμένην χρείαν, ἢ τοῖς ἐμπίπτου‐ σιν, ὅπερ ἐστὶν ἄνω, „ὡς ὁ καιρὸς διδῷ,“ τοῖς κατὰ τὸν καιρὸν, καθ’ ὃν τὸ ζήτημα μελετᾶται συμβαίνουσιν· ὡς
25γὰρ ἔφαμεν, εἰ πρὸ τῶν ἐν Χαιρωνείᾳ κρίνοιτο Δημο‐ σθένης, οὐχ ἕξει Αἰσχίνης εἰπεῖν, „παρενόμησεν ὁ δεί‐ λαιος τὴν μόνην καὶ πρῶτον αὐτὸν προσειποῦσαν πατέρα ἀπολέσας,“ οὔπω γὰρ ἦν γενόμενος· ἢ τοῖς ἐμπίπτου‐ σι τοῖς πρὸς τὴν χρείαν, ἵνα ᾖ ὡς ἐπὶ τὸ πολὺ τοῖς ἔρ‐
30γοις, ἀφ’ ὧν καὶ ἐν τοῖς ἑξῆς διελὼν τὸν στοχασμὸν λέ‐50

5

.

51

γει· φύσιν ψυχῆς καὶ σώματος δεῖ τηρεῖν καὶ πράξεις, οὐδαμοῦ δὲ γένους ἢ πατρίδος ἢ τῶν ἄλλων τῶν ἐγκω‐ μιαστικῶν ἐμνημόνευσεν. Οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἰσάζον‐
5τα καὶ τὰ ἀόριστα διόλου· ἀναγκαίως δὲ προσέθη‐ κε τὸ διόλου· βραχεῖα γὰρ ἐμπεσοῦσα διαφορὰ ἐξέτασιν παρέχει· ἢ γὰρ τὸν μὲν δῷς εἶναι νέον, τὸν δὲ πρεσβύ‐ την, ἢ τὸν μὲν πλούσιον, τὸν δὲ πένητα· ἡ διαφορὰ παρ‐ έσχεν ὕλην καὶ ἐξέτασιν τῷ πράγματι· τὰ μὲν δὴ ἀόρι‐
10στα ὡμολόγηται ὅτι οὐδ’ ἥντινα ὕλην παρέχει τῷ μηδ’ αὖ ἐγνῶσθαι περὶ αὐτῶν· τὰ δὲ ἰσάζοντα οὐκ αἴσχει λό‐ γους ἀχρήστους ἔχει· ὃ γὰρ ἄν τις εἴποι περὶ τοῦ ἐναν‐ τίου, τοῦτο καὶ κατ’ αὐτοῦ ἁρμόζει· περιττὸν οὖν ταύ‐ ταις κεχρῆσθαι πρὸς ἀπόδειξιν ταῖς δικαιολογίαις ἀκρι‐
15βῶς κατασκευάσας σαυτὸν ἐλέγξεις· εἰ γὰρ εἶεν δύο ῥή‐ τορες, ἢ δύο νέοι καὶ πλούσιοι, καὶ λέγοις, ὅτι οἱ ῥήτορες συκοφάνται καὶ τὰ τοιαῦτα, καὶ εἰ λέγοις, ὅτι οἱ νέοι καὶ πλούσιοι καὶ ἐπιθυμηταὶ καὶ ἐπιθυμοῦντες εἰς ἅπαν‐ τα καὶ καταφρονοῦντες τῶν νόμων· ταῦτα δὲ κατὰ ἀμ‐
20φοτέρων ἁρμόζει, καὶ ὅσα ἄν τις εἴποι ὡς κατὰ τοῦ ἑτέ‐ ρου, καὶ καθ’ ἑαυτοῦ φθάσας εἴρηκεν. Ὥσπερ δὲ τῶν προσώπων, οὕτως δὲ καὶ τῶν πραγμάτων πλείστη διαφορ, καὶ ἰσχυ‐ ροτάτην μὲν ἐξέτασιν ἐπιδέχεται, ἐφ’ οἷς τις
25αὐτὸς ὡς ποιήσας κρίνεται· δευτέραν δ, ἐφ’ οἷς ἑτέρου ποιήσαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται· τρίτην δὲ τὰ μεταξὺ τούτων· τὴν ἐξ ὑποψίας ἐπαγγειλάμενος ἡμῖν ἀνωτέρω προσώπων καὶ πραγμάτων εἰπεῖν διαφορὰν, τὴν μὲν τῶν προσώπων
30διαφορὰν ἐπεξῆλθεν, εἰ καὶ ἐκλέλοιπεν τὴν ἑκάστου ὕλην,
τὴν δὲ τῶν πραγμάτων διαφορὰν παντελῶς ἠγνόησεν·51

5

.

52

αὗται γὰρ, ἃς τίθησι διαφορὰς στοχασμοῦ, πραγμάτων εἰσὶ διαφοραὶ, οὐ πάντων πραγμάτων· ἡμεῖς δὲ εἴπωμεν. Γενικαὶ μὲν οὖν εἰσι διαφοραὶ τρεῖς, τό τε κατὰ κρίσιν, καὶ τὸ κατὰ συμβουλὴν, καὶ τὸ κατὰ φυγὴν καὶ δίωξιν·
5τὸ μὲν οὖν κατὰ συμβουλὴν ἄτμητον μένει, τὸ δὲ κατὰ κρίσιν τέμνεται εἴς τε τὸ κατὰ ἀμφισβήτησιν καὶ εἰς τὸ κατὰ αἴτησιν· ἐν ἀμφοτέροις γὰρ κρίσις ἐστὶ καὶ οὔτε κατηγορία οὔτε ἀπολογία, ἀλλὰ κρίσις τοῦ εἰ δεῖ δοῦναι, ἢ τοῦ ποῖον δοῦναι, ἢ τοῦ τί δοῦναι. Τὸ δὲ κατὰ φυ‐
10γὴν καὶ δίωξιν τέμνεται εἰς ὀκτὼ διαφοράς· πρῶτον μὲν ἀφ’ ὧν δέον ποιῆσαι οὐκ ἐποίησεν, ὡς ὁ πρεσβευτὴς ὁ μὴ πρεσβεύσας ἐκ τοῦ μὴ λαβεῖν τὰ ἐφόδια· καὶ ἀπὸ τῶν τῆς ψυχῆς παθῶν, ὡς ἡ γυνὴ ἡ νύκτωρ δακρύουσα· καὶ ἀφ’ ὧν εἶπέν τις, ὡς ὁ πλούσιος ὁ ὀμόσας ἐν συμποσίῳ
15τυραννήσειν· καὶ ἀφ’ ὧν ἕτεροι κριθέντες περὶ αὐτοῦ εἰρήκασιν, ὡς ὁ Θεμιστοκλῆς ὁ κρινόμενος, ἐπειδὴ Παυ‐ σανίας ἔφη αὐτὸν ἔχειν κοινωνόν· καὶ ἀφ’ ὧν δέον εἰπεῖν οὐκ εἶπεν, ὡς ὁ στρατηγὸς ὁ κρινόμενος, ἐφ’ οἷς μὴ τὰ παρὰ τῶν πολεμίων ἀπήγγειλε· καὶ αἱ τρεῖς αἱ προκείμε‐
20ναι. Εἰ δέ τις ἐρεῖ, ὡς ἐν ταῖς τρισὶ καὶ αὗται περι‐ λαμβάνονται, οὐκ ὀρθῶς λέγει, καὶ ὁ ἔλεγχος πλησίον· πρῶτον μὲν γὰρ ἐν τῷ συμβουλευτικῷ οὔτε ἀφ’ ὧν τις ἐποίησεν, οὔτε ἐξ ὧν ἕτερος, οὔτε ἐξ ὑποψίας ἐστὶν ἡ κρίσις, ἀλλὰ ψιλὴ τίς ἐστι συμβουλὴ, οὔτε ἐν τῇ αἰτήσει
25κρίσις ἐστὶν, ἀλλὰ δοκιμασία· καὶ τὰ μὲν γένη ταῦτα καὶ τῶν καθ’ ἕκαστον δεῖ· κρινόμενος ἀφ’ ὧν ἕτερος εἶ‐ πεν περὶ αὐτοῦ διάφορον ἔχει τὸ εἶδος τῷ κρινομένῳ ἀφ’ ὧν ἑτέρου ποιήσαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, καὶ ὁ κρινόμενος ἀφ’ ὧν οὐκ ἐποίησε τὴν ἐναντίαν τῶν
30τριῶν ἔχει τάξιν, καὶ ὁ ἐκ τῶν τῆς ψυχῆς παθῶν κρινό‐ μενος, οὐ γὰρ τὸ παθεῖν ἢ ποιῆσαι· ἔστιν ἐνταῦθα δῆ‐ λον ὡς ἐλλέλειπται ταῦτα. ἄλλως τε κἀκεῖνο εἴδωμεν, εἰ
συνέστηκεν ἡ τρίτη τάξις τῶν πραγμάτων, ἣν αὐτὸς ἐξ52

5

.

53

ὑποψίας καλεῖ· καὶ πρῶτον μέν φησιν, ἣ μεταξὺ τούτων ἐστὶν, τὸ δὲ μεταξὺ οὐδετέρων ἢ ἀμφοτέρων μετέχει. Τοῦτο δὲ ἀφ’ ὧν αὐτάς τις ποιήσας κρίνεται, παντελῶς οὐ μετέχει, ἀλλ’ εἰ ἄρα, τοῦ ἀφ’ ὧν ἑτέρου ποιήσαντος·
5ἀφ’ ὧν γὰρ ὁ Περικλῆς εἶπε, γίνεται ἡ κρίσις τῷ Ἀρχι‐ δάμῳ, ὥστε μεταξὺ τοῦτο παντελῶς οὐκ ἂν εἴη, δεῖ δὲ μὴ καλεῖν αὐτὸ μεταξὺ, ἀλλ’ εἰ ἄρα συνίσταται τὸ εἶδος ἐξ ὑποψίας τῆς τοῦ προσώπου ποιότητος τὴν κρίσιν αὐτῷ δίδωσιν. εἰ δὲ ἐρεῖ, ὅτι ἐστὶ καὶ ἐνταῦθά τινα πεπρα‐
10γμένα αὐτῷ, τὸ βραδῦναι περὶ τὸν Ἰσθμὸν καὶ περὶ τὴν Οἰνόην, ἐροῦμεν, ὡς ταῦτα τῆς τοῦ προσώπου ποιό‐ τητός ἐστιν, οὐ τῆς τοῦ πράγματος· ἐφ’ ἑτέρου γὰρ προ‐ σώπου ταῦτα οὐκ ἂν εὑρεθείη· τὰ δὲ εἴδη ἐφ’ οἱουδήπο‐ τε προσώπου τὴν ἑαυτῶν σώζουσι δύναμιν, ὥστε μόνῳ τῷ
15ἑνὶ ἁρμόζει. Λέγομεν οὖν, ὅτι οὐδέποτε ὁ στοχασμὸς ἄνευ φανεροῦ σημείου συνίσταται· πᾶν δὲ σημεῖον φα‐ νερὸν καὶ ἀνεύθυνον πλὴν τοῦ συγκατασκευαζομένου· ἐν‐ ταῦθα τοίνυν τι φανερὸν σημεῖον, ὅταν ὁ Ἀρχίδαμος κρίνηται ἀφ’ ὧν Περικλῆς ἔφη εἰς δέον ἀνηλωκέναι πεν‐
20τήκοντα τάλαντα. Εἰ μὲν γὰρ τὴν ὑποψίαν ταύτην περὶ Ἀρχιδάμου ἐρεῖ, ὅτι ῥᾳθυμότερος ἦν, ὅτε ἐβράδυνε περὶ τὴν συναγωγὴν τοῦ πολέμου, ταῦτα οὐ τοῦ πρά‐ γματός ἐστιν, ἀλλὰ τοῦ προσώπου· ὥστε οὐδὲν πρὸς τὸ σημεῖον κοινωνεῖ· ἀλλ’ ἔστι τῆς ποιότητος τοῦ προσώπου,
25ἅπερ ἤμελλεν εἶναι καὶ ἐκτὸς τοῦ μὴ εἶναι τὸ σημεῖον· εἰ γὰρ ὁρίσω οὕτως τὸ ζήτημα, ὅτι ὁ Ἀρχίδαμος ἐπαν‐ ελθὼν κρίνεται δωροδοκίας, συνέστηκεν ὁμοίως τὸ ζήτη‐ μα, καὶ οὐδὲν ἐδεήθη τῆς προςθήκης τοῦ Περικλέα εἰ‐ πεῖν, ὡς ἀνήλωσε πεντήκοντα τάλαντα· οὐδέποτε δὲ οὐδὲ
30εἷς στοχασμὸς συνίσταται· ἐὰν γὰρ εἴπω, ὅτι ἀφορῶν
νέος πλούσιος εἰς τὴν ἀκρόπολιν δακρύει καὶ κρίνεται53

5

.

54

τυραννίδος ἐπιθέσεως, συνέστηκεν· ἐὰν δὲ ἀφέλω τὸ δα‐ κρύειν αὐτὸν ἢ ἀφορᾷν, οὐκέτι συνέστηκεν· ἐνταῦθα δὲ συ‐ νίσταται τὸ ζήτημα ἀφαιρεθέντος τοῦ λέγειν τὸν Περι‐ κλέα εἰς δέον ἀνηλωκέναι· πῶς ἂν οὖν εἴη σημεῖον, οὗ
5ἀφαιρεθέντος μένει ὁμοίως συνεστηκὼς ὁ στοχασμός· ἄλ‐ λως τε καὶ λόγων ἀφορμὰς δίδωσι τοῦτο τῷ Ἀρχιδάμῳ· ἐροῦμεν γὰρ, ὡς εἰς τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἢ εἰς μισθὸν φανερὸν ἢ εἰς ἕτερά τινα δεδαπάνηκε Περικλῆς· προςτε‐ θὲν οὖν τὸ σημεῖον βλάπτει τὸν κατήγορον· πᾶν δὲ ση‐
10μεῖον εἰς ἀπόδειξιν παρὰ τοῦ κατηγόρου παραλαμβάνεται· διὸ καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ κατηγόρῳ ἁρμόζει· νῦν δὲ αὐτὸς ὁμολογεῖ λέγων· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς· πᾶν δὲ σημεῖον ἄντικρυς εἰς τὸ κρινόμενον ἀναφέρεται
15πρόσωπον· εἰ δὲ τοῦτο οὐκ ἀναφέρεται, ἀλλὰ δεῖται κα‐ τασκευῆς, δύο ἂν εἶεν στοχασμοὶ, ὡς αὐτὸς ἐφεξῆς φησιν· ἐνδέχεται δὲ ἐξετασθῆναι ὡς ἀναφερόμενον· τὸ δὲ ἐν‐ δέχεται ἀποδείξεως ἀκριβοῦς καὶ κατασκευῆς δέεται· οὐ‐ δέποτε δὲ σημεῖον δεῖται τοῦ κατασκευασθῆναι, ἀλλὰ
20αὐτὸ πρὸς κατασκευὴν φέρεται· καὶ ἔτι ἐκ τούτων ῥᾴδιον γνῶναι, ὅτι τὰ εἴδη οὐ κατὰ ἑνὸς μόνου τυγχάνουσι προ‐ σώπου, ἀλλ’ οἷον ἂν προσθῇς πρόσωπον, σώζεται τοῦ εἴδους ἡ φύσις. Τίς δέ ἐστιν ὁ λόγος, ἐπὶ παραδείγμα‐ τος ἔσται σαφέστερον. Ἐὰν εἴπω, τριςαριστέως εἰκόνα
25ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται ὁ τρισαριστεὺς προδο‐ σίας, ὅπερ ὁ τεχνικὸς τίθησι παράδειγμα, συνέστηκε· καὶ ἐὰν δὲ ἀφέλω τὸ τοῦ τρισαριστέως πρόσωπον, καὶ εἴπω, ὅτι εὐδοκιμοῦντος ἐν πόλει ῥήτορος πολέμιοι εἰκόνα ἀνέ‐ στησαν, καὶ κρίνεται προδοσίας, συνέστηκε, καὶ οὐδὲν
30ἐβλάβη τοῦ ζητήματος ἡ σύστασις περὶ τὴν τοῦ προσώ‐ που ἐναλλαγὴν, κἂν ὡρισμένον ποιήσω τὸ πρόσωπον καὶ εἴπω, ὅτι Φίλιππος εἰκόνα ἀνέστησε Δημοσθένει καὶ κρί‐
νεται Δημοσθένης προδοσίας, συνέστηκε· κἂν τὸ Δημο‐54

5

.

55

σθένους ἀνέλω πρόσωπον ἢ τὸ Φιλίππου, καὶ εἴπω, ὅτι Περικλέους εἰκόνα οἱ πολέμιοι ἔστησαν, καὶ κρίνεται Πε‐ ρικλῆς προδοσίας, κἂν ἐπὶ Φιλίππου ἀντὶ τοῦ Δημοσθέ‐ νους προσώπου τὸ Ὑπερίδου θείην, συνέστηκεν, οὕτως ἡ
5τῶν ὀνομάτων ἐναλλαγὴ οὐδεμίαν διαφορὰν ἤνεγκε τῷ εἴδει· καὶ πάλιν τὸ ἀφ’ ὧν αὐτός τις πεποίηκε, κἂν ἐπὶ ἀορίστου προσώπου θείημεν, κἂν ἐφ’ οἱουδηποτοῦν, τὴν αὐτὴν ἔχει σύστασιν, ἵνα πλῆθος παραδειγμάτων παρα‐ θείημεν· ἐὰν δὲ τὸ τοῦ Ἀρχιδάμου πρόσωπον ἀνέλω καὶ
10εἴπω, ὅτι Περικλῆς ἔφη, εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα καὶ κρίνεται Σθενελαΐδας ἢ Ἐνοίας ὁ ἔφορος ἢ Λεωτυχίδης ἤ τις τῶν τότε λαμπρῶν ἐν Σπάρτῃ, οὐ‐ δεμίαν ἔχει σύστασιν, ἀλλ’ ἀπερίστατον γίνεται τὸ ζήτη‐ μα· δῆλον οὖν ὡς ἐπὶ τοῦ Ἀρχιδάμου οὐ τὸ σημεῖον τὸ
15τὸν Περικλέα εἰπεῖν εἰς δέον ἀνηλωκέναι ποιεῖ τὴν σύστα‐ σιν, ἀλλ’ ἡ ποιότης τοῦ προσώπου· οὐκ ἂν οὖν ἢ εἶδός ἐστι τὸ ἐξ ὑποψίας, ἀλλὰ πρὸς τὸν Μινουκιανὸν φιλονι‐ κῶν τοῦτο ἐπινενόηκεν, ἐπειδὴ ἐκεῖνος τῶν στοχασμῶν τοὺς μέν φησιν ἀτελεῖς εἶναι ἀπὸ προσώπων, ὡς τὸ, πα‐
20ρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι, τοὺς δὲ ἀπὸ πραγμάτων, ὡς τὸ, ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ κρί‐ νεται φόνου· βουληθεὶς οὖν καὶ τῷ ἀσώτῳ περιθεῖναι πρᾶγμα, τοῦτο τὸ εἶδος ἐπινενόηκε, καὶ ἐν τῇ ἐπαγωγῇ δῆλόν ἐστι· φησὶ γὰρ, „ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος
25τούτου καὶ ὁ ἄσωτος ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ κρι‐ νόμενος, καὶ οὐκ ἀγνοῶ μὲν, ὡς ᾠήθησάν τινες μὴ εἶναι τὸ πρᾶγμα τὸ κρινόμενον ἐνταῦθα“. Τοῦτο πρὸς Μινου‐ κιανὸν ἀποτείνεται αὐτὸ τὸ παράδειγμα τοῦ ἀτελοῦς ἐκ πράγματος στοχασμοῦ τεθέν.
30 Θαυμάζω δ, εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσει, καὶ τὸ λεγόμενον χρῶμα·
ἀπολογήσεται δὲ ὁ ἄσωτος καὶ ἐρεῖ τι· χρῶμα55

5

.

56

μὲν γάρ ἐστιν ἡ μετάθεσις τῆς αἰτίας· εἴρηται δὲ χρῶμα ἢ παρὰ τὸ πρόφασιν παρέχειν τῆς ἀπολογίας, ἢ παρὰ τὸ χρωννύναι ὅλον τὸν λόγον· ὥσπερ γὰρ τὸ χρῶμα τυποῖ τοι‐ όνδε εἶδος, οὕτω καὶ ἡ μετάθεσις τῆς αἰτίας τυποῖ τὴν ἀπο‐
5λογίαν ἐν τῷ στοχασμῷ· ὃ δέ φησιν ὅλον τοιοῦτόν ἐστι συλλογισμὸν παραλογιζόμενος, καὶ ἔστιν οὗτος· πᾶς, φησὶ, στοχασμὸς, εἰ συνέστηκεν, ἀπολογίαν ἔχει· ἡ δὲ ἀπολογία ἐστὶν ἐκ τῆς μεταθέσεως τῆς αἰτίας· ἡ δὲ με‐ τάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γί‐
10νεται. τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τὰ πράγματα· πᾶς ἄρα στοχασμὸς ἔχει πρᾶγμα, καὶ ὁ συλλογισμὸς αὐτοῦ οὗτος· αὐτὸς γὰρ βούλεται τὸ λέγειν, „ἀπολογήσε‐ ται δὲ, οἶμαι, ὁ ἄσωτος καὶ ἐρεῖ τι“· καὶ τὸ „θαυμάζω δὲ, εἰ μὴ κρινομένου πράγματος αἰτίαν ἀποδώσει τισ“·
15ἐροῦμεν οὖν ὡς ταῦτα πιθανὰ μέν εἰσι πρὸς τὸ παραλο‐ γίσασθαι, ἀληθείας δὲ οὐχ ἅπτεται. Ἐροῦμεν οὖν ἀν‐ τιστρέψαντες αὐτὸ οὕτως, ὅτι πᾶς μὲν στοχασμὸς ἀπο‐ λογίαν ἔχει· ἡ μέντοι ἀπολογία οὐ πάντως ἀπὸ τῆς μετα‐ θέσεως τῆς αἰτίας γίνεται, ἀλλ’ ἔστι καὶ ἀπὸ τῆς βου‐
20λήσεως καὶ ἀπὸ τῆς δυνάμεως καὶ τοῦ παραγραφικοῦ· πάντα γὰρ ταῦτα πρὸς ἀπολογίαν τοῦ φεύγοντος εὕρη‐ ται. Πάντες οὖν οἱ στοχασμοὶ οἱ ἀτελεῖς ἀπὸ πράγμα‐ τος ἔχουσι μὲν ἀπολογίαν, οὐκ ἐκ τῆς μεταθέσεως δὲ τῆς αἰτίας, οὐδὲ ἡ κατηγορία ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐
25λους, ὡς καὶ αὐτὸς ἐν τοῖς ἐφεξῆς ἔδειξε λέγων, ὅτι τὸ ἐξισάζον πρᾶγμα οὐ κρίνεται. Εἰ οὖν ἐστιν μὴ κρινόμε‐ νον, τὸ θαυμαστὸν καὶ τοῦτο ἐκ τῆς ποιότητος τοῦ προ‐ σώπου μὲν εἰς τὴν ἀπολογίαν ἔχειν, ὅπερ ἐστὶν ἡ βού‐ λησις καὶ ἡ δύναμις, ὥσπερ ἡνίκα ἀτελὴς ἀπὸ προσώπου
30ἐστὶν, ἐκλείπει μὲν ἡ βούλησις καὶ ἡ δύναμις· ἐκ δὲ τῶν56

5

.

57

ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τῶν λοιπῶν ἡ κρίσις γίνεται· εἰ δὲ ἔχει μετάθεσιν αἰτίας, ἐχρῆν αὐτὸν εἰπόντα, „ἀπο‐ λογήσεται δὲ, οἶμαι. ὁ ἄσωτος καὶ ἐρεῖ τι“, προςθεῖναι τὸ τί, ὅτι μὲν γὰρ ἐρεῖ τι οἶδα· τοῦτο δέ ἐστιν ἐκ τῆς
5βουλήσεως καὶ τῆς δυνάμεως· εἰ δὲ εἶχεν μετάθεσιν αἰ‐ τίας, αὐτὸς ἂν προσέθηκεν αὐτὴν· δῆλον οὖν ὡς ὁ Μι‐ νουκιανοῦ λόγος ἔῤῥωται καὶ ἀτελής ἐστιν ἐκ πράγματος, καὶ ὁ συλλογισμὸς, ὃν ὁ Ἑρμογένης πλέκει, πρὸς τὸ πα‐ ραλογίσασθαι μόνον ἐπινενόηται.
10 Μετὰ ταῦτα τοίνυν ἐστὶν ἐξ αὐτῶν γνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκεν. Ἐν‐ ταῦθα περὶ ἀσυστάτων διαλαμβάνει κατὰ ἀκολουθίαν πρὸς τὸν λόγον ἁρμοσάμενος· εἰπὼν γὰρ τὸ προοίμιον,
15ἀποδείξας ὅτι τέχνη καὶ προςθεὶς τὸν σκοπὸν τοῦ βιβλίου, ὅτι περὶ πολιτικῶν ζητημάτων διαιρέσεως καὶ διδάξας, ὅ τι τὸ πολιτικὸν ζήτημα, καὶ ἐπ’ αὐτὸ, τίς ὕλη τοῦ πο‐ λιτικοῦ ζητήματος, καὶ ἔτι προςθεὶς τὴν διαφορὰν τῆς ὕλης, τουτέστι τῶν τε προσώπων καὶ πραγμάτων, ἀναγ‐
20καίως ἐπὶ τὸν λόγον τῶν συνεστώτων καὶ ἀσυστάτων ἔρ‐ χεται· ὅρον οὖν τοῦ συνεστῶτος ζητήματος λέγων πάν‐ τα τὰ ἀσύστατα περιλαμβάνει κατὰ τὸ ἐναντίον· γίνεται δὲ οὕτως τά τε συνεστηκότα καὶ τὰ ἀσύστατα· συνέστηκε δὲ ἐκ τριῶν τούτων, αἰτίου, συνέχοντος, κρινομένου· καὶ
25αἴτιον μέν ἐστιν ἡ τοῦ κατηγόρου φωνὴ, ὡς καὶ ἐκ τοῦ ῥήματος δείκνυται, παρὰ τὸ τὴν αἰτίαν τῆς κρίσεως μη‐ νύειν· συνέχον δὲ ἡ ἀπολογία παρὰ τὸ εἰς αὐτὴν συνά‐ γεσθαι τὸν λόγον· κρινόμενον δὲ, περὶ οὗ οἱ δικασταὶ ζητοῦσι. Τοῖς οὖν συνεστηκόσι τῶν ζητημάτων ἀνάγκη
30τὰ τρία εἶναι, ἓν γὰρ ὁτιοῦν ἐλλεῖψαν ἀσύστατον ποιεῖ
τὸ ζήτημα· εἴ τε γὰρ μὴ ἔχει αἴτιον, ἀσύστατόν ἐστιν, ὡς57

5

.

58

τὰ ἀπίθανα τῶν ἀσυστάτων, εἴτε μὴ ἔχοι συνέχον, ὁμοίως ἀσύστατόν ἐστιν, ὡς τὰ μονομερῆ· εἴτε μὴ ἔχοι κρινόμε‐ νον, ὡς τὰ ἰσάζοντα καὶ ἄπορα. Δεῖ τοίνυν εἰδέναι ὡς ἓν μὲν ἐλλελειμμένον ἀσύστατον ποιεῖ τὸ ζήτημα, τῷ δὲ
5συνεστηκότι τῶν τριῶν τούτων δεῖ· ἔσφαλται οὖν αὐτῷ λέγοντι· „μετὰ ταῦτά ἐστιν ἐπιγνῶναι τά τε συνεστηκό‐ τα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε“· τὰ γὰρ μὴ συνεστῶτα οὐκ ἂν εἴη ζητήματα· εἰ γὰρ μὴ συνέστηκε, πῶς ζητεῖται; ἓν δὲ ἢ ἑνὸς τῶν προκειμένων ὄντα· ἐχρῆν
10οὖν εἰπεῖν ἀντὶ τοῦ ζητημάτων προβλημάτων, αὐτὸς γὰρ διακρίνει· καὶ πρόβλημα μὲν τὸ ἀόριστον καλεῖ τὸ μήπω ὅρον ἔχον, εἴτε συνέστηκεν εἴτε μὴ, παρὰ τὸ βάλλεσθαι· προβάλλονται γὰρ καὶ τὰ ἀσύστατα· ζήτημα δὲ τὸ εἰς κρίσιν φερόμενον.
15 Τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχον‐ τα καὶ πρᾶγμα κρινόμενον· ἐνταῦθα τὸ ἀπερίστα‐ τον σημαίνει· ἀπερίστατον δέ ἐστιν, ὃ μήτε ἐκ προσώ‐ που μήτε ἐκ πράγματος ὕλην ἔχει. Φθάσαντες γὰρ ἐδιδάξαμεν, ὅπερ καὶ αὐτὸς ἐπάγει, ὅτι καὶ ἐξ ἑνὸς ἵστα‐
20ται κρίσις ἐλλελειμμένου τοῦ ἑτέρου· παράδειγμα τούτου τὸ φόνος ἐγένετο ἐν πόλει καὶ κρίνεταί τις· τὸ γὰρ τὶς ἀόριστόν ἐστι καὶ κρίσιν οὐκ ἐπιδέχεται καὶ μηδὲν ἐπὶ τῷ χρόνῳ τυγχάνον ὁμοίως οὐδεμίαν ἐπιδέχεται κρίσιν· καὶ τὸ ἀποκηρύττει τὶς τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ· εἰ γὰρ
25καὶ τὸ τοῦ υἱοῦ πρόσωπον δοκεῖ εἶναι, ἀλλ’ ὕλην οὐ παρ‐ έχει, ἐπ’ αἰτίας γὰρ υἱὸς ἀποκηρύττεται· εἰ δὲ προσθείης, ὅτι φόνος ἐγένετο ἐν πόλει καὶ εὕρηταί τις ᾑμαγμένος, καὶ κρίνεται, περίστασίς ἐστι τὸ ᾑμαγμένος· κἂν εἴπῃς, ὅτι συνεχῶς τις κρινόμενος φόνου ἀπέφυγεν, ἐγένετο φό‐
30νος καὶ ὑπάγεται τῇ αἰτίᾳ, ἡ ποιότης πάλιν τοῦ προσώ‐
που, καίπερ μὴ ὄντος ἐκ τοῦ πράγματος σημείου δύναται58

5

.

59

κρίσιν δοῦναι· ὅταν δὲ μήτε ἡ ποιότης τοῦ προσώπου ὑποψίαν ἔχῃ, ὥσπερ ἐπὶ τοῦ ἀσώτου, μήτε τὸ πρᾶγμα, ὡς ἐπὶ τοῦ παρίστατό τις, ἀπερίστατον ἂν εἴη παντελῶς. Ἢ τὸ ἕτερόν γε πάντως· ἐνταῦθα ἔλαθεν ἑαυ‐
5τὸν ἐξελέγξας κακῶς πρὸς τὸν Μινουκιανὸν φιλονεικῶν· εἰπὼν γὰρ ἢ τὸ ἕτερόν γε πάντως δείκνυσιν, ὅτι καὶ εἰ προσώπου μόνου μόνον ἐστὶν ὑποψία· εἰ μὲν γὰρ ἔλεγεν „ἢ τὸ πρᾶγμα πάντωσ“, ἐνέμενεν ἐπὶ τῷ αὐτῷ σκοπῷ· νῦν δὲ εἰπὼν, ὅτι ἕτερον, ἓν τῶν δύο σημαίνει, ὅπερ ἐστὶν
10ἢ πρόσωπον ἢ πρᾶγμα, καὶ κατὰ τὴν αὐτοῦ τοίνυν φω‐ νὴν ἔσται ἀτελὴς ἀπὸ πράγματος στοχασμὸς ἐκ τῆς ποιό‐ τητος τοῦ προσώπου τὴν κρίσιν ἔχων, καὶ τοὺς ἐξ ἑκατέ‐ ρου μέρους λόγους· τοῦτο διὰ τὸ μονομερὲς ἐξ ἑκατέρου μέρους οὐκ ἔχει τοὺς λόγους, ἀλλ’ ἢ κατηγορίαν ἰσχυρὰν
15ἀπολογίας ἀπούσης, ἢ ἀπολογίαν μὲν ἰσχυρὰν, κατηγορίαν δὲ οὐδὲ ὅλως, κἂν οὐκ ἀγνοῶμεν, ὡς ᾠήθησάν τινες τὰ μο‐ νομερῆ μόνον γίγνεσθαι, ὅταν ἐκλελοιπυῖαν ἔχῃ τὴν ἀπολο‐ γίαν· δείκνυται δὲ καὶ ἐξ ὧν αὐτός φησιν, „ἐξ ἑκατέρου δέ“· οὐκ εἶπεν, „ἐκ τοῦ ἑνὸς μέρους,“ ἢ „ἐκ τοῦ φεύγοντος μέ‐
20ρουσ“, ἀλλ’ „ἐξ ἑκατέρου“, ὃ σημαίνει καὶ τὸν κατήγορον καὶ τὸν ἀπολογούμενον· δῆλον οὖν, ὅτι ἐστὶ καὶ τὸ κατὰ τὴν κατηγορίαν ἐλλειπὲς εἶναι μονομερὲς, ἐφ’ ᾧ καὶ παράδει‐ γμα τοιοῦτον· μειρακίου ὡραίου σωφρονοῦντος ἤρων πολ‐ λοὶ, καὶ ἀποτυγχάνοντες ἀνῄρουν ἑαυτοὺς· μαθὼν τὸ μει‐
25ράκιον ὑπεξῆλθεν καὶ ἀνδρωθεὶς πάλιν κατῆλθεν ἐν τῇ πόλει, καὶ κρίνεται φόνου· ἐνταῦθα ἔῤῥωται μὲν ἡ ἀπο‐ λογία τοῦ μειρακίου, τό τε τὴν σωφροσύνην περὶ πολλοῦ ποιεῖσθαι καὶ τὸ ὑποχωρεῖν τῇ τύχῃ καὶ ὑπεξελθεῖν καὶ μὴ διδόναι πρόφασιν μηδεμίαν καθ’ ἑαυτοῦ, καὶ τὸ μη‐
30δένα εἶναι εἰς τοσοῦτον ἀναισχυντίας ἥκοντα κατήγορον, ὡς αἰτιᾶσθαι τὸ μὴ πεπορνευκέναι· ἡ δὲ κατηγορία ἐλ‐
λέλειπται, οὐδὲ γὰρ ἂν εἴη δίκη καὶ εὐθῦναι σωφροσύνης.59

5

.

60

Δῆλον οὖν ὡς ἐπὶ τῷ πορνοβοσκῷ τῷ τοὺς δέκα νέους ἀποκτείναντι πάντα πρὸς κατηγορίαν ἐπινενόηται, ἵνα πᾶσα ἐκλείπει ἀπολογία· τὸ ἄδοξον τοῦ προσώπου, τὸ πλῆθος τῶν νέων, τὸ πρᾶγμα, ὅτι οὐδὲν ἀπεχθὲς ἦν τὸ
5κωμάζειν· οὐδὲ γὰρ ἐπεβούλευον ἢ ἔκλεπτον, ἢ ἄλλο τι τῶν τοιούτων ἐποίουν, ἐὰν ἔχῃ ἐκ τούτων ἀπολογίαν, καὶ τῷ δόλῳ ἀνῃρῆσθαι αὐτούς. οὕτως κἀνταῦθα ἐκ τοῦ ἐναντίου τὸ σωφρονεῖν τὸ μειράκιον ἐπὶ πάντων, καὶ μὴ τοῖς μὲν πείθεσθαι, τοῖς δὲ οὒ, τό τε ἀγνοεῖν ἐξ ἀρχῆς
10τὸ γινόμενον καὶ μετὰ τὸ γνῶναι ὑπεξελθεῖν καὶ ὑποχω‐ ρῆσαι, καὶ τὸ ἀναμεῖναι τὸν καιρὸν τὸν ἔχοντα τὴν τοι‐ αύτην ἀφορμὴν καὶ αὖθις κατελθεῖν καὶ τὸ τοῦ πράγμα‐ τος ἀνεύθυνον ἀπολογίαν μὲν ἰσχυρὰν δίδωσι, κατηγορίαν δὲ οὔ. Σὺν τῷ πιθαν· διὰ τὸ ἀπίθανον, ἀπίθανον
15δέ ἐστι τὸ τὴν κατηγορίαν παντελῶς ἐναντίαν τῆς τοῦ προσώπου ποιότητος γίνεσθαι, εἰ Σωκράτης ἐγκαλεῖται πορνείας, ἢ Ἀριστείδης κλοπῆς· ταῦτα γὰρ τὰ πρόσωπα σαφῆ τὸν ἔλεγχον ἔχει, ὁ μὲν εἰς τὸ σῶφρον, ὁ δὲ εἰς τὸ καθαρόν. Διαφόρους τε· διὰ τὸ ἰσάζον, τοῦτο γὰρ
20ἔχει μὲν λόγους, τοὺς αὐτοὺς δὲ, δύο νέοι ὡραίας ἔχον‐ τες γυναῖκας καὶ ἐκ τοῦ αὐτοῦ φωράσαντες ἀλλήλους ἐκ τῶν ἀλλήλων ἐξιόντας οἰκιῶν καὶ κατηγοροῦντες ἀλλήλοις. Καὶ ταῖς πίστεσιν ἰσχυρούς· διὰ τὸ ἀντιστρέφον. ἔστι δὲ ἀντιστρέφον, ὅταν ὧν τις λέγῃ πρότερον τἀναντία
25λέγῃ ὕστερον, καὶ τὰ μὲν ἑαυτοῦ φεύγῃ, τοῖς δὲ τοῦ ἐναν‐ τίου πρὸς ἀπόδειξιν χρήσηται· ὡς ὁ τὸ δάνειον ἀπαιτῶν πρότερον καὶ ἐπειδὴ ἐγένοντο χρεῶν ἀποκοπαὶ παρακα‐ ταθήκην εἶναι λέγων, ὅπερ ὁ ἀπαιτούμενος πρότερον ἔλε‐ γεν· ἐνταῦθα γὰρ οὐκέτι πίστις τοῖς δικασταῖς, ὅταν τὰ
30μὲν ἑαυτοῦ φεύγῃ, τὰ δὲ τοῦ ἐναντίου πρὸς ἀπόδειξιν
φέρῃ.60

5

.

61

Ἔτι τε ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς, τὸ τῆς κρίσεως ἀφανὲς, ἀλλὰ μὴ προειλημμέ‐ νον, δυνάμενόν τε πέρας λαβεῖν· διὰ τὸ ἀδύνα‐ τον καὶ ἄπορον· ἐν ἀμφοτέροις γὰρ τούτοις τὸ πέρας
5καὶ ἡ τῶν δικαστῶν κρίσις ἐκλέλοιπεν· τό τε γὰρ ἄπο‐ ρον αὐτὸ ἑαυτῷ ἐναντιοῦται περὶ τὴν κατασκευὴν καὶ τὸ ἀδύνατον τὸ μάχεσθαι τῇ φύσει. Τὰ δὲ οὕτινος οὖν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατα. Φθάσαντες εἰρήκαμεν ὡς τοῖς μὲν συν‐
10εστηκόσι πάντων τούτων δεῖ πρὸς τὸ συνεστηκέναι· ἐν γὰρ τῷ εἰρημένῳ ἐλλελειπὸς ἀσύστατον ποιεῖ τὸ πρόβλη‐ μα· τοῖς δὲ ἀσυστάτοις ἑνὸς μόνου. εἰρήσεται δὲ καὶ κατ’ εἶδος. Ἐζήτηται, τί δήποτε πρῶτον μὲν περὶ ἀσυ‐ στάτων διέλαβε καὶ ταῦτα τῶν μὲν ἀσυστάτων καὶ χρη‐
15στῶν ὄντων προσεξέτασεν· τῶν δὲ συνεστηκότων εἰς χρῆσιν φερομένων καὶ αὐτὸς περὶ τῆς διαιρέσεως τῶν ζητημάτων ἐπαγγειλάμενος ποιεῖσθαι τὸν λόγον· ὅτι δὲ τὰ ἀσύστα‐ τα· οὐ διαιρεῖται καὶ αὐτὸς μαρτυρεῖ λέγων· ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα, μήτε διαιρούμενα μήτε πρὸς χρῆ‐
20σιν φερόμενα προκέκριται τῶν διαιρουμένων καὶ ζητου‐ μένων καὶ ὠφελίμων τυγχανόντων· ἐροῦμεν, ὅτι πᾶν τὸ μὴ ὂν φύσει πρῶτόν ἐστι τοῦ πραττομένου, ἐκ γὰρ τοῦ μὴ εἶναι τὸ πραττόμενον ἵσταται, καὶ ἐκ τῶν οὖν ἀσυ‐ στάτων ἐπὶ τὰ συνεστηκότα φερόμεθα, ὡς ἐφεξῆς ἐροῦ‐
25μεν καθ’ ἕκαστον ἀσυστάτων πῶς συνιστάναι δύναται. Καὶ ἄλλως ἡ τῶν συνεστηκότων ζήτησις πολυειδὴς τίς ἐστι καὶ διάφορος, ἡ δὲ τῶν ἀσυστάτων μία· ἑνὶ γὰρ κανόνι, ὅπερ ἔφαμεν, ἓν τῶν τριῶν ἐλλελειμένον αἴ‐ τιον ἢ συνέχον ἢ κρινόμενον, ἀσύστατον ποιεῖ· τὰ δὲ
30συνεστηκότα πλείονος δεῖται καὶ λόγου καὶ ἐξετάσεως τῇ
τῶν πραγμάτων διαφορᾷ· ἀκολούθως οὖν τὰ μονοειδῆ61

5

.

62

ὡς ἀτελειότερα ληφθῆναι καὶ σαφῆ πρὸς ἐξέτασιν προ‐ τέτακται τῶν πολυτελεστέρων, καὶ ἄλλως τε σαφηνείας πανταχῇ δεόμενος ἐπὶ τῷ διακρῖναι τὰ πράγματα οὕτως ἠναγκάσθη τὸν λόγον ποιήσασθαι· ὥσπερ γὰρ ἐπὶ τῶν
5προσώπων εἶπεν ὅτι τὰ μέν ἐστιν οἷα ἐξετάζεσθαι, τὰ δὲ οὒ, καὶ διὰ τί τὰ ἐξεταζόμενα προέταξεν πάλιν εἰ‐ ρήκαμεν, οὕτως καὶ ἐνταῦθα ὥσπερ κανόνα τινὰ προ‐ τεθείκαμεν, ὅτι τῶν προβλημάτων τὰ μὲν ἀσύστατά ἐστιν, τὰ δὲ συνεστῶτα· καὶ τὰ μὲν ἀσύστατα τῶν ἐλ‐
10λελειμένων γίνεται, τὰ δὲ συνεστῶτα τῶν ὑγιέων· τοῦ‐ το γὰρ ὁ ὅρος βούλεται λέγειν· ἐν οἷς γὰρ τῶν συνε‐ στηκότων ὅρον λέγει, τῶν ἀσυστάτων σημαίνει τὴν φύ‐ σιν. Τῶν δὲ συνεστηκότων διαιρέσεις πλείονες, ἃς καὶ ἐφεξῆς ἐπάγει ἐν τῇ μεθόδῳ· διὰ ταῦτα τοίνυν ἀναγ‐
15καίως προτέτακται. Καὶ πρῶτόν γε ἀσυστάτων εἶδος τὸ μονο‐ μερὲς, ᾧ μὴ τὰ τῶν λόγων ἑκατέρωθέν ἐστιν ἰσχυρ· ὥσπερ ἐν τῇ τῶν προσώπων ἐξετάσει καὶ ἐν τῇ τῶν πραγμάτων ἀπὸ τῶν ἰσχυροτέρων ἤρξατο· ἔν τε
20γὰρ τοῖς προσώποις ἰσχυρά εἰσι τὰ ὡρισμένα καὶ κύρια πρὸς τὸ παρέχειν ὕλην, καὶ ἐν τοῖς πράγμασιν τὸ ἀφ’ ὧν τις αὐτὸς ὡς ποιήσας κρίνεται, οὕτως καὶ ἐνταῦ‐ θα ἐν τῷ περὶ τῶν ἀσυστάτων λόγῳ ἀπὸ τοῦ πάντη μηδεμίαν ὕλην παρέχοντος, ἀλλ’ ἀκριβῶς ἀσυστάτου
25ἤρξατο· εἰδέναι δὲ χρὴ, ὡς τὸ μονομερὲς, ἢν μὲν ἐκ τοῦ τὸ συνέχον ἐκλελοιπέναι τυγχάνῃ γενόμενον, ἐνδόξου προσώπου ἐπιλαμβανόμενον συνέστηκε, ἢν δὲ ἐκ τοῦ τὸ αἴτιον, ἀδόξου. Τί δέ ἐστιν ὃ λέγω, ἐπὶ παραδείγματος ἔσται σαφέστερον· ὁ πορνοβοσκὸς πανταχόθεν ἄδοξον
30πρόσωπον, διὰ τοῦτο οὖν αὐτῷ ἡ ἀπολογία ἐκλέλοιπε
καὶ τὸ μονομερὲς ἔχει τὴν κατασκευήν· εἰ οὖν ἀμείψαν‐62

5

.

63

τες τὸ τοῦ πορνοβοσκοῦ ὄνομα θείημεν στρατηγὸν ἢ φιλόσοφον ἤ τι τοιοῦτον ἐπαινούμενον πρόσωπον ὡς ὑπ‐ εδέξατο τοὺς δέκα νέους, συνέστηκεν· ἡ γὰρ τοῦ προσ‐ ώπου ποιότης χώραν δίδωσι τῷ ἀντεγκλήματι· ἐνταῦθα
5δὲ τὸ τοῦ προσώπου ἄδοξον τοῦ πορνοβοσκοῦ παντελῶς ταύτην οὐκ ἔχει τὴν ὥραν· καὶ πάλιν, ὅταν ἐκλελοιπό‐ τος αἰτίου, ὡς ἐπὶ τοῦ μειρακίου τοῦ σωφρονοῦντος καὶ ὡραίου, ἐὰν ἀμείψωμεν καὶ εἴπωμεν, ὅτι μειράκιον ὡραῖον εἶχε πλείονας ἐραστὰς καὶ ἐνίοις ἑαυτὸν προσνέ‐
10μων ἑτέρων ἠμέλει, καὶ οἱ ἀποτυγχάνοντες ἀνήρτων ἑαυ‐ τοὺς, πάλιν τὸ πρόβλημα δέχεται σύστασιν· ἔχει γὰρ κατηγορίαν, τῷ προδιαβεβλῆσθαι τὸ πρόσωπον ἐν τῷ πρὸς ἀσέλγειαν ἐνίοις ἑαυτὸν ἐκδεδωκέναι. Δεύτερον δὲ τὰ ἰσάζοντα διόλου· καλῶς
15προσέθηκε τὸ διόλου, ὅτι ὀλίγη τις ἐμπεσοῦσα δια‐ φορὰ ἢ τοῖς προσώποις ἢ τοῖς πράγμασι συνεστάναι ποι‐ εῖ· εἰ γὰρ ὁ μὲν εἴη πρεσβύτης, ὁ δὲ νέος, ἢ ὁ μὲν πέ‐ νης, ὁ δὲ πλούσιος, εἴτε ἐν τοῖς πράγμασιν ὁ μὲν φω‐ ραθείη διαλεγόμενος, ὁ δὲ ἐξιὼν, ἢ ὁ μὲν ἀγγελίαν εἰσ‐
20πέμπων, ὁ δὲ ἄλλο τι πράττων, ἡ τῶν πραγμάτων δια‐ φορὰ παρέχει τὴν σύστασιν τῷ προβλήματι· εἰκότως δὲ ταῦτα δευτέραν ἔχει τὴν τάξιν· κοινωνεῖ γὰρ τῷ μονο‐ μερεῖ κατὰ τοῦτο, καὶ ὅτι λόγους οὐκ ἔχει, καὶ ὥσπερ διπλοῦν μονομερὲς ἂν εἴη· παρ’ οὐδετέρου γὰρ μέρους
25λόγοι εὑρίσκονται· τούτῳ δὲ διαφέρει τῷ ἐν μὲν τῷ μονομερεῖ ἐκ τοῦ ἑνὸς μέρους πάντη μὴ εἶναι λόγον, ἐνταῦθα δὲ εἶναι μὲν ἐξ ἑκατέρων, ἀχρήστους δὲ τοὺς αὐτοὺς εἶναι. Τρίτον τὸ ἀντιστρέφον· ἀπῄτει τις δά‐
30νειον καὶ τόκους· ἀκολούθως τὸ ἀντιστρέφον τρίτην
τάξιν εἴληφεν, ἐπειδὴ γὰρ δοκεῖ πως ἔχειν λόγους καὶ63

5

.

64

ταύτῃ τοῦ ἰσάζοντος διενήνοχεν, κοινωνεῖ γὰρ καὶ αὐτὸ τῷ μονομερεῖ καὶ ἰσάζοντι· τῷ μὲν μονομερεῖ κατὰ τὸ μὴ ἐξεταζομένους ἔχειν τοὺς λόγους, καὶ τῷ ἰσάζοντι ὁμοίως· διαφέρει δὲ ἀμφοτέρων, ὅτι οὐ τοὺς αὐτοὺς δια‐
5φόρους ἔχει καὶ ἀχρήστους, καθάπερ τὸ ἰσάζον, ἀλλ’ ἐν τῷ μὴ πάντα τὰ αὐτὰ παρ’ ἑκατέρου μέρους λέγεσθαι τὴν διαφορὰν εἴληφεν· ἐνταῦθα γὰρ οὔτε διάφορα οὔτε ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς. Ἐζήτηται, πῶς οὐ διά‐ φορα, καίτοι διάφορα τὰ τῶν λόγων εἰσὶν αὐτοῖς· ἕτε‐
10ρον γάρ τί ἐστι τὸ λέγειν δάνειον εἶναι καὶ ἕτερον πα‐ ρακαταθήκην ἀπαιτεῖν· τί οὖν ἐστι τὸ οὐδὲ ἔχοντα διά‐ φορον τὴν ἀπόδειξιν τῶν λεγομένων, ἀλλὰ μίαν; πρὸς τὸ παρὰ τοῦ ἀντιδίκου ταῦτα εἰρῆσθαι καταφεύγουσιν, διὰ τοῦτο, φησὶν, οὐκ ἰσχυρὰ λέγει, οὐ πίστιν ἔχοντα,
15οὐ δυνάμενα προσαγαγέσθαι τὸν ἀκροατήν· οἳ τὰ οἰ‐ κεῖα ἀρνούμενοι ἐπὶ τὰ τοῦ ἀντιδίκου καταφεύγουσιν· εἰδέναι δὲ χρὴ, ὅτι καὶ τοῦτο σύστασιν δέχεται ἐναλλα‐ γῇ πράγματος· ἐὰν γὰρ ὁρίσω, ἀπῄτει τις παρακατα‐ θήκην, ὁ δὲ ἠρνεῖτο μὴ ἔχειν· ὁ δῆμος πεποίηται χρεῶν
20ἀποκοπὰς, καὶ ὡς χρέος οὐκέτι ἀποδέδοται, σύστασιν δέχεται, διάφορα γὰρ τὰ τῶν πίστεων γίνεται, καὶ οὐκ‐ έτι εἰς ἀλλήλους καταφεύγουσιν. Τέταρτον τὸ ἄπορον· ἄπορον ἐναντίαν τῷ κα‐ τασκευαζομένῳ τὴν κατασκευὴν δέχεται· ὅταν γὰρ συμ‐
25βουλεύσῃς, δεῖν πείθεσθαι τοῖς ὀνείροις, αὐτῷ τῷ νῦν γεγενημένῳ ἠπίστησας· ὅταν δὲ μὴ πείθεσθαι, αὐτῷ ἐπίστευσας τῷ συμβουλεύοντι μὴ πείθεσθαι· κοινωνεῖ δὲ καὶ τοῦτο τοῖς προλαβοῦσι τῷ ἀχρήστους ἔχειν τοὺς λόγους· διαφέρει δὲ τοῦ τε ἰσάζοντος καὶ τοῦ ἀντιστρέ‐
30φοντος, ὅτι τῷ μὲν ἰσάζοντι οὐ τοὺς αὐτοὺς οὐδὲ τοὺς
ἴσους λόγους ἔχει, τῷ δὲ ἀντιστρέφοντι, ὅτι οὐ τὰ προ‐64

5

.

65

ειρημένα ἀρνούμενος ἐπὶ τὰ τοῖς ἐναντίοις λεχθέντα καταφεύγει· ἀλλὰ διάφορόν τι ἔχει τὴν ἐξέτασιν καὶ ἐκ διαφόρων δυναμένην ἀποδείξεων κατασκευάζεσθαι, ὅπερ ἐν τῷ ἀντιστρέφοντι οὐκ ἔστιν· καὶ γὰρ ὁ συμβουλεύων
5ὀνείροις πείθεσθαι πολλὰ καὶ ἱκανὰ πρὸς ἀπόδειξιν ἔχει τοῦ πεῖσαι, καὶ ὁ μὴ συμβουλεύων ὁμοίως· τὸ δὲ πέρας τῆς συμβουλῆς αὐτὸ ἑαυτῷ ἐναντιούμενον οὐκ ἔχει τὴν κατασκευήν· οὐ γὰρ οἱ λόγοι πίστιν οὐκ ἔχουσιν ἐνταῦθα, ἀλλὰ τὸ κατασκευαζόμενον, ἐναντίον ὂν τοῖς
10κατασκευάζουσι τὴν ἀπορίαν, δίδωσι τῷ ἀκροατῇ· ἔστι δὲ καὶ τοῦτο σαφῶς ἐπὶ τοῦ μάντεως τὸ παράδειγμα· μάντεως θυγατέρα ἥρπασαν οἱ πολέμιοι· ὤμοσαν αὐτῷ πρεσβευομένῳ ἀποδώσειν αὐτὴν, εἰ τἀληθῆ περὶ αὐτῆς μαντεύσαιτο· ὁ δὲ ἔφη, ὡς οὐκ ἀποδίδοταί μοι, καὶ ὡς
15τἀληθῆ μαντευσάμενος ἀπαιτεῖ· ἐνταῦθα μὴ ἀποδιδόν‐ τες μὲν ἐπιορκοῦσι, τἀληθῆ γὰρ μαντευσαμένῳ οὐκ ἀπο‐ διδόασιν· ἀποδόντες τε ἐπιορκοῦσιν ὁμοίως, ὅτι μὴ τἀλη‐ θῆ μαντευσαμένῳ ἀποδιδόασιν, καὶ οὕτως τὸ μὲν ἑαυτῷ κατασκευάζειν ὀφείλοντι λαβεῖν τὸ μὴ ἀληθῆ μαντεύε‐
20σθαι κατασκευάζει, ἐν οἷς δὲ ἐκεῖνοι τὸ μηδὲν δοῦναι τὰ ἀληθῆ μαντεύσασθαι καὶ μὴ ἀποδοῦναι αὐτῷ· ἔοικε δὲ τούτῳ καὶ τὸ κατὰ Τισίαν καὶ Κόρακα πρόβλημα· σύστασιν δὲ τοῦτο δέχεται προσδιοριζομένου χρόνου· ἐὰν γὰρ προσθῇς, ὅτι Ἀλέξανδρος ὄναρ εἶδε τοῖς περὶ αὑτοῦ
25ἢ τοῖς μεθ’ αὑτὸν ὀνείροις μὴ πιστεύειν, δύναται σύ‐ στασιν λαβεῖν, καὶ ἐπὶ τοῦ Τισίου καὶ Κόρακος, ἐὰν προσδιορισθῇ, ὅτι εἴσω δύο ἐτῶν ἢ εἴσω πλείονος χρό‐ νου νικήσας τὴν πρώτην δίκην δύναται σύστασιν λα‐ βεῖν· ἁπλῶς οὖν εἰπεῖν χρόνος προσδιοριζόμενος σύστα‐
30σιν παρέχει τῷ ἀπόρῳ. Πέμπτον τὸ ἀπίθανον· ἀσθενησάντων
τῶν ἀσυστάτων ἐπὶ τὸ μᾶλλον ἔχον λόγον κατ’ ὀλίγον65

5

.

66

πρόεισι· σκόπει γὰρ, ὡς τὸ μὲν μονομερὲς ἐκ τοῦ ἑνὸς λελειμμένους πάντη ἔχει, τὸ δὲ ἰσάζον ἔχει μὲν, τοὺς αὐτοὺς δέ· τὸ δὲ ἀντιστρέφον ἔχει λόγους καὶ οὐ τοὺς αὐτοὺς, πίστιν δὲ οὐκ ἔχοντας· τὸ δὲ ἄπορον καὶ λό‐
5γους ἔχει καὶ οὐ τοὺς αὐτοὺς καὶ πίστιν δεχομένους· ἐκ δὲ τοῦ κατασκευαζομένου τὸ ἀσύστατον· τὸ δὲ ἀπίθανον ὕλην ἔχει πάντων πλείονα, καὶ σχεδὸν συνέστηκε, καὶ ζητήσειεν ἄν τις, πῶς ὅλως ἀσύστατόν ἐστιν, ὅτε καὶ Σωκράτης καὶ Ἀριστείδης ἀμφότεροι γραφὰς ὑπέμειναν,
10καὶ ὁ μὲν ἐξωστρακίσθη, ὁ δὲ θανάτῳ ἐζημιώθη· εἰ δὲ μὴ ἦν κατὰ τούτων κατηγορία, πῶς ἔργῳ ἐκβᾶσα φαί‐ νεται; Λύσις οὖν αὕτη, καὶ διδάσκει, πῶς συστῆναι δύ‐ ναται, καὶ τὴν διαφορὰν φθάσαντες εἰρήκαμεν· ὅτι ἐν‐ ταῦθα καὶ λόγοι εἰσὶν καὶ πέρας δυνάμενοι δέξασθαι.
15Πῶς οὖν καὶ συστῆναι δύναται καὶ λύσις τοῦ εἶναι ἀπί‐ θανον; ἐροῦμεν, ὅταν καὶ αὐτὸ τὸ τοῦ προσώπου ἔν‐ δοξον ἡ κατηγορία γίνηται, τότε ἀσύστατόν ἐστι πάντη· ὅταν δὲ καθ’ ἕτερόν τι σύστασιν δέχηται, πρόσωπον μὲν γὰρ οὐδὲν ἀναμάρτητον πάντη· ἔστιν δὲ ὅπου καθ’
20ὑπερβολὴν διαπρέπει, ὡς ὁ Σωκράτης ἐν τῷ σωφρονεῖν· ὁ δὲ Ἀριστείδης ἐν τῷ μὴ χρημάτων ἐφίεσθαι· εἰ οὖν τὸν μὲν Ἀριστείδην γράψεταί τις λειποταξίου ἢ ὑπερηφανίας, ὅπερ αὐτῷ καὶ τὸ ἐξωστρακισμένον ἐποίει, συνεστηκὸς εἴη τὸ πρόβλημα· εἰ δὲ καὶ τὸν Σωκράτην ἑτέρου τι‐
25νὸς ἀσεβείας, ἧς καὶ γραφὴν ὑπέμεινεν, ἢ ἑτέρου τοιού‐ του, πλὴν πορνείας, ἐν ᾧ πάλιν σαφῆ ἔχει τὸν ἔλεγχον τοῦ σωφρονεῖν, κἀκεῖνο δέχεται σύστασιν· τούτων δὲ ἔστω καθολικὸν ἐπὶ πάντων παράδειγμα· οἷον Ἀχιλλέα μὲν οὐδὲν ἀπεικὸς εἶναι προδότην καὶ χρημάτων ἥττονα·
30δειλὸν δὲ ἢ λειποτάκτην οὐκ ἂν ἔχοις γράφεσθαι· καὶ τὸν Αἴαντα ἐπίβουλον μὲν τῶν Ἀχαιῶν ἢ θρασὺν ἢ βου‐
λόμενον διαφθεῖραι τὸ στρατόπεδον, δειλὸν δὲ ἢ ἐκλε‐66

5

.

67

λοιπότα τὴν τάξιν οὐκ ἂν ἔχοις εἰπεῖν· δῆλον οὖν ὅτι τὸ ἀπίθανον γίνεται, ὅταν αὐτῇ τῇ ἀκριβεῖ ἀρετῇ τῆς ποιότητος τοῦ προσώπου ἐναντίαν ἔχῃ τὴν κατηγορίαν. Ἕκτον δὲ τὸ ἀδύνατον, εἰ Σιφνίοις ἢ Μα‐
5ρωνείταις. Τὸ ἀδύνατόν τινες βούλονται πρὸ τοῦ ἀπιθάνου τάττεσθαι, καὶ δοκοῦσι καλῶς ἐρεῖν· εἰ γὰρ ἑνὶ κανόνι βούλεται ὁ τεχνικὸς ἐκ τῶν σφόδρα ἀσυστά‐ των ἀκολούθως ἐπὶ τὰ ἥττω καταβαίνειν, ὥσπερ ἐπὶ τῶν προσώπων ἐκ τῶν σφόδρα παρεχόντων ἐπὶ τὰ ἐλάττω
10παρέχοντα, οὕτως καὶ ἐνταῦθα ἐχρῆν τὸ ἀδύνατον προ‐ τάττεσθαι τοῦ ἀπιθάνου. Τὸ γὰρ ὅλως μὴ δύνασθαι πῶς οὐκ ἂν εἴη μᾶλλον ἀσύστατον τοῦ παρὰ τὴν ποιό‐ τητα τοῦ προσώπου ἐναντιουμένου· ἀλλ’ ἡ ἀπολογία αὕ‐ τη, ὅτι πανταχοῦ βούλεται ὁ τεχνικὸς τὰ πρόσωπα τῶν
15πραγμάτων προτάξαι καὶ ταῦτα καλῶς καὶ κατὰ τέχνην, ἐπειδὴ τοίνυν τὸ μὲν ἀπίθανον παρὰ τὴν τοῦ προσώ‐ που ποιότητα γίνεται, τὸ δὲ ἀδύνατον παρὰ τὴν τοῦ πράγματος, εἰκότως τὸ ἀπίθανον προέταξε, τὸ ἐκ τοῦ προσώπου ἔχον τὸ ἀσύστατον· καὶ γὰρ προτείνας ἐξ ἀρ‐
20χῆς ὕλην τοῦ πολιτικοῦ ζητήματος καὶ φήσας ταύτην ἐκ προσώπων καὶ πραγμάτων γίνεσθαι, πρῶτον τὴν τῶν προσώπων ἐξέτασιν ἔταξεν· ἄλλως τε καὶ τὸ ἀπίθανον ἀδυ‐ νάτου τάξιν ἔχει· εἰ γὰρ ἀπίθανόν ἐστιν, οὐκ ἂν ἐγένε‐ το, οὐδὲ δυνατὴν ἔχει τὴν κατηγορίαν, ὡς ἐπαναβεβη‐
25κός· τὸ δὲ ἀδύνατον δύναται μὲν ἔχειν πιθανοὺς λόγους, τὸ δὲ πέρας ἀδύνατον, ὅπερ, ὡς ἔφαμεν, οἰκεῖόν ἐστι τοῦ πράγματος. Κοινωνεῖ δὲ σφόδρα τοῦτο τῷ ἀπόρῳ· ὥσπερ τοῦ ἀπόρου τὸ πέρας ἀδύνατον, οὕτως καὶ τού‐ του· διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν κατὰ τὴν φύσιν τὴν
30κοινὴν τῶν πραγμάτων ἁπάντων ἐστὶν ἀδύνατον, ἐκεῖ δὲ67

5

.

68

μόνῃ τῇ αὐτοῦ τοῦ κατασκευαζομένου, οἷόν τι λέγω τῷ ὀνείρῳ τοῦ Ἀλεξάνδρου μὲν ἐναντίον ἐστὶν ἡ κατα‐ σκευὴ καὶ τῇ προτάσει τοῦ μάντεως, οὐ τῇ κοινῇ φύσει τῶν πραγμάτων· ἐνταῦθα δὲ ἐὰν εἴπω τὸν Πύθιον ψεύ‐
5δεσθαι, καὶ τῇ κοινῇ φύσει τῶν πραγμάτων ἐναντίον ἐστὶν, οὐδέποτε γὰρ ψευσάμενος φαίνεται· κἂν εἴπω, ὅτι Θεσσαλοὶ βούλονται τὴν Ὄσσαν ἐπὶ τῷ Ὀλύμπῳ θέντες βατὸν ποιῆσαι τὸν οὐρανὸν, τῇ φύσει τῶν πραγμάτων ἐναντίον ἐστὶ, κατ’ οὐδὲν γάρ ἐστι βατὸν ποιῆσαι τὸν
10οὐρανόν· τὸ δὲ παράδειγμα τοῦτο τῶν Σιφνίων ἢ τῶν Μαρωνειτῶν τινες ᾐτιάσαντο λέγοντες, εἰ καὶ σμι‐ κραὶ σφόδρα αἱ πόλεις αὗται καὶ ἀσθενεῖς πρὸς τὴν τοι‐ αύτην ἐπιχείρησιν· ἀλλ’ οὖν κατὰ Ἡρόδοτον πολλὰ πο‐ λίσματα γέγονε καὶ μικρὰ καὶ μεγάλα, καὶ κατὰ Θουκυ‐
15δίδην, ἐν οἷς περὶ τῶν Λακεδαιμονίων διαλαμβάνει· τί οὖν ἀπεικὸς, φασὶ, καὶ τοὺς Σιφνίους ἢ Μαρωνεί‐ τας ἔν τισι χρόνοις δύνασθαι ἐπιλαμβανομένους καιροῦ καὶ διὰ τὴν τύχην καὶ πρὸς τοῦτο ἰδεῖν; ἐροῦμεν οὖν, ὅτι ἡ τέχνη αὕτη συνέστηκε τῶν Ἑλληνικῶν πραγμάτων
20παντελῶς ἀνῃρημένων, καὶ τῶν Ῥωμαίων ἀρχῆς γενομέ‐ νης, ἐν οἷς διόλου τοὺς Σιφνίους καὶ Μαρωνείτας ἀσθε‐ νεῖς παρειλήφαμεν· διὸ ὥσπερ πίστιν ἐχόντων προσώπων πρὸς ἀσθένειαν τὸ ζήτημα πέπλασται· τοῦτο δὲ σύστα‐ σιν δέχεται, εἰ προςτεθείη προσώπου ἐναλλαγή· εἰ γὰρ
25εἴπω, ὅτι βουλεύονται ἀμβατὸν ποιῆσαι τὸν οὐρανὸν, ἐκ τῆς τοῦ προσώπου ἐναλλαγῆς καὶ ἱστορίας δύναται συν‐ εστάναι καὶ λόγον ἔχειν· καὶ εἰ εἴπω ἀντὶ Μαρωνειτῶν Λακεδαιμονίους ἢ Ἀθηναίους, συνέστηκε, καὶ εἰ ἐπὶ τοῦ
Πυθίου εἴπω τὴν πρόμαντιν, δύναται συστῆναι· καὶ γὰρ68

5

.

69

ὁ Δημοσθένης πολλάκις τὴν Πυθίαν φιλιππίζειν ἔλεγε, καὶ ἀπὸ ἱστοριῶν φαίνεται πολλὰ οὐ κατὰ τὴν τοῦ θεοῦ ἐπίπνοιαν, ἀλλὰ κατὰ τὴν αὐτῆς γνώμην λέγουσα. Ἕβδομον τὸ ἄδοξον· ἐκμισθώσας τις τὴν
5ἑαυτοῦ γυναῖκα· τοῦτο τὸ εἶδος παρὰ Αἰσχίνου ἐπινενόηται, ὃ σαφῶς κατὰ Τιμάρχου δείκνυσιν· ἐν οἷς γὰρ διαλαμβάνει περὶ τοῦ κατὰ γραμματεῖον ἡταιρηκέναι καὶ κατασκευάζει, ὡς ἄχρηστον, τουτέστι δὲ παρὰ τοῦ πεποιηκότος καὶ παρὰ τοῦ πεπονθότος μὴ δυνάμενον ἐμ‐
10φανισθῆναι, ἀλλὰ διὰ τὴν τῶν ἀκροωμένων αἰσχύνην κραυγῆς τε καὶ θορύβου τὸν λέγοντα ἀπολαύειν λέγων ἐδίδαξε τοῦτο, ὅτι συστῆναι οὐ δύναται· ἐν οἷς ὁ ἀκροα‐ τὴς διὰ τὴν ἑαυτοῦ αἰσχύνην, ἵνα μὴ τοιαῦτα ἐπιτηδεύ‐ ματα δοκῇ ἡ πόλις ἔχειν, τὸν λόγον οὐ προςδέχεται·
15εἰ δὲ προςτεθείη νόμος ἢ ἔθος τοῦ δύνασθαι τοῦτο πράττεσθαι, σύστασιν δέχεται. Ὄγδοον τὸ ἀπερίστατον· ἀποκηρύττει τὶς τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτί. Τοῦτο πρὸ πάντων τάξας ἐν τῷ ὅρῳ τῶν συνεστώτων ζητημάτων καὶ καλῶς
20τάξας, ἐνταῦθα οἰκείως τελευταῖον αὐτὸ τάττει· καὶ γὰρ ὅλων πλέον τὸ ἀσύστατον ἔχει· καὶ γὰρ ἕκαστον τῶν προῤῥηθέντων ἔχει μὲν λόγους, κατὰ τὰ προειρημένα δὲ τὸ ἄχρηστον αὐτοῖς γίνεται· τοῦτο δὲ πανταχόθεν λόγους οὐκ ἔχει· προσέθηκε τὸ ἀπερίστατον, ὡς μηνῦ‐
25σαι βουλόμενος, ὅτι τοῦτο μᾶλλον τῶν ἄλλων ἂν εἴη· ἀλλὰ διὰ τὸ σφόδρα σαφῶς αὐτοῦ οὐδὲ ἐδεήθη ἐξετά‐ σαι· ἀλλ’ ὥσπερ ὑπόμνησιν πρὸς εἰδότας ποιούμενος. Τοῦτο δὲ ὡμολόγηται, ὡς περιστάσεως λαμβανόμενον συνέστηκε, διὸ οὐδέτερον ἔταξε πρὸς παράδειγμα, ὅπερ ἐφ’
30ἑκάστῳ τῶν ἄλλων ἐποίησεν· ἔφαμεν δὲ, ὅτι ἓν τῶν τριῶν
μὴ προσὸν, αἴτιον, συνέχον, κρινόμενον, ποιεῖ τὰ ἀσύ‐69

5

.

70

στατα· εἴπομεν οὖν ἕκαστον τῶν ἀσυστάτων ἐν κεφα‐ λαίῳ παρὰ τὸ τί γίνεται· ἐροῦμεν οὖν τὸ μὲν μονομερὲς ὡς ἐπὶ τὸ πολὺ παρὰ τὸ συνέχον, ἐνίοτε δὲ καὶ παρὰ τὸ αἴτιον· τὸ ἰσάζον παρὰ τὸ κρινόμενον· τὸ ἀντιστρέφον
5ὁμοίως καὶ τὸ ἄπορον. τὸ ἀπίθανον παρὰ τὸ αἴτιον. Τὸ ἀπερίστατον ὡμολόγηται παρὰ τὰ τρία, ἐπινενοήκασι δὲ καὶ ἄλλοι τινὲς ἀσυστάτους ὅρους, οὓς καὶ ἑτέροις προσαγορεύουσιν ὀνόμασιν· ἕκαστος δὲ τούτων εἰς τού‐ τους συντελεῖ, τό τε κατὰ τὸ ἄχρηστον πέρας, οὗ πα‐
10ράδειγμα τοῦτο· νόμος ἐξ ἀδιαθέτου τοὺς υἱοὺς ἐξ ἴσου κληρονομεῖν· ἔχων τις δύο παῖδας ἀπεκήρυξε τὸν ἕτερον· μετὰ ταῦτα ἐγένετο ὑπὸ λῃσταῖς· ἔγραψε περὶ λύτρων· φθάσας ὁ ἀποκήρυκτος ἐλυτρώσατο τὸν πατέρα· ὁ δὲ ἐπανελθὼν ἔλυσεν αὐτῷ τὴν ἀποκήρυξιν, καὶ διαθήκην
15θέμενος ἐξ ἴσου κληρονόμους ἔταξε τοὺς παῖδας· καὶ γράφεται ὁ ἐπὶ τῆς οἰκίας τὰς διαθήκας παρανοίας. Εἰ τούτοις τὸ τέλος ἄχρηστόν ἐστι, κἂν γὰρ ἀνέλῃ τὰς διαθήκας, κατὰ τὸν νόμον τὸν κελεύοντα τὸν παῖδα ἐξ ἴσου κληρονομεῖν, οὐδὲν πλέον ἕξει· τίς οὖν ἡ δίκη, ἐν
20ᾗ ἐξ ἀμφοτέρων καὶ νικῶν καὶ νικώμενος ταῦτα πείσεται, κατὰ τὴν ἀντίῤῥητον ἀπολογίαν, ὅταν τὸ ἀναντίῤῥητον ἔχῃ ὁ ἀπολογούμενος, ὡς ἐπὶ τοῦ πρεσβεύοντος Δημο‐ σθένους· ἐδολοφονήθη Δημόνικος, καὶ κρίνεται Δημο‐ σθένης· ἐνταῦθα γὰρ ἀναντίῤῥητον τὸ μὴ ἐπιδημεῖν
25αὐτὸν τὸν Δημοσθένην· τοῦτο ἔοικε τῷ μονομερεῖ τῷ κατὰ τὸ ἐλλείπειν τὴν κατηγορίαν γενομένῳ· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν πάντη τῷ κατηγόρῳ λόγοι οὐ τυγχάνουσι, διὸ καὶ μονομερές ἐστιν· ἐνταῦθα δὲ εἰσὶ μὲν λόγοι, καὶ γὰρ ἡ ἔχθρα λειποταξίου, καὶ πάντα ταῦτα συντελεῖ
30πρὸς κατηγορίαν τοῦ Δημοσθένους· ἀναντίῤῥητος δέ ἐστιν ἡ ἀπολογία τὸ μὴ παρεῖναι Δημοσθένην· εἰ μὲν γὰρ ἐκρίνετο αὐτὸς συνειδότος ἢ ἐπιβουλῆς ἤ τινος τῶν τοι‐
ούτων, ὁ δὲ ἀπὼν ἠδύνατο ποιῆσαι, εἶχε χώραν ἡ κατη‐70

5

.

71

γορία· νῦν δὲ φόνου κρίνεται καὶ διὰ τοῦτο ἀσύστατόν ἐστιν· ἔοικε δὲ ἠρέμα πως τῷ ἀπιθάνῳ· καὶ γὰρ ἐκεῖ εἰσὶ μὲν λόγοι, οὐδὲν δὲ συντελοῦντες εἰς ἀπόδειξιν· δια‐ φέρει δὲ, ὅτι ἐκεῖ μὲν παρὰ τὴν ποιότητα τοῦ προσώπου
5οἱ λόγοι ἐναντίαν ἔχουσι τῇ φύσει τοῦ προσώπου τὴν κα‐ τηγορίαν, καὶ ἄχρηστοί εἰσιν· ἐνταῦθα δὲ οἱ μὲν λόγοι ἁρμόζουσι τῇ ποιότητι τοῦ προσώπου καὶ πιθανοί εἰσιν, ὅσον κατὰ τὸ κρινόμενον πρόσωπον· ἐκ περιστάσεως δὲ ἄχρηστοι γίνονται. Ἔστιν ἐν τούτοις καὶ τὸ παράνο‐
10μον τῆς γραφῆς, ὡς εἴ τις φόνον πεποιηκὼς κρίνοιτο προδοσίας, καὶ τοῦτο ἀσύστατόν ἐστιν, ὅταν, ὃ πάντη μὴ πεποίηκεν, ἐγκαλῆται· ἔστι δὲ καὶ ἕτερα εἴδη, ἅπερ ὀνόματι διαφέρει τὰ αὐτὰ ὄντα, ὅ τε πριονίτης, ὃς ὁ αὐτός ἐστι τῷ ἰσάζοντι· κέκληται δὲ παρ’ ἐνίων τεχνικῶν
15πριονίτης διὰ τὸ καθάπερ ἐπὶ πρίονος· ἀμφοτέρους ἐξ ἴσου ἀνέχεσθαι πανταχοῦ· ἔστι δὲ καὶ ἕτερα, ἀλλὰ πε‐ ριττὸν εἰς ἄπειρον μῆκος προάγειν, ἐκ τούτων γὰρ, καὶ εἰ ἄλλα εὑρεθείη, ῥᾴδιον κρῖναι. Παρὰ δὲ ταῦτα εἴδη ἐστὶν ἐγγὺς μὲν ἀσυ‐
20στάτων, μελετώμενα δὲ ὅμως. Καλῶς καὶ προσ‐ ηκόντως τῇ τέχνῃ διαλαβὼν περὶ τῶν πάντη μὴ παρεχόν‐ των λόγους, ἀλλὰ ἀσυστάτων ὄντων, οὐκ εὐθὺς ἐπὶ τὰ συνεστηκότα ἔρχεται, ἀλλὰ πρῶτον τάττει, ἃ ἔχει μέν τι‐ νας ἀφορμὰς λόγων, οὐ συνέστηκε δὲ, ἀλλ’ ὥσπερ μεσό‐
25τητά τινα ἔχει μεταξὺ τοῦ συνεστηκέναι τε καὶ ἀσύστα‐ τα εἶναι, ἵνα οὕτως ἐπὶ τὰ τελείως συνεστηκότα ἔλθῃ. Καὶ πρῶτον μὲν τὸ ἑτεροῤῥεπὲς· ἑτεροῤῥεπὲς δέ ἐστιν, ὃ μήτε τοὺς αὐτοὺς λόγους ἔχει ἑκατέρωθεν ἰσχυροὺς, μήτε πάντη ἐλλελειμμένους, ἀλλ’ ἑνὶ μὲν μέρει
30ἰσχυροὺς καὶ πλείονας· τῷ δὲ ἑτέρῳ εὐτελεστέρους μὲν,71

5

.

72

ἔχοντας δὲ πρὸς τὴν ἀπολογίαν ἰσχὺν, ὡς δὲ βουλευό‐ μενοι τὸν Κριτίαν ἀποσπᾷν ἐκ τῶν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνων· ἐνταῦθα γὰρ ἡ μὲν κατηγο‐ ρία καὶ ἡ ποιότης τοῦ προσώπου τοῦ Κριτίου τὴν με‐
5γίστην ἰσχὺν ἔχει καὶ καταδρομήν· ἡ δὲ ἀπολογία βρα‐ χεῖά τίς ἐστι καὶ γλίσχρα, οὔτε γὰρ ἐπαινέσαι δύνασαι τοῦτον ὑπὲρ οὗ τοὺς λόγους ποιεῖται, ὅπερ ἐστὶν ἀεὶ ἐν ταῖς ἀπολογίαις, οὔτε ἐλλελειμμένης τῆς ποιότητος τοῦ προσώπου ἐπὶ τὰ πράγματα καταφεύξεται· καὶ οὐ
10δεινὰ τὰ πεπραγμένα αὐτῷ, ἀλλ’ ἀμφοτέροις τούτοις ἁλισκόμενος ἐπὶ τὸν τῶν εἰκόνων νόμον, καταφεύξεται, ὡς χρὴ τούτοις τὴν δημοκρατείαν κυρῶσαι, τῷ μὴ τὸν παρ’ αὐτῇ κρατοῦντα νόμον λυθῆναι· καὶ αὐτὸς δέ πως ἀσθενής ἐστι, τύραννον εἰς τυραννοκτόνων εἰκόνα οὐκ
15ἐχρῆν καταφεύγειν, ὁποῖοι εἰ ἔζων αὐτοὶ ἦσαν οἱ πο‐ λεμοῦντες αὐτῷ· εἶτα τὸ κακόπλαστον· κακόπλα‐ στον δέ ἐστι τὸ παρὰ ἱστορίαν, ὅταν μὴ ἀκολούθως ταῖς ἱστορίαις τὴν πλάσιν ἔχῃ· ὅταν συμβουλεύῃ τις Περικλέα στρατηγεῖν ἐν Χαιρωνείᾳ, ἢ Δημοσθένην πρεσβεύειν ἐν
20τοῖς Πελοποννησιακοῖς· οὔπω γὰρ ἦν γενόμενος· τούτοις δὲ ἔοικε τῷ ἀδυνάτῳ· λόγους μὲν γὰρ ἔχει καὶ πιθα‐ νοὺς καὶ ἱκανοὺς, ἀδύνατον δὲ τὴν ἔκβασιν, πῶς δ’ ἂν μελετηθείη προςδιορίσατο ἐν τῷ ὅρῳ, ὅτι καθ’ ὑπόθεσίν ἐστιν ὁ λόγος, ὥσπερ καὶ κατὰ μέρος ἔν τισι λόγοις ὁ
25Δημοσθένης τὸ καθ’ ὑπόθεσιν σχῆμα τίθησιν· εἰ ἐκρι‐ νόμην μὲν ἐγὼ, κατηγόρει δὲ Αἰσχίνης, Φίλιππος ἦν ὁ κρίνων· ταῦτα γὰρ οὔτε ἐγένετο, οὔτε ἐδύνατο· ἀλλὰ τῷ καθ’ ὑπόθεσιν τὴν κατασκευὴν ἔχει, οὐ τῷ καθ’ ὑπό‐
θεσιν, οἷον εἰ ὁρίσαιο ἐνταῦθα, ὅπως ἂν εἰ παριόντος72

5

.

73

Περικλέους οἱ λόγοι γίνονται, ἢ γεγονότος Δημοσθένους, ἄλλως γὰρ ἀδύνατόν τε καὶ εὔηθές ἐστιν. Ἐν τούτοις καὶ τὸ προειλημμένον δὲ, ἔνθα πρόδηλος ἡ τοῦ δικαστοῦ κρί‐ σις διὰ τὴν ποιότητα τοῦ κρινομένου προσώπου, ἢ ἀναν‐
5τίῤῥητον ἔχουσα τὴν ἀρετὴν καὶ διὰ τοῦτο προδήλως σωζομένη, ἢ ἀναντίῤῥητον κακίαν καὶ διὰ τοῦτο προδή‐ λως ἀπολλυμένη· καὶ ὁ μὲν τεχνικὸς δι’ ἀρετὴν μόνον λέγει τὸ προειλημμένον· γίνεται δὲ καὶ διὰ κακίαν, ὡς εἰ Πολυτίων κρίνοιτο προαγωγείας, προείληπται γὰρ
10κρίσις, ὅτι καταψηφιοῦνται αὐτοῦ τὸ εἶναι προαγωγὸν, ἢ ὅταν ὁμολογουμένως ἡταιρηκὼς κρίνηται, ὅπερ Αἰσχί‐ νης κατασκευάζει ἐν τῷ κατὰ Τιμάρχου, λέγων τοὺς Τι‐ μάρχου τοὺς κατηγόρους ἢ ἐκ τῶν ἡταιρηκότων ἢ ἐκ τῶν χρωμένων τοῖς παισὶν, ἢ ἐκ τῶν ἀσώτων εἶναι· τοῦ‐
15το γὰρ οὐχ ἁπλῶς λέγει, ἀλλὰ προκαταλαμβάνων τὸν δικαστὴν εἰς τὸ πάντως καταψηφίσασθαι, δεδιότα μὴ ἐκ τοῦ ἀφεῖναι τὴν ὁμοίαν ὑπόνοιαν λάβῃ Τιμάρχῳ. Ἐζήτηται δὲ ζήτημα καὶ σφόδρα ἱκανὸν, τί δήποτε ἐν μὲν τῷ ὅρῳ τῶν συνεστώτων ἐν τοῖς ἀσυστάτοις ἔλα‐
20βε τὸ προειλημμένον· ἐνταῦθα δὲ ἐν τοῖς δυναμένοις μελετᾶσθαι· εἰ γὰρ ἐδείξαμεν, ὅτι κατὰ τὸ ἐναντίον τὰ ἀσύστατα λέγει, εἰπὼν τὰ ἔχοντα ἐξ ἑκατέρων λόγους, ἵνα σημαίνῃ τὸ μονομερὲς ὡς μὴ ἔχον, καὶ τὸ πιθανὸν, ἵνα σημαίνῃ τὸ ἀπίθανον, καὶ τὰ ἑξῆς, ὁμοίως ἐν οἷς
25φησιν, ἔστι δὲ, ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον ἐκ τοῦ ἐναντίου, ὡς εἴγε προείληπται ἀσύστατον τοῦτο οἶδεν· πῶς οὖν ἐκεῖ ἐν τοῖς πάντη ἀσυστάτοις αὐτὸ ἔλαβεν, καὶ ἐνταῦ‐ θα ἐν τοῖς δυναμένοις μελετᾶσθαι· ἡ λύσις αὕτη ἦν,
30αὐτὸς μὲν οὐ τέθεικεν, ἔστιν δὲ εἰπεῖν, ὅτι παρὰ μὲν73

5

.

74

τοῖς εὐεργετηθεῖσι δικασταῖς πάντη ἀσύστατον, οὐδὲ γὰρ εἰς ἀντιλογίαν ἔρχονται εἰς τὸ τὸν εὐεργέτην ἀφεῖναι· παρὰ δὲ ἑτέροις δικασταῖς οὐ προείληπται· πάντες γὰρ οἱ δικασταὶ, ὅταν αὐτοὶ μὴ ἀδικῶνται, κρίνηται δὲ εὐερ‐
5γέτης ὁ τῶν δήποτε ἀναγκαίων, τινὰ εὔνοιαν αὐτῷ ἔχου‐ σιν, ὡς ἐλευθερώσαντι δημοκρατίαν ἄλλην. Τάχα δ’ ἂν καὶ παρὰ ταῦτα εὑρεθείη· οἶδε καὶ αὐτὸς παρείς τινα, ὧν πρῶτόν ἐστι τὸ κατὰ ἦθος καὶ μάχην, νόμος τοὺς πρεσβευτὰς μὴ συμπλεῖν· πένης
10καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ ἐπρέσβευον ἀμφότεροι· ἡ τοῦ πένητος ναῦς ἐναυάγησεν, προσενήξατο ὁ πένης τῇ τοῦ πλουσίου νηῒ, οὐκ ἐλάμβανεν αὐτὸν, καὶ ἀπέθανεν, καὶ κρίνεται ὁ πλούσιος· ἐνταῦθα μὲν τὸ ἦθος· ὡμολό‐ γηται γὰρ, ὅτι ὡς ἐχθρὸν αὐτὸν οὐκ ἂν ἔλαβεν, ἡ δὲ
15τοῦ νόμου ἰσχὺς δίδωσι λόγους· καὶ κατὰ μὲν τὴν μά‐ χην τῶν λόγων ἐξετάζεται, τὸ δὲ ἦθος πρόδηλόν ἐστιν. ἔοικε δὲ τοῦτο ἠρέμα τῷ προειλημμένῳ, πλὴν ὅσον τοῦ‐ το μὲν ἔχει τὰς νομίμους ἀπολογίας· ἐκεῖ δὲ ἀπὸ τῆς ποιότητος τοῦ προσώπου τὸ προσειλῆφθαι ἔχει.
20 Εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρό‐ που περίεργον ἂν εἴη λέγειν. Ἐνταῦθα πρὸς Μι‐ νουκιανὸν ἀνίττεται ἐπιχειρήσαντα περὶ εἴδους εἰπεῖν, ἐσφάλη δὲ εἰπὼν, προβλήματα γάρ· προβλήματα σημαί‐ νει τὰ ἀσύστατα, ἅπερ τῷ μὴ μελετᾶσθαι οὔτε τρόπον
25οὔτε εἶδος ἔχει· ἐχρῆν οὖν εἰπεῖν ζητημάτων. Τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦ‐ το μανθάνομεν, ἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλήματα μελετῶμεν, οἷον δικανικῶς τὸ δικανικόν· καὶ σφόδρα ἀκρι‐
30βῶς τὸν περὶ ἰδεῶν λόγον αὐτὸς ἐπιστάμενος τὰ μέ‐
γιστα διέσφαλται ὡς ἀναντίῤῥητόν τι ἐπάγων, ὅτι δεῖ74

5

.

75

ἀκολούθως τῷ εἴδει τοὺς λόγους γίνεσθαι· δείκνυται γὰρ, ὅτι οὐ πάντοτε τὸ δικανικὸν δικανικῶς μελετᾶται, ἐν οἷς τὸν περὶ στεφάνου λόγον ὁ Δημοσθένης δικανικὸν ὄντα οὐ δικανικῶς ἐμελέτησε, καὶ τὸν πρὸς Λεπτίνην
5μικτῶς· καὶ συμβουλευτικῶς τὸ συμβουλευτικόν· καὶ δι‐ κανικὸς μὲν χαρακτήρ ἐστιν ὁ λεπτὸς καὶ πυκνὸς καὶ συλλογιστικὸς, ὡς καὶ αὐτός φησιν, οἷον ὁ κατὰ Τιμο‐ κράτους, ὁ κατὰ Ἀριστοκράτους; συμβουλευτικοῦ δ’ ἡμῖν χαρακτῆρος ἰδέαν οὐκ ἔταξεν. Πῶς οὖν λέγει συμβου‐
10λευτικῶς τὸ συμβουλευτικὸν, καὶ πανηγυρικῶς τὰ ἔνδο‐ ξα; αὐτὸς μὲν παρῆκεν, ἀναγκαῖον δὲ εἰπεῖν. Τέσσαρα εἴδη παντοίων ζητημάτων, ἔνδοξα, ἄδοξα, ἀμφίδοξα, ἑτε‐ ρόδοξα. καὶ ἔνδοξα μὲν, ἔνθα καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα εὐδοκιμεῖ, οἷον συμβουλεύει Θεμιστοκλῆς πο‐
15λεμεῖν τῷ Πέρσῃ· ἢ Περικλῆς περὶ τῆς ἡγεμονίας ἀμ‐ φισβητεῖ, ἐνταῦθα γὰρ ἔνδοξον τὸ πρᾶγμα· εἰσηγούμε‐ νοι δὲ τὸ πρόσωπον ἀκολούθως τῷ περὶ αὐτοῦ λόγῳ· ἄδοξα δὲ, ὅταν τὸ ἐναντίον ἢ Φρύνων προαγωγείας κρι‐ νόμενος· ἀμφίδοξα δὲ, ὅταν τὰ μὲν πρόσωπα ἔνδοξα ᾖ,
20τὰ δὲ πράγματα ἄδοξα· οἷον Περικλῆς κρίνεται προδο‐ σίας, διὰ τὸ μὴ τμηθῆναι τοὺς ἀγρούς· ἑτερόδοξα δὲ, ὅταν πονηρὸν πρόσωπον ἔνδοξον πρᾶγμα πεποιηκὸς ᾖ· οἷον ἑταίρα τύραννον ἀπέκτεινε καὶ δωρεὰν αἰτεῖ ἀρι‐ στεῖ συνοικεῖν· ἐνταῦθα γὰρ ὥσπερ ἐναλλαγαί εἰσι καὶ
25διάφοροι δόξαι· τὸ μὲν γὰρ εἶναι ἄνωθεν ἑταίραν δια‐ βέβληται, τὸ δὲ ἀποκτεῖναι τὸν τύραννον εὐδοξεῖ· καὶ τὸ αἰτεῖν δωρεὰν ἐπαινετόν· τὸ δὲ ἀριστεῖ συνοικεῖν τῇ τοῦ ἀριστέως ποιότητι καὶ τῇ τῆς ἑταίρας ἀλλοίαν τὴν δόξαν δίδωσιν· ἀλλοῖαι γὰρ καὶ διάφοροι ποιότητες ἐν τοῖς τοιού‐
30τοις εὑρίσκονται ζητήμασι· καὶ εἴδη μὲν ταῦτα· τρόποι δὲ πανηγυρικὸν, περιπαθὲς, ἀπαθὲς, μικτόν· πανηγυρι‐ κὸν μὲν, ὅταν μηδὲν ἕτερον, ἢ ἀγαθῶν τῶν πεπραγμέ‐
νων ὄντων πανηγυρικόν τινα τύπον ὁ λόγος ἔχῃ· οἷον75

5

.

76

Μιλτιάδης μετὰ τὰ ἐν Μαραθῶνι συμβουλεύει θύειν Πανί· περιπαθὲς δὲ, ὡς ὁ τὸν παῖδα τῶν σαρκῶν ἑαυ‐ τοῦ γευσάμενον ἀποκτείνας καὶ κρινόμενος παρὰ τῆς γυ‐ ναικὸς, πάθος γὰρ παντελὲς τοῦτο· ἀπαθὲς δὲ, ὃ μήτε
5πανηγυρικόν ἐστι, μήτε πάθος ἔχει, ὡς τὰ κοινὰ τῶν ζητημάτων. Παρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώ‐ ματι καὶ φόνου φεύγει· ἐνταῦθα γὰρ οὔτε πάθος πέ‐ πονθεν, ἵνα περιπαθὲς ἦν, οὔτε ἡδονῆς ἐντός ἐστιν, ἵνα πανηγυρικὸν ᾖ, καὶ τὰ ἄλλα ὁμοίως· ταῦτα μὲν
10οὖν τὰ ἀπαθῆ. μικτὰ δὲ, ἐν οἷς καὶ πάθος ἐστὶ καὶ φιλοτιμία· ὡραίου μειρακίου τύραννος ἐρασθεὶς ᾔτησεν ἀπειλήσας πόλεμον εἰ μὴ λάβοι· εἵλετο τὸν πόλεμον ἡ πόλις· μετὰ ταῦτα ἐπεστράτευσεν ὁ τύραννος, πολιορ‐ κουμένης τῆς πόλεως ὁ πατὴρ τὸν υἱὸν ἀπέσφαξε καὶ
15ἀπέδειξε τῷ τυράννῳ, καὶ ἀνέζευξε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ τὸ μὲν τελευτῆσαι τὸν παῖδα πάθος ποιεῖ, ἡ δὲ ἀπαλλαγὴ τῆς πολιορκίας καὶ τὸ ὑπὲρ ἀρετῆς καὶ σωφροσύνης ἀναιρεθῆναι, καὶ τὸ πρότερον ὄντα ἐπαι‐ νούμενον ἐπισφραγῖσαι τῷ θανάτῳ τὴν ἀρετὴν δίδωσιν
20αὐτῷ, φιλοτιμίαν ἅμα καὶ τὸ ἐν τούτοις πανηγυρίσαι· καὶ εἴδη μὲν καὶ τρόποι προβλημάτων οὗτοι. Μηδὲ αὐτὸ δὴ τοῦτο τὰς καλουμένας στά‐ σεις. οὐ τίθεται τῷ λόγῳ τοῦ Μινουκιανοῦ· ὁ γὰρ Μινουκιανὸς λέγει τὴν στάσιν ἀπὸ τούτου εἰρῆσθαι,
25ἀπὸ τῆς γενικωτέρας τῆς ἐν ταῖς πόλεσι στάσεως· διὰ τοῦτο οὖν εἶπε τὰς λεγομένας στάσεις οὐκ οἶδα ὅπως αὐτὸ τοῦτο ὄνομα ἐχούσας, ὡς ἐκ τῶν παρακατιόντων σημαίνει, λέγων ὡς οὐ περιεργάζομαι, ὅθεν εἴρηται τὸ ὄνομα, ἀλλὰ κοινὸν ἢ καὶ συμβεβηκὸς ἐῶ, τοῦτο τυγ‐
30χάνειν. Ἄλλως τε κἂν ἐπιχειρήσωμεν λέγειν, ἐνταῦ‐
θα τὸ ἑαυτοῦ σύγγραμμα ἐπαινεῖ, τὸν περὶ ἰδεῶν λόγον76

5

.

77

ἐξαίρετον καὶ ἰδιάζοντα καὶ οὐ δυνάμενον μετά τινος ἄλ‐ λου ζητεῖσθαι ἐν αὐτῷ λέγει. Διαιρήσει τοίνυν ὀρθῶς· φθάσαντες ἀπεδεί‐ ξαμεν, ὡς ἡ τῶν προσώπων καὶ πραγμάτων διαφορὰ συ‐
5νεστηκός τε καὶ ἀσύστατον ποιεῖ ζήτημα· καὶ τὰς στά‐ σεις ἀμείβει· ὥσπερ ἐπὶ τοῦ πορνοβοσκοῦ εἰ ἀμείψεις τὸ πρόσωπον καὶ ποιήσεις φιλόσοφον ἢ ἀριστέα, συνεστηκός ἐστι τὸ ζήτημα· δῆλον οὖν ὡς αὐτός φησιν, ὡς ἀναγκαῖόν ἐστι τὴν τῶν προσώπων καὶ πραγμάτων διαφορὰν γνω‐
10ρίσαι. Ὅθεν γὰρ εἴρηται στάσις, εἴτε ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομένους· ταῦτα πρὸς τὸν Μινουκιανὸν αἰνίττεται· ὁ γὰρ Μινουκιανὸς εἶπεν, ὅτι εἴρηται στάσις ἢ παρὰ τὸ στασιάζειν ἐν ἑαυτοῖς τοὺς στα‐
15σιαζομένους, ἢ παρὰ τὸ ἵστασθαι εἰς τὸ βῆμα, ἢ παρὰ τὸ ἐνίστασθαι τοῖς δικαίοις ἑαυτοῦ ἕκαστον, ἢ παρὰ τὸ τοὺς δικαστὰς ἐν ἑαυτοῖς ἀμφιβάλλειν, οὐδέποτε γὰρ ἅμα πάντες ὁμογνώμονες γίνονται οἱ δικασταί· ἐπεὶ προει‐ λημμένον ἐστὶ τὸ ζήτημα, ἢ ἄλλως ἀσύστατον· ἢ στάσις
20εἴρηται παρὰ τὸ σταθηρὰς ἔχειν τὰς ἀποδείξεις πρὸς ἀντιδιαστολὴν τῶν ἀσυστάτων· καὶ γὰρ ἐκεῖνα οὐκ ἔχουσι σταθηράς. Ὄνομα δὲ ἀφεὶς τοῦτο κοινόν· ὅπερ ἔφαμεν, δείκνυται τοῦτο δεικνύμενος, ὅτι πρὸς τὴν γενικωτέραν
25στάσιν εἴρηται· τὸ γὰρ κοινὸν, ὡς πρὸς ἄλλο ἐστὶν· τοῦ‐ το οὖν λέγει, ὅτι κοινὸν, ὡς τῆς τῶν πολλῶν στάσεως ὄνομα. Εἴπωμεν οὖν ὅρον στάσεως· στάσις ἐστὶ φάσις, τοῦ ἢ πεπρᾶχθαι ἢ κληθῆναι, ἢ ποιότητος ἐξέτασις· φάσις ἐστὶν ἀπόφασις καὶ κατάφασις, ὃ σημαίνει τὸ αἴ‐
30τιον καὶ τὸ συνέχον, καὶ περὶ τοῦ κρινομένου ὁ ὅρος
διαλαμβάνει· ἐν γὰρ τῷ εἰ πέπρακται, ἡ ζήτησίς ἐστι77

5

.

78

στοχαστική. ἐν δὲ τῷ ἐγκληθῆναι ἡ ὁρική· ἐν δὲ τῇ ποιότητι αἱ λοιπαὶ στάσεις· ὥστε τὰ τρία, περὶ ὧν αἱ πᾶσαι τῶν στάσεων ζητήσεις, ὁ ὅρος περιέλαβεν· οἱ δὲ οὕτως· φάσις μερικῶν ἐν ἀμφισβητήσει πολιτικῶν πρα‐
5γμάτων. Φάσις μὲν οὖν ἐδηλώσαμεν ἢ ἀπόφασις καὶ κατάφασις μερικῶν καὶ διὰ τοὺς φιλοσόφους· καὶ οὗτοι γὰρ ἔχουσι ζήτησιν, ἀλλ’ οὐ περὶ μερικῶν, ἀλλὰ καθολι‐ κῶν πραγμάτων. διὰ τοὺς ἰατρούς· κἀκεῖνοι γὰρ ἔχουσι μερικὴν φάσιν καὶ ἀπόφασιν, ἀλλ’ οὐ περὶ πολιτικῶν
10πραγμάτων. οἱ δὲ οὕτως· ζήτησις πολιτικὴ, ἐφ’ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται τῶν ἐν τῷ ζητήματι ζη‐ τουμένων· ζήτησις μὲν οὖν, ὅτι ἐζήτηται, καὶ οὐχ ὡμο‐ λόγηται· πολιτικὴ δὲ διὰ τοὺς ἰατροὺς καὶ φιλοσόφους, ἐφ’ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται. τῶν ἐν τῷ ζη‐
15τήματι, ἐπειδὴ ἑκάστη στάσις ἴδια ἔχει κεφάλαια· αἱ κατὰ μέρος οὖν πίστεις εἰσὶ τὰ κεφάλαια τὰ ἐν τῷ ζη‐ τήματι ζητούμενα ἁρμοζόντως εἶναι τῇ στάσει. Καὶ οὗ‐ τοι μὲν εὖ ἔχοντες ὅροι· εἰσὶ δὲ καὶ ἄλλοι μὴ ἀκριβεῖς, οὓς περιττὸν προθεῖναι, ὥσπερ οὗτος ὁ καὶ δοκῶν Ἑρ‐
20μαγόρου εἶναι. Φάσις πολιτικὴ πρὸς ἀπόδειξιν φερο‐ μένη τοῦ ζητήματος· ὑγιῶς ὁ ὅρος οὐκ ἔχει· ἡ γὰρ φά‐ σις οὐ πρὸς ἀπόδειξιν φέρεται, ἀλλ’ αὐτὴ ἀποδείκνυται, οἷόν τε λέγω, ἐὰν εἴπω ὅτι καὶ τὸ τῆς αἰτίας κατ’ αὐτὸ τὸ εἰπεῖν μὴ ὅτι— —εἰς ἀπόδειξιν φέρεται, ἀλλὰ
25δι’ ἑτέρων πρὸς ἀπόδειξιν· οὐχ ἡ φάσις οὖν ἀποδείκνυσιν, ἀλλ’ αὐτὴ κατασκευάζεται. περιττὸν οὖν πλείονας οὐκ εἶ ἔχοντας ὅρους εἰπεῖν. Τὴν μέθοδον ἐνταῦθα προθεὶς ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως ἀπὸ στοχασμο.
30ἐπειδὴ γὰρ περὶ ὑπάρξεως ἦν ἡ ζήτησις, πᾶσα δὲ ὕπαρ‐
ξις πρὸ τῶν ἄλλων ἐστὶ φυσικῶς, ἀδύνατον ἦν πρὶν δει‐78

5

.

79

χθῆναι ὅτι ὑπῆρξε τὸ πρᾶγμα, ἑτέρου τινὸς τὴν ἐξέτασιν γενέσθαι· καὶ ἐπειδὴ φυσικῶς ὁ στοχασμὸς κἀν ταῖς ἄλ‐ λαις ὑποπίπτει στάσεσιν, ἢ κατὰ τὴν τῶν νομοθετῶν διάνοιαν ἡνίκα ἐξετάζεται, ἢ κατὰ τὴν τοῦ πεπονθότος
5ὡς ἐν ταῖς ἀντιθετικαῖς, ἢ καθ’ ἕτερά τινα, ἀναγκαῖον, ὃ φυσικῶς ἐν πάσαις ἐστὶ, πρῶτον εἶναι τῶν ἄλλων· ἐπι‐ νενόηται δὲ ἡμῖν πρὸς σαφήνειαν ἑτέρα μέθοδος, δι’ ἧς τὰς στάσεις ἐπιγνωσόμεθα, ἣ καὶ ὑποτέτακται. Μέθο‐ δος διάφορος παρὰ τῶν ἀρχαίων δέδοται τῶν στάσεων
10διαιρέσεως. καὶ ὁ μὲν Ἑρμαγόρας ἑπτὰ μόνας στάσεις, στοχασμὸν, πραγματικὴν, ποιότητα, νομικὴν, δικαιολογίαν καὶ μετάληψιν, ἣν τέμνουσιν εἴς τε ἔγγραφον καὶ ἄγρα‐ φον· οἱ δὲ μεταγενέστεροι ἕξ· στοχασμὸν, ὅρον, πραγμα‐ τικὴν, ἀντίθεσιν, νομικὴν, μετάληψιν. Λολλιανὸς δὲ
15στοχασμὸν, ὅρον, ποιότητα, μετάληψιν· ἡ δὲ ἀκριβεστέ‐ ρα διαίρεσις τῶν καθ’ ἕκαστα στάσεων αὕτη ἐστίν· πᾶν πρᾶγμα πρώτην ἔχει ζήτησιν περὶ τοῦ δῆλον εἶναι ἢ ἀφα‐ νὲς, λέγει δὲ οὐ κατὰ τὴν κρίσιν τῶν δικαστῶν· κοινὸν γὰρ τοῦτο τῶν στάσεων, ἐπεὶ πᾶν πρᾶγμα ὑπὸ μίαν στά‐
20σιν ἀνάγεται· εἰ γὰρ εἴη δῆλον, ἀσύστατον ἔσται, ἀλλ’ ἀφανές ἐστιν κατὰ τὸ εἰ ἐγένετο ἢ μέλλει γενέσθαι ἢ γίνεται. Κἂν μὲν ἄδηλον ᾖ, στοχασμὸν ποιεῖ· στοχα‐ σμὸς γάρ ἐστιν, ἔνθα ὁ μὲν κατήγορος ἀνατίθησιν ὅλον τῷ φεύγοντι, ὁ δὲ φεύγων ἀρνεῖται πεποιηκέναι παντε‐
25λῶς· σημεῖον δέ τι σαφὲς καὶ ἀνεύθυνον πρὸς ἀπόδειξιν φέρεται παρὰ τοῦ κατηγόρου, ὡς ἐπὶ τούτου· πλούσιος ἐν συμποσίῳ ὤμοσε τυραννήσειν· ὁ πένης ἀντώμοσε τυ‐ ραννοκτονήσειν· ηὕρηται νεκρὸς ἀσκύλευτος ὁ πένης τῇ ὑστεραίᾳ καὶ κρίνεται ὁ πλούσιος φόνου· ἐνταῦθα ἡ ζή‐
30τησις περὶ τοῦ εἰ ἐφόνευσεν ἐστίν· καὶ ὁ μὲν ἀπολογεῖται περὶ τοῦ μηδὲν ὅλως ἐπικεχειρηκέναι, ὁ δὲ ὅλον αὐτῷ ἀνατίθησιν τὸ ἀδίκημα· σημεῖον δέ ἐστι σαφὲς τὸ ὀμό‐
σαι τοῦτον τυραννοκτονήσειν· οἰκεῖον δὲ στοχασμοῦ τὸ79

5

.

80

ἕτερον εἶναι τὸ γεγενημένον· ἕτερον δὲ τὸ ἐγκαλούμενον· ἐὰν μὲν τὸ γεγενημένον δῆλον ᾖ, ὅτι ἐγένετο ἡ ζήτησις εἰ τελείως γέγονεν ἢ ἀτελῶς κατὰ τὸ ἔχειν ὄνομα τὸ πρᾶγμα, καὶ ποιεῖ ὅρον· ὅρος γάρ ἐστιν ὀνόματος ζήτη‐
5σις, ὅτι δεῖ κληθῆναι τὸ γεγενημένον, ἤγουν ἀμφισβήτη‐ σις ἐκ τοῦ ἐλλείπειν τί γίνεται, ὃ προςτεθὲν λύει τὴν ἀμ‐ φισβήτησιν, ὡς ἐπὶ τούτου· συνεχῶς τῷ πένητι ἐπανέ‐ τεινεν ὁ πλούσιος τὴν χεῖρα, καὶ κρίνει αὐτὸν ὕβρεως· ἐν‐ ταῦθα γὰρ πέπρακται μὲν τὸ ἐπανατείνασθαι τῷ πλου‐
10σίῳ, λείπει δὲ τὸ τυπτῆσαι, ἵνα μηκέτι ἀμφισβήτησις ᾖ τῷ ὀνόματι· ἐὰν δὲ σαφὲς ᾖ καὶ τέλειον, ἤτοι περὶ τοῦ μέλλοντός ἐστιν, ἐν ᾧ ζήτησις, εἰ συμφέρει τόδε γενέσθαι ἢ κυρωθῆναι ἢ δοθῆναι καὶ ποιεῖ πραγματικήν· πραγμα‐ τικὴ γάρ ἐστι μέλλοντος πράγματος δοκιμασία, εἰ δεῖ
15γενέσθαι ἢ δοθῆναι τόδε τι· καὶ τούτου παράδειγμα οἱ συμβουλευτικοί· καὶ τοῦ εἰ δεῖ δοθῆναί τι, Κλέων μετὰ τὰ ἐν Πύλῳ ἀξιοῖ Πύθιος καλεῖσθαι· ἐνταῦθα γὰρ τὸ μὲν δοθῆναι οὐκέτι ζητεῖται, τὸ δὲ μέγεθος τῆς δωρεᾶς ἐζήτηται· ἐὰν δὲ πεπραγμένον εἴη, ἡ ζήτησις αὐτοῦ περὶ
20τὴν ποιότητα γίνεται, ἥτις τέμνεται εἰς δύο· ἢ γὰρ ῥη‐ τὸν παραβεβασμένον ἢ δοκοῦν παραβεβάσθαι ποιεῖ τὴν ζήτησιν· ἢ τὸ πρᾶγμα αὐτὸ καθ’ αὑτὸ δοκιμαζόμενον· κἂν μὲν ῥητὸν ᾖ, ποιεῖ τὰς νομικὰς, περὶ ὧν ὕστερον ἐροῦμεν· ἐὰν δὲ τὸ πρᾶγμα ὁμολογῇ πεποιηκέναι ὁ φεύ‐
25γων καὶ οὐδὲ ἀδίκημα ᾖ τὸ γεγενημένον, ἀλλ’ ἐπ’ ἐξου‐ σίας γίνεσθαι κατὰ φύσιν ἢ νόμον, ἢ τέχνην, ποιεῖ ἀν‐ τίληψιν· ἀντίληψις γάρ ἐστι πράγματος εἶναι δοκοῦντος ἀνευθύνου ὡς ἐπὶ τὸ πολὺ ἐκ περιστάσεως κατηγορία γι‐ νομένη· ὡς ἐπὶ τούτου· ἐν πόλει δημοκρατουμένῃ ῥήτωρ
30ἔγραψε τυραννίδος ἐγκώμιον, πολλοὶ ἁλίσκονται ὁμονοίᾳ τυραννίδος ἐπιθέσεως, καὶ κρίνεται ὁ ῥήτωρ. ἐὰν δὲ ὁμο‐ λογῇ τὸ ἀδίκημα εἶναι ὁ φεύγων, πάντως αἰτίαν, δι’ ἣν
ἐποίησεν, ἐρεῖ· ἡ δὲ αἰτία εἰς δύο τέμνεται· ἢ γὰρ ὁμο‐80

5

.

81

λογεῖ ἑκὼν πεποιηκέναι, καὶ τοῦτο τὸ ἑκούσιον εἰς δύο τέμνεται· κἂν μὲν γὰρ εὐεργέτημα μεῖζον ἐπιδείξῃ, ποιεῖ ἀντίστασιν· ἀντίστασις γάρ ἐστιν ἐξ ἀδικήματος ὁμολο‐ γουμένου ἀναφυομένη εὐεργεσία, ὡς ἐπὶ τούτου· ἐξέφερέν
5τινα ἐπὶ τοὺς πολεμίους ἵππος, συστρατιώτης παραδραμὼν ἀπέσφαξε τὸν ἵππον, μετὰ τὴν μάχην κρίνει αὐτὸν βλά‐ βης· ἐνταῦθα γὰρ ἑκούσιον ἀδίκημα τὸ ἀποκτεῖναι τὸν ἵππον· ἐξ αὐτοῦ δὲ ἀναφύεται εὐεργέτημα μεῖζον, ἡ σω‐ τηρία τοῦ στρατιώτου· ἢ ὁμολογῶν εἶναι ἀδίκημα ἄξιον
10εἶναι τὸν πεπονθότα λέγει καὶ διὰ τοῦτο πεποιηκέναι, καὶ ποιεῖ ἀντέγκλημα, ὡς ἐπὶ τοῦ „τρισαριστεὺς τὸν υἱὸν ἑταιροῦντα ἀπέσφαξε καὶ κρίνεται φόνου“· ἐνταῦθα γὰρ ὁ μὲν φόνος πονηρὸν, ἡ δὲ ποιότης τοῦ ἀριστέως καὶ ἡ διαβολὴ τοῦ ἡταιρηκότος δίδωσιν αὐτῷ ἐξουσίαν τοῦ λέ‐
15γειν, ὡς ἄξιος εἴη ταῦτα παθεῖν. Τὸ δὲ ἕτερον, τὸ μὴ βεβουλῆσθαι, πάλιν εἰς δύο τέμνεται· ὁμολογεῖ μὲν γὰρ εἶναι ἀδίκημα, βεβιάσθαι δὲ λέγει, κἂν μὲν εἴς τι τῶν ἔξωθεν ἀναφέρηται τὴν αἰτίαν καὶ δείξῃ ἕτερον τὸ βε‐ βιασμένον, μετάστασιν ποιεῖ, ὡς ἐπὶ τούτου· σκηπτοὶ
20συνεχεῖς εἰς τὴν Πλαταιέων πολιορκίαν κατῄεσαν· ἔζευ‐ ξεν ὁ Ἀρχίδαμος καὶ κρίνεται· ἐπὶ τοὺς σκηπτοὺς τὴν αἰτίαν ἀνατίθησιν· εἰ δὲ τὴν ψυχὴν αὐτοῦ βεβιάσθαι λέγῃ, καὶ ἢ φόβον ἢ ἄγνοιαν ἤ τι τῶν τῆς ψυχῆς παθῶν αἴτιον εἶναι λέγῃ, ποιεῖ συγγνώμην, ὡς ἐπὶ τούτου· δι’
25ἔρωτα τὸν υἱὸν ἔμελλεν ἀποκηρύττειν ὁ πατήρ· ἐπηγγεί‐ λατο μετ’ ἐνιαυτὸν παύσασθαι τοῦ ἔρωτος, παρελθόν‐ τος τοῦ ἐνιαυτοῦ ὁμοίως ἤρα καὶ ἀποκηρύσσεται· ἢ οὕ‐ τως, τύραννος ἀπῄτησεν υἱὸν τυπτῆσαι τὸν πατέρα· οὐ βουλόμενον ἀπέσφαξε, καὶ τὸν δεύτερον ὁμοίως καὶ αὐτὸν
30οὐ βουλόμενον ἀπέσφαξεν· ὁ τρίτος ἐτύπτησε· καταλυ‐ θείσης τῆς τυραννίδος νόμου ὄντος τὸν πατραλοίαν θα‐ νάτῳ ζημιοῦσθαι, ὑπάγεται τῷ νόμῳ καὶ ἀπολογεῖται·
ἐνταῦθα γὰρ τὸ δέος καὶ τὴν ἀπὸ τοῦ τυράννου ἀνάγ‐81

5

.

82

κην προφέρει καὶ ποιεῖ συγγνώμην· ἐὰν δὲ ἀπὸ τοῦ ῥη‐ τοῦ καὶ περὶ τὸ ῥητὸν ὑπάρχῃ τις ζήτησις, ἤτοι ἐναν‐ τίον ῥητὸν ἕτερον φέροντες λύομεν τὸ παραβεβασμένον ῥητὸν καὶ ποιοῦμεν ἀντινομίαν· ἀντινομία γάρ ἐστι δύο
5ῥητῶν οὐ φύσει μὲν ἐναντίων, ἐκ συμβεβηκότος δέ τινος ἐναντίωσιν ἐχόντων ὡς ἐπὶ τούτου, τὸν μοιχὸν μὴ εἰσιέ‐ ναι εἰς τὸ ἱερὸν, καὶ τὸν ἀριστέα εἰς ἱερὸν ἀνατιθέναι τὴν σκευήν· ἁλούς τις μοιχείας ἠρίστευσε καὶ ἀνέθηκε τὴν σκευὴν εἰς ἱερὸν, καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα
10γὰρ πρὶν μὲν τὸν μοιχὸν ἀριστεῦσαι οὐδ’ ἡντιναοῦν πρὸς ἑαυτοὺς ἐναντίωσιν εἶχον οἱ νόμοι· τῷ δὲ συμβεβηκέναι τοῦτον ἀριστεῦσαι τὴν ἐναντίωσιν ποιεῖ· εἰδέναι δὲ χρὴ, ὡς καὶ ἐκ πλειόνων ῥητῶν πολλάκις ἀντινομία γίνεται καὶ ἑνὸς, ὅταν ἀμφότεροι ἐξ ἴσου χρῶνται αὐτῷ· ἐὰν δὲ
15μὴ λέγῃ παραβεβάσθαι τὸ ῥητὸν, ἀλλὰ μηδὲ τοῦτο τὴν ἀρχὴν κεκωλύσθαι τὸ νῦν πεπραγμένον, καὶ περὶ τὴν διάνοιαν ἵστηται τοῦ νόμου ἡ ἐξέτασις αὐτῆς, ῥητὸν καὶ διάνοια γίνεται· ῥητὸν γὰρ καὶ διάνοιά ἐστι ῥητοῦ δο‐ κοῦντος παραβεβάσθαι ζήτησις, εἰ τὴν ἀρχὴν παραβέ‐
20βασται ἢ μὴ, καὶ τοῦτο σημαίνει ὁ νόμος, ὡς ἐπὶ τοῦ τὸν ῥίψαντα τὴν ἀσπίδα θανάτῳ ζημιοῦσθαι· πολιορ‐ κίας οὔσης ἀφείς τις τὴν ἀσπίδα ἀπέκτεινε τὸν τῶν πο‐ λεμίων στρατηγόν· ἀνέζευξαν οἱ πολέμιοι καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ τοῦ κατηγόρου χρωμένου τῷ ῥη‐
25τῷ, ὅτι ῥίψασπις εἶ, ἐκεῖνος ἐπὶ τὴν διάνοιαν φεύγει, ὡς ὁ νόμος οὐκ ἐκώλυσεν ἐπὶ ἀριστείᾳ ἀφεῖναι, καὶ ζήτησις περὶ τούτου ἵσταται, ὅ τί ποτε ὁ νόμος βούλεται· ἐὰν δὲ μήτε περὶ τὴν διάνοιαν ἵστηται τοῦ νόμου μήτε ἕτε‐ ρον ἀντεισφέρῃ ῥητόν· ἐὰν μὲν ὅμοιον τῷ γεγραμμένῳ
30τὸ πεπραγμένον δεικνὺς ταὐτὸν εἶναι λέγῃ τῷ κεκωλυμέ‐ νῳ, συλλογισμὸν ποιεῖ, συλλογισμὸς γάρ ἐστιν ὁμοίου πράγματος παρεξέτασις, ὡς ἐπὶ τούτου· νόμος τὸν ἡται‐
ρηκότα μὴ λέγειν, Τίμαρχος ἁλοὺς ἑταιρήσεως διδάσκει82

5

.

83

παῖδας καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ ὁμοίως οὔτε ἐξ ἐναντιώσεως νόμου ἡ ζήτησις συνίσταται, οὔτε περὶ τὴν διάνοιαν ἵσταται· ἐξομοίωσις δέ ἐστι τοῦ λέγειν τὸ διδάσκειν παῖδας· οἰκεῖον δὲ συλλογισμοῦ τὸ ῥητὸν
5μὲν φέρειν τὸν φεύγοντα, τὴν διάνοιαν δὲ τὸν διώκοντα. Ἐὰν δὲ ἀπὸ προσῳδίας ἢ διαστάσεως συλλαβῶν ἢ ὁμω‐ νυμίας ἀναφαίνηται ἡ ζήτησις, ἀμφιβολία γίνεται. καὶ προσῳδίας μὲν παράδειγμα· ἑταίρα χρυσία εἰ φοροίη δη‐ μοσία ἔστω· ἥλω ἑταίρα φοροῦσα, καὶ ὁ μὲν κατήγορος
10ἀναγινώσκει „δημοσία ἔστω“ παροξυτόνως, αὐτὴν δημο‐ σίαν λέγων, ἡ δὲ „δημόσια ἔστω“ προπαροξυτόνως, τὰ χρυσία δηλοῦσα· διαστάσεως δὲ συλλαβῶν, ἀριστεὺς τε‐ λευτῶν ἔγραψεν ἐν ταῖς διαθήκαις, Ἄρεα γενέσθαι χρυ‐ σοῦν δόρυ ἔχοντα. καὶ οἱ μὲν κληρονόμοι ἀναγινώςκουσι
15μετὰ διαστάσεως τὴν διαθήκην, Ἄρεα, χρυσοῦν δόρυ ἔ‐ χοντα. Ὁμωνυμίας δὲ, τοὺς ἡγεμόνας ἔχρησεν ὁ θεὸς φυλάττεσθαι· καὶ ἀμφισβητοῦσιν οἱ ῥήτορες καὶ οἱ στρα‐ τηγοί· καὶ αὗται μὲν περὶ ὑπάρξεως καὶ ἰδιότητος καὶ ποιότητός εἰσι στάσεις. Ἔστι δέ τις γενικὴ κατὰ πασῶν
20καὶ πρὸ πασῶν καὶ μετὰ πάσας περὶ εἰσόδου τὴν ἀρχὴν ἔχουσα τὴν ζήτησιν· αὕτη δὲ εἰ μὲν ὠχυρωμένον ἔχει τὸν φεύγοντα τῷ ῥητῷ, τελεία τε ἐκβολὴ τῆς εὐθυδικίας ἐστὶ καὶ παραγραφὴ γίνεται, ὥσπερ αἱ παρὰ Δημοσθέ‐ νει παραγραφαὶ, ὡς καὶ ἡ κατὰ Τιμάρχου παραγραφή·
25ἐὰν δὲ ἐπὶ τὴν ἐξουσίαν ὁ κατηγορούμενος καταφεύγῃ, ὁ δὲ διώκων πᾶσαν μὲν τὴν ἐξουσίαν μὴ ἀνέλῃ, αἰτιᾶται δέ τι τῶν περιστατικῶν, τόπον ἢ πρόσωπον ἢ αἰτίαν ἢ χρόνον ἢ τρόπον, μετάληψις γίνεται· καὶ αὕτη μὲν παρ’ ἡμῶν ἐπινενόηται μέθοδος· ζητήσωμεν δὲ καὶ αὐτὴν αὐ‐
30τοῦ εἰ ἀκριβῶς ἔχει.
Παντὸς οἱουδηποτοῦν προτεθέντος ζητή‐83

5

.

84

ματος, εἰ συνεστήκοι· ἐνταῦθα περιττὸν τὸ προσ‐ τεθῆναι εἰ συνεστήκοι· ὅλως γὰρ εἰ ζήτημα, καὶ συνέ‐ στηκε· τὰ γὰρ ἀσύστατα οὐ ζητήματα· ἤρκει οὖν ὀνομά‐ σαι ζήτημα καὶ δηλῶσαι συνεστηκός· κατὰ γὰρ τὸν αὐ‐
5τοῦ λόγον, ὃν ἀνωτέρω εἶπεν, ταῦτα οὐκ ἂν εἴη ζητή‐ ματα, ὡς τῶν συνεστηκότων ζητημάτων ὄντων· περιττὸν οὖν τὸ εἰ συνεστήκοι. Ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον, περὶ οὗ ἡ κρίσις. Ἐζήτηται, πῶς τριῶν ὄντων, αἰτίου, συνέχον‐
10τος, κρινομένου, τῶν ποιούντων τὰς στάσεις, μόνον φη‐ σὶ δεῖν τὸ κρινόμενον ἐπισκοπεῖν· λέγομεν, ὅτι εἰπὼν τὸ κρινόμενον περιείληφε τὰ ἄλλα δύο, εἰ μὴ γὰρ προϋφε‐ στήκοι αἴτιον καὶ συνέχον, οὐ ζητεῖται κρινόμενον· ὡς ὁμολογούμενον οὖν τοῦτο ἅπαξ εἰπὼν ζήτημα οἶδεν ὅτι
15ἔχει αἴτιον καὶ συνέχον· τὸ κρινόμενον οὖν λέγει, περὶ οὗ ἡ κρίσις. εἰ ἀφανές ἐστιν ἢ φανερόν· καλῶς ἐπὶ ἀσφαλείας, ἐπὶ παντὸς γὰρ πράγματος ἡ τῶν δι‐ καστῶν κρίσις ἀφανές ἐστι, καὶ ἐπὶ παντός ἐστί τι ἀφα‐ νὲς, οἷον ἐν τῇ ἀντιλήψει ἐστὶ τὸ ἐπ’ ἐξουσίας αὐτὸ ποι‐
20εῖν, καὶ ἐν τῷ ὅρῳ ἀφανές ἐστι τὸ τί ἐστι τὸ πεπραγμένον. Ἐνταῦθα οὖν τὸ ἀφανὲς περὶ τῆς ὑπάρξεώς ἐστιν, εἰ ὅλως ὑπῆρξε τὸ πρᾶγμα, ἢ ὅλως ὑπάρξει. τινὲς μὲν γὰρ βού‐ λονται καὶ ἐνεστῶτος χρόνου τιθέναι στοχασμὸν, καὶ τιθέασι τούτου παράδειγμα τὸ „νύκτωρ τις μεταιτῶν
25λῃστείας κρίνεται·“ ἐν γὰρ τῷ κλέπτειν ἐστὶν, φασὶν, κα‐ κῶς εἰδότες, ὅτι ἐνεστώς ἐστιν αὐτὸς ὁ χρόνος, καθ’ ὃν εἰς τὸ δικαστήριον ἕστηκεν καὶ ἡ κρίσις γίνεται· ἐκεῖνον δὲ ὁμολογουμένως οὐ λῃστεύει τὸν χρόνον, ὥστε τοῦτο παρεληλυθὸς ἂν εἴη· δοκεῖ δὲ τοῦτο ἐνεστῶτος στοχα‐
30σμοῦ εἶναι παράδειγμα· οἷον Ἀθηναίων πλεόντων ἐπὶ
Συρακούσας Ἑρμοκράτης λέγει, ὅτι ἔρχονται Ἀθηναῖοι·84

5

.

85

οὔτε γὰρ Ἀθηναῖοι ἔπλεον· καὶ Ἑρμοκράτης ἔλεγεν, ἀλ‐ λὰ καὶ τούτου τὸ μὲν παρελήλυθεν, τὸ δὲ μέλλει· παρ‐ ελήλυθε μὲν γὰρ ὅσον τούτοις διήνυσται τοῦ πλοῦ, μέλ‐ λει δὲ τὸ ἐπιβῆναι Συρακουσῶν. Δέδεικται οὖν ὁμολο‐
5γουμένως, ὅτι παρεληλυθὼς καὶ μέλλων χρόνος τὸν στο‐ σχασμὸν ἔχει. τὸ γὰρ ἀφανὲς τοῦ στοχασμοῦ ἐστιν, εἰ ἐγένετο ἢ μέλλει γενέσθαι. Ἔστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶς, ἀπό τινος φανεροῦ σημεί‐
10ου. Ἴδωμεν οὖν, εἰ εὖ ἔχει ὁ ὅρος, ἀδήλου πράγμα‐ τος ἔλεγχος· καλῶς· ἡ γὰρ φύσις τοῦ στοχασμοῦ ἡ ἄρ‐ νησίς ἐστιν, ὡς προειρήκαμεν· εἶτα ἐπειδὴ καὶ ἐν ἄλ‐ λαις στάσεσιν, ὅπερ ἔφαμεν, ἀδήλου πράγματος ἔλεγχος, καὶ μάλιστα ἐν τῇ πραγματικῇ· ἄδηλον γὰρ πρᾶγμά ἐστιν,
15εἰ συμφέρει βοηθῆσαι Ὀλυνθίοις ἢ οὔ· προσέθηκεν οὐ‐ σιωδῶς, ἵνα τὸ οἰκεῖον μηνύσῃ τοῦ στοχασμοῦ, τὸ περὶ τῆς ὑπάρξεως ἔχειν τὴν ἀδηλίαν ἀπό τινος φανεροῦ ση‐ μείου· μόνος γὰρ ὁ στοχασμὸς τῶν ἄλλων στάσεων ἴδι‐ ον ἔχει τοῦτο, τὸ δύο πράγματα ἔχειν, καὶ τὸ μὲν ἀνεύ‐
20θυνον εἶναι καὶ σημεῖον καὶ φανερὸν, τὸ δὲ ἀφανὲς καὶ ὑπεύθυνον. Ἴδωμεν οὖν, εἰ εὖ ἔχει ὁ ὅρος, καὶ εἰ ἀπό τινος μόνου φανεροῦ σημείου ὁ στοχασμὸς συνέστηκεν· ἐκπεπτώκασι γὰρ ὅ τε παράδοξος καὶ ὁ ἀπὸ γνώμης καὶ οἱ ἀντεγκληματικοὶ, καὶ οἱ ἀτελεῖς ἀπὸ πράγματος,
25οἵπερ καὶ ἐξ ὑποψίας καλοῦνται· ἐν πᾶσι γὰρ σημεῖον οὐκ ἔστιν· οὔτε γὰρ ἀπὸ γνώμης, οὗ παράδειγμα τοῦ‐ το· μητρυιὰ ἐν δόξῃ μανίας τὸν μὲν πρόγονον ἀπέκτεινε, τὸν δὲ υἱὸν ἔτρωσε, καὶ ἀνενεγκοῦσα κρίνεται· ἐνταῦθα γὰρ ὁμολογουμένου τοῦ πράγματος ὄντος ζητοῦμεν, εἰ
30ὄντως ἐμαίνετο ἢ οὔ· καὶ πάλιν ὁ παράδοξος, ἐὰν εἴπω,
ὅτι μάγος ἐν τρισὶν ἡμέραις τύραννον καθελεῖν ὑπέσχε‐85

5

.

86

το· σκηπτὸς ἐπ’ αὐτὸν κατενεχθεὶς ἀνεῖλε καὶ ἀπῄτει τὴν δωρεάν· ἐνταῦθα πάλιν ὡμολόγηται τὸ πεπραγμέ‐ νον, καὶ σημεῖόν ἐστιν· εἰ δέ τις λέγῃ εἶναι σημεῖον τὸ κατενεχθῆναι τὸν σκηπτὸν, καὶ τὴν μητρυιὰν τὸν μὲν
5τρῶσαι, τὸν δὲ ἀνελεῖν, ταῦτα πάλιν εἰς τὴν ὑποψίαν ἀνατρέχει τοῦ προσώπου· εἰ μὴ γὰρ ἡ ὑποψία τοῦ εἶναι μάγον, οὐ ποιεῖ τὸ δοκεῖν κατενεχθῆναι τὸν σκηπτὸν, καὶ εἰ μὴ ὑποψία τοῦ εἶναι μητρυιὰν, οὐ ποιεῖ δοκεῖν ἐπιβεβουλευκέναι τῷ προγόνῳ· εἰ δέ τις καταδέξεται κἂν
10ὁτιοῦν πρᾶγμα τοσοῦτον ἔχειν τοὺς στοχασμοὺς, ἀτελὴς ἀπὸ πράγματος, ὡς ὁ ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ κρίνεται ὁ ἄσωτος φόνου· ἐνταῦθα δέδεικται μὴ ἔχων πράγματα· μὴ ἔχων δὲ πράγματα φανερὸν οὐκ ἔχει ση‐ μεῖον, ἀλλὰ ἡ ποιότης τοῦ προσώπου ἐστὶν ἡ κρινομένη·
15ἡ γὰρ ἀσωτία οὐ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ τοῦ προσώπου ποιότης· εἰ δέ τις ἐρεῖ, ὅτι τοῦτον τὸν στοχασμὸν οὐκ οἶδεν αὐτὸς, οὐδὲ ἀνέχεται μὴ ἔχειν, ἀλλ’ οἱ ἀντεγκλη‐ ματικοὶ πρᾶγμα οὐκ ἔχουσιν, ὃν αὐτὸς τίθησιν· τρισαρι‐ στεὺς ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων, ἔχων μητρυιὰν
20καὶ αἰχμάλωτον παλλακίδα καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· ἐνταῦθα οὔτε τῇ μητρυιᾷ οὔτε τῇ αἰχμαλώτῳ πέπρα‐ κταί τι, ὃ πρὸς σημεῖον συντελεῖ τῆς πραγματείας, ἀλλ’ ἡ ποιότης τῶν προσώπων ἑκατέρων ἔχει τὴν ὑπο‐ ψίαν· ὁμολογουμένως οὖν ἐλλείπει ὁ ὅρος, ἐπεὶ οὐκ ἂν
25εἶεν οὗτοι στοχασμοί· δεῖ γὰρ τὸν ὅρον πάντα περιλαμ‐ βάνειν, καὶ δεῖ τοῦτον ἰᾶσθαι προσθήκῃ ἀπό τινος φα‐ νεροῦ σημείου, ἢ ἐκ τῆς περὶ τὸ πρόσωπον ὑποψίας· οὕτω γὰρ πάντες συμπεριλαμβάνονται οἱ στοχασμοί. Ηὕρηται δὲ στοχασμὸς ὁ κατὰ ἀμφισβήτησιν, ὁ ἀντεγ‐
30κληματικὸς καλούμενος, ἐν ᾧ οὐκ ἔστιν ἔγκλημα, ἀλλ’ ἀμφισβήτησις, ὡς τὸ σημεῖον ἔχει κατασκευαζόμενον· καὶ τιθέασι τούτου παράδειγμά τινες· τύραννος ὑπο‐
πτεύσας ἰατρὸν αὐτοῦ δηλητήριον αὐτῷ δεδωκέναι μετε‐86

5

.

87

στείλατο ἐκ τῆς κάτω πόλεως ἰατρὸν, ὁ δὲ ἔδωκεν αὐτῷ ὡς ἀλεξιφάρμακον καὶ κατελθὼν εἶπεν, ὅτι τεθνήξεται· καὶ ἀμφισβητοῦσιν οἱ δύο ἰατροὶ τῆς τοῦ τυραννοκτό‐ νου δωρεᾶς· καὶ ἐνταῦθα γὰρ τὰ σημεῖά ἐστι κατασκευ‐
5αζόμενα· καὶ ὁ μὲν τὸ ἑαυτοῦ ἀλεξιφάρμακον δηλητή‐ ριον λέγει εἶναι, διὸ καὶ προειρηκέναι καὶ τοῦτο κατα‐ σκευάζει, ὁ δὲ τὴν ὑποψίαν τοῦ τυράννου ἀληθῆ εἶναι, καὶ τοῦτο κατασκευάζει. Ἀλλ’ ἔχοι τις ἂν ἐνταῦθα φι‐ λονεικῶν ἐνταῦθα εἰπεῖν, ὡς ἔχουσι πράγματα ἐνταῦθα
10ἀμφότεροι· ὁ μὲν τὴν ὑποψίαν, ὁ δὲ τὸ δοῦναι τὸ δο‐ κοῦν ἀλεξιφάρμακον· οὗτος δὲ ὁ στοχασμὸς οὐδ’ ὁτιοῦν πεπραγμένον παρὰ τῶν ἀμφισβητούντων, ἀλλ’ οὐδὲ ἡ ὑποψία τῶν ἀμφισβητούντων ἐστὶν αὐτῷ σημεῖον, ἀλλ’ ἔξωθέν τί ἐστι σημεῖον καὶ κατασκευάζεται· ἀποδημοῦν‐
15τος ἀτελοῦς φήμη γέγονεν ὅτι τέθνηκεν, ἀμφισβητοῦσιν οἵ τε ἐπίτροποι καὶ οἱ ἐκ γένους τῆς οὐσίας· οἱ μὲν ὡς ἤδη τεθνηκότος δεσπόται βουλόμενοι γενέσθαι, οἱ δὲ ὡς ἤδη περιόντος φυλάττειν· ἐνταῦθα γὰρ οὔτε παρὰ τῶν κληρονόμων, οὔτε παρὰ τῶν ἐπιτρόπων οὐδὲν πέπρακ‐
20ται, ἀλλὰ φήμη ἐστὶν ἡ ζητουμένη, καὶ οἱ μὲν ἀληθῆ εἶναι κατασκευάζουσιν, οἱ δὲ ψευδῆ· οὗτος οὖν μόνος ὁ στοχασμὸς σεσημείωται ἔξωθεν ὢν, καὶ ἰδικὴν ἔχων τὴν ποιότητα. Περὶ μὲν οὖν ὅρου στοχασμοῦ ἱκανῶς εἴρη‐ ται· αἰτιῶνται δέ τινες τὸν τεχνικὸν περὶ τοῦ παραδεί‐
25γματος, ὅτι παράδειγμα τιθεὶς ἀτελὲς τέθεικε· τὸ γὰρ παρίστατό τις ἐπ’ ἐρημίας ἀτελὲς ἀπὸ προσώπου ἐστίν· διδάσκων δὲ ποιότητα στοχασμοῦ τέλειον ὤφειλεν θεῖναι, ἵνα μὴ τοῦτο αὐτὸ πλανήσῃ. Ἔοικεν δὲ ἀκολουθεῖν τῷ ἑαυτοῦ ὅρῳ· ἐπειδὴ γὰρ ἀπὸ μόνου σημείου τὸν στοχα‐
30σμὸν λέγει γίγνεσθαι, καταπεφρόνηκε παντελῶς τοῦ
προσώπου· ἀπὸ γὰρ τοῦ κατηγορεῖν τοῦ παρεστάναι φα‐87

5

.

88

νεροῦ ὄντος, ἀφανές τι πρᾶγμα ζητοῦμεν, τίς ὁ φονεύ‐ σας. Ἐνταῦθα μέγιστον αὐτῷ ἐστι πταῖσμα τὸ λέγειν, τίς ὁ φονεύσας· οὐ γὰρ τοῦτό ἐστι ζητούμενον, ἀλλ’ εἰ οὗτος ἐφόνευσε· τὸ γὰρ λέγειν, τίς ὁ φονεύσας, ἀντεγ‐
5κληματικὸν ποιεῖ, οὗτος ἢ ὁ δεῖνα· ἔδει οὖν μᾶλλον εἰ‐ πεῖν, εἰ οὗτος ἐφόνευσεν. Ἐὰν δὲ ᾖ φανερὸν, ἐπισκεπτέον, εἰ τέλει‐ όν ἐστιν ἢ ἀτελές· λέγω δὲ ἀτελὲς, ᾧ προστε‐ θέντος τινὸς ὡς λείποντος· καλῶς πάνυ τὸ ὡς
10λείποντος, οὐδὲ γὰρ δυνατόν ἐστί ποτε ἀτελὲς πρᾶγμα εἰς δικαστήριον εἰσενεχθῆναι, ἀλλὰ φύσει μὲν πᾶν πρᾶ‐ γμα κρινόμενον τέλειόν ἐστιν, ἡ δὲ ἀτέλεια αὐτοῦ περὶ τὸ ἔχειν ὄνομά ἐστι· διὰ τοῦτο οὖν ἡ ἐπαγωγή· ὄνομά τε εὐθὺς γίνεται, ὡς εἰδὼς ὅτι φύσει τέλειόν ἐστι καὶ
15ἅμα τῷ προστεθῆναι τὸ ὄνομα, περὶ οὗ καὶ ἡ ἀμφισ‐ βήτησις, τέλειον γίνεται. Ὀνόματος ζήτησις περὶ πράγματος· κα‐ λῶς, οὐ γὰρ τοῦ πεποιηκότος ζητοῦμεν τὸ ὄνομα, ὁ γὰρ πεποιηκὼς ἔχει ὁτιδήποτε ὄνομα, ἀλλ’ αὐτὸ τὸ πρᾶ‐
20γμα τί κληθήσεται. Οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· ἀσφαλῶς ὃ μικρῷ πρότερον ἐλέγομεν, ὅτι πᾶν πρᾶγμα τέλειόν ἐστιν εἰσ‐ αγόμενον εἰς δικαστήριον, καὶ οὐδὲν ἀτελὲς ἔχει, τοῦτο
25ἐνταῦθα ἐμήνυσεν εἰπὼν, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος, οὐ τοῦ πεπρᾶχθαι, ἀλλὰ τοῦ ἔχειν ὄνομα ἰδίᾳ· περὶ μὲν τούτου ταῦτα· ἀναγκαῖον δὲ εἰπεῖν καὶ πε‐ ρὶ κοινωνίας καὶ διαφορᾶς τῶν στάσεων, ὅπως μὴ τῇ ὁμοι‐ ότητι πλάνη τις γένηται· κοινωνεῖ ὁ ὅρος ὁ κατὰ αἴτη‐
30σιν τῷ στοχασμῷ τῷ παραδόξῳ· ἐν ἀμφοτέροις γὰρ αἰτοῦσι δωρεὰν, καὶ ἡ ζήτησίς ἐστι περὶ τοῦ εἰ δεῖ αὐ‐
τοῖς δοθῆναι ἢ οὔ· κατὰ αἴτησιν οὖν ὅρος· νόμος τὸν88

5

.

89

προσκτησάμενον πόλιν αἰτεῖν δωρεάν. Δημοσθένης ἔπει‐ σεν Ἀμφίπολιν ἀποδοῦναι τὸν Φίλιππον καὶ αἰτεῖ δω‐ ρεάν· ἐν ἀμφοτέροις γάρ ἐστιν ἡ ζήτησις τοῦ κρινομέ‐ νου· ὃ λέγει δεῖν ἐπισκοπεῖν ὁ τεχνικὸς περὶ τοῦ εἰ δεῖ
5δοθῆναι· τί οὖν διοίσουσι; λέγομεν, ὅτι ἐν μὲν τῷ στο‐ χασμῷ τὸ πᾶν ζητεῖται, εἰ ὅλως πέπρακται, καὶ οὕτως ὡμολόγηται τὸ δεῖν δοθῆναι· ἐν δὲ τῷ ὅρῳ τὸ ὁμολο‐ γούμενον ὥσπερ πεπραγμένον ζητεῖται, εἰ ἄξιόν ἐστι τοῦ λαβεῖν· ἔτι δὲ οἱ κατὰ ἀμφισβήτησιν στοχασμοὶ καὶ
10ὅροι οἱ κατὰ ἀμφισβήτησιν πλείστην ἔχουσι κοινωνίαν, καὶ παράδειγμα στοχασμοῦ μὲν κατὰ ἀμφισβήτησιν τοῦ‐ το· τύραννος ὑποπτεύσας τὸν ἰατρὸν ἑαυτοῦ δεδωκέναι δηλητήριον αὐτῷ κέκληκεν ἐκ τῆς κάτω πόλεως ἰατρὸν, ὁ δὲ δέδωκεν αὐτῷ φάρμακον ὡς ἀλεξιφάρμακον, καὶ
15κατελθὼν εἶπεν, ὅτι τεθνήξεται, καὶ τεθνηκότος αὐτοῦ ἀμφισβητοῦσιν ἀμφότεροι τῆς τοῦ τυραννοκτόνου δωρεᾶς· ὅρου δὲ τοῦτο· ἐπεδίωκέ τις τὸν τύραννον, ἕτερος ὑπαν‐ τήσας ἀνεῖλε καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς· πλείστη οὖν ἡ κοινωνία· καὶ γὰρ ἐν ἀμφοτέροις ζήτησις, τίνα δεῖ
20λαβεῖν, ἐστὶ, καὶ ἐν ἀμφοτέροις πέπρακται παρ’ ἑκατέ‐ ρου προσώπου· καὶ ἐν τῷ στοχασμῷ ὁ μὲν τῶν ἰατρῶν ὑποψίαν ἔχων, ὁ δὲ κατελθὼν καὶ εἰπὼν ὅτι τεθνήξεται· καὶ ἐν τῷ ὅρῳ ὁ μὲν διώξας, ὁ δὲ ὑπαντήσας καὶ ἀνε‐ λών· καὶ ἡ μὲν κοινωνία αὕτη, ἡ δὲ διαφορὰ, ὅτι ἐν
25μὲν τῷ ὅρῳ ὡμολόγηται τὸ παρ’ ἑκατέρων πεπραγμένον· καὶ ἔστιν ἀτελὲς καὶ δεῖται τῆς ἀπὸ τοῦ ἑτέρου πράξεως, καὶ ὅτι μείζονα ἔχει τὴν ζήτησιν τὸ διῶξαι ἢ τὸ ἀνελεῖν· ἐν δὲ τῷ στοχασμῷ οὐχ ὡμολόγηται τὸ παρ’ ἑκατέρων πεπραγμένον, οὐδὲ περὶ τοῦ μείζονος ἀμφισβητοῦσιν,
30ἀλλ’ ἑκάτερος τὸ τοῦ ἑτέρου παντελῶς ἀνελὼν τὸ πᾶν ἑαυτῷ περιτίθησιν· ἔτι δὲ ὁ στοχασμὸς ὁ κατὰ φυγὴν
καὶ δίωξιν· καὶ ὁ ὅρος κοινωνεῖ τῷ ἐν ἀμφοτέροις89

5

.

90

ἀρνεῖσθαι τὸ πεπραγμένον· διαφέρουσι δὲ, ὅτι ὁ μὲν ὅρος τὸ πεπραγμένον ἀρνούμενος ἕτερον ὁμολογεῖ, ὁ δὲ στοχασμὸς οὐδὲν ὁμολογεῖ, καὶ τῷ ἐν τῷ στοχασμῷ τὸ πραχθὲν εἰς ἑτέρου σημεῖον λαμβάνεσθαι· ἐν δὲ τῷ
5ὅρῳ τὸ πραχθὲν τὸ ἐγκαλούμενον. Ἡ ζήτησις περὶ τὴν ποιότητα τοῦ πρά‐ γματος ἵσταται, οἷον εἰ δίκαιον, εἰ συμφέ‐ ρον, ἢ ἔννομον, ἤ τι τῶν τούτοις ἐναντίων. περιττὸν ἡ προσθήκη τούτων· οὐ γὰρ ἰδίᾳ μὲν ζητοῦ‐
10μεν τὸ δίκαιον, ἰδίᾳ δὲ τὸ ἄδικον, ἀλλ’ ἐν ᾧ ἐζήτηται, ἄλλο κατασκευάζεται· αὐτὴ γὰρ ἡ φύσις τῶν ζητημά‐ των τὸ τὰ ἐναντία ἐξ ἑκατέρου μέρους κατασκευάζεσθαι. Ἡ τοίνυν τοῦ δικαίου ζήτησις καὶ τὴν τοῦ ἐναντίου ἔχει, οὐδὲ γὰρ οἴονται ζητεῖν, εἰ δίκαιον εἰ μὴ, ἑτέρου λέγον‐
15τος, ὅτι ἄδικον, οὐδὲ συμφέρον, εἰ μὴ τοῦ ἐναντίου τὸ ἀσύμφορον· ἤρκει οὖν εἰπεῖν, ἢ δίκαιον, ἢ συμφέρον· τοῦτο γὰρ καὶ τὸ ἐναντίον περιελάμβανε. Καὶ ὄνομα μὲν ὡς γενικὸν τοῦτο ποιότης· οὐδὲ γάρ ἐστιν ἡ ποιότης στάσις, ἀλλὰ γένος στάσεων·
20διὸ εἶπεν, ὡς γενικὸν, ὡς ἄν τις πλῆθος θέλων μηνῦ‐ σαι φυομένων στάσεων, περὶ πρᾶγμα ἔχει ἢ περὶ ῥη‐ τόν· κἂν μὲν περὶ πρᾶγμα, λογικὴν ποιεῖ τὴν στάσιν· καίτοι καὶ αἱ νομικαὶ διὰ λόγων ἔχουσι τὰς ἀποδείξεις· πῶς οὖν ἐξαίρετον τὸ ὄνομα ταύταις ταῖς στάσεσιν λο‐
25γικαῖς καλεῖσθαι, πασῶν τῶν στάσεων λόγοις βεβαιου‐ μένων καὶ ἀποδεικνυμένων; ἐροῦμεν, ὅτι αἱ πίστεις τῶν νομικῶν περὶ τὴν τῶν ῥητῶν ἐξέτασίν εἰσιν, τῶν δὲ λο‐ γικῶν περὶ τὰς τεχνικὰς καλουμένας ἀποδείξεις. Αἱ γὰρ τῶν νόμων ἄτεχνοι πίστεις εἰσίν· εἰ γὰρ εἴη νόμος, μὴ
30ἐξεῖναι τὸν μοιχὸν εἰς ἱερὰ εἰσελθεῖν, οὐδεμιᾶς τέχνης ἡ ἀπόδειξις δεῖται τῷ εἰσιόντι πρὸς τὸ μὴ παραβεβηκέναι τὸν νόμον· αἱ μὲν τοίνυν λογικαὶ στάσεις τὰς ἐντέχνους
ἔχουσι στάσεις, αἵπερ γίνονται προστάσεσί τε καὶ ἐπα‐90

5

.

91

γωγαῖς καὶ συλλογισμοῖς καὶ παραδείγμασι καὶ τῆς ἐκ τοῦ ὁμοίου παραθέσεως, ἃς ἡ τοῦ λόγου τέχνη ἐπινε‐ νόηκεν· διὸ εἰκότως αὗται λογικαὶ κέκληνται, αἱ τὴν ἐξ‐ έτασιν τῆς δυνάμεως δεχόμεναι τοῦ λόγου.
5 Πραγματική ἐστιν ἀμφισβήτησις πράγ‐ ματος μέλλοντος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι. Ἀτελῶς σφόδρα τὴν πραγματικὴν ὡρίσατο· τεσσάρων γὰρ ὄντων γενικῶν εἰδῶν τῆς πρα‐ γματικῆς, τοῦ τε συμβουλευτικοῦ καὶ τοῦ κατὰ ἀμφισ‐
10βήτησιν καὶ τοῦ κατὰ αἴτησιν καὶ τῆς τῶν παρανόμων γραφῆς, ἐνταῦθα δύο μόνα ἔταξε, τό τε συμβουλευτι‐ κὸν καὶ τὸ κατὰ αἴτησιν οὐκ ἀκριβῶς, καὶ πρῶτόν γε ὡς ἐκπεπτώκασι τὰ ἕτερα εἴδη, δείξομεν ἐν τῇ τῶν πα‐ ρανόμων γραφῇ, οὔτε εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γε‐
15νέσθαι, οὔτε εἰ δεῖ δοῦναι, ἀλλ’ εἰ δεῖ κυρωθῆναι, εἰ τὸ κυρωθῆναι εὖ ἔχει· ὥστε ταύτης γε οὐκ ἂν εἴη εἶδος ἡ τῶν παρανόμων γραφὴ, εἰ τὰ δύο μόνα εἴδη τῆς πρα‐ γματικῆς καὶ ταῦτα ζητεῖ, τὸ γενέσθαι, ὅπερ ἐστὶ τοῦ συμβουλευτικοῦ, καὶ τὸ εἰ δεῖ δοῦναι, ὅ ἐστι κατὰ αἴ‐
20τησιν· καὶ ἐν τῷ κατὰ ἀμφισβήτησιν ἡ ζήτησίς ἐστι, τίνι δεῖ δοθῆναι· πολλῷ δὲ διαφέρει τὸ, εἰ ὅλως δεῖ δοῦ‐ ναι τοῦ ὁμολογεῖσθαι μὲν, τὸ δὲ τίνι ἀμφιβάλλεσθαι· ἔφαμεν δὲ, ὅτι καὶ αὐτὸ τὸ κατὰ αἴτησιν οὐκ ἀκριβῶς εἶπεν· εἰπὼν γὰρ, εἰ δεῖ δοθῆναι τόδε τι ἢ μὴ δοθῆναι
25κοινωνίαν πρὸς τὸν κατὰ αἴτησιν ὅρον καὶ τὸ παράδο‐ ξον κατασκευάζει στοχασμόν· καὶ ἐκείνοις γὰρ ἡ ζήτη‐ σις περὶ τοῦ εἰ δεῖ δοθῆναι τόδε τι ἢ μὴ δοθῆναί ἐστιν· δεῖ οὖν τὸν ὅρον πάντα ἰάσασθαι προσθήκῃ· τὸ μὲν οὖν εἰ δεῖ δοθῆναι προσθήκης δεῖται, ἢ ἕτερόν τι· ταύ‐
30τῃ γὰρ διαφέρει ἡ πραγματικὴ ἡ κατὰ αἴτησιν τοῦ ὅρου τοῦ κατ’ αἴτησιν, ὅτι ἐν μὲν τῷ στοχασμῷ καὶ ὅρῳ, εἰ
ὅλως δεῖ δοθῆναι, ἐστὶν ἡ ζήτησις, ἐν δὲ τῇ πραγματι‐91

5

.

92

κῇ τὸ μὲν δεῖν δοθῆναι ὡμολόγηται· τὸ δὲ εἶδος τῆς δωρεᾶς ἐστι τὸ ζητούμενον· ὁ γὰρ Δημοσθένης ὁ προσ‐ κτησάμενος τὴν Ἀμφίπολιν καὶ τὴν δωρεὰν αἰτῶν οὐχ ὁμολογουμένως ἔχει τὸ δεῖν λαβεῖν, ἀλλ’ αὐτὸ τοῦτο ζη‐
5τεῖται, εἰ δεῖ λαβεῖν, ὅπερ ἴδιον ὅρου· ἐν δὲ τῇ πραγμα‐ τικῇ· Κλέων μετὰ τὰ ἐν Πύλῳ ἀξιοῖ Πύθιος καλεῖσθαι· τὸ μὲν δοθῆναι αὐτῷ ὡμολόγηται· οὐ τοῦτο δὲ, ἀλλὰ στέφανον, ἢ ἀτέλειαν, ἢ σίτησιν ἤ τι τῶν ἄλλων τῶν πολιτικῶν δωρεῶν· ὁ ἐναντιούμενος οὐκ ἀρνεῖται παντελῶς τὸ δεῖν δοθῆναι
10αὐτῷ, ἀλλὰ περὶ τοῦ μεγέθους ἀμφιβάλλουσι τῆς δω‐ ρεᾶς, καὶ ταύτῃ διαφέρει ἡ πραγματικὴ κατὰ αἴτησιν ὅρου καὶ στοχασμοῦ, ὅτι ἐκεῖ μὲν περὶ τοῦ δοθῆναι καὶ περὶ τούτου ἐστὶν ἡ ζήτησις, ἐν δὲ πραγματικῇ ὡμολό‐ γηται τὸ δεῖν δοθῆναι· τὸ δὲ μέγεθός ἐστι τῆς δωρεᾶς
15τὸ ζητούμενον. Ποιητέον οὖν τὸν ὅρον οὕτως· ἀμφισβή‐ τησις περὶ μέλλοντος πράγματος, εἰ δεῖ γενέσθαι ἢ δοῦ‐ ναι τόδε τι ἢ ἕτερόν τι, καὶ τίνι δεῖ δοῦναι, καὶ εἰ δεῖ κυρῶσαι τόδε τι ἢ μὴ κυρῶσαι, οὕτω γὰρ πᾶσαν περι‐ λαμβάνομεν τὴν πραγματικήν· καὶ τὴν μὲν κοινωνίαν
20τῆς πραγματικῆς, καὶ ἐν ᾧ τὸν ὅρον διορθούμεθα τὸν κατὰ αἴτησιν ἐφθάσαμεν εἰπόντες· κοινωνεῖ δὲ ἡ κατὰ ἀμφισβήτησιν πραγματικὴ σφόδρα τῷ ὅρῳ τῷ κατὰ ἀμ‐ φισβήτησιν, καὶ λεπτήν τινα καὶ ἀκριβῆ τὴν διαφορὰν ἔχει, ὡς καὶ τοὺς σφόδρα τεχνίτας διασφάλλεσθαι μὴ
25κατανοοῦντας τὴν διαφοράν· καὶ παράδειγμα μὲν ὅρου κατὰ ἀμφισβήτησιν τοῦτο· τοῖς ἐκ Πύλου στρατηγοῖς γέρας πρόκειται, ἀμφισβητοῦσι Κλέων καὶ Δημοσθένης. πραγματικῆς, ἀρίστοις στρατηγοῖς γέρας πρόκειται, ἀμ‐ φισβητοῦσιν Εὐρυβιάδης καὶ Θεμιστοκλῆς· εἰ δὲ καὶ τοὺς
30αὐτοὺς ἐθέλεις εἰπεῖν, Κλέων καὶ Δημοσθένης, ὁμοίως ἐστὶ πραγματική· τίς οὖν ἡ διαφορά; ἐν μὲν τῇ πρα‐ γματικῇ περὶ ὅλου βίου ἐστὶν ἡ ζήτησις, τίς ἐν ὅλῳ τῷ
βίῳ γέγονεν ἄριστος στρατηγὸς, ἢ τίς ἀγαθὸς πολίτης,92

5

.

93

ἢ τίς ἀγαθοὺς ἐκτήσατο παῖδας· ἐν δὲ τῷ ὅρῳ περὶ μιᾶς ἐστι πράξεως, τίς μᾶλλον ταύτην τὴν πρᾶξιν πε‐ ποίηκεν, ὅπερ ἐστὶν ἐν τοῖς ἐκ Πύλου στρατηγοῖς· τῷ μὲν γὰρ ἡ ἀρχὴ τῆς ἐπιχειρήσεως πέπρακται, τῷ δὲ τὸ
5πέρας τῆς ἁλώσεως· τῷ δὲ κατὰ ἀμφισβήτησιν στο‐ χασμῷ, τῷ καὶ ἀνεγκλήτῳ καλουμένῳ, κοινωνεῖ ἡ πρα‐ γματικὴ, ὅτι ἐν ἀμφοτέροις ζήτησις περὶ τοῦ τίνα δεῖ λαβεῖν ἐστιν, ὡς ἐπὶ τῶν κληρονόμων καὶ τῶν ἐπιτρό‐ πων· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ οὐδέτερον
10τῶν προσώπων οὐδὲν πέπραχε καὶ ἀμφισβητεῖ τὸ λαβεῖν, ἐν δὲ τῇ πραγματικῇ ἀμφότερα τὰ πρόσωπα πράξεις ἔχει, καὶ περὶ τοῦ ποῖαι μείζους εἰσὶν ἐστὶν ἡ ζήτησις. Κοινὸν μὲν ὄνομα τούτῳ δικαιολογία, ὥ‐ σπερ ἐκείνῳ ποιότης. Ἐζήτηται, τίνος χάριν τοῦ‐
15το τὸ μέρος τῆς ποιότητος δικαιολογίαν ἐκάλεσεν, καί‐ τοι καὶ ἡ πραγματικὴ δικαιολογούμενον ἔχει ἐν ταῖς τῶν παρανόμων γραφαῖς τὸν φεύγοντα· εἰ γὰρ διὰ τοῦτο δικαιολογία κέκληται πρὸς ἀντιδιαστολὴν τῶν νομικῶν, ὅτε ἐκεῖναι ἐκ ῥητῶν πιστῶν ἔχουσι τὰς ἀποδείξεις, καὶ
20οὐκ ἐκ δικαιολογιῶν, οὐδ’ ἐκ λόγου δυνάμεως, καὶ ἐν τῇ πραγματικῇ τοῦτ’ ἐστίν· ἐροῦμεν οὖν, ὅτι τῆς πραγμα‐ τικῆς οὔτε τὸ συμβουλευτικὸν ἔχει δικαιολογίαν, οὐδεὶς γὰρ συμβουλεύων δικαιολογεῖται ἀλλ’ ἀποδείκνυσιν, οὔτε τὸ κατὰ κρίσιν οὔτε τὸ κατὰ ἀμφισβήτησιν· εἰ δέ τις
25ἐρεῖ τὴν τῶν παρανόμων γραφὴν ὡς νομική ἐστιν ἡ στά‐ σις, καὶ γὰρ αὕτη ῥητῶν ἐξέτασιν ἔχει παραβεβασμένων ἢ μὴ παραβεβασμένων, ὅπερ οἰκεῖον ταῖς νομικαῖς, ἀνθ’ οὗ δὲ μὴ νομική ἐστιν ἡ στάσις, ἐν τῇ διαφορᾷ τῶν λο‐ γικῶν καὶ νομικῶν ἀκριβέστερον λελέξεται.
30Ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα ὁ
φεύγων καὶ κατά τι κεκωλυμένον ἢ ο. Κακῶς93

5

.

94

σφόδρα τὸ εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα, οὐδέποτε γὰρ ὁ φεύγων ὁμολογεῖ ἀδίκημα πεποιηκέναι, ἀλλὰ καὶ ἐπὶ τῶν ὁμολογουμένων ἄρνησις ἢ πρόφασίς ἐστι· περιττὸν οὖν τοῦτο, ἐχρῆν δὲ οὕτως εἰπεῖν· ἢ γὰρ
5ἐρεῖ τι πεποιηκέναι κεκωλυμένον ὁ φεύγων ἢ οὔ· οὕτω γὰρ τήν τε ἀντίληψιν καὶ τὰς ἀντιθετικὰς περιελάμ‐ βανεν. Ἡ γὰρ ἀντίληψίς ἐστιν ἀνευθύνου πρά‐ γματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατη‐
10γορία· δύο εἰδῶν ὄντων τῆς ἀντιλήψεως, ὡς καὶ αὐ‐ τὸς ἐν τοῖς ἐφεξῆς ὁμολογεῖ, μιᾶς μὲν ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ τὴν κρίσιν ἐχούσης, ὡς Ἀλκιβιάδης ὁ κρι‐ νόμενος ὁ τὰ περὶ Σικελίαν γράψας· ἑτέρας δὲ τῆς ἐκ περιστάσεως, ὁ ζωγράφος κρινόμενος γεγραφὼς τὰ ναυ‐
15άγια τῶν ἐμπόρων μὴ καταιρόντων, ὁ ὅρος μόνην περι‐ λαμβάνει τὴν ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ κρινομένην· εἰ γὰρ ἀνευθύνου πράγματός ἐστιν εἶναι δοκοῦντος ὑπευ‐ θύνου κατηγορία τὸ ἐπ’ αὐτῷ μόνον περιλαμβάνει· ἀτε‐ λῶς οὖν ὁ ὅρος ἔχει καὶ δεῖ προσελθεῖν, ὡς ὑπευθύνου
20ἐκ περιστάσεως κατηγορίας, ἐπεὶ ἀτελῶς ὁ ὅρος ἔχει, καὶ ἐξέπεσε τὸ ἓν τῆς ἀντιλήψεως εἶδος, διὸ καὶ τὸ παρά‐ δειγμα, ὁ ἀποκηρυττόμενος παῖς ὑπὸ τοῦ γεωργοῦ, ἀκό‐ λουθον ἐτέθη τῷ ὅρῳ, ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ καὶ τὴν κρίσιν ἔχον· κοινωνεῖ ἡ ἀντίληψις τῷ στοχασμῷ,
25ὡς ἐπὶ τούτου· συνεχῶς τις ἐν τοῖς θεάτροις συρίττε‐ ται καὶ κρίνεται κακοῦ βίου, καὶ στοχασμὸς οὗτος· ἀντιλήψεως δὲ παράδειγμα, τοὺς φυγάδας ἐξεῖναι ἀναι‐
ρεῖν, πολλούς τις καταστείχοντας ἀναιρεῖ φυγάδας καὶ94

5

.

95

κρίνεται κακοῦ βίου· ἐνταῦθα γὰρ ἀντιληπτικόν ἐστι τὸ ζήτημα· ἐν ἀμφοτέροις τε βίου ἐστὶν ἐξέτασις καὶ ἡ γρα‐ φὴ ἡ αὐτή· διαφέρει δὲ κατὰ Μινουκιανὸν, ὅτι ἐν μὲν τῷ στοχασμῷ ἀφ’ ὧν ἕτεροι πεποιήκασι τὰ τοιαῦτα τὴν
5κρίσιν ἔχει· ἀπὸ γὰρ τοῦ συρίττειν οὗτος τοῦ κακοῦ βίου ἔγκλημα ἔχει· ἐν ἀντιλήψει δὲ, ἀφ’ ὧν αὐτὸς πεποίηκεν· ἀπὸ γὰρ τοῦ αὐτὸς ἀποκτιννύναι κρίνεται· ἡ δὲ ἀληθὴς διαφορὰ παντὸς στοχασμοῦ καὶ ἀντιλήψεως αὕτη, ὅτι ἐν τῷ στοχασμῷ ἄλλο ἐστὶν τὸ πραχθὲν, ἄλλο τὸ κρι‐
10νόμενον, ἐν δὲ ἀντιλήψει αὐτὸ τὸ πραχθὲν, κακὸν βιὸν εἶναι λέγειν, καὶ πολλοὺς ἀποκτιννύναι· οὕτως γὰρ καὶ οἱ στοχασμοὶ οἱ ἀφ’ ὧν αὐτός τις πεποίηκε τὴν κρίσιν ἔχοντες μάλιστα κοινωνοῦσι· διὸ καὶ ἀντιληπτικὸν ἔχουσι κεφάλαιον· γυνὴ συνεχῶς νύκτωρ δακρύει καὶ κρίνεται
15μοιχείας, καὶ δολοφονηθέντος τοῦ πένητος ἕπεται ὁ υἱὸς αὐτοῦ τῷ πλουσίῳ δακρύων καὶ κρίνει αὐτόν· ἐν ἀμφο‐ τέροις γὰρ τὴν ἐξουσίαν τοῦ δακρύειν προτείνονται, ἀλλ’ ἡ διαφορὰ πολλὴ, ὅτι ἐν μὲν τῷ στοχασμῷ σημεῖον τοῦ ἀδικήματός εἰσι τὰ δάκρυα, ἐν δὲ τῇ ἀντιλήψει αὐτὰ τὰ
20δάκρυά ἐστι τὸ ἀδίκημα. Ἔτι ἡ ἀντίληψις τῷ στοχασμῷ κοινωνεῖ, ὡς ἐν τοῖς κατασοφισμοῖς· οἷον τὸν ἄπαιδα μὴ στρατηγεῖν· θετόν τις ἔθετο παῖδα καὶ ἐστρατήγησε· μετὰ τὴν στρατηγίαν αὐτὸν ἀπεκήρυξε καὶ κρίνεται κα‐ τασοφισμοῦ· ἐνταῦθα ἀρνεῖται πάντη τὸ διὰ τοῦτο θέ‐
25σθαι τὸν παῖδα, ἵνα στρατηγήσῃ, ἂν γὰρ ὁμολογήσῃ, ἀσύστατον· ἔχει οὖν καὶ μετάθεσιν ἐν πάσῃ τὴν ἀτα‐ ξίαν τοῦ παιδὸς ἢ τὸ μὴ ὡς πατέρα αὐτὸν στέργειν καὶ τοιαῦτα ὅσα ἄν τις διελὼν εἴπῃ· ἀντιλήψεως δὲ πα‐ ράδειγμα, ἐξεῖναι τοῖς πατράσιν ἰσοκληρονόμους τοὺς
30νόθους τάττειν τοῖς γνησίοις· ἔχων τις ἀπὸ δούλης παῖ‐95

5

.

96

δα ἰσοκληρονόμον αὐτὸν ἔταξε τῷ γνησίῳ· ὁ νόθος δέ‐ δωκε τῆς νομῆς τὴν ἐξουσίαν τῷ γνησίῳ, ὁ δὲ τὴν πᾶ‐ σαν οὐσίαν μίαν μερίδα θεὶς ἀντέθηκεν αὐτῇ τὴν μη‐ τέρα τοῦ νόθου· καὶ κρίνει αὐτὸν κατασοφισμοῦ· ἐν‐
5ταῦθα γὰρ ἀντιληπτικόν ἐστι· φησὶ γὰρ ὁ παῖς· ἔξεστί μοι, ὡς βούλομαι, διανέμειν· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ ἐπὶ συμβάντι τὸ τοῦ στοχασμοῦ ἔγκλημα ποιεῖται· τὸ γὰρ ἀποκηρύξαι τὸν παῖδα ὑπόνοιαν πε‐ ποίηκε τοῦ κατασοφισμοῦ· εἰ γὰρ μὴ ἀπεκήρυξεν, οὐδ’
10ἂν τὴν ἀρχὴν ἐνεκαλεῖτο· ἐν δὲ ἀντιλήψει αὐτὸ κατ’ αὐτὸ τὸ πεπραγμένον ὑπεύθυνον εἶναι δοκεῖ· κοινωνοῦσι δὲ μάλιστα αἱ ἀντιλήψεις τοῖς ὅροις, ἐν ἀμφοτέροις γὰρ ἐξουσία εὑρίσκεται, καὶ ζήτησις περὶ τοῦ, εἰ τοῦτό ἐστι τὸ ἀδίκημα· εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοι‐
15χὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· τοῦτο ὁριστικὴν ἔχει τὴν ζήτησιν, εἰ μοιχὸς ὁ εὐνοῦχος· πέπρακται μὲν γὰρ αὐτῷ τὸ συνεῖναι τῇ γυναικὶ, λείπει δὲ τὸ καὶ τὴν χρῆ‐ σιν ἔχειν δύνασθαι, καὶ οὗτος μὲν ὁ ὅρος· ἀντίληψις δὲ, τρισαριστέα τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου·
20ἐνταῦθα γὰρ, φησὶν, ἔξεστί μοι· δύναται δὲ καὶ ὁ τὸν εὐνοῦχον ἀνελὼν τὴν ἐξουσίαν προβαλέσθαι· τῆς δὲ ἀν‐ τιλήψεως παράδειγμα τῆς κατὰ ὅρον ἐξεταζομένης· ἔγραψέ τις τὰ περὶ Σικελίαν καὶ προὔθηκε δημοσίᾳ· κρίνεται δημοσίων ἀδικημάτων· ἀντίληψις μὲν γὰρ ἡ
25στάσις· δύναται δὲ νομίζεσθαι περὶ ὀνόματος ἔχειν τὴν ζήτησιν, ὅπερ οἰκεῖον ὅρου, εἰ τοῦτο δημόσιον τὸ ἀδίκη‐ μα· ἡ δὲ διαφορὰ αὕτη, ὅτι ἐν μὲν τῇ ἀντιλήψει ὅλον πέπρακται τὸ ἀδίκημα, καὶ οὐδενὸς προσδεῖται, ἐν δὲ τῷ ὅρῳ ἐπὶ μέρει· λείπει γὰρ τῷ εὐνούχῳ τὸ μοιχεύειν·
30τῷ δὲ ἀριστεῖ τῷ ἀναιρεθέντι τοὐναντίον· ἡ δὲ διαφορὰ κατὰ Μινουκιανὸν, ὅτι ἐν μὲν τῷ ὅρῳ περὶ ὁμολογου‐
μένου ἀδικήματος, μήπω δὲ πεπραγμένου ἡ ζήτησίς ἐστιν,96

5

.

97

ἐν δὲ τῇ ἀντιλήψει αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἀδίκημα, οὐδὲ γὰρ ὡμολόγηται τὸ ἀδίκημα εἶναι τὸ γράφειν, ἄν τις βούληται, ἢ τὸ τὸν μοιχὸν ἀποκτιννύναι, ἐὰν δὲ ὁμολογῇ πεποιηκέναι ἀδίκημα, πανταχοῦ ἐὰν ὁμολογοῦν‐
5τα τιθῇ ἀδίκημα, πταῖσμά ἐστιν, οὐδαμοῦ γὰρ ἀδί‐ κημα ὁμολογεῖ· ὄνομα μὲν αὐτῷ ὡς γενικόν· ἐπει‐ δὴ γὰρ οἱ πρὸ τούτου τεχνικοὶ πλὴν τοῦ Μινουκιανοῦ ἀντίθεσιν μίαν ἴσασι στάσιν, διὰ τοῦτο, ἵνα μὴ πλάνη τις ἐμπέσῃ, προσέθηκε τὸ „ὡς γενικὸν,“ ἵνα μηνύσῃ,
10ὅτι οὐ στάσις ἐστὶν, ἀλλὰ γένος ἐστὶ στάσεων· ἕκαστον γὰρ γένος εἰς γένος ἕτερον τέμνεται, καὶ εἰς μίαν στά‐ σιν· ἡ μὲν ποιότης εἰς νομικὴν καὶ λογικὴν· ἡ δὲ γενικὴ γένος οὖσα στάσεων τέμνεται εἴς τε ἀντίληψιν καὶ ἀντί‐ θεσιν, ἡ δὲ ἀντίθεσις εἰς τέσσαρας ἀντιθετικάς· διατί
15δὲ αὐτή τε καὶ αἱ ἐξ αὐτῆς τεμνόμεναι ἐκλήθησαν ἀν‐ τιθετικαὶ ἐροῦμεν· ὅτι ἐν ταύταις μόναις ταῖς στάσεσιν προδήλου τινὸς ὄντος ἀδικήματος ὁ φεύγων ἀντιτίθησι τί τὸ ὥσπερ κωλύον καὶ σβεννύον τὸ ἔγκλημα· ἐν δὲ ταῖς προλαβούσαις οὐδέν ἐστι πρόδηλον ἀδίκημα· ἀλλ’
20αὐτὸ τοῦτο ζητεῖται, εἴτε ἐν ὅρῳ εἴτε ἐν ἀντιλήψει, εἴτε ἐν στοχασμῷ ὡμολόγηται τὸ ἀδίκημα παρὰ τοῦ δικα‐ στοῦ, οὐδαμοῦ γὰρ παρὰ τῷ φεύγοντι ὁμολογεῖται, ἀλλ’ ὁ δικαστὴς ἐν ταῖς ἀντιθετικαῖς οἶδεν τὸ ἀδίκημα ὂν, πρὸς ὃ ὁ φεύγων ἀντιτίθησί τι λυτικὸν ὄν· τό τε γὰρ
25κατασκάψαι τὸ τεῖχος παρὰ τῷ δικαστῇ ἀδίκημα κρίνε‐ ται, πρὸς ὃ τὴν νίκην ἀντιτίθησι, καὶ τὸ τὸν πατέρα τυπτῆσαι οἶδεν ὁ δικαστὴς ὂν ἀδίκημα, πρὸς ὃ τὸν φό‐ βον ἀντιτίθησι· καὶ τὸ ἀνελεῖν τὸν υἱὸν οἶδεν ὁ δικα‐ στὴς ἀδίκημα, πρὸς ὃ τὸ ἡταιρηκέναι αὐτὸν ἀντιτίθησι,
30καὶ τὸ πρεσβεῦσαι ἐν τῇ ὡρισμένῃ προθεσμίᾳ ὡμολόγη‐
ται ἀδίκημα, πρὸς ὃ ἀντιτίθησι τὴν τοῦ ταμίου αἰτίαν·97

5

.

98

εἰκότως οὖν αὗται ἀντιθετικαὶ λέγονται, ὅτι πρὸς τὸ προεγνωσμένον ἀδίκημα ἀντιτίθησί τι ὥσπερ λυτικὸν ὁ φεύγων. Ἂν δὲ εἰς ἕτερον μεθιστ, πάλιν διαιρε‐
5τέον, ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέ‐ σθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησι τὸ ἔγ‐ κλημα· ἐνταῦθα οὐδὲ αὐτὸς ὁ τεχνικὸς ἀγνοεῖ ὃ ἔσφαλ‐ ται, παρακατιὼν γὰρ λέγει· „εἰ δέ τις ἡμῖν ἀμφισβητεῖ συγγνώμης πέρι καὶ μεταστάσεως, ἀκριβέστερον ἐν τῷ
10περὶ ἀντιθέσεως λελέξεται“, ὡς ἐνταῦθα μὴ ἀκριβῶς εἰ‐ πών· τίς γὰρ οὕτως ἠλίθιός ἐστιν, ὅστις οἴεται πρᾶγμα εἶναι ὑπεύθυνον; ὑπεύθυνον γάρ ἐστι τὸ εἰς εὐθύνας καὶ δικαστήριον καὶ δίκην ἀγόμενον πρᾶγμα· διὸ εἰς ταῦτα οὐ φέρεται οὔτε χειμὼν οὔτε βρονταὶ, οὔτε σκηπτοὶ, οὔτε
15τὰ τοιαῦτα· περιττὸν οὖν τὸ εἰπεῖν ὑπεύθυνον γενέσθαι πρᾶγμα· ἤρκει γὰρ εἰπεῖν τὸ „ἢ εἰς πρόσωπον, ἢ εἰς πρᾶγμα μεθίστησι καὶ ποιεῖ μετάστασιν“· οὕτω γὰρ σα‐ φής τε ἂν εἴη ἡ διαφορὰ καὶ ἐσώζετο τὸ ἴδιον τῆς με‐ ταστάσεως, ὡς καὶ τῆς συγγνώμης· νῦν δὲ πρὸς πλείο‐
20νας τῶν μεταστάσεων αὐτὴν ἐκτίθενται οἱ τεχνικοὶ κατὰ τὸν αὐτὸν λόγον τῷ μὴ εἰς ὑπεύθυνα εἶναι· παντάπασιν ἔχοι τις ἂν συγγνώμην εἰπεῖν τόν τε Ἀρχίδαμον τὸν λύ‐ σαντα τὴν πολιορκίαν τὴν Πλαταιέων διὰ τοὺς σκηπτοὺς, καὶ πάλιν, τὸ τὸν αὐτὸν ἀναζεῦξαι διὰ τὸν λοιμόν· ἀλλὰ
25δῆλον, ὅτι καὶ τοῦτο περιττὸν, καὶ τὸ ἐφεξῆς, οἱ δέκα στρατηγοὶ διὰ τὸν χειμῶνα τὰ σώματα μὴ ἀνελόμενοι· μετάστασις γάρ ἐστιν αὕτη, ἄμεινον γὰρ εἰπεῖν· „ἡ μὲν εἴς τι τῶν ἔξωθεν ἀναφέρεται, ἡ δὲ συγγνώμη ἐπὶ μόνα τὰ πάθη τῆς ψυχῆσ“· καὶ ἡ μὲν ἐξήγησις αὕτη· κοινω‐
30νεῖ ἡ μετάστασις τῷ στοχασμῷ τῷ ἀφ’ ὧν αὐτός τις κρίνεται, ὡς ἐπὶ τούτου· νόμος νύκτωρ μὴ ἀνοίγειν τὰς
πύλας· Κλέωνος ἄγοντος τοὺς τριακοσίους Νικίας οὐκ98

5

.

99

ἤνοιξεν· ἀπέδρασαν αὐτὸν, καὶ κρίνεται αὐτὸν βλάβης· ἐνταῦθα γὰρ προβαλλομένου τοῦ Νικίου τὸν νόμον ἀνα‐ φύεται στοχαστικὴ ζήτησις, πότερα φθόνῳ τοῦ κατορ‐ θώματος οὐκ ἤνοιξεν, τῇ ἀληθείᾳ δὲ δέει τοῦ νόμου·
5ἔστι δὲ ἡ στάσις μετάστασις, διαφέρει δὲ, ὅτι οὐ σώζε‐ ται τὸ οἰκεῖον τοῦ στοχασμοῦ, τὸ ἐν παντὶ στοχασμῷ δύο εἶναι τὰ πράγματα, ἐνταῦθα δὲ ἕν ἐστι τὸ πρᾶγμα αὐτὸ τὸ μὴ ἀνοῖξαι· ἔτι κοινωνεῖ ἡ μετάστασις σφόδρα αὐτῇ τῇ ἀντιλήψει τῇ ἐπὶ νόμον· ἐὰν γὰρ εἴπω, „νόμος
10μὴ ἀνοίγειν τὰς πύλας, αἰχμάλωτοι φεύγοντες ἐδάκρυον, οὐκ ἤνοιξαν οἱ στρατηγοὶ, ἐπελθόντες οἱ πολέμιοι ἀπέ‐ κτειναν“, δύναται εἶναι ἀντίληψις καταφεύγοντος αὐτοῦ ἐπὶ νόμον „τόδε ἔξεστί μοι“· διαφέρει δὲ, ὅτι ἐν μὲν με‐ ταστάσει ὁμολογουμένως καὶ πάντως ἐστὶ τὸ πεπραγμέ‐
15νον φαῦλον, βοηθεῖται δὲ τῇ περιστάσει τοῦ νόμου· ἐν δὲ τῇ ἀντιλήψει τὸ ἐναντίον οὐ φύσει ἐστὶ φαῦλον, ἀλλ’ ἐκ περιστάσεως ἔχει τὸ ἔγκλημα· τὸ γὰρ μοιχὸν ἀποκτεῖ‐ ναι χρηστόν ἐστιν, ἀλλὰ τὸ εἶναι ἀριστέα τὸν ἀνῃρημένον τὴν περίστασιν πεποίηκεν· ἔτι ἑτέρα διαφορά· ἐν μὲν γὰρ
20τῇ ἀντιλήψει συγκεχώρηκέν τι ὁ νόμος, ἐν δὲ τῇ μετα‐ στάσει κεκώλυκεν· καὶ ὁ ποιῶν ἐν μὲν τῇ ἀντιλήψει ἀκό‐ λουθα νόμῳ ποιεῖ, ὁ δὲ μὴ ποιῶν ἐν τῇ μεταστάσει οὐκ ἀκόλουθα· τὰ μὴ κεκωλυμένα γὰρ ποιεῖ· κοινωνεῖ τὸ ἀν‐ τέγκλημα στοχασμῷ καὶ ἀντιλήψει· ἐν ἑκατέροις γὰρ
25στοχαστική ἐστιν ἡ ζήτησις τῆς γνώμης τοῦ πεποιηκότος, καὶ γὰρ ὁ στρατηγήσας καὶ ἀποκηρύξας ὕστερον τὸν θε‐ τὸν υἱὸν στοχαστικῶς ἐξετάζεται· καὶ οἱ τύραννον ἐν Ὀ‐ λυμπίᾳ ἀποκτείναντες στοχαστικῶς ἐξετάζονται, πότερον ἐν ἀπορίᾳ τοῦ δύνασθαι καὶ ἄλλοτε αὐτὸν ἑλεῖν ἢ κατα‐
30φρονήσει τῶν ἱερῶν αὐτὸν ἀπέκτειναν· καὶ ἐν ἀμφοτέ‐
ροις ἐστὶν ἀντεγκλήματος ἐξουσία· καὶ γὰρ καὶ οἱ τύ‐99

5

.

100

ραννον ἀνελόντες δύνανται ἀντεγκαλέσαι ὡς ἀξίῳ ὄντι παθεῖν· καὶ ὁ τὸν στοχασμὸν ἐγκαλέσας τῷ παιδὶ, ὡς ἄξιόν τι ἀποκηρυχθῆναι· καὶ ὁ τὸν υἱὸν ἑταιροῦντα ἀπο‐ σφάξας ἀντεγκλήματός ἐστιν· διαφέρει δὲ τὸ ἀντέγκλημα
5στοχασμοῦ μὲν, ὅτι πρόδηλόν ἐστιν ἐν ἀντεγκλήματι τὸ ἀδίκημα, τὸ ἑταιρεῖν τὸν υἱόν· ἐν δὲ στοχασμῷ αὐτὸ τοῦ‐ το ζητεῖται, εἰ ἄξιον ὄντα ἀποκηρυχθῆναι ἀπεκήρυξε καὶ οὐ κατασοφισμοῦ χάριν· ἀντιλήψεως δὲ, ὅτι, ἐὰν μὲν κα‐ τὰ νόμον ᾖ τὸ πεπραγμένον γεγενημένον, ἀντίληψιν ποι‐
10εῖ, ἂν δὲ εὐλόγως μὲν, οὐ νομίμως δὲ, ἀντέγκλημα· τὸ γὰρ τὸν υἱὸν ἀποκτεῖναι εὐλόγως μὲν πέπρακται, νόμον δὲ οὐκ ἔχει τοῦτο κελεύοντα· ὁ δὲ τὸν ἀριστέα ἀνελὼν κατὰ νόμον τοῦτο ἔπραξε. Κοινωνεῖ ἡ ἀντίληψις πρὸς ἀντίστασιν· ἔν τε γὰρ ἀντιλήψει οὐ φαῦλον εἶναι τὸ γε‐
15γενημένον λέγει, ἀλλὰ καὶ χρηστὸν, ὥσπερ ὁ ζωγράφος, ὁ λέγων συμβουλῆς χάριν γεγραφηκέναι τοῖς πλέουσι τὰ ναυάγια, ἵνα μάθοιεν τὰ δυσχερῆ τὰ ἐν τῷ παρὰ καιρὸν πλεῖν, καὶ ἐν τῇ ἀντιπαραστάσει εὐεργεσίαν πεποιηκέναι ἐξ αὐτοῦ τοῦ ἀδικήματος ὁ φεύγων ἐρεῖ· διαφέρει δὲ, ὅτι
20ἐν μὲν ἀντιλήψει οὐκ αὐτὸ τὸ πεπραγμένον φαῦλον εἶναι λέγει, ἀλλὰ καὶ χρηστὸν, ἐν δὲ τῇ ἀντιστάσει τὸ μὲν πε‐ πραγμένον ἀνεύθυνον εἶναι λέγει, ἕτερον δὲ ἐξ αὐτοῦ συμβὰν ἀγαθόν· κοινωνεῖ δὲ ἡ συγγνώμη πάντη τῇ ἀντιλήψει, οἷον νόμος τοὺς κατιόντας φυγάδας ἐξεῖναι
25ἀποκτιννύναι· καταστείχοντάς τις φυγάδας ἀπέκτεινε καὶ κρίνεται· συγγνώμη δὲ, ἐρασθέντι τῷ υἱῷ παρεχώρησεν ὁ πατὴρ τοῦ γάμου τῆς μητρυιᾶς, καὶ κρίνονται οἱ τρεῖς κακοῦ βίου· κοινωνοῦσιν οὖν μάλιστα τῷ ἐν ἀμφοτέροις καὶ ἐπὶ τῷ πεπραγμένῳ εἶναι τὸ ἔγκλημα καὶ κακοῦ βίου
30εἶναι τὴν γραφήν· διαφέρουσι δὲ τῷ τὰ μὲν τῆς ἀντιλή‐
ψεως ὁμολογουμένως εἶναι ἑκούσια, τὰ δὲ τῆς συγγνώμης100

5

.

101

ἀκούσια, οὐ γὰρ ἑκὼν ὁ νεανίσκος ἐρᾷ· οὐδὲ ἑκὼν ὁ πατὴρ παραχωρεῖ, ἀλλὰ δι’ ἔλεον τοῦ παιδὸς, οὐδὲ ἡ μη‐ τρυιὰ, ἀλλὰ διὰ τὸ πάντα πείθεσθαι τῷ ἀνδρί· κατὰ γὰρ τοὺς Ἀττικοὺς νόμους παρειλήφαμεν, ὡς ἐξῆν τοῖς
5ἀνδράσι τὰς ἑαυτῶν ἐπιγαμίζειν ἑτέροις γυναῖκας. Διὸ καὶ σύστασιν ἔχει τὸ ζήτημα, ἐπειδὴ κατὰ τὸ ἀπίθανον ἔμελλεν εἶναι· ἔτι δὲ σφόδρα κοινωνεῖ, ὡς καὶ αὐτὸς ὁ τεχνικὸς ὁμολογεῖ, λέγων μηδὲν διαφέρειν αὐτὰς, ἡ με‐ τάστασις πρὸς τὴν συγγνώμην· ἐν ἀμφοτέραις γὰρ λέ‐
10γουσι βεβιάσθαι· ἢ ἀπὸ καιροῦ, ἢ ἀπὸ τύχης, ἢ ἀπὸ προσώπων ἢ ἀπὸ πραγμάτων τινῶν, καὶ αὕτη μὲν ὑπὸ πάντων προφερομένη διαφορὰ, ὅτι συγγνώμης μὲν ἴδιον ἐπὶ μόνα τὰ τῆς ψυχῆς φέρειν πάθη, μεταστάσεως δὲ ἐπὶ τὰ ἔξω· ἔστι δὲ καὶ ἑτέρα ἀκριβεστέρα, ὅτι ἐν μὲν
15τῇ μεταστάσει κρίνεται ὁ φεύγων ὡς πεποιηκώς τι ὧν οὐκ ἐχρῆν. Καὶ μεταστάσεως μὲν παράδειγμα ὁ πρε‐ σβευτὴς, ὁ διὰ τὸ μὴ λαβεῖν τὰ ἐφόδια μὴ πρεσβεύσας· συγγνώμης δὲ ἡ γυνὴ, ἡ ληφθεῖσα παρὰ τῶν πολεμίων χοηφοροῦσα τῷ παιδὶ καὶ τυπτομένη, ἡ τὰ ἀπόῤῥητα
20ἐξειποῦσα, καίτοιγε, ὡς ᾠήθησάν τινες τὴν μετάστασιν ἐπὶ πρόσωπον μόνον φέρειν, ὡς ὁ τεχνικὸς, τὴν δὲ συγ‐ γνώμην ἐπὶ πρᾶγμα· ἀλλ’ ἐνταῦθα ἐπὶ πρόσωπον ἑκάτε‐ ροι φέρουσιν, ὁ μὲν τὰ τοῦ ταμίου, ἡ δὲ τὸ τῶν πολε‐ μικῶν· ἔτι δὲ συγγνώμης ἡ τῆς γυναικὸς, ἀλλ’ ἡ διαφο‐
25ρὰ δήλη ἐστὶν τὴν ἀκρίβειαν φυλάττουσα, ὅτι διὰ τοῦτο συγγνώμη ἐστὶν ἐπὶ τῆς γυναικὸς, ὅτι ἐφ’ οἷς ἐποίησε δέον μὴ ποιεῖν τὴν κρίσιν ἔχει, ἐπὶ δὲ τοῦ ταμίου με‐ τάστασις, ὅτι ἐφ’ οἷς οὐκ ἐποίησε δέον ποιῆσαι. Τὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τού‐
30των ἐπιγνωσόμεθα, τὰς δ’ αὖ νομικὰς οὕτως,101

5

.

102

πρῶτον μὲν περὶ ῥητὰ τὴν ζήτησιν εἶναι. σα‐ φῶς ἀλλ’ οὐ καλῶς τὴν διαφορὰν γενικὴν ἡμᾶς ὁ τεχνι‐ κὸς ἐδίδαξε τῶν νομικῶν καὶ τῶν λογικῶν· εἰ γὰρ καὶ ἐν ταῖς λογικαῖς εὑρίσκονται νόμοι, ὥσπερ ἐν τῇ μετα‐
5στάσει τῇ ἐπὶ ῥητῷ φερούσῃ, καὶ ἐν ἀντιλήψει καὶ ἐν ὅρῳ δὲ καὶ ἐν ἄλλαις πολλάκις, τί διοίσουσιν αἱ νο‐ μικαὶ τῶν λογικῶν, ὅτι καὶ ἐν ἐκείναις καὶ ἐν ταύταις ῥητά ἐστι; λέγομεν, ὅτι ὁ τεχνικὸς μηνύει, ὅτι ἐν ταῖς λογικαῖς ἀπὸ ῥητοῦ μὲν ἡ ζήτησις, οὐκέτι δὲ περὶ ῥη‐
10τὸν, ἐν δὲ ταῖς νομικαῖς καὶ ἀπὸ ῥητοῦ καὶ περὶ ῥητόν. ἐπὶ δὲ τοῦ παραδείγματος σαφέστερον ἔσται ὃ λέγω· ἐν τῇ ἀντιλήψει τῇ ἐπὶ νόμον, ὅταν λέγῃ ἐξεῖναι τὸν μοι‐ χὸν ἀποκτιννύναι, τρισαριστέα δὲ ἀνελών τις κρίνηται, οὐδὲ μία πρὸς τὸ ῥητόν ἐστι ζήτησις, οὐδὲ λέγομεν ὅτι
15τοῦτο σημαίνει, οὐδὲ λέγομεν, ὅτι ἕτερον ῥητόν ἐστιν ἐναντίον, ὅπερ οἰκεῖόν ἐστι νομικῶν· ἀλλ’ ὡμολόγηται μὲν τὸ ῥητὸν, περὶ δὲ τὴν τοῦ πράγματος περίστασιν ἡ ζήτησις γίνεται· οἷον τὸ εἶναι τρισαριστέα· καὶ πάλιν ἐν τῇ μεταστάσει τῇ ἐπὶ ῥητὸν, ὅταν λέγωμεν, νόμος
20νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας, τῶν αἰχμαλώτων παρ‐ όντων οὐκ ἤνοιξεν ὁ στρατηγός· ἀνῄρηνται καταλαβόν‐ των τῶν πολεμίων καὶ κρίνεται· πάλιν οὐδεμία ζήτησίς ἐστι πρὸς τὸ ῥητὸν, ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ, οὐδὲ ζητοῦμεν ὅ τί ποτε ὁ νόμος ἔχει, ἀλλ’ ὡμολόγηται μὲν
25ὁ νόμος ἔχων καὶ ἐπὶ τούτοις κείμενος, ἡ δὲ τοῦ πρά‐ γματος περίστασις τὸ εἶναι αἰχμαλώτους φεύγοντας ποιεῖ τὴν ζήτησιν· ἐν δὲ ταῖς νομικαῖς αὐτό ἐστι τὸ ῥητὸν τὸ ζητούμενον ἢ κατὰ τὴν διάνοιαν, εἰ τοῦτο σημαίνει, ἢ καθ’ ἕτερον ἐναντίον ῥητὸν, ἢ καθ’ ἕτερόν τι ὧν
30ἑξῆς ἐροῦμεν.
Ῥητὰ δὲ λέγω, διαθήκας, νόμους, ψηφί‐102

5

.

103

σματα, ἐπειδὴ ῥητὰ οἱ νόμοι καλοῦνται, διὰ τοῦτο κα‐ λῶς ἀσφαλιζόμενος ὁ τεχνικὸς ἐδίδαξεν, ὡς οὐκ ἀπὸ νό‐ μου μόνου αἱ νομικαὶ γίνονται, ἀλλ’ ἁπάντων ἁπλῶς τῶν γεγραμμένων ἢ ὡρισμένων, ἵνα καὶ τὰ ψηφίσματα περιλάβῃ.
5 Ταύτην δὲ τὴν ζήτησιν ἤτοι περὶ ἓν ἢ καὶ πλείονα γενέσθαι συμβαίνει ῥητ, λέγω δὲ καὶ πλείονα, κἂν ἐπὶ τούτων εἰς δύο μέρη διαιρῆται, καὶ μέρει μὲν ὁ ἕτε‐ ρος, μέρει δὲ ὁ ἕτερος τῶν δικαζομένων
10χρῶνται. Περὶ τούτου ῥητοῦ, ὡς οὐ συνέστηκεν, ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν. ἢ περὶ τὰς τού‐ του διανοίας, ἢ καθ’ αὑτὸ θάτερον τῶν μερῶν γίνεται, ποιεῖ ῥητὸν καὶ διάνοιαν· κα‐ λῶς πάνυ τὸ θάτερον τῶν μερῶν, οὐχὶ ὥς τινες ᾠή‐
15θησαν, πάντως δεῖν τὸν φεύγοντα μὲν ἔχειν τὴν διά‐ νοιαν, τὸν δὲ κατήγορον τὸ ῥητόν· φαίνεται γάρ ποτε καὶ τὸ ἐναντίον· δεῖ δὲ καθολικὸν κανόνα εἰπεῖν, ὅτι ἐν μὲν τοῖς πρώτοις καταφυγὴν καὶ δίωξιν ὁ κατήγορος ἔχει τὸ ῥητὸν, τὴν δὲ διάνοιαν ὁ διώκων· ἐν δὲ τοῖς ῥη‐
20τοῖς κατὰ ἀξίωσιν πάντως ὁ φεύγων ἔχει τὸ ῥητὸν, καὶ ὁ ἐναντιούμενος ἔχει τὴν διάνοιαν· καὶ τοῦ μὲν κατὰ φυγὴν καὶ δίωξιν παράδειγμα· ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀνελὼν τὸν τῶν πολεμίων στρατηγὸν καὶ κρινόμενος· τοῦ δὲ κατὰ ἀξίωσιν ὁ Ἀριστογείτων, ὁ ἡττηθεὶς τὴν
25τῶν παρανόμων γραφὴν καὶ ἀξιῶν ἔντιμος εἶναι· ἢ ὁ ἄσωτος ὁ ἑαυτὸν πηρώσας καὶ ἀξιῶν δημοσίᾳ τρέ‐ φεσθαι τοῦ νόμου κελεύοντος τὸν πεπηρωμένον τρέφε‐ σθαι. ἐζήτηται δὲ, πῶς τῶν λογικῶν πασῶν καὶ ἐπιγρα‐ φὰς καὶ ὅρους προσέθηκεν, ἐν δὲ ταῖς νομικαῖς ὅρον οὐ
30προσέθηκεν, ἀλλὰ μόνον τὸν τόπον τοῦ πῶς γίνεται ἐκ‐
θεὶς εὐθὺς ἧκεν ἐπὶ τὸ παράδειγμα· λέγομεν, ὡς τοῦ103

5

.

104

τόπου τάξιν ὅρου ἔχοντος, καὶ γὰρ αὐτὸ τοῦτο ὅρος ἐστὶν, ὅταν λέγῃ τὴν φύσιν δι’ ἧς γίνεται· εἴπομεν δὲ ὅρον ἡμεῖς ῥητοῦ καὶ διανοίας. ἔτι ζήτησις περὶ τοῦ ὅ τί ποτε βούλεται τὸ ῥητὸν μηνύειν ἢ τὸ φανερῶς πε‐
5πραγμένον, ἢ κατηγορούμενον ἢ ἕτερόν τι. ἐζήτηται δὲ, τί δήποτε ταύτην πρώτην ἔταξε πασῶν τῶν νομικῶν, καίτοιγε ἀτελεστέραν οὖσαν πασῶν· οὐ γὰρ δὴ ἀγνοοῦ‐ μεν, ὡς ἡ ἀντινομία δύο νόμους ἔχουσα τελειοτέρα τῆς μιᾶς ἐστιν· καὶ ὁ συλλογισμὸς τέλειον τελείῳ συνάπτων
10ἐπαναμένει, ἀλλ’ ἐροῦμεν, ὅτι ὃν τρόπον ὁ στοχασμὸς πασῶν τῶν λογικῶν προτέτακται, διὰ τὸ ἐν πάσαις ἐμ‐ πίπτειν, οὕτω καὶ τὸ ῥητὸν καὶ ἡ διάνοια προτέτακται, ἐπειδὴ ἐν πάσαις ἐμπίπτει· ἡ γὰρ ἀντινομία ὡς καὶ αὐ‐ τὸς ὁ τεχνικός φησι, διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια·
15ἔδει οὖν τὰ ἁπλᾶ πρῶτον μαθεῖν· καὶ ὁ συλλογισμὸς πάλιν ἔχει τὴν διάνοιαν τοῦ νομοθέτου. ἔδει οὖν πρῶ‐ τον μαθεῖν, ὅ τί ποτέ ἐστι ῥητὸν καὶ διάνοια, ἵν’ ἐν τούτῳ εἰδῶμεν αὐτοῦ τὴν φύσιν· καὶ ἔτι καὶ τὸ ἀτε‐ λὲς εἶναι· οὐ γὰρ ἐχρῆν τὰ τέλεια πρὸ τῶν ἀτελῶν τάτ‐
20τεσθαι, ἀλλὰ κατ’ ὀλίγον ἐπαναλαμβάνειν. τῷ ῥητῷ δὲ προστίθησί τι πρᾶγμα, εἰς ταὐτὸν ἄγων τὸ ἔγγραφον τῷ ἀγράφῳ καὶ ποιεῖ συλλογι‐ σμόν. Ἐζήτηται τί δήποτε δεύτερον ἔταξε τὸν συλλο‐ γισμὸν καὶ τὴν ἀντινομίαν ἀκόλουθον οὖσαν πρὸς τὸ
25ῥητὸν καὶ τὴν διάνοιαν· λέγομεν, ὅτι τῇ αὐτῇ αἰτίᾳ, ᾗπερ τὸ ῥητὸν καὶ ἡ διάνοια, εἰ γὰρ ὁ συλλογισμὸς ἐμ‐ πίπτει τῇ ἀντινομίᾳ, ἐν οἷς τὸ περιεχόμενον καὶ τὸ πε‐ ριέχον ζητοῦμεν συλλογισμῷ δηλῶσαι φυλάττομεν αὐ‐
τὸν· καὶ ἔτι ὁ συλλογισμὸς φύσιν ἔχει ῥητοῦ καὶ δια‐104

5

.

105

νοίας, δοκεῖ γὰρ καὶ αὐτὸς κατὰ μὲν ἓν μέρος ἔχειν τὸ ῥητὸν, καθ’ ἕτερον δὲ τὴν διάνοιαν καὶ λέγειν, μὴ τοῦτο σημαίνειν τὸν νόμον· ἀκόλουθον οὖν ἦν πᾶ‐ σαν τὴν τῶν ἁπλῶν ζήτησιν πρώτην ἐξετασθῆναι, καὶ
5οὕτω τὴν τῶν διπλῶν, ὅ ἐστι τὴν τῆς ἀντινομίας. Ἐ‐ ζήτηται δὲ, τίνος χάριν ἐπιγραφὴν προσθεὶς πρῶτον ὅρον ἐπήγαγεν τοῦ συλλογισμοῦ· λέγομεν, ὅτι ὁ συλλο‐ γισμὸς πλείστην ἔχει πρὸς τὸ ῥητὸν καὶ διάνοιαν κοι‐ νωνίαν· καὶ οὐκ ἤρκει ἡ ἐπιγραφὴ μηνῦσαι τὴν φύσιν
10αὐτῶν, καὶ γὰρ ἄγραφόν τί ἐστι καὶ ἡ διάνοια, ἔγ‐ γραφον δὲ τὸ ῥητόν· διὰ τοῦτο προσέθηκε τὸν ὅρον αὐτοῦ, ἵνα τῷ ὅρῳ καὶ τῇ ὑπογραφῇ σαφέστερος γε‐ νόμενος ἀποδιαστήσῃ τῶν ἄλλων· εἰδέναι δὲ χρὴ, ὅτι συλλογισμῶν εἴδη τέσσαρα ἐκ τοῦ ἴσου, ὡς ὁ ἐκ τοῦ
15πόρνου κωλυόμενος λέγειν τοῦ νόμου τὸν ἐξαίρετον κω‐ λύοντος· ἴσον γάρ φησιν ἐκ τοῦ ἀκολούθου, ὅπερ ἐστὶν ἐκ τοῦ μείζονος, ὡς ὁ ἀποκτείνας ἐν τῷ στίζειν τοῦ νό‐ μου κελεύοντος ἐξεῖναι καταστίζειν τὸν μοιχὸν, ἐνταῦθα γὰρ συλλογίζεται τὸ ἐκβὰν λέγων, ὅτι εἰ τὸ στίζειν δέ‐
20δωκε, καί τι μεῖζον ἐξ αὐτοῦ δέδωκε, καὶ ἐκ τοῦ ἥττο‐ νος, ὡς ἐπὶ τούτου· νόμου ὄντος τοὺς μοιχοὺς ἀνελεῖν μὴ ἀνελών τις ἀλλὰ στίξας κρίνεται· ἐνταῦθα γὰρ συλ‐ λογίζεται, εἰ τὸ μεῖζον τὸ ἀναιρεῖν δέδωκε, πολλῷ πλέον τὸ εὐτελέστερον τὸ καταστίζειν, καὶ ἐκ τοῦ ἐναντίου,
25νόμος τὸν λιπόντα τὴν τάξιν κολάζεσθαι· ἀριστεύς τις αἰτεῖ δωρεὰν, εἰ γὰρ, φησὶν, ὁ λιπὼν τάξιν κολάζεται, δῆλον ὅτι ὁ ἀριστεύσας τιμηθήσεται. Ἐὰν μὲν περὶ δύο ῥητὰ ἢ καὶ πλείονα καὶ ἓν διαιρούμενον ἡ ζήτησις, ἢ ὅτε καὶ ἐκ
30πλειόνων ῥητῶν, γίνεται ἀντινομία. Παρά‐105

5

.

106

δειγμα τοῦτο μηνύει· νόμος τὸν πεπηρωμένον ὑπὸ τῆς γυναικὸς χειραγωγεῖσθαι, καὶ προδότῃ τοὺς παῖδας συμ‐ φεύγειν, καὶ τὸν καταστείχοντα φυγάδα ἀνελεῖν· πέ‐ φευγέ τις θυγατέρα ἔχων ἄνδρα ἔχουσαν τυφλὸν, ἔμεινεν
5αὐτὸν χειραγωγοῦσα· ἀπέκτεινέν τις αὐτὴν καὶ κρίνε‐ ται· ἐνταῦθα γὰρ τρεῖς εἰσιν οἱ νόμοι· ὅ τε τὸν φυγά‐ δα κελεύων ἀνελεῖν καὶ ὁ τὸν ἄνδρα κελεύων χειραγω‐ γεῖσθαι ὑπὸ τῆς γυναικὸς· καὶ ὁ κελεύων συμφυγεῖν τοὺς παῖδας μετὰ τοῦ πατρός.
10 Ἢ καὶ ἓν διαιρούμενον· ὅτι τοῦτο οὐ συν‐ έστηκεν ἐν τοῖς ἐφεξῆς ἐροῦμεν· ὅτι δέ ἐστιν ἀντ’ αὐ‐ τοῦ πάλιν προσθήσομεν, „μὴ φύσει ἐναντίων κατὰ πε‐ ρίστασιν δὲ μάχη.“ ὡμολόγηται, ὅτι πολιτεία οὐκ ἂν συσταίη, ἐν ᾗ φύσει ἐναντίοι ἀλλήλων εἰσὶν οἱ νόμοι·
15πῶς γὰρ ἂν κατὰ τὸν Δημοσθένη ταὐτὰ κύρια καὶ μὴ κύρια ἐστὶν εὑρεῖν· ἀλλ’ ἡ περίστασις, ὅπερ ἐστὶ τὸ συμβεβηκὸς, ποιεῖ τὴν μάχην καὶ τὴν ἐναντίωσιν· ἐὰν γὰρ εἴπω, ὅτι τὸν μοιχὸν μὴ ἐξεῖναι εἰς ἱερὸν ἰέναι καὶ τὸν ἀριστέα εἰς ἱερὸν ἀνατιθέναι τὴν σκευὴν, οὐδεμία
20ἐστὶν ἐναντίωσις· ἐὰν δὲ συμβῇ, τὸν αὐτὸν εἶναι καὶ μοιχὸν καὶ ἀριστέα, τὸ συμβὰν τοῦτο ποιεῖ τὴν ἐναν‐ τίωσιν· φησὶ δὲ, ὡς διπλῆ περίστασις ῥητοῦ καὶ δια‐ νοίας· εἰ γὰρ πᾶν ῥητὸν ἢ ἑτέρῳ ῥητῷ ἢ διανοίᾳ λύεται, ἕκαστον δὲ τῶν ῥητῶν παρὰ τοῦ ἐναντίου τῇ
25διανοίᾳ λύεται, διπλοῦν ἂν εἴη ῥητὸν καὶ διάνοια· περὶ δὲ τοῦ κατὰ ἓν ῥητὸν διαιρούμενον γίνεσθαι ἀντινο‐ μίαν, παράδειγμα αὐτὸς τίθησι τὸν κατὰ ταὐτὸν δύο βιασάμενον, καὶ τὴν μὲν αἱρουμένην αὐτοῦ θάνατον,
τὴν δὲ γάμον ἄπροικον· τοῦτο, ὡς εἰρήκαμεν, αὐτὸ τὴν106

5

.

107

ἀρχὴν σύστασιν οὐκ ἔχει, ἀλλ’ ἔστιν ἀσύστατον κατὰ τὸ ἀπίθανον καὶ ἀδύνατον· πῶς γάρ ἐστι κατὰ ταὐτὸν τὰς δύο βιάσασθαι, ἀλλ’ ἀνάγκη τὴν μὲν πρότερον, τὴν δὲ ὕστερον· ἔπειτα καὶ κατὰ ἄλλα ὁ νόμος ἰσά‐
5ζει· εἰ γὰρ καὶ διάφοροι αἱ αἰτήσεις αὐτῶν, ἀλλ’ ἡ τοῦ νόμου περίστασις μία τίς ἐστιν, ἐξ ἴσου γὰρ ἡ ἐξου‐ σία αὐταῖς δέδοται, καὶ ἔτι τὰ εἴδη ἐπὶ πλειόνων συνί‐ σταται, ἐπ’ οὐδενὸς δὲ ἄλλου ζητήματος εὑρεθείη τοι‐ οῦτον παράδειγμα. Ἀντεισακτέον οὖν ἀντὶ τούτου τοῦ
10εἴδους τῆς ἀντινομίας τοῦ καθ’ ἓν ῥητὸν διαιρούμενον τὴν ἀντινομίαν ταύτην, ἣν αὐτὸς μὲν ὁ τεχνικὸς ἀ‐ γνοεῖ, πλείονες δὲ ἴσασι, καὶ ἡ πεῖρα διδάσκει· αὕτη δέ ἐστιν ἡ κατὰ ἓν ῥητὸν μὴ διαιρούμενον, ἀλλ’ ἐξ ἴσου παρ’ ἀμφοτέρων προφερόμενον τῶν μερῶν γινομένη,
15οὗ τὸ παράδειγμα τοῦτο· νόμος τὸν μὴ ἐπαμύνοντα δεομένοις τοῖς γονεῦσιν ἄτιμον εἶναι· ῥήτορος γονεῖς ἔθεντο διαζύγιον, ἐκάλεσαν ἀμφότεροι τὸν ῥήτορα εἰς τὸ δικαστήριον εἰς συνηγορίαν, συνηγόρησε τῇ μητρὶ καὶ ὁ πατὴρ ἡττηθεὶς ὑπάγει αὐτὸν τῇ ἀτιμίᾳ καὶ ἡ
20μήτηρ ἀντιλέγει· ἐνταῦθα γὰρ τὸ μὲν ῥητὸν οὐ διαι‐ ρεῖται ἐξ ἴσου, οὐδὲ παρ’ ἀμφοτέρων προφέρεται, τοῦ τε πατρὸς μὴ βεβοηθηκέναι προβαλλομένου, καὶ διὰ τοῦτο ἀτιμοῦντος, καὶ τῆς μητρὸς τὸ βεβοηθηκέναι καὶ διὰ τοῦτο ἐναντιουμένης· ἐξ ἴσου δὲ οἱ δύο τὸ
25ῥητὸν ἀναγινώσκουσι, τὸν μὴ βοηθήσαντα τοῖς γονεῦ‐ σιν ἄτιμον εἶναι· ἕτερον δὲ παράδειγμά ἐστιν, ὃ καὶ μεμελέτηται, τὸν μὴ βοηθήσαντα δεομένοις τοῖς γονεῦ‐ σιν ἄτιμον εἶναι· ληφθείς τις ὑπὸ λῃσταῖς ἔγραψε περὶ λύτρων· ἡ γυνὴ αὐτοῦ δακρύουσα ἐτυφλώθη, ὁ παῖς
30ἐξελθὼν δέδωκεν ἑαυτὸν ἀντὶ τοῦ πατρὸς, ἐναπέθανεν107

5

.

108

ὁ παῖς δεσμοῖς, ἔῤῥιψαν αὐτὸν οἱ λῃσταὶ εἰς τὴν θά‐ λασσαν, προσηνέχθη τῇ πόλει· βούλεται αὐτὸν ὁ πα‐ τὴρ θάψαι, καὶ ἡ μήτηρ ἀντιλέγει ὡς ἀμελήσαντος αὐτοῦ ἐν τῇ πηρώσει τῆς μητρός· ἐνταῦθα γὰρ πά‐
5λιν τὸ ῥητὸν οὐ διῄρητο, ἀλλ’ ἐξ ἴσου ἀμφότεροι ἔχου‐ σιν, ἡ μὲν ὡς οὐ βεβοήθηκέ μοι τετυφλωμένῃ, ὁ δὲ ὡς ἐν δεσμοῖς ὄντα με ἐῤῥύσατο· ἄμεινον οὖν ταύτην τὴν ἀντινομίαν εἰσενεγκεῖν τὴν καὶ ἐν πείρᾳ οὖσαν καὶ διὰ πλειόνων παραδειγμάτων συστῆναι δυναμένην
10ἀντὶ τῆς „ἢ ἓν ῥητὸν διαιρούμενον.“ Ἔστι γὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γινομένη· τελευταία τῶν νομικῶν ἡ ἀμφιβολία· αὐ‐ τὴ δὲ καθ’ ἑαυτὴν ἡ σύστασις μελέτην ἢ ζήτησιν οὐκ
15ἂν ἐπιδέξαιτο, ἀσθενής τις οὖσα καὶ εὐτελὴς, ἐν ἑτέραις δὲ ἀναφύεται στάσεσιν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας φαίνεται τὴν χρῆσιν αὐτῆς εἰδὼς λέ‐ γων, „εἰ μὲν οὖν πολεμοῦσιν ἡμῖν ἀνεῖλεν ὁ θεὸς τοὺς ἡγεμόνας φυλάττεσθαι, τοὺς στρατηγοὺς λέγει, εἰ δὲ πε‐
20ποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκό‐ τας.“ Δύο δὲ εἴδη μόνον οἶδεν αὐτὸς ὁ τεχνικὸς ὄντος ἑτέρου καὶ τρίτου καὶ ἀναγκαιοτέρου καὶ μάλιστα ἐν τῇ χρήσει τυγχάνοντος. τοῦτο δέ ἐστιν ὃ καλεῖται ὁμωνυμία, ὅταν ἓν ὄνομα δύο προσώποις ἢ πράγμασιν ἁρμόττῃ,
25ὡς ἐπὶ τοῦ, „τοὺς ἡγεμόνας ἀνεῖλεν ὁ θεὸς φυλάττεσθαι καὶ ἀμφισβητοῦσι πρὸς ἑαυτοὺς οἱ ῥήτορες καὶ οἱ στρα‐ τηγοὶ,“ ἀμφιβολία ἐστὶν, τίς θεὸς κελεύει φυλάττεσθαι. Ἦσάν τῳ δύο παῖδες· τοῦτό ἐστιν οὐ τὸ τυχὸν πταῖσμα τοῦ τεχνικοῦ, ἀσύστατον γὰρ παντελῶς ἐστι τὸ
30ζήτημα κατὰ τὸ ἰσάζον· κατὰ τί γὰρ ἕξει τὴν ἀμφισβή‐108

5

.

109

τησιν ἢ τὴν ἀπόδειξιν· ἢ ὁ συνηγορῶν τῷ λέγοντι „πάν‐ τα τὰ ἐμὰ Λέοντι,“ ἢ ὁ λέγων „πάντα τὰ ἐμὰ Παντα‐ λέοντι.“ οὐ μέντοι φημὶ αὐτὸ τὸ εἶδος ἀσύστατον εἶναι, ἀλλὰ τὸ ζήτημα κατὰ τὴν περίστασιν ἀδύνατον εἶναι·
5δύναιτο δ’ ἂν καὶ τοῦτο τὸ ζήτημα συστῆναι, εἰ περι‐ στάσεως λάβοιτο· εἰ γὰρ οὕτως ὁρίσῃς, ὅτι ἦσάν τῳ δύο παῖδες, Λέων μὲν ἰατρὸς ἦν, Πανταλέων δὲ ῥή‐ τωρ· ἔγραψεν ἐν ταῖς διαθήκαις, βούλομαι τἀμὰ πάντα Λέοντι· καὶ ὁ μὲν ἀναγινώσκει πάντα Λέοντι, ὁ δὲ ὑφ’
10ἓν Πανταλέοντι· ἡ ἐναλλαγὴ τῆς ποιότητος τῶν προσώ‐ πων δύναται τὴν ἀμφισβήτησιν δέξασθαι, τοῦ μὲν ἐροῦν‐ τος, ὡς τιμιώτερον ἡγήσατο τὸ τοῦ ῥήτορος, τοῦ δὲ ὡς ἀναγκαιότερον τὸ τοῦ ἰατροῦ, καὶ ἡ τῶν ἐπιτηδευμάτων διαφορὰ τὴν ποιότητα τῶν λόγων ἐκδέχεται, καὶ τοῦ‐
15το μὲν τὸ ζήτημα οὕτω συσταίη· εἰσὶ δὲ τοῦ εἴδους τούτου παραδείγματα ἕτερα οὐκ ἰσάζοντα· οἷον ἀριστεὺς τελευτῶν ἔγραψεν ἐν ταῖς διαθήκαις γενέσθαι Ἄρεα χρυσοῦν δόρυ ἔχοντα· καὶ ὁ μὲν ἱερεὺς ἀναγινώσκει ὑπο‐ στίζων Ἄρεα χρυσοῦν, εἶτα δόρυ ἔχοντα, ἵνα τὸ πᾶν
20ἄγαλμα ᾖ χρυσοῦν· οἱ δὲ κληρονόμοι Ἄρεα, εἶτα χρυ‐ σοῦν δόρυ ἔχοντα, ἐνταῦθα γὰρ διαφορὰν ἔχει πλείστην τὸ πρᾶγμα· τοῦ μὲν λέγοντος, ὅτι αὐτὸ τὸ δόρυ, δι’ οὗ ἦν ἀριστεὺς, ἠβούλετο εἶναι χρυσοῦν, καὶ οὐ τὴν πᾶσαν οὐσίαν δαπανῆσαι εἰς τὴν τοῦ ἀγάλματος ποίησιν, τοῦ
25δὲ ὡς οὐκ ἐβούλετο ἐν μέρει τὸν θεὸν τιμᾷν, καὶ ἐν μέρει ὑβρίζειν. Τὴν δὲ μετάληψιν οὐκέτι ὁμοίως, ἀλλ’ ὅταν ζήτησις ᾖ περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσ‐ ελθεῖν. ἐνταῦθα μέγιστόν ἐστι τοῦ τεχνικοῦ πταῖσμα,
30οὐδὲ γὰρ πᾶσα μετάληψις περὶ τοῦτ’ ἐστιν, ἀλλ’ ἡ
ἔγγραφος. Τῆς γὰρ μεταλήψεως, ὡς καὶ αὐτὸς ἐπάγει,109

5

.

110

εἴδη δύο, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος, ἣ πᾶσα εὐ‐ θυδικία ἐστὶ, καὶ οὐ περὶ εἰσαγωγῆς ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ τῆς τοῦ πράγματος περιστάσεως· ἐὰν γὰρ εἴπω, ἐξέστω τὸν μοιχὸν καὶ τὴν μοιχευομένην ἀποκτεῖ‐
5ναι, Ὀρέστης ἀπέκτεινε μοιχευομένην, καὶ χρίνεται, οὐ περὶ εἰσόδου ἐστὶν ἡ ζήτησις, ἀλλὰ περὶ αὐτῆς τῆς εὐ‐ θυδικίας μεταλαμβάνεται· ἐκ τοῦ προσώπου, ὅτι σε παῖ‐ δα ὄντα οὐκ ἐχρῆν φονεῦσαι· ἐχρῆν οὖν μὴ οὕτως ὁρί‐ σαι, ἀλλ’ εἰπεῖν· „τὴν μετάληψιν οὐκ ἔτι ὁμοίως ἐπι‐
10γνωσόμεθα, ἔστι γὰρ αὐτῆς ἡ ζήτησις περὶ τοῦ τὸν ἀγῶνα εἰσελθεῖν, ἢ περί τινος τῶν περιστατικῶν“· ἵνα καὶ τὴν ἄγραφον περιέλαβε τὴν ἔχουσαν περὶ εὐθυδικίας τὴν ζήτησιν, μεταλαμβανομένην δὲ ἀπό τινος τῶν περιστα‐ τικῶν, καὶ τὴν ἔγγραφον τὴν τελείαν οὖσαν ἀπαγωγὴν
15τῆς εὐθυδικίας. Ὅτι δὲ διαφέρει παραγραφὴ παραγρα‐ φικοῦ ἐν τῷ περὶ διαιρέσεως τοῦ στοχασμοῦ ἀναγκαῖον εἰπεῖν· εἰ γὰρ κἀκεῖνο δοκεῖ ἀπαγωγῆς εἶναι τῆς εὐθυ‐ δικίας, ἀλλὰ τὴν ἀκριβῆ αὐτοῦ διαφορὰν ἐκεῖσε ἐροῦ‐ μεν· εἰδέναι δὲ χρὴ, ὡς πᾶσα παραγραφὴ, ἥτις ἐστὶ
20καὶ ἔγγραφος μετάληψις, μεταλαμβάνεται γὰρ, εἴδη ἔχει δύο, ὥσπερ καὶ ἡ πραγματικὴ, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος. Καὶ ἡ μὲν ἄγραφος ὁμωνύμως τῷ γένει με‐ τάληψις καλεῖται, ἡ δὲ ἔγγραφος παραγραφὴ καλεῖται, παρ’ ἐνίων δὲ ἔγγραφος μετάληψις· ἡ μὲν ἔγγραφος αὕ‐
25τη μετάληψις κατὰ δύο στάσεις μελετᾶται, μίαν μὲν τὴν προτέραν τὴν νομικὴν, ἥτις ἂν ἐμπέσοι· ἑτέραν δὲ τὴν εὐθυδικίαν, ἥτις ἐκ τῆς φύσεως τοῦ πράγματος ἀνα‐ φύεται· οἷον δ’ ἐπὶ τῆς παραγραφῆς τῆς ὑπὲρ Φορμίω‐ νος στοχαστικὴ ἀνεφύη ἡ δευτέρα, ἥτις εὐθυδικίας ζή‐
30τησις, πότερον χρεωστεῖ τὴν ἐνθήκην τῆς τραπέζης Φορ‐
μίων ἢ οὔ· ἐπὶ δὲ τῇ πρὸς Πανταίνετον μεταστατικῇ110

5

.

111

ἐπὶ Εὐέργου μὲν ἢ Εὐβούλου μετάγοντος, τῆς τε εἰς τὸ διπλοῦν ἐγγραφῆς, καὶ τῆς τοῦ μετάλλου ἐμπειρίας. ὡμολόγηται οὖν αὐτὸ τοῦτο, ὅτι ἡ μὲν πρώτη ζήτησις ἡ περὶ τῆς παραγραφῆς κατὰ μίαν τῶν νομικῶν ἔχει
5τὴν ζήτησιν· ἡ δὲ ἑτέρα εὐθυδικία οὐ κεχωρισμένην τινὰ ἀλλ’ ἀπὸ τῆς φύσεως τοῦ πράγματος· τὸ μὲν πα‐ ράδειγμα, ὅτε ἔθηκεν αὐτὸς, ὀνομάζει εἶναι ῥητὸν καὶ διάνοιαν τὸ τοῦ ἀνδροφόνου κακῶς νομισθέν· ἀλλ’ ἐπει‐ δὴ τὴν καθ’ ὁμωνυμίαν ἀμφιβολίαν ἠγνόησεν, εἰκό‐
10τως καὶ ἐνταῦθα πεπλάνηται· ἐστὶ γὰρ ἡ πρώτη ζήτησις κατὰ ἀμφιβολίαν, πότερον δίκας λέγει τὰς τιμωρίας ἢ αὐτὸ τὸ δικάσασθαι· οὐδὲ γὰρ ἡ τοῦ ῥητοῦ διάνοια ζη‐ τεῖται, ἀλλ’ αὐτὸ τὸ ὄνομα τί σημαίνει. Ἡ δὲ ἄγραφος ἐστὶ μὲν ἀπαγωγὴ τῆς εὐ‐
15θυδικίας. ἔμεινεν ἐπὶ τοῦ πταίσματος ὁμοίως· παν‐ τελῶς γὰρ οὐκ ἔστιν ἀπαγωγὴ τῆς εὐθυδικίας ἢ ἄγρα‐ φος, ἀλλ’ εὐθυδικία ταύτῃ εἰσαγώγιμος· εἰ μὲν γὰρ ἐρεῖ, ὅτι διαβολὴ γίνεται ἀπ’ ἀρχῆς τῆς εὐθυδικίας ἐν ἀρχῇ τοῦ φεύγοντος ἐπὶ τὴν ἐξουσίαν καταφεύγοντος,
20καὶ ἐν ἀντιλήψει τοῦτο συμβαίνει, καὶ ἐν στοχασμῷ, καὶ καθόλου ἐν οἷς τί ἐστιν ἐπταισμένον τῶν περιστατικῶν, διαβολή ἐστι τοῦ ἀγῶνος, οὐ μὴν διὰ τοῦτο ἀπαγωγὴ τῆς εὐθυδικίας τελεία, ὥσπερ καὶ ἐν τῇ διαιρέσει τῆς ἀντιλήψεως αὐτὸ πρῶτον κεφάλαιον ἔθηκεν τὰ μόρια τοῦ
25δικαίου καὶ τὸ πρόσωπον δεύτερον, ἀμφότερα παραγρα‐ φικοῦ τάξιν ἔχοντα, οὐκ ἐπειδὴ διαβάλλουσι τῇ τοῦ πα‐ ραγραφικοῦ τάξει ἀμφότερα τὰ κεφάλαια, ἐν τῇ ἀντι‐ λήψει ἤδη καὶ ἀγωγή ἐστι τῆς εὐθυδικίας· καὶ τὸ παρα‐ γραφικὸν δὲ τοῦ στοχασμοῦ ὅταν ἐμπέσῃ, διαβολὴν ποιεῖ
30τοῦ ἀγῶνος, ἀλλ’ οὐκ ἤδη ἀπαγωγὴ τῆς εὐθυδικίας ὁ111

5

.

112

στοχασμός· μέγιστον οὖν αὐτῷ πταῖσμα τὸ νομίσαι τὴν ἔγγραφον καὶ τὴν ἄγραφον τὴν αὐτὴν ἔχειν φύσιν· ἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα τῶν περιστατικῶν λέ‐ γει ὃ καὶ ἐπάγει, „ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶμεν,
5ἓν δὲ τούτων αἰτιώμεθα μεταλαμβάνοντες·“ εἰ συγχω‐ ροῦμεν τὸ πρᾶγμα, πῶς ἀπαγωγή ἐστι τῆς εὐθυδικίας; ἐν γὰρ τῇ ἀπαγωγῇ τῆς εὐθυδικίας ὅλως οὐ συγχωροῦμεν τὸ πρᾶγμα, ὡς μαρτυρεῖ ἡ πεῖρα τῶν παραγραφῶν τῶν παρὰ τοῖς ῥήτορσι μεμελετημένων, οὔτε γὰρ ὁ Αἰσχίνης
10συνεχώρησε τῷ Τιμάρχῳ τὸ πρᾶγμα, ἀλλ’ ὀρθὸν ἐξέ‐ βαλε τὸ πρόσωπον, ὡς αἱ παρὰ Δημοσθένει παραγρα‐ φαὶ οὐ συγχωροῦσι τὸ πρᾶγμα, ἀλλὰ τὴν ζήτησιν ἔχου‐ σι περὶ τοῦ εἰ δεῖ εἰσελθεῖν· διὸ καὶ ἀντιστρέφουσι τὸν ἀγῶνα· τὸν γὰρ φεύγοντα πρῶτον ποιοῦσι λέγειν κατη‐
15γόρου τάξιν ἔχοντα, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου· „προλαβὼν δὲ τὸ πρότερος λέγειν διὰ τὸ παραγραφὴν ἀγωνίζεσθαι·“ ἤγουν συγχωροῦμεν τὸ πρᾶ‐ γμα, οὔτε ἀντιστρέφομεν τὸν ἀγῶνα, οὔτε ἀπαγωγή ἐστι τῆς εὐθυδικίας τελεία.
20 Εἰδέναι δὲ δε, ὡς τὰ περὶ στοχασμοῦ λε‐ γόμενα σχεδὸν εἰς ἅπαντα συντελε. καὶ τοῦτο κακῶς εἶπεν, οὐδὲ γὰρ τῶν περὶ στοχασμοῦ λεγομένων εἰς ἄλλας στάσεις συντελεῖ, ἀλλ’ αὐτὴ μόνη ἡ στάσις ἴδια κεφάλαια ἔχει· ὁ μὲν γὰρ ὅρος καὶ τὰ ἑξῆς κοινὰ
25ἔχουσι τὰ κεφάλαια ἀλλήλων τῆς διαφορᾶς ἢ ἐν τῇ ἐναλλαγῇ ἢ ἐν τῇ τάξει γινομένης, τὰ δὲ τοῦ στοχασμοῦ κεφάλαια οὐδενὶ ἁρμόττει. τοῦτο οὖν ἠθέλησε μηνῦσαι, ὅτι αὐτὸς ὁ στοχασμὸς πλείοσιν ἁρμόζει στάσεσι. Κα‐ κῶς οὖν εἶπεν, ὅτι τὰ περὶ αὐτοῦ λεγόμενα. ἀλλ’ ἐχρῆν
30εἰπεῖν, ὅτι εἰδέναι δυσχερῆ, ὡς ὁ στοχασμὸς ἐν πλείοσιν112

5

.

113

ἐμπίπτει στάσεσι, διὸ καὶ πρῶτος τῶν ἄλλων τέτακται. ὅτι δὲ ἐν πλείοσιν ἐμπίπτει στάσεσιν, ἐν τῷ περὶ αὐτοῦ λόγῳ λελέξεται· καὶ ἡ μὲν μέθοδος αὕτη· ἐφεξῆς δὲ καὶ περὶ τῆς διαιρέσεως ἐροῦμεν. Κοινωνεῖ σφόδρα τὸ ῥη‐
5τὸν καὶ ἡ διάνοια, καὶ ὁ ὅρος κατὰ νόμον γενόμενος τῷ ἀμφότεροι ἐπὶ τὴν τοῦ ῥητοῦ ἐξέτασιν καταφεύγειν, καὶ παράδειγμα μὲν ῥητοῦ καὶ διανοίας ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν τῶν πολεμίων στρατηγὸν, καὶ κρινό‐ μενος ὡς ῥίψασπις· τοῦ δὲ ὅρου τὴν τρὶς γαμηθεῖσαν
10ἄτιμον εἶναι· ἀπολιποῦσά τις τὸν πρότερον ἄνδρα ἐγα‐ μήθη δευτέρῳ, πάλιν διαλυσαμένη αὐτὸν πρὸς τὸν πρῶ‐ τον ὑπέστρεψε καὶ κρίνεται· ἐνταῦθα γὰρ τοῦτο αὐτό ἐστι τὸ ζητούμενον, εἰ τοῦτό ἐστι τὸ τρὶς γαμηθῆναι· ὥσπερ οὖν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ λέγομεν, μὴ τοῦτο
15σημαίνειν τὸ πρᾶγμα, ὃ λέγει ὁ νόμος· ἐν δὲ τῷ ὅρῳ λέγομεν μὲν μὴ εἶναι τοῦτο τρὶς γαμηθῆναι, καὶ οὐ τὴν διάνοιαν ἐξηγούμεθα τοῦ νόμου, ἀλλ’ ὁμολογοῦντες τὴν διάνοιαν προσαπεναντιούμεθα· διαφέρουσιν οὖν, ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὁμολογούμενόν ἐστι τὸ ῥη‐
20τὸν καὶ κρατοῦν καὶ ἰσχύον· τὸν δὲ σκοπὸν αὐτοῦ ζη‐ τοῦμεν, διατί διανοίᾳ χρώμεθα· ἐν δὲ τῷ ὅρῳ πρὸς αὐτὸ τὸ ῥητόν ἐστιν ἡ μάχη, εἰ ὅλως παραβέβασται. Οἱ συλλογισμοὶ τοῖς ὅροις κοινωνοῦσιν, ὡς καὶ αὐτὴ ἡ φύ‐ σις τοῦ πράγματος ἐδίδαξε κεφάλαιον τοῦ ὅρου τὸν συλ‐
25λογισμὸν ποιήσασα· ὁ γὰρ ὁριζόμενος ἀνάγκην ἔχει καὶ συλλογίσασθαι, ὅτι τοῦτο τούτου οὐδὲν διαφέρει· διαφέ‐ ρει δὲ, ὅτι ἐν μὲν τοῖς ὅροις πρὸς τὸ ῥητὸν μαχόμεθα μὴ εἶναι τοῦτο λέγοντες, ἐν δὲ τοῖς συλλογισμοῖς τὸ ἐναν‐ τίον τὸ ῥητὸν ἀφομοιοῦμεν τῷ πεπραγμένῳ· καὶ ὅτι ἐν
30συλλογισμῷ τὸ ῥητὸν ἐξ ἀνθυποφορᾶς λαμβάνει, ἔπειτα113

5

.

114

ἀφεὶς τὸ ὁρίζεσθαι ἐπὶ τὸ ὅμοιον αὐτὸ δεικνύναι μετα‐ βαίνει. Παράδειγμα ὅρου, τὸν μὴ ὁλόκληρον μὴ ἱερᾶ‐ σθαι, μὴ γελῶν τις κωλύεται ἱερᾶσθαι· συλλογισμοῦ δὲ, νόμος τὸν ἡταιρηκότα μὴ λέγειν, Τίμαρχος ἑταιρήσεως
5διδάσκων παῖδας κρίνεται· κοινωνεῖ τὸ ῥητὸν καὶ ἡ διά‐ νοια τῇ πραγματικῇ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν μελε‐ τωμένῃ, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἡ τοῦ ῥητοῦ διάνοια ἐξετάζεται, καὶ πραγματικῆς μὲν παράδειγμα, τὸν ἀστράτευτον μὴ στρατηγεῖν, ἀστράτευτος ἀποκτείνας
10τύραννον ἀξιοῖ στρατηγεῖν· καὶ τὸν ῥίψαντα τὴν ἀσπίδα τεθνάναι, ῥίψας τις τὴν ἀσπίδα ἀπέκτεινε τὸν τῶν πο‐ λεμίων στρατηγὸν καὶ ὑπάγεται τῷ νόμῳ· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ πραγματικῇ ὑπὲρ τοῦ τι πραχθῆναι εἴς τι μήν ἐστιν ἡ ζήτησις, ἐν δὲ τῷ ῥητῷ καὶ διανοίᾳ ὑπὲρ
15τοῦ τιμωρηθῆναι, καὶ ὅτι ἐν μὲν τῇ πραγματικῇ ἰσχυ‐ ρὰ σφόδρα ἐστὶν ἡ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ζήτησις. Λέγεται γὰρ, εἴτε δεῖ ὅπλα φορέσαι, ἐφόρεσεν, εἴτε μά‐ χεσθαι, ἐμαχέσατο, εἴτε πολέμιον ἀποκτεῖναι, πολέμιος ὁ τύραννος ὁ ἀνῃρημένος· ἐν δὲ ῥητῷ καὶ τῇ διανοίᾳ
20ἀσθενής ἐστιν, οὐ γὰρ δύναται ἰσχυρῶς ἀγωνίζεσθαι, ὅτι οὐ τὸ ῥῖψαι ἐστὶν τὴν ἀσπίδα· ἐγχειρήματι μὲν χρῆ‐ ται, ὅτι οὐ τοῦ ῥῖψαι τὴν ἀσπίδα ἀλλ’ ἀριστεῦσαι, οὐκ ἰσχυρῶς δὲ, ἀναισχυντεῖ γὰρ, ἀλλ’ ὁμολογεῖ μὲν τοῦτο ῥῖ‐ ψαι εἶναι τὴν ἀσπίδα, ἐπὶ ὠφελείᾳ δὲ, ἐκεῖ δὲ ἐναγωνί‐
25ζεται τὸ μηδὲ ἀστράτευτον εἶναι λέγειν. Κοινωνεῖ τὸ κατὰ αἴτησιν ῥητὸν καὶ διάνοια τῇ πραγματικῇ καὶ τῷ ὅρῳ τοῖς κατὰ αἴτησιν τῷ εἶναι πανταχοῦ αἴτησιν καὶ τὴν ζήτησιν εἰ δεῖ δοθῆναι, διαφέρει δὲ ὅτι ἐν μὲν τῇ πραγματικῇ τῇ κατὰ αἴτησιν δοθῆναι ὡμολόγηται, ἐν δὲ
30τῷ ῥητῷ καὶ τῇ διανοίᾳ οὐχ ὡμολόγηται, ἀλλ’ αὐτό ἐστι
τὸ ζητούμενον, καὶ πραγματικῆς μὲν παράδειγμα ὁ Κλέων114

5

.

115

ἀξιῶν Πύθιος καλεῖσθαι· ὁ δὲ Δημοσθένης ὁ πείσας Φί‐ λιππον ἀποδοῦναι Ἀμφίπολιν. Τοῦ δὲ ῥητοῦ καὶ τῆς διανοίας ὁ ἄσωτος ὁ πηρώσας ἑαυτὸν καὶ ἀξιῶν τρέφε‐ σθαι ἐκ τοῦ δημοσίου, τοῦ νόμου τοὺς πεπηρωμένους
5τοῦτο ἔχειν κελεύοντος. Εἴπομεν οὖν τῆς πραγματικῆς τὴν πρὸς τὸ ῥητὸν καὶ διάνοιαν διαφοράν· τὴν δὲ τοῦ ὅρου εἴπομεν, ἐπειδὴ καὶ ἐν αὐτῷ ἔδει δοθῆναι ὅλως. ἐστὶν ἡ ζήτησις, ὅτι ἐν μὲν τῷ ὅρῳ ζητοῦμεν, εἰ τὸ πεπραγμέ‐ νον ταὐτόν ἐστι τῷ ῥητῷ, καὶ διωμολόγηται τὸ δοθῆναι·
10ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὡμολόγηται μὲν, ὃ τοῦτό ἐστι τὸ εἶναι πεπηρωμένον, οὐ γὰρ πρὸς τὸ πραχθὲν πρᾶγμα ἐναντιούμεθα, οὐδὲ λέγομεν αὐτὸν μὴ τετυφλῶ‐ σθαι, ἀλλὰ τὴν διάνοιαν τοῦ νόμου ζητοῦμεν· τόν ποτε πεπηρωμένον λέγει τὸν ἀπὸ τῆς τύχης ἢ ἑκουσίως· τὸ
15ῥητὸν καὶ ἡ διάνοια καὶ ὁ συλλογισμὸς κοινωνοῦσι σφό‐ δρα, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος. νόμος τὸν ἄπαι‐ δα μὴ στρατηγεῖν· τῷ πατρὶ συνεστρατεύοντο παῖδες, πεπτώκασι καὶ κωλύεται στρατηγεῖν· δοκεῖ γὰρ τῷ συλ‐ λογισμὸς εἶναι ὅτι ταὐτόν ἐστι τῷ μηδὲ ὅλως ἔχειν τὸν
20ἔχοντα ἀποκαλεῖν καὶ οὐδὲν διαφέρει· οὐ μέντοι ἐστὶν ἡ στάσις συλλογισμὸς, ἀλλὰ ῥητὸν καὶ διάνοια, τοῦ φεύ‐ γοντος ἐπὶ τὴν διάνοιαν καταφεύγοντος καὶ ἐξηγουμένου, ὅτι ἄπαιδα λέγει τὸν μὴ ἔχοντα παῖδα, οὐ τὸν διὰ τύχην καὶ ἀριστείαν ἀποβάλλοντα. Τίνι οὖν διαφέρει; ὅτι ἐν
25μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ καταφυγὴν καὶ δίωξιν ὁ κατήγορος ἔχει τὸ ῥητὸν καὶ ὁ φεύγων τὴν διάνοιαν· ἐν δὲ τῷ συλλογισμῷ τὸ ἐναντίον ὁ φεύγων τῷ ῥητῷ χρῆ‐ ται, καὶ ὁ κατήγορος τῇ διανοίᾳ· ὅταν γὰρ ᾖ τὸν ἐκ πόρνης μὴ λέγειν, καὶ ἐκ πόρνου γεγονότα τις κωλύει,
30ἐνταῦθα ὁ φεύγων τῇ διανοίᾳ χρῆται λέγων, ὅτι τὸν ἐκ πόρνης ὁ νόμος ἐτιμωρήσατο, ὁ δὲ τῇ διανοίᾳ ὁ διώ‐
κων ταὐτὸν εἶναι λέγων καὶ μηδὲν διαφέρειν, ἀλλὰ τὴν115

5

.

116

δυσγένειαν εἶναι τὴν μεμισημένην· οὐ δύναται γὰρ τῷ νόμῳ ὁ κατήγορος χρήσασθαι, ἀλλὰ τῇ διανοίᾳ κατα‐ σκευάζει ταὐτὸν εἶναι τοῦτο λέγων. Κοινωνοῦσιν ἡ ἀντίστασις καὶ τὸ ῥητὸν καὶ ἡ διάνοια σφόδρα τῷ εὐερ‐
5γεσίαν ἐν ἀμφοτέροις παρὰ τοῦ φεύγοντος δείκνυσθαι πραχθεῖσαν· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ ἀντιστάσει πο‐ νηρόν ἐστι τὸ πεπραγμένον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ δια‐ νοίᾳ οὐ φύσει πονηρόν ἐστιν, ἀλλὰ τὸ ῥητὸν αὐτὸ ποιεῖ πονηρὸν εἶναι· ἀναιρεθέντος γὰρ τοῦ ῥητοῦ ἀσύστατος
10ἡ ὑπόθεσις· ἐν δὲ τῇ ἀντιστάσει ἡ φύσις ἐστὶν αὐτὴν τὴν κατηγορίαν ποιοῦσα· δόξειε δ’ ἂν καὶ ὁ συλλογισμὸς τῷ ἀντεγκλήματι κοινωνεῖν, ὡς ἐπὶ τοῦ Τιμάρχου τοῦ διδάσκοντος παῖδας καὶ κωλυομένου, δύναται γὰρ λέγειν, ὅτι εἰ μὴ τοῦτο ὁ νόμος κελεύει, ἀλλ’ ἀνάξιος εἶ διὰ τὸ
15πεπορνευκέναι· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ ἀντεγκλήματι περὶ τοῦ γεγονότος ἐγκαλοῦμεν, ἐν δὲ τῷ συλλογισμῷ περὶ τοῦ μέλλοντος, εἰ δεῖ αὐτὸν ὡς ἄξιον τόδε τι πα‐ θεῖν· καὶ κοινωνεῖ ἡ ἀντίληψις σφόδρα τῇ μεταλήψει, τὴν ἐξουσίαν γὰρ ὁ φεύγων ἐν ἀμφοτέροις προβάλλεται,
20ὡς ἐπὶ τούτου [ὁ νόμος]· νόμος ἐξεῖναι τοῖς πατράσιν ἀκρίτως τοὺς παῖδας ἀποκτιννύναι· στρατηγοῦντά τις τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται δημοσίων ἀδικημάτων· καὶ τρισαριστέα τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φό‐ νου· ἀμφοτέροις γὰρ καὶ φόνος ἐστὶν, καὶ τὴν ἐξουσίαν
25ἔχουσιν ἀμφότεροι κατὰ νόμον πεποιηκότες προβάλλε‐ σθαι. Διαφέρει δὲ, ὅτι ἴδιον μὲν ἀντιλήψεως τὸ ἀκό‐ λουθον ἔχειν τὸ ὄνομα τῆς γραφῆς τῷ πεπραγμένῳ· με‐ ταλήψεως δὲ τὸ ἕτερον εἶναι τὸ ὄνομα τοῦ ἐγκλήματος· ἐν γὰρ τῷ ἀριστεῖ φόνον ποιήσας φόνου κρίνεται, διὸ
30ἀντίληψις· ἐν δὲ τῇ μεταλήψει ἀντεγκλήματι φόνον ποι‐
ήσας ὁ πατὴρ δημοσίων ἀδικημάτων κρίνεται, διὸ καὶ116

5

.

117

μετάληψις αὕτη μεταλαμβανομένου ἀπὸ τοῦ προσώπου, ὅτι στρατηγὸν οὐκ ἐχρῆν, τοῦτο γὰρ τὴν πόλιν ἀδικεῖ, ἔτι δὲ ἡ μετάληψις κοινωνεῖ τῷ συλλογισμῷ, ὡς ἐπὶ τούτου· μοιχόν τις λαβὼν ἀπέκτεινεν καὶ κρίνεται· δύ‐
5ναται δοκεῖν εἶναι συλλογισμὸς, τῷ συλλογίζεσθαι τὸν φεύγοντα, καὶ λέγειν μηδὲν διαφέρειν, εἴτε νῦν εἴτε ἄλ‐ λοτε ἀνῄρηται, ὅτε ὁ νόμος ἐδίδου μοι τὸ ἀνελεῖν· ἀλλ’ αὕτη ἡ διαφορὰ, ὅτι ἐν μὲν τῷ συλλογισμῷ ὁ μὲν φεύ‐ γων τὸ ῥητὸν προβάλλεται, ὁ δὲ κατήγορος τὴν ὁμοιό‐
10τητα. καὶ αὗται μὲν αἱ τῶν στάσεων διαφοραὶ καὶ κοινωνίαι.
11
12tΣωπάτρου περὶ στοχασμο.
13 Ἐζήτηται, τί δήποτε περὶ στοχασμοῦ πρῶτον ὁ τεχνι‐ κὸς διαλαμβάνει· ἐροῦμεν οὖν, ὅτι ὁ στοχασμὸς περὶ
15ὑπάρξεως ἔχει τὴν ζήτησιν· ἡ δὲ ὕπαρξις πρὸ πάντων ἐστὶ τῆς τε ἰδιότητος καὶ τῆς ποιότητος· καὶ ὅτι φυσι‐ κῶς ἐν πάσαις ἐμπίπτει ταῖς στάσεσιν καὶ ταῖς νομικαῖς καὶ ταῖς λογικαῖς· ἢ κατὰ γνώμης ἐξέτασιν, ἢ κατὰ νο‐ μοθέτου ἢ κατά τι τῶν τοιούτων· ἢ ὅτι ἡ στοχαστικὴ
20ζήτησις ἐξ αὐτοῦ τοῦ ὀνόματος τὴν πίστιν ἔχει πρὸ πάν‐ των οὖσα. Τὰ γὰρ ἄδηλα πρὸ τῶν δήλων ἀναγκαῖον κατασκευάζεσθαι· ἡ μὲν οὖν αἰτία τοῦ πρῶτον διαλαβεῖν περὶ τοῦ στοχασμοῦ αὕτη· ἐπισκεψόμεθα δὲ καὶ τὰ κε‐ φάλαια τῶν τοῦ στοχασμοῦ κεφαλαίων· τὰ μέν ἐστι τοῦ
25προσώπου, τὰ δὲ τοῦ πράγματος, τὰ δὲ κοινὰ ἀμφοτέ‐ ρων· καὶ μία μὲν ἐν αὐτῇ διαίρεσις, καὶ ἡνίκα μὲν ἐκλεί‐ πει τὸ πρόσωπον, ἐκλείπει τὰ τοῦ προσώπου κεφάλαια· ἡνίκα δέ τε ἐκλείπει τὸ πρᾶγμα, ἀναγκαίως ἐκλείπει τὰ
τοῦ πράγματος· ἔστιν οὖν τοῦ μὲν προσώπου βούλησις117

5

.

118

καὶ δύναμις, τοῦ πράγματος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, ἀντίληψις, μετάληψις, εἰ ἐμπίπτει, καὶ πιθανὴ ἀπολογία· τὸ δὲ παραγραφικὸν, καὶ ἡ τῶν ἐλέγ‐ χων ἀπαίτησις κοινά ἐστιν ἀμφοτέρων, ἄν τε γὰρ πρό‐
5σωπον ἐκλείποι, εὑρεθήσεται παραγραφικὸν, καὶ ἐλέγχων ἀπαίτησις, εἴγε ἔχει φύσιν εἶναι παραγραφικὸν κατὰ τὴν αὐτοῦ φύσιν· εἴ τε πάλιν ὁμοίως πρᾶγμα ἐκλείπῃ, ταῦτα εἶναι τὰ κεφάλαια δύναται· διὸ καὶ κοινὰ ἀμφοτέρων εἰσὶν, ἢ οὐδέτερον, ὅτι παρ’ οὐδενὸς ἀπουσίᾳ βλάπτον‐
10ται· καὶ αὕτη μὲν μία διαίρεσις, ἑτέρα δὲ αὕτη· τῶν τοῦ στοχασμοῦ κεφαλαίων τὰ μέν ἐστι τοῦ κατηγόρου, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ πάλιν ὑπ’ ἀμφοτέρων κοινῶς ἐξε‐ τάζεται, καὶ τοῦ κατηγόρου μὲν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους καὶ μετάληψις· φεύγοντος δὲ παραγραφικὸν, ἢ τῶν
15ἐλέγχων ἀπαίτησις, καὶ μετάθεσις αἰτίας καὶ ἀντίληψις, καὶ πιθανὴ ἀπολογία· ἡ δὲ βούλησις καὶ ἡ δύναμις κοι‐ νά ἐστιν ἀμφοτέρων, τοῦ τε κατηγόρου κατασκευάζοντος, ὅτι καὶ ἡ βούλησις καὶ ἡ δύναμις, καὶ τοῦ φεύγοντος τὸ ἐναντίον, ὅτι οὔτε ἠβουλόμην οὔτε ἠδυνάμην· καλῶς
20δὲ σφόδρα ὁ τεχνικὸς προησφαλίσατο λέγων· „ὅτε καὶ πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα“, δι’ ἣν εἰρήκα‐ μεν τάξιν ὅτι ἐκλελοιπότος τοῦ προσώπου τὰ τοῦ προσώ‐ που ἐκλείπουσι κεφάλαια, καὶ τοῦ πράγματος ἐκλελοιπό‐ τος τὰ τοῦ πράγματος ἐκλείψει· ἔλαβε δὲ αὐτὸν ὁ τεχνι‐
25κὸς ἐλέγξας εἰπὼν, „ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα κρινόμενα“· αὐτὸς γὰρ φιλονεικήσας εἶπεν, ὡς ἀτελὴς ἀπὸ πράγματος στοχασμὸς οὐδέποτε ἔσται· ἐνταῦθα δὲ ἔχει ἑαυτὸν εἰπὼν, ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα, ὡς ἐνίοτε ὄντος ἐν ᾧ μή ἐστιν πρᾶγμα κρινόμενον· οἱ δὲ
30ἀπολογούμενοι περὶ αὐτοῦ λέγουσιν, ὅτι διὰ τὸν ἰσάζον‐
τα στοχασμὸν τοῦτο προσέθηκεν, πλὴν οὗτος οὐκ ἐσα‐118

5

.

119

φήνισεν. ἡ μὲν τῶν κεφαλαίων διαίρεσις αὕτη, ἡ δὲ αἰ‐ τία τῆς τάξεως ἥδε· ἡ τῶν κεφαλαίων διαίρεσις ἡ μέν ἐστι φυσικὴ, ἡ δὲ τεχνικὴ, καὶ αὕτη μέν ἐστι φυσικὴ ἡ παρὰ τοῦ τεχνικοῦ τεταγμένη, ἀκόλουθος οὖσα καὶ αἰτίαν
5ἔχουσα, δι’ ἣν ἕκαστον ἑτέρου προτέτακται· ἡ δὲ τεχνι‐ κὴ, ἣν ὁ ῥήτωρ ἐμελέτησεν πολλάκις τὰ πρῶτα τεταγμέ‐ να ὕστερα μελετήσας· νῦν δὲ περὶ τῆς τεχνικῆς διαλαμ‐ βάνοντες διαιρέσεως εἴπωμεν ἑκάστου τὴν αἰτίαν. Ἐζή‐ τηται οὖν τοῦτο πρῶτον, τί δήποτε πάσης τῆς λογικῆς
10στάσεως ὁμώνυμον ἑαυτῇ κεφάλαιον ἐχούσης ὁ στοχασμὸς μόνος καὶ ἡ πραγματικὴ οὐκ ἔχει. Περὶ μὲν οὖν τῆς πραγματικῆς ἐν τῷ περὶ αὐτῆς λόγῳ λέγομεν, καὶ τὸ μὲν ζήτημα τοῦτο· ἡ δὲ λύσις αὕτη· τῶν στάσεων πασῶν ἡ πρότασις ὡμολόγηται, οἷον ἐν ὅρῳ ὡμολόγηται τὸ τετυ‐
15πτηκέναι Δημοσθένην, ἐν τῇ ἀντιλήψει τὸ γεγραφηκέναι τὰ ναυάγια, ἐν μόνῳ δὲ τῷ στοχασμῷ ἄδηλός ἐστιν· οὐκ ἠδύνατο οὖν ἄδηλον ἀδήλου κατασκευὴ γίνεσθαι· ἐκεῖ δὲ τὸ δῆλον εἰς κατασκευὴν προβάλλεται τοῦ ἀμφισβητουμέ‐ νου· εἰκότως οὖν οὐκ ἠδύνατο ὁμώνυμον ἑαυτοῦ κεφά‐
20λαιον ἔχειν ὁ στοχασμὸς ἄδηλος ὢν καὶ ἄδηλον κατα‐ σκευάζειν μὴ δυνάμενος. Παραγραφικ. πρῶτον πάντων κεφάλαιον τὸ παραγραφικόν. Ἐζήτηται σφόδρα καὶ μέγιστον ζήτημα, τί δήποτε τῆς φύσεως τῆς τέχνης τοῦτο ἀπαιτούσης καὶ
25πάσης στάσεως πρῶτον κεφάλαιον ἀπὸ τοῦ κατηγόρου ἐχούσης, ὃ καλεῖται προβολὴ, μόνος ὁ στοχασμὸς οὐκ ἔχει· ἐροῦμεν οὖν τὴν ἀπολογίαν, ὅτι ὁ στοχασμὸς μόνος ἀδήλου πράγματός ἐστι ζήτησις· τί οὖν ἔχει προβάλλε‐ σθαί τις εἰς πρότασιν; οὐ γὰρ αὐτὸ τὸ κατασκευαζόμε‐
30νον εἰς πρότασιν ἔχει προβάλλεσθαι· ἐν μὲν τῷ ὅρῳ ἡ
προβολή· „τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας καὶ τὰ119

5

.

120

περὶ τὴν ἑορτὴν ἀδικήματα, ἐφ’ οἷς αὐτὸν προυβαλόμην ταῦτά ἐστιν“· ἐν δὲ τῇ ἀντιλήψει ἐπὶ τοῦ κρινομένου ζωγράφου ἡ προβολή· τὰ ναυάγια γράψας τὴν πόλιν ἠδίκησας, καὶ ἐφ’ ἑκάστου οὕτως. Ἐν μόνῳ δὲ τῷ
5στοχασμῷ τὸ πεπραγμένον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ ση‐ μεῖον ἐγκλήματος· οὐκ ἠδύνατο οὖν προβολὴ εἶναι μὴ ὑπάρχον ἔγκλημα, οὔτε ἔγκλημα προβολὴ, αὐτὸ τοῦτο ζη‐ τούμενον· εἰκότως οὖν πρῶτον κεφάλαιόν ἐστι τοῦ φεύ‐ γοντος τὸ παραγραφικόν. Τὸ δὲ παραγραφικὸν πρῶτον
10ἐγένετο, ἢ ὅτι φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει τὸ τὸν ἀγῶνα μέμφεσθαι, καὶ πάντες οἱ κατηγορούμενοι πρῶ‐ τον αἰτιῶνται, ὅτι κατηγόρηνται, καὶ ἔπειτα ἀπολογοῦν‐ ται· τὸ δὲ παραγραφικὸν εἰς τοῦτο ὁρᾷ, εἰς τὸ μέμφε‐ σθαι τὸ ὅλως κρίνεσθαι, ἢ ὅτι εὔηθές ἐστι, τὸν ἅπαξ
15ἀπολογησάμενον καὶ καταδεξάμενον τὴν κρίσιν αὖθις παραγράφεσθαι, ἢ ὅτι ἡ παραγραφὴ ἐκβολὴ οὖσα τῆς εὐθυδικίας ἀντιστρέφει τὸν ἀγῶνα καὶ τὸν φεύγοντα κα‐ τήγορον ποιεῖ καὶ φύσει πρώτη γίνεται τοῦ πράγματος, καὶ παραγραφικὸν οὒ, εἰ καὶ τὰ μάλιστα μία ἐστὶν ἐκ‐
20βολὴ τῆς εὐθυδικίας, ἀλλ’ οὖν γε τὴν φύσιν τῆς παρα‐ γραφῆς σώζει, καὶ εἰκότως πρὸ τῶν ἄλλων τέτακται. Ἐλέγχων ἀπαιτήσει. Ἐζήτηται, τί δήποτε ἐφε‐ ξῆς τοῦ φεύγοντος δύο κεφάλαια ἔταξε, καὶ μὴ τοῦ φεύ‐ γοντος ἓν, καὶ τοῦ κατηγόρου ἕν· λέγομεν ὅτι τὸ παρα‐
25γραφικὸν οὐκ ἀεὶ ἐμπίπτει, ἀλλ’ ἐκλείπει διὰ τὰς αἰτίας, ἃς ἐφεξῆς ἐροῦμεν· ὡς μὴ ἐπιπίπτοντος οὖν παραγραφι‐ κοῦ ἐτάγη δευτέρα ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἵνα ᾖ τοῦ φεύγοντος πρῶτον κεφάλαιον, καὶ ἔτι τὸ παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ὡς καὶ ἐν τῇ διαιρέσει τῶν
30κεφαλαίων εἰρήκαμεν, κοινά ἐστι προσώπου καὶ πράγμα‐
τος· εἰκότως οὖν ταῦτα δύο προτεταγμένα εἰσὶν, τὰ μήτε120

5

.

121

διὰ πρόσωπον, μήτε διὰ πρᾶγμα ἐκλείποντα, ἀλλ’ ἐν ἀμ‐ φοτέροις ἐξέτασιν ἔχοντα. Βουλήσει, δυνάμει. Ἀναγκαίως ταῦτα τὴν ἐφεξῆς ἔχει τάξιν, ἐπειδὴ γὰρ τὸ πρόσωπον φύσει προϋ‐
5φέστηκε τοῦ πράγματος, ἅτε ποιητικὸν ὂν τοῦ πράγμα‐ τος, ταῦτα δὲ κεφάλαια τοῦ προσώπου ἐστὶν, εἰκότως πρῶτον τοῦ πράγματος καὶ πρῶτα μετὰ τὰ κοινὰ τετα‐ γμένα ἐστὶν, ἡ δὲ βούλησις πρὸ τῆς δυνάμεως τέτακται εἰκότως φύσει πρώτη οὖσα· δεῖ γὰρ βουληθῆναί τινα,
10εἶτα πράξειν, οὐδεὶς γὰρ πρὶν βουληθῆναι πράττει, καὶ ἔτι ἡ βούλησις καὶ ἡ δύναμις κοινά ἐστιν ἀμφοτέρων, κα‐ τηγόρου καὶ ἀπολογουμένου· εἰκότως οὖν τὰ κοινῇ παρὰ τῶν ἀμφοτέρων ἐξεταζόμενα πρὸ τῶν ἰδικῶν ἑκάστου τε‐ ταγμένα τυγχάνει.
15 π’ ἀρχῆς ἄχρι τέλους. Τοῦτο πρῶτον κε‐ φάλαιόν ἐστιν ἰδικὸν τοῦ κατηγόρου, πλὴν ὅτι ἐν σπα‐ νίοις κοινόν τε καὶ ἴδιον τοῦ κατηγόρου εὑρίσκεται ὡς ἐφεξῆς ἐροῦμεν· εἰκότως οὖν, ἐπειδὴ μετὰ τὸ πρόσωπόν ἐστι τὸ πρᾶγμα, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτὰ τὰ
20πράγματά ἐστι, μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τε‐ ταγμένα ἐστίν· ἡ γὰρ ὁδὸς ταύτην ἔχει τὴν τάξιν· ἠβου‐ λόμην πρᾶξαι, πρᾶξαι δὲ τόδε τι, ὅ τί ἐστι τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, ἵνα πρὸς ταῦτα ἡ ἀπολογία γένηται. Ἀντιλήψει. Αἰτιῶνταί τινες τὸν τεχνικὸν καὶ
25δικαίως πρὸ τῆς μεταθέσεως τῆς αἰτίας ἀντίληψιν τά‐ ξαντα· πρῶτον μὲν γὰρ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους φύ‐ σιν ἐχόντων αὔξειν τὸ πρᾶγμα καὶ μέγεθος περιτιθέναι τῷ ἀδικήματι τολμηρόν ἐστιν καὶ θρασὺ εὐθὺς ἐπ’ ἐξ‐ ουσίαν καταφεύγειν καὶ πρὸς ὀργὴν ἄγειν τὸν δικαστὴν,
30καὶ μὴ ἀποδεικνύναι πρῶτον ὅτι οὗτος πεποίηκεν· ἡ δὲ
μετάθεσις τῆς αἰτίας ἀπολογία τέ ἐστι καὶ τῆς ἀρνή‐121

5

.

122

σεως κατασκευὴ, καὶ ἔτι τὸ μὲν ἀντιληπτικὸν οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ ὅταν ἀφ’ ὧν τις ποιήσας κρίνηται· ἡ δὲ μετάθεσις τῆς αἰτίας ὄντων ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐμπεσεῖται πάντως, ἔδει οὖν τὴν ἀντιῤῥήτως ἐμπίπτου‐
5σαν προτίθεσθαι τοῦ ἐνίοτε ἐκλείποντος κεφαλαίου. Εἰ‐ κότως οὖν ὁ Μινουκιανὸς καὶ οἱ λοιποὶ τεχνικοὶ προ‐ τάττουσι τὴν μετάθεσιν τῆς αἰτίας· δεῖ γὰρ ἁρμό‐ σασθαι πρὸς ἀμφοτέρους, καὶ κατηγοροῦντας μὲν τάτ‐ τειν τὴν ἀντίληψιν μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸς
10βάρος φεύγοντας, ἀπολογουμένους δὲ τὴν μετάθεσιν τῆς αἰτίας μετὰ τὴν ἀντίθεσιν τὴν ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γινομένην. Εἰκότως δὲ ἀντίληψιν προτά‐ ξας ἐπήγαγε καὶ μετάληψιν, λυτικὴν οὖσαν τῆς ἀντιλή‐ ψεως.
15 Μετάθεσιν αἰτίας ἔφημεν, ὅτι προταχθῆναι ἔδει τὴν μετάθεσιν τῆς αἰτίας· τελευταία δὲ πασῶν διὰ τὸ ἀσθενὲς ἡ πιθανὴ ἀπολογία τέτακται· εἰ καὶ τὰ μάλιστα δοκεῖ ἀντιστρέφειν τὸν ἀγῶνα· ἀλλ’ ὅμως γλί‐ σχρον τέ ἐστιν καὶ τὸ ὄνομα αὐτοῦ κατηγορεῖ τὴν ἀσθέ‐
20νειαν· οὐ γὰρ ὡμολόγηται, ἀλλὰ πιθανή τίς ἐστιν ποι‐ ότης καὶ γνώμη. Ταῦτα τῶν ἐπιλόγων ἐστὶ καὶ κοινὰ πασῶν τῶν στάσεων· ἡ μὲν αἰτία τῆς τάξεως τῶν κε‐ φαλαίων αὕτη, ἴδωμεν δὲ ἐφεξῆς ἀκριβέστερον καὶ τὴν ἑκάστου φύσιν.
25 Τὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρας, ἤτοι ἀπὸ τοῦ ἐλλείποντος, καὶ τὰ ἑξῆς. Ἀναγκαῖον ζητῆσαι τὴν φύσιν τοῦ παραγραφι‐ κοῦ, καὶ ὅπως γίνεται· ὁ μὲν γὰρ τεχνικός φησιν αὐτὸ κατὰ τέσσαρας γίνεσθαι τρόπους, τοὺς δὲ τέσσαρας,
30οὓς εἶπεν, εἰς δύο συντελοῦσιν. Εἴπωμεν οὖν ἡμεῖς πῶς122

5

.

123

γίνεται, καὶ πρῶτον ζητήσωμεν, τί διαφέρει παραγρα‐ φικὸν παραγραφῆς· λέγομεν, ὅτι ἡ μὲν παραγραφὴ ἀπὸ ῥητοῦ γίνεται, καὶ ἔστιν εὐθυδικίας ἐκβολὴ, τὸ δὲ πα‐ ραγραφικὸν διαβολὴ μόνον ἐστὶ καὶ οὐκ ἐκβολὴ τῆς
5εὐθυδικίας· καὶ τὸ παραγραφικὸν ἀπό τινος τῶν περι‐ στατικῶν γίνεται καὶ οὐκ ἀπὸ ῥητοῦ. ζητήσειε δ’ ἄν τις, εἰ ἀπὸ τῶν περιστατικῶν γίνεται, τί διαφέρει μεταλή‐ ψεως; λέγομεν, ὅτι ἡ μετάληψις ἀπὸ τῶν περιστατικῶν γίνεται ἀρξαμένη· ἀντιλήψεως, τὸ δὲ παραγραφικὸν ἀπὸ
10τοῦ φεύγοντός ἐστι, γίνεται δὲ κατὰ πάντα τὰ περιστα‐ τικὰ, ἅπερ ἐστὶ, τρόπος, χρόνος, πρόσωπον, αἰτία, τό‐ πος· καὶ ἀπὸ μὲν χρόνου· δειλοῦ παῖς ἠρίστευσε καὶ κρίνει τὴν γυναῖκα μοιχείας· ἀπὸ δὲ τρόπου, πλούσιος ᾔτησεν ἐχθροῦ πένητος φόνον ἀριστεύσειν ἐπαγγειλάμε‐
15νος· οὐκ ἔλαβεν, ηὕρηται ὁ πένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται φόνου, ἐνταῦθα γὰρ τὸν τρόπον αἰτιᾶται, ὅτι οὐκ ὀφείλω τούτῳ τῷ τρόπῳ κρίνεσθαι, ἀλλ’ ἐλεγ‐ χθέντος τοῦ φόνου· πρόσωπον· ἔθετο τὸν τοῦ πένητος παῖδα ὁ πλούσιος, ηὕρηται ὁ πένης νεκρὸς ἀσκύλευτος
20καὶ κρίνεται ὁ πλούσιος ὑπὸ τοῦ θετοῦ· ἐνταῦθα γὰρ ἀπὸ τοῦ προσώπου γίνεται τὸ παραγραφικὸν, ὅτι οὐκ ὀφείλεις υἱός μου ὢν κρίνειν με· ἀπὸ αἰτίας· ἔγραψεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι Δημο‐ σθένην εἰληφότα πεντήκοντα τάλαντα καὶ κρίνεται Δη‐
25μοσθένης· ἐνταῦθα ἡ αἰτία, ὅτι οὐκ ὀφείλω κρίνεσθαι ἐπὶ ταύτῃ τῇ αἰτίᾳ, τῷ ἐχθρόν μου εἶναι τὸν γεγραφό‐ τα· ἀπὸ τόπου δὲ, ὡς ἂν εἴ τις Ἀθηναῖος ὢν ἐν Λα‐ κεδαίμονι κρίνοιτο, ἤ τι τῶν τοιούτων· ὃ μέντοι λέγει „κατὰ τρόπους τέσσαρας, ἤτοι ἀπὸ τοῦ λείποντος·“ τὸ
30δὲ ἀπὸ τοῦ λείποντός ἐστιν ἀπὸ τῆς αἰτίας· ὅταν γὰρ ὁ
ἄσωτος κρίνηται καὶ φάσκῃ δεῖν δειχθῆναι τὸν φόνον,123

5

.

124

πρῶτον ἡ αἰτία ἐστὶν, ἐπὶ ταύτῃ γὰρ τῇ αἰτίᾳ φησὶν μὴ δεῖν κρίνεσθαι· ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, οἷον οἱ δέκα νέοι· ἢ ἐφ’ οἷς ἕτεροι πεποιήκασιν, ὡς ὁ τρισαρι‐ στεύς· ἢ κατὰ χρόνον, δειλοῦ παῖς ἠρίστευσεν· ταῦτα
5δὲ πάντα ἀπὸ τοῦ προσώπου ἐστίν· καὶ γὰρ ὁ τρισαρι‐ στεὺς ἐρεῖ, ὅτι οὐκ ὀφείλω ἀφ’ ὧν ἐποίησαν οἱ πολέμιοι κρίνεσθαι, καὶ οἱ δέκα νέοι ἀπὸ προσώπου ἐστὶν, καὶ ὁ ἄσωτος ἀπὸ προσώπου ἐστὶν, ὥστε δύο μόνα τῶν περι‐ στατικῶν εἶπεν, τὸ ἓν εἰς τρία διελών· δεῖ δὲ εἰδέναι,
10ὅτι κατὰ πάντα τὰ περιστατικὰ γίνεται· εἰδέναι δὲ χρὴ, ὅτι τὸ τῶν δέκα νέων οὐ συνίσταται· τὸ μὲν γὰρ ζή‐ τημα συνίσταται, αὐτὸ δὲ τὸ κεφάλαιον τὸ παραγραφι‐ κὸν οὐκ ἔχει χώραν, εἰ γὰρ, καὶ τὰ μάλιστα οἱ δέκα νέοι πλῆθός εἰσιν, ἀλλ’ οὖν γε μίαν ἔχουσι ποιότητα,
15τὸ ἀόριστον εἶναι· ἐπὶ μὲν οὖν τῶν δέκα νέων διὰ τὸ ἀόριστον εἶναι τὴν ποιότητα αὐτῶν οὐ συνίσταται, ἐπὶ δὲ τούτου τοῦ ζητήματος χώραν ἔχει. Αἰσχίνης καὶ Δη‐ μοσθένης ἐπανήκοντες ἐκ τῆς πρὸς Φίλιππον πρεσβείας εὕρηνται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ παραπρεσβείας
20ἀπολογίαν γράφων, καὶ Ὑπερίδης ἀμφοτέρων κατηγορεῖ· ἐνταῦθα γὰρ διάφορος οὖσα τῶν προσώπων ἡ ποιότης χώραν ἔχει λέγειν, ὅτι ἰδίᾳ θέλω κρίνεσθαι, καὶ μὴ μετέχειν τῆς ἐκείνου ποιότητος· καὶ περὶ μὲν παραγρα‐ φικοῦ τοιαῦτα. Ἐζήτηται δὲ, τί δήποτε ἡ βούλησις καὶ
25ἡ δύναμις μὴ προτέτακται τῆς τῶν ἐλέγχων ἀπαιτήσεως, καὶ ταῦτα τῆς βουλήσεως καὶ τῆς δυνάμεως λυτικῆς οὔ‐ σης ὡς ἐπὶ τὸ πολὺ τοῦ παντὸς ἐγκλήματος· ὅταν γὰρ ἀποδείξῃς τὴν ποιότητα τοῦ προσώπου ἀνοίκειον οὖσαν πρὸς τὸ ποιῆσαι ἢ ὁ κατήγορος οἰκεῖον ἅπαν τὸ πρᾶ‐
30γμα ἀποδείξῃ, λέγομεν, ὅτι ἄτεχνοι πίστεις τῶν ἐν‐124

5

.

125

τέχνων πανταχοῦ ἰσχυρότεραί εἰσιν· ἄτεχνοι μὲν οὖν εἰσιν μαρτυρίαι, νόμοι καὶ τὰ τοιαῦτα, ἔντεχνοι δὲ αἱ διὰ τῆς τῶν ἀποδείξεων καὶ τῆς τοῦ λόγου δυνάμεως. Ἐπει‐ δὴ οὖν ἡ τῶν ἐλέγχων ἀπαίτησις τῶν ἀτέχνων ἐστὶ,
4bisπροτέτακται.
5 Ἡ τῶν ἐλέγχων ἀπαίτησις διττή ἐστιν. Ἐζήτησάν τινες πῶς ἐν στοχασμῷ δύναται εἶναι ἐλέγχων ἀπαίτησις· εἰ γὰρ ἄδηλον πρᾶγμά ἐστιν ὁ στοχασμὸς, πῶς ἔχει ἐλέγχων ἀπαίτησιν, τῶν γὰρ δήλων εἰσὶν οἱ ἔλεγχοι· καὶ οἱ μὲν λέγουσιν, ὅτι τῶν σημείων οἱ μάρ‐
10τυρες, καὶ οὗτοι ἐγκλήματος, καὶ τοῦτο δὲ σφόδρα εὔη‐ θες· εἰ μὴ γὰρ ὁμολογούμενον εἶναι λάβοιμεν τὸ σημεῖον, οὐ συνέστηκεν ὁ στοχασμός· ὁμολογουμένου περιττὸν ἄγειν μάρτυρας, καὶ ἔτι τὸ σημεῖον ἀνεύθυνόν ἐστιν· τῶν ἀνευθύνων δὲ ἀποδείξεις ἢ μάρτυρας κομίζειν σφό‐
15δρα εὔηθες· ἡ οὖν ἀκριβὴς ἀπολογία αὕτη· ὅτι αὐτὸ τοῦτο μόνον, τὸ εἶναι ἀδήλου πράγματος ζήτησιν, ποιεῖ τὴν τῶν ἐλέγχων ἀπαίτησιν· τῷ γὰρ μὴ εἶναι ὁ φεύγων ἀπαιτεῖ τὰς ἀποδείξεις. Τὸ μὲν οὖν κεφάλαιον διὰ τοῦ‐ τό ἐστιν· ὁ μέντοι τεχνικός φησιν, „ἤ εἰσιν οἱ μάρτυ‐
20ρες ἢ οὐκ εἰσίν·“ εὔηθες σφόδρα, οὐδέποτε γὰρ δύναν‐ ται μάρτυρες εἶναι ἐν στοχασμῷ, ἀλλὰ καὶ ὃ ἔθηκε παράδειγμα τῆς γυναικὸς τῆς κρινομένης φόνου, ὅτι μνωμένῳ τὴν θυγατέρα αὐτῆς ἔφη θᾶττον τεθνήξεσθαι ἢ ἐκείνῳ συνοικήσειν· καὶ μετὰ ταῦτα ἐπὶ σημείοις φαρ‐
25μάκων ἀποθανούσης τῆς παιδὸς, καὶ μετὰ ταῦτα βασα‐ νίζων τὰς θεραπαίνας ὁ πατὴρ περὶ μὲν φόνου οὐδὲν ἔγνω, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ κρίνεται τὴν γυναῖκα φόνου· ἐνταῦθά φησιν εἶναι τοὺς μάρτυρας ὁ τεχνικὸς τὰς θεραπαινίδας· εἰδέναι δὲ χρὴ,
30ὅτι οὐ τοῦ ἐγκλήματός εἰσιν οἱ μάρτυρες, ἀλλὰ τοῦ ση‐
μείου· ἡ γὰρ μοιχεία σημεῖόν ἐστι τοῦ φόνου· εἰ μὲν125

5

.

126

γὰρ ἐκρίνετο ἡ γυνὴ μοιχείας, τοῦ ἐγκλήματος ἤμελ‐ λον εἶναι οἱ μάρτυρες, νῦν δὲ φόνου μέν ἐστιν ἡ κα‐ τηγορία, μοιχείας δὲ οἱ μάρτυρες, ὥστε πάλιν τοῦ ση‐ μείου ἂν εἴη· εἰδέναι δὲ χρὴ, ὅτι οὐδεμίαν ἔχουσι χώ‐
5ραν οἱ μάρτυρες· ἐνταῦθα δεῖ γὰρ εἶναι ὁμολογούμενον τὸ σημεῖον· ἀλλ’ ἁπλῶς, ἅ φησιν αὐτὸς, ὅτι δεῖ διαλα‐ βεῖν τοὺς μάρτυρας, ὕλης ἐστὶν ἐμπεσούσης· ἠδύνατο γὰρ καὶ οὕτως εἶναι τὸ ζήτημα, ὅτι περιεργαζόμενος ὁ πατὴρ περὶ μὲν τοῦ φόνου μεμάθηκεν οὐδὲν, μοι‐
10χείας δὲ τῆς γυναικός· ἐνταῦθα πάλιν τὸ ζήτημα συν‐ έστηκε, καὶ χώραν οὐκ ἔχει τὸ προσενεγκεῖν τὸν κατήγο‐ ρον, ὥστε ὅ φαμεν ἐπὶ τοῦ Ἀρχιδάμου οὐ δύναται εἶ‐ δος εἶναι, ὃ ἐπὶ ἑνὸς ζητήματος ηὑρέθη, καὶ ἀφαιρεθὲν οὐδὲν βλάπτει τὸ ζήτημα. ἀρνήσειε δ’ ἄν τις ἐπὶ τού‐
15του τοῦ ζητήματος τὰ περὶ τῶν δούλων ἐνθυμήματα τῷ παραγραφικῷ, ἵνα εἴπῃ, ὅτι οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς αἱ θεράπαιναι ἐχθραί μου οὖσαι κατεῖπον. Δεῖ δὲ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρ‐ τυρας, πότεροι ἀξιοπιστότεροί εἰσιν, ὡς ἐν
20τῷ κατὰ Κόνωνος· ἐνταῦθα εἰ μίσει ἐναντίῳ θή‐ σεται, πῶς στοχασμοῦ ὄντος εἰσὶν οἱ μάρτυρες εἰς αὐτὸ τὸ ἔγκλημα, καὶ δοκεῖ πως ἐναντίως εἰρῆσθαι, οἷς ἀρ‐ τίως εἰρήκαμεν, ὅτι οὐ δύναται τὰ ἄδηλα μάρτυρας ἔχειν· ἐροῦμεν, ὅτι ἐν μὲν τῷ κατὰ Κόνωνος ἡ ἀλήθεια
25τοῦ παραδείγματος ἐβιάζετο τὴν τέχνην, ὥσπερ καὶ ἐν ἄλλοις πολλοῖς εὑρίσκομεν τοὺς ἀληθεῖς ἀγῶνας βιαζο‐ μένους τὴν τέχνην καὶ εἰσάγοντάς τινα ἀναγκαῖα μὴ ὄντα ἐν τῇ τέχνῃ· ὥσπερ ἐν αὐτῷ τῷ κατὰ Κόνωνος αἰκίας τὸ ὁμολογῆσαι τὸν φεύγοντα τετυπτῆσθαι τὸν
30κατήγορον, ὅπερ ἐστὶν ἀδύνατον ἐν στοχασμῷ· ἄλλως τε ἀμφοτέρων τῶν μερῶν ἐχόντων μάρτυρας, εἰς τὸ ἐναν‐
τίον δοκοῦσιν ἰσάζειν οἱ μάρτυρες, καὶ οὐκέτι προσάγον‐126

5

.

127

ται οὐδὲ πίστιν ἔχουσι· τῷ γὰρ ὑφ’ ἑαυτῶν ἀνῃρῆσθαι τὴν ἐφ’ ἑαυτῶν ὠφέλειαν ἑκατέρῳ μέρει ἀνεῖλον· ἐσώθη δὲ ἡ τοῦ στοχασμοῦ φύσις τῷ εἶναι ἄδηλον καὶ ἐξ ἄλ‐ λων ἀποδείκνυσθαι.
5 Εἰ δὲ μὴ εἶεν οἱ μάρτυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖςδε, προσώποις. ἑνὶ λόγῳ πᾶσι τοῖς περιστατικοῖς καὶ ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει δεῖ χρῆσθαι καὶ περιττὸν καθ’ ἕκαστα λέγειν τὸ „αὐτὸς ἐποίησεν·“ ταῦτα δὲ δύναται σφόδρα διαιρού‐
10μενα πλατύνεσθαι, ὅταν εἴπω, „τίς ὁ δοὺς;“ τὸ τίς οὐ μονογενές ἐστι, δύναται γὰρ ἐπενεγκεῖν, ἢ δοῦλος, ἢ ἐλεύθερος, ἢ ξένος, ἢ πολίτης, ἢ οἰκεῖος, ἢ ἀλλότριος, καὶ πάντα τὰ τοιαῦτα πλῆθος ἀποδείξεων ὑποδιαιρούμε‐ να κατεργάζεται· εἰδέναι δὲ χρὴ, ὡς ἐν τοῖς ἀντεγκληματι‐
15κοῖς στοχασμοῖς ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκλείπει, καὶ τὸ πα‐ ραγραφικὸν ἐν τοῖς κατὰ ἀμφισβήτησιν, ἰσάζειν γάρ πως δοκεῖ ἀμφοτέρῳ τῶν μερῶν ἀπαιτούντων, τότε γὰρ μόνον ἐμπεσεῖται, ὅτε διάφορος ἡ τῶν ἐγκαλουμένων προσώπων ποιότης ἐπὶ τούτου τοῦ ζητήματος· δύο τις
20ἔχων παῖδας ἀπεκήρυξε τὸν ἕτερον· μετὰ ταῦτα τελευ‐ τῶν ἐπὶ σημείοις φαρμάκων ἔφη „παῖς με ἀναιρεῖ,“ καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις· ἐνταῦθα γὰρ ὁ ἀποκήρυκτος ἔχει παραγραφικοῦ μοῖραν φάσκων, μηδὲν κρίνεσθαι μη‐ δὲ τὴν ἀρχὴν ὢν παῖς· ὁ γὰρ ἀποκήρυκτος οὐκέτι παῖς·
25ἐν δὲ τῇ τῶν ἐλέγχων ἀπαιτήσει πάλιν τότε ἐμπεσεῖται, ὅταν ἀμφότεροι διάφορον ἔχωσι τύχην οἱ ἀμφισβη‐ τοῦντες, καὶ ὁ μὲν τυραννεῖται, ὁ δὲ δημοκρατεῖται, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· τύραννος ἔλαβέ τι ὡς σω‐ τήριον παρὰ τοῦ ἰατροῦ, καὶ ὑποπτεύων εἶναι δηλητήριον
30μετεπέμψατο ἀπὸ τῆς κάτω πόλεως τῶν δημοκρατουμέ‐
νων ἰατρόν· ὁ δὲ δέδωκεν αὐτῷ ἀλεξιφάρμακον καὶ κατ‐127

5

.

128

ελθὼν εἶπεν, ὅτι τεθνήξεται· ἀπέθανεν, ἀμφισβητοῦσιν ἀμφότεροι τῆς τοῦ τυραννοκτόνου δωρεᾶς· ἐνταῦθα γὰρ ὁ ἐπὶ τῆς τυραννίδος ἰατρὸς δύναται τὴν τῶν ἐλέγχων ἀπαίτησιν ποιήσασθαι λέγων. „τίνι προεῖπες τῶν πολι‐
5τῶν; τίνι ἀνεκοίνωσας τὴν τοῦ τυράννου ἐπιβουλήν;“ ὁ μέν τοι ἕτερος οὐ δύναται αἰτεῖν· οὐ γὰρ οἷόν τε ἦν τὸν ἐν τῇ τυραννίδι ὄντα ἐξειπεῖν τὸ ἐπιχείρημα· ἡ βού‐ λησις καὶ ἡ δύναμις· φύσιν ἔχει τοιαύτην· τοῦ μὲν γὰρ προσώπου ἐστὶν ἀμφότερα κεφάλαια, ἀμφισβήτησιν
10δὲ μεγίστην ἔχει πρὸς ἑαυτά· ἐὰν γὰρ ἡ δύναμις ᾖ ἰσχυ‐ ρὰ, πάντως ἡ βούλησις ἀσθενὴς, ἐὰν τὸ ἐναντίον ἡ δύ‐ ναμις ἀσθενὴς, πάντως ἡ βούλησις ἰσχυρά· τί δέ ἐστιν, ὅ φαμεν, σαφέστερον ἐπὶ παραδειγμάτων ἔσται. Τὰ εὐ‐ δοκιμοῦντα πρόσωπα καὶ ἔχοντά τινα λαμπρότητα δύ‐
15ναμιν μὲν ἔχει, βούλησιν δὲ οὐκ ἔχει· ἀλλ’ ἀσθενεῖ ἡ βούλησις, οἷον εἰ κρίνοιτο Περικλῆς ἢ Μιλτιάδης ἤ τις τῶν τοιούτων, ἡ μὲν δύναμις ἔῤῥωται, δύναται γὰρ διὰ τὴν ἰσχὺν πρᾶξαι, εἴ τι βούλεται, ἡ δὲ βούλησις ἀσθε‐ νεστέρα ἐστὶν, διὰ τὸ οὐκ εἰκὸς εἶναι τὸν τοιοῦτον βου‐
20ληθῆναί τι τῶν πονηρῶν ἐργάσασθαι. οἷον εἰ κρίνοιτο Περικλῆς προδοσίας μὴ τεμνόντων Λακεδαιμονίων τοὺς ἀγροὺς αὐτοῦ· ἡ μὲν δύναμις ἰσχυρά ἐστιν διὰ τὸ στρα‐ τηγεῖν, διὰ τὸ τιμᾶσθαι, διὰ τὸ προτετάχθαι τῆς πολι‐ τείας ἁπάσης, διὰ τὰ ἄλλα πάντα, ἃ μαρτυρεῖ αὐτῷ
25Θουκυδίδης· ἡ μέντοι βούλησις ἀσθενεστέρα ἐστὶν, οὐκ ἔχει γὰρ πιθανότητα, τὸν οὕτως λαμπρὸν καὶ ἀδωρο‐ δόκητον προδότην γενέσθαι, καὶ μάλιστα τὸν πείσαντα τὸν πρὸς Πελοποννησίους ἄρασθαι πόλεμον. ἐπὶ μὲν οὖν τῶν ἐνδόξων, ὡς ἔφημεν, δύναμις ἔῤῥωται, ἡ δὲ βούλη‐
30σις ἀσθενεστέρα ἐστίν· ἐπὶ δὲ τῶν ἀδόξων τὸ ἐναντίον, οἷον εἰ κρίνοιτο Φρύνων ἢ Αἰσχίνης ἤ τις τῶν ἄλλων ἀδόξων προσώπων, ἡ μὲν δύναμις ἀσθενής ἐστιν, οὐκ
ἠδύνατο γὰρ οὐδὲν τῶν τοιούτων ποιῆσαι, ἡ δὲ βούλησις128

5

.

129

ἰσχυρὰ διὰ τὸ διαβεβλῆσθαι τὸ πρόσωπον· διὸ καὶ ὁ Δημοσθένης τὴν δύναμιν ἐξετάζων ἐν τῷ κατ’ Αἰσχίνου, ἐπειδὴ ἀδόξου ὄντος τοῦ προσώπου οὐκ ἦν πιθανὴ ἡ δύ‐ ναμις, ἀνέμιξεν αὐτῷ τὸ τῆς πόλεως ἀξίωμα εἰπών· „οὐ
5γὰρ εἰ φαύλοις χρῆσθε ὑμεῖς πρὸς τὰ κοινὰ, καὶ τὰ πράγματά ἐστι φαῦλα, ὧν ἡ πόλις ἀξιοῦται,“ καὶ τὸ Φιλίππου πρόσωπον εἰπών· „εἶτα καὶ Φωκέας ἀπολώλε‐ κε μὲν Φίλιππος, συνηγωνίσαντο δὲ οὗτοι.“ δεῖ τοίνυν ταῦτα μεθοδεύειν καὶ ἀσθενοῦς μενούσης τῆς δυνάμεως
10τὸν κατήγορον μελετῶντα τὴν μὲν βούλησιν κατ’ εἰσα‐ γωγὴν εἰσαγαγεῖν, τὴν δὲ δύναμιν κατὰ ἀντίθεσιν· τὸν δὲ ἀπολογούμενον τὸ ἐναντίον τὴν μὲν βούλησιν κατὰ ἀντίθεσιν, τὴν δὲ δύναμιν κατ’ εἰσαγωγὴν, καὶ τὸ ἐναν‐ τίον πάλιν ἰσχυρᾶς οὔσης τῆς βουλήσεως ὁμοίως ἀντι‐
15στρέφειν. τί δέ ἐστιν ὃ λέγω, σαφὲς ποιήσει τὸ παρά‐ δειγμα· εἰ κρίνοιτο Περικλῆς προδοσίας καὶ τὸν κατή‐ γορον μελετοίημεν, τὴν μὲν βούλησιν οὐ τίθεμεν κατὰ ἀντίθεσιν, ἀλλὰ κατ’ εἰσαγωγὴν λέγοντες. „εἰκὸς δὲ αὐ‐ τὸν καὶ βουληθῆναι ὡς ὑπερήφανον καὶ μὴ ἀνεχόμενον
20ταὐτὰ τοῖς πολλοῖς ἔχειν,“ τὴν δὲ δύναμιν τίθεμεν κατὰ ἀντίθεσιν, „ἀλλ’ οὐκ ἠδυνάμην,“ φησὶν, „προδοῦναι,“ ἐπειδὴ εὔπορος ἡμῖν σφόδρα ἐστὶν ἡ λύσις· εἰ δὲ Αἰ‐ σχίνης κρίνοιτο, τὴν μὲν βούλησιν ὡς ἐν ἀντιθέσει, „ἀλλ’ οὐκ ἠβουλόμην,“ τὴν δὲ δύναμιν κατ’ εἰσαγωγὴν,
25ὡς ὁ Δημοσθένης, „ὅτι εἰκὸς αὐτὸν δυνηθῆναι πρεσ‐ βευτὴν ὄντα·“ αὕτη μὲν οὖν ἡ φύσις τῶν κεφαλαίων κατασκευάζεται, καὶ κυρίως μὲν ἡ βούλησις ἐκ προκατ‐ αρκτικοῦ καὶ συμπερασματικοῦ· καὶ ἔστι τὸ προκαταρ‐ κτικὸν μὲν τὰ φθάσαντα γενέσθαι, τὸ δὲ συμπερασμα‐
30τικὸν τὰ ἐπιφερόμενα, οἷον ἐπιγραφὴ, ψήφισμα καθό‐129

5

.

130

λου. Δημοσθένει Δημάδης ἀντειπὼν οὐκ ἔπεισεν· ηὕρη‐ ται κατιὼν ἐπὶ τοῖς ὁρίοις τῆς χώρας Δημοσθένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται Δημάδης· ἐνταῦθα οὖν ἡ βού‐ λησις ἐκ προκαταρκτικοῦ ἐστι διὰ τὴν φθάσασαν ἔχθραν,
5διὰ τὸ ἀντειπεῖν καὶ μὴ πεῖσαι, διὰ τὸ πολλάκις ὑπ’ αὐτοῦ κριθῆναι, διὰ τὰς γεγενημένας ὑπὸ σοῦ κλοπὰς, διὰ τὸ δέος τῆς ἑτεροδοσίας εἰκὸς ἑαυτὸν ἀνελεῖν· συμ‐ περασματικοῦ δὲ, ἵνα εἰς τὸ λοιπὸν μηδένα ἔχῃς τὸν ἐναν‐ τιούμενον, ἵνα μή τίς σου κατηγορήσῃ· ἵνα τῷ δέει ὧν
10ἔπαθεν Δημοσθένης καὶ οἱ λοιποὶ ἡσυχάζοιεν, καὶ ἡ μὲν βούλησις οὕτως· ἡ δὲ δύναμις, ὡς καὶ ὁ Ἑρμογένης φησὶν, ἐκ τῶν παρακολουθούντων τῷ προσώπῳ, τουτέστι τῶν ἐγκωμιαστικῶν, καὶ εἰ μὲν ὡρισμένον εἴη τὸ πρόσω‐ πον, πάντα ἐμπεσεῖται σχεδὸν, εἰ δὲ ἀόριστον, τὰ μὲν
15ἐγκωμιαστικὰ οὐ δύναται ἐμπεσεῖν, διὸ καὶ ἀσθενεστέ‐ ραν ἔχει τὴν δύναμιν· ἀναμίξαντες δὲ αὐτῷ τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους κατασκευάζομεν αὐτῷ δύναμιν, οἷον ὅπερ ἔφην, εἰ κρίνοιτο Αἰσχίνης, τὰ ἐγκωμιαστικὰ πάντα καὶ εἰς βούλησιν αὐτῷ καὶ εἰς δύναμιν συντελεῖ, εἰς βούλη‐
20σιν μὲν, ὅτι ἠβούλετο εὐτελοῦς πατρὸς ὢν καὶ οὐδὲν δεινὸν ἡγεῖτο τὴν προδοσίαν, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ παιδεύων ξύλου καὶ παίδων ἀνείχετο· καὶ ἡ μήτηρ αὐ‐ τοῦ Ἔμπουσα ἐκαλεῖτο καὶ τυμπανίστρια ἦν, καὶ ἕκαστον τῶν ἐγκωμιαστικῶν. εἰ δὲ νέος πλούσιος. ἐπειδὴ αἱ
25κοιναὶ ποιότητες οὐκ ἰσχυραί εἰσι καθ’ ἑνὸς προφερό‐ μεναι· ὅταν γὰρ εἴπω „νέος πλούσιοσ“ κοινὴ ποιότης ἐστὶν καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν, ὅπερ Ἑρμογένης φησὶν, ὁ πλοῦτος ἢ ἡ τύχη ἢ ἡ ἐπιθυμία, ἀλλὰ διαναμίγνυται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἵνα ἐκ τοῦ νῦν πεπραγμένου
30τὴν βούλησιν αὐτῷ καὶ τὴν δύναμιν κατασκευάσωμεν·
εἰδέναι δὲ χρὴ, ὅτι οὔτε ἡλικία, οὔτε πλοῦτος ἐγκωμια‐130

5

.

131

στικά ἐστι, καὶ κακῶς ταῦτα ὁ Ἑρμογένης ἐν τοῖς ἐγκω‐ μιαστικοῖς ἔταξεν εἰπὼν, „εἴ τι τῶν ἀορίστων ᾖ, ἀπὸ τού‐ των τῶν ἐγκωμιαστικῶν δεῖ ποιότητα ποιεῖν τι ἄρα·“ κατιὼν δὲ καὶ ἀριθμούμενος τὰ κεφάλαια τὰ ἐγκωμια‐
5στικὰ ταῦτα οὐκ ἐντάττει, καλῶς δὲ προσέθηκε, „ὅτι δεῖ τὴν βούλησιν καὶ τὴν δύναμιν οὐ μόνων τῶν κρι‐ νομένων ἐξετάζειν προσώπων, ἀλλ’ ὅσα ἔχει τὸ πρόβλη‐ μα πάντων τὴν βούλησιν ἐξετάζειν·“ καὶ περὶ μὲν βου‐ λήσεως καὶ δυνάμεως ταῦτα.
10 Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρου, τίθησι δὲ αὐτὰ καὶ κοινὰ Ἑρμογένης· ηὕρηται δέ ποτε καὶ μόνου τοῦ φεύ‐ γοντος, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· τρεῖς τις ἔχων παῖδας τὸν ἕνα νόσῳ ἀπέβαλε καὶ πολέμῳ· ὁ δεύτερος
15ηὕρηται ἀναρτῶν ἑαυτὸν, ὁ τρίτος παῖς ἐπικαταλαβὼν διεκώλυσε καὶ φυλακὴν αὐτῷ παρεκατέστησε· μετὰ ταῦ‐ τα ἱεροσυλία γέγονεν ἐν τῇ πόλει, καὶ ζητούντων τῶν ἀρχόντων αὑτὸν ἐπιδίδωσιν ὡς ἱερόσυλον· καὶ ὁ παῖς ἀντιλέγει· ἐνταῦθα γὰρ πάντα τὰ πεπραγμένα, ἅπερ
20ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὑπὲρ αὐτοῦ ἐστιν· ἥ τε γὰρ λύπη καὶ ὁ πρῶτος καὶ δεύτερος θάνατος καὶ τὸ θελῆσαι ἀναρτῆσαι ἑαυτὸν καὶ τὸ φυλάττεσθαι δείκνυ‐ σιν αὐτὸν ἐρῶντα θανάτου καὶ ταύτῃ ἀφορμῇ χρώμενον· εἰδέναι δὲ χρὴ, ὅτι οὐ μόνον τὰ πεπραγμένα ποιεῖ τὰ
25ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλὰ δὴ καὶ ἀπὸ τῶν μὴ πε‐ πραγμένων, ὡς ὁ Δημοσθένης πεποίηκεν, „ὅτι οὐ προσ‐ ῆλθες τῇ βουλῇ, οὐκ εἶπες, „„ἄπιστος, γόης, φοβερὸς, φυλάττεσθε τὸν ἄνθρωπον, οὐχ ὁρᾶτε ἃ πεποίηκεν
ἐμὲ,““ ταῦτα γὰρ οὐκ ἔστιν ἐκ τῶν πεπραγμένων, ἀλλ’131

5

.

132

ἐκ τῶν παρειμένων·“ τοῦτο δὲ οἱ πλεῖστοι τῶν τεχνικῶν ἐγνώρισαν. ἐν τοῖς τοιούτοις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους αἱ μεταθέσεις τῆς αἰτίας ἐκ τῶν πεπραγμένων λύονται· τὰ μέν τοι ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἐν λόγοις ἐστὶν ἢ
5ἐν ἔργοις, ἢ ἐν πάθεσιν· κἂν μὲν ἐν λόγοις ᾖ, πάντως ἡ λύσις αὐτῶν κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, ἐὰν δὲ ἐν πάθεσιν ἢ ἐν ἔργοις, κατὰ τὰς ἀντιθετικάς· καὶ τὰς ἐν λόγοις δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ Δημοσθένης κατὰ τὰς ἀντιθετικὰς ἔλυσεν, ὡς ἐν τῷ κατ’ Αἰσχίνου λέγων,
10„ὅτι Φωκεῖς αἴτιοι τοῦ ἀπολέσθαι,“ ὅπερ ἐστὶν ἀν‐ τεγκληματικὸν, καὶ „Λακεδαιμόνιοι,“ ὅπερ ἐστὶ μετα‐ στατικὸν, καὶ „Χεῤῥόννησος σώζεται,“ ὅπερ ἐστὶν ἀν‐ τιστατικὸν, καὶ „ἐξηπατήθην,“ ὅπερ ἐστὶ συγγνωμονι‐ κόν. Εὑρίσκεται δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ κοινὰ
15ἀμφοτέρων· οὐχ ὡς μονογενῆ φησι, μέρει μὲν τοῦ κα‐ τηγόρου, μέρει δὲ τοῦ ἀπολογουμένου χρωμένων, οὗ τὸ παράδειγμα τίθησι τὸν ἀριστέα, τὸν τὴν γραφὴν τῆς τυραννίδος κατὰ τοῦ ἀδελφοῦ ἀφελόμενον· ἀλλὰ πάντα ἀμφοτέροις ἁρμόζοντα, ὡς ἐπὶ τούτου· κατέλιπέν τις
20φίλον κληρονόμον, γράψας τὴν γυναῖκα μοιχείας ἐγρά‐ ψατο καὶ οὐχ εἷλεν, μετὰ ταῦτα συνῴκησεν αὐτῇ καὶ κρίνεται μοιχείας· ἐνταῦθα ὅλα ἁρμόττει· καὶ γὰρ τὸ εἶναι φίλον καὶ θεμιστευθῆναι παρὰ τοῦ ἀνδρὸς καὶ κληρονομῆσαι καὶ γαμῆσαι· εἰ γὰρ συνῄδει μεμοιχευμέ‐
25νος, οὐκ ἐγάμει· καὶ πάλιν ἁρμόζει τὸ ὑποπτεῦσαι τὴν γυναῖκα τὸν ἄνδρα μοιχείας τὸν γραψάμενον· τὸ γὰρ μὴ καθυφεῖναι τὴν γραφὴν καὶ τὰ τοιαῦτα ἐνίοτε εὑ‐
ρίσκεται μόριά τινα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ οὔτε132

5

.

133

ζητήματός ἐστιν, ἄλλ’ ἔξωθεν ἐκ συμβεβηκότος σύστα‐ σιν ποιεῖ τῷ ζητήματι, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ, ἁλούς τις ὑπερημερίας ἐδέδετο, καὶ διαῤῥήξας τὰ θεσμὰ περιτυχὼν
5τῷ πένητι ἀπέκτεινεν· ὁ δῆμος κατέλευσε τὸν ὑπερήμε‐ ρον, ἀπέθανεν, ηὕρηται ἐν τοῖς κόλποις ἔχων τὸ τῆς ὑπερημερίας γραμμάτιον καὶ κρίνεται ὁ πλούσιος· ἐν‐ ταῦθα γὰρ τὸ καταλεῦσαι τὸν δῆμον τὸν ὑπερήμερον ἐκ τύχης συμβὰν καὶ ἔξωθεν ὂν τοῦ ζητήματος σύστασιν
10πᾶσαν δέδωκε τῷ ζητήματι· εἰ γὰρ ἔζη ὁ ὑπερήμερος, ἠδύνατο βασανιζόμενος εἰπεῖν τὴν ἀλήθειαν· τοῦτο ἂν ἔξωθεν ἐπισυμβεβηκὸς τὴν σύστασιν ἔχει, καὶ διαφέρει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν ἀφ’ ὧν ἑτέρου ποιήσαν‐ τος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, ὅτι ἐνταῦθα μὲν
15ἕτερος ὁ ποιήσας, οὐκ ἄντικρυς δὲ εἰς τὸν πλούσιον ἀναφέρεται, οὐδὲ ἐκ τούτων ἔχει τὴν ἀπόδειξιν τοῦ πε‐ ποιηκέναι, ἐξ ὧν ὁ δῆμος ἐποίησεν, ἀλλ’ ἀμφισβήτησις ἐπὶ τούτων γέγονεν· ἐπὶ μὲν γὰρ τοῦ τρισαριστέως, οὗ ἔστησαν οἱ πολέμιοι εἰκόνα, καὶ κρινομένου προδοσίας
20αὐτοῦ ἡ ἀπόδειξις τοῦ εἶναι αὐτὸν προδότην γίνεται· ἐνταῦθα γὰρ ἐκ τοῦ τὸν δῆμον καταλεῦσαι οὐχὶ ἡ ἀπό‐ δειξις τοῦ τὸν πλούσιον εἶναι τὸν πεφονευκότα γίνεται, ἀλλ’ αὐτός ἐστι τὸ ποιοῦν τὴν ἀμφισβήτησιν· ὅπερ γὰρ ἔφαμεν, εἰ ἔζη βασανιζόμενος εἶπεν ἄν.
25 Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει· καλῶς σφό‐ δρα προσέθηκεν, ὅτι ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἀφ’ ὧν αὐτὸς ποιήσας κρίνεται, οὐδεὶς γὰρ ἑτέρῳ ἐξουσίαν κατασκευάζει, ἀλλ’ αὑτῷ, ὃ δὲ ἔξεστιν εἰπεῖν, ἔξεστιν ἐκείνῳ· ὅταν τὸ ζήτημα ἑτέρου ποιήσαντος τὴν κρίσιν
30ἔχῃ, οὐ δύναται ὅλως ἀντίληψις ἐμπεσεῖσθαι, ἀντι‐133

5

.

134

λήψεως δὲ μὴ ἐμπεσούσης οὐδ’ ἂν μετάληψις γένοιτο ἄν· ἡ γὰρ μετάληψις λύσις ἐστὶ τῆς ἀντιλήψεως. Καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτέρῳ χρήσεται· ἐπὶ στοχασμοῦ κακῶς σφόδρα
5τοῦτο εἴρηται, καὶ ἀδύνατόν ἐστι τὸν φεύγοντα κατ‐ ήγορον μεταλήψει χρήσασθαι· εἰ γὰρ ἡ φύσις ἐστὶ τῆς μεταλήψεως τὸ μεταλαμβάνειν τὴν τοῦ φεύγοντος ἐξ‐ ουσίαν, πῶς δύναται ὁ κατήγορος ταύτῃ χρήσασθαι; οὐκ ἐχρῆν οὖν εἰπεῖν „ὁπότερον τῶν μερῶν,“ ἀλλὰ „τοῦ φεύ‐
10γοντος ταύτῃ χρωμένου ὁ διώκων τῇ μεταλήψει χρήσε‐ ται.“ ἐν δὲ ἄλλαις στάσεσιν σπανίως ηὕρηται· ἐν τῷ τόπῳ οὖν τὴν αἰτίαν ἐροῦμεν. Ἡ μετάθεσις τῆς αἰτίας ἐστὶ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἢ πρόσθεσίς ἐστιν ἀντιπροθέ‐
15σεως, ἵνα ᾖ κατὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντὶ τοῦ „διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσα τὴν γένεσιν.“ αὕτη γὰρ δίδωσι τὸν τόπον τῇ μεταθέσει τῆς αἰτίας, ὥσπερ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. Ἐὰν ἐν λόγοις , κατὰ ῥητὸν καὶ διάνοιαν
20ἡ μετάθεσις τῆς αἰτίας γίνεται, ἐὰν δὲ ἐν ἔργοις, καθὼς προειρήκαμεν, ἢ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσα· αὐτὴ δὲ οὐκ εὖ ἔχει ἡ ἐξήγησις· πάντα γὰρ τὰ τοῦ φεύγοντος κεφάλαια εἰς λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰσίν· ἄμεινον οὖν „πρὸς τὰ ἀπ’ ἀρχῆς ἄ‐
25χρι τέλουσ“ ἀντὶ τοῦ „διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν γένεσιν τῆς ποιότητος δεχόμενα,“ καθὼς καὶ τὰ ἑξῆς περὶ αὐτοῦ λέγει· „κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται ἡ μετάθεσις τῆς αἰτίας,“ ὥσπερ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἔγνωσται, ὅτι τοῦτο θέλει
30λέγειν, ὅτι τὴν ποιότητα ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους
εἶναι δέχεται.134

5

.

135

Ἐὰν δὲ ἐν ἔργοις, θετικῶς ἡ μετάθεσις τῆς αἰτίας ἐξετασθήσεται· εἰδέναι δὲ χρὴ, ὅτι κατὰ πάσας τὰς ἀντιθετικὰς ἐξετάζεται, ἢ κατὰ ταὐτὸν πλειόνων εὑρισκομένων ἢ μιᾶς· ὁ μέντοι Ἑρ‐
5μογένης τοῦτο ἀγνοήσας λέγει, τὰ μὲν ἐν πάθεσιν ἀπ’ ἀρχῆς ἄχρι τέλους συγγνωμονικῶς λύεσθαι, ὡς τοῦ ἀφο‐ ρῶντος εἰς τὴν ἀκρόπολιν νέου πλουσίου δακρύοντος, τὰ δὲ ἐν ἔργοις θετικῶς, ἀγνοήσας, ὅτι τὸ θετικῶς κατὰ ἀντίστασίν ἐστι· πᾶς γὰρ ἀντίστασιν ἐργαζόμενος ἔπαι‐
10νον ποιεῖ τοῦ πραχθέντος αὐτῷ, ὃ ὀνομάζει αὐτὸς εἶ‐ ναι θετικῶς. ἐργασώμεθα οὖν τὴν αἰτίαν μετατιθέντες εἰς τὸ ὅμοιον, εἰς τὸ ἀνυπεύθυνον, εἰς τὸ ἐναντίον ἐγ‐ κληθῆναι δυνάμενον. εἰς μὲν τὸ ὅμοιον· ἐπ’ ἐρημίας τις ηὑρέθη ἔχων ᾑμαγμένον ξίφος καὶ κρίνεται· ἀπὸ
15θηρίου γάρ φησιν αὐτὸ εἶναι ᾑμαγμένον· εἰς δὲ τὸ ἀνεύ‐ θυνον, ἢ στέργειν γονεῖς ἢ κωμάζειν, ἢ οἰκέτας τρέ‐ φειν, ἢ σέβειν θεοὺς, πάντα γὰρ ταῦτα ἀνυπεύθυνά ἐστιν, οἷον συνεχῶς τις τοῖς τῶν ἀνδροφόνων χρῆται καθαρσίοις καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ ἀνυπεύ‐
20θυνόν φησι τὸ δεισιδαιμονίας ἕνεκεν συνεχῶς καθαίρε‐ σθαι· τὸ παρασίτους τρέφειν ἀνυπεύθυνον ὡμολόγηται. Εἰς τὸ ἐναντίον δέ· κατέλιπέν τις ἀλλοτρίᾳ γυναικὶ τὸν ἑαυτοῦ κλῆρον, γράψας ἐν ταῖς διαθήκαις, ὅτι πρὸς μοιχείαν αὐτῷ οὐχ ὑπήκουσεν καὶ κρίνεται μοιχείας· ἐν‐
25ταῦθα γὰρ ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὸ ἐναντίον ἐκφέρεται καὶ χρῆται τοῖς ῥητοῖς τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἡ δὲ μετάθεσις τῆς αἰτίας ποτὲ μὲν μία ἐστὶν, ποτὲ δὲ πλείονες· καὶ ὁ μὲν τεχνικός φησιν τότε μόνον γίνεσθαι πλείονας τὰς μεταθέσεις τῆς αἰτίας καὶ πεπλα‐
30νημένας, ὅταν ἐξ ὧν ἕτερος πεποίηκεν ἡ κρίσις ᾖ, ὡς135

5

.

136

ἐπὶ τοῦ τρισαριστέως· ἐρεῖ γὰρ ἢ διὰ φθόνον ἐξευμενι‐ ζομένους ἢ διαβολὴν ἐμποιῆσαι βουλομένους ἢ προτρε‐ πομένους τοῖς παρ’ ἑαυτοῖς. αὗται δὲ πλείονες μέν εἰσιν, ἐναντίαι δέ πως ἀλλήλαις, ἣν δὲ λέγει, ὅτι ἂν ἀφ’ ὧν
5αὐτός τις ἐποίησε πλείονες εὑρεθῶσιν μεταθέσεις, ἀναγ‐ καῖον ἀκολούθως αὐτὰς εἶναι ἀλλήλαις, ὡς ἐπὶ τοῦ νύ‐ κτωρ μεταιτοῦντος ἀνάγκη γνῶναι, ὅτι ηὕρηνται, καὶ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνεται, πλείονες μεταθέσεις αἰτίας καὶ οὐκ ἀκόλουθοι ἀλλήλοις ἢ ἔχουσαι πρὸς ἑαυ‐
10τὰς ὅλως σχέσιν ἢ κοινωνίαν, ὡς ἐπὶ τούτου τοῦ ζητή‐ ματος· ἄσωτος καταναλώσας τὴν οὐσίαν ἠγόρασεν ὀρει‐ νὸν χωρίον καὶ βάρβαρα ἀνδράποδα, καὶ ἐν αὐτῷ διαι‐ τωμένου αὐτοῦ φήμη γίνεται λῃστῶν ἐν τῇ χώρᾳ ἀνελ‐ θόντων· οἱ στρατηγοὶ ἐν τῷ χωρίῳ τὸν μὲν πλούσιον
15οὐχ εὗρον, τὰ δὲ ἀνδράποδα καὶ ὅπλα κυνηγετικὰ κατ‐ ήγαγον· μεταξὺ τῆς ὁδοῦ ἐπέθεντο καὶ τραυματίσαντες οἱ θεράποντες τοὺς στρατηγοὺς ἔφυγον, καὶ κρίνεται ὁ ἄσωτος λῃστείας· ἐνταῦθα πρὸς ἕκαστον τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους διάφορός ἐστιν ἡ μετάθεσις τῆς αἰτίας· τὸ
20μὲν ὀρεινὸν χωρίον ὅτι ἔλαττόν ἐστι τιμῆς καὶ οὐκ ἠ‐ βούλετο ἐν πόλει εἶναι αἰσχυνόμενος· τὰ δὲ βάρβαρα ἀν‐ δράποδα, ὅτι πρὸς ἔργον καὶ κάματον ἐπιτηδειότερά ἐστι, τὰ δὲ ὅπλα τὰ κυνηγετικὰ διὰ τὸ ἐν ὄρεσι θηρία εὑρίσκεσθαι, τὰ δὲ ἀνδράποδα ἐπιτιθῆναι τῷ στρατηγῷ,
25διὰ τὸ μὴ ἐπιγνῶναι τὴν αἰτίαν, ἐφ’ ᾗ ἄγονται, ὡς βάρ‐ βαρα· τὸ δὲ ἐπιθεῖναι στρατηγὸν κατ’ αὐτοῦ ἐπὶ τῷ χω‐ ρίῳ, ἐκ διαβολῆς φησι τῶν ἐχθρῶν τοῦτο γενέσθαι. αὗται πλείους μὲν αἰτίας μεταθέσεις εἰσὶν, οὐδεμία δὲ πρὸς τὴν ἄλλην ἔχει σχέσιν. κατασκευάζομεν δὲ τὴν με‐
30τάθεσιν τῆς αἰτίας τὸν κατήγορον μελετῶντες προσώπῳ,
τόπῳ, τρόπῳ, χρόνῳ, αἰτίᾳ, ἢ πᾶσιν ἢ τισίν· τοῦ μὲν136

5

.

137

γὰρ νέου τοῦ κωμάζοντος εἰς τὴν εἱρκτὴν καὶ βοῶντος „θαρσεῖτε λυθήσεσθε“ εἰπόντος, ὅτι ἐλέῳ καὶ παραμυ‐ θίᾳ τῶν δεσμωτῶν, ἀπὸ τοῦ προσώπου κατασκευάζεται, ὅτι οὐδέποτέ γε τὸ τῶν πλουσίων καὶ τὸ τῶν νέων πρόσ‐
5ωπον ἕτοιμον πρὸς ἔλεον· καὶ ἀπὸ τοῦ τῶν δεσμωτῶν προσώπου, ὅτι οὐδὲ ὅλως τοὺς πονηροὺς καὶ μεμισημέ‐ νους τῷ δήμῳ καὶ τοῖς νόμοις οὐ δεῖ ἐλεεῖν, οὓς ὁ δῆ‐ μος οὐκ ἠλέησεν· ἀπὸ δὲ τοῦ τόπου, οὐκ ἐπὶ τὸ δικα‐ στήριον βαδίζοντα, ἀλλὰ γνώμην κατὰ σαυτὸν· ἀπὸ δὲ
10τοῦ χρόνου, οὐ νύκτωρ ἀλλὰ μεθ’ ἡμέραν ἐπὶ τῶν δεσ‐ μοφυλάκων διαλεγόμενος· ἀπὸ τοῦ τρόπου, οὐκ ἐν τῷ ἐπαγγέλλεσθαι αὐτοῖς, ἀλλ’ ἐν τῷ ἐπικουρίαν τινὰ παρ‐ έχειν, ἢ διὰ χρημάτων, ἢ παρακλήσει τοῦ δήμου, ἢ ἑτέρῳ τινὶ τρόπῳ· ἀπὸ δὲ τῆς αἰτίας, οὐ τοιαύτῃ αἰ‐
15τίᾳ, δι’ ἧς καὶ αὐτὸς ἐγκληθήσῃ. Ἡ πιθανὴ ἀπολογία ἀντιστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὃ γὰρ ὁ κα‐ τήγορος, φησὶ, προτείνεται εἰς ἀπόδειξιν τοῦ γενέσθαι τόδε τι, αὐτὸ τοῦτο ἀπόδειξιν ὁ φεύγων τοῦ μὴ γε‐
20νέσθαι προτείνεται· ὃ γὰρ λέγει, ὅτι ἀφ’ οὗ ἀφεώρας καὶ ἐδάκρυες τυραννῆσαι θέλεις, ἐρεῖ, ὅτι καὶ μὴν εἰ ἠβουλόμην τυραννῆσαι, ἐφυλαττόμην δημοσιεῦσαι τὴν γνώμην καὶ οὐκ ἐδάκρυον· καὶ αὗται μὲν ἐπὶ τῶν ἀν‐ τιστρέφειν δυναμένων· ὅταν δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους
25ἀκόλουθα ᾖ, φησὶν, τῷ ἐγκλήματι, τότε εἰσάγεσθαι τὸ οὐκ ἀντιστρέφον κεφάλαιον, ὡς ἐπὶ τούτου τοῦ ζη‐ τήματος· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν ηὕρηνται χίλιαι πανοπλίαι καὶ κρίνεται Περι‐ κλῆς τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ οὐ δύναται
30εἰπεῖν, „καὶ μὴν εἰ ἤθελον τυραννῆσαι, ὅπλα οὐ παρεσκευ‐
αζόμην·“ ἀνάγκη γὰρ τοῖς τυραννεῖν ἐθέλουσιν ὅπλα137

5

.

138

παρασκευάζεσθαι, ἀλλ’ ἐρεῖ τὸ ἀκόλουθον, ὅτι οἱ μὲν παρασκευαζόμενοι τυραννῆσαι ὅπλα παρασκευάζονται, οὐ πᾶς δὲ ὁ παρασκευαζόμενος ὅπλα τυραννῆσαι προ‐ ῄρηται, καὶ ἐπανατρέχει εἰς τὰ τῆς μεταθέσεως τῆς
5αἰτίας· κατασκευάζομεν δὲ τὴν πιθανὴν ἀπολογίαν ἢ τοῦτο λέγοντες, ὅτι μάλιστα διὰ τοῦτο οὐκ εἰργαζόμην, ὑποπτευθήσεσθαι προσδοκῶν, ἢ ἕτερον ἀνθ’ ἑτέρου λαμβάνοντες, τὸ μὴ γεγονὸς ἀντὶ γεγενημένου τρόπον τινὰ ἀντὶ τοῦ ὑπευθύνου ἐπὶ τὸν ἀνεύθυνον· οὐκ ἂν
10ἐποίησα ἀλλὰ ἄλλως, οὐκ ἂν ἐδάκρυσα, ἀλλ’ ἐστέναξα. ἀφανὲς ἦν οὐκ ἂν ἐνόησα, ἀλλὰ διὰ φίλου ἐμήνυσα· ἢ πρόσωπον ἀντὶ προσώπου, οὐκ ἂν ἐχρησάμην τού‐ τοις συνεργοῖς, ἀλλὰ τοῖς ἔλαττον ὑποπτευθησομένοις, οἷον οἰκέταις ἢ ξενικῇ δυνάμει· ἢ τόπον ἀντὶ τόπου,
15ὡς ὁ τοὺς ἀποκηρύκτους τρέφων ἐπὶ τοῖς ὁρίοις τῆς χώ‐ ρας οὐκ ἂν ἐν αὐτῷ τῷ τόπῳ, ἀλλ’ ἐν ἑτέροις ἔθρεψα ἧττον ὑποπτευθήσεσθαι δυναμένοις, οἷον οὐκ ἐπὶ τοῖς ὁρίοις ἀλλὰ πόῤῥωθεν, οὐκ ἐπὶ τῆς πόλεως ἀλλ’ ἐπ’ ἐρημίας· ἢ ἀπὸ χρόνου, οἷον οὐ νύκτωρ, ἀλλὰ μεθ’
20ἡμέραν, ἢ οὐ νῦν, ἀλλ’ ὕστερον· ἀνασκευασθήσεται δὲ ὑπὸ τοῦ κατηγόρου πάντα ταῦτα τρισὶ τούτοις, ἀγνοίᾳ, ἀνάγκῃ, τύχῃ· ὅταν γὰρ λέγῃ, ὅτι τύχη, εἰ ἤθελον τυ‐ ραννῆσαι, οὐκ ἂν ἐκώμαζον, οὐκ ἂν οὕτως ἐδημοσίευον τὴν γνώμην, ἢ οὐκ ἂν ἐδάκρυον, ἵνα ἐλεγχθῶ· ἀνάγκη
25μὲν, ὅτι οὐκ εἶχες ἄλλως αὐτοῖς διαλεχθῆναι οὐ φυλατ‐ τόντων τῶν δεσμοφυλάκων· τύχη δὲ, ὅτι ἡ τύχη τῆς πόλεως ἐξήγαγέν σε πρὸς τὸ μὴ εἰς ἔργον ἀχθῆναι τὴν κατὰ τῆς πόλεως ἐπιχείρησιν· καὶ ἐπιχειρήματά τινα ἐρεῖς καὶ παραδείγματα, ἐν οἷς καὶ ἄκοντες πράττουσιν
30καθ’ ἑαυτῶν· ἀγνοίᾳ δὲ, ὅτι οἱ ἐπιθυμοῦντές τινος ὅλην138

5

.

139

τὴν γνώμην πρὸς τὴν ἐπιθυμίαν ἐξάγουσιν ἀγνοοῦντες βλαβερὰ ἑαυτοῖς ποιοῦντες. Ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσιν καὶ αἱ δευτερολογίαι· ἐνταῦθα περὶ πάντων ἐπιλόγων ὁ
5τεχνικὸς διαλαμβάνει καί φησιν, ὅτι τοπικῶς αὐτοῖς ὁ κα‐ τήγορος κατασκευάζει, καὶ προςτίθησιν καὶ τελικὰ κεφά‐ λαια. εἰδέναι δὲ δεῖ, ὅτι οὐκ ἀναγκαίως πάντα τελικὰ εὑ‐ ρίσκεται κεφάλαια, ἀλλ’ οὐδὲ ὅλως κεφάλαιά ἐστιν, ἀλλ’ ἐνθυμήματα πάντα ταῦτα, καὶ ἃ ἐκ τῆς Δημοσθενικῆς
10δεινότητος καὶ περιουσίας ἐστὶ νενοημένα. φησὶ δὲ αὐτὸς ταῦτα δύνασθαι τοῖς προοιμίοις καλῶς σφόδρα· δύο γὰρ μέρη ἐστὶ τοῦ λόγου, παθητικὸν καὶ ἀποδεικτικὸν, καὶ τὸ μὲν παθητικόν ἐστι τά τε προοίμια καὶ οἱ ἐπίλογοι· ἐν ἀμφοτέροις γὰρ πάθος τι ἢ κινῆσαι ἢ ἀποβάλλειν ζη‐
15τοῦμεν· τὸ δὲ ἀποδεικτικὸν οἱ ἀγῶνες καὶ οἱ ἐπίλογοι καὶ τὰ προοίμια· τὴν δὲ διαφορὰν αὐτῶν ἄριστα ὁ τεχνικὸς ἐμήνυσεν· καὶ τὰ μὲν κεφάλαια ταῦτα καὶ ἡ τῶν κεφα‐ λαίων διαίρεσις. Εἰσὶ δὲ καὶ ἁπλοῖ τινες ἀτελεῖς στοχα‐
20σμοὶ καὶ διπλοῖ τινες ἀτελεῖς· τῶν στοχασμῶν εἴ‐ δη πλείονα, καὶ πρῶτοι μὲν αὐτῶν ἁπλοῖ, οἱ δὲ διπλοῖ, οἱ δὲ συνεζευγμένοι, οἱ δὲ συμπεπλεγμένοι, οἱ δὲ ἀντεγ‐ κληματικοὶ, καὶ μετὰ τούτους ἕτερα εἴδη, οἱ παράδοξοι, οἱ ἀπὸ γνώμης, οἱ ἐξ ἀπάτης, οἱ ὁρικοὶ καὶ ἕτερα λεπτό‐
25τερα τούτων μετὰ τὴν τούτων διαίρεσιν ἐροῦμεν, ἐκεῖνα γὰρ τὴν αὐτὴν μὲν τοῖς ἁπλοῖς ἔχει διαίρεσιν, ποιό‐ τητι δὲ τῆς κατασκευῆς διέστηκε· τῶν ἁπλῶν δὲ καὶ τῶν διπλῶν οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ἀτελεῖς, καὶ τέλειοι μὲν οἱ καὶ πρόσωπον καὶ πρᾶγμα ἔχοντες κρι‐
30νόμενον, ἀτελεῖς δὲ οἱ ἕν τι τούτων ἔχοντες ἀόριστον ἢ
ἰσάζον· ἀόριστον μὲν ἐν τοῖς ἁπλοῖς, ἰσάζον δὲ ἐν τοῖς139

5

.

140

διπλοῖς, καὶ παραδείγματα τῶν μὲν ἁπλῶν ὁ παριστάμε‐ νος τῷ νεοσφαγεῖ σώματι καὶ φόνου φεύγων· ἐνταῦθα γὰρ τὸ πρόσωπον ὂν ἀτελὲς ἀπὸ προσώπου τὸν στοχα‐ σμὸν ποιεῖ ἀτελῆ, καὶ ἀνάγκη ἐκλείπειν τὰ ᾠκειωμένα τῷ
5προσώπῳ κεφάλαια, ἃ προειρήκαμεν ἄνω· ἀπὸ δὲ πρά‐ γματος, ὁ ἄσωτος ὁ κρινόμενος ἐπὶ τῷ πατρὶ ἀφανεῖ γε‐ νομένῳ· ἐνταῦθα γὰρ οὐδὲν ὥρισται, ὁ ποιήσας ὁ ἄσω‐ τος κρίνεται, ἀλλ’ ἡ τοῦ προσώπου ποιότης ἐστὶν ἡ παρ‐ έχουσα σύστασιν τῷ ζητήματι· καὶ περὶ μὲν τῶν ἁπλῶν
10στοχασμῶν ταῦτα, σαφῆ γὰρ τῶν ἁπλῶν καὶ τελείων πα‐ ραδείγματα· τῶν δὲ διπλῶν ἀτελὴς μὲν ἀπὸ προσώπου οὗτος· δύο ῥήτορες πρεσβεύσαντες πρὸς τύραννον καὶ ἐπανελθόντες πεφωράκασιν ἀλλήλους, ὁ μὲν χρυσίον κα‐ τορύττοντα, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφοντα,
15καὶ κατηγοροῦσιν ἀλλήλων· ἐνταῦθα μὲν γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα κρίσιν οὐ δέχεται, ἀλλ’ ἀνάγκη ἐκλεί‐ πειν τὰ τοῦ προσώπου κεφάλαια, ῥήτορες γὰρ ἀμφότεροι καὶ ἡ ποιότης ἴση, τὰ δὲ πράγματα ἐναλλάττοντα τὴν κρίσιν ἐπιδέχεται· ἐπὶ δὲ τῶν διπλῶν ἀπὸ πραγμάτων·
20ἀριστεὺς τέθνηκεν ἐπὶ σημείοις φαρμάκων μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλ‐ λήλαις, ἐνταῦθα γὰρ ἡ μὲν τῶν προσώπων διαφορὰ τὴν κρίσιν ἐπιδέχεται, πρᾶγμα δὲ παρ’ οὐδετέρας τῶν κρινο‐ μένων πέπρακται, διὸ ἀτελὴς ἀπὸ πραγμάτων ἐστί· δι‐
25πλοῦ δὲ στοχασμοῖ τέλειον παράδειγμα· ἤρα τις μειρα‐ κίου καὶ ἀπετύγχανεν καὶ τὸ μειράκιον ἑταίρᾳ ἐχρῆτο, ἀνθ’ ἑταίρας δὲ στρατιώτῃ· ὁ στρατιώτης παρευδοκι‐ μούμενον ἔφη οὐ χρήσειν τὸ μειράκιον· μετὰ ταῦτα ηὕ‐ ρηται ἀνῃρημένον τὸ μειράκιον· οἱ στρατηγοὶ ζητοῦντες
30ἀμφοτέρων οἰκίας εὗρον τὸν μὲν ἐραστὴν εἰκόνα τοῦ παι‐
δὸς ἔχοντα ἐπὶ τῆς κλίνης καὶ κλαίοντα, τὸν δὲ στρατι‐140

5

.

141

ώτην καθεύδοντα καὶ ξίφος αὐτῷ παρακείμενον, καὶ ἀν‐ τεγκαλοῦσιν ἀλλήλοις. ἔστι δὲ καὶ ἕτερον εἶδος τῶν δι‐ πλῶν, ὃ παρά τισι μὲν ηὕρηται τῶν τεχνικῶν, Ἑρμογένει δὲ οὐκ εἴρηται, ὃ καλοῦσί τινες διπλοῦν μονομερὲς, ἐν ᾧ
5δύο πράγματά ἐστι καὶ πρόσωπα κρινόμενα, ἐν δὲ τῷ ἑτέρῳ οὐδὲ τὸ κατηγοροῦν αὐτό· παράδειγμα, Αἰσχίνης καὶ Δημοσθένης ἐπανήκοντες ἐκ τῆς Φιλίππου πρεσβείας πεφωράκασιν ἀλλήλους, ὁ μὲν χρυσίον κατορύττοντα, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφοντα, καὶ Ὑπερίδης
10ἀμφοτέρων κατηγορεῖ· ἐνταῦθα γὰρ ἐνήλλακται ὁ τρό‐ πος παντελῶς τῷ δύο τε εἶναι φεύγοντα πρόσωπα καὶ οὐκ ἐφ’ ἑνὸς, ἓν δὲ τὸ κατηγοροῦν· καὶ περὶ μὲν τῶν δι‐ πλῶν ταῦτα· εἰσὶ δὲ καὶ συνεζευγμένοι καὶ συμπεπλεγμέ‐ νοι· καὶ συνεζευγμένοι μέν εἰσιν, οἷον ὅταν ἓν πρόσωπον
15ἐπὶ δύο διαφόροις ἐγκλήμασι κρίνηται, οἷον φόνῳ καὶ τυραννίδι καὶ τοῖς ὁμοίοις, ὡς καὶ ἐπὶ τοῦ πλουσίου τοῦ κρινομένου τυραννίδος ἐπιθέσεως καὶ φόνου ἐπὶ τῷ τὸν γραψάμενον τυραννίδος ἐπιθέσεως πένητα δοκεῖν ἀνῃ‐ ρηκέναι· συμπεπλεγμένοι δὲ, ἔνθα δύο πράγματά εἰσιν,
20οὐκ ἀμφότερα κρινόμενα, ἀλλὰ εἰς σύνταξιν τοῦ προτέ‐ ρου καὶ τὸ ἕτερον προάγεται, καὶ αὐτὸ μέν τοι τελείως ἐξεταζόμενόν ἐστιν, ὅ τε προκατασκευαζόμενος καὶ ὁ συγ‐ κατασκευαζόμενος, καὶ ὁ ἐμπίπτων· τῶν δὲ ἑτέρων εἰδῶν, τοῦ τε ἐξ ἀπάτης καὶ παραδόξου καὶ τοῦ ὁρικοῦ καὶ τοῦ
25ἀπὸ γνώμης καὶ δημοκοπίου καὶ τῶν λοιπῶν ἐφεξῆς ἐροῦ‐ μεν· ἀναγκαῖον δὲ καὶ τὴν διαφορὰν αὐτῶν εἰπεῖν. τῶν μὲν οὖν ἁπλῶν πρὸς τοὺς διπλοῦς περιττὸν εἰπεῖν, ὡμο‐ λόγηται γὰρ, ὅτι ὁ μὲν ἔχει πρᾶγμα καὶ πρόσωπον κρι‐ νόμενον· ὁ δὲ δύο· τῶν δὲ διπλῶν οἱ μέν εἰσιν ἀντεγκλη‐
30ματικοὶ, οἱ δὲ κατὰ ἀμφισβήτησιν· διαφέρουσι δὲ οἱ κα‐
τὰ ἀμφισβήτησιν τῶν ἀντεγκληματικῶν, ὅτι ἐν μὲν τοῖς141

5

.

142

ἀντεγκληματικοῖς ἀρνεῖται ἑκάτερος τὸ πεποιηκέναι, καὶ περὶ τιμωρίας τοῦ πεποιηκότος ἐστὶν ὁ λόγος, ἐν δὲ τοῖς κατὰ ἀμφισβήτησιν τὸ πεποιηκέναι ἕκαστος αὐτῶν κα‐ τασκευάζει, καὶ περὶ τῆς δωρεᾶς ὁ λόγος· ἐν τούτοις ἐστὶ
5καὶ τὸ ἀντεγκληματικὸν τοῦ στοχασμοῦ εἶδος τοῦ κατὰ ἀμφισβήτησιν. ἔφαμεν εἶναι, ἐν ᾧ οὔτε περὶ δωρεᾶς ἐστιν ἡ ἀμφισβήτησις ἢ ὁ λόγος οὔτε ἔγκλημά τί ἐστιν τὸ πε‐ ποιημένον, ἀλλὰ ἀμφισβήτησις ἑνὸς πράγματος, ὃ τῷ πό‐ τε ἁρμόττει, ὡς ἐπὶ τῶν κληρονόμων καὶ τῶν ἐπιτρόπων
10ἀμφισβητούντων τοῦ κλήρου τοῦ μειρακίου, ὅτι φήμη γέ‐ γονεν αὐτὸν τετελευτηκέναι. καὶ τοῦ μὲν κατὰ ἀμφισβή‐ τησιν καὶ ἀντεγκληματικοῦ αὗται διαφοραὶ, τοῦ μὲν ὅτι ἀρνεῖται πεποιηκέναι, τοῦ δὲ ὅτι ὁμολογεῖ· ἐν δὲ τῷ ἀν‐ τεγκληματικῷ τῷ καλουμένῳ οὐδὲν ποιήσας ἑκάτερος τῶν
15ἀμφισβητούντων ἀμφισβητεῖ τοῦ κλήρου· ἐν δὲ τοῖς συνε‐ ζευγμένοις ἕν ἐστι πρόσωπον, τὸ ἐπὶ δύο πράγμασι κρι‐ νόμενον, καὶ οὐ δύο· ἢ τὸ ἐναντίον δύο πρόσωπα ἐφ’ ἑνὶ πράγματι· τῶν δὲ συμπεπλεγμένων ὅτι δύο εἰσὶ πράγμα‐ τα ἐν ἑνὶ προσώπῳ· τὸ δὲ ἓν οὐ κρίνεται, ἀλλ’ εἰς σύστα‐
20σιν τοῦ ἑτέρου παραλαμβάνεται, καὶ τὰ μὲν εἴδη τοῦ στοχασμοῦ ταῦτα, καὶ ἐπὶ τοῦ ῥητοῦ δὲ σαφῆ ἔχει τὴν ἐξέτασιν, καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ μικρῷ πρότερον εἰρημένα περὶ τῶν κρινομένων πραγμάτων τὸν συλλογι‐ σμὸν πάλιν προτίθησιν, ὃν παραλογιζόμενος ἐν τῷ περὶ
25τῶν πραγμάτων λόγῳ ἔταξεν. πρῶτον μὲν οὖν ἐρήσομαι αὐτοὺς, εἰ οὐκ ἔσται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ μὴν ἔσται τὸ ἐκποδὼν εἶναι τὸν πατέρα. πάλιν ἐπὶ τοῦ αὐτοῦ κακουργήματος ἔμεινεν, οὐ γὰρ τὸ ἐκποδὼν εἶναι τὸν πα‐ τέρα ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ οὔτε τοῦτό
30ἐστι τὸ ἔγκλημα· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τῶν σημείων γίνεται, καὶ οὐκ ἀπὸ τῶν ἐγκλημάτων· ἐπὶ γὰρ τοῦ ἀφορῶντος εἰς τὴν ἀκρόπολιν καὶ δακρύοντος αὐτὸ
τὸ ἀφορᾷν καὶ τὸ δακρύειν ἐστὶν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐142

5

.

143

λους, οὐ τὸ θέλειν τυραννῆσαι· ἴσμεν δὲ τοῦτο ἄνωθεν γνόντες, ὅτι ὁ στοχασμὸς δύο πράγματα ἔχει, τὸ μὲν φα‐ νερὸν καὶ σημεῖον, τὸ δὲ ἀφανὲς, καὶ ἐγκλήματα οὖν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τοῦ φανεροῦ καὶ σημείου γίνεται,
5οὐκ ἀπὸ τοῦ ἐγκλήματος· τὸ λέγειν οὖν ἐκποδὼν εἶναι τὸν πατέρα οὐκ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ἔγκλημα. Ἀλλὰ μετάθεσιν αἰτίας αὐτὸν οὐκ ἀπαιτή‐ σομεν. ἀλλὰ καὶ τοῦτο, εἰ δὲ μ, πῶς ἔσται ἡ ἀπολογία; καὶ ἐνταῦθα πάλιν παραλογιζόμενος, εἰ
10γὰρ ἦν μετάθεσις αἰτίας, ἐχρῆν αὐτὸν εἰπεῖν αὐτὴν καὶ προςθεῖναι. Τῷ δὲ λέγειν, „εἰ καὶ μὴ, τίς ἔσται ἡ ἀπο‐ λογία“; ἐροῦμεν, ὅτι ἐκ τῆς ποιότητος τοῦ προσώπου καὶ τῆς βουλήσεως καὶ τῆς δυνάμεώς ἐστιν ἡ ἀπολογία, οὐ γὰρ ἀνάγκη ἐκ τῆς μεταθέσεως τῆς αἰτίας γίγνεσθαι τὴν
15ἀπολογίαν, περιττὰ γὰρ ἤμελλεν εἶναι τὰ λοιπὰ κεφά‐ λαια τοῦ φεύγοντος, εἰ μόνη ἡ μετάθεσις τῆς αἰτίας ἐποίει τὴν ἀπολογίαν· ἐροῦμεν οὖν, ὅτι ἐστὶ μὲν ἀπολογία, οὐκ ἐκ τῆς μεταθέσεως δὲ τῆς αἰτίας· τὸ γὰρ μέγιστον, ὅ φη‐ σι καὶ πιθανὴν ἀπολογίαν ἔχειν, λέγει γὰρ, „ἡ πιθανὴ
20ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους· καὶ αὐτὸ τοῦτο σημεῖον τοῦ μὴ γεγενῆσθαι“· λέ‐ γει δὲ τὸ ἐκποδὼν εἶναι τὸν πατέρα ἀπ’ ἀρχῆς ἄχρι τέλους, πῶς ἔχει εἰπεῖν, „καὶ μὴν εἰ ἀνῃρήκειν αὐτὸν, οὐκ ἂν ἦν ἐκποδὼν“; ἀλλὰ εὔηθες· εἰ δέ τις ἐρεῖ, ὅτι δυνάμεθα τὴν
25πιθανὴν ἀπολογίαν ποιήσασθαι κατὰ τὸ μὴ ἀντιστρέ‐ φον καὶ τοῦτο ὀρθῶς ἔχει· καθόλου γὰρ αἱ μὴ ἀντιστρέ‐ φουσαι πιθαναὶ ἀπολογίαι ἀκόλουθοί εἰσι τῷ ἐγκλήμα‐ τι διὰ τοῦ σημείου, ὡς ἐπὶ τοῦ Περικλέους ἀναντίῤῥητόν ἐστιν, ὅτι οἱ θέλοντες τυραννῆσαι ὅπλα παρασκευάζονται,
30καὶ οἱ ἑταιροῦντες καλλωπίζονται· διὸ καί φησιν τὰ ἀπ’
ἀρχῆς ἄχρι τέλους ὁρικῶς ἐξετάζεσθαι ὡς ἤδη τῶν ση‐143

5

.

144

μείων ἀδικημάτων ὄντων. ἐνταῦθα οὖν ἡ ἀφάνεια οὐκ ἔστιν φανερὸν σημεῖον, ἀεὶ γὰρ παρελάβομεν ἐν τοῖς ζη‐ τήμασι τὸ „νεκρὸς ἀσκύλευτος,“ ἐν οἷς ἂν ἐξ ἐπιβουλῆς θάνατον ἐπάγωμεν· οὐκοῦν οὐ δύναται εἰπεῖν, πάντες
5μὲν οἱ φονεύοντες ἀφανεῖς ποιοῦσιν, οὐ μὴν οἱ ἀφανεῖς πεφονευμένοι τυγχάνουσιν, οὐ γὰρ ἀναντίῤῥητόν ἐστιν, ὅτι οἱ φονεύοντες ἀφανεῖς ποιοῦσιν, διὸ οὐδὲ ἀκόλουθον τὸ σημεῖον, ἀλλ’ οὐδὲ ὁρικῶς δύναται ἐξετασθῆναι, οὐ γὰρ δύναται εἰπεῖν, ὅτι ἡ ἀφάνεια θάνατος, ὅπερ ποιεῖ
10ἐν τῷ καλλωπιζομένῳ μειρακίῳ, ὅτι τὸ καλλωπίζεσθαι πορνεία, καὶ τὸ παρὰ γνώμην τῆς πόλεως ὅπλα ἔχειν τυ‐ ραννίς. Καὶ γὰρ ἐν ἅπασι στοχασμοῖς ἧττον ἰσχύ‐ ει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅταν ἐφ’ οἷς ἕτε‐
15ροι πεποιήκασιν ᾖ κρίσις· εἰ μὲν συγκρίνομεν τοῦτο δεχόμενοι τὸ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνηται, δεῖ γὰρ ἧττον εἶναι τὸ ἔγκλημα, ὃ ἕτερος αὐτῷ ἐπάγει, ἢ ὃ αὐτὸς ἑαυτῷ· εἰ δὲ καθόλου ὡς ἀσθενὲς αὐτὸ δέχε‐ ται, οὐκ ἔστιν ἀσθενὲς, ἀλλὰ πάνυ ἰσχύει· ὃ δὲ παρακα‐
20τιών φησιν, ἄντικρυς αὐτὸν ἐλέγχει. παραλογιζόμενός φη‐ σιν, „ἄλλως τε καὶ ὅταν ἄντικρυς μὴ εἰς αὐτὸν ἀναφέ‐ ρηται“. ἐνταῦθα γὰρ ὅλως ἂν δῶμεν τὸ ὅλως ἀμφιβο‐ λίαν θεῖναι ἢ οὐκ ἄντικρυς εἰς αὐτὸν ἀναφέρεσθαι, ἀσύ‐ στατον ἔσται τὸ ζήτημα· ὃ γὰρ αὐτὸς τίθησι παράδει‐
25γμα τὸ τοῦ Ἀρχιδάμου, ἐξ ἑτέρων, ὡς εἰρήκαμεν, ἔχει τὴν κατηγορίαν, ἐκ τοῦ βραδῦναι, ἐκ τοῦ πέμψαι τὸν Μελήσιππον, ἐκ τοῦ ἀντειπεῖν, ἅπερ καὶ ἐκτὸς τῆς ὑπο‐ ψίας ἤρκει πρὸς κατηγορίαν· οὐδὲ γὰρ ἔοικε τοῦτο ἐκεί‐
νῳ· τὸ μὲν γὰρ καὶ ὡρισμένον ἔχει πρόσωπον καὶ τὰς144

5

.

145

πράξεις ὡρισμένας, καὶ τὴν ποιότητα τοῦ Ἀρχιδάμου καὶ τὴν βλάβην τὴν ἐκ τῆς μελλήσεως, ἐνταῦθα δὲ ἡ τῆς ἀσω‐ τίας ποιότης ἐστὶ μόνη ἡ κρινομένη. Διπλοῦς δὲ ὅταν Αἰσχίνης ἢ Δημοσθένης·
5διπλοῦς μὲν οὖν καὶ ὅταν ἐγκληματικῶς, οὐ μέντοι οὗτος κυρίως διπλοῦς καλεῖται· καὶ γὰρ καὶ οἱ κατὰ ἀμφισβή‐ τησιν διπλοῖ καλοῦνται· ἀλλ’ εἰ μὲν γενικῶς διπλοῦς κα‐ λεῖται, καλῶς ἂν εἶπεν, εἰ δὲ ἰδικῶς, διπλοῖ εἰσι μόνον οἱ ἓν πρόσωπον ἔχοντες ἐπὶ δύο πράγμασι κρινόμενον,
10ὥσπερ εἰρήκαμεν. ἰδίᾳ γάρ εἰσιν οἱ ἀντεγκληματικοὶ καὶ οἱ κατὰ ἀμφισβήτησιν. Ἔστιν ἕτερα εἴδη τρία διπλῶν στοχασμῶν, οὓς καλοῦμεν ἐζευγμένους. ἐνταῦθα ἐμήνυσεν, ὅτι τὸ διπλοῦν γένος ἐστὶ καὶ οὐκ αὐτὸ εἶδος· οὐκοῦν οἱ
15ἀντεγκληματικοὶ εἰ μὲν ὡς γένος ἐκλήθησαν, εὖ ἂν ἔχοι, εἰ δὲ αὐτοὶ, οὐ κυρίως εἰσὶν διπλοῖ, ἀλλ’ οἱ ἐπὶ δύο ἐγ‐ κλήμασιν ἔχοντες ἓν πρόσωπον κρινόμενον, κἂν ὅμοια ὦσιν τὰ ἐγκλήματα, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ κρινομένου ἐπὶ τοῖς δύο φόνοις, ἐπειδὴ ἀνεβάλετο τὸν μηνυτὴν τοῦ
20πρώτου φόνου καὶ εὕρηται καὶ αὐτὸς νεκρὸς ἀσκύλευτος. Δῆλον δ, ὅτι καὶ ἐκ τῶν ἄλλων, τῆς ὑπο‐ νοίας τοῦ ἀνδρός· ἑνὶ λόγῳ φθάσαντες εἰρήκαμεν, ὅτι ἄδηλον δήλῳ οὐδέποτε κατασκευάζεται, δύο ἀεὶ δῆλά ἐστιν, ἑκάτερα οὐ δύνανται ἀλλήλων εἶναι κατασκευαὶ μὴ
25ἔχοντα ἄλλα δῆλα· δεῖ οὖν ἔξωθεν εἶναι τὸ σημεῖον, ἢ τὴν ὑπόνοιαν τοῦ ἀνδρὸς ἢ τὸ λυθῆναι αὐτὸν, ἤ τι τῶν τοιούτων, ἐπεὶ αὐτὰ ἐφ’ ἑαυτῶν ἀποροῦντα ἑτέρας ἀπο‐ δείξεως οὐκ ἂν συσταίη. Ὁ ἀπὸ γνώμης στοχασμὸς παρὰ τούτους
30ἐστίν. Ζητεῖται δὲ, τί διαφέρει ὁ ἀπὸ γνώμης στο‐
χασμὸς συγγνώμης· εἰ γὰρ εἰς μίαν ἀναφέρει, ἴσμεν δὲ145

5

.

146

ὅτι καὶ ἡ μανία συγγνώμην ποιεῖ, ὡς ὁ ἐν μανίᾳ τὸν πατέρα τυπτήσας καὶ ἀνενεγκὼν καὶ κρινόμενος, τί διοί‐ σει; ἐροῦμεν, ὅτι ἐν συγγνώμῃ ὁμολογούμενόν ἐστι τὸ πά‐ θος, ἐφ’ ὃ ἀναφέρει τὴν αἰτίαν, ἐν δὲ στοχασμῷ αὐτὸ
5τοῦτο ζητεῖται, εἰ ἐμαίνετο, καὶ ἔστι τοῦτο ἀμφίβολον καὶ κατασκευῆς δεόμενον, ὅτι μόνους ὁ τεχνικὸς οἶδεν στοχα‐ σμούς· εἰσὶ δὲ καὶ ἕτεροί τινες στοχασμοὶ, ὅ τε παράδο‐ ξος καὶ ὁ κατ’ ἀμφισβήτησιν ὡς ἐπὶ τῶν κληρονόμων καὶ ἐπὶ τῶν ἐπιτρόπων ἀποδημούντων, περὶ τῆς οὐσίας
10τοῦ ἀποδημοῦντος παιδὸς, ὅτι φήμη γέγονεν ἐπ’ αὐτὸν τετελευτηκέναι· ἐπιπλέκονται δὲ στοχασμοὶ καὶ ἑτέραις στάσεσιν, ὡς ἐπὶ τοῦ ζητήματος· διδύμων ἀδελφῶν ὁ ἕτε‐ ρος ἐφυγαδεύθη, συνεξῆλθεν αὐτῷ καὶ ὁ ἕτερος, μετὰ ταῦτα ἐλθόντα αὐτὸν ὁ στρατηγὸς περιτυχὼν ἀπέκτεινε
15καὶ κρίνεται φόνου, ὁ δὲ ἀξιοῖ τὴν ἐπὶ τοῖς ἀκουσίοις δοῦναι δίκην. ἐνταῦθα δὲ ἐπιπλέκεται ὁ ὅρος, ὁριζομένου, τί τὸ ἀκούσιον, τοῦ κατηγόρου· δῆλον, ὅτι ὡς ἀκούσιον ἂν εἴη τὸ βέλος ἀφέντα σκοποῦ μὲν ἀποτυχεῖν, ἐπ’ ἄνδρα δὲ κατενεχθῆναι τὸ βέλος, ἵππον ἐλαύνοντα καθελεῖν μὲν
20πάλῃ καὶ τὰ τοιαῦτα· εἶτα ὁ στοχασμὸς, εἰ ἐγνώρισεν, εἰ ἠγνόησεν, καὶ ἐνταῦθα μὲν τὸ ὁρικὸν μόνον ἐμπίπτει κε‐ φάλαιον, εὑρίσκεται δὲ καὶ τέλειος ὅρος μελετώμενος καὶ τέλειος στοχασμὸς ὡς ἐπὶ τούτου· μειράκιον ἠπείλησε πορνεύσειν ἐντὸς δέκα ἡμερῶν, εἰ μὴ εὐπορήσειεν· ἐν ταῖς
25δέκα ἡμέραις κλῆρος αὐτῷ καταλέλειπται καὶ οὐκ ἐπόρ‐ νευσε, καὶ κωλύεται λέγειν· ἐνταῦθα γὰρ τέλειος ὅρος κατασκευάζεται, ὅτι τὸ κηρύξαι, τὸ ἀναισχυντῆσαι πορ‐ νείας ἐστὶ, καὶ μετὰ τὸ πάντα τὰ κεφάλαια ἐξετασθῆναι τοῦ ὅρου ἀναφύεται τὸ στοχαστικὸν, εἰ ἐπόρνευσεν· ἐν ᾧ
30ἡ μετάθεσις τῆς αἰτίας, διὰ τὸ ἀναγκάσαι τοὺς οἰκείους
εὐπορίαν μοί τινα δοῦναι αἰσχυνομένους τοῦτο ἐποίησα.146

5

.

147

Ἐπιπλέκεται ἀντιλήψει, ὡς ἐπὶ τούτου, ἀτίμῳ δίκης οὐ μέτεστιν, ἄτιμος εὑρὼν τὴν γυναῖκα ἑαυτοῦ μοιχευομένην ἕπεται τῷ μοιχῷ κλαίων, κατέλευσεν ὁ δῆμος τὸν μοι‐ χὸν καὶ κρίνεται δημοκοπίου· ἐνταῦθα γὰρ μετὰ τὸ
5ἀντιληπτικὸν, ὅτι ἔξεστί μοι δακρύειν, καὶ ἀνεύθυνα τὰ δάκρυα ἀναφύεται στοχαστικὸν, πότερον διὰ τὸ μὴ δύ‐ νασθαι δικάζεσθαι ἔκλαιεν ἢ τῇ ἀληθείᾳ θόρυβον βου‐ λόμενος ποιήσασθαι καὶ ἐκκαλέσασθαι πρὸς ὀργὴν τὸν δῆμον. Ἐπιπλέκεται δὲ στοχασμὸς καὶ νομικῇ στάσει,
10ῥητῷ καὶ διανοίᾳ, ὡς ἐπὶ τούτου· φυγάδες πολλοὶ συνδρα‐ μόντες ἐν πόλει συνέσχον τινὰ ὡς ἐπὶ τυραννίδος, στρα‐ τηγὸς κατὰ τὸν νόμον τὸν κελεύοντα τοὺς φυγάδας ἀναι‐ ρεῖν ἀπέκτεινεν αὐτοὺς καὶ ἀφῆκεν τὸν κατεχόμενον, με‐ τὰ ταῦτα ἐκεῖνος ἐτυράννησεν ἀφεθείς· καταλυθείσης
15τῆς τυραννίδος κρίνεται συνειδότος ὁ στρατηγός· ἐνταῦ‐ θα γὰρ ἐν τῇ μεταθέσει λέγοντος τοῦ στρατηγοῦ κατὰ τὸν νόμον πεποιηκέναι ἀναφύεται τέλειον ῥητὸν καὶ διά‐ νοια λέγοντος τοῦ κατηγόρου, οὐ τοὺς εὐεργέτας οὐδὲ τοὺς ἐπ’ ἀγαθῷ τῆς πόλεως κατιόντας, ἀλλὰ τοὺς ἐπὶ
20καταφρονήσει τῶν νόμων ὁ νόμος ἀναιρεῖσθαι κελεύει. ἔστιν ἕτερον εἶδος στοχασμοῦ τὸ ἐξαπάτης δικαστηρίου, ὡς ἐπὶ τούτου· ἐγράψατο ὁ πλούσιος τὸν πένητα ξενίας καὶ εἷλεν· μετὰ ταῦτα λοιμοῦ γενομένου ἔχρησεν ὁ θεὸς, παύσασθαι τὸν λοιμὸν εἰ πολίτης ἑαυτὸν ἀποσφάξαι
25ὑπὲρ τῆς πόλεως· ὁ πένης ἀκούσας εἰσῆλθεν εἰς τὴν πό‐ λιν, ἀπέσφαξεν ἑαυτὸν, ἐπαύσατο ὁ λοιμὸς, κρίνεται ἐξαπάτης δικαστηρίου ὁ πλούσιος· ἐστὶν ἐν τούτοις καὶ
ὁ δημοκοπίου· ὅταν τις εἰπὼν ἢ ποιήσας τι εἰς θό‐147

5

.

148

ρυβον καὶ τὸ ποιῆσαί τι προαγάγοι, οὗ παράδειγμα τοῦ‐ το· πρεσβευτὴς ὑπέστρεψεν εἰς τὸν δῆμον, μελανειμονῶν καὶ ἐρωτώμενος ἔφη μεμοιχεῦσθαι τὴν γυναῖκα αὐτοῦ καὶ ἐπέδειξεν τὸν μοιχὸν, μετὰ ταῦτα κρίνει τὴν γυναῖκα
5μοιχείας καὶ οὐχ εἷλε, καὶ κρίνεται δημοκοπίου· ζητεῖται γὰρ ἐνταῦθα, πότερον ὄντως ἐδημοκόπησεν ἢ μεμοιχευ‐ μένης τῆς γυναικὸς τοῦτο ἐποίησεν· ἔστιν ἐν τούτοις ὁ ἐξαπάτης δήμου, ὡς ἐπὶ τούτου· ῥήτωρ ἔπεισε πόλιν πα‐ ρασκευάσασθαι ὡς ἐπιόντων τῶν πολεμίων, οὐκ ἐπῆλθον
10οἱ πολέμιοι καὶ κρίνεται ἐξαπάτης δήμου· διαφέρει δὲ οὗτος τοῦ δημοκοπίου καὶ τοῦ ἐξαπάτης δικαστηρίου, ὅτι ἀντιστάσει ἐπιπλέκεται λέγοντος τοῦ ῥήτορος, διὰ τοῦτο μὴ ἐπεληλυθέναι τοὺς πολεμίους διὰ τὸ γνῶναι ἡμᾶς παρεσκευασμένους καὶ εὐεργεσίαν τοῦτο προβάλλεται, ἐν
15ἐκείνοις δὲ οὐδεμίαν εὐεργεσίαν οὐδέτερος δύναται δεῖξαι, οὔτε ὁ τὸ δικαστήριον ἐξαπατήσας οὔτε ὁ τὸν δῆμον κοι‐ μίσας· ἐστὶ μὲν γὰρ στοχαστικὸν, πότερον σχηματίσα‐ σθαι βουλόμενος ἢ βλάψαι τὴν πόλιν τῇ ἀληθείᾳ νομί‐ σας ἐπιέναι πολεμίους ἔπεισε παρασκευάσασθαι, εἶτα τὸ
20ἀντιστατικὸν ἐν τῇ μεταθέσει τῆς αἰτίας ἀναφύεται τοῦ ῥήτορος λέγοντος, ὅτι καὶ ἐκτὸς πολεμίων χρήσιμος ἡ παρασκευὴ, καὶ τοῦτο αὐτὸ ἀπέστησε τοῦ πολέμου τοὺς ἐναντίους, τὸ γνῶναι παρεσκευασμένους ὑμᾶς. Εἰδέναι δὲ χρὴ, ὡς ὅταν αὐτὸς ἐπαγγειλάμενός τι ποιῆσαι μὴ
25ποιήσῃ οὐκ ἔστιν ὁ στοχασμὸς, ὡς ἐπὶ τούτου· ὑπέσχετο Κλέων ἐντὸς τριάκοντα ἡμερῶν ἀγαγεῖν τοὺς τριακοσίους τοὺς ἐν Πύλῳ δεδεμένους, οὓς ἐν πλείοσιν ἤγαγεν, κρί‐ νεται ἐξαπάτης, ἐνταῦθα γὰρ αὐτοτέλειος ὁ ὅρος ἐστὶν, τί τὸ ἐξαπατῆσαι, πότερον ἐν εἰρήνῃ, ἢ ἐν πολέμῳ, ὅπου
30γε ἄδηλα τὰ τῶν πολεμίων πράγματα, καὶ οὐ δύναται
τέλειος στοχασμὸς ἀντιστάσει συμπλέκεσθαι, καὶ κατὰ148

5

.

149

πάντα τὰ τῆς ἀντιστάσεως μελετᾶσθαι κεφάλαια· καὶ ὕστερον τὸ στοχαστικὸν οὐχ ὡς ἐπὶ τοῦ ῥήτορος μόνον ἐν τῇ μεταθέσει τῆς αἰτίας, ὡς ἐπὶ τούτου· τύραννος ἐκήρυξε χρῆσθαι δορυφόρῳ ὃς ἂν ἑαυτοῦ τὸν πατέρα
5ἀποκτείνῃ· νεανίσκος ἀνενεγκὼν αὐτῷ γέροντος κεφαλὴν ἐγένετο δορυφόρος καὶ ἀπέκτεινεν αὐτόν· καὶ μετὰ ταῦτα κρίνεται φόνου τοῦ πατρός· ἐνταῦθα γὰρ ἡ ἀντίστασις τελεία, ὅτι τὴν τυραννίδα καθεῖλον, καὶ τὸ ἐν τυραννίδι πραττόμενον, κἂν βλαβερὸν ἦν, ἐπὶ τῷ καταλυθῆναι αὐ‐
10τὸν συγκεχώρηται· ἄλλως τε οὔτε πέπρακταί μοι τὸ ἔρ‐ γον καὶ ἀναφύεται στοχασμός. Εὕρηται καὶ συγγνώ‐ μῃ συμπλεκόμενος ὁ στοχασμὸς, ὡς ἐπὶ τοῦ ὡραίου μει‐ ρακίου. λῃσταὶ τὴν μητέρα ἔλαβον καὶ πλεύσας πρὸς αὐτοὺς ἐλύσατο αὐτὴν καὶ κωλύεται λέγειν· ἐνταῦθα γὰρ
15μετὰ τὸ συγγνωμονικὸν, ὅτι ὑπὲρ μητρὸς πᾶν ὁτιοῦν ἐχρῆν ποιῆσαι, καὶ ἄρνησις ἕπεται, τὸ μηδὲ ἡταιρηκέναι αὐτὸν, ἀλλὰ ἄλλως τοὺς λῃστὰς ἐλεήσαντας ἀφεῖναι.
17
18tΠερὶ ὅρου.
19Δεύτερος τῶν λογικῶν στάσεων ὁ ὅρος τέτακται. Τι‐
20νὲς δὲ τοιοῦτον συλλογισμὸν παραπλάττουσιν φιλονεικοῦν‐ τες δεικνύναι μηδὲ ὅλως στάσιν εἶναι τὴν ὁρικὴν λέγοντες, ὅτι πᾶν πρᾶγμα ἢ φανερόν ἐστιν ἢ ἀφανὲς, κἂν μὲν ᾖ ἀφα‐ νὲς, στοχασμὸν ποιήσει, ἂν δὲ φανερὸν, ἢ γέγονεν ἢ μέλλει· ἐὰν μὲν οὖν γέγονε τὴν ποιότητα ποιεῖ, ἐὰν δὲ μέλλει,
25τὴν πραγματικὴν, ὥστε χώραν ὁ ὅρος οὐκ ἔχει. τοῦτο δὲ σφόδρα εὔηθες· διὰ μέσου γὰρ τοῦ ἀδήλου καὶ τοῦ μέλλοντος τὸ γεγενημένον, ἀτελὲς δὲ ἐν ὅρῳ ὅρος γίνε‐ ται, οὐ γὰρ εἰ ἔστιν τι δῆλον, τοῦτο καὶ τέλειον, ἀλλ’ εἴ τι τέλειον, πάντως δῆλον, ὅτι καὶ ἄλλως συλλογισμὸν
30πλέκουσιν· „ὅτι δὲ ὁ ὅρος ἀρνεῖται τὸ ἐπιφερόμενον149

5

.

150

ἔγκλημα, οἰκεῖον δὲ λέγειν τὸ ἐπαγόμενον μὴ πεποιηκέ‐ ναι, εἴη ἂν ὁ ὅρος στοχασμὸς, στοχασμοῦ γάρ ἐστιν ἡ ἄρνησις· ἀφ’ οὗ δὲ ἀρνεῖται, οὐκέτι ἂν εἴη στάσις ὁ ὅρος, ἀλλὰ μέρος στοχασμοῦ.“ λέγομεν οὖν, ὅτι καὶ τοῦτο
5παραλογισμός ἐστιν· οἱ γὰρ τοῦτο ἐροῦντες οὐ κατενόη‐ σαν τῷ ὅρῳ τοῦ στοχασμοῦ, οὔτε τῷ παρὰ Μινουκια‐ νοῦ οὔτε τῷ παρ’ Ἑρμογένους ἐκτεθέντι· ὁ μὲν γὰρ Μινουκιανὸς οὐσιώδη τινὰ εἶναι λέγει τὴν ἄρνησιν· ἐν δὲ τῷ ὅρῳ οὐκ ἔστιν οὐσιώδης, ἀλλ’ ὀνόματος, οὐ γὰρ
10τὸ μηδὲν πεποιηκέναι ἀρνεῖται, ἀλλὰ τὸ ὄνομα μὴ ἁρ‐ μόττειν αὐτῷ· ὁ δὲ Μινουκιανὸς ὁρίζων τὸν στοχασμὸν ἄρνησιν εἶναι παντελῆ τοῦ ἐπαγομένου ἐγκλήματος ἀπο‐ διΐστησι τοῦ ὅρου· οὐ γάρ ἐστιν ἐνταῦθα παντελὴς ἄρ‐ νησις· καὶ ἔτι ἐν μὲν τῷ στοχασμῷ ἀρνησάμενοι οὔτε
15τοῦτο οὔτε ἄλλο λέγομεν πεποιηκέναι, ἐν δὲ τῷ ὅρῳ ἕτε‐ ρον ἀρνησάμενοι ἕτερον ὁμολογοῦμεν πεποιηκέναι. Ὃ δὲ διαφέρει μάλιστα ἡ στάσις ὁ ὅρος τοῦ ὅρου κεφαλαίου, ὅτι ἡ μὲν στάσις ἀρνεῖται τὸ ὅλον, τὸ δὲ κεφάλαιον ὁμολογεῖ τι καὶ ὁρίζεται, τί ἐστι τὸ ἐγκαλούμενον, καὶ
20ἔτι ζητοῦσί τινες, τί δήποτε στοχασμὸς στοχασμῷ οὐ τέμνεται, ὅρος δὲ ὅρῳ. καὶ περὶ μὲν τοῦ μόνον τὸν στοχασμὸν μὴ ἔχειν ὁμώνυμον αὐτῷ κεφάλαιον φθάσαν‐ τες εἰρήκαμεν ἐν τῷ στοχασμῷ, περὶ δὲ τοῦ λέγειν, τί δήποτε πρῶτον κεφάλαιόν ἐστιν ὁ ὅρος, τοῦτο ἐροῦμεν·
25ἐπειδὴ ὁ ὅρος ὁρίζει τὸ τί ἐστι τὸ κυρίως ὤφειλεν καλεῖ‐ σθαι, τὸ δὲ τί ἀνάγκῃ προτάσεως τόπῳ προτείνεται, εἰς ἣν ἡ κατασκευὴ ἐπάγεται, ὅπερ τὸ ὁρικόν ἐστι κεφά‐ λαιον· εἴπομεν οὖν καὶ περὶ τῆς τάξεως. ἡ προβολὴ σύν‐ τομος ἀπόφασίς ἐστι τοῦ προτεταγμένου· ἐν τῇ κα‐
30ταστάσει εἰρήκαμεν, ὅτι οὐ πάντες οἱ ὅροι τοῦ κατὰ
φυγὴν καὶ δίωξίν εἰσιν· οἱ γὰρ ὁριζόμενοι τὴν προβολὴν150

5

.

151

σύντομον ἀπόφασιν εἶναι τῶν ἀδικημάτων ἐκβάλλουσιν τὰς τῶν κατὰ ἀμφισβήτησιν καὶ τῶν κατὰ αἴτησιν προ‐ βολὰς, ἐν οὐδετέρῳ γάρ ἐστιν ἀδίκημα. ἄμεινον οὖν εἰ‐ πεῖν, ὅτι τῶν εἰρημένων ἐν τῇ καταστάσει σύντομος
5ἀπόφασις· ἀντὶ γὰρ τῶν κατὰ αἴτησιν ὅρον μελετῶμεν· ἐν τῇ καταστάσει λέγομεν κατορθώματα, καὶ συντόμως ἀποφαινόμεθα, ὅ τι οὖν ἐστι τὸ προσκτήσασθαι πόλιν, καὶ ὡς δεῖ τὴν δωρεὰν λαβεῖν· καὶ ἐν τῷ κατὰ ἀμ‐ φισβήτησιν, „ἀνῄρηκα τοίνυν τὸν τύραννον καὶ τὴν τοῦ
10τυραννοκτόνου δωρεὰν δεῖ με λαμβάνειν.“ καὶ αὕτη ἐστὶν προβολὴ οὐκ ἐν ὅρῳ μόνον, ἀλλὰ καὶ ἐπὶ παντὸς πρά‐ γματος, πάσης στάσεως. εἴρηται δὲ προβολὴ παρὰ τὸ τὴν πρότασιν ἔχειν τοῦ πράγματος καὶ ὥσπερ προτείνειν τι τοῖς δικασταῖς, περὶ οὗ δεῖ αὐτοὺς κρῖναι, καὶ ἔστιν
15ἡ προβολὴ κυρίως τὸ συνέχον, καὶ ὅπως οὐκ ἔπεσεν ἐν στοχασμῷ, εἰρήκαμεν. Ὁ ὅρος ὁμώνυμός ἐστι τῇ στάσει· δεύτερον δέ ἐστιν ἤτοι πρῶτον, ἔοικε δὲ αἰνίγματι τὸ λεγόμενον· ἐροῦμεν οὖν, ὅτι δεύτερον μὲν, ὅσον κατὰ ἀπαρίθμησιν
20τῶν κεφαλαίων, ἐπειδὴ ἡ προβολὴ πρώτη, τρίτον δὲ κα‐ τὰ ἐξέτασιν οὐκ ἔχει, οὐδὲ κατασκευὴν, ἀλλὰ πάντα τὰ κεφάλαια τῆς προβολῆς ἐστιν ἐξέτασις καὶ κατασκευή· διὸ παρά τισιν οὐδὲ κεφάλαιον εἶναι δοκεῖ, ἐπειδὴ μὴ σώζει τὴν κεφαλαίου φύσιν· πᾶν γὰρ κεφάλαιον οὐ δύ‐
25ναται μὴ ἔχειν ἐξέτασιν ἰδίαν περὶ τῆς αὐτοῦ φύσεως· αὕτη δὲ μόνη ἰδίαν οὐδ’ ἡντιναοῦν ἔχει, ἀλλὰ διὰ πάν‐ των αὐτὴ κατασκευάζεται· διὰ τοῦτο οὖν αὐτὴν ἐκάλε‐ σάν τινες πρότασιν κεφαλαίων ἤτοι ἀφορμὴν ἀποδείξεως. Τίνι δὲ διαφέρει ὁ ὅρος τὸ κεφάλαιον τοῦ ὅρου τῆς
30στάσεως; ἐροῦμεν, ὅτι ὁ μὲν ὅρος τὸ κεφάλαιον ἐν τῇ
προτάσει ἑαυτοῦ τὸ συμπέρασμα ἔχει, οἷον τυμβωρύχος151

5

.

152

ἐστὶν ὁ ἀφῃρημένος ἱμάτια καὶ κόσμον τοῦ νεκροῦ· ἐγὼ δὲ οὐχ ὑφειλόμην, οὐκ ἄρα τυμβωρύχος· ἡ δὲ στάσις ὁ ὅρος, ὅτι διὰ πάντων τῶν κεφαλαίων τὸ συμπέρασμα ἔχει· καὶ ἔτι ὁ μὲν ὅρος ἡ στάσις κατασκευάζεται, ὁ δὲ
5ὅρος τὸ κεφάλαιον κατασκευάζει. Ἀνθορισμ· ἀναγκαῖον τοῦ φεύγοντος τὰ παρει‐ μένα πρὸς ἀπόδειξιν, τοῦτο δέ ἐστι μὴ δεῖν καλεῖσθαι τὸ γεγενημένον, παρενεγκόντος, τὸν κατήγορον ἀπὸ τῶν πεπραγμένων ἀνθορίσασθαι, τὸ δεῖν αὐτὸν ὁμοίως εἶναι
10τόδε τι. γίνεται δὲ ὁ μὲν ὅρος ἀπὸ τῶν παρειμένων· ὁριζομένου τοῦ φεύγοντος, ἃ μὴ πεποίηκε ταῦτα μόνον εἶναι κυρίως ἐπὶ τοῦ ὀνόματος τοῦ κατηγορουμένου, ἀναγκαίως ὁ διώκων τὰ πεπραγμένα προφέρει, ἵνα καὶ ἡ φύσις τοῦ ὅρου σωθῇ, τοῦτο γάρ ἐστιν ὅρος, τὸ βιά‐
15ζεσθαι τὸν κατήγορον ἢ τὸν αἰτοῦντα τὸ φύσει ἀτελὲς δεικνύναι τέλειον καὶ τὸ πεπραγμένον μηδενὸς ἑτέρου δεόμενον· ἀναγκαῖον δὲ ἦν ἐκ τῶν πεπραγμένων ἀνθο‐ ρίσασθαι καὶ κατασκευάσαι, ὅτι τοιόνδε τι ἁρμόζει πρὸς τὴν τοιάνδε κλῆσιν. Εἴρηται δὲ ἀνθορισμὸς ἀπὸ τῆς
20χρείας, ἐπειδὴ ἐναντία τῷ προορίσαντι ὁρίζεται καὶ εἰσὶν ὥσπερ δύο ὅροι. Διὰ τί μὴ ὁ ὅρος ἀνθορισμὸς λέγεται, ἀλλ’ οὗτος; ἔνθεν δὲ ζητοῦμεν, εἰ οἱ δύο ὁρίζονται, ὁ μὲν τὰ παρειμένα ἁρμόζοντα πρὸς τὴν κλῆσιν, ὁ δὲ τὰ πεπραγμένα· διατί μὴ ὁ πρῶτος ἀνθορισμὸς λέγεται;
25λέγομεν, ὅτι οὐδέποτε δύναται συστῆναι ἀνθορισμὸς μὴ προηγησαμένου ὅρου· ὁ πρῶτος τεταγμένος τὸ κύριον ἔσχε τοῦ ὀνόματος, ὁ δὲ ἐναντίος ἐκ τῆς ἐναντιότητος εἴληφε τὸ ὄνομα· οἱ γὰρ δύο ὅροι εἰσὶν ὁ εἷς τοῦ φεύ‐ γοντος, καὶ ὁ εἷς τοῦ διώκοντος· καὶ διὰ τί μὴ ὁ εἷς
30τοῦ φεύγοντος ἀνθορισμὸς καλεῖται, ἀλλ’ οὐκ ὄντος; ὅτι
ὅπερ φθάσαντες εἴπομεν, αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν γένεσιν152

5

.

153

ὁ ἀνθορισμὸς οὐκ ἔχει, ἀλλ’ ἐκ τοῦ τὸν πρότερον ὁρί‐ σασθαι ἀναφύεται ὁ ἀνθορισμός· διὸ ἀναγκαῖον ἦν, ἐκεῖνο μὲν προτείνοντα ὅρον κληθῆναι, τοῦτον δὲ ἀνα‐ τρέποντα ἀνθορισμόν.
5 Συλλογισμ· περὶ τοῦ συλλογισμοῦ πλείστη δια‐ φορὰ πᾶσι τοῖς τεχνικοῖς γεγένηται· καὶ πρῶτον εἴπωμεν αὐτοῦ τὴν φύσιν, καὶ οὕτω τὰ τῆς ἀντιλογίας ἐξετάσω‐ μεν, ὁ μὲν οὖν συλλογισμὸς τοῦτό ἐστιν, ὅτι οὐδὲν δια‐ φέρει τόδε τι πεπραγμένον τοῦ μὴ πεπραγμένου, καὶ ὃ
10ὁρίζεται ὁ φεύγων πρὸς τὸ δεῖν κληθῆναι τὸ ὄνομα, τοῦτο βιάζεται ὁ συλλογισμὸς τὸ πεπραγμένον δεικνύναι σημαίνειν· καὶ ἡ μὲν ἐργασία αὕτη τοῦ συλλογισμοῦ· τινὲς μὲν γὰρ τῶν τεχνικῶν λέγουσι μὴ δεῖν τὸν συλλο‐ γισμὸν εἰ μὴ μετὰ τὰ πρός τι καὶ τὴν πηλικότητα τάτ‐
15τεσθαι, εἰ γὰρ τὸ πρός τι κἂν ἡ πηλικότης καὶ αὐταὶ κατασκευαί εἰσιν, ὁ δὲ συλλογισμὸς συμπέρασμα κατα‐ σκευῆς, ὀφείλει ὁ συλλογισμὸς μετὰ πᾶσαν τὴν κατα‐ σκευὴν τάττεσθαι· ἐπειδὴ ἐπεραίωσας τὸν ἀνθορισμὸν καὶ ἔδειξας ταὐτὸν ὄντα, περιττὸν τὸ πρός τι καὶ ἡ πη‐
20λικότης. τινὲς μὲν οὖν, ὅπερ ἔφην, τελευταῖον αὐτὸν τάττουσι, τινὲς δὲ μετὰ τὸν ἀνθορισμὸν, καὶ ὅσοι μὲν μετὰ πάντα κεφάλαια, τῷ προειρημένῳ χρῶνται λόγῳ, ὅσοι δὲ μετὰ τὸν ἀνθορισμὸν, τούτῳ χρῶνται τῷ λόγῳ. Ὁ συλλογισμὸς αὐτὸς καθ’ αὑτὸν οὐκ ἔστι κεφάλαιον,
25οὔτε γὰρ ἐν αὐτῇ τῇ στάσει, οὔτε ἀλλαχοῦ αὐτὸς κατ’ αὐ‐ τὸν γένεσιν ἔχει, ἀλλ’ ὁ συλλογισμὸς δύο προτάσεών ἐστιν εἰς ἓν συναγωγὴ κατασκευάζουσα, ὅτι τόδε τοῦδε οὐδὲν διαφέρει· ἐπειδὴ οὖν ὁ ὅρος πρότασίς ἐστιν ἐκ τῶν παρειμέ‐ νων, καὶ ὁ ἀνθορισμὸς πρότασίς ἐστιν ἐκ τῶν πεπραγμένων,
30συλλογισμὸς ἠκολούθησε τῷ ἀνθορισμῷ, εἰς ἓν συνάγων
τὰς δύο προτάσεις, ὥστε τεχνικώτερον αὐτὸν τάττουσιν153

5

.

154

οἱ τάττοντες αὐτὸν ὡς ἑπόμενον τῷ ἀνθορισμῷ, οὐ γὰρ ἠδύνατο μετὰ δύο κεφαλαίων ἐξέτασιν τάττεσθαι, φύ‐ σιν μὴ ἔχων καθ’ ἑαυτὸν μὴ ἐν ταῖς προτάσεσιν, ἀκο‐ λουθότερος οὖν, ἵν’ ἐν ταῖς προτάσεσιν ἀγάγῃ, καὶ ἔτι
5ἐνταῦθα μὲν κείμενος ἀποδεικτικώτερον ποιεῖ τὸν λόγον· μετὰ δὲ πρός τι καὶ τὴν πηλικότητα καὶ πρός τι χαῖνον καὶ ὕπτιον· ἴσμεν γὰρ, ὡς αἱ συναγωγαὶ κατ’ αὐτὸν γινόμεναι πίστιν παρέχουσι καὶ ἀπόδειξιν, μετὰ μέσα δὲ ἄλλα λήθην ποιοῦνται ἀκροατῇ. εἰδέναι καὶ τοῦτο
10δεῖ, ὅτι οἱ τεχνικοὶ πάντες, εἰ καὶ μὴ φανερῶς λέγουσιν, ἀλλ’ ὑπὸ τῆς φύσεως τοῦ συλλογισμοῦ δεικνύουσι μὴ ὄντα αὐτὸν κεφάλαιον· ὅταν γὰρ τὸν ἀνθορισμὸν συλ‐ λογισμὸν ἐκάλεσεν, ὥσπερ καὶ αὐτὸς ὁ Ἑρμογένης ἐπὶ πολλοῖς φαίνεται λέγων, „τέμνεται ἡ στάσις ὅρῳ, συλ‐
15λογισμῷ,“ τὸ συμπέρασμα τοῦ ἀνθορισμοῦ ὄνομα τῷ ἀν‐ θορισμῷ ποιησάμενος· ἐπειδὴ γὰρ ἡ κατασκευὴ τοῦ συλλογισμοῦ διὰ τοῦτο γίνεται, διὰ τὸ συμπέρασμα τοῦ ἀνθορισμοῦ, αὐτὸ τοῦτο οἶδεν ὂν τὸ κεφάλαιον· πῶς οὖν ἠδύνατο διαιρεθῆναι καὶ μετὰ μέσα ἕτερα κεφά‐
20λαια τάττεσθαι; Γνώμῃ νομοθέτου· καὶ τοῦτό τινες αἰτιῶνται σφόδρα, ὅτι ἐφεξῆς ἡ γνώμη τοῦ νομοθέτου τέτακται κοινὴ οὖσα καὶ ἀμφίβολος, ἀφ’ ἑκατέρου γὰρ πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετάζεται καὶ μὴ τὸ πρός τι ἢ ἡ πη‐
25λικότης τὰ ἔτι πρὸς τὸν ὅρον καὶ τὸν ἀριθμὸν ἔχοντα τὴν κατασκευὴν, καὶ ἔτι πρὸς τούτοις ἕτερον πταῖσμα, ὅτι πρός τι μὲν καὶ πηλικότης ἀναμφιβόλως εὑρίσκεται, γνώμη δὲ νομοθέτου σπανιάκις καὶ μήπω ους εὑρέθη ἐν τῷ ζητήματι κείμενος, καὶ ἡνίκα ἤλθομεν
30εἰς τὸ τοῦ εὐνούχου ζήτημα, δεικνύομεν, ὅτι οὐδὲ ἐκεῖ
ἁρμόττει. ἄμεινον οὖν πρῶτα τὰ ἀποδεικτικὰ κεφάλαια,154

5

.

155

τὸ πρός τι καὶ τὴν πηλικότητα ταγῆναι, καὶ οὕτω τὰ περιττὰ καὶ μὴ ἀεὶ ἐμπίπτοντα, καὶ οἱ μὲν τάττοντες αὐτὴν τελευταίαν τούτῳ τῷ λόγῳ τάττουσιν, ὁ δὲ Ἑρ‐ μογένης τὰς ἀτέχνους πίστεις ἰσχυροτέρας οἶδεν τῶν ἐν‐
5τέχνων· ἐπειδὴ οὖν ὁ νόμος ἄτεχνός ἐστι, πίστιν ἐπή‐ γαγε τὴν τοῦ νομοθέτου γνώμην, καὶ γὰρ μάλιστα οἱ δικασταὶ τοῖς νόμοις προσέχουσι, καὶ περιττὸν αἱ ἀπο‐ δείξεις, ὅταν ἔχωμεν νόμους συνηγοροῦντας· εἰκότως οὖν ἐφεξῆς τὴν τοῦ νομοθέτου γνώμην ὡς καὶ πιθανωτέραν
10καὶ μάλιστα πείθουσαν ἐπήγαγε πρός τι. Τῷ Ἑρμογένει καὶ τῷ Μινουκιανῷ φιλονεικία πολλὴ γέγονε περὶ τὴν τάξιν τῶν κεφαλαίων καὶ σχεδὸν πᾶσι τοῖς τεχνικοῖς, τῶν μὲν τὴν πηλικότητα ταττόντων, ἐνίων τὸ πρός τι. εἴπωμεν οὖν τὴν ἑκάστου φύσιν· τὸ πρός τι ὑπερβολι‐
15κὴν τάξιν ἔχει, ἡ δὲ πηλικότης ἁπλῆν, τὸ μὲν γὰρ πρός τι πρὸς τὸν ὅρον τοῦ φεύγοντος γίνεται· λέγοντος ἐκείνου μὴ τόδε εἶναι, ἐπάγει συγκριτικῶς τὴν ὑπόθεσιν. λέγοντος Μειδίου, μὴ εἶναι δημόσιον ἀδίκημα τὸ τυπτῆσαι, Δημο‐ σθένης δὲ καὶ μεῖζόν φησι καὶ ἀσέβειαν εἶναι αὐτό· ἡ
20δὲ πηλικότης ἁπλῆν ἔχει τάξιν, αὔξησιν μόνον τοῦ ἀδι‐ κήματος, ἐχρῆν οὖν ἄρα τὴν πηλικότητα τάττειν, ἵνα ὁδὸν ἔχῃ τὸ πρός τι. ἴσμεν γὰρ, ὅτι τὰ ἁπλᾶ πρῶτά ἐστι τῶν ὑπερθετικῶν, καὶ ὅταν ἀποδείξωμεν, ὅτι ὁ δεῖνα ὁ ἀνδρεῖος, τότε χώραν ἔχει, καὶ Ἀχιλλέως αὐτὸν
25ἀνδρειότερον εἶναι· ἕως δ’ ἂν αὐτὸ τοῦτο ἀμφιβάλλεται, εἰ ἀνδρεῖος, πῶς δύναται ὑπερθετικὸν εἶναι; Ἡ πηλικό‐ της αὔξει τὸ ἀδίκημα καὶ δείκνυσιν, ὅτι μεγάλην καὶ οὕτω χώραν εἶχε τὸ πρός τι καὶ μείζω, οὐδεὶς γὰρ τὸ μεῖζον ἤδη ἀποδείξας ἐπὶ τὸ ἔλαττον ὑποστρέφει, καὶ οἱ
30μὲν πηλικότητα προτάττοντες τούτοις χρῶνται τοῖς λό‐
γοις· οἱ δὲ τὸ πρός τι τοιούτοις· τὸ πρός τι γὰρ155

5

.

156

πρὸς τὴν φωνὴν τοῦ φεύγοντος γίνεται· ἡ δὲ πηλικότης ἀόριστόν τί ἐστι, διὸ καὶ παρὰ τοῦ φεύγοντος ἔχει χώ‐ ραν ἡ πηλικότης εἰς ἀναίρεσιν· ἰσχυρότερον δὲ ἦν τὸ συνομολογούμενον τοῦ ἀμφισβητισμοῦ· τί δέ ἐστιν, ὅ
5φημι; συνομολογεῖ ἐν τῷ ὅρῳ ἑαυτοῦ ὁ φεύγων τὸ εἶναι τόδε τι τὸ ἀδίκημα· τὸ πρός τι οὖν ἐξ αὐτοῦ τοῦ ὁμο‐ λογουμένου τὴν κατασκευὴν ἔχει καὶ ποιεῖ καὶ μεῖζον. ἀκόλουθον ἦν ἐκεῖνο πρότερον τάττεσθαι, ὃ αὐτὸς ὁμο‐ λογεῖ ὁ φεύγων, καὶ ἔτι οὐκ ἀεὶ ἐμπίπτει γνώμη νομο‐
10θέτου, ἰσχυροτέραν δὲ δύναμιν ἔχει μετὰ τὸν συλλο‐ γισμὸν ἐπαγαγεῖν τὸ πρός τι· εἰ γὰρ ὁ συλλογισμὸς τὸν ὅρον τοῦ φεύγοντος εἰς ἓν φέρει καὶ δείκνυσι ταὐ‐ τὸν ὂν τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ, ἀκόλου‐ θος ἦν ἐπαγωγὴ καὶ μεῖζον σημαίνουσα, διὸ καὶ τὴν
15γνώμην τοῦ νομοθέτου ἔφαμεν ὡς κακῶς μετ’ αὐτὸ ἂν τεθείη· ἐχρῆν γὰρ μετὰ τὸ πρός τι καὶ οὕτως ὑστέ‐ ραν τὴν πηλικότητα τῶν ἐχόντων δεικνύναι, τοῦ πρά‐ γματος δὲ γνῶσιν· τοῦτο γάρ ἐστι τὸ ὥσπερ καταδρο‐ μὴν δεικνύναι αὐτὴν ἐν τῇ πηλικότητι, τὸ ἐπαρθῆναι
20ποιεῖν μιᾷ τῶν ἀντιθετικῶν· ἡ μία τῶν ἀντιθετικῶν σπανιώτατα ἐμπίπτει, εἰ μήπω ἐν τοῖς κατὰ αἴτησιν ὅροις χώραν ἀντιστατικοῦ ἔχει· αὐτὸς δὲ ταύτην οὐκ οἶδεν, ἀλλ’ ἀντεγκληματικὴν ἐπήγαγεν, λέγων, ὅτι „ἥτις εἰ ἐμπέσοι εὑρεθήσεται καὶ μετάληψις·“ ἐν δὲ τῷ τόπῳ,
25ἔνθα τεχνολογοῦμεν τὸ εὐνούχου ζήτημα, ἀναγκαῖον καὶ περὶ τούτου διαλαβεῖν· καὶ περὶ τοῦ μὴ ἐμπεσεῖν, ὅπως ἐμπεσεῖται, ἐν ἐκείνῳ ἐροῦμεν. Ἐζήτησαν δέ τινες, πῶς μὴ ἐμπεσούσης ἀντιλήψεως δυνατόν ἐστι μετάληψίν ποτε γενέσθαι, αὐτοῦ τε τοῦ τεχνικοῦ λέγοντος, ὅτι ἡ μετά‐
30ληψις πρὸς ἀντίληψιν λέγεται, καὶ ἐροῦμεν, ὅτι τὸ ἀν‐ τιθετικὸν κεφάλαιον ἀντεγκληματικοῦ τάξιν ἔχει ἀντι‐
λήψεως· ὅταν γὰρ λέγῃ ἐκεῖνος ἄξιον εἶναι παθεῖν τόδε156

5

.

157

τὸ γεγονὸς τὴν ἐξουσίαν αὐτῷ κατασκευάζει, καὶ ὥσπερ ἐστὶ φύσει ἀντίληψις προϋπάρχουσα ἐν τῷ ἀντεγκλημα‐ τικῷ· τινὲς μὲν οὖν καὶ ἠρκέσθησαν οὕτως, τινὲς δὲ ἐπήγαγον τῇ μεταλήψει τὴν ἀντίληψιν, ἵνα πάλιν ἡ φύ‐
5σις σώζηται. τὸ δὲ περὶ τοῦ ἀντιστρόφως αὐτὸ εἶναι, ὅπερ ἔφημεν, ὡς ἐν τῷ ἀντεγκλήματι τῆς φυσικῆς οὔ‐ σης τοῦ ἀντεγκλήματος· διὸ καὶ παρῆκεν αὐτὴν ὁ Ἑρ‐ μογένης καὶ ἐμπεσεῖται· καὶ πῶς ἐμπεσεῖται, ἡνίκα τὸ τοῦ εὐνούχου λέγομεν ζήτημα, ἐροῦμεν. ἡ ποιότης καὶ ἡ
10γνώμη ἐπίλογος οὖσα ἐν στοχασμῷ μεμαθήκαμεν ὅπως γίνεται, καὶ τοῦτο ἐν πάσαις ταῖς στάσεσιν ἐμπίπτει· εἰδέναι δὲ χρὴ, ὥς τινες ἐπεχείρησαν τὴν πηλικότητα καὶ τὸν συλλογισμὸν ἀνελεῖν ὡς ἄχρηστα λέγοντες, ὡς τὸ πρός τι καὶ μεῖζον δείκνυσι τὸ ἀδίκημα, καὶ ὁ ἀνθο‐
15ρισμὸς ὁρίζεται τὸ τί ἐστι τὸ ἀδίκημα. ποία χρεία πη‐ λικότητος ἡ τοῦ συλλογισμοῦ; ἅπαξ γὰρ δυνηθεὶς δεῖξαι μεῖζον, ποίαν χρείαν ἔχει αὐξῆσαι; καὶ ἅπαξ ἀποδείξας ἐκ τῶν πεπραγμένων, ποίαν χρείαν ἔχει συλλογίσασθαι; ἐροῦμεν οὖν, ὅτι τὴν μεγίστην χρείαν ἔχει ὁ συλλογισμός·
20τὸ μὲν γὰρ ἐκ τῶν αὐτοῦ ἀποδεικνύναι οὐχ οὕτως ἰσχυ‐ ρόν ἐστι, τὸ δὲ ἐκ τῶν δεομένων καὶ ὁμολογουμένων παρὰ τοῦ ἀντιδίκου μέγιστον, ὅπερ ὁ συλλογισμὸς ἐπαγ‐ γέλλεται, καὶ γὰρ λέγει ἐκεῖνος εἶναι τόδε τι. ταῦτα ὁ συλλογισμὸς δείκνυσιν ὄντα καὶ πεπραγμένα, αὐτῷ δὲ
25πάλιν ἡ πηλικότης τὴν καθολικὴν ἔχει δύναμιν· αἱ γὰρ αὐξήσεις πρὸς σύγκρισιν οὖσαι οὐκ εἰσὶ μὲν μεγάλαι, καθολικαὶ δὲ μεγάλαι εἰσίν· τί γὰρ εἰ τοῦδε μὲν μεῖζόν ἐστι, μικροῦ δὲ ὄντος καὶ εὐτελοῦς, ὅπερ τὸ πρός τι ποι‐ εῖ· τὸ μὲν γὰρ πρός τι τὴν ἀπόδειξιν συγκριτικῶς ἔχει,
30ἡ πηλικότης δὲ καθολική. Ὁποτέρῳ οὖν τὸ ἕτερον χρήσεται· τοῦτο ὡς καθόλου ἀνατιθεὶς τέθεικεν· ἐπὶ γὰρ ὅρου ἀδύνατόν ἐστί
ποτε τὸν κατήγορον ὅρῳ χρήσασθαι, ἐπὶ δὲ τῶν ἄλλων157

5

.

158

στάσεων εὑρίσκεται. Ἐπειδὴ οὖν καθολικὸν κανόνα ἔλε‐ γεν, διὰ τοῦτο εἶπεν, „ὁποτέρῳ οὖν αὐτῶν πότερον μέ‐ ρος χρήσεται,“ καὶ οὐκ εἶπεν, ὅτι τοῦ φεύγοντος χρωμέ‐ νῳ τῷ ὅρῳ ἀνάγκη τῷ συλλογισμῷ καὶ ἀνθορισμῷ τὸν
5διώκοντα χρήσασθαι. Οἷον εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ἀπέκτεινεν ὡς μοιχὸν, καὶ κρίνεται φόνου· πολλοὶ τῶν τεχνικῶν φιλονεικοῦσι, τοῦτο τὸ ζήτημα μὴ εἶναι ὅρον· εἰ γὰρ ὅρος ἐστὶ τὸ ἀναιρεῖσθαι τὸ περιφε‐
10ρόμενον ἔγκλημα καὶ μὴ φάσκειν αὐτὸ πεποιηκέναι, ἐπι‐ φέρεται δὲ ἔγκλημα αὐτῷ φόνου καὶ οὐκ ἀρνεῖται τὸν φόνον, πῶς ἂν εἴη ὅρος; εἰ μὲν γὰρ εὐνοῦχον κρίναι τις ζῶντα καὶ ἦν τοῦτο τὸ ζήτημα, „εὐνοῦχον εὑρών τις ἐπὶ τῇ γυναικὶ κρίνει μοιχείας,“ ἀναντιῤῥήτως ἦν τὸ ζήτημα
15ὅρος, εἰ οὗτος μοιχός· ἐπειδὴ δὲ φονευθέντος αὐτοῦ κρί‐ νεται φόνου, οἰκεῖον δὲ ὅρου τὸ ὄνομα τοῦ πραχθέντος ζητεῖν ὅ τι δεῖ καλεῖν· ἐνταῦθα δὲ οὐδεμία ζήτησίς ἐστι, πότερον δεῖ φόνον καλεῖσθαι τὸ πεπραγμένον, ἢ ἕτερόν τι, οὐκ ἄρα εἴη ὅρος· εἰ γὰρ πρὸς τὸ αἴτιον γίνεται τὸ
20συνέχον, καὶ ἐκ τοῦ συνέχοντος ἡ στάσις. τί ἂν εἴη ἐν‐ ταῦθα τὸ αἴτιον; φόνον ἐποίησας· τὸ συνέχον· ἐφόνευ‐ σα, τοῦτο δὲ οὐχ ὅρου ἀλλ’ ἀντιλήψεως· εἰ μὲν γὰρ ἔλε‐ γε, μὴ τοῦτο εἶναι φόνον, ὅρος ἦν, εἰ δὲ ὁμολογεῖ τὸ τί πεπραγμένον καὶ ἐπὶ τὴν ἐξουσίαν καταφεύγει, πῶς
25οὐκ ἂν εἴη ἀντίληψις; εἰ δὲ ἐροῦσιν, ὅτι ἐν ἀντιλήψει δεῖ ὁμολογούμενον εἶναι τὸ ἐφ’ ᾧ τὴν ἐξουσίαν ἐπάγει, ὡς ἐπὶ τοῦ τὸν τρισαριστέα ἀνελόντος· αὐτῷ γὰρ μά‐ λιστα ἔοικεν οὐδὲν θαυμαστὸν ὁρικὸν ἐμπεσεῖν ἀπὸ τοῦ προσώπου, ὥσπερ κἀκεῖ ἀπὸ τοῦ τρισαριστέως προσώ‐
30που μεταλαμβάνεται ὁ διώκων λέγων, μὴ δεῖν ἀριστέα ὄντα αὐτὸν ἀναιρεθῆναι. καὶ ἐνταῦθα οὖν μεταλαμβά‐ νεται λέγων μὴ δεῖν ἀναιρεθῆναι εὐνοῦχον ὄντα, ὥσπερ
κἀκεῖ ἀριστέα, ὅτε ἠδύνατο αὐτὴν διαπράξασθαι τὴν158

5

.

159

μοιχείαν· καὶ ἁρμοδίως ἐμπίπτει καὶ ἡ ἀντιθετικὴ ἀντί‐ θεσις, ἥπερ οἰκεία ἐστὶ τῇ ἀντιλήψει. Δῆλον οὖν ἐκ πολ‐ λῶν, ὅτι τοῦτο κεφάλαιον ἐν τῷ ὅρῳ οὐ συνίσταται, ἀλλ’ ἐπλάνησεν αὐτὸν τὸ τοῦ εὐνούχου ζήτημα· οὐδὲ γὰρ ἐπὶ
5ἑτέρου ζητήματός ποτε ὁρικοῦ εὑρίσκεται ἀντεγκληματι‐ κὸν, καὶ τοῦτο, ὃ ἐνόμισαν εἶναι ὅρον, οὐκ ἔστιν ὅρος. Μετὰ δὲ τὸ τίς ὁ μοιχὸς ζήτημα περαν‐ θέν· ἐνταῦθα ἀληθῶς τὴν πλάνην, ἣν ἐπλανήθη, ἐμή‐ νυσε· λέληθε γὰρ ἑαυτὸν ἀπὸ τοῦ κατηγόρου ποιήσας
10τὴν στάσιν, ὅπερ ἐν ὅρῳ ἀδύνατον· ἐνταῦθα δὲ τὸ λέ‐ γειν „μετὰ τὸ τίς ὁ μοιχὸς ζήτημα περανθὲν“ ἀπὸ τοῦ κατηγόρου ἐστι τοῦ λέγοντος, „ἀλλ’ οὐχ οὗτος μοιχὸς,“ αἱ δὲ στάσεις ἀπὸ τῶν φευγόντων γίνονται· ὅταν οὖν ἐκεῖνος λέγῃ μοιχὸν ἀνῃρηκέναι, ἐπ’ ἐξουσίαν καταφεύ‐
15γει, καὶ δι’ ἐκείνου πρῶτον ἀναιρεθῆναι τὴν ἐξουσίαν τῷ μεταληπτικῷ, τῷ λέγειν ὅτι οὐκ ἐξῆν σοι αὐτὸν ἀνε‐ λεῖν οὐκ ἀκριβῆ μοιχὸν ὄντα· ὅθεν ἀναφύεται τὸ ὁρι‐ κὸν ἐνθύμημα μόνον οἰκεῖον τῆς στάσεως· ἐν τοῖς περὶ τῶν προσώπων τὰ παρακολουθοῦντα σκεψάμενοι αὐτὸς
20μὲν τὴν τῶν προσώπων διαφορὰν διηγούμενος οὐδαμοῦ τὴν ἑκάστου ποιότητα τῶν προσώπων εἴρηκεν, ἀλλὰ μίαν πάντων ἔστησε τὴν τῶν ἐγκωμιαστικῶν ἐξέτασιν· ἡμεῖς δὲ φθάσαντες εἰρήκαμεν τοῖς ἐπεσκεμμένοις ἐκεῖνα εὐχε‐ ρὲς τὴν ἑκάστου προσώπου ποιότητα τιθέναι.
25 Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείονα, οὕτω καὶ ὅρου· τινὲς τῶν τεχνικῶν τρία γένη καὶ εἴδη λόγου λέγουσιν, τὸ κατὰ φύσιν, τὸ κατὰ τρόπον, τὸ κατὰ κρίσιν. καὶ τοῦ μὲν κατὰ φύσιν τιθέασι παράδειγμα· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι· μὴ γελῶν τις κω‐
30λύεται, ἐνταῦθα γὰρ ἡ ζήτησις, εἰ τοῦτο σῖνος, ὃ κα‐ τὰ φύσιν γίνεται· τοῦ δὲ κατὰ τρόπον τιθέασι παρά‐ δειγμα τὸν πλούσιον τὸν ἐπανατεινόμενον λέγοντες, εἰ
οὗτος ὁ τρόπος πληγαί· τοῦ δὲ κατὰ κρίσιν, τούς τε159

5

.

160

κατὰ αἴτησιν, καὶ τοὺς κατὰ ἀμφισβήτησιν, λανθάνου‐ σι δὲ αὑτοὺς οὐκ εἴδη ὅρων ἀλλὰ ποιότητας λέγοντες. διαφέρει δὲ εἶδος ποιότητος τούτῳ, τῷ τὸ μὲν εἶδος διάφορον δέχεσθαι διαίρεσιν, τὴν δὲ ποιότητα λόγων
5αἰτίας μηνυτικὴν εἶναι. ὥσπερ γὰρ ἐν τῷ στοχασμῷ τὰ εἴδη διάφορον ἔχει τὴν διαίρεσιν καὶ πρὸς ἑαυτὰ, καὶ ἄλλως προκατασκευαζόμενος, ἄλλως ἐμπίπτων, οὕτω δὴ καὶ ἐν ὅρῳ, ἐνταῦθα δὲ οὔτε ὁ κατὰ τρόπον ὅρος οὔτε ὁ κατὰ φύσιν διάφορον πρὸς ἑαυτοὺς τὴν διαίρεσιν ἔ‐
10χουσιν· ἄλλως τε καὶ τὸ κατὰ φύσιν ἀντιλήψει μᾶλλον ἁρμόζει ἢ ὅρῳ· ταῦτα μὲν οὖν ἐῶμεν· ἃ δέ ἐστιν ἀκρι‐ βῶς ὅρων ἐροῦμεν. γενικώτατα μὲν οὖν τρία εἴδη ὅρων ἐστὶν, ὅ τε κατὰ κρίσιν, καὶ ὁ κατὰ ἀμφισβήτησιν καὶ ὁ κατὰ ἀξίωσιν· τὸ μὲν οὖν κατὰ ἀξίωσιν ἄτμητόν ἐστι
15καὶ τὸ κατὰ ἀμφισβήτησιν· τὸ μὲν γὰρ αἴτησιν ἔχει μόνον· τὸ δὲ ἢ δύο προσώπων περὶ ἑνὸς κατὰ μέρος πραχθέντων ἀμφισβήτησιν, ὡς ἐπὶ τοῦ διώξαντος τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως, καὶ ὁ ἕτερος συναντήσας καὶ ἀνελὼν καὶ ἀμφισβητοῦντες περὶ τῆς δωρεᾶς· ἢ δύο
20πραγμάτων πεπραγμένων ὑφ’ ἑτέρων δύο προσώπων, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· τύραννος τὴν ἑαυτοῦ σκευὴν δέδωκεν τῷ δορυφόρῳ, καὶ μεταλαβὼν τὴν ἐκεί‐ νου κατῆλθεν μοιχευόμενος τῶν ἐν τῇ πόλει γυναῖκα. κατὰ ταὐτὸν ἀνῆλθέ τις τὸν τύραννον ἀνελεῖν, καὶ ἀπέ‐
25κτεινε τὸν δορυφόρον ἔχοντα τὴν σκευὴν, καὶ ἐν τῇ πό‐ λει ὁ τῆς γυναικὸς ἀνὴρ τὸν τύραννον μοιχευόμενον ἀνεῖ‐ λεν, καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς. διαφέρει ὁ ὅρος οὗτος τοῦ ὅρου ἐκείνου τῷ παρ’ ἐκείνων ἐν μέρει ἓν ἔρ‐ γον πεπρᾶχθαι, καὶ τοῦ μὲν τὴν ἀρχὴν εἶναι, τοῦ δὲ
30τὸ τέλος· ἐνταῦθα δὲ παρὰ δύο προσώπων τελείως ἀμ‐ φότερα τὰ ἔργα πεπρᾶχθαι, καὶ ἔτι κατὰ ταὐτὸ διά‐
φορον ἔχει τὴν διαίρεσιν, ὅτι ἐκεῖ μὲν εἷς ὅρος ἐστὶ καὶ160

5

.

161

εἷς ἀνθορισμὸς, λέγοντος ὅτι τυραννοκτονία ἐστὶ τὸ ἐκ‐ βαλεῖν τῆς ἀκροπόλεως, τὸ δεῖξαι φυγάδα, τὸ μηκέτι ἔχειν δορυφόρους, καὶ εἷς πάλιν ἀνθορισμὸς, ἀλλὰ τυ‐ ραννοκτονία ἐστὶ τὸ ἀνελεῖν τὸν ἐχθρὸν ἀποδεῖξαι. ἐν‐
5ταῦθα δύο ὅροι παρ’ ἑκατέρου καὶ δύο ἀνθορισμοί· ὅ τε γὰρ τὸν δορυφόρον ἀνελών φησιν, ὅτι τυραννοκτο‐ νία ἐστὶ τὸ ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, τὸ μάχεσθαι τοῖς δορυφόροις, τὸ ἀποσφάξαι τύραννον· ὃ δὲ πεποίηκας, μοιχόν ἐστιν ἀνῃρηκέναι ἔσω ἐν τῷ οἰκήματι, οὐδὲ γι‐
10νώσκων εἰ τύραννος ἦν· ὁ δὲ πάλιν τὸ ἐναντίον, ὅτι τυραννοκτονία ἐστὶ τὸ αὐτὸν ἀποκτεῖναι τὸν τύραννον, τὸ νεκρὸν δεῖξαι, οὐ τὸ δορυφόρον ἰδιώτην σχῆμα μό‐ νον ἔχοντα· καὶ διὰ δύο ὅρων καὶ ἀνθορισμῷ· καὶ τὸ μὲν κατὰ ἀξίωσιν καὶ ἀμφισβήτησιν, τοῦτο δὲ κατὰ
15κρίσιν, ὅπερ ἐστὶ τὸ κατὰ φυγὴν καὶ δίωξιν, καὶ διαι‐ ρεῖται εἴς τε τὸν ἀντονομάζοντα καὶ τὸν κατὰ σύλλη‐ ψιν καὶ τὸν ἐμπίπτοντα, καὶ τοὺς δύο καλουμένους ὅρους. καὶ τούτους μὲν Ἑρμογένης οἶδεν, ἐστὶ δὲ καὶ παρὰ τούτους ἕτερος καλούμενος παράδοξος, ὅτι πάντων τῶν
20ὅρων φύσιν ἐχόντων τὸ ἧττον λέγειν πεποιηκέναι ἢ τὸν αἰτοῦντα ἢ τὸν φεύγοντα, ὁ παράδοξος ἀπὸ τοῦ μεί‐ ζονος ἔχει τὸ ἔγκλημα· ἔτι δὲ τούτου παράδειγμα τοῦτο· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι, ἑξαδάκτυλος κωλύ‐ εται ἱερᾶσθαι, οὐ γὰρ κατὰ τὸ ἐλλεῖπόν ἐστιν ἐνταῦθα
25τὸ κατασκευάζεσθαι τὸν ὅρον, ἀλλὰ κατὰ τὸ πλέον· ἐν τούτῳ οὖν μάλιστα τῷ ὅρῳ τὸ πρός τι ἀνέστραπται· οὐ γὰρ περὶ τοῦ καὶ μεῖζον αὐτὸ εἶναι φιλονεικεῖ ὁ κατήγο‐ ρος, ἀλλ’ ἧττον, οἷον ἐπὶ μὲν τοῖς ὅροις ὁ μὴ γελῶν καὶ κωλυόμενος ἱερᾶσθαι τὸν κατήγορον ἔχει πρός τι
30καὶ μεῖζον κατασκευάζοντα, ὅτι μεῖζόν ἐστι τοῦ ἄλλο τι σῖνος ἔχειν, τὸ γέλωτος ἐστερῆσθαι τοῦ πόδα ἐλλιπεῖν, τοῦ ὀφθαλμόν· ἐνταῦθα διοριζομένου αὐτοῦ τὸ ἐλλιπεῖν
μόνον εἶναι τὸ σῖνος, καὶ οὐ τὸ πλείονα ἔχειν, τὸ πρός161

5

.

162

τι ὁ κατήγορος λέγει, ὅτι τὸ πλείονα ἔχειν πολὺ ἧττόν ἐστι τοῦ ἥττονα· εἰ γὰρ τὸ ἥττονα ἔχειν ἄχρηστόν ἐστι, καὶ τὸ πλέον δὲ, ὁ ἕτερος δάκτυλος ἄχρηστός ἐστι, τά‐ ξιν ἔχει τοῦ ἥττονος· περὶ δὲ τῶν λοιπῶν αὐτὸς Ἑρμογέ‐
5νης διέξεισιν. Εἰσὶ δὲ καὶ ἔμμεσοί τινες· ἔμμεσοι δέ εἰσιν οἱ δοκοῦντες μὲν ἔχειν δύο μὴ κρινομένους δὲ, ὥσ‐ περ ἐπὶ τῶν συνεζευγμένων ἐστὶν ὁ ἐμπίπτων· ὁ γὰρ δεύ‐ τερος ὅρος εἰς κατασκευὴν τοῦ προτέρου λαμβάνεται, ὡς ἐπὶ τούτου· νόμος τὸν καθυφέντα ἱερῶν δίκην ἄτιμον
10εἶναι, Δημοσθένης διαλυσάμενος πρὸς Μειδίαν ὑπάγεται τῇ ἀτιμίᾳ, μετὰ γὰρ τὸ ζητηθῆναι, τί τὸ καθυφεῖναι, τὸν ἐν δικαστηρίῳ εἰσελθόντα μὴ δικαιολογήσασθαι, τὸ μὴ προσάγειν μάρτυρας, τὸ ὅλως μὴ ὡς δεῖ ἀγωνίσα‐ σθαι, ἐμπίπτει μεταξὺ ἕτερον ζήτημα, εἰ ὅλως αὕτη ἱε‐
15ρὰ δίκη, καὶ κατασκευάσει ὁ Δημοσθένης μὴ εἶναι ἱερὰν, ἀλλ’ ὁριεῖται τὴν περὶ θυσιῶν ἢ ἀγαλμάτων ἢ ἱερῶν δίκην εἶναι ἱεράν· διὸ καὶ ἔμμεσοι καλοῦνται, ὅτι τάξιν μὲν ἔχουσι διπλῶν· τὸ δὲ ἕτερον αὐτὸ μέρος εἰς ἀπόδει‐ ξιν τοῦ προτέρου λαμβάνεται, οὐκ αὐτὸ ἐγκαλεῖται, ὥσ‐
20περ ἐπὶ τοῦ κατὰ σύλληψιν καὶ τοῦ ἀντονομάζοντος· τὰ δὲ παραδείγματα πάλιν παρ’ Ἑρμογένει. Εἰδέναι δὲ χρὴ, ὅτι ὁ κατὰ ἀμφισβήτησιν ὅρος μόνος τὴν ἐναντίαν τάξιν ἔχει τοῖς ἄλλοις ὅροις· ἐν μὲν γὰρ τοῖς ἄλλοις ὅροις ὅ‐ ρος τὸ κεφάλαιον ἐκ τῶν παρειμένων γίνεται, ἐν δὲ τῷ
25κατὰ ἀμφισβήτησιν ἐκ τῶν πεπραγμένων· τοῦ μὲν τὴν ἀρχὴν ὁρίζοντος εἶναι τὴν τυραννοκτονίαν τὸ διῶξαι, τοῦ δὲ τὸ τέλος τὸ ἀνελεῖν· πολλάκις γὰρ ἔφαμεν, ὡς ὁ αἰτῶν τάξιν ἔχει διώκοντος. Τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν
30τῇ διαιρέσει. ἔλαθεν ἑαυτὸν ὁ Ἑρμογένης τὸν τρό‐
πον τῶν ἐνθυμημάτων κεφάλαιον καλῶν· κεφάλαιον δέ162

5

.

163

ἐστι μέρος λόγου διάφορον ἐργασίαν ἐπιδεχόμενον πρὸς τὰ προκείμενα καὶ ἐπαγόμενα· οὕτως οἱ πολλοὶ ὁρίζον‐ ται τὸ κεφάλαιον. ἡ τῶν ἐλέγχων ἀπαίτησις διάφορον ἔχει τὴν ἐργασίαν πρὸς τὸ παραγραφικὸν καὶ τὴν ἐχο‐
5μένην βούλησιν καὶ δύναμιν, καὶ τὸ πρός τι διάφορον ἔχει τὴν κατασκευὴν, πρός τε τὸν ἀνθορισμὸν καὶ τὴν πηλικότητα· ἐνταῦθα δέ ἐστι μία διαφορὰ κατασκευα‐ ζομένη, ἀλλ’ ἐνθυμήματά ἐστι μόνα τὸ διαλλάττον, καὶ τοῦτο οὐκ ἐν ἑνὶ τόπῳ κείμενον, ἀλλὰ καθολικόν· πῶς
10οὖν κεφάλαιον ἐρεῖ τοῦτο Ἑρμογένης καὶ οὐ μᾶλλον εἶ‐ δος λόγου· τὸ γὰρ εἶδός ἐστι μόνον τὸ διαλλάττον, καὶ διάφορον ποιότητα ἐνθυμημάτων παρέχον, κεφάλαιον δὲ οὐκ ἔστι. Τρίτος κατὰ πρόσωπον διπλοῦς. τὸν κατὰ
15ἀμφισβήτησιν ὅρον καὶ τὰ πρόσωπα διπλοῦν ἐκάλεσεν· ἔστι δὲ οὗτος τῶν διπλῶν, ἀλλ’ ἐπειδὴ ἠγνόησε τὰ ἑνι‐ κὰ εἴδη τοῦ ὅρου, προετάξαμεν ἀνωτέρω· εἰκότως αὐτὸ διπλοῦν εἶναι νενόμικεν.
18
19tΠερὶ ἀντιλήψεως.
20 Ἐζήτηται, τί δήποτε ἐν μὲν τῇ μεθόδῳ πρώτην ἔταξε τὴν πραγματικὴν, ἐν δὲ τῇ τῶν στάσεων διαιρέ‐ σει τὰς δικαιολογικὰς πρώτας· καὶ λέγομεν, ὅτι ἐκεῖ μὲν τὸν κανόνα καὶ τὴν μέθοδον τοῦ τὰς στάσεις εὑ‐ ρεῖν ὑποτιθεὶς, εἰκότως πρότερον ἔταξε τὴν πραγματικὴν,
25ἅτε μονοειδῆ τινα οὖσαν· διαιρῶν γὰρ τὴν ποιότητα εἴς τε τὸ γεγενημένον καὶ μέλλον, καὶ ὑποτιθεὶς τὸ μέλλον ἔχειν τὴν πραγματικὴν, εἰκότως αὐτὴν προέταξε μίαν τι‐ νὰ οὖσαν τοῦ μέλλοντος, καὶ ἐφεξῆς τὰς τοῦ παρεληλυ‐ θότος πάσας· ἐνταῦθα δὲ ἐπειδὴ ἀντίληψις καὶ ἀντιθε‐
30τικαὶ, αἵπερ εἰσὶ τῆς δικαιολογίας, πλείστην ἔχουσι κοι‐ νωνίαν πρὸς τὸν ὅρον, καθὼς καὶ ἀνωτέρω ἐμηνύσαμεν,
καὶ τὰ κεφάλαια ταῦτά ἐστιν, εἰκότως περὶ τοῦ ὅρου163

5

.

164

διεξελθὼν δευτέραν ἡμῖν τάττει τὴν ἀντίληψιν, πρώτην οὖσαν τῆς δικαιολογίας. Ἡ ἀντίληψις διαιρεῖται προβολ. ἡ προ‐ βολὴ ἐν ὅρῳ ἤδη δέδεικται ὁποίαν ἔχει φύσιν.
5 Μορίοις δικαίου. τὰ μόρια τοῦ δικαίου ἐστὶν ἡ ἀντίληψις· εἴρηται δὲ μόριον δικαίου ἀπὸ τῆς φύσεως τοῦ πράγματος· ἐπειδὴ γὰρ ἡ ἀντίληψις ἐξ ἑνὸς τούτων τῶν τριῶν συνίσταται, φύσεως ἢ τέχνης ἢ νόμου, διὰ τοῦ‐ το μόριον δικαίου καλεῖται, παρὰ τὸ μέρος τι τοῦ δικαίου
10προβάλλεσθαι. Ἐζήτηται δὲ, τί δήποτε ἐφεξῆς ἕτερον κεφάλαιον ἐπάγει καλούμενον ἀντίληψιν, τοῦτο δὲ ἀντι‐ ληπτικὸν, καὶ ἀντιλήψεως φύσιν ἔχον οὐκ ἐκάλεσεν ἀντί‐ ληψιν· λέγομεν, ὅτι τοῦτο, ὃν τρόπον τὸ παραγραφι‐ κὸν τὸ ἐν στοχασμῷ οὐκ ἄντικρύς ἐστιν ἀπολογία τοῦ
15πράγματος, ἀλλὰ διαβολὴ τοῦ ἄγοντος, τοῦτον τὸν τρό‐ πον καὶ τὰ μόρια τοῦ δικαίου οὐ φανερῶς ἀπολογεῖται, οὐδὲ τὴν πᾶσαν ἐξουσίαν προβάλλεται, ἀλλὰ μόνον δια‐ βολῆς ἕνεκα προτείνεται τὴν ἐξουσίαν· διὸ οὐδὲ ἀντί‐ ληψις ὠνόμασται διὰ τὸ μήπω τῆς ἐξουσίας τὸν φεύ‐
20γοντα ἀντιλαμβάνεσθαι, ἀλλ’ ὡς ἐπὶ διαβολῇ, ἢ ἐπὶ τούτοις κρίνεται. Προσώπ. εἰκότως δευτέραν ἔχει τάξιν τῆς ἀπο‐ λογίας τὸ πρόσωπον καὶ ὀλίγον τῆς τέχνης καὶ τῶν κε‐ φαλαίων ἐπὶ τὸ ἰσχυρότερον ἰόντων. ἐπειδὴ γὰρ ἔφημεν,
25ἑπτὰ μόρια τοῦ δικαίου παραγραφικοῦ τάξιν ἔχει, εἰκό‐ τως τέτακται δεύτερον τὸ πρόσωπον τελέας παραγραφῆς τάξιν ἔχον ἐν τῇ ἀντιλήψει· ἔστιν γὰρ τοιοῦτον, ὅπερ ἑτέρων εἰσὶν αἱ τοιαῦται κατηγορίαι, καὶ οὐ δεῖ φέρε εἰ‐ πεῖν ἰδιώτας δημοσίων ἀδικημάτων κρίνεσθαι, ὡς ἐπὶ
30τοῦ ζωγράφου τοῦ γράψαντος τὰ ναυάγια καὶ κρινομέ‐ νου δημοσίων ἀδικημάτων· μετὰ γὰρ τὰ μόρια τοῦ δι‐ καίου, τὸ λέγειν ὅτι ἐπὶ τέχνῃ κρίνομαι, ἐπάγει τὸ πρόσ‐
ωπον, ὅτι οὐ δεῖ ζωγράφον ὄντα ἐπὶ δημοσίοις ἀδικήμα‐164

5

.

165

σι κρίνεσθαι, ἀλλὰ στρατηγοὺς καὶ ῥήτορας, οὐ χειρο‐ τέχνας, καὶ γίνεται παραγραφικοῦ τελείου τάξις· τοῦτο δὲ τὸ κεφάλαιον πολλάκις ἐκλείπει, καθάπερ ἐν στοχα‐ σμῷ, καὶ ἐφεξῆς τὰς αἰτίας ἐροῦμεν.
5 Ὅρῳ καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι· σημαίνει τὸν ἀνθορισμὸν καὶ τὸν συλλογι‐ σμὸν καὶ τὴν πηλικότητα, καὶ τὴν γνώμην τοῦ νομοθέ‐ του, ἅ ἐστιν ἀκριβῶς πάντα τῆς ἀντιλήψεως κεφάλαια ἐν αὐτῇ τῇ ἀντιλήψει. Ἐζήτηται, τί διαφέρει ἀντίληψις
10τῶν μορίων τοῦ δικαίου, καὶ διὰ τί αὕτη καὶ τὸ ὄνομα ἔχει καὶ τελευταία τέτακται· ἐροῦμεν, ὅτι αὐτὴ μὲν πα‐ ραγραφικοῦ τάξιν οὐκ ἔχει, ἀλλ’ ἀποδεικτικοῦ, ἐκείνη δὲ παραγραφικοῦ μόνον· ἐπειδὴ δὲ τολμηρὸν ἦν καὶ θρασὺ, ἐφ’ οἱῳδήποτε πράγματι κρινόμενον εὐθὺς ἐπὶ τὴν ἐξου‐
15σίαν καταφεύγειν, εἰκότως τελευταία τέτακται, ὁδοποι‐ ησάσης τῆς τέχνης καὶ δειξάσης διὰ τῶν τοῦ ὅρου κεφα‐ λαίων ὡς οὐκ ἔστιν ἀδίκημα· τοῦτο γὰρ ὁ ὅρος καὶ τὰ ἑπόμενα αὐτῷ κατασκευάζει, ὅτι οὐ τοῦτο δημοσίᾳ ἀδι‐ κῆσαι, τοῦ δὲ ὅρου τοῦτο κατασκευάζοντος χώραν εἶχε,
20διὸ καὶ τὸ ὄνομα τοῦτο ἔχει, ὅτι ἐνταῦθα σαφῆ τὴν ἐξ‐ ουσίαν προβάλλεται· ἐκεῖ δὲ οὐ προδήλως, ἀλλ’ ὡς ἐν παραγραφικοῦ τάξει· ἕπεται δὲ τῇ ἀντιλήψει πάντως με‐ τάληψις· ἡ δ’ ἀντίθεσις ὡς ἐπὶ τὸ πολὺ μὲν ἀντιστατι‐ κή ἐστιν, ἐνίοτε δὲ καὶ κατὰ τὰς ἄλλας ἀντιθετικὰς εὑ‐
25ρίσκεται, ὅπως καὶ ἐν τῇ ἐργασίᾳ τοῦ κεφαλαίου ἐροῦ‐ μεν. Εἰκότως δὲ τοῦ ἀντιληπτικοῦ κεφαλαίου κατασκευ‐ άσαντος τὴν ἐξουσίαν ἔσχεν χώραν ἡ ἀντιθετικὴ ἀντί‐ θεσις· ὅταν γὰρ δείξῃς, ὅτι ἐξουσίαν ἔχεις ποιεῖν, τότε καλῶς πεποιηκέναι ἐρεῖς· εἶτα ἄλλα εἴδη τῶν ἀντιθέσεων·
30καὶ περὶ μὲν τῆς τάξεως τῶν κεφαλαίων τοσαῦτα, ἴδω‐ μεν δὲ καὶ καθ’ ἕκαστον. Ἡ προβολὴ γίνεται ὥσπερ ἐν ὅρ. φθάσαν‐
τες εἰρήκαμεν, ὅτι ἡ προβολὴ ἐν πάσῃ στάσει τὴν αὐτὴν165

5

.

166

ἔχει φύσιν, πῶς οὖν εἶπεν, „ὥσπερ ἐν τῷ ὅρῳ,“ μήτε ἀν‐ τιθετικαῖς μήτε ἀλλαχοῦ ἑτέραν ἐχούσης φύσιν τῆς προ‐ βολῆς, ἀλλὰ πανταχοῦ οὔσης συντόμου ἀποφάσεως τῶν εἰρημένων ἀδικημάτων· καὶ τοῦτο διαφέρει τῆς καταστά‐
5σεως, ὅτι ἡ μὲν κατάστασις κατὰ μέρος διηγεῖται, καὶ πάθη σπουδάζει κινεῖν, καὶ τὰς ἀποδείξεις κατὰ μέρος ἔχει, ἡ δὲ προβολὴ κεφαλαιωσαμένη πάντα τὰ τῆς κα‐ ταστάσεως συντόμως ὁρίζεται τὸ ἀδίκημα· καὶ ἔστι προ‐ βολὴ κυρίως τὸ αἴτιον· ἡ μὲν οὖν φύσις αὐτῆς καθόλου
10αὕτη. πῶς οὖν λέγει, „ὡς ἐν ὅρῳ μεμαθήκαμεν,“ ὡς ἀλλαχοῦ δὲ ἑτέραν αὐτῆς ἐχούσης φύσιν; ἐροῦμεν, ὅτι ἐν αἷς ἤδη στάσεσι διεῖλε μόνος ὁ ὅρος ἔχει τὴν προβο‐ λήν· τὸ οὖν „ὥσπερ ἐν ὅρῳ μεμαθήκαμεν“ ἀντὶ τοῦ „ὡς εἰρήκαμεν.“ ἔστιν μὲν οὖν ὡς πρὸς ἀντιδιαστολὴν τοῦ
15ἐν ἄλλοις ἄλλως εἶναι, καὶ ὅτι τοῦτο οὕτως ἔχει ἐν ταῖς ἄλλαις στάσεσι, λέγει ἡ προβολὴ, καθὼς εἴρηται· τὸ μό‐ ριον τοῦ δικαίου φησὶν μὲν ἁπλῶς κεῖται, κεφάλαιον δὲ οὐδὲν ἁπλῶς προστίθεται, εἰ γὰρ ἡ ἀπόδειξις παντὸς τοῦ προγινομένου πράγματος διὰ τῶν κεφαλαίων ἐστὶν,
20πῶς δύναται ἄνευ ἀποδείξεως εἶναι αὐτὸ ὂν ἀπόδειξις; κἂν δὲ τὸ ἐπαγόμενον εἴπῃ „ἁπλῶς καὶ κατ’ ἀρχὴν,“ καὶ τοῦτο τοῦ αὐτοῦ πταίσματος, οὐδὲ γὰρ ἡ τάξις τῶν κεφαλαίων τὴν φύσιν ἀμείβει, καὶ τὸ μὲν πρῶτον εὐτε‐ λέστερόν ἐστι, τὸ δὲ δεύτερον τῆς κατασκευῆς, ἵνα τὴν
25ἐκβολὴν ἐκεῖ κατασκευάσῃ. Ἐκεῖ δ, ὡς ἄλλως. ἐν‐ ταῦθα ἑαυτὸν ἐξήλεγξεν ὅτι εἰκῆ ταῦτα λέγει· εἰ μὲν γὰρ εἶπεν, ὅτι ἐκεῖ δὲ τοιῶςδε, ἐδείκνυέ τινα ἀδιάφο‐ ρον οὖσαν φύσιν, ἀλλὰ λέγων οὐκ ἄλλως, ἔδειξε τὴν διαφορὰν, ἀλλὰ ἐπήγαγε παράδειγμα, τὴν διαφορὰν μὴ
30δείξας. τίς οὖν ἡ διαφορά; φθάσαντες μὲν εἰρήκαμεν
καὶ νῦν δὲ ἐροῦμεν, ὅτι μεμέρισται τὸ ἀντιληπτικὸν166

5

.

167

κεφάλαιον εἰς δύο, τὸ μὲν πρότερον ἐν παραγραφῇ, τὸ δὲ δεύτερον ἐν ἀποδείξει· τὸ πρότερον οὖν ἐστι τὰ μό‐ ρια τοῦ δικαίου παραγραφῆς ἔχοντα τάξιν, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, οὐδεὶς γὰρ ἀπολογίαν προτείνων
5ἀμφίβολον αὐτὴν προβάλλεται, ἀλλὰ καθολικὴν ἀπόφα‐ σιν· τοῦτο γάρ ἐστιν ἢ τὸ ἀρνεῖσθαι τὸ μὴ εἶναι ὑπεύ‐ θυνον, ἢ λέγειν μὴ ἐγκαλεῖσθαι τὸ πρᾶγμα· τὸ δὲ „οὐ δεῖ ἐπὶ τούτοις κρίνεσθαι“ ἀμφιβολίας ἐχόμενόν ἐστιν, οὐδεὶς δὲ ἀπολογούμενος ἀμφίβολόν τι κατασκευάζει τυγ‐
10χάνειν· τί οὖν ἐροῦμεν; ὅτι ἐνταῦθα οὐχ ὡς ἀπολογού‐ μενος αὐτὸ λέγει, ἀλλ’ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτοὺς ἐπὶ τούτοις κρίνεσθαι, ἵνα ᾖ ἡ μὲν πρό‐ τασις φεύγοντος, „οὐ δεῖ με ἐπὶ τούτοις κρίνεσθαι,“ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, „ἀλλὰ δεῖ,“ ζήτησις δὲ τῶν
15δικαστῶν, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κε‐ κώλυκε νόμος. ἐνταῦθα ὡς παραδείγματα λέγων ἀκρι‐ βείας οὐκ ἔχεται, οὐ γὰρ ἀπὸ νόμου μόνον γίνεται ἡ ἀντίληψις, ἀλλὰ καὶ ἀπὸ φύσεως καὶ τέχνης· τὸ δ’ εἰ‐ πεῖν, „μηδεὶς κεκώλυκε νόμος,“ τὴν ἀπὸ νόμου μόνον
20ἀντίληψιν δηλοῖ· ἔτι δὲ καὶ ἡ ἀπὸ νόμου ἀντίληψις ἐπὶ τὴν ἀπὸ τοῦ νόμου ἐξουσίαν καταφεύγει, οὐκ ἐπὶ τῷ μὴ κεκωλύσθαι, ἀλλὰ δύο εἴδη ἐστὶ τῆς ἐπὶ νόμον, ἢ ὅταν αὐτὸ δὲ λέγωμεν ἐξεῖναι, ἢ ὅταν μὴ κεκωλύσθαι· τὸ γὰρ μὴ κεκωλύσθαι βιαζόμεθα τάξιν ἔχειν τοῦ ἐξεῖ‐
25ναι· τί δήποτε οὖν ἐνταῦθα τέθεικε τὸ παράδειγμα, καὶ οὔτε ἀπὸ φύσεως οὔτε ἀπὸ τέχνης; ἐροῦμεν οὖν ὅτι πανταχοῦ εἷς ἐστιν ὁ κανὼν, ὡς αἱ ἄτεχναι πίστεις τῶν ἐντέχνων εἰσὶν ἰσχυρότεραι· ὁ νόμος οὖν ἄτεχνός ἐστι πίστις, καὶ εἰκότως ἐκ τῶν ἰσχυροτέρων τὰ παραδείγματα
30τίθησι, τί δήποτε οὐ τὴν ἐπὶ νόμον καταφεύγουσαν ἀν‐ τίληψιν τέθεικε τὸ παράδειγμα, ἀλλὰ τὴν μὴ κεκωλυμέ‐ νην, ὥσπερ τὸν τρισαριστέα μοιχὸν ἀποκτείνας; ἐροῦμεν,
ὅτι καὶ ἐπὶ τῆς κατὰ φύσιν ἀντιλήψεως καὶ ἐπὶ τῆς κα‐167

5

.

168

τὰ τέχνην κοινόν ἐστιν ἐνθύμημα τὸ λέγειν, ὅτι οὐ κε‐ κώλυκεν ὁ νόμος τὰ κατὰ φύσιν γίνεσθαι, καὶ οὐ κε‐ κώλυκεν ὁ νόμος τῇ τέχνῃ ἑαυτοῦ ἕκαστον χρῆσθαι· κοι‐ νότερον οὖν ἐστιν ἐνθύμημα καὶ τὸ τοῖς τρισὶν ἁρμόζειν,
5καὶ εἰκότως αὐτὸ ἔταξεν τὸ πρόσωπον οὐκ ἀεὶ δύναται ἐμπίπτειν· ἀλλ’ ὅταν μὲν ᾖ τὸ ἐπιφερόμενον ἔγκλημα μεῖζον τῆς ποιότητος τοῦ κρινομένου προσώπου, τότε ἐμ‐ πεσεῖται, τὴν ἑαυτοῦ ἀσθένειαν προτεινομένου τοῦ κρι‐ νομένου προσώπου, καὶ δεικνύντος τὰ ἁρμόζοντα πρόσω‐
10πα πρὸς τὰς τοιαύτας κατηγορίας· ὅταν δὲ ἀκόλουθον ᾖ τὸ πρόσωπον τῇ ποιότητι τοῦ κρινομένου προσώπου, οὐ δύναται ἐμπεσεῖν· τὸ δὲ παράδειγμα σαφηνίζει αὐτό. Ἀλκιβιάδης τὰ περὶ Σικελίαν ἐν ἐκπώμασι γράψας κρί‐ νεται δημοσίων ἀδικημάτων· ἐνταῦθα οὐ δύναται εἰπεῖν,
15ὅτι οὐ στρατηγῶν εἰσιν οὐδὲ δημαγωγῶν, αἱ τοιαῦται δὲ γραφαὶ καὶ τὰ ἀδικήματα καὶ τὰ ἐγκλήματα τῶν δημοσίων ἀδικημάτων, οἷς μάλιστα ἁρμόζει· εἰδέναι οὖν χρὴ, ὅτι ἐπὶ τούτοις ἐκλείπει· ἁρμόζει δὲ ἀντὶ τοῦ προσώπου τὸ πρᾶγμα εἰσαγαγεῖν καὶ λέγειν,
20„ὅτι ἐφ’ ἑτέρων πραγμάτων αἱ δημόσιαι γραφαὶ, ἐπὶ προδοσίας τριηρῶν, ἐπὶ προδοσίας πόλεων, ἐπὶ τει‐ χῶν κατασκαφῆς, ἐπί τινι τῶν τοιούτων, οὐκ ἐπὶ γρα‐ φῇ καὶ τοῖς εὐτελεστάτοις ἐκπώμασιν·“ ἐκλείπει οὖν τὸ ἀπὸ τοῦ προσώπου, ἀντεισάγεται δὲ τὸ ἀπὸ τοῦ πρά‐
25γματος ὅρῳ. Τὴν φύσιν τοῦ ὅρου φθάσαντες εἰρήκαμεν. Ἐπάγεται οὖν ἀναγκαίως ὁ συλλογισμός· ἐν τοῖς πρὸ τούτου ἱκανὰ περὶ τούτου διελέχθημεν, ὅτι οὐκ ἔστιν ὁ συλλογισμὸς ἴδιον κεφάλαιον, ἀλλὰ συμ‐ πέρασμα τοῦ ἀνθορισμοῦ, καὶ ἔφαμεν, ὅτι ὁ τεχνικὸς
30πολλάκις συλλογισμὸν ὠνόμασεν ἀντὶ ἀνθορισμοῦ εἰδὼς, ὅτι ταὐτόν ἐστιν· εἰ δέ τις ζητήσειεν, διατί μὴ τὸν ἀν‐ θορισμὸν μᾶλλον εἶπεν, ἐροῦμεν, ὅτι τὰ κεφάλαια πρὸς
ἀπόδειξεν σπεύδει· τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις168

5

.

169

ἔχει· εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθο‐ ρισμοῦ, εἰκότως κυριώτερόν ἐστι πρὸς τὴν κλῆσιν. Ἐπιχειρήσει δηλαδ· οἷον ἐπὶ τοῦ παραδείγμα‐ τος ἐρεῖ, οἷον ὁ ὀφθαλμὸν πηρώσας οὐχ ὅτι μὴ καὶ
5χεῖρα ἐπήρωσεν, διὰ τοῦτο ἀθῷός ἐστιν, ἀδικήματα γὰρ ἀμφότερα, ἀνάγκη δὲ ἅπαντα ταῦτα ἀδικήματα ποιεῖν, καὶ τὰ τοιαῦτα ἐρεῖ πλείονα παραδείγματα· τὸ „ἐπιχει‐ ρήσει“ οὖν ἐνθυμήματα παραδειγμάτων εἰς ἀπόδειξιν συντεινόντων ἐρεῖ.
10 Ἡ ἀντίθεσις ἐπὶ τούτοις ἀντιστατικὴ γί‐ νεται· ἐχρῆν τεχνολογοῦντας μὴ τὴν τοῦ παραδείγμα‐ τος φύσιν, ἀλλὰ τὴν τοῦ κεφαλαίου εἰπεῖν· ἐπὶ μὲν γὰρ τοῦ ζωγράφου ἀντιστατική ἐστιν λέγοντος τοῦ ζωγρά‐ φου, ὅτι παραινέσαι τοῖς παρὰ καιρὸν πλέουσιν ζητῶν·
15ἐπὶ δὲ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀποκτείναντος ἀν‐ τεγκληματική· ἑνὶ δὲ λόγῳ ἢ ἀντεγκληματικὴ ἢ ἀντι‐ στατικὴ μόνον εὑρίσκεται, μεταστατικὴ δὲ οὐδέποτε οὐδὲ συγγνωμονική· ἐναντίαν γὰρ ἔχει φύσιν ἡ συγγνώμη τῇ ἀντιλήψει, οὐδεὶς γὰρ ἐφ’ οἷς ἐξουσίαν προτείνεται, συγ‐
20γνώμην αἰτεῖ· τὸ μὲν γὰρ συγγνώμην αἰτῆσαι καὶ ὁμο‐ λογῆσαί ἐστιν ἀδίκημα, καὶ ἐλέους δεῖσθαι, τὸ δὲ ἐξου‐ σίαν προτείνεσθαι οὐδέτερον τούτων ἔχει· ἰστέον δὲ, ὅτι τὸ κεφάλαιον τοῦτο οὐκ ἀεὶ ἐμπίπτει, ἀλλ’ ἔστιν ὅτε ἐκλείπει· ἐκλείπει δὲ, ὅτε ὁ ὅρος ἀκριβῶς ἰσχύει, ὡς ἐπὶ
25τοῦ Ἀλκιβιάδου τοῦ γράψαντος τὰ περὶ Σικελίαν, ἢ τοῦ κομίσαντος ταῖς δέσεσιν· ὅτι γὰρ ἀντιστατικὴ ἐμπίπτει, εἰ καὶ κατὰ φύσιν ἔχει τὸ δύνασθαι εἰπεῖν, ὅτι ἵνα μά‐ θητε μὴ ἀκαίρως ἐπιχειρεῖν μείζοσι πράγμασιν· αὐτὸς γὰρ ἦν ὁ πείσας αὐτοὺς ἐπὶ Σικελίαν στρατεύεσθαι·
30οὔτε ἀντεγκληματικὴ, ὅτι ἄξιοί ἐστε τοῦ ὀνειδίζεσθαι·169

5

.

170

ἐκλείψει οὖν τὸ κεφάλαιον πάντως· καὶ ἢ ἐκλείψει καὶ ἡ ἑτέρα μετάληψις· ἡ γὰρ ἑτέρα μετάληψις λέγει, ὅτι ἄλλως ἐχρῆν· ἂν μὲν ἀντεγκληματικὴ ᾖ, ὡς ἐπὶ τοῦ τρισαριστέως τοῦ ἐν μοιχείᾳ ἀνῃρημένου λέγει, ὅτι ἄλ‐
5λως ἐχρῆν αὐτὸν τιμωρεῖσθαι, προσαγαγόντα τῷ δήμῳ, ταῖς ἀρχαῖς, διελέγχοντα ἀνάξιον ὄντα φιλανθρωπίας· ἐπὶ δὲ τοῦ ζωγράφου τοῦ λέγοντος, ἵνα νουθετήσω μὴ παρὰ καιρὸν πλεῖν, καὶ εὐεργετήσω τοὺς ἐμπόρους, ἔχει χώραν τὸ εἰπεῖν, ὅτι λόγοις ἐχρῆν νουθετεῖν καὶ ἐπι‐
10πλήττειν καὶ μέμφεσθαι· μὴ ἐμπεσούσης οὖν μηδεμιᾶς τοιαύτης ἀντιθέσεως οὐκ ἂν ἔχοι οὐδὲ ἡ μετάληψις χώ‐ ραν· ἐκλείπει οὖν καὶ αὕτη, εἰ ἐκλείψει ἡ ἀντίθεσις· ἀναγκαίως οὖν καὶ τὸ τρίτον ἡ ἀντίληψις ἐκλείψει, ταῦ‐ τα γὰρ πάντα τὴν γένεσιν ἀπὸ τῆς ἀντιθετικῆς ἔχουσιν
15ἀντιθέσεως, μὴ ἐμπεσούσης δὲ αὐτῆς οὐκ ἐμπεσεῖται ἡ μετάληψις, αὕτη γὰρ αὐτῆς ἐστιν ἡ λύσις, ἀναγκαίως τῆς μεταλήψεως μὴ ἐμπεσούσης οὐδὲ ἀντίληψις, ἥτις ἐστὶ τῆς ἀντιλήψεως λύσις. Περὶ δὲ τῆς τάξεως, πῶς τῆς φύσεως ἀπαιτούσης πρώτην τὴν ἀντίληψιν εἶναι δεῖ
20καὶ οὕτως τὴν μετάληψιν, ἐφθάσαμεν καὶ ἐν ὅρῳ εἰ‐ πόντες, καὶ νῦν δὲ ταὐτὸν ἐροῦμεν, ὅτι ἡ μετάληψις ἐνταῦθα πρὸς τὴν ἀντιθετικὴν γενομένη τὴν φύσιν αὐ‐ τῇ τῆς ἀντιλήψεως δωρεῖται, καὶ ἔστιν ἡ μετάληψις ὥσπερ ἀντίληψις. Τὸ οὖν λέγειν, ὅτι ἡ δευτέρα ἀντίληψις οὐ
25πρὸς τὴν πρώτην, λέγει τὸ κεφάλαιον· οὐ πρὸς ἐκεῖνο οὖν ἐστιν, καὶ γὰρ τὰ μόρια τοῦ δικαίου ἀντίληψίς ἐστι, καὶ ἐχρῆν εἰπεῖν „ἡ τρίτη·“ ἐνταῦθα οὖν ὁ τεχνικὸς τὴν φύσιν δείκνυσι τοῦ κεφαλαίου, ὅτι πρώτην ὥσπερ ἀντίληψιν οἶδε τὴν ἀντίθεσιν, καὶ τοῦτο λέγει „ἡ δευ‐
30τέρα,“ ὥστε τετμημένης αὐτῆς εἰς δύο οὐ πρὸς αὐτὴν170

5

.

171

ἀντίληψιν λέγει „ἡ δευτέρα ἀντίληψις,“ ἀλλ’ ὡς πρὸς τὴν φύσιν τοῦ κεφαλαίου. Ἡ θέσις οὐκ ἔστι κεφάλαιον, ἀλλ’ ἐνθύμημα· θέσις γάρ ἐστιν ἔπαινός τινος πραχθέν‐ τος. τρόποι ἀντιλήψεως δὲ πλείονες, εἴδη γὰρ αὐτὰ
5οὐκ ἂν εἴποιμεν, εἰ γὰρ πᾶν εἶδος διάφορον ἔχει τὴν δι‐ αίρεσιν, ταῦτα δὲ οὐκ ἔχει διαφορὰν, ἀλλὰ τοῖς αὐτοῖς κεφαλαίοις καὶ τῇ αὐτῇ τάξει χρῆται, πῶς ἂν εἴη εἶ‐ δος, ὅπου ἐν στοχασμῷ καὶ ἐν ὅρῳ τὰ εἴδη τὴν διαίρε‐ σιν ἐναλλάττει· καὶ δύο μὲν ὁ τεχνικὸς αὐτὸς λέγει, τήν
10τε ἀφ’ ὧν αὐτὸς ἐποίησεν· ἐστὶν ὁ Ἀλκιβιάδης ὁ κρι‐ νόμενος ἐπὶ τοῖς ἐκπώμασιν, ἡ δὲ ἐκ περιστάσεως, ὁ ῥή‐ τωρ ὁ κρινόμενος ἐπὶ τῷ εἰπεῖν νήσου ἐγκώμιον πολλῶν μεταστάντων· ἐνταῦθα γὰρ διὰ τόπον ἄλλους μεταστῆναι ἡ κρίσις γέγονεν. ἕτεραι δύο· ἡ μὲν κατὰ
15συμπλοκὴν, ἡ δὲ κατὰ διαίρεσιν· καὶ κατὰ συμπλοκὴν μὲν ἡ μὴ δυναμένη κατὰ ἀναίρεσιν κρίσιν ἐκδέξασθαι, κατὰ διαίρεσιν δὲ ἥτις καὶ ἰδίᾳ διαιρουμένη δύναται κρίσιν ἐκδέξασθαι· κατὰ συμπλοκὴν μὲν οὖν αὕτη· ταῖς πάντων γνώμαις ἀντιλέγει τις, καὶ αὐτὸς οὐδὲν λέγει· εἰ
20δὲ κρίνεται δημοσίᾳ ἐνταῦθα, ἐὰν διέλῃς καὶ εἴπῃς, „ὅτι ταῖς πάντων γνώμαις ἀντιλέγει τίς,“ ἢ τὸ ἕτερον οὐ δύ‐ ναται κρίσιν ἐπιδέχεσθαι· ἐὰν δὲ συμπλέξῃς αὐτὸ καὶ εἴπῃς, τότε κρίσιν ἐπιδέχεται, ὅτι οὔτε αὐτὸς λέγει οὐ‐ δὲν καὶ τὰ τῶν ἄλλων ἀνατρέπει· κατὰ διαίρεσιν δὲ,
25οἷον πολλάς τις γαμῶν γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας κρίνεται κακοῦ βίου· ἐνταῦθα καὶ ἐν διαιρέσει δύναται κρίσιν ἐκδέξασθαι, εἰ λέγοιμεν, πολλάς τις γα‐ μῶν γυναῖκας, καὶ τοῦτο γὰρ ὑπόνοιαν ἔχει κακοῦ βίου. καὶ τὸ ἐναντίον πάλιν, πολλούς τις τιθέμενος παῖδας,
30καὶ ταῦτα μὲν ὁ τεχνικὸς οἶδεν. Εἰσὶ δὲ καὶ ἕτερα ἀν‐171

5

.

172

τιλήψεως εἴδη, ἓν μὲν ὅταν ἐξουσίαν οὐκ εἰς ἑαυτὸν ἀλλ’ εἰς ἕτερον ἀναγάγῃ, καὶ σπανία ἡ τοιαύτη ἀντί‐ ληψις· πάσης γὰρ ἀντιλήψεως σχεδὸν οἰκεῖον τὸ τὴν ἐξου‐ σίαν εἰς ἑαυτὸν ἀνάγειν. παράδειγμα ταύτης· ἡ τοῦ πέ‐
5νητος θυγάτηρ, καὶ ὁ τοῦ πλουσίου υἱὸς ἐγένοντο ὑπὸ λῃσταῖς, ἀπελθὼν ὁ πλούσιος ἀμφοτέρους ἐλύσατο· μετὰ ταῦτα λυσαμένῳ δὲ ὀνειδίζει αὐτῷ, τὸ διὰ τὴν μη‐ τρυιὰν καταφρονεῖν τῆς θυγατρὸς καὶ ἀνέκδοτον ἔχειν· ἔστιν καὶ ἕτερον εἶδος, ἐν ᾧ οὗτος μηδὲν εὐεργετήσας
10τὸν μὴ εὐεργετήσαντα κρίνει ἀχαριστίας, ὡς ἐπὶ τούτου· δύο ἀδελφῶν ὁ μὲν πένης ἦν, ὁ δὲ πλούσιος· ὁ πλούσιος τὴν θυγατέρα ἑαυτοῦ δέδωκεν τῷ πένητι γαμετὴν, πολὺ τῆς οὐσίας διδοὺς, ἀσώτου ὄντος τοῦ υἱοῦ· γέγονεν αὐ‐ τῷ θυγάτηρ, καὶ ἀξιῶν αὐτὴν λαβεῖν ὁ παῖς, καὶ οὐ δί‐
15δωσι καὶ κρίνει αὐτὴν ἀχαριστίας· καὶ οὗτοι μὲν οἱ τρό‐ ποι τῶν ἀντιλήψεων πάντες καινοτομηθέντες, πλὴν δύο τῶν προτέρων. Εἰσὶ δὲ τῶν ἀντιλήψεων αἱ μὲν διπλαῖ, αἱ δὲ τριπλαῖ, αἱ δὲ τετραπλαῖ, ὧν τὰ παραδείγματα τί‐ θησιν ὁ τεχνικός· ἓν τοίνυν ταύταις ἴδιον κεφάλαιόν
20ἐστι· τοῦτο δὲ οὐκ ἔστι κεφάλαιον, ἀλλ’ ἐνθύμημα κε‐ φαλαίου· καὶ γὰρ τὰ μόρια τοῦ δικαίου καὶ τὸ πρόσω‐ πον ὀνόματι μόνον διαλλάττουσι παραγραφικὰ ὄντα· ὅταν γὰρ λέγῃ, ὅτι οὐ δεῖ με ἰδιώτην ὄντα δημοσίᾳ κρίνεσθαι, παραγραφικοῦ μὲν ἔχει φύσιν, ὀνόματι δὲ
25μόνον διαφέρει· καὶ τοῦτο οὖν λέγει ἐφεξῆς· τὸ ἐφ’ οἷς ἕτεροι πεποιήκασιν ἐνθύμημά ἐστι τοῦ προσώπου παρα‐ γραφικοῦ, ὥστε οὔτε περιττὸν ἔχειν κεφάλαιον, ἀλλὰ ταὐτόν ἐστιν ἐνθυμηματικὸν διαλλάττον· καὶ ταῦτα μὲν περὶ ἀντιλήψεως. Τὰ δὲ κεφάλαια αὐτῆς εἰς ἀμφότερα
30τὰ μέρη τοῦτον τὸν τρόπον μερίζονται· ἡ προβολὴ τοῦ
κατηγόρου, μόρια δικαίου τοῦ φεύγοντος, καὶ γὰρ παρα‐172

5

.

173

γραφικοῦ τάξιν ἔχει, αἰτιωμένου τὴν κρίσιν, οἷον ἐφ’ οἷς ἢ φύσις ἢ νόμος ἢ τέχνη δίδωσι, κρίνεται τὸ πρόσωπον ὁμοίως τοῦ φεύγοντος, τὸ ὁμοίως παραγραφικὸν τυγχά‐ νον· τὰ μὲν γὰρ μόρια τοῦ δικαίου ὥσπερ ὁδὸς εἰς τὸ
5αἰτιάσασθαι τὸν ἀγῶνα· ἔτι δὲ τὸ πρόσωπον ἀκριβῶς αἰτιᾶται, ὅτι οὐ δεῖ με ἰδιώτην ὄντα ἐπὶ τούτοις κρίνε‐ σθαι· ὁ ὅρος τοῦ φεύγοντος ὁριζομένου, ὅτι εἰ καὶ δεῖ με κρίνεσθαι μετὰ τὸ παραγραφικὸν, ἀλλ’ οὐκ ἐπὶ τούτοις, οὐ γὰρ τοιοῦτό τί ἐστιν ὁ ἀνθορισμὸς, ὁ
10συλλογισμὸς τοῦ κατηγόρου, ἡ γνώμη τοῦ νομοθέτου, ἐὰν ἢ ἀπὸ νόμου ἢ ἔθους ἡ ἀντίληψις ἐμπίπτῃ· ἐὰν δὲ ἢ τέχνης ἢ φύσεως, οὐκ ἐμπίπτει· ἐὰν δὲ μὴ πέσῃ, κοινὴ ἀμφοτέρων ἐστίν· ἡ πηλικότης κοινὴ ἀμφοτέρων ἐστὶν, τὸ πρός τι τοῦ κατηγόρου· ἡ μία τῶν ἀντιθετικῶν τοῦ
15φεύγοντός ἐστι λέγοντος ἔτι, εἰ ἐπὶ νουθεσίᾳ τοῦτο ἐγέ‐ νετο, ὡς ὁ ζωγράφος ὁ τὰ ναυάγια γράφων· ἡ συγγνω‐ μονικὴ, ὡς ὁ γελάσας Ἀλκιβιάδης τοῦ Κλέωνος ἐπαγγει‐ λαμένου τὰ περὶ Πύλον· ἡ μετάληψις τοῦ διώκοντος λέ‐ γοντος, ἄλλως ἐχρῆν νουθετεῖν, διδάσκειν λόγους, ἐὰν
20δὲ ᾖ συγγνωμονικὴ, ἐπὶ ἑτέροις ἐχρῆν, πρὸς ἣν ἡ ἀντί‐ ληψις, ἡ ποιότης, οἱ ἐπίλογοί εἰσιν.
21
22tΠερὶ ἀντιθετικῶν.
23 Τὰς ἀντιθετικὰς ὁ μὲν Μινουκιανὸς καὶ πολλοὶ τῶν τεχνικῶν διῃρημένως ἐμελέτησαν, καὶ τάξιν ταύτην
25ἔταξαν· ὁ μὲν Μινουκιανὸς ἀντίστασιν πρώτην, εἶτα με‐ τάστασιν, εἶτα ἀντέγκλημα, εἶτα καὶ συγγνώμην διὰ ταύτην τὴν αἰτίαν· τὴν μὲν ἀντίστασιν πρώτην, ὡς εὐ‐ πρεπέστερον καὶ πιθανώτερον ἔχουσαν πρὸς ἀπολογίαν
τὸ προτεινόμενον· ἱκανὸν γὰρ πρὸς τὸ πεῖσαι τὸν ἀκρο‐173

5

.

174

ατὴν τὸ ἀντὶ βλάβους τινὸς εὐεργεσίαν δεῖξαι· τὴν δὲ μετάστασιν δίδωσι τὸ ἢ τιμωρίαν παρέχον ἢ τὸ αἴτιον· τὸ δὲ ἀντέγκλημα ἀκόλουθον ὂν τῇ μεταστάσει, καὶ γὰρ δυνάμει αὐτὸ τὸ ἀντέγκλημα μετάστασίς ἐστιν· διαφέρει
5δὲ, ὅτι ἡ μὲν μετάστασις ἐπὶ ἕτερα μεταφέρει, τὸ δὲ εἰς αὐτὸν τὸν πεπονθότα, τελευταίαν δὲ πασῶν τῶν ἀντιθε‐ τικῶν τὴν συγγνώμην, ἀσθενεστέραν οὖσαν καὶ ὁμολο‐ γούμενον ἔχουσαν τὸ ἀδίκημα καὶ ἐλέου δεομένην· ἄλλος δὲ οὕτως διεῖλεν ἀντίστασιν μὲν καὶ ἀντέγκλημα· ἐφεξῆς
10δὲ μετάστασιν καὶ συγγνώμην, τούτῳ τῷ λόγῳ, ὅτι ἐν ἀντιστάσει καὶ ἀντεγκλήματι ὁμολογεῖ ὁ φεύγων παρ’ αὐτοῦ τὸ γεγενημένον, ἐν ἀμφοτέροις γὰρ οὔτε βεβιά‐ σθαι λέγει, οὔτε ἄλλο τι, ἀλλ’ ἢ ἐπ’ ἐξουσίαν, ἢ ἀξίου ὄντος τοῦ πεπονθότος πεπονθέναι, ἐν δὲ μεταστάσει καὶ
15συγγνώμῃ ἀκούσιον αὐτὸ εἶναι λέγει· ἐφεξῆς οὖν διεῖλον ταύτας τὰς στάσεις ὡς κοινωνίαν πλείστην ἐχούσας. Ὁ δὲ Ἑρμαγόρας ἀνέστρεψε τὴν τάξιν, καὶ τὴν μὲν συγ‐ γνώμην πρώτην πάντων μελετᾷ, τούτῳ τῷ λόγῳ λέγων, ὅτι ἐν ταύταις μόναις ταῖς στάσεσιν ὁμολογεῖ ὁ φεύγων
20ἠδικηκέναι. δεῖ οὖν ὁμολογουμένου ἀδικήματος ὄντος πρῶτον καταφεύγειν ἐπὶ συγγνώμην καὶ δευτέραν τὴν ἀντίστασιν ἐπὶ εὐεργεσίαν χωροῦσαν· ἐπ’ αὐτὴν δὲ τὴν μετάστασιν ἐφ’ ἕτερον ἄγουσαν τὴν αἰτίαν· καὶ τελευ‐ ταῖον τὸ ἀντέγκλημα ἀναίσχυντον ὄν· ἐπὶ γὰρ ὁμολο‐
25γουμένῳ κακῷ εἰπεῖν ἄξιον εἶναι παθεῖν ταῦτα δυσχε‐ ρὲς καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀκροατήν. Λολλιανὸς δὲ οὔτε ἐν τῇ διαιρέσει, οὔτε ἐν τῷ ὀνόματι τῶν στάσεων διεῖλεν, ἀλλὰ μίαν εἶναι καλεῖ τὴν ἀντιθετικὴν στάσιν· ὁ μέν τοι Ἑρμογένης τοῖς ἀμφοτέροις κέχρηται, καὶ ὑφ’
30ἓν μὲν αὐτὰς διαιρεῖ ἅτε μίαν οὖσαν καὶ τοῖς αὐτοῖς κεφαλαίοις, ὃ οἱ ἕτεροι οὐ ποιοῦσιν· καθ’ ἑκάστην γὰρ διαφοράν τινα τάττουσιν, ἐν δὲ τῇ μεθόδῳ διαιρεῖ, καὶ
ἰδίᾳ ἑκάστην ποιεῖ, ἵνα δείξῃ, ὅτι τὰ ἀμφοτέρων ποιεῖ,174

5

.

175

καὶ ὡς μίαν αὐτὴν στέργειν, καὶ ὡς διαφόρους τὸ ὄνομα καὶ τὴν διαφορὰν τάττει ἑκάστης. Ἐζήτηται δὲ, τίνος χάριν ἐφεξῆς τῆς ἀντιλήψεως αὐτὰς ἔταξεν· λέγομεν, ὅτι τῆς δικαιολογίας εἰς πέντε διῃρημένης, εἴς τε ἀντί‐
5ληψιν καὶ τὰς τέσσαρας ἀντιθετικὰς, ἅπαξ διαλαβὼν περὶ τῆς ἀντιλήψεως ἀνάγκην ἔσχε πληρῶσαι τὴν δι‐ καιολογίαν, καὶ τὰς ἀντιθετικὰς ἐπαγαγεῖν, ἐν δὲ τῷ περὶ τῆς πραγματικῆς λόγῳ ἐροῦμεν, διότι τῆς δικαιο‐ λογίας ἡ πραγματικὴ οὐ προτέτακται· ἡ προβολὴ παν‐
10ταχοῦ τὴν αὐτὴν ἔχει φύσιν, καθὼς ἐν ὅρῳ προειρή‐ καμεν. Ὅρῳ ἔστιν ὅτε· τότε ἐμπίπτει ὁ ὅρος, ὅταν τὸ ὄνομα τῆς γραφῆς μὴ ἀκόλουθον ᾖ τῷ ἐγκλήματι· ἐὰν δὲ ἀκόλουθον ᾖ, οὐκ ἐμπεσεῖται· καὶ ὅταν διάφορα πρά‐
15γματα ὑπὸ τὸ αὐτὸ ἀνάγηται ὄνομα· ἐπὶ μὲν γὰρ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὰ τείχη καὶ κρινομένου δη‐ μοσίων ἀδικημάτων, ἐμπεσεῖται, οὐ γὰρ μόνον τὸ τεῖ‐ χος ἀνελεῖν ἐστιν δημόσιον ἀδίκημα, ἀλλὰ καὶ τὸ ναῦς προδοῦναι, καὶ πόλιν ἀπολέσαι συμμαχίδα, τὸ ἡττηθῆ‐
20ναι ἐν στρατοπέδῳ καὶ πολλὰ ἕτερα, οὐκ ἔστιν οὖν ἀκό‐ λουθον τὸ ὄνομα τῷ ἐγκλήματι· ἐπὶ δὲ τοῦ ἀριστέως τοῦ τὸν υἱὸν πορνεύοντα ἀποσφάξαντος καὶ κρινομένου φόνου οὐκ ἐμπεσεῖται, οὐ γὰρ οἷόν τέ ἐστιν εἰπεῖν „οὐ τοῦτο φόνος·“ μὴ ἐμπεσόντος δὲ τοῦ ὅρου καὶ τὰ ἀκό‐
25λουθα τῷ ὅρῳ, καθὼς ὁ τεχνικός φησιν, ἐμπεσεῖται. Ἐστὶ δὲ κατὰ Μινουκιανὸν ἀνθορισμὸς καὶ συλλογισμός· μέχρι γὰρ τούτου, ὅταν τάττωσιν ὅρον, ἵσταται τούτῳ τῷ λόγῳ, ὅτι τὸν ἅπαξ συλλογισάμενον καὶ εἰς ταὐτὸν ἐνεγκόντα τήν τε τοῦ φεύγοντος πρότασιν καὶ τὴν ἑαυ‐
30τοῦ περιττὸν ἕτερον τιθέναι· ὁ δὲ Ἑρμογένης ὅταν εἴπῃ „καὶ τοῖς ἑπομένοισ“ βούλεται καὶ τὴν πηλικότητα τί‐
θεσθαι, καθὼς ἐν ἀντιλήψει εἰρήκαμεν.175

5

.

176

Καὶ τοῖς ἑπομένοις τῷ ὅρ, τούτῳ τῷ λόγῳ χρώμενος, ὅτι οὐ μόνον ἀποδείξεως ἀλλὰ καὶ δεινώσεως χρεία· ὁ μὲν οὖν ἀνθορισμὸς καὶ συλλογισμὸς τὴν ἀπό‐ δειξιν κατασκευάζει, τὸ δὲ πρός τι καὶ ἡ πηλικότης τὸ
5μέγεθος τοῦ ἀδικήματος, ὅ ἐστι τῆς δεινώσεως· ὁ οὖν Μινουκιανὸς οὐκ ἀνεχόμενος ἐκβῆναι τοῦ ἀγῶνος τὸν σκο‐ πὸν, ὅ ἐστιν ἀπόδειξιν, ἀφ’ οὗ συναγάγῃ τῷ συλλογισμῷ τήν τε τοῦ διώκοντος πρότασιν καὶ τὴν τοῦ φεύγοντος, οὐδὲν ἕτερον προστίθησιν· ὁ δὲ Ἑρμογένης ὅταν εἴπῃ
10„καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ“ καὶ τὸ πρός τι καὶ τὴν πη‐ λικότητα προςτίθησιν, ἵνα μετὰ τὴν ἀπόδειξιν καὶ ὄγκον ἐμποιήσῃ τῷ πράγματι. Διανοί· ἡ διάνοια τοῦ φεύγοντός ἐστι στοχαστι‐ κῶς ἐξεταζομένη· λέγει γὰρ δεῖν ζητῆσαι τὴν διάνοιαν,
15ὅτι οὐκ ἐπὶ πονηρίᾳ τόδε τι πεποίηκα, τὸ καθελεῖν τὰ τείχη, ἢ τὸ τὰ ἀπόῤῥητα ἐξειπεῖν τὴν γυναῖκα, καὶ εὐθὺς ἕπεται „αὕτη ἡ ἀντίθεσίς ἐστιν ἔστιν ὅτε“, ὡς ὁ τεχνι‐ κός φησιν, „ὁμώνυμος τῇ στάσει τοῦ ζητήματοσ“· πάλιν διάνοια αὕτη κοινή ἐστιν ἀμφοτέρων· τοῦ μὲν φεύγοντος
20ἐπαινοῦντος τὴν διάνοιαν, ἐφ’ ᾗ ἐποίησεν· τοῦ δὲ κατη‐ γόρου κακίζοντος. Μεταλήψει. τοῦ κατηγόρου αὕτη· ὅταν γὰρ ἐπαι‐ νέσῃ ὁ φεύγων τὸ γεγενημένον, ἢ ὡς χρηστὸν, ἢ ὡς ἄξιον συγγνώμης, ἢ ὡς ἀξίου παθεῖν τοῦ πεπονθότος, ἢ ὡς
25οὐκ αὐτὸς ποιήσας, τῇ μεταλήψει χρήσεται ὁ διώκων, ἐπὶ μὲν ἀντιστάσεως λέγων, ὅτι ἄλλο ἐχρῆν δημοσιεῦσαι, ἀνενεγκεῖν τῷ δήμῳ, μὴ αὐτεξουσίως πρᾶξαι, ἐπὶ δὲ ἀν‐ τεγκλήματος ἐπὶ τὸ μετριώτερον ἐπάγει, ὅτι σωφρονίζειν, τύπτειν, ὑβρίζειν, ἀποκηρύττειν· ἐπὶ δὲ μεταστάσεως, δια‐
30μαρτύρεσθαι, ἐλέγχειν· ἐπὶ δὲ συγγνώμης ἐπὶ τὸ ἀναγ‐
καῖον, ὅτι καταψεύσασθαι, ἢ ἄλλο τι ποιῆσαι ἐχρῆν, μὴ176

5

.

177

τοῦτο· μεταλήψεως δὲ ἐμπεσούσης ἀνάγκη καὶ ἀντίληψιν ἐγγίγνεσθαι, ἥτις σπανίως ἐμπίπτει· ἐπὶ μὲν γὰρ ἀντι‐ στάσεως καλῶς καὶ ἀκολούθως ἐμπίπτει, καὶ ἀντεγκλη‐ ματικῆς δὲ ἐνίοτε· ἐπὶ δὲ συγγνωμονικῆς οὐ σφόδρα,
5ἀλλ’ ἢ παντελῶς ἐκλείπει, ἢ κἂν τίθηται, οὐχ ὡς ἀντί‐ ληψις τίθεται, ἀλλὰ θετικῶς ἐξετάζεται λέγοντος τοῦ φεύγοντος, ὅτι κακὸν τὸ τῇ ἀνάγκῃ παραχωρεῖν, καὶ ἐν μὲν τῇ καταριθμήσει τῶν κεφαλαίων ἕως τούτου ἔστη ὁ τεχνικὸς, ἐν δὲ τῇ διαιρέσει ἕτερα προςτίθησι, καὶ ὃ μὲν
10προςτίθησι ταῦτά ἐστιν, τὸ πρός τι καὶ ὁ βίαιος ὅρος καὶ ἡ θέσις καὶ ἡ ἑτέρα μετάληψις. Ἐζήτηται οὖν, τί δήποτε τὰ μὲν κεφάλαια προτείνων μέχρι τῶν εἰρημένων ἔστη· ἐν δὲ τῇ διαιρέσει καὶ ταῦτα προσέθηκεν· οἱ μὲν οὖν φασιν, ὅτι σφάλμα γραφικὸν γέγονεν· καὶ γὰρ ἢν
15ἐφεξῆς καὶ συνέβη αὐτὰ παρεαθῆναι· οἱ δὲ λέγουσιν, ὅτι οὐχ ὡς κεφάλαια αὐτὰ ἀλλ’ ὡς ἐνθυμήματα λέγει· οἱ δὲ λέγουσιν, ὅτι ὡς κοινὸν τὰ τῶν προειρημένων οὐκ ἔταξεν ἐν τοῖς κεφαλαίοις, ὅτι γὰρ βίαιος ὁ ὅρος, ὅρῳ ταὐτόν ἐστι, καὶ ἡ διάνοια τῇ προειλημμένῃ διανοίᾳ καὶ ἡ θέσις
20τῷ ἀντιληπτικῷ· ἡ μετάληψις τῆς προειρημένης μεταλή‐ ψεως· εἴπομεν δὲ καὶ ἡμεῖς τὴν αὐτῶν τάξιν· τὸ μὲν πρός τι κοινόν ἐστιν ἀμφοτέρων, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος, τοῦ μὲν μεῖζον δεικνύντος τὸ εὐεργέτη‐ μα τῆς βλάβης ἐπὶ τῆς ἀντιστάσεως· ἐπὶ δὲ τοῦ ἀντεγ‐
25κλήματος μεῖζον τὸ ἁμάρτημα τῆς τιμωρίας· ἐπὶ δὲ τῆς μεταστάσεως καὶ τῆς συγγνώμης μείζονα τὴν ἀνάγκην τοῦ γεγενημένου τοῦ διώκοντος· τοῦ μὲν μείζονα λέγον‐ τος τὴν βλάβην τῆς εὐεργεσίας ἐπὶ τῆς ἀντιστάσεως· ἐπὶ δὲ τοῦ ἀντεγκλήματος μείζονα τὴν τιμωρίαν τοῦ ἁμαρ‐
30τήματος· ἐπὶ δὲ τῆς μεταστάσεως καὶ τῆς συγγνώμης
μεῖζον τῆς ἀνάγκης τὸ γεγενημένον, καὶ ἁπλῶς πάντα177

5

.

178

τὰ ἐναντία· ὁ βίαιος ὅρος τοῦ κατηγόρου ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, οὐκ ἐμπίπτει δὲ εἰ μὴ ἐναντιώσει· ὁ γὰρ Μι‐ νουκιανὸς ἐν τῇ διαιρέσει ἐν ἀντιστάσει καὶ μόνον ἔταξε βιαζομένου τοῦ κατηγόρου καὶ λέγοντος, μηδὲ ὅλως εὐεργεσίαν
5εἶναι τοῦτο, ἀλλ’ ἀπώλειαν παντελῆ, ἐμπεσεῖται δὲ τῷ φεύ‐ γοντι λέγοντι μήδ’ ἡντιναοῦν βλάβην εἶναι τοῦτο, ἀλλὰ σωτη‐ ρίαν, ἐν δὲ ταῖς ἄλλαις οὐκ ἐμπεσεῖται. ἡ θέσις ἀκόλου‐ θός ἐστι τῷ βιαίῳ ὅρῳ, τοῦ μὲν ἐπαινοῦντος, τοῦ δὲ ψέ‐ γοντος· ἐμπεσόντος δὲ βιαίου ὅρου καὶ αὐτὴ ἐμπεσεῖται ἡ
10μετάληψις τοῦ κατηγόρου· ἔστι δὲ τοῦ λέγοντος, ὅτι ἄλ‐ λως ἐχρῆν· ἕπεται οὖν αὐτὴ ἀντίληψις, ἐπὶ μὲν ἀντι‐ στάσεως καὶ ἀντεγκλήματος χώραν ἔχουσα, ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι, ἀλλ’ ὅσον μὴ τὴν φύσιν ἐκπεσεῖν τῆς με‐ ταλήψεως· ἢ ἀνάγκη πάντως ἐμπεσεῖν ἀντίληψιν, ἐνθύ‐
15μημα μόνον ἔχουσαν. καὶ αὕτη μὲν ἡ τῶν κεφαλαίων διαίρεσις· ἴδωμεν δὲ καὶ κατὰ ῥητὸν τοῦ τεχνικοῦ· „ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται“. τοῦτο σφόδρα κακῶς, ὅταν γὰρ ἐπὶ πολὺ ἤ τινα τῶν μειζόνων ἀνατίθησιν, οὐ δύναται τοπικὴ γίνεσθαι, οὐδὲ
20καταδρομὴν ἔχειν, ἀλλ’ ὡς κατὰ πόρνου διαιρῶν ζήτημα· εὗρεν τὴν ἀντίθεσιν τοπικὴν ποιῆσαι. Ἐρεῖ δέ τι καὶ ἀντιστατικόν· καθόλου δεῖ γνῶναι, ὅτι αἱ ἀντιθετικαὶ δι’ ἀλλήλων μελετῶνται, καὶ ὅτι τιθεῖσα τὴν ἀντίθεσιν τὴν ὁμώνυμον τῇ στάσει καὶ
25τῶν ἄλλων ἐνθύμημα τίθησιν· ἐπειράθησαν δέ τινες τῶν ἐπιγραψαμένων τέχνην ῥητορικὴν καὶ εἴδη τινὰ εἰ‐ πεῖν, καὶ ὁ μὲν Ἑρμογένης μόνον εἴδη, τὰ δὲ τῶν ἀντι‐ θετικῶν δημόσιον, ἰδιωτικὸν, μικτόν· δημόσιον μὲν, ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὸ τεῖχος, ἰδιωτικὸν
30δὲ, ὡς ἐπὶ τοῦ στρατιώτου τοῦ τὸν ἵππον ἀποσφάξαντος, μικτὸν δὲ, ὡς ἐπὶ τοῦ τὸν παῖδα ἐν τῇ πολιορκίᾳ ἀπο‐ σφάξαντος, ἀλλὰ ταῦτα μὲν οὐκ εἴδη, οὐδὲ διάφορον
ἔχουσι τὴν διαίρεσιν, ἀλλὰ τρόποι, καθὼς καὶ πρότερον178

5

.

179

ἐδιδάξαμεν τὴν διαφορὰν τοῦ τε ἰδίου καὶ δημοσίου καὶ μικτοῦ λόγου, ὅπερ ἐν τούτοις χρήσιμον· ἕτεροι δὲ εἴδη ταῦτα λέγουσιν, ἀντίστασιν κατὰ στοχασμὸν λέγοντες καὶ ἐγκαταμεμιγμένον, ὅταν τὴν ἀντιθετικὴν τὴν ὁμώνυ‐
5μον τῇ στάσει θεὶς ἐπαγάγηται λέγων στοχασμὸν ὡς ἐπὶ τούτου· ὁ πατὴρ τὸν ἕνα τῶν παίδων ἀπεκήρυξε, καὶ τὸν δεύτερον κατὰ τὸν τῶν ἀκρίτων νόμον ἀπέκτεινε· τρίτου γεννηθέντος ἐκτίθεται αὐτὸν καὶ κρίνεται ὑπὸ τῆς γυναικὸς κακώσεως· ἐνταῦθα γὰρ ἡ ἀντιθετικὴ ἀντίθε‐
10σις, ὅτι ὠφέλησεν, ἵνα μὴ ὅμοιος τοῖς ἄλλοις γένηται καὶ ἀνιάσῃ· ἀναφύεται οὖν τέλειον ζήτημα στοχαστικὸν, εἰ καὶ τοῦτον εἰκὸς πονηρὸν γενέσθαι ἢ σωφρονισθῆναι τῷ δέει τῆς τῶν φθασάντων τιμωρίας, καὶ μετὰ τὴν στο‐ χαστικὴν ἐξέτασιν πᾶσαν τὰ λοιπὰ κεφάλαια τῆς ἀντι‐
15στάσεως· ὥσπερ γὰρ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ τῷ ἐμπί‐ πτοντι τέλειον μεταξὺ ἀναφύεται ζήτημα στοχαστικὸν, ὃ μετὰ τὰ ἐκ τῆς ἀντιθέσεως ταχθήσεται κεφάλαια· ἐστὶν δικαιότερον εἶδος τῶν ἀντιθετικῶν ἐγκαταμεμιγμένον νο‐ μικῇ, ὡς ἐπὶ τοῦ „νόμος νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας,
20αἰχμάλωτοι φεύγοντες προσέκρουον τοῖς τείχεσιν, ὁ στρα‐ τηγὸς οὐκ ἤνοιξεν, ἐπικαταλαβόντες αὐτοὺς ἀπέκτειναν οἱ πολέμιοι καὶ κρίνεται“. ἐνταῦθα γὰρ ἐπὶ τὸν νόμον αὐτοῦ ἀναφέροντος ἀναφύεται ῥητὸν καὶ διάνοια μεταξὺ, εἴγε ἐπὶ ἑτέροις ἐστὶν ἢ ἐπὶ τούτοις τὸ μὴ ἀνοίγειν τὰς
25πύλας. μεθ’ ἃ πάλιν τὰ ἀντιθετικὰ καὶ ταῦτα μὲν δι’ ἀντιθετικῶν καὶ διάφορον διαίρεσιν ἐπιδεχόμενα. ἐπὶ τῆς συγγνώμης ἀπὸ τῆς μεταστάσεως ἐπηγγείλατο ἀκριβεστέ‐ ραν ἐν τῇ διαιρέσει διαφορὰν εἰπεῖν, ἣν ἐνταῦθα τίθησι μὴ καταδεχόμενος αὐτὴν εἶναι ἀληθῆ, ἀλλὰ τῷ αὐτῷ
30ἀκολουθῶν ἁμαρτήματι.179

5

.

180

(1t)

Περὶ πραγματικῆς.
2 Ζητοῦσί τινες, τί δήποτε ἐν μὲν τῇ μεθόδῳ τῶν στά‐ σεων πρώτην ἔταξε τὴν πραγματικὴν, ἐν δὲ τῇ διαιρέσει μετὰ τὰς δικαιολογικὰς, καὶ ἔστιν ἄξιον αἰτίας τὸ ζητού‐
5μενον· ἐροῦμεν, ὅτι ἐκεῖ μὲν κατὰ τὴν ἀκολουθίαν τῆς δι‐ δασκαλίας ἐχρήσατο κατὰ τὴν ἀνάγκην τῆς τέχνης· ἐπει‐ δὴ γὰρ τὴν ποιότητα εἰς δύο ἔτεμεν, τό τε μέλλον καὶ τὸ παρεληλυθὸς, καὶ τὸ μὲν μέλλον ἄτμητον εἶναι λέγει, ὅ ἐστι τῆς πραγματικῆς, τὸ δὲ παρεληλυθὸς εἰς πλείονα
10τέμνεται, ἀναγκαῖον ἦν τὸ ἄτμητον καὶ μονοειδὲς προ‐ τάξαι τῶν τεμνομένων καὶ ἀκολουθίαν ἐχόντων, ἐν δὲ τῇ διαιρέσει δεύτερα τετάχθαι, ὅτι αἱ πέντε, ἥ τε ἀντίληψις καὶ αἱ τέσσαρες ἀντιθετικαὶ, τὰ αὐτὰ κεφάλαια ἔχουσι τῷ ὅρῳ μόνῳ ἐναλλαγῆς τινος γενομένης. διαλαβόντι οὖν
15αὐτῷ περὶ ὅρου ἀναγκαῖον πάσας τὰς στάσεις εἰπεῖν, τὰς τὰ αὐτὰ κεφάλαια ἐχούσας, ἡ γὰρ πραγματικὴ διάφορα πάντη κεφάλαια παρ’ αὐτὰς ἔχει· ἢ ὅτι αἱ πέντε ὥσπερ ἑνὸς γένους στάσεων εἰσὶ τῆς δικαιολογίας, πρῶτον πλη‐ ρωθῆναι· πάντων δὲ ὁμοῦ αὕτη ἡ ἐξήγησις· καὶ ἀλη‐
20θὴς ἑτέρα· ἐπειδὴ ἕκαστον τῶν τῆς πραγματικῆς κεφα‐ λαίων κατά τινα στάσιν μελετᾶται, ὡς ἑξῆς ἐροῦμεν, οἷον τὸ δίκαιον κατὰ τὰς δικαιολογικὰς, τὸ νόμιμον κατὰ τὰς νομικὰς, ἀναγκαῖον ἦν προδιδαχθῆναι ταῦτα στάσει, ὧν ἡ χρεία ἤμελλεν εἶναι ἐν τῇ διαιρέσει τῆς πραγματικῆς·
25ἑτέρα δὲ ἐξήγησις, καὶ αὕτη ὁμοίως ἀληθής· ἐπειδὴ μό‐ νη ἡ πραγματικὴ τῶν δύο γενῶν μετέχει, καὶ τῶν νομι‐ κῶν καὶ τῶν λογικῶν, ἡ μὲν γάρ ἐστιν ἔγγραφος, ὅπερ ἐστὶ τῶν νομικῶν, ἡ δὲ ἄγραφος, ὅπερ ἐστὶ τῶν λογικῶν, καὶ ἐν τούτοις δὲ τοῖς κεφαλαίοις ἡ κοινωνία τούτων εὑ‐
30ρίσκεται τῶν στάσεων, διὰ τοῦτο μέση τέτακται μετὰ τὰς180

5

.

181

λογικὰς καὶ πρὸ τῶν νομικῶν ὡς ἀμφοτέρων μετέχουσα· καὶ ἡ μὲν αἰτία τῆς τάξεως αὕτη τῆς πραγματικῆς. Τὰ μὲν εἴδη κατὰ τὸν τεχνικὸν καὶ τὸν Μινουκιανὸν δύο· ἔγγραφος καὶ ἄγραφος, κατὰ δὲ ἑτέρους τινὰς ἐστὶ καὶ
5τρίτον εἶδος, ὃ καλοῦσιν ἔμμεσον, τὸ μεταξὺ ἐγγράφου, καὶ ἔστιν ἔγγραφος μὲν συμβουλὴ καὶ ἡ κατὰ αἴτησιν καὶ ἡ κατὰ ἀμφισβήτησιν· τῆς δὲ ἐγγράφου ἡ τῶν πα‐ ρανόμων γραφή· τῆς δὲ ἐμμέσου εἴδη ἐστὶν ἑπτὰ, ἅτινα ἰδέαν μὲν καὶ τάξιν ἔχει συμβουλευτικὴν, περὶ ῥητῶν δὲ
10διαλαμβάνει, διὸ καὶ ἔμμεσα καλεῖται, ἐπειδὴ ἀμφοτέρων μετέχει. καὶ ἔστιν ἓν μὲν κατ’ εἰσαγωγὴν ῥητοῦ, ὡς ἐπὶ τοῦ, „τοὺς φυγάδας τῶν Ὀλυνθίων ὑπεδέξαντο Ἀθηναῖοι, ἐστράτευε Φίλιππος, καὶ μετὰ ταῦτα τοὺς Φωκέων, καὶ αὖθις ἐπεστράτευσε, καὶ γράφει τις νόμον μηδένα δέχε‐
15σθαι“. ἤγουν γράφει Αἰσχίνης νόμον, μηδενὶ βοηθεῖν, ὃς ἂν μὴ πρότερον βεβοηθηκὼς ᾖ. ἐνταῦθα γὰρ οὔτε κατηγορία ἐστὶν ῥητοῦ, οὔτε ἀπολογία, ἀλλὰ συμβουλὴ τοῦ δέξασθαι ῥητόν· κατὰ ἐναντίωσιν ῥητοῦ μὴ λυομένου ὡς ἐπὶ τούτου· νόμος ἐν τρισὶν ἡμέραις περὶ πολέμου
20βουλεύεσθαι· τοῦ περὶ Χαιρώνειαν πολέμου γενομένου γράφει Δημοσθένης τὰ θεωρικὰ εἶναι στρατιωτικά· ἐν‐ ταῦθα γὰρ αἵρεσίς ἐστι τοῦ ῥητοῦ· μετὰ τὴν ἐν Μαρα‐ θῶνι μάχην γράφει τις ἐν Λακεδαίμονι λύεσθαι τὸν τῆς πανσελήνου νόμον. ἢ κατὰ προςθήκην ῥητοῦ· νόμος τὸν
25στρατηγὸν νόμον εἰσφέρειν, τοῦ πλουσίου στρατηγοῦντος ὁ παῖς τοῦ πένητος ἔλιπε τὴν τάξιν, καὶ γράφει ὁ στρα‐ τηγὸς νόμον, τοὺς λιπόντας τὴν τάξιν διαφέρεσθαι· με‐ τὰ ταῦτα τοῦ πένητος στρατηγοῦντος συνέβη τὸν τοῦ πλουσίου παῖδα τὴν τάξιν καταλιπεῖν, καὶ προςτίθησιν ὁ
30πένης τῷ νόμῳ, τὸν λειποτάκτην ὑπὸ τοῦ ἀριστέως κολά‐ ζεσθαι· ἐνταῦθα γὰρ προςθήκη ἐστὶ κατὰ ἀφαίρεσιν ῥη‐ τοῦ, νόμου ὄντος ἐξεῖναι τοῖς πατράσιν ἀποκηρύττειν
τοὺς παῖδας, ἢ ἀκρίτους ἀποκτιννύναι· πολλῶν ἀκρίτους181

5

.

182

ἀποκτεινόντων γράφει τις νόμον ἀποκηρύττειν μόνον ἐξεῖναι· ἢ ὅταν γράφῃ τις μετ’ αἰτίας, ὡς ἐπὶ τούτου· τῶν ἀνδρῶν ἡττωμένων ἐξῆλθον αἱ γυναῖκες καὶ ἐνίκη‐ σαν, καὶ γράφει τις γυναῖκας στρατεύεσθαι· ἐνταῦθα
5γὰρ τὸ συμβῆναι αὐτὰς νικῆσαι πεποίηκε γραφῆναι· ἐπὶ ἕβδομόν ἐστιν ἡ τῶν ψηφισμάτων, ὅταν ἐπὶ δωρεᾷ τινι γράφωμεν καὶ ἀντιλέγῃ τις αὐτῷ οὐ κατηγορῶν τοῦ γρά‐ ψαντος, καὶ αὗται αἱ ἔμμεσοι. Ἐξέλιπε δὲ τὰ ἔμμεσα πάντα, καὶ ἡ κατὰ ἀμφισβήτησιν καὶ ἡ κατὰ παρανόμων
10γραφή· δεῖ οὖν τὸν ὅρον οὕτω ποιεῖν, ὅτι πραγματική ἐστι πολιτικοῦ μέλλοντος πράγματος ζήτησις, εἰ δεῖ γε‐ νέσθαι τόδε τι, ἢ δοθῆναι τόδε τι ἢ ἕτερόν τι, ἢ κυρω‐ θῆναι τόδε τι τὸ γραφὲν ἔννομον καὶ συμφέρον τῷ μέλ‐ λοντι. καὶ ταῦτα μὲν εἴδη τῆς πραγματικῆς, τὰ δὲ κε‐
15φάλαια ταῦτα. Ἡ πραγματικὴ διαιρεῖται νομίμ, δικαί, συμφέροντι, δυνατ, ἐνδόξ, ἐκβησομέν· περὶ τῆς τάξεως τῶν τῆς πραγματικῆς κεφαλαίων ἀναγ‐ καῖον διελθεῖν. εἰς δύο χρόνους διῃρημένων τῶν ζητημά‐
20των, εἴς τε τὸν παρεληλυθότα καὶ μέλλοντα, καὶ τῆς πραγματικῆς μέσης ἀμφοτέρων τεταγμένης, καὶ φύσει μὲν εἰς τὸ μέλλον ἐχούσης τὸν σκοπὸν, οὐ μὴν οὐδὲ τοῦ παρελθόντος ἐκτὸς οὔσης, τὰ κεφάλαια αὐτῆς ἀμφοτέρων μετέχει τῶν χρόνων· τὸ μὲν οὖν νόμιμον καὶ δίκαιον τοῦ
25παρελθόντος ἐστὶν, οὔτε γὰρ νόμοι ἔφθασαν τεθεῖσθαι, καὶ τὸ δίκαιον ἐκ τῶν φθασασῶν κοινῶν ἐννοιῶν δοκι‐ μάζεται· εἰκότως οὖν τὰ δύο ταῦτα προτεταγμένα εἰσὶν κεφάλαια, τὸ νόμιμον, τὸ δίκαιον. Ζητήσειε δ’ ἄν τις καὶ περὶ τῆς αὐτῶν τάξεως, τί δήποτε τὸ νόμιμον προ‐
30τέτακται τοῦ δικαίου· ἐροῦμεν οὖν, ὅτι αἱ ἄτεχνοι πίστεις πανταχοῦ ἰσχυρότεραί εἰσιν τῶν ἐντέχνων, καὶ ἐν ὅρῳ καὶ πανταχοῦ τοῦτο δέδεικται· εἰκότως οὖν ἰσχυρότερόν ἐστι
τὸ ἀπὸ ῥητοῦ καὶ ἐγγράφου τινὸς ἰσχυρίσασθαι, ἢ ἐν‐182

5

.

183

νοίᾳ χρήσασθαι ἀντίῤῥησιν ἐχούσῃ· τὸ γὰρ δίκαιον ἐξ ἐννοιῶν ἐστι καὶ ἐνδόξων πίστεων· αἱ δὲ ἔνδοξοι πίστεις οὐ πανταχοῦ αἱ αὐταί εἰσιν· αὐτίκα γοῦν τὸ ἐσθίειν τοὺς γονεῖς τισιν ἀγαθόν ἐστιν, ἑτέροις τὸ κάειν, Ἀθηναίοις
5δὲ καὶ μὴ τρέφειν ἢ χειραγωγεῖν ἔγκλημα ἐδόκει· εἰκότως οὖν δέδεικται, ὧς αἱ ἔνδοξοι πίστεις ἀμφισβήτησιν ἔχου‐ σιν. τὸ δὲ δίκαιον ἐξ ἐνδόξων κατασκευάζεται πίστεων, ἀσθενέστερον ἄρα ἐστὶ τῶν ἀτέχνων πίστεων· αἱ γὰρ ἄτεχνοι πίστεις ῥητοῖς καὶ ὡρισμένοις τισὶ τὴν πίστιν
10ἔχουσιν· εἰκότως οὖν προτέτακται τὸ νόμιμον τοῦ δικαίου· τὸ ἰσχυρότερον δὲ ἀναντίῤῥητον· δεύτερον δέ ἐστιν ἄγρα‐ φον τὸ δίκαιον· τοῦτο μὲν, ὡς ἔφημεν, διὰ τὸ προειληφέ‐ ναι, καὶ τοῦ παρεληλυθότος εἶναι χρόνου· ἔπειτα δὲ καὶ διότι τὸ δίκαιον ἑπόμενόν ἐστι τῷ νομίμῳ· τὸ γὰρ ἄγρα‐
15φον δίκαιον ῥητοῦ ἀπορῆσαν νόμιμον γίνεται· φύσει μὲν γὰρ προϋπάρχει, δυνάμει δὲ δεύτερόν ἐστιν. ἀκόλουθα ἀλλήλων τέτακται, καί τινες ἐζήτησαν, τί δήποτε μὴ τὸ δίκαιον ὡς φύσει προϋπάρχον τέτακται, καὶ προςτιθέασι τοιοῦτόν τινα λόγον, ὡς δεῖ ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ
20τὰ ἰσχυρότερα προσιέναι, καὶ κατὰ μικρὸν ἄγειν πρὸς πίστιν τὸν ἀκροατήν· ἐχρῆν οὖν πρῶτον τὸ δίκαιον τάτ‐ τεσθαι. ἐροῦμεν, ὅτι Δημοσθένης οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, καὶ κανόνα τοῦτον τῇ τέχνῃ δέδωκεν, τὰ ἰσχυρὰ προτείνειν· ἐν γοῦν τῷ ὑπὲρ τοῦ στεφάνου ἀσθενῶν περὶ
25τὸν νόμον καὶ ἰσχύων περὶ τὸ δίκαιον καὶ προοίμιον ἠναγ‐ κάσθη κατασκευάσαι, ἴδιόν τε λαβεῖν παρὰ τοῦ δικαστοῦ τὸ τοῖς ἰσχυροῖς πρώτοις χρήσασθαι, ἵνα μὴ ἐξ ἀρχῆς καταγνωσθεὶς δυσχερῆ τὴν ἐπαγομένην πίστιν ἕξει· εἰκότως οὖν τὸ νόμιμον προτέτακται, καὶ ἕπεται τὸ
30δίκαιον.
Συμφέροντι, δυνατ. Τὸ συμφέρον καὶ τὸ183

5

.

184

δυνατὸν, ὡς προειρήκαμεν, ἐπὶ τοῦ μέλλοντος, καὶ πῶς τοῦ παρεληλυθότος ἐξετάσεως προτεθείσης εἰκότως ἡ τοῦ μέλλοντος ἐπῆκται; καὶ ζητοῦσί τινες, τί δήποτε τὸ συμφέρον τοῦ δυνατοῦ προτέτακται· καὶ ἐροῦμεν, ὅτι
5ἕως ἂν ἀδύνατα ᾖ τὰ πράγματα, περιττὴ καὶ ἡ τοῦ συμ‐ φέροντος βουλὴ, καὶ παραφέρουσιν τὸ ἀδύνατον ἀσύ‐ στατον ζήτημα, ὅτι διὰ τὸ μὴ δύνασθαι ἐξετασθῆναι τὸ δυνατὸν ἀσύστατον ἐποίησε· τί οὖν δήποτε, φασὶ, προτέτακται; ἐροῦμεν, ὅτι τὸ συμφέρον καὶ φύσει πρῶ‐
10τον καὶ ἐμπεριείληφεν ἐν αὑτῷ τὸ ἀδύνατον· ὁ γὰρ τὰ ἀδύνατα κατασκευάζων τὰ ἀσύμφορα κατασκευάζει. ὡσ‐ ανεὶ μὲν κατασκευάζοιμεν Μαρωνείτας ἄρξαι τῆς Ἑλ‐ λάδος, ἀσύμφορα αὐτοῖς κατασκευάσομεν, καὶ εἰ κατα‐ σκευάσομεν συμφέρειν τῷ πένητι τριηραρχεῖν, κατὰ
15τὸ ἀδύνατον ἀσύμφορόν ἐστιν· ἀνάγκη οὖν πάντως καὶ φύσει τῷ συμφέροντι τὸ δυνατὸν ἐμπεριέχεσθαι. οὐ μὴν τῷ δυνατῷ τὸ συμφέρον· οὐ γὰρ εἰ δυνάμεθα τόνδε τινὰ ἀποκτεῖναι, καὶ συμφέρον ἐστίν, οὐδὲ εἰ συλῆσαι τὰ ὅσια ῥᾴδιον, ἅγε λίαν ἀφύλακτα ὄντα, τοῦτο συμ‐
20φέρει· φυσικῶς οὖν καὶ ἀναγκαίως τῷ συμφέροντι τὸ δυνατὸν ἐμπεριέχεται· εἰκότως οὖν τὸ περιέχον τοῦ πε‐ ριεχομένου προτέτακται. καὶ εἴ τις ἐρεῖ, ὡς ἄχρηστόν ἐστι τὸ συμφέρον ἐξετάζειν ἀπόντος τοῦ καλοῦ, ἐροῦμεν, ὡς καὶ κατὰ τὸν τῆς φιλοσοφίας λόγον ἀεὶ τὸ συμφέ‐
25ρον ἐξετάζεται, κἂν ἀπῇ τὸ δυνατόν· δεῖ γὰρ βουλεύε‐ σθαι τὰ χρηστὰ, καὶ εἰ μὴ δυνάμεθα. καὶ ἔτι βουλή‐ σεως μέν εἰσι δίκαια καὶ ζητήματα ὑπὲρ τούτου καὶ
τοῦ δυνατοῦ ἀπόντος, καὶ πολλοὶ πολλάκις ὑπὲρ αὐτοῦ184

5

.

185

τοῦ βούλεσθαι καὶ ζητεῖν ὁμολογουμένης αὐτοῖς τῆς ἀ‐ σθενείας τοῦ δυνατοῦ κρίσιν ὑπέμειναν. οὐδεὶς δὲ πώ‐ ποτε οὔτε ἐν τοῖς ζητήμασιν, οὔτε ἐν τοῖς κοινοῖς πρά‐ γμασιν ὑπὲρ τοῦ δύνασθαι μόνον ἀπούσης βουλήσεως
5ἔγκλημα ἔσχε· τούτῳ γὰρ τῷ λόγῳ ὁ πλοῦτος καὶ ἰσχὺς καὶ τὰ ὅπλα ἤμελλεν ὑπεύθυνα εἶναι, ἀλλ’ οὐχ ὑπεύ‐ θυνά εἰσιν· ἤδη δὲ ἀσθενής τις ὑπὲρ τῆς βουλήσεως ὁμολογουμένως δίκην δέδωκε· δέδεικται ἐκ πάντων τὸ δυ‐ νατὸν τοῦ συμφέροντος ἀσθενέστερον· εἰκότως οὖν προ‐
10τέτακται τὸ συμφέρον καὶ ἕπεται τὸ δυνατόν· τὸ ἔνδο‐ ξον καὶ τὸ ἐκβησόμενον μέρη τοῦ συμφέροντός εἰσιν· οὐδὲ γὰρ κατ’ αὐτὰ τὰ κεφάλαιά εἰσι· τότε γὰρ, εἰ δό‐ ξαν οἴσει τόδε τι, εἰ μὴ τοῦ συμφέροντός ἐστι τὸ ἐκ‐ βησόμενον, καὶ ὅταν λέγωμεν, „πονηρὸν ἐκβήσεται ἢ ἀγα‐
15θὸν,“ τοῦ συμφέροντός ἐστι. Δεδίδακται οὖν ἡ τοῦ συμ‐ φέροντος δύναμις, ὡς οὐ μόνον προτάττεσθαι ἦν ἀξία, ἀλλ’ ἤδη καὶ ἑτέρων δύο κεφαλαίων δοκούντων ἤρκεσε ποιῆσαι τὴν γένεσιν. ὡμολόγηται οὖν τὰ δύο κεφάλαια ταῦτα μέρη τοῦ συμφέροντος ὄντα. τί δὲ δήποτε τὸ ἔν‐
20δοξον τοῦ ἐκβησομένου προτέτακται; ἐροῦμεν, ὅτι ὃν τρό‐ πον εἰρήκαμεν, ὡς τὸ συμφέρον ἐν ἑαυτῷ κατὰ φύσιν ἔχει τὸ δυνατὸν, τούτῳ τῷ λόγῳ καὶ τὸ ἔνδοξον τὸ ἐκ‐ βησόμενον· εἰ γὰρ λέγοιμεν, ὅτι ἐκβήσεται τόδε τι, οἷον ἄδοξον ἢ ἔνδοξον, διελεῖν δεῖ τὸ ἔνδοξον καὶ τὸ ἐκβη‐
25σόμενον κατασκευάζει ἐν μέρει τινὶ καὶ τὸ ἔνδοξον· εἰ‐ κότως οὖν τὸ ἔνδοξον πρῶτον τέτακται· ἐροῦσι δέ τινες ἐναντιούμενοι, ὅτι τὸ μὲν ἔνδοξον μονοειδές ἐστιν, τὸ δὲ ἐκβησόμενον πολυειδὲς, καὶ γὰρ ἐν ἑαυτῷ καὶ τὸ συμφέρον καὶ τὸ κινδυνῶδες καὶ τὰ ἄλλα δο‐
30κοῦντα εἶναι κεφάλαια κατασκευάζεται· τὸ δὲ ἔνδοξον
μόνον ἐστίν· ὤφειλεν οὖν, φησὶ, τὸ ἐκβησόμενον πρῶ‐185

5

.

186

τον κατασκευάζεσθαι· ἐροῦμεν, ὅτι ἡ τοῦ συμφέροντος ἔννοια τὴν δόξαν ἔχει, καὶ ἐπειδὴ τὰ ζητήματα βούλε‐ ται ἀκόλουθον ἔχειν τὸν σκοπόν· προτείνεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ζητήμασι τὰ τῶν ἀρχαίων πρόσωπα,
5οἷον τὸ Δημοσθένους φημὶ ἢ Περικλέους ἢ Ἀθηναίων, ἢ Λακεδαιμονίων, οἷς ἐπιμελὲς παρειλήφαμεν ἐκ τῶν ἀρ‐ χαίων τὸ δόξης μᾶλλον ἢ τῶν ἄλλων φροντίζειν, εἰκότως τὸ ἔνδοξον προτέτακται τοῦ ἐκβησομένου· εἰ γὰρ εὑ‐ ρίσκομεν αὐτοὺς πολλάκις διὰ δόξαν τοῦ ἐκβησομένου
10καταφρονήσαντας, ὥσπερ τοὺς ἐν Πύλαις τριακοσίους καὶ τοὺς ἄλλους, οὓς ἐξὸν ἐν ἀδοξίαις σώζεσθαι τοῦ ἐκ‐ βησομένου κατεφρόνησαν, καὶ πρὸς τὴν δόξαν εἶδον· ἐπειδὴ οὖν τὰ πολλὰ τῶν ζητημάτων καὶ ἡ πᾶσα τέ‐ χνη ἐξ ἐκείνων ὥρμηται, καὶ εἰς ἐκείνους ἔχει τὴν ἐργα‐
15σίαν, οἷς ἡ δόξα περὶ πλείονος τῶν ἄλλων, εἰκότως τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται. Ἕπεται δὲ τῷ ἐκβησομένῳ καὶ τὸ ἀναγκαῖον κεφάλαιον, ὃ ὁ τεχνικὸς μὲν οὐ τίθησι, παρὰ δὲ τῷ Δημοσθένει καὶ τοῖς πολλοῖς τῶν ἀρχαίων μεμελέτηται· καὶ ἡ μὲν τάξις τῶν κεφαλαίων αὕ‐
20τη. Ἐστὶ δὲ πραγματικὴ ἁπλῆ καὶ διπλῆ καὶ τριπλῆ· καὶ ἁπλῆ μὲν, οἷον συμβουλεύει τις βοηθεῖν Ὀλυνθίοις. ἓν γὰρ πρᾶγμα συμβουλεύει· διπλῆ δὲ ὡς ἐπὶ τούτου· πολιορκουμένων Πλαταιέων καὶ Μιτυλήνης ἀφεστηκυίας γράφει τις, Πλαταιεῦσι βοηθεῖν, ἀμελήσαντας Μιτυλή‐
25νης, καὶ ἕτερος ἀντιλέγει· ἐνταῦθα γὰρ ὁ μὲν ἀντιλέ‐ γων ἀναγκαιότερον κατασκευάζει τὸ Μιτυλήνην λαβεῖν τοῦ Πλάταιαν σῶσαι· ὁ δὲ συμβουλεύων τὸ Πλάταιαν λαβεῖν τοῦ Μιτυλήνην ἀναγκαιότερον, καὶ δεῖ πάντα δι‐ πλᾶ εἶναι τὰ κεφάλαια ἐξεταζόμενα ἀφ’ ἑκατέρου μέρους·
30τριπλῆ δὲ, ὡς ἐπὶ τούτου· μετὰ τὸν ἐν Λεύκτροις πόλε‐186

5

.

187

μον Λακεδαιμόνιοι καὶ Θηβαῖοι πρεσβεύοντες πρὸς Ἀθη‐ ναίους ἀξιοῦντες βοηθείας τυχεῖν, καὶ συμβουλεύει Χα‐ βρίας μὲν Θηβαίοις βοηθεῖν, Κόνων δὲ Λακεδαιμονίοις, Ἰφικράτης δὲ οὐδετέροις· ἐνταῦθα γὰρ τριπλᾶ ἐστι πάν‐
5τα· δεῖ γὰρ τὸν Λακεδαιμονίοις συμβουλεύοντα βοηθεῖν ἀνατρέψαι τό τε μηδετέροις βοηθεῖν τό τε ἑαυτοῦ κα‐ τασκευάσαι καὶ ἀνατρέψαι τὸ Λακεδαιμονίοις καὶ τὸ μηδ’ ἑτέροις· καὶ ὁ μηδ’ ἑτέροις κελεύων βοηθεῖν τὴν ἰδίαν κατασκευάζων πρότασιν τὰς ἑκατέρων ἀναιρεῖ, καὶ
10τούτου παράδειγμα ὁ πέμπτος τῶν Λευκτρικῶν Ἀρι‐ στείδου, ὁ μηδ’ ἑτέροις κελεύων βοηθεῖν· καὶ περὶ μὲν πραγματικῆς ταῦτα· ἴδωμεν δὲ καὶ κατὰ ῥητόν. Ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζητούμε‐ νον ἔχουσα. φθάσαντες προειρήκαμεν, ὡς τὰ ἔμμεσα
15εἴδη τῆς πραγματικῆς ὁ τεχνικὸς ἀγνοεῖ καὶ νομίζει, ὅτι δύο μόνα ἐστὶ τὰ γένη καὶ εἴδη, ἥ τε ἔγγραφος, ἥ τε ἄγραφος, ἀγνοῶν ὡς καὶ ἐν αὐτῷ τῷ ῥητῷ αὐτὸς ὁμο‐ λογεῖ, ὡς τὰ ἔμμεσα καθόλου ἐστὶν ἔγγραφα· λέγων γὰρ ἢ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα σημαίνει τὰς ἐγγράφους
20μόνας· αἱ γὰρ ἔμμεσοι οὐ μόνον ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσιν· ὅταν γὰρ ὁ αὐτός φησιν νόμος, „ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι, Φιλίππου Ἐλάτειαν κατειληφότος συμβουλεύει Δημοσθένης, αὐθημερὸν ἐξιέ‐ ναι,“ ἐνταῦθα οὐχ ἡ ζήτησίς ἐστι περὶ τὸ ῥητὸν, οὐδὲ
25γὰρ ζητοῦσιν, εἰ δεῖ κυρωθῆναι, τὸ δὲ ῥητὸν οὐδὲ εἰ πα‐ ραβέβασται· τὸ δὲ ῥητὸν, αἵπερ εἰσὶ ζητήσεις περὶ τὸ ῥητὸν, ἀλλὰ περὶ τὸ πρᾶγμά ἐστιν ἡ ζήτησις ὁμολο‐ γουμένως τοῦ παραβαινομένου, εἰ δεῖ διὰ τὴν ἀνάγκην ἐν μιᾷ ἡμέρᾳ βουλεύεσθαι.
30Οἷον ἀξιοῖ Κλέων μετὰ τὰ ἐν Πύλῳ Πύ‐
θιος καλεῖσθαι· τῆς ἀγράφου εἴδη ἐστὶν ἕξ. τὸ συμ‐187

5

.

188

βουλευτικὸν, τὸ κατὰ αἴτησιν, τὸ κατὰ ἀμφισβήτησιν, εἰσαγγελία, ἀποκήρυξις, δοκιμασία· εἰδέναι δὲ δεῖ, ὅτι ἡ ἀποκήρυξις οὐ πάντως πραγματικὴν ποιεῖ, ἀλλ’ ἐνί‐ οτε καὶ ἑτέρας στάσεως, ἐνίοτε καὶ πραγματικῆς· διὸ
5καὶ πέντε οἱ τῶν τεχνικῶν αὐτὰ λέγουσι μὴ ἀνεχόμενοι τὴν ἀποκήρυξιν ἐντάττειν ἐν τῷ εἴδει διὰ τὸ καὶ ὑφ’ ἑτέρας ἀνάγεσθαι στάσεις. Τὰ γὰρ ἕτερα τὰ προειρη‐ μένα οὐδέποτε εἰς ἑτέρας στάσεις ἐμπίπτει· τὸ τοίνυν νόμιμον ἐν μὲν τῇ ἐγγράφῳ μιᾷ τῶν νομικῶν ἐμπίπτει
10στάσεων, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος, καὶ κατὰ ἀντι‐ νομίαν ἡ πρώτη ἀντίθεσις ἐνέπεσεν, καὶ ἡ λύσις κατὰ ῥητὸν καὶ διάνοιαν, καὶ ἡ ἑτέρα κατὰ συλλογισμόν· οὐκ ἀναγκαῖον οὖν οὔτε πάσας εὑρίσκεσθαι, οὔτε μιᾷ μόνῃ χρήσασθαι, ἀλλ’ ὡς ἂν ἡ εὐπορία τοῦ ῥήτορος καὶ ἡ
15φύσις τοῦ πράγματος συμβῇ· ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξετασθήσεται κακῶς· οὐ γὰρ μόνον ἐν τῇ ἀγράφῳ τὸ ἔθος νόμιμον ἐξετασθήσεται, ἀλλὰ καὶ ἐν τῇ ἐγγράφῳ νόμος πολλάκις ἀναγινώσκεται· εἴη δ’ ἂν καὶ ἐν τῇ ἐγγράφῳ τὸ ἔθος ἀντὶ νόμου παραλαμβανόμενον,
20οἷον συμβουλεύει τις τῆς Δεκελείας τειχιζομένης κατάγειν Ἀλκιβιάδην· ἐνταῦθα γὰρ πάντας τοὺς περὶ τῶν φυγά‐ δων νόμους ἔχει ἀναγνῶναι ἀντιτιθείς· ἄγραφος μέν ἐστιν ἡ πραγματικὴ, χρήσαιο δ’ ἂν καὶ ἐγγράφοις, καὶ πάλιν ἐν τῷ ἀγράφῳ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀν‐
25δροτίωνος· „φήσει τοίνυν τοῦτον τὸν τρόπον ἁπά‐ σας εἰληφέναι τὰς βουλὰς,“ ὁμολογουμένως ἐπὶ τὸ ἔθος ἀντὶ τοῦ νόμου κατέφυγεν. Ὡς ἂν ἐγχωρῇ τοῖς κεφαλαίοις. τοῦτο κα‐ κῶς· οὐδέποτε γὰρ εἰς ἑτέρας στάσεως κεφάλαιον ἐκπεσοῦσα
30τὰ ἑαυτῆς ἔτι φυλάττει κεφάλαια, ἀλλὰ τὸν σκοπὸν μόνον καὶ τὰ ἐνθυμήματα· κεφαλαίοις δὲ οὐ χρῆται, οὔτε ἐν
στοχασμῷ ἢ ἐν ὅρῳ, ὅταν λέγῃ. „ἀντιλήψει ἢ μιᾷ τῶν188

5

.

189

ἀντιθετικῶν,“ οὐ τὰ κεφάλαια τίθησιν, ἀλλὰ τὸν σκο‐ πὸν μόνον τῆς στάσεως, οἷον ὅτι ἔξεστί μοι, ἢ ὅτι ἄξιον εἴη τὸν τοιοῦτον· ἐνταῦθα οὖν κακῶς φησι „τοῖς κε‐ φαλαίοις,“ οὐδὲ γὰρ τοῖς κεφαλαίοις, ἀλλὰ τῷ σκοπῷ
5μόνον τῆς στάσεως διαιρεθήσεται. Τὸ συμφέρον διττόν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον. διαφέρει τὸ ἀναγκαῖον τοῦ συμ‐ φέροντος τούτῳ, ὅτι τὸ μὲν ἀναγκαῖον πάντως συμφέρον, τὸ δὲ συμφέρον οὐ πάντως ἀναγκαῖον, ὥστε τὸ συμφέρον
10ἐπαναβεβηκὸς ἂν εἴη· καὶ ταύτην ἔχει τὴν διαφορὰν ἐπίτα‐ σιν ἔχον τινά· διὸ πρῶτον τὸ συμφέρον κατασκευάζεται, καὶ οὕτως εἰ ἐγχωροίη τὸ ἀναγκαῖον· εἰδέναι δὲ χρὴ, ὅτι τὸ συμφέρον στοχαστικῶς ἐξετάζεται παρατιθέντων ἡμῶν κατασκευὰς τὰς εἰς τὸ μέλλον συμβαινούσας.
15 Τὸ δὲ δυνατὸν διαιρήσεις πρῶτον μὲν ἐν‐ στάσει χρώμενος, ὡς χαλεπὸν, ἀλλ’ ἀναγκαῖ‐ ον. Κακῶς σφόδρα, οὐδέποτε γὰρ κεφάλαιον ἐν ἑτέρῳ κεφαλαίῳ ἐξετασθήσεται. εἰ οὖν αὐτὸς κεφάλαιον τίθη‐ σι τὸ ἀναγκαῖον, πῶς ἐν τῷ δυνατῷ αὐτὸ κατασκευά‐
20ζει; καθολικὴ δὲ κατασκευὴ τοῦ δυνατοῦ· ἐκ τῶν ἐν αὐ‐ τοῖς οὖν ἴσμεν, καὶ ἐκ τῆς τῶν ἐναντίων καθαιρέσεως· εἰδέναι δὲ χρὴ, ὡς καὶ ἀπὸ ἑνὸς μόνου κεφαλαίου καὶ δύο, ὡς ἐν Φιλιππικοῖς καὶ συμβουλευτικοῖς μεμαθήκα‐ μεν, καὶ τῷ ὑπὲρ τοῦ στεφάνου· ἐν πᾶσι γὰρ τούτοις
25ἢ ἓν ἢ δύο κεφάλαιά ἐστι τὰ ἐξεταζόμενα, καὶ τοῦτο εἰ‐ δέναι χρὴ, ὡς ἐν πάσῃ στάσει κεφαλαίῳ λύεται, οἷον ἡ μετάθεσις τῆς αἰτίας τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ὁ ὅρος ἀνθορισμῷ, ἐν μόνῃ δὲ πραγματικῇ τὸ αὐτὸ κεφάλαιον ἑαυτῷ ἀνατρέπεται, οἷον τὸ δίκαιον τῷ ἐναν‐
30τίῳ, ὅτι ἄδικον, καὶ τὸ συμφέρον τῷ ἀσυμφόρῳ, καὶ οὐκ ἔστι διελεῖν τὰ μὲν εἰς κατήγορον, τὰ δὲ εἰς ἀπολο‐
γούμενον, κοινὰ γὰρ πάντα ἐστὶν ἀμφοτέρων.189

5

.

190

(1t)

Περὶ μεταλήψεως.
2 Καὶ περὶ στάσεως τῆς μεταλήψεως διάφορος παρὰ τῶν παλαιῶν ἔκδοσις δέδοται· οἱ μὲν γὰρ αὐτὴν τελευ‐ ταίαν πασῶν τάττουσιν, ὡς πάσης περιέχουσαν, καὶ ὡς
5ὑποπιπτουσῶν τῶν ἄλλων ἐν αὐτῇ στάσεων· οὐδέποτε γὰρ παραγραφὴ μόνη μελετᾶται, ἀλλὰ τὸ μὲν νομικὸν ζήτημα κατὰ μίαν τῶν νομικῶν στάσεων· τὸ δὲ δεύτε‐ ρον, καθ’ ἣν ἂν ἐμπέσῃ τῶν λογικῶν, ὡς ἐφεξῆς ἐροῦ‐ μεν· οἱ δὲ πρώτην αὐτὴν τάττουσιν διὰ τὴν αὐτὴν φύ‐
10σιν· εἰ γὰρ τὸ περὶ τοῦ „ὅλως δεῖ εἰσελθεῖν τὸν ἀγῶ‐ να“ ζήτημα πρῶτόν ἐστιν, ἀναγκαίως πρώτη ὀφείλει τάττεσθαι ἡ αὐτὴ τοῦτο ζητοῦσα· ἡ δὲ αἰτία, δι’ ἣν ὁ Ἑρμογένης μέσην αὐτὴν ἔταξεν, ἡ αὐτή ἐστι τῇ πραγμα‐ τικῇ· διὸ καὶ ἀκόλουθοι ἀλλήλων ἐτάγησαν· αἱ γὰρ δύο
15μόναι στάσεις αὗται καὶ νομικαὶ καὶ λογικαί εἰσιν· ἀμ‐ φοτέρων συμμετέχουσαι μέσαι ἐτάγησαν, καὶ ἡ μὲν αἰ‐ τία τῆς τάξεως αὕτη. Ἡ δὲ μετάληψις πάλιν, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος. ἐζήτηται καὶ ἱκανὸν ζήτημα, τί δή‐
20ποτε ἐν πάσῃ στάσει πρῶτον τὰ κεφάλαια τάξας καὶ διελὼν καὶ δείξας οὕτω τὰ εἴδη μεμήνυκεν· ἐν μόνῃ δὲ τῇ μεταλήψει τὰ εἴδη πρῶτον εἴρηκεν καὶ οὕτως τὰ κε‐ φάλαια· ἐροῦμεν, ὅτι ἐν πάσῃ στάσει τὰ εἴδη τῶν στά‐ σεων τὰ αὐτὰ ἔχει κεφάλαια, ἐν μόνῃ δὲ μεταλήψει
25διάφορα ἔχει τὰ κεφάλαια· ἥ τε γὰρ πραγματικὴ καὶ ἡ ἔγγραφος καὶ ἡ ἄγραφος τὰ αὐτὰ ἔχει καὶ αἱ λοιπαὶ στάσεις, μόνη δὲ ἡ μετάληψις ἕτερα· εἴη τε ὁμώνυμος μετάληψις καὶ ἡ παραγραφὴ, διὸ ἀναγκαῖον ἦν πρῶ‐ τον διελεῖν τὰ εἴδη, ἵνα τὰ ἑκάστης ἴδια κεφάλαια ἀπο‐
30δῷ· καὶ τοῦτο δὲ ἐζήτηται, τί δήποτε περὶ τῆς παρα‐ γραφῆς πρῶτον διαλαμβάνει, καὶ οὐ περὶ τῆς μεταλή‐
ψεως, ἡ δὲ τὸ ὄνομα ἔχει τοῦ γένους· λέγομεν, ὅτι εἰ‐190

5

.

191

ρήκαμεν, ὡς ἐν πάσαις ταῖς στάσεσιν αἱ ἄτεχνοι πίστεις τῶν ἐντέχνων ἰσχυρότεραί εἰσιν· ἐπειδὴ οὖν ἡ μὲν πα‐ ραγραφὴ ἐξ ἀγράφου διϊσχυρίζεται, ἡ δὲ μετάληψις ἐξ ἐγγράφου, εἰκότως πρώτην ἔταξε καὶ τὸν περὶ αὐτῆς
5πρῶτον διαλαμβάνει λόγον· ἡ μὲν οὖν παραγραφὴ ἐκ‐ βολή ἐστι τελεία τῆς εὐθυδικίας καὶ τὸν ἀγῶνα ἀντι‐ στρέφει· δύο δὲ ἔχει ζητήματα τὰ πάντως μελετώμενα, καὶ τὸ μὲν πρῶτον ζήτημα κατὰ μίαν τῶν νομικῶν πα‐ σῶν ἐξετασθήσεται, τὸ δὲ ἕτερον, ὅπερ καὶ ἐπαγόμενόν
10ἐστιν, ἡ εὐθυδικία, ὅπερ καθ’ ἑτέραν τὴν ἐμπίπτουσαν στάσιν μελετηθήσεται· οὐδὲ γὰρ ἀποφήνασθαι κατὰ ποίαν δυνατὸν, ὡς ἡ ὑπὲρ Φορμίωνος παραγραφή· τὸ μὲν οὖν πρῶτον νομικὸν ἔχει ζήτημα, τὸ δεύτερον στο‐ χαστικὸν, πότερον εἶχεν ἐνθήκην τὰ εἴκοσι τάλαντα ὁ
15Πασίων ἢ οὒ, καὶ ἡ πρὸς Πανταίνετον παραγραφὴ τὸ μὲν πρῶτον ἔχει ζήτημα νομικὸν, τὸ δὲ δεύτερον μετα‐ στατικὸν, τοῦ Μνησιβούλου ἐπὶ Εὐέργου ἀνάγοντος τὰ γεγενημένα· καὶ ὡς ἐπὶ τούτου· νόμος μὴ εἶναι κατὰ πατρὸς γραφὰς πλὴν παρανοίας· ἔθετο τὸν τοῦ πένη‐
20τος παῖδα ὁ πλούσιος, καὶ εὕρηται δολοφονηθεὶς ὁ πέ‐ νης, κατηγορεῖ τοῦ πλουσίου ὁ παῖς φόνου, ὁ δὲ παρα‐ γράφεται κατὰ τὸν νόμον τὸν κελεύοντα μὴ εἶναι δί‐ κας κατὰ πατρός· ἐνταῦθα τὸ μὲν ζήτημά ἐστι κατὰ ῥητὸν καὶ διάνοιαν, ποῖον παῖδα λέγει τὸν θετὸν, ἢ
25τὸν φυσικόν· τὸ δὲ ἕτερον στοχαστικὸν, πότερον ἐφόνευ‐ σεν ἢ οὔ· ἐν πάσῃ δὲ παραγραφῇ εἰδέναι χρὴ, ὅτι τὸ μὲν πρῶτον περὶ αὐτοῦ ἐπὶ τοῦ εἰσαχθῆναι τὸ ζήτημα, τὸ δὲ δεύτερον περὶ τῆς εὐθυδικίας τοῦ παρακειμένου πράγματος, πλὴν μόνης τῆς κατὰ Τιμάρχου παραγρα‐
30φῆς· ἐκείνη γὰρ μόνη τὴν εὐθυδικίαν οὐκ ἔχει· καὶ ὁ
τὸν λόγον ἐξηγούμενος τὴν αἰτίαν ἐρεῖ.191

5

.

192

Ἔστι δὲ ὅτε ὁριστικῶς τέμνεται τὸ πρότε‐ ρον ζήτημα. τοῦτο ἠγνόησεν, οὐδέποτε γὰρ ὁριστικῶς τέμνεται, ἀλλὰ μετὰ τὸν συλλογισμὸν ἐστὶ μία τῶν νομι‐ κῶν, ταῦτα τὸν ὅρον εἶναι ἐνόμισεν, ὡς ἐπὶ τούτου τοῦ ζητή‐
5ματος· μειράκιον ὡραῖον ᾔτησε τύραννος ἐξ ἀστυγείτο‐ νος πόλεως, οὐ δέδωκεν ἡ πόλις, ἐξῆλθεν αὐτὸ τὸ μει‐ ράκιον πρὸς τὸν τύραννον, ἀπιόντος αὐτοῦ τετελεύτηκεν, μετὰ ταῦτα πολιτεύεται· καὶ κατηγοροῦντά τις αὐτὸν παραγράφεται, ὡς ἡταιρηκότα. ἐνταῦθα μὲν πρῶτον
10ζήτημα νομίζει ὁριστικὸν εἶναι διὰ τὸ πεπρᾶχθαι αὐτῷ τὸ ἐξελθεῖν μηδὲ ἑταιρῆσαι, καὶ κακῶς εἰδὼς, ὅτι εἰ μὲν κατηγορία ἦν τοῦ μειρακίου, ὅρος ἦν ἡ στάσις· ἐνταῦθα δὲ οὐκ ἀνέχεται φεύγων τι κατασκευάσαι τέλειον ἢ ἀτε‐ λὲς, ἀλλὰ συλλογισμῷ χρῆται λέγων ταὐτὸν εἶναι τὸ ἐξ‐
15ελθεῖν τῷ πεποιηκέναι· ἀδύνατον οὖν ὅρον γενέσθαι τὸ πρῶτον ζήτημα· εἰ γάρ ἐστιν ὅλως ἡ παραγραφὴ ἢ ἔγ‐ γραφος ἀπὸ ῥητοῦ ἔχουσα τὴν ζήτησιν, ὁ ὅρος δὲ οὐκ ἔγγραφος, στάσις οὐκ ἂν εἴη ποτὲ παραγραφὴ ἀπὸ ὅρου· καὶ περὶ μὲν παραγραφῆς ταῦτα.
20 Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ ῥητο· κοινὸν τοῦτο, ὡς ἔφαμεν, ἐπὶ πασῶν στάσεων, πλὴν στο‐ χασμοῦ καὶ πραγματικῆς, τῇ προβολῇ πρῶτον διαιρεῖ‐ σθαι παραγραφικῷ τῷ ἀπὸ ῥητοῦ· ζητήσειε δ’ ἄν τις σφόδρα, τί διαφέρει τὸ παραγραφικὸν τοῦτο τῆς παρα‐
25γραφῆς, οὐ γὰρ ὥσπερ τὸ τοῦ στοχασμοῦ παραγραφικὸν διαφέρει, ὅτι ἐκεῖνο μὲν ἀπὸ τῶν περιστατικῶν γίνεται, ἡ δὲ παραγραφὴ ἀπὸ ῥητοῦ, οὕτως δὲ τοῦτο· εἰ γὰρ ἐν‐ ταῦθα ἀπὸ ῥητοῦ ἐστι τὸ παραγραφικὸν, ὅπερ μόνον παραγραφὴ ἀπὸ ῥητοῦ ὁρμᾶσθαι οἰκεῖόν τι, διαφέρει
30αὐτῆς τῆς παραγραφῆς· ἐροῦμεν ὅτι ἡ μὲν μετάληψις
τάξιν ἔχουσα παραγραφῆς οὐκ ἔσχε τὴν αὐτὴν φύσιν,192

5

.

193

ἀλλ’ ἐπειδὴ ἐξ ἀντιλήψεως ἄρχεται, χρῆται τῇ φύσει τῇ ἀντιλήψει ὡς λέγουσα τὸ ἐξεῖναι, καὶ οὐ δεῖν ἐπὶ τούτοις κρίνεσθαι· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ παραγραφῇ αὐτὸ τὸ ῥητὸν τὸ τὴν παραγραφὴν ποιοῦν περὶ αὐτὸ ἔχει τὴν
5ζήτησιν καὶ ἀμφιβάλλεται, διὸ καὶ ἀπὸ μιᾶς τῶν νομι‐ κῶν τὴν κατασκευὴν ἔχει· τὸ δὲ παραγραφικὸν τῆς με‐ ταλήψεως ὡμολόγηται καὶ οὐκ ἔχει τὸν ἐναντιούμενον, οὐδὲ τὸν ἀντιλέγοντα εἰς αὐτὸ, ἀλλὰ καὶ συντιθέμενον, ἀλλὰ καὶ εἰς ἕτερα μεταβαίνοντα· διὸ εἰς τάξιν διαβολῆς
10μόνην τοῦ ἀγῶνος παραλαμβάνεται· ἐπειδὴ δὲ, ὅπερ ἐν στοχασμῷ ἔφαμεν, κατὰ φύσιν τοῖς κατηγορουμένοις τὸ τὸν ἀγῶνα παραιτεῖσθαι καὶ μέμφεσθαι, οὐδὲ γὰρ ὁ καταδεξάμενος ἤδη ἀπολογήσασθαι ἔτι χώραν ἔχει τοῦ εἰπεῖν ἀδίκως κατηγορεῖσθαι, διὸ καὶ πρῶτον τέτακται
15φύσιν ἔχον τοῦ μέμφεσθαι τὸν ἀγῶνα. ἡ μὲν οὖν τάξις καὶ ἡ διαφορὰ τοῦ κεφαλαίου πρὸς τὴν παραγραφὴν αὕ‐ τη τῇ μεταλήψει. δευτέρα εἰκότως ἡ μετάληψις τοῦ διώκοντος τέτακται· ἀναγκαίως γὰρ τοῦ φεύγοντος δια‐ βολῇ ἰσχυρᾷ χρωμένου τῇ ἀπὸ τοῦ ῥητοῦ, ἀναγκαῖον ἦν
20προσθεῖναι αἰτίαν, δι’ ἣν ἡ κατηγορία αὐτοῦ παραβε‐ βασμένου γίνεται τοῦ ῥητοῦ, καὶ οὗτος τοῦ φεύγοντός ἐστιν διδάσκοντος, ὅτι οὐδὲν ἡ περίστασις βλάπτει· ὁ μὲν γὰρ τεχνικὸς ἀπὸ χρόνου μετάληψιν διελὼν ἀπὸ χρό‐ νου μόνον συλλογισμὸν διαλαμβάνει. Εἰδέναι δὲ χρὴ,
25ὅτι ἐπὶ πάσης ὁμοίως περιστάσεως ὁ αὐτός ἐστι συλλο‐ γισμὸς, καὶ ἐπὶ χρόνου οὐδὲν διαφέρει· κἂν ἐπὶ τούτου, οὐδὲν διαφέρει ἐν τούτῳ τῷ τόπῳ, ἢ ἀλλαχοῦ, ἀφ’ οὗ ὁ νόμος ἐπιτρέπει, καὶ ἀπὸ αἰτίας οὐδὲν διαφέρει, ἀπὸ ταύτης ἢ ἄλλης αἰτίας, καὶ τὰ ἄλλα ὁμοίως· ἀναγκαίως
30συλλογισμοῦ ὑπάρξαντος ὅρον ἦν ἐπαχθῆναι, ἀκήκοας
γὰρ τοῦ τεχνικοῦ λέγοντος, ὅτι ἐναντίος ἐστίν· ἐν πάσῃ193

5

.

194

στάσει ἐναντίος ἐστὶν ὅρῳ συλλογισμὸς, ἢ ζητήσειε δ’ ἄν τις, εἰ μέγιστον, πῶς ἀντέστραπται ἡ τάξις, καὶ πρῶτος ὁ συλλογισμὸς τοῦ ὅρου γέγονε, καίτοι γε ὁ συλλο‐ γισμὸς τὴν πρότασιν τὴν ἀπὸ τοῦ ὅρου κατασκευάζει
5καὶ εἰς ἓν συνάγει· ἐροῦμεν, ὅτι τὸ παραγραφικὸν ἐν‐ ταῦθα ὅρου τάξιν ἐπέχει· οἷς γὰρ καὶ αὐτὸς ὁρίζεται τὸ πεπραγμένον τόδε τι εἶναι, καὶ τὴν ἐξουσίαν αὐτοῦ προτείνεται, πρὸς αὐτὸν τὸν συλλογισμὸν τὴν κατα‐ σκευὴν ἔχει, ὡς εἰ προϋπῆρξεν αὐτῷ ὅρος· εἰδέναι δὲ
10χρὴ, ὅτι μόνῃ μεταλήψει ἐκαινοτομήθη ἡ φύσις τοῦ συλλογισμοῦ, καὶ γέγονε τοῦ φεύγοντος· ἀλλ’ ἐπειδὴ ἡ φύσις τῆς μεταλήψεως ἀντίστροφός ἐστιν, καὶ τὸν φεύ‐ γοντα διώκοντα ποιεῖ, ὥσπερ τάξιν ἔχει διώκοντος. Πάλιν ἐνταῦθα „ὅρῳ.“ ἅπαξ κατὰ τὸν αὐτὸν κανόνα
15τῶν δύο κεφαλαίων ἐναντίων ὄντων ἀδύνατον ἦν συλλο‐ γισμοῦ προϋπάρξαντος μὴ ἀντιθεῖναι ὅρον. ὥσπερ γὰρ ἐπὶ τῶν ἀντιθετικῶν ἡ μετάληψις προετάγη τῆς ἀντι‐ λήψεως, καὶ τὴν αἰτίαν εἰρήκαμεν ἐκεῖ, ὅτι ἡ ἀντιθε‐ τικὴ τάξιν ἔσχεν ἀντιλήψεως, ἧς ἔλεγον ὅτι ἄξιος ἦν,
20ὅπερ ἠδύνατο τὸ „ἔξεστί μοι,“ καὶ πρὸς αὐτὸν ἡ μετά‐ ληψις ἠκολούθησεν, διὰ δὲ τὴν φύσιν οὐκ ἠδυνήθη μὴ ἐμπεσεῖν ἀντίληψις, οὕτω καὶ ἐνταῦθα πρὸς τὸ παρα‐ γραφικὸν γενομένου τοῦ συλλογισμοῦ, τάξιν ἔχοντος τοῦ παραγραφικοῦ, ὅρου ἡ φύσις ἀπῄτησεν, καὶ αὐτὸν μὲν
25ταγῆναι τὸν ὅρον. Ἀντιθέσει· ἡ ἀντίθεσις κατὰ φύσιν τῆς προϋ‐ παρξάσης ἀντιλήψεως τέτακται· ἐπειδὴ γὰρ ἡ ἀντίληψις τὴν ἐξουσίαν προβάλλεται, εἰκότως καὶ ἡ ἀντίθεσις ἠκο‐ λούθησεν ἀντεγκληματικὴ ὡς ἐπὶ τὸ πολὺ γενομένη.
30Ἑτέρᾳ μεταλήψει· ἐνταῦθα ἀκριβὲς καὶ σαφὲς
ἐδείχθη τὸ θεώρημα, ὃ προειρήκαμεν ἐναντίον. καὶ ὅτι194

5

.

195

ἡ ἀντίθεσις ἀντιλήψεως τάξιν ἔχει, καὶ γὰρ ἐνταῦθα ἀντιθετικῆς προταγείσης μετάληψις μετηνέχθη, ὥσπερ ἂν εἰ ἀντιλήψεως αὐτῆς οὔσης· καὶ καθόλου δέδεικται, ὅτι ἡ ἀντιθετικὴ ἀντίθεσις ἀντιλήψεως φύσιν ἔχει, διὸ
5καὶ ἀναγκαῖον ἦν αὐτὴν μεταλήψει λυθῆναι, καὶ τοῦ‐ το πάλιν ἐπηγάγομεν, ὅτι καὶ πληρωθείσης τῆς χρείας διὰ τὴν φύσιν ἐπάγεται πάλιν ἡ μετάληψις. πάλιν ἐν‐ ταῦθα ἐδείχθη, ἐπῆκται γὰρ εὐθὺς „ἀντιλήψει.“ τί δὲ διαφέρει ἡ δευτέρα μετάληψις τῆς πρώτης, ἐροῦμεν· ὅτι
10ἡ μὲν πρώτη μετάληψις πρὸς αὐτὸ τὸ ἔγκλημα καὶ τὴν πᾶσαν σύστασιν τοῦ ἀγῶνος γίνεται, ἡ δὲ δευτέρα πρὸς μόνον τὸ ἀντιθετικόν· εἴη ἂν οὖν ἡ μὲν πρώτη πρὸς ὅλον τὸν ἀγῶνα, ἡ δὲ δευτέρα πρὸς μέρος ἀντιθέσεως· ἡ θέσις κοινοῦ τόπου τάξιν ἐπέχει παρ’ ἀμφοτέρων ἐξε‐
15ταζομένη· τοῦ μὲν φεύγοντος κατηγοροῦντος τοῦ ἐγκλή‐ ματος, τοῦ δὲ διώκοντος ὁμοίως κατηγοροῦντος τοῦ πε‐ ποιηκότος καὶ λέγοντος, ὡς χαλεπὸν τὸ ἐπ’ ἐξουσίας κε‐ χρῆσθαι ὡς βούλεταί τις. Ποιότητι καὶ γνώμ· κοινόν ἐστι πασῶν στάσεων·
20σημειωτέον δὲ, ὅτι εὕρηται μία μόνη ἡ μετάληψις κατὰ ἀξίωσιν, καὶ πάσης μεταλήψεως ἐπὶ ἓν τῶν περιστατικῶν ἀναγούσης αὐτὴν μόνη ἡ μετάληψις πάντα σχεδὸν τὰ περιστατικὰ ἔχει, ὡς ἐπὶ τούτου· τὸν φθείραντα κόρην ἀνάγεσθαι ἐπὶ κρίσει τοῦ εἰ βούλεται αὐτὸν ἡ κόρη
25τεθνάναι· φθείρας τις κόρην ἔφυγεν· ὁ πατὴρ συνῴ‐ κισεν αὐτὴν ἀνδρί· μετὰ ταῦτα ἧκεν ἐν τῇ πόλει καὶ ὁ πατὴρ αὐτὸν ἀξιοῖ ἀνάγεσθαι ἐπὶ κρίσιν· ὁ ἀνὴρ ἀν‐ τιλέγει, ἐνταῦθα γὰρ πρῶτον μὲν τὸ ἀπὸ χρόνου, „τί τότε ἐχρῆν αὐτὸν ἀνάγειν, ὅτε παραχρῆμα ἔφθειρεν·“
30ἔπειτα τὸ ἀπὸ τούτου „ὅτι ἐν τῇ οἰκίᾳ σου ἦν ἡ κόρη,
καὶ οὐκ ἐν τῇ ἐμῆ·“ ἔπειτα τὸ ἀπὸ τοῦ προσώπου, „ὅτι195

5

.

196

μόνον πατὴρ αὐτῆς, καὶ παρθένος ἦν ἡ παῖς, καὶ οὔ‐ πω ἑτέρῳ ἐκδεδομένη·“ ἔπειτα ἀπὸ αἰτίας, „ὅτι τιμωρία ἦν τὸ πραττόμενον καὶ δήμευσις, καὶ οὐ νῦν ὁμοῦ αἰ‐ σχύνη·“ ἔπειτα ἀπὸ τρόπου, „ὅτι ὁ τρόπος ἐφαίνετο
5τοῦ ἀδικήματος, καὶ οὐκ ἐν ἑτέρῳ τινί·“ ὥστε διὰ πάν‐ των εἴρηται αὕτη μόνη καὶ δοκεῖ εἶναι τριπλῆ καὶ πεν‐ ταπλῆ μετάληψις, ἕκαστον γὰρ αὐτῶν δεῖ λυθῆναι τοῖς προειρημένοις κεφαλαίοις. Εἰδέναι δὲ χρὴ, ὅτι μόνη ἡ μετάληψις ἡ κατὰ ἀξίωσιν οὐ τὸν φεύγοντα ἔχει μετα‐
10λαμβάνοντα, ἀλλ’ ἕτερον· ἐν μὲν γὰρ πάσαις ταῖς με‐ ταλήψεσιν ὁ κρινόμενος τὴν ἐξουσίαν προβάλλεται, καὶ ὁ κατήγορος μεταλαμβάνεται· ἐν ταύτῃ δὲ μόνῃ τῇ με‐ ταλήψει ὁ κατήγορος τὴν ἐξουσίαν προβάλλεται καὶ ὁ ἕτερος τὸ μεταλαμβάνεσθαι ἔχει, οὐκ αὐτὸς ὁ κρινόμε‐
15νος. τίς οὖν ἡ αἰτία, ἐν ῥητῷ καὶ διανοίᾳ τῷ κατὰ ἀξίωσιν ἐροῦμεν.
16
17tΠερὶ ῥητοῦ καὶ διανοίας.
18 Ἱκανῶς ὁ τεχνικὸς περὶ τῶν λογικῶν διαλαμβάνων στάσεων εἰκότως κατὰ τὰς ἐπαγγελίας ἐπὶ τὰς νομικὰς
20μεταβέβηκε, καὶ ζητήσειε δ’ ἄν τις, τί δήποτε περὶ ῥη‐ τοῦ καὶ διανοίας διέλαβεν, καίτοι αἱ μὲν ἄλλαι τρεῖς στάσεις περὶ τελέων ῥητῶν καὶ ὅλων νόμων ἔχουσι τὴν ἐξέτασιν, αὕτη δὲ μόνη περὶ ἀτελοῦς. τί δέ ἐστιν ὃ φαμέν; ὁ συλλογισμὸς ὁλόκληρον ὁλοκλήρῳ ἀντιτίθησιν,
25ἡ ἀντινομία ὁλοκλήρους δύο νόμους ἔχει καὶ ἡ ἀμφι‐ βολία περὶ ὁλοκλήρου καὶ αὕτη τὴν ζήτησιν· ἐνταῦθα δὲ μέρει μὲν ὁ ἕτερος, τῇ διανοίᾳ, χρῆται, μέρει δὲ ὁ ἕτερος, τῷ ῥητῷ, καὶ τοῦτο πλείστην ἔχει ζήτησιν, τί δήποτε μὴ ἀντινομία ἢ συλλογισμὸς προτέτακται· τὸ
30μὲν γὰρ γλίσχρον καὶ εὐτελὲς τῆς ἀμφιβολίας εἰκότως196

5

.

197

τελευταῖον ἂν εἴη, τὸ δὲ πλείονα ἔχειν ὕλην τὸν συλλο‐ γισμὸν καὶ τὴν ἀντινομίαν ἀπῄτει αὐτὰ πρῶτα ῥηθῆναι ἐροῦμεν οὖν, ἢ τῇ τάξει τῆς μεθόδου ἠκολούθησεν ἐπὶ τὸ ῥητὸν, καὶ τὴν διάνοιαν πρῶτον θεὶς ἐφεξῆς τὰς
5ἄλλας εἶπεν· ἢ τόγε ἀληθέστερον καὶ τεχνικώτερον, ὅτι ἡ μὲν ἀντινομία διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια· ἀμφο‐ τέρων γὰρ τῶν νομίμων τὴν διάνοιαν ἀναγκαῖόν ἐστι ζητηθῆναι, καὶ ἡ ἀμφιβολία πάλιν ἔχει ῥητοῦ καὶ δια‐ νοίας· ζητεῖται γὰρ ὁμοίως ἡ τοῦ νομοθέτου διάνοια,
10καθ’ ἣν τὸ ῥητὸν εἶπεν καὶ ἐν τῷ συλλογισμῷ ὁμοίως· ἀναγκαῖον οὖν, ἐπειδὴ τὸ ῥητὸν καὶ ἡ διάνοια εἰς τὰς τρεῖς ἐμπίπτει καὶ ἐξετάζεται, ὡς ἐμπεριεχομένην πρώ‐ την αὐτὴν τάξαι, καὶ ἐξετάσαι, ἵνα μαθόντες ἐν τῇ χρείᾳ ἔχωμεν τὸ εἰδέναι χρήσασθαι. καὶ ἡ μὲν αἰτία τοῦ προ‐
15τετάχθαι αὕτη. ἴδωμεν δὲ καὶ τὰ κεφάλαια ὅπως τέτακται. Προβολῇ ῥητο. καλῶς πάνυ προσέθηκεν ἐν αὐ‐ τῷ εἰπεῖν „προβολῇ ῥητοῦ“ ἀποδιϊστὰς τὰς νομικὰς καὶ τὰς λογικὰς, κἀκεῖ μὲν γάρ ἐστι προβολή· ἀλλ’ ἡ προ‐
20βολὴ ἀδικήματός ἐστιν ἐξ ἐγγράφου εὐθυνομένου γενο‐ μένη· ἐνταῦθα δὲ ἡ προβολὴ ἐξ ἐγγράφου ἐστίν. εἰδέ‐ ναι δὲ καὶ τοῦτο χρὴ, ὅτι κακῶς εἶπεν „προβολῇ ῥητοῦ.“ ἐχρῆν γὰρ εἰπεῖν „τῇ ἀπ’ αὐτοῦ τοῦ ῥητοῦ.“ οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβαλλόμεθα, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ
25ῥητὸν γενόμενον· ὅταν οὖν λέγῃ, „προβολὴ ῥητοῦ,“ ἐν‐ δεῶς ὁρίζεται τὸ κεφάλαιον, οὐδὲ γὰρ αὐτὸ μόνον τὸ ῥητὸν προβαλλόμεθα· ποία γὰρ ἂν εἴη χρεία τοῖς γε ἐγνωκόσι τὸ ῥητὸν προτείνειν, ἀλλὰ τὸ ἔγκλημα τὸ ἀπὸ τοῦ ῥητοῦ.
30Διανοί. εἰκότως ἡ διάνοια δευτέρα, ἐπειδὴ γὰρ
ἡ στάσις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομένου συνί‐197

5

.

198

σταται, τοῦ ἀπὸ τοῦ αἰτίου προταγέντος, ὅ ἐστι τοῦ ἐγκλήματος τοῦ διὰ τοῦ ῥητοῦ ἀναφύοντος, ἀναγκαῖον ἦν τὸ συνέχον ἐπενεχθῆναι, ὅπερ ἐστὶν ἡ διάνοια· ἡ γὰρ διάνοια λύσις ἐστὶ τοῦ ῥητοῦ.
5 Τῷ μὴ προςδιωρίσθαι· τὸ μὴ προσδιωρισμέ‐ νον τρίτον ἐστὶ τοῦ κατηγόρου κεφάλαιον· ἐπειδὴ γὰρ ἰσχυρὰ σφόδρα ἡ διάνοια ἐκ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· τῷ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἔχειν συνέργειαν ἰσχύων ὁ φεύ‐ γων, δοκεῖ ἀκριβῶς ἐξηγεῖσθαι τὸν νόμον καὶ δει‐
10κνύναι μὴ τοῦτο βουλόμενον· ἀναγκαῖον οὖν τῷ κα‐ τηγόρῳ αὖθις ἐπὶ τὴν τοῦ νόμου ἀπόδειξιν ἐπαναδραμεῖν· τὸ οὖν μὴ προσδιωρισμένον ὥσπερ ἐξήγησίς τίς ἐστι τοῦ νόμου λέγοντος, ὅτι τὸ μὴ προσδιωρισμένον τῷ λόγῳ οὐ δεῖ λέγειν, οὐ γὰρ τὴν αἰτίαν τοῦ πραττομένου ἐζήτησεν,
15ἀλλ’ ἄρδην ἀνεῖλε τὸ πραττόμενον. Πάλιν ἡ διάνοια τοῦ νομοθέτου ἐνταῦθα· πάλιν ζητήσειε δ’ ἄν τις, τίνι διαφέρει ἡ διάνοια τοῦ νομοθέτου αὐτῆς τῆς διανοίας· ἐροῦμεν, ὅτι ἡ μὲν διά‐ νοια αὐτοῦ ἐστι τοῦ ῥητοῦ ἐξήγησις· ἡ διάνοια τοῦ νομο‐
20θέτου τοῦ μὴ προςδιωρισμένου ἐστὶν ἐξήγησις· τὸ δὲ παρά‐ δειγμα σαφηνιεῖ. νόμος τὸν ῥίψαντα τὴν ἀσπίδα θανάτῳ ζημιοῦσθαι· ῥίψας τις ἀπέκτεινε τῶν πολεμίων στρατη‐ γὸν καὶ κρίνεται· ἡ διάνοια λύσις τῆς προβολῆς, ὅτι οὐ τὸν ἐπ’ ἀριστείᾳ οὐδὲ σωτηρίᾳ τῆς πόλεως οὐδὲ βλάβῃ
25τῶν πολεμίων ἀφέντα τὴν ἀσπίδα, ἀλλὰ τὸν ἐπὶ δειλίᾳ ὁ νόμος κολάζει· πρὸς ταύτην γίνεται τὸ μὴ προςδιω‐ ρισμένον, ἀναγινώσκοντος τοῦ κατηγόρου τὸν νόμον καὶ
τὰ ῥητὰ ἐπιδεικνύντος ἀπροσδιόριστα, καὶ καθόλου τὸν198

5

.

199

ῥίπτοντα κολαζόμενον. ἡ οὖν διάνοια τοῦ νομοθέτου τούτου τοῦ προςδιωρισμένου ἐξήγησίς ἐστιν, ὅτι περιττὸν ἡγεῖτο ὁ νομοθέτης τὰ σαφῆ διορίζειν, καὶ τὰ πᾶσι γνώριμα. τίς γὰρ ἀγνοεῖ, ὡς οὐ δεῖ ποτε τὸν σώσαντα
5διαφθείρειν; εἴη ἂν οὖν ἡ πρώτη διάνοια τοῦ ἐγκλή‐ ματος ἐξήγησις· ἡ δευτέρα ἡ καλουμένη τοῦ νομοθέτου τοῦ μὴ δεῖσθαι τὸν νομοθέτην, προςδιορίσαιτο δέ τι. Ὅρ. ἀκόλουθος ἦν ὁ ὅρος τοῦ κατηγόρου, ἵνα δείξῃ, ὅτι διαφέρει τὸ προςδιωρίσθαι τοῦ μὴ προςδιω‐
10ρίσθαι· ἐκείνου γὰρ εἰπόντος, μηδὲν διαφέρειν ἐν τοῖς φανεροῖς, ἀναγκαῖον ἦν προςδιορίσαι τὸν ὅρον. Ἀντιθέσει. τοῦ φεύγοντος πάλιν αὕτη ὡς ἐπὶ τὸ πολὺ ἀντιστατικὴ, εὐεργέτημα δεικνύντος, ἵνα ἔχῃ χώ‐ ραν τὸ παραβεβάσθαι τὸ ῥητὸν ἔχειν τινὰ δικαιολο‐
15γίαν· καὶ ὅτι διαφέρει ἡ ἀντίθεσις αὐτῆς τῆς ἀντι‐ στάσεως ἐν ταῖς κοινωνίαις εἰρήκαμεν· ἐν συντόμῳ δὲ εἰπεῖν, ὅτι ἡ μὲν ἀντίστασις φύσει ἔχει τὸ πεπραγμέ‐ νον πονηρὸν, περιστάσει δὲ ἔχει τὸ ἀγαθόν· τὸ γὰρ καθελεῖν τὸ τεῖχος φύσει πονηρόν ἐστιν, ἡ δὲ σωτη‐
20ρία τῆς πόλεως τὴν περίστασιν ἤνεγκεν τῆς ἀπολογίας· ἐνταῦθα δὲ τὸ ἐναντίον τὸ μὲν γεγενημένον φύσει ἀγα‐ θόν ἐστιν, ἡ περίστασις δὲ ποιεῖ αὐτὸ πονηρόν· τὸ μὲν γὰρ ἀνελεῖν τὸν τῶν πολεμίων στρατηγὸν φύσει ἀγαθὸν, ἡ δὲ περίστασις τοῦ νομοθέτου ἔγκλημα ποιεῖ.
25 Μεταλήψει. ἐν πάσαις ταῖς πρὸ ταύτης στά‐ σεσι προειρήκαμεν, ὅτι ἡ ἀντίθεσις ἀντιλήψεως φύσιν ἔχει· διὸ ἐπάγεται μετάληψις ἀντιλήψει, καὶ πάλιν καὶ τοῦτο προειρήκαμεν, ὅτι ἀδύνατον οἱῳδήποτε τρόπῳ με‐ τάληψιν τεθεῖσαν μὴ ἐπαγομένην ἔχειν ἀντίληψιν.
30 Καὶ ποιότητι καὶ γνώμ· ταῦτα κοινά ἐστι κεφάλαια πασῶν τῶν στάσεων, καὶ ἡ μὲν τῶν κεφα‐
λαίων ἐξέτασις αὕτη εἴρηται καὶ ῥητὸν καὶ διάνοια· καὶ199

5

.

200

τὸν φεύγοντα ἔχοντα τῷ ῥητῷ χρώμενον, ὡς ἐπὶ τούτου· νόμος τὸν πεπηρωμένον ἀπὸ τοῦ δημοσίου τρέφεσθαι· καὶ τὸ μὲν παράδειγμα τοῦ κατὰ ἀξίωσιν ῥητοῦ τοῦτο, ὅπερ δὲ ἐζητοῦμεν, τί διαφέρει τοῦτο τῆς μεταλήψεως,
5ἐν ᾗ ἐκεῖνός ἐστιν ὁ μεταλαμβάνων καὶ μὴ αὐτὸς ὁ φεύ‐ γων· ἀναγκαῖον εἰπεῖν καὶ διατί μὴ κἀκείνη ἐστὶ ῥητὸν, καὶ διατί γε κἀκεῖ τῷ αὐτῷ ῥητῷ κέχρηται· ἐροῦμεν, ὅτι ἐκεῖ μὲν φυγῆς καὶ διώξεως οὔσης οὐκέτι εἷς ἐστιν, οὐδὲ γὰρ τοῦτο ζητοῦμεν, εἰ δεῖ τοῦτο δοθῆναι τῷ πατρὶ,
10κατηγορεῖν ἢ οὔ, ἀλλὰ κατηγοροῦντος αὐτοῦ τὴν ἐξου‐ σίαν αὐτοῦ ἀναιρεῖ· ἐνταῦθα δὲ αἴτησίς ἐστι· καὶ ὁ ἐναντιούμενος οὐ τὴν ἐξουσίαν τῆς αἰτήσεως ἀναιρεῖ, ἀλ‐ λὰ τὸ μὴ δεῖν ἐπὶ τούτοις δοθῆναι· αὕτη οὖν ἡ αἰτία καὶ ἡ διαφορά. τινὲς δὲ νομίζουσι μηδέποτε εἶναι ῥητὸν
15καὶ διάνοιαν κατὰ ἀξίωσιν, ἀλλὰ καὶ ἐνταῦθα τὸν αἰ‐ τοῦντα κατηγόρου τάξιν ἔχοντα τὸ πρῶτον λέγειν· ὥσπερ γὰρ ὁ κατήγορος πανταχοῦ πρῶτον λέγει, οὕτω καὶ ἐν‐ ταῦθα πρῶτον λέγει ὁ πεπηρωμένος, καὶ εἰκότως τῷ ῥη‐ τῷ κέχρηται, —ἀγνοήσαντες καθόλου ἐκεῖνον τὸν λό‐
20γον, ὅτι ὁ αἰτῶν φεύγοντος ἔχει τάξιν καὶ ἐν ὅρῳ καὶ ἐν πραγματικῇ, ὁ γὰρ ἐναντιούμενος ἀνατρέπων τὸ „δεῖ δοθῆναι“ τήν τε τοῦ λοιδορεῖν ἐξουσίαν ἔχει καὶ τὴν τοῦ κατηγόρου ποιότητα ὑποκρίνεται· σπανία δέ τις εὑρεθείη στάσις ῥητοῦ καὶ διανοίας, διπλῆ δοκοῦσα εἶναι, ἧς ἐστι
25τὸ παράδειγμα τοῦτο· νόμος τῷ τυράννῳ συναναιρεῖσθαι τὴν γυναῖκα· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπι‐ θέσεως, πολέμου καταλαβόντος ὅπλα λαβὼν ἠρίστευσεν, ἀριστεύσας ἀξιοῖ πρὸς γάμον ἑλεῖν τοῦ κατηγόρου τὴν θυγατέρα· ἐνταῦθα γὰρ διπλῆ τίς ἐστι ζήτησις τῶν δύο
30ῥητῶν, τοῦ μὲν πατρὸς λέγοντος, ὅτι οὐ δωρεὰ αὕτη ἐστὶν, ἀλλὰ τιμωρία· τοῦ δὲ ἐλέγχοντος αὐτὸν, „καὶ ἀνάγκη τοῦ καθυφεῖναί με τὴν γραφήν·“ ἐκείνου δὲ
λέγοντος, ὅτι οὒ, ἀλλ’ ἐπίδειξις τοῦ μὴ θέλειν με τυ‐200

5

.

201

ραννῆσαι, ὅτι ἐν εὐεργέτου τάξει τίθεμαι τὸν κατήγορον, ὅτι δίδωσί μοι χώραν σαφηνίσαι τὴν ἐμαυτοῦ ἀρετὴν, καὶ ὅτι οὐ προςδιωρισμένον νόμῳ τὸ ποῖόν με δεῖ γέρας αἰτεῖν· διατί δὲ οὐκ ἔστιν ἀντινομία; ἐροῦμεν,
5ὅτι οὐκ ἔστι δύο ῥητῶν μάχη, οὐδὲ ἐκ περιστάσεως ἐναν‐ τίωσις· οὔτε γάρ ἐστιν ἐναντίον τὸ κολάζεσθαι τὴν γυ‐ ναῖκα τοῦ τυράννου τοῦ τὸν ἀριστέα γέρας λαβεῖν, ὃ βούλεται, οὐδὲ ἔστιν τις περίστασις ἡ ποιοῦσα, ἀλλὰ διαφόρους τοὺς νόμους διανοίᾳ λύεσθαι παρ’ ἑνὸς προσώ‐
10που· καὶ οὕτω μὲν ἑνὶ χρῆται τὸ ἓν πρόσωπον, τῷ δὲ ἑτέρῳ τὸ ἕτερον, ὅπερ ἀντινομίας οἰκεῖον, ἀλλ’ ἀμφό‐ τερα τὰ ῥητὰ ἀμφότεροι ἐξετάζουσιν.
12
13tΠερὶ ἀντινομίας.
14Ἀκόλουθος ἦν ὁ περὶ ἀντινομίας λόγος· ἐπειδὴ γὰρ
15καὶ προείρηται, καὶ ἡ πεῖρα δεικνύει, ὡς ἡ ἀντινομία διπλοῦν ῥητὸν καὶ διάνοιά ἐστιν, ἀναγκαῖον ἦν ὥσπερ τοῦ ἁπλοῦ ῥηθέντος ἐπαχθῆναι τὸ διπλοῦν, καὶ ἔτι διὰ τοῦτο, ὅτι ἐν μόνῃ τῇ ἀντινομίᾳ νόμοι εἰσὶν οἱ ἐξετα‐ ζόμενοι αὐτοὶ κατ’ αὐτοὺς τέλειοι· καὶ γὰρ ἐν τῷ συλ‐
20λογισμῷ τῷ ἐπαγομένῳ ἡ γνώμη τοῦ ῥητοῦ ἐστιν ἐξετα‐ ζομένη καὶ οὐκ αὐτὸ τὸ ῥητὸν καὶ ἐν ἀμφιβολίᾳ τῇ ἐφε‐ ξῆς ἡ γνώμη τοῦ ῥητοῦ ἐστιν ἡ ἐξεταζομένη· ἐν δὲ μό‐ νῃ τῇ ἀντινομίᾳ τέλειον τὴν μάχην ἔχει, ἀνάγκη ἦν ἐπα‐ χθῆναι ἐφεξῆς τὴν τοῦ τελείου ῥητοῦ ζήτησιν· εἰδέναι δὲ
25χρὴ, ὅτι οὐ μόνον νόμοι ποιοῦσιν ἀντινομίαν ἀλλὰ καὶ ψηφίσματα πρὸς ψηφίσματα καὶ ἁπλῶς πάντα τὰ ῥητά· καὶ εἴ τις εἴποι, πῶς ἂν εἴη ἐν τῇ πόλει δύο ψηφίσματα ἐναντία, ἐροῦμεν, ὅτι οὐδὲ δύο νόμοι εἰσὶν ἐναντίοι, ἀλλ’
ἡ περίστασις τὴν σύστασιν κατασκευάζει, καὶ τὸ παρά‐201

5

.

202

δειγμα σαφές ἐστιν· ἐψηφίσαντο Ἀθηναῖοι τοῖς φεύγου‐ σιν Ὀλυνθίων πολιτείαν· εἰσιόντες ἐκεῖνοι πλεῖστα ἀνδρά‐ ποδα βάρβαρα εἰσήγαγον· ἦν δὲ τὸ πρότερον ψήφισμα νικῆσαν τὸ εἰσάγοντας βάρβαρα ἀνδράποδα πλέον τῶν
5τριῶν ἐν δεσμωτηρίῳ εἶναι, ἔστ’ ἂν ἐπιδείξῃ τοὺς ταῦτα βουλομένους ὠνήσασθαι, ἐπὶ τοῦ λιμένος τινὰς αὐτῶν ἐνέβαλον τῷ δεσμωτηρίῳ, οἱ λοιποὶ ἀνέζευξαν καὶ κρί‐ νονται· ἐνταῦθα γὰρ δύο ψηφισμάτων ἐστὶ μάχη, τῶν μὲν προβαλλομένων τὴν ἐξουσίαν τοῦ δεῖν κατὰ ψήφισμα
10τὸ περὶ τῶν ἀνδραπόδων, τῶν δὲ τὸ γεγενῆσθαι πολίτας αὐτοὺς καὶ μὴ ἐπ’ ἐμπορίᾳ κατάγειν· γίνεται δὲ καὶ αὐ‐ τὸ ἑτέρων ῥητῶν καὶ διαθηκῶν ὡς ἐπὶ τούτου· διατιθέ‐ μενός τις ἐκέλευσε τῷ φίλῳ δοθῆναι τὴν θυγατέρα· πρὶν δοθῆναι ἀριστεύσας τις αἰτεῖ αὐτὴν εἰς γάμον, ἀμφισβη‐
15τοῦσιν· ἐνταῦθα διαθήκης καὶ νόμου ἀμφισβήτησις καὶ ἑνὶ λόγῳ, ὃν τρόπον ἐπὶ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ πᾶν ῥητὸν ποιεῖ καὶ διάνοιαν καὶ διαθήκη καὶ κήρυγμα, κἂν ψήφισμα κἂν ὁτιδήποτε ᾖ, τούτῳ τῷ τρόπῳ καὶ ἡ ἀντινομία· εἴδη δὲ αὐτῆς κατὰ μὲν τὸν Ἑρμογένην δύο,
20ἓν μὲν ὅταν δύο ῥητὰ ἐναντία ἀλλήλοις ὦσιν ἐκ περι‐ στάσεως, ὡς ἐπὶ τούτου· τοῦ ὑπερασπισθέντος τὴν οὐ‐ σίαν τοῦ ὑπερασπίσαντος εἶναι, καὶ τὸν ἀποκήρυκτον μὴ μετέχειν τῆς οὐσίας· ἀποκήρυκτος ὑπερήσπισε τοῦ πα‐ τρὸς καὶ ἀξιοῖ κατὰ τὸν νόμον δεσπότης εἶναι τῆς οὐ‐
25σίας· καὶ κατὰ ἓν ῥητὸν εἰς δύο τεμνόμενα, ὡς ἐπὶ τού‐ του, οὗ καὶ ὁ τεχνικὸς τίθησι, τῶν δύο κορῶν τῶν βια‐ σθεισῶν, ὧν ἡ μὲν θάνατον, ἡ δὲ γάμον ἄπροικον αἱ‐ ρεῖται· ἀλλὰ τοῦτο μὲν τὸ πρόβλημα, ὡς προειρήκαμεν,
ἐν τῇ μεθόδῳ συστῆναι οὐκ ἂν δύναιτο διὰ τὸ ἰσάζειν·202

5

.

203

ἴσως δ’ ἂν ἐφ’ ἑτέρων εὑρεθείη παραδειγμάτων· σπάνιον δὲ τὸ πρόβλημα· ἔτι δὲ κἂν κατὰ τρεῖς νόμους ἂν ἀν‐ τινομία γίνεται, ὡς ἐπὶ τούτου· νόμος τῷ προδότῃ τοὺς παῖδας συμφεύγειν, καὶ τὸν καταστείχοντα φυγάδα ἐξ‐
5εῖναι ἀποκτιννύναι, καὶ πεπηρωμένῳ τῷ ἀνδρὶ παρεῖναι τὴν γυναῖκα χειραγωγοῦσαν. ἔφυγέ τις θυγατέρα ἔχων συνοικοῦσαν πηρῷ, ἔμεινεν, ἀπέσφαξέν τις αὐτὴν καὶ κρίνεται φόνου. Ἐνταῦθα γὰρ τρία ἐστὶ ῥητά· καὶ ταύτας μὲν οἶδεν ὁ τεχνικὸς, παρ’ αὐτὰς δὲ σπανιώτα‐
10τά ἐστιν ἕτερα δύο εἴδη ἀντινομιῶν· μία δὲ ἡ κατὰ ἓν ῥητὸν μὴ τεμνόμενον, ἀλλ’ ἐξ ἴσου ἑκατέροις ἁρμόζον τοῖς μέρεσιν· ἑτέρα δὲ ἡ τριπλῆ· διαφέρει δὲ ἡ τριπλῆ κατὰ τρεῖς νόμους· ἀντινομία γινομένη δύο πρόσωπά ἐστιν τρισὶ χρώμενα νόμοις, ἐν δὲ τῇ τριπλῇ τρία πρόσω‐
15πα, ἕκαστον ἑνὶ χρώμενον νόμῳ περὶ ἑνὸς πράγματος, οὐκ ἀπὸ τοῦ αὐτοῦ σκοποῦ, ὡς ἐπὶ τούτου· νόμος τὸν ἀριστέα ὃ βούλεται γέρας λαμβάνειν, καὶ ὅ τι ἄν τίς τινι συνθῆται κύριον εἶναι, καὶ νόμος τὴν ὀρφανὴν τὸν ἀγχιστέα γένους γαμεῖσθαι, αἰχμαλώτου κόρης γενομέ‐
20νης ἐκήρυξεν ὁ πατὴρ δώσειν αὐτὴν πρὸς γάμον τῷ σώ‐ σαντι· ἐξῆλθεν ἐραστὴς ἐπὶ τὸ σῶσαι, ἀπελθόντος ὁ πατὴρ ἐτελεύτησεν· ἐπανελθόντος αὐτοῦ τὴν κόρην ἀγα‐ γόντος ἀριστεύσας τις ἀξιοῖ εἰς τὸ γέρας τὸν ταύτης γά‐ μον ἔχειν, καὶ αὐτὸς κατὰ τὴν τοῦ πατρὸς συνθήκην
25καὶ ὁ ἄγχιστα γένους κατὰ τὸν τῶν ἐπικλήρων νόμον, καὶ ὅνπερ τρόπον ἐπὶ τῆς πραγματικῆς τῆς τριπλῆς, ἔνθα οὔσης τῆς βουλῆς τίνι δεῖ βοηθῆσαι συμβουλεύει τις μηδετέροις, ἀνάγκη τὰς τῶν δύο προτάσεις ἀνατρέ‐ πεσθαι τούτῳ τῷ τρόπῳ, καὶ ἐνταῦθα ὃν ἂν μελετήσῃς
30ἢ τὸν ἀριστέα ἢ τὸν συγγενῆ ἢ τὸν ἐραστὴν, ἀνάγκη τοὺς τῶν ἄλλων δύο νόμους κατὰ πάντα ἀνατρέψαι τὰ κεφάλαια, καὶ τὸν ἑαυτοῦ πρὸς ἀμφοτέρους προσθεῖναι·
ἡ δὲ κατὰ ἓν ῥητὸν γινομένη ἀντινομία γίνεται κατὰ203

5

.

204

δύο τρόπους· ἕνα μὲν, ὅτε ἀμφότεροι τῇ διανοίᾳ ἐξ ὁλο‐ κλήρου χρῶνται τῷ ῥητῷ ἐκ διαφόρου πράγματος, ὡς ἐπὶ τούτου· νόμος τὸν ἀριστέα γέρας λαμβάνειν ὃ βού‐ λεται· ἀπέκειτο γυναικὶ γραφὴ μοιχείας· δύο παῖδες αὐ‐
5τῆς στρατευσάμενοι ἠρίστευσαν καὶ ὁ μὲν ἀξιοῖ τὴν γρα‐ φὴν, ὁ δὲ ἀναιρεθῆναι. ἐνταῦθα γὰρ τελείως τῷ ῥητῷ ἀμφότεροι χρῶνται, τῇ διανοίᾳ τοῦ ῥητοῦ ἀμφότεροι χρώμενοι, ὡς ἀριστέα ὄντα δίκαιον τὸ γέρας τὸ ἀπὸ τοῦ νόμου κύριον ἔχειν· ἕτερον δὲ εἶδος, ὅταν τὸ μὲν
10ῥητὸν ὡμολόγηται παρ’ ἀμφοτέρων ταὐτὸν ὂν, διανοίᾳ δὲ διαφόρῳ χρώμενα τὰ μέρη ἀγωνίζονται, ὡς ἐπὶ τού‐ του, τὸν μὴ θάψαντα τὸν ἑαυτοῦ πατέρα μὴ θάπτεσθαι· μὴ θάψας τις τὸν ἑαυτοῦ πατέρα ἐτελεύτησε παῖδα ἔχων, ὁ παῖς αὐτοῦ ἔθαψεν αὐτὸν καὶ κρίνεται· ἐνταῦθα γὰρ
15ἀμφότεροι ὁμολογοῦσιν κύριον εἶναι τὸ ῥητὸν, μὴ θά‐ ψαντα τὸν πατέρα ἄταφον εἶναι, διανοίᾳ δὲ διαφόρῳ χρῶνται· καὶ ὁ μὲν λέγει, ὅταν μὴ ἔχῃ παῖδα, ἵνα μὴ ὁ παῖς αὐτοῦ ὑπὸ τιμωρίαν εὑρεθῇ τοῦ μὴ θάψαι, διὰ γὰρ τοῦτο αὐτόν φασι θάψαι· ὁ δὲ τὸν ὅλως καταγνω‐
20σθέντα οὐδὲ παρὰ τοῦ παιδός φησι θάπτεσθαι· καὶ ἔστι σφόδρα διάφορον τὸ εἶδος· καὶ περὶ μὲν τῶν εἰδῶν ταῦ‐ τα· περὶ δὲ τῆς τάξεως εἰπεῖν φθάσαντες εἰρήκαμεν, ὡς διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια, καὶ διπλοῖς τοῖς τοῦ ῥη‐ τοῦ καὶ τῆς διανοίας κεφαλαίοις χρῆται· περιττὸν οὖν
25εἰπεῖν ἔτι αἰτίαν τῆς τάξεως τοῖς ἤδη περὶ ῥητοῦ καὶ διανοίας λόγῳ διεξεληλυθόσιν· εἴδωμεν δὲ καὶ τὸ ῥητὸν τοῦ ἀρχαίου. Τὰ μέντοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστιν. ἕκαστον εἰκότως τῶν τοῦ ὅρου κεφαλαίων, ἐπ’
30ἀμφοῖν γὰρ δύναται ἐξετασθῆναι τὸ μὴ προςδιωρίσθαι μόνον, ὡσεὶ λέγοις· ἀριστεὺς ὁ μοιχὸς ἀναθεὶς εἰς ἱερὸν τὴν σκευὴν, ὅτι οὐ προσδιώρισεν ὁ νόμος, πότερον τὸν
ἀριστέα ἢ τὸν ἰδιώτην λέγει· ἀλλὰ καθόλου τὸν μοι‐204

5

.

205

χὸν ἀπεῖπεν· κἀκεῖνος τὸ αὐτὸ λέγει, ὅτι οὐ προσδιώ‐ ρισε, πότερον τὸν μοιχὸν ἢ ἕτερόν τινα, ἀλλὰ καθόλου τὸν ἀριστέα ἰέναι κελεύει· τοῦ μὴ προσδιωρίσθαι προ‐ ταχθέντος ἀναγκαίως καὶ ὁ ὅρος ἐκλείπει, ὅτι διαφέρει,
5καὶ ὁ συλλογισμὸς, ὅτι οὐ διαφέρει· τούτων οὖν ἁπάν‐ των ἐκλειπόντων ἡ ἀντίθεσις μετὰ τὰ ῥητὰ καὶ τὰς δια‐ νοίας ἐπάγεται διάφορος οὖσα, πάντως γὰρ ἂν μὲν ἀντ‐ εγκληματικὴ ἦν ἡ μία, ἡ ἑτέρα ἀντιστατική ἐστιν, ἂν δὲ συγγνωμονικὴ, μεταστατικὴ ἡ ἑτέρα, καὶ τὸ παρά‐
10δειγμα σημαίνει, τοῦ ὑπερασπισθέντος τὴν οὐσίαν τοῦ ὑπερασπίσαντος εἶναι καὶ τὸν ἀποκήρυκτον μὴ μετέχειν τῆς πατρῴας οὐσίας· ἀποκήρυκτος φεύγοντος ὑπερήσπισε τοῦ πατρὸς, καὶ ἀξιοῖ τὴν οὐσίαν ἔχειν· ἐνταῦθα τοῦ μὲν παιδὸς ἡ ἀντίθεσίς ἐστιν ἀντιστατικὴ, ὅτι ἔσωσα
15αὐτὸν, τοῦ δὲ ἐναντιουμένου ἀντεγκληματικὴ, ὅτι ἀπο‐ κηρύκτῳ ὄντι καὶ ὑβρίσαντι τὸν πατέρα οὐ δίκαιον αὐ‐ τοῦ τῆς οὐσίας μετέχειν· καὶ πάλιν ὡς ἐπὶ τούτου, τὸν ὑβρίσαντα τὸν πατέρα μὴ μετέχειν τῆς οὐσίας, καὶ τὸν ὑβρισθέντα πατέρα μὴ ἐπεξιόντα ἄτιμον εἶναι· ἐν μέθῃ
20τις ἐπάταξε τὸν ἑαυτοῦ πατέρα, ἐπεξελθὼν ἐκεῖνος ἠτί‐ μησεν, μετὰ ταῦτα πολέμου γενομένου ὁ δῆμος ἀμνη‐ στείαν κακῶν ἐποιήσατο, καὶ ἀντέχεται τῆς οὐσίας ὁ παῖς, καὶ οἱ συγγενεῖς ἀντιλέγουσιν· καὶ αὕτη μέν πως κατὰ τρεῖς εἶναι νόμους δοκεῖ· κατὰ δὲ δύο ἐστίν· ἡ μὲν οὖν
25αὐτοῦ τοῦ παιδὸς συγγνωμονικὴ, ὅτι κατὰ μέθην ἡ ὕβρις γέγονεν· ἡ δὲ τοῦ πατρὸς μεταστατική· δοκεῖ γάρ πως καὶ κατὰ ἀνάγκην ὁ πατὴρ αἰτιάσασθαι τὸν παῖδα· εἰδέναι δὲ δεῖ καὶ αὐτὸ τὸ τῆς γνώμης· καὶ ἐπὶ τού‐ τοις ὁ τῆς ἀμνηστείας νόμος οὐ διάνοιά ἐστιν, εἰ μή‐
30πω τις τὴν ἀνάγκην τοῦ πολέμου λέγοι, ἥτις καὶ αὐτὴ205

5

.

206

ἐπὶ μετάστασιν ἔρχεται, ὡς πάντως τὰς δύο διανοίας μετάστασιν εἶναι καὶ συγγνώμην. καὶ ταῦτα μὲν περὶ ἀν‐ τινομίας.
3
4tΠερὶ συλλογισμο.
5 Ἀκόλουθος ἡ περὶ τοῦ συλλογισμοῦ ἐξέτασις· ἐξετά‐ σας γὰρ τὴν τοῦ διπλοῦ ῥητοῦ διαίρεσιν ἀκόλουθον εἶχε τὴν ἐπαγωγὴν τοῦ διπλοῦ, ὅ ἐστι τέλειόν τε καὶ μηδε‐ μίαν ἀμφιβολίαν ἔχον, ἔξωθεν δὲ ἐξ ὁμοίου πράγματος ἀντιπαραθέσεως τὴν ζήτησιν ἔχον, ὅπερ ἐστὶ συλλογι‐
10σμοῦ. Συλλογισμὸς γάρ ἐστιν, ὅταν τοῖς γεγραμμέ‐ νοις τὰ μὴ γεγραμμένα μηδὲ ἐξητασμένα ἀφομοιοῦντες ταὐτὸν εἶναι λέγωμεν· δεῖ γὰρ ἡμᾶς ἀπὸ τοῦ νενομο‐ θετημένου ἐπὶ τὸ μὴ νενομοθετημένον μὲν, ὁμοιούμενον δὲ τῷ νενομοθετημένῳ εἰς ταὐτὸν ἄγειν· εἴδη δὲ συλλο‐
15γισμῶν ταῦτα· ἐκ τοῦ ὁμοίου· νόμος τὸν ἡταιρηκότα μὴ λέγειν, Τίμαρχος ἁλοὺς ἑταιρήσεως διδάσκει παῖδας καὶ ὑπάγεται τῷ νόμῳ· τοῦτο δὲ τὸ εἶδος πολλοὶ τῶν τεχνι‐ κῶν κατὰ γένος καὶ εἶδος καλοῦσι λέγοντες, γένος μὲν εἶναι τὸ λέγειν, εἶδος δὲ τὸ ἐν δημοσίῳ λέγειν· ἢ κατὰ
20περίστασιν, ἤ τι τῶν τοιούτων, καὶ συλλογίζονται λέγον‐ τες ἀφ’ οὗ τὸ γένος κεκώλυκε τὸ εἶδος· ἐκ τοῦ ἐναντίου· νόμος τὸν ἀριστέα δωρεὰν λαμβάνειν· λιπόντα τις τὴν τάξιν ἀξιοῖ κολάζεσθαι, ἐνταῦθα γὰρ ἐκ τοῦ ἐναντίου ὁ συλλογισμός ἐστιν· εἰ γὰρ ὁ ἀγαθὸς τιμηθήσεται, καὶ
25ὁ πονηρὸς κολασθήσεται· ἐκ τοῦ ἥττονος, ἐξεῖναι τὸν μοιχὸν ἀποσφάττειν, εὑρών τις μοιχὸν οὐ κατέσφαξεν, ἀλλὰ κατέστιξε καὶ κρίνεται παρανόμου τιμωρίας· ἐνταῦ‐ θα γὰρ, φησὶν, ὁ τὸ πρότερον δεδωκὼς πολὺ δικαιότε‐ ρον καὶ τὸ ἧττον ἀπέδωκεν· ἐκ τοῦ ἀκολούθου· ἐξέστω
30τὸν μοιχὸν στίζειν, στίζων τις ἀπέκτεινε καὶ κρίνεται, ὁ206

5

.

207

γὰρ τὸ ἀκόλουθον, φησὶ, δεδωκὼς καὶ τὸ ἐξ αὐτοῦ ἐκ‐ βησόμενον· ἔστι δὲ καὶ ἕτερον εἶδος τοῦ κατὰ σύνθεσιν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· τὸν τρὶς ὑβρίσαντα καὶ τρὶς ψευδῆ μαρτυρήσαντα, καὶ τὸν τρὶς ἁλόντα κλο‐
5πῆς ἄτιμον εἶναι. ἁλούς τις ἅπαξ ἑκάστου ὑπάγεται τῇ ἀτιμίᾳ· ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ ζητουμένη, πό‐ τερον τὰ τρία ἐστὶν ἢ ἓν ἑκάστου· τοῦτο δὲ ἀμφιβολίᾳ μάλιστα ἁρμόττει· ἡ γὰρ κατὰ σύνθεσιν ἀμφιβολία περὶ αὐτὸ τοῦτο συνίσταται, τοῦτο δὲ διαφέρει, ὅτι οὐκ ἔστιν
10διάτασις ἢ ἐπιπλοκὴ, ἣ ποιεῖ τὴν ζήτησιν ἐνταῦθα, οὐδὲ ὄνομα ἀμφισβητήσιμον, ἀλλ’ ἀνάγκη συλλογίσα‐ σθαι, ὅτι ταὐτόν ἐστι μὲν ἀδικήματι τὸ ποιῆσαι τρία ἂν ἅπαξ. καὶ τοῦτο δὲ παραφυλακτέον· ἐν πάσῃ στά‐ σει συλλογισμὸς ἐμπίπτει· ἐν αὐτῷ δὲ οὐδεμία ἐμπίπτει
15στάσις, πλὴν τοῦ στοχασμοῦ, ἢ ἐν τῇ γνώμῃ τοῦ νομο‐ θέτου ἐξετάζεται στοχαστικῶς, ζητοῦμεν, τί ἠβουλήθη ὁ νομοθέτης· διαφέρει δὲ ῥητοῦ καὶ διανοίας, ὅτι ἐν μὲν ῥητῷ καὶ διανοίᾳ αὐτὸ τὸ εἰρημένον ἐν τῷ ἐγγράφῳ πέπρακται· ἐνταῦθα δὲ οὐκ αὐτὸ, ἀλλ’ ἄλλο τι, καὶ ὁ
20κατήγορος ταὐτὸν εἶναι λέγει, οἷον τὸν κοιμηθέντα φύ‐ λακα τεθνάναι, φύλαξ κοιμηθεὶς ὄναρ εἶδεν τὸν τρόπον τῆς ἀπαλλαγῆς τοῦ πολέμου, ἔφρασε τῷ στρατηγῷ, ποι‐ ήσας ἐκεῖνος ἐνίκησε καὶ ὑπάγεται ὁ φύλαξ τῷ νόμῳ· ἐνταῦθα ὡμολόγηται τὸ ῥητὸν, ὅτι τὸν κατακοιμηθέντα
25λέγει, καὶ αὐτὸ παραβέβασται· ἐν δὲ τῷ συλλογισμῷ οὐχ ὡμολόγηται, ὅτι ἐξ ἑταίρας καὶ ἐκ πόρνου ταὐτόν ἐστι· καὶ ἔτι ὡς ἐπὶ τὸ πολὺ ἐν μὲν τῷ ῥητῷ χρῆται καὶ ὁ φεύγων τῇ διανοίᾳ, ἐνταῦθα δὲ ἀνέστραπται· ὁ μὲν διώκων δοκεῖ πως τῇ διανοίᾳ χρῆσθαι, ὁ δὲ φεύγων
30ἀναντιῤῥήτως τῷ ῥητῷ· καὶ ἡ μὲν περὶ τούτου τεχνολο‐
γία αὕτη· τὰ κεφάλαια δὲ οὕτως.207

5

.

208

Προβολῇ πράγματος· ζητήσειε δ’ ἄν τις, τί δήποτε ἐν πάσῃ στάσει προβολὴν ὀνομάζων καὶ οὐ προσ‐ τιθεὶς „τίνοσ“ ἐνταῦθα μόνον τέθεικε „προβολῇ πρά‐ γματοσ“· λέγομεν, ὅτι ἐν πάσαις ταῖς ἄλλαις στάσεσιν
5ταῖς ἐχούσαις προβολὴν τὸ ἀδίκημα τὸ προβαλλόμενον ὡμολόγηται· ἐνταῦθα δὲ αὖ τοῦτο ζητεῖται, εἰ τὸ ἀδί‐ κημά ἐστι τὸ πραχθέν· διὰ τοῦτο προσέθηκε „προβολῇ πράγματος,“ ἵνα αὐτῷ σημάνῃ τὸ ἐξομοιούμενον· ἀναγ‐ καῖον οὖν ἦν ἐπαχθῆναι δεύτερον κεφάλαιον τὸ ῥητὸν,
10καὶ τρίτον εἰκότως τὸν συλλογισμὸν, ὃ μίγνυσι καὶ συν‐ άγει εἴς τε τὸ ῥητὸν καὶ τὸ πρᾶγμα· συλλογισμοῦ δὲ λεγομένου ἀναντίῤῥητον ἦν ὅρον ἐπαχθῆναι· ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ὅρου ταγέντος οὐκ ἐπηνέχθη ὁ ἀνθορισμός· ἑνὶ λόγῳ πολλάκις εἰρήκαμεν, ὅτι τὴν τοῦ
15ἀνθορισμοῦ χρείαν ὁ συλλογισμὸς πληροῖ, καὶ συμπέ‐ ρασμά ἐστι τοῦ ἀνθορισμοῦ ὁ συλλογισμός· ἐπειδὴ οὖν προτέτακται συλλογισμὸς, δυνάμει ἐν αὐτῷ περιέχεται ὁ ἀνθορισμός· διὰ τοῦτο οὖν οὐκ ἐπήχθη ὡς ἤδη ἐξ‐ ετασθείς· περὶ δὲ τῆς τάξεως, τί δήποτε πρῶτος ὁ συλ‐
20λογισμὸς τέτακται, ὃν τρόπον ἔφαμεν, ὅτι ἡ ἀντίθεσις ἐν ταῖς ἄλλαις στάσεσιν ἀντιλήψεως χρείαν πληροῖ πολ‐ λάκις, οὕτω καὶ ἐνταῦθα ἡ προβολὴ τοῦ νόμου δύνα‐ ται ὅρου ἔχειν τάξιν· ὅταν γὰρ ἀναγινώσκῃ τὸν νόμον καὶ λέγῃ, μὴ τοῦτο κελεύειν, ὁρίζεται κελεύειν· διὰ τοῦ‐
25το ἐπήχθη ὁ συλλογισμὸς συνάγων ἀμφότερα ἅ τε ὁ νόμος κελεύει καὶ τὰ πραχθέντα καὶ δυνάμενα διελεῖν. Ὅρ. ἀλλ’ ἐπειδὴ ἀδύνατον ἦν, συλλογισμοῦ τα‐ γέντος μὴ ἐπενεχθῆναι καὶ ὅρον τέτακται, ὃν τρόπον ἀδύνατον ἦν μεταλήψεως οὔσης μὴ εἶναι ἀντίληψιν, τέ‐
30τακται πολλάκις ἡ ἀντίληψις μεταλήψεως δευτέρα.
Γνώμῃ νομοθέτου· ἡ γνώμη τοῦ νομοθέτου208

5

.

209

ἀμφοτέρων ἐστὶ παρ’ ἀμφοτέρων στοχαστικῶς ἐξεταζο‐ μένη· ὁ μὲν γὰρ στοχαστικῶς ἐρεῖ, ὅτι πᾶσαν τὴν πορ‐ νείαν μεμίσηκε, διὰ τοῦτο καὶ τὸν ἐκ πόρνου κωλύει λέ‐ γειν· ὁ δὲ αὖθις στοχαστικῶς ἐρεῖ διὰ τὸ μὴ ἔχειν αὐ‐
5τὸν ὡρισμένον πατέρα, μηδὲ ἀναγεγράφθαι, ὅτου πα‐ τρὸς εἴη, κεκώλυκεν αὐτὸν λέγειν. Ὅρῳ βιαί· ὁ ὅρος ὁ βίαιος τοῦ κατηγόρου ἐστὶν, εἴρηται δὲ βίαιος ὅρος, ὅτι οὐκ ἐκ τῶν κοινῇ δοκούντων ἐστὶν, ἀλλ’ ἐκ περιτροπῆς βιάζεται, καὶ τὸν ἄῤῥενα
10τὸν ἡταιρηκότα πόρνην εἶναι δεικνύει, εἴγε ταὐτὰ τῇ πόρνῃ πάσχει. Τὸ πρός τι ἀναγκαῖόν ἐστι τῷ ὅρῳ ἕ‐ πεσθαι· τὸ πρός τι ἀεὶ τοῦ κατηγόρου ἐστὶν ἐπὶ τὸ μεῖ‐ ζον ἄγοντος τὸ ἔγκλημα. Ἀντιθέσει ἔστιν ὅτε. τοῦτο οὐκ ὀρθῶς εἶπεν
15ὁ τεχνικός· ἀδύνατον γὰρ μὴ εἶναι ἀντεγκληματικὴν ἀν‐ τίθεσιν· ἐπειδὴ πᾶς συλλογισμὸς ὡς ἐπέγκλημά τί ἐστιν, ἡ ἀντεγκληματικὴ ἀναφύεται, καὶ εἴ τις ἀναστρέψει τὸν ἐκ τοῦ ἐναντίου συλλογισμὸν, ἀντιστατικὴ εὑρεθήσεται, ἐὰν λέγωμεν, ὅτι τὸν λειποτάκτην κολάζεσθαι δεῖ, ἀρι‐
20στεύσας τις ἀξιοῖ τιμᾶσθαι, ἀντιστατικὴ κατὰ τὸν τῆς ἀριστείας λόγον εὑρεθήσεται· ἀντίθεσις ἡ ἀντιστατικὴ, ἢ ἐπὶ τούτου μόνον τοῦ ζητήματος ἀντιστατικὴ, ἐν δὲ ταῖς ἄλλαις ἀντεγκληματικὴ, λέγοντος, ὅτι εἰ καὶ μὴ κε‐ κώλυκεν ὁ νομοθέτης, ἀλλὰ τὸ σὸν ἁμάρτημα ἄξιον
25τοῦ κωλύεσθαι· ταύτης οὖν ἐμπεσούσης ἀναγκαῖον ἦν προστιθέναι μετάληψιν, καθὼς ἐν ταῖς ἄλλαις στάσεσι προειρήκαμεν, ὅτι ἡ ἀντιθετικὴ ἀντιλήψεως χώραν ἔχει, πρὸς ἣν ἀκόλουθος ἡ μετάληψις· διὰ δὲ τὴν φύσιν τῆς μεταλήψεως ἕπεται ἡ ἀντίληψις· καὶ ταῦτα περὶ συλλο‐
30γισμοῦ.209

5

.

210

(1t)

Περὶ ἀμφιβολίας.
2 Ὃ τῆς ἀμφιβολίας λείπεται ἐστὶν ἀμφιβολία ῥητοῦ τινος ἐκ διαφόρων αἰτιῶν, τὸ ὅτι βούλεται δηλοῦν ἄγνοια. γίγνονται δὲ ἀμφιβολίαι κατὰ τούτους τοὺς τρόπους· καθ’
5ὁμωνυμίαν, ὡς ἐπὶ τούτου, χρησμὸς δέδοται τοῖς Ἕλλησιν ἀνελεῖν τὸν τάφον Ἀλεξάνδρου, πλεῖστα γὰρ κακὰ τοῖς Ἕλ‐ λησιν ἐποίησεν· ἀμφιβάλλεται γὰρ, πότερον τοῦ Πάριδός φησιν, ἢ τοῦ Μακεδόνος, ἢ τοῦ Θετταλοῦ· κατὰ δὲ τόνον ὡς ἐπὶ τούτου· πωλῶν μηδεὶς διδότω τέλος· ἐνταῦθα γὰρ
10πάλιν, εἰ μὲν παροξύνεις, ἢ ἵππων λέγεις ἢ ἡμιόνων. ἐὰν δὲ περισπάσῃς, αὐτὸν τὸν πιπράσκοντα· κατὰ δὲ διάστα‐ σιν συλλαβῶν, ὡς ἐπ’ ἐκείνου, ἀριστεὺς τελευτῶν ἐν ταῖς διαθήκαις ἔγραψεν γενέσθαι Ἄρεα χρυσοῦν δόρυ ἔχοντα· καὶ ὁ μὲν ἱερεὺς ἀναγινώσκει, Ἄρεα χρυσοῦν, δόρυ ἔχον‐
15τα· οἱ δὲ Ἄρεα, χρυσοῦν δόρυ ἔχοντα· εὕρηται δὲ ἑτέρα ἀμφιβολία κατὰ τὸ ἀδιόριστον ὡς ἐπὶ τούτου· παῖς μὴ μαρτυρείτω· ζητεῖται γὰρ ποῖον παῖδα λέγει, τὸν τῇ ἡλι‐ κίᾳ παῖδα, τὸν υἱὸν, ἢ παῖδα τὸν ἀκόλουθον· καὶ γὰρ τοὺς ἀκολούθους παῖδας ἐκάλουν· παράδειγμα καὶ τοῦ‐
20το· ἔθετο ὁ πλούσιος τὸν τοῦ πένητος παῖδα, τῷ παιδὶ προσγέγονε θυσιαζόντων ἀμφοτέρων τῶν γονέων, τελευ‐ τῶν ἔγραψεν, „ὁ πατήρ μου ἔστω κληρονόμοσ“· καὶ ἀμ‐ φισβητοῦσι, πότερον ὁ φύσας πατὴρ ἢ ὁ θετὸς, πατέ‐ ρες γὰρ ἀμφότεροι καλοῦνται· εἰδέναι δὲ χρὴ, ὅτι αὐτὴ
25μὲν κατ’ αὐτὴν ἀμφιβολία οὐδέποτε μελετηθήσεται, γλί‐ σχρον γὰρ καὶ ἀτελὲς τὸ ζήτημα· ἐν ἑτέροις δὲ ἐμπεσὸν ὠφέ‐ λειαν παρέχει· ἡνίκα τε ἀπὸ χρησμοῦ ἤ τινος τῶν τοι‐ ούτων ἔσται περίστασις, ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας, τὸ τοὺς ἡγεμόνας φυλάττεσθαι παρ‐
30έλαβε λέγων· εἰ μὲν πολεμοῦσιν ἡμῖν εἶπεν ὁ θεὸς,
τοὺς στρατηγοὺς δηλοῖ, εἰρήνης δὲ τοὺς δημαγωγούς.210

5

.

211

καὶ ταῦτα μὲν περὶ τούτων· εἴδωμεν δὲ καὶ τὰ κεφά‐ λαια. Προβολῇ ῥητο. κατὰ τὸ ἀμφίβολον δοκεῖ μέν πως ἰσάζειν ταῦτα, καὶ ἀναγκαῖον ἦν ἐκλείπειν αὐτὰ,
5ἀλλ’ ἐκ τῆς ἐπαγομένης κατασκευῆς περὶ τὴν διάνοιαν τοῦ νομοθέτου ἀμφότερα τὴν κατασκευὴν ἔχει, ὥστε ταῦτα μὲν οὐκ ἂν εἶεν κεφάλαια, προτάσεις δὲ γίνονται τῆς διανοίας τοῦ νομοθέτου· ἀκόλουθος οὖν ἡ διάνοια τοῦ νομοθέτου κοινὴ οὖσα, ἕκαστος γὰρ πρὸς τὸ ἑαυ‐
10τοῦ συμφέρον ἐξηγεῖται αὐτήν. Τῷ περιέχοντι καὶ περιεχομέν. καὶ τοῦ‐ το κοινόν ἐστιν, ὡς ἂν ἐγχωρῆσαι τὸ σὸν ἀποδεικνύναι μεῖζον. Ἀντιθέσει. ἡ ἀντίθεσις ἡ μὲν φυγὴ καὶ δίωξις
15τοῦ κατηγόρου, ὡς ἐπὶ τῆς ἑταίρας τῆς φερούσης τὰ χρυσία ἀντεγκλητικὴ γίνεται· ἡ δὲ ἀμφισβήτησις ἀνάγ‐ κη ἢ ἐκλείπειν αὐτὴν, ἢ ἀντιστατικὴν γενέσθαι· ἐκλεί‐ πειν μὲν, ὡς ἐπὶ τῶν δύο πατέρων, ἀντιστατικὴ ὡς ἐπὶ τοῦ „πωλῶν μηδεὶς διδότω τέλοσ“. ἐρεῖ γὰρ ἐν‐
20ταῦθα, ὅτι μὴ βουλόμενος ἡμᾶς δοῦναι τέλος· διὰ τὴν εὐπορίαν καὶ τὴν ὠφέλειαν, ἣν ποιοῦμεν ταῖς πό‐ λεσιν, ἐφιλανθρωπεύσατο ἡμᾶς ὁ νομοθέτης. Μεταλήψει· μετάληψις ἐπὶ μὲν φυγῆς καὶ διώ‐ ξεως ἐμπεσεῖται παρὰ τοῦ φεύγοντος λέγοντος, ὅτι ἕτε‐
25ρον τρόπον ἐχρῆν κολάζειν, καὶ οὐ τοῦτον, πολλάκις δὲ προειρήκαμεν καὶ διεμαρτυράμεθα, ὡς ἡ ἀντίθεσις ἀν‐ τιλήψεως φύσιν ἔχει, διὸ ἕπεται αὐτὴ ἡ μετάληψις· διὰ τοῦτο δὲ ἡ ἀντίληψις οὐκ ἐπήχθη ἐνταῦθα, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι ἐπὶ μὲν τῶν ἄλλων πασῶν ὡμολόγηται, ἐν‐
30ταῦθα δὲ αὐτὸ τοῦτό ἐστι τὸ ἀμφίβολον τοῦ νόμου καὶ οὐ δύναται ἐπ’ ἐξουσίαν καταφυγεῖν. Ταῦτα περὶ ἀμ‐
φιβολίας.211