TLG 2031 001 :: SOPATER :: Διαίρεσις ζητημάτων

SOPATER Rhet.
(Atheniensis: A.D. 4)

Cf. et SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047)

Διαίρεσις ζητημάτων

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 8. Stuttgart: Cotta, 1835 (repr. Osnabrück: Zeller, 1968): 2–385.

Citation: Volume — page — (line)

8

.

2

(1t)

ΣΩΠΑΤΡΟΥ
2tΔΙΑΙΡΕΣΙΣ ΖΗΤΗΜΑΤΩΝ.
1aΜετὰ τὰ κατὰ Κύζικον Ἀλκιβιάδης αἰτήσας φρουρὰν τοῦ σώματος
2aκρίνεται τυραννίδος ἐπιθέσεως.
1
ΣΤΟΧΑΣΜΟΣ ΑΠΛΟΥΣ. Αὐθάδης ἐστὶν Ἀλκιβιάδης καὶ μεγαλόφρων· φιλό‐ τιμον γὰρ αὐτὸν τά τε ἄνωθεν ποιεῖ πολιτεύματα καὶ τὰ περὶ Κύζικον κατορθώματα· οὕτω γὰρ αὐτὸν εἰς‐
5άγει καὶ Θουκυδίδης, ὅτε πρὸς Νικίαν ἀποτείνεται, φά‐ σκοντα μᾶλλον ἑτέρων αὐτῷ προςήκειν τὴν ἀρχήν· πρὸς δὲ τούτοις καὶ Πλούταρχος κατὰ τὸν βίον αὐτοῦ τὸ αὔ‐ θαδες δείκνυσιν ἐν τοῖς μάλιστα πάντων τούτῳ προςεῖ‐ ναι· γνωστέον δὲ ὅτι πολὺ τὸ πομπικὸν ἔχειν ὀφείλει τὸ
10ζήτημα, ἵνα μετὰ τῆς ἀπολογίας καὶ πομπεύειν ἔχῃ τοῖς κατορθώμασιν· εἰς τοσοῦτον γὰρ αὐτῷ τὰ τῶν λό‐ γων ἐπῆρθαι προσῆκεν, ὡς καὶ δοκεῖν τῆς γραφῆς ὡς μὴ προσηκούσης αὐτῷ καταφρονεῖν· ὅταν γὰρ λέγῃ τόσα καὶ τόσα τρόπαια καὶ μάχας ὑπὲρ τῆς πόλεως καὶ φιλο‐
15τιμίας πολλὰς, πῶς οὐ τὰ τῆς γραφῆς ἀνοίκεια τῷ τοι‐
ούτῳ ἐναποδείκνυται; ἐχέτω οὖν τὰ προοίμια ἄξιόν τι2

8

.

3

τῆς μεγαληγορίας Ἀλκιβιάδου, καὶ πεφαντασμένον εὐθὺς ἀπὸ τῶν προτάσεων· οἷον οὕτως· ἄνδρες οἱ δι’ Ἀλκιβι‐ άδην ἐλεύθεροι· ἢ οὕτως· ἄνδρες οἱ τοσούτων τυράννων τυραννοκτόνοι, ἰδεῖν εὐτυχήσαντες, ὁποῖοι καὶ οἱ Λακε‐
5δαιμόνιοι· δεύτερον δὲ προοίμιον καλῶς ἂν ἔχοι τοιαύτην ἔχον πρότασιν· ἓν μὲν οὖν οἶδα κακῶς βουλευσάμενος, ὅτι τῶν συκοφαντῶν τινα πρὸς σφαγὴν οὐκ ᾔτησα· τρίτον ὁμοίως τῆς μεγαληγορίας καὶ τοῦ φιλοτίμου τοῦ Ἀλκιβιάδους ἄξιον. κατάστασις· καταστῆναι μᾶλλον
10ἁρμόττει νῦν ἐν τούτῳ τῷ προβλήματι τὰ γενόμενα, ἢ διηγήσασθαι· εἰ μὲν γὰρ ἦν μηδὲν μηδαμοῦ λυπήσας Ἀλκιβιάδης τὴν πόλιν, ἀλλ’ ὤφθη πανταχοῦ γνήσιος, εὔνους, διηγήσασθαι ἄλλον, ἀλλ’ οὐχὶ καταστῆναι προςῆκον ἦν· ὁ μὲν γὰρ Κέφαλος παρὰ Πολέμωνι
15μηδεμίαν καθ’ ἑαυτοῦ πώποτε δεδωκὼς τοῖς πολίταις λα‐ βὴν διηγεῖται τὴν πολιτείαν τὴν ἑαυτοῦ, μηδενὸς ἁ‐ μαρτήματος αὐτὸν ἀναγκάζοντος τὴν αἰτίαν ἀπολύσα‐ σθαι, ὅπερ οἰκονομίας τῆς ἐν ταῖς καταστάσεσιν ἴδιον· ὁ δὲ Ἀλκιβιάδης πολλά τε κατὰ τῆς πόλεως πεπραγμά‐
20τευται· καὶ γὰρ Δεκέλεια διαβέβληκεν αὐτὸν, καὶ ἡ πρὸς Λακεδαιμονίους μετάστασις, καὶ τὰ κατὰ Σικελίαν ἀτυ‐ χήματα, καὶ πολλὰ ἕτερα, ἃ πάντα λυποῦντα κατὰ τὴν κατάστασιν ἀναγκαῖον προδιοικήσασθαι· τότε γὰρ μά‐ λιστα τὴν καλλίστην ἐργασίαν κατάστασις ἐπιδέξεται,
25ὅταν, ὡς ἔφην, ἔχῃ καὶ διοικήσεις τινῶν λυπηρῶν, καὶ ἀπολογίαν τῶν ἐγκλημάτων ἐσχηματισμένην, ἀπεναντίας
τούτων οὔσης τῆς διηγήσεως καὶ ψιλὴν τῶν πεπολιτευ‐3

8

.

4

μένων ἐχούσης ἔκθεσιν· ἐν οὖν τῷ προκειμένῳ ζητήματι τρία κατὰ τὴν κατάστασιν ἐργασόμεθα· πρῶτον μὲν τὸ φιλοτιμήσασθαι τοῖς κατορθώμασι· δεύτερον τὸ διοική‐ σασθαι τὰ κατὰ τῆς πόλεως ὑπ’ Ἀλκιβιάδου γενόμενα·
5τρίτον τὸ διὰ τῶν κατορθωμάτων ὑπεμφαίνειν, ὅτι πρὸς τυραννίδα οὐχ ἑώρακε· τὸ μὲν οὖν πρὸς τυραννίδα μὴ βλέ‐ πειν οἰκονομεῖται τῇ τε Σωκρατικῇ παιδεύσει καὶ τῇ ἐν φιλοσόφῳ ἀγωγῇ καὶ τῷ ἐν δημοκρατίᾳ τετράφθαι καὶ τῷ γινώσκειν, ὡς ἡ τοιαύτη πολιτεία καλόν· τὴν δὲ
10φιλοτιμίαν ἕξει τὰ κατορθώματα· διοικήσεις δὲ τὰ κατὰ τῆς πόλεως ὑπ’ Ἀλκιβιάδου γενόμενα τῷ φάσκειν αὐτὸν πρὸς καιρὸν τετηρῆσθαι μειζόνων κατορθωμάτων· κατα‐ στήσεις δὲ οὕτως· ἐγὼ γὰρ, ὦ ἄνδρες δικασταὶ, φιλοσο‐ φίας ἐραστὴς ἦν, καὶ τὰ κάλλιστα παρὰ Σωκρά‐
15τους ἐμάνθανον, καὶ διδασκόμενος ὅτι καλὸν ἡ πολιτεία διετέλουν τῷ φιλοσόφῳ συνών· πλατύνειν δὲ δεῖ ὡς οἷόν τε· καὶ ἐὰν ᾖ καὶ ἠθοποιΐαν εὐθὺς πλάσαι παρὰ Σωκρά‐ τους πρὸς Ἀλκιβιάδην· εἶτα μετὰ τὴν ἠθοποιΐαν ἐπήγα‐ γεν· ἐπειδὴ εἰς τὴν πολιτείαν ἐμαυτὸν δεῖν ᾠήθην ἐγ‐
20γράψαι, εὐθὺς ἐποιούμην ἐπιδόσεις χρημάτων, χορηγίας, τριηραρχίας, Ἀργείους ἐποίουν, Ἠλείους, Μαντινεῖς συμ‐ μάχους τῇ πόλει· οὕτως ἐπλήρουν Ἀθηναίοις τὸ σπουδα‐ ζόμενον, καὶ τὸν ἐπὶ Σικελίαν πλοῦν εὐτρεπίζειν συνεβού‐ λευον, ἵν’ ὅλην νῆσον τοῖς Ἀττικοῖς Ἀλκιβιάδης προς‐
25θῇ πράγμασι· μέλλοντος οὖν μου πρὸς τὴν ἀναγωγὴν τὰ παρὰ τῶν βασκαινόντων ταῖς ἐμαῖς πολιτείαις ἀπεδείκνυ‐ το· ἐνταῦθα καλὸν καὶ ἠθοποιΐαν εἰπεῖν τοιαύτην ὡς ἐν‐ νοοῦντες οἱ βασκαίνοντες τοῦ κατορθώματος τὴν ὑπερ‐ βολὴν πρὸς αὐτοὺς ἔλεγον· Ἀλκιβιάδης δεινὸς, βελτίων
30πάντων ἡμῶν εἶναι βουλόμενος, ἂν λάβῃ Σικελίαν, τίς
ἔσται; τίς ἐνέγκαι μετὰ ταῦτα τὸν Ἀλκμαιωνίδην δυ‐4

8

.

5

νήσεται; οὕτω κατ’ ἐμοῦ δραματουργοῦσιν ἐγκλήματα, Ἑρμῶν περικοπὰς καὶ δημοσίᾳ τελούμενα τῆς Ἐλευσῖνος ἀπόῤῥητα· ὡς οὖν ἐπέγνων ἐγὼ τὸ γενόμενον καὶ τὸν φό‐ νον ἐκ τῶν ἐγκλημάτων ἐγνώριζον, προςῆλθον ὑμῖν, ὦ
5δικασταί· προςῆλθον αἰτῶν κρίσιν καὶ δικαστήριον, καλὸν εἶπον ἀπιέναι στρατηγὸν ἐπὶ πολεμίους ἀνεύθυνον, εἶπον πολλάκις ὡς δεινοί τινες οἱ συκοφάνται τυγχάνουσιν· ὡς δὲ ταῦτα λέγων οὐκ ἔπειθον, οὐδὲ τὰς εὐθύνας διδόντος ὁ δῆμος ἠνέσχοντο, ᾄσας ἐκεῖνον παιᾶνα τὸν
10κάλλιστον ἐπὶ τοὺς πολεμίους ἀνηγόμην, ἔπλεον ἐπὶ Σι‐ κελίαν θαῤῥῶν μετὰ τῆς νίκης, τὸ τρόπαιον πιστεύων ὡς ἀποδώσων Σικελίαν τῇ πόλει· εἶτα πλησίον γενόμε‐ νος καὶ τῷ Ῥηγίῳ προςβαλὼν Κατάνην εὐθὺς Ἀθη‐ ναίων προςετίθην τοῖς κτήμασι, καὶ Συῤῥακουσίους μετὰ
15τὴν Κατάνην αἰχμαλώτους ἤλπιζον· εἶχον γοῦν αὐτοὺς διπλῷ καὶ μεγάλῳ τειχίσματι· ἀλλ’ οἵ γε χρηστοὶ συκο‐ φάνται τῷ μεγέθει τῶν κατορθωμάτων ἐφθόνησαν· λο‐ γισάμενοι γὰρ ὡς μείζων ἔσομαι τοιαῦτα τῇ πατρίδι χα‐ ρισάμενος, κἀμοὶ μᾶλλον ὁ δῆμος πρὸς πάντα πεισθήσε‐
20ται, τὴν ὑπερβολὴν εὐδοξίας οὐ φέροντες τὴν πόλιν ἔ‐ πειθον κατ’ ἐμοῦ, τὸν δῆμον ἅπαντα λοιδοροῦντες ἐμὲ συνετάραττον, Ἀλκιβιάδης, λέγοντες, ἀσεβεῖ· πάλιν συμ‐ πόσια καὶ παρὰ πότον μυστήρια· δεῖ δὲ ἐν τοῖς τοιού‐ τοις ὡς οἷόν τε μάλιστα τοῦ δήμου μὴ καθάπτεσθαι, ἀλ‐
25λὰ ἠρέμα καὶ ὑπεραπολογεῖσθαι αὐτοῦ λέγοντα· ὅτι5

8

.

6

δεινοί τινες ἐστὲ περὶ τὰς θεὰς καὶ τὴν Ἐλευσῖνα καὶ τὰ μυστήρια· καὶ περὶ τῆς τελετῆς ἀκούοντες ἠχθέσθητε· εἶτα μετὰ ταῦτα κατ’ ἀκολουθίαν ἐρεῖς· ὡς οὖν τὴν Σα‐ λαμινίαν εἶδον, τῇ νήσῳ προςπλέουσαν, ἐλογιζόμην·
5μὴ νενικήκασιν οἱ συκοφάνται, κατ’ ἐμοῦ λοιδορησάμενοι; μὴ κατ’ ἐμοῦ πάλιν ὁ δῆμος παρώξυνται· λαβὼν δὲ τὰ παρ’ ὑμῶν γράμματα, καὶ μαθὼν ὡς ἐπὶ κρίσιν Ἀλκιβιάδην Ἀ‐ θηναῖοι κεκλήκασιν, πρὸς ἐμαυτὸν ἔλεγον, φεῦ τοῦ πράγμα‐ τος· οὐ ταύτας ἔχω παρὰ τοῦ δήμου τὰς ὑποσχέσεις, „οὐ
10βούλεται πρὸ Σικελίας ἀπολογεῖσθαι τὸν στρατηγὸν ἡ πόλις;“ τί οὖν, ἔφην, ποιήσομεν; πεισθῶ τῷ γράμματι; δέδοικα τὸν δῆμον παρὰ τῶν κατηγόρων πειθόμενον· δει‐
νός ἐστιν ὀργιζόμενος· οὐ περιμενεῖ τὴν ἀπολογίαν, διὰ6

8

.

7

τὴν Ἐλευσῖνος ὕβριν ἀχθόμενος· τί οὖν ἐπὶ τούτοις ποιῶ· ἀνάγομαι μὲν ἐπ’ ὀλίγον τῇ Σαλαμινίᾳ πειθόμενος· ἀποδρὰς δὲ τούτους πρὸς ἐμαυτὸν εἶπον τοὺς λόγους· ἔκ‐ φυγε τὴν Ἀθηναίων ὀργὴν, ἂν ἐπιθυμῇς τῇ πόλει
5χαρίζεσθαι· καιρός σοι μειζόνων κατορθωμάτων γενήσε‐ ται· δεινὸν ὅτι μὴ Σικελίαν ἀποδέδωκα τῇ πόλει· τί οὖν, ἀλλ’ ἀντὶ ταύτης ἀποδώσω μᾶλλον σεμνοτέραν, ἢ τὸ Σι‐ κελίας ἐγίγνετο τρόπαιον· γενόμενος οὖν παρὰ Λακεδαι‐ μονίοις ἐπὶ Σάμον ὥρμησα τοὺς Ἀθηναίους καταγο‐
10μένους ὁρῶν· καὶ μετ’ αὐτῶν θᾶττον γενόμενος Κύζικον εἶχον μεῖζον ἢ τὸ Σικελίας κατόρθωμα· εἶτα μετὰ ταῦτα λοιπὸν αὐξήσεις τὸ τρόπαιον, καὶ δυσχερανεῖς πρὸς τὴν κατηγορίαν· καὶ πλατυνεῖς ὡς δυνατόν ἐστι μάλιστα τὰ πράγματα.
14
15
ΕΛΕΓΧΩΝ ΑΠΑΙΤΗΣΙΣ. Ἡ τῶν ἐλέγχων ἀπαίτησις σκοπὸν ἔχει τὰ μὴ προς‐ όντα τῷ κεφαλαίῳ ἀεὶ ἰσχυροποιεῖν, τὰ δὲ ὑπάρχοντα καθαιρεῖν· οἷον, ἐὰν μὴ ὦσι μάρτυρες, τὸ φάσκειν ὅτι ἡ τῶν μαρτύρων παράστασις ἰσχυροτάτη ἐστὶν ἀπόδειξις·
20ἐὰν δὲ ὦσι μάρτυρες, διαβάλλειν αὐτούς· πάλιν ἐὰν ᾖ τὰ πράγματα τὰ καταμαρτυροῦντα, ἐπιζήτει τοὺς μάρ‐ τυρας· τὰ δὲ εἰκότα διάβαλλε· ἐὰν δὲ ὦσι μάρτυρες, ἐπαί‐ νει τὰ εἰκότα· καὶ τοὺς μάρτυρας διάβαλλε, καὶ καθόλου ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει ἢ μάρτυρές εἰσιν, ἢ εἰκότα,
25ἢ καὶ ἀμφότερα· δεῖ οὖν πρὸς τὸ ἴδιον συμφέρον ἀεὶ τὸ κεφάλαιον μεταχειρίζεσθαι καὶ ὁρᾷν, τίσιν ὁ ἐναντίος πρὸς
τὴν τῶν ἐλέγχων ἀπαίτησιν κέχρηται, καὶ ταῦτα δια‐7

8

.

8

βάλλειν· ἐπαινεῖν δὲ ἐκεῖνα, οἷς οὐκ ἔχει χρήσασθαι· οἷον ἐν τῇ γυναικὶ τῇ κρινομένῃ μοιχείας· ὅτι βασανιζόμεναι αἱ θεράπαιναι εἰρήκασιν φαρμακείαν μὲν μὴ συνειδέναι τῇ μητρὶ τῆς κόρης, μοιχείαν δὲ πρὸς τὸν τῆς κόρης νυμ‐
5φίον· διαβάλλειν δεῖ τοὺς μάρτυρας, τουτέστιν τοὺς δού‐ λους· ἰσχυρίζεσθαι δὲ τοῖς εἰκόσι· καὶ πάλιν ἐν τῷ ἀφο‐ ρῶντι εἰς τὴν ἀκρόπολιν καὶ κρινομένῳ τυραννίδος δια‐ βάλλειν μὲν τὰ εἰκότα, ἐπιζητεῖν δὲ τοὺς μάρτυρας· ὡς καὶ ἐπὶ τοῦ παρόντος ζητήματος ἰσχυριζόμενος Ἀλκιβιά‐
10δης τοῖς μάρτυσιν ἀσθενῆ πάνυ ἀποδείξει τὰ εἰκότα· οἷον εἰ ἔλεγες, ἀλλὰ μὴν τὸ μὴ παρέχειν τοὺς μάρτυρας, ἀ‐ ξιοῦν δὲ καὶ μὴ παρόντων τῶν συνειδότων κρίνεσθαι, οὐχ ἑτέρου τινὸς ἢ βασκανίας τὸ τοιοῦτο τεκμήριον, καὶ τὰ τοιαῦτα· εἶτα ἀπόστρεφε τὸν λόγον, ἢ ἑτέροις τισὶν εἴδεσι
15ποίκιλλε τὴν ἀπαγγελίαν· οἷον, κρίνεις· εἰπέ μοι· καὶ τοὺς συνειδότας ἀφαιρεῖς τοὺς δικάζοντας καταδρομὴν ἐξ ἀκρο‐ πόλεως καὶ ἐγκαλεῖς, καὶ τὴν παρασκευὴν οὐ δεικνύεις τῷ τὴν ἐπήρειαν ὑπομεῖναι μέλλοντι καὶ τὰ τοιαῦτα· εἶτα στρέφε κῶλον, καὶ τὸ λεγόμενον ἐνθύμημα ἔπαγε· οἷον
20οὕτως· καὶ μὴν εἰ δρᾶσαι μὲν τοιοῦτον τῶν συνεργούντων χωρὶς ἀδύνατον, πῶς κρίνεσθαι προσῆκον μὴ παρεστῶ‐ τος τοῦ κοινωνήσαντος; καίτοιγε ἴσμεν τοῦθ’, ὅτι τῶν μεγίστων ἐγκλημάτων ὁ κατήγορος, ἂν ἀφέληται μάρτυρα· τὸ λοιπὸν αἰτία τυγχάνει, καὶ λόγος ψι‐
25λὸς καὶ συκοφαντίας ἐπίδειξις· εἰ γὰρ, οὐ δεῖ τὸν κατὰ τὴν πρᾶξιν αὐτὴν τοῦ συνεργοῦντος χωρίζεσθαι· ταύτῃ κἂν κρίνηταί τις ἐφ’ οἷς ἀδικεῖν νομίζεται, τὴν τιμωρίαν ἀποφυγγάνει, τοῦ συνειδότος οὐ προκειμένου τῷ γράμ‐ ματι· εἶτα παραδείγμασι τοῦτο βεβαίωσον· ὁ φονεὺς ἂν
30μὴ μάρτυρες παρῶσιν, οὐ κρίνεται· εἰ δὲ μὴ, παραγρα‐8

8

.

9

φικοῦ ἐργασίαν ποιεῖς καὶ προϋποκείμενόν ἐστι τὸ λεγόμε‐ νον· νεκρὸς γὰρ οὐ μαρτυρεῖ· ὁ λωποδύτης ὁμοίως, ὁ τυμβωρύχος, ὁ προδότης, τἄλλα τὸν αὐτὸν τρόπον σχε‐ δόν· εἶτα ἔπαγε τὸ περὶ τῆς τυραννίδος· δεῖ γὰρ τὰ παρα‐
5δείγματα προςάγειν τῷ ὑποκειμένῳ· οἷον οὕτως· τί οὖν ὁ τύραννος οὐκ ἐὰν βούληται τυραννεῖν, δεῖ τὴν πανο‐ πλίαν ἐπιδείκνυσθαι πρότερον, τοὺς δορυφορήσαντας ἐπιδείκνυσθαι, τοὺς συνειδότας ἔχειν τὸ δεσμωτήριον· ἀλλ’ οὐδὲν τούτων ὁ κατήγορος ἐπιδείκνυσιν· αὐτὸς ἄρα
10καθ’ αὑτοῦ τὴν συκοφαντίαν ἐξήλεγξεν εἰκότως· πῶς γὰρ ἔνεστιν ἀδικεῖν κατηγορεῖν, οὐκ ἔχοντας ᾧ δυνατὸν ἐλέγ‐ χειν τὴν ἐπιχείρησιν· δύνασαι δὲ καὶ ἀντεγκληματικῷ νο‐ ήματι χρήσασθαι· οἷον ἀλλ’ εἰ καὶ χωρὶς μαρτύρων τὸ κρίνειν συγκεχώρηται· ἐξ ὧν κἀμοὶ κρίνειν τὸν δεῖνα φό‐
15νου, τὸν ἐχθρὸν ἑτέρου τινὸς ἀδικήματος, τοὺς συκοφάν‐ τας τυραννίδος, αὐτοῖς περιτρέψας τὸ ἔγκλημα, τοῦτο ἑξῆς τὸ νόημα κατασκεύασον οὕτως· εἰ τούτοις τὸ χωρὶς μαρτύρων κρίνειν συγχωρήσετε· εἶτα ἐκ τούτου κωλυ‐ θήσονται αἱ δωρεαὶ, μηδενὸς μηκέτι εὐεργετοῦντος τὸν
20δῆμον, ἀλλὰ ἑκάστου διὰ τοὺς συκοφάντας περιορῶντος τὴν πόλιν· τί λοιπὸν, ἢ τῶν συκοφαντῶν ὥςπερ τῶν τυράννων ἡ πόλις γενήσεται· καὶ πολλοῖς ἄλλοις δυνήσῃ νοήμασιν τὴν τῶν ἐλέγχων ἐκτείνειν ἀπαίτησιν, καὶ ἐν‐ θυμήμασι, καὶ ἐπιχειρήρασι, τὰ μὲν φράζων κωλοειδῶς,
25τὰ δὲ ἐφαπλῶν, ὡς ἐπιχειρήματα, τὰ δὲ γνωμικῶς λέ‐9

8

.

10

γων· ταῦτα δὲ πάντα ποιήσεις ἰσχυροποιῶν τοὺς μάρτυ‐ ρας, τὰ δὲ εἰκότα διαβάλλων, ἢ τοὐναντίον ἀσθενεῖς τοὺς μάρτυρας ποιῶν, τὰ δὲ εἰκότα ἰσχυρὰ πρὸς τὴν τοῦ ζητήματος χρείαν· τὰ δὲ εἰκότα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους
5ἐστὶ τὰ σημεῖα τοῦ ἐγκλήματος· εἶτα βουλήσει καὶ δυ‐ νάμει· σκοπός ἐστιν τῇ βουλήσει τὰς αἰτίας, δι’ ἃς εἰκὸς ἦν ἑλέσθαι τυραννῆσαι, ἀνασκευάζειν μὲν τῷ φεύγοντι, κατασκευάζειν δὲ τῷ διώκοντι· τὸ δὲ δύνασθαι Ἀλκιβιά‐ δην τυραννῆσαί φασιν ὁμολογεῖσθαί τινες, καὶ διὰ τοῦ‐
10το ἐκλιμπάνειν τὴν δύναμιν· ἡμεῖς δέ φαμεν, ὅτι καὶ εἰ δυνατὸς ἦν Ἀλκιβιάδης τυραννῆσαι, ἀλλ’ οὖν γε τῷ μὴ βούλεσθαι ἡ δύναμις ἀνατρέπεται· τεθήσεται οὖν τὸ κεφάλαιον οὕτως, τῇ βουλήσει λυόμενον· ἀμφότερα γὰρ ἀλλήλων ἤρτηται· καὶ οὔτε πρᾶξαι δυνατὸν μὴ βουλόμε‐
15νον, οὔτε βούλεσθαι χρήσιμον, μὴ δυνατῆς οὔσης τῆς πράξεως· καὶ τὰ δύο ταῦτα κεφάλαια δείκνυσιν ἡ ἀλή‐ θεια τοῦτον ἔχοντα τὸν τρόπον· δεῖ οὖν ἐν τοῖς τοιούτοις, ἐξ ἀντιθέσεως λαμβάνοντα τὸ κεφάλαιον, λύειν τῇ βου‐ λήσει οὕτως· ὡς ἀχρήσιμον τὸ δύνασθαι τοῦ βούλεσθαι
20μὴ ὑπάρχοντος· καὶ ἐκτείνειν ἐὰν θέλῃς τὴν δύναμιν, δυνήσῃ πλείοσι χρήσασθαι παραδείγμασι· φονεύειν δυ‐ νάμεθα, ἀλλὰ τὸ μὴ βούλεσθαι νόμος οὐδεὶς ἡμῖν ἐγκέκληκεν, λωποδυτεῖν, τυμβωρυχεῖν, καὶ τὰ τοιαῦτα· ἀλλὰ μὴν τὴν βούλησιν τοῖς ἐγκωμιαστικοῖς τόποις κατα‐
25σκευάσομεν, συνάγοντες καὶ τὰς αἰτίας, δι’ ἃς ἂν ἦν εἰ‐ κὸς ἑλέσθαι τυραννῆσαι τὸν Ἀλκιβιάδην· εἰσὶ δὲ αἱ αἰτίαι αἵδε· πρώτη, τὸ ἐπιθυμεῖν δυναστείας· δευτέρα τὸ μεί‐
ζονος τιμῆς ὀρέγεσθαι· τρίτη, τὸ βούλεσθαι τοὺς ἐχθροὺς10

8

.

11

τιμωρήσασθαι· τετάρτη, τὸ τοὺς φίλους ἐθέλειν εὐεργε‐ τεῖν· εὑρήσεις δὲ καὶ ἄλλας, ἂν ὡς ἐπ’ ἀληθείας σκοπῇς· τὴν μὲν οὖν ἀπὸ τῆς δυναστείας αἰτίαν οὕτω λύσεις, τῇ ἀναγωγῇ τῇ ἀπὸ Σωκράτους, καὶ τῷ εἰδέναι παρὰ τοῦ
5φιλοσόφου τὴν ἀρίστην πολιτείαν· λύσεις δὲ καὶ ταῖς πράξεσι τηρῶν ἁπανταχοῦ τὴν ἐργασίαν τὴν προςήκου‐ σαν τῇ βουλήσει, λέγων ὅτι παρὰ Λακεδαιμονίοις γενόμενος οὐχ εἱλόμην τυραννῆσαι τῆς πόλεως, ἀλλ’ ἐξ ἐκείνων μᾶλλον τοῦτο ποιῆσαι δυνάμενος· πολλοὺς γὰρ κατέστη‐
10σαν πολλάκις Ἀθηναίων τυράννους Λακεδαιμόνιοι· καὶ ὅτι τοὺς νόμους ἐγὼ ἀποδέδωκα τῇ πόλει τυράννους καθ‐ ελών· ὁ τοίνυν ποιήσας ταῦτα, πῶς ἂν εἵλετο τυραννεῖν; εἶτα ἀπὸ τοῦ γένους· ἔφαμεν γὰρ, ὅτι ἡ βούλησις ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων κατασκευάζεται· οἷον ὅτι Πε‐
15ρικλῆς οὕτως εὐδόκιμος γέγονεν, οὐ δι’ ἄλλο τι, ἢ διὰ τὸ δημοτικὸς εἶναι· οὐδαμῶς οὖν ἠβουλόμην ἐκείνου παρ’ ὑμῖν ὀφθῆναι δεύτερος· εἶτα ὅτι Ξάνθιππος τυραννο‐ κτονήσας καὶ νόμους καὶ ἀρίστην τὴν πολιτείαν κατέστη‐ σεν· πρὸς ὃν ἐγὼ μάλιστα τὸν ζῆλον ἔχων παρ’ ὑμῖν
20πολιτεύομαι· πρὸς δὲ τούτοις ὁ πατὴρ ὁ ἐμὸς οὐ μόνον περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ἀλλὰ καὶ περὶ Κορώνειαν τέθνηκε· καὶ δυνατὸν εὐθὺς συνάψαι τὸ Δημοσθενικὸν, ὅτι οὐ μόνον τοῖς γονεῦσι γεγενήμεθα,
ἀλλὰ καὶ τῇ πόλει· πρὸς δὲ τούτοις εἰπεῖν δεῖ, ὅτι καὶ11

8

.

12

ὀλίγαι ἡμέραι εἰσὶν ἀφ’ οὗ κατώρθωσα τὰ περὶ Κύζι‐ κον· οὐδὲν οὖν ἀπὸ τῆς πόλεως ἐν τῷ μεταξὺ πάλιν συμ‐ βέβηκεν ἀηδές· καὶ γὰρ τὰς ἀρὰς ἀνηράσασθε, καὶ ὡς εὐεργέτην ἐστεφανώσατε, καὶ τὰ ἡμέτερα κηρύττετε
5κατορθώματα· εἶτα μετὰ ταῦτα τὰ συμβεβηκότα λέγων τοῖς τυράννοις κατασκευάσεις διὰ τοῦτο μὴ βούλεσθαι τυραννεῖν· οἷον, εἰ λέγεις ὅτι περιδεεῖς εἰσιν οἱ τύραν‐ νοι, καὶ οἱ συνόντες αὐτοῖς μᾶλλον ἢ συναγωνίζονται· καὶ θετικῶς δὲ καλὸν εἰπεῖν, ὅτι κακὸν ἡ τυραννίς· ἀλλ’ ἔστω,
10καὶ βούλεσθαί με τυραννεῖν· ἆρα ἂν εἴασαν αἱ Ἁρμοδίου καὶ Ἀριστογείτονος δωρεαὶ καὶ τὰ τοιαῦτα· φυλάττεσθαι δὲ δεῖ πανταχοῦ τῶν ἐγκωμίων τὴν ὑπτιότητα, σχή‐ μασι τὸν λόγον ποικίλλοντα· τὴν δὲ αἰτίαν, τὸ μειζόνων ἐπιθυμεῖν, λύσεις ἀπὸ τῶν κατορθωμάτων εἰςβάλλων οὕ‐
15τως· πόθεν οὖν ἔτι λοιπὸν τῆς τυραννίδος ὀρέγομαι, ἢ ἵνα μείζων τῶν πολιτευμάτων γίνωμαι; Κύζικος γὰρ οὐκ ἤρκει μοι πληρῶσαι τὸ σπουδαζόμενον; Ἑλλήσποντος οὐκ ἀρκεῖ δι’ ἐμοῦ τανῦν ἀποδεδομένος τῇ πόλει πληροῦν μοι τὴν ἐπιθυμίαν, συκοφάντα, καὶ μόνη πάλιν ἀττικί‐
20ζουσα θάλασσα; ταῦτ’ οὐχ ἱκανὰ μέγεθος περιθεῖναι καὶ μεῖζον ἀξίωμα; καὶ τὰ τοιαῦτα· μηδὲ λοιπὴν αἰτίαν τὸ εἰκὸς βούλεσθαί σε ζητοῦντα τοὺς ἐχθροὺς ἀμύνεσθαι
τυραννήσειν, λύσεις τῷ μηδένα πρὸς σφαγὴν ᾐτη‐12

8

.

13

κέναι κατὰ τὴν δωρεάν· τὸ δὲ τοὺς φίλους ἐθέλειν εὐερ‐ γετεῖν κατασκευάσεις, ὅτι ἤρκει μοι καὶ ἡ πολιτεία· εἶτα ἐρεῖ τὴν δύναμιν λέγων, ὡς οὐδὲν ὄφελος δυνάμεθα, ἐὰν μή τις βούληται ἀρχήν· καὶ τοῦτο κατασκευάσεις, ὡς
5προεῖπον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· λύσεις τῷ ἀντιλη‐ πτικῷ καὶ τῷ χρώματι· ἀντιληπτικῷ, ὅτι ἐξῆν μοι ἣν δ’ ἂν βούλωμαι λαμβάνειν δωρεὰν, οὐδεὶς γὰρ νόμος ἐγκέκ‐ ληκεν· ὅπου γὰρ οὐ πρόςκειται τήνδε ἢ τήνδε αἰτεῖν, ἀλλ’ ἁπλῶς ἀδιορίστως αἰτεῖν, πῶς οὐκ ἔξεστί μοι καὶ ταύτην
10λαμβάνειν τὴν δωρεάν; πλατυνεῖς δὲ τὴν ἀντίληψιν, ἂν θέλῃς ἀναγνώσει τοῦ νόμου καὶ τῇ κατὰ μέρος ἐξετάσει καὶ τοῖς τοιούτοις· εἶτα τῷ χρώματι· ὅτι διὰ τὸ φθονεῖ‐ σθαι καὶ πολλοὺς ἔχειν ἐχθροὺς, διὰ τοῦτο ταύτην ᾔ‐ τησα τὴν δωρεάν· εἶτα κατασκευάσεις τὸ χρῶμα ἀπὸ
15τῶν ἤδη γενομένων· ὅπου γὰρ ἐμοῦ μηδὲν τηλικοῦτον οἷον νῦν περὶ Κύζικον κατορθώσαντος τοσαῦται γεγό‐ νασι διαβολαὶ καὶ φθόνοι διαχειρίσασθαί με καὶ ἀνε‐ λεῖν σπουδαζόντων τῶν κατ’ ἐμοῦ νοσούντων τὸν φθό‐ νον, πῶς οὐχὶ νῦν πλείων αὐτοῖς κατ’ ἐμοῦ μᾶλλον ἡ
20σπουδὴ γενήσεται; πιθανὴ ἀπολογία· ὅτι εἰ τυραννῆσαι ἐβουλόμην, οὐκ ἂν ταύτην ᾔτησα τὴν δωρεάν· κατα‐ σκευάσεις δὲ αὐτὴν ἀπὸ παραδειγμάτων· ἀνδροφόνος οὐ φέρων ᾑμαγμένον τὸ ξίφος περιέρχεται· ὁ φαρ‐ μακὸς οὐ φανερῶς ἔχων τὸ δηλητήριον· καὶ ἀπὸ τῶν
25ὁμοίων παραδειγμάτων, κατ’ ἀκολουθίαν τὰ αὐτά· εἶτα τῷ ὑποκειμένῳ συνάψεις τὰ παραδείγματα οὕτως· πῶς τοίνυν ἐγὼ τυραννῆσαι βουλόμενος ταύτην ἂν ᾔτησα τὴν δωρεὰν, φανερὸν ἐμαυτὸν κατασκευάζων διὰ τῆς δωρε‐ ᾶς; ἐπιλόγῳ ἀπὸ ποιότητος· ἡ δὲ ποιότης, Ἀλκιβιά‐
30δης φιλότιμος· οὐκοῦν ἐχέτω φιλοτιμίαν πολλῶν ὑπό‐13

8

.

14

σχεσιν τροπαίων ἀπὸ τοῦ μέλλοντος. ἀπὸ γνώμης· πῶς προσενεχθήσεται τῇ πόλει μετ’ εὐνοίας πλέον ἢ οἱ πρό‐ γονοι; ἀπὸ τοῦ δικαίου· ὅτι δίκαιον τιμωρήσασθαι τὸν κατήγορον, αὐτὸν δὲ ἀθῷον ἀφεθῆναι τοῦ βήματος·
5ἀπὸ τοῦ συμφέροντος· ὅτι συμφέρει ὑμῖν πρὸς εὐδοξίαν, πρὸς λύπην τῶν ἐχθρῶν, πρὸς τὸ μὴ Λακεδαιμονίους ἡσθῆναι, μὴ Συῤῥακουσίους πανηγυρίσαι, διὰ τὴν κατ’ ἐμοῦ παρ’ ὑμῶν ὀργὴν, μὴ πομπεῦσαι Πελοποννησίους ἐπ’ ἐμοί· καὶ τὰ τοιαῦτα· οἷον προσθήσω καὶ ἕτερα τῇ
10πόλει κατορθώματα· ἤδη κατὰ Λακεδαιμονίων χρήσο‐ μαι τῇ φρουρᾷ ἐπὶ τὴν θάλατταν ἐξορμίσωμεν· ἑλκύ‐ σωμεν ἀπὸ τῶν νεωρίων τὸ ναυτικόν· ἴδωσιν ἡμᾶς Πελοποννήσιοι κατ’ αὐτῶν τὴν θάλατταν πλέοντας, ἀλ‐ λήλοις τὸν παίονα προςᾴδοντας· προςθήσω καὶ Σικελί‐
15αν τῇ πόλει· πληρώσω τροπαίων τὴν Ἀττικήν· γενέσθαι δεῖ τὴν Ἰταλίαν Ἀθηναίων ὑπήκοον· δι’ ἐμοῦ πάντας ἀνθρώπους δουλεῦσαι τῇ πόλει· εἶτα κατάλυσον εὐκρό‐ τως τὸν ἐπίλογον· τελέσουσι φόρον ἡμῖν Λακεδαιμόνιοι· κἂν ἐπιπλέον ἡμῖν οἱ συκοφάνται διὰ ταῦτα βασκαίνω‐
20σιν, ἢ ἄλλως πλήρωσον· ἵνα μὴ μόνον ὦσιν Ἀθηναῖοι θαλαττοκράτορες, ἀλλ’ ἔχωσι δι’ ἐμὲ καὶ τὴν Εὐρώπην ὁμοῦ μετὰ Λακεδαιμονίων ὑπήκοον.
22
ΑΠΛΟΥΣ ΑΛΛΟΣ.
24aΔημοσθένει φεύγοντι ἐγράφη καθόδου ψήφισμα· Δημάδης
25aἀντείρηκεν, οὐδὲν ἧττον ὁ δῆμος ἐψηφίσατο· κατιὼν Δημοσθένης
26aεὕρηται νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται Δημάδης φόνου.
27Ἡ κατάστασις Δημοσθένους ἔχει τὴν πολιτείαν, τὰς
λευτουργείας, τὴν εὔνοιαν, τὴν κατὰ Φιλίππου παῤ‐14

8

.

15

ῥησίαν, καὶ ὅσα τοιαῦτα· τὸ δὲ ἀποφανθῆναι παρὰ τῆς ἐξ Ἀρείου πάγου βουλῆς τὸν Δημοσθένην, δῶρα πα‐ ρὰ Ἁρπάλου λαβεῖν, λῆμμά ἐστιν· οὐ γὰρ δεῖ τὴν κατά‐ γνωσιν ταύτην λογίζεσθαι· ὡς μὴ κατεγνωσμένου γὰρ
5Δημοσθένους τὸν ὅρον δεῖ λαβεῖν ὡς ἐν λήμματι, ἐλέγ‐ χων ἀπαιτήσει. ΑΠΟΦΕΥΓΟΝΤΟΣ. Εἰ παρά τινός μου μαρτυροῦσι τὸν φόνον· βουλήσει· οὐκ ἂν ἐβου‐ λήθην ἀποκτεῖναι, ἵνα μὴ ἐναγὴς γένωμαι, μηδὲ ὑπεύ‐ θυνος τιμωρίᾳ, μηδὲ χρήσωμαι κακοδοξίᾳ· δυνάμει·
10οὐκ ἂν ἠδυνήθην αὐτὸν ἀποκτεῖναι ὄντα μετὰ φίλων, μετ’ οἰκετῶν. ΑΠ’ ΑΡΧΗΣ ΑΧΡΙ ΤΟΥ ΤΕΛΟΥΣ. ΤΟΥ ΔΙΩΚΟΝΤΟΣ. Ἀλλ’ ἀντεῖπε τῷ ψηφίσματι, καὶ κατιὼν εὑρέθη νε‐ κρός· καὶ ἱκανὰ ταῦτα τυγχάνει τεκμήρια τοῦ γε πεφονευ‐
15κέναι.
15 ΑΝΤΙΛΗΠΤΙΚΩ ΤΟΥ ΦΕΥΓΟΝΤΟΣ. Ἔξεστιν ἀντιλέγειν, καὶ οὐδεὶς κωλύει νόμος· οὕτω γοῦν ἀντιλέγουσι πολλοὶ κἀν τοῖς δικαστηρίοις κἀν ταῖς ἐκκλησίαις κἀν τοῖς ἐπαίνοις· καὶ οὐδεὶς ἐκωλύθη ποτέ·
20οὐδὲ ἀντιλέγων ὑπώπτευται, χρώματι τοῦ ἀντειπεῖν, ὅτι ἐχθρὸς ὑπῆρχον καὶ οὐκ ἠβουλόμην τὸν ἐμοὶ διάφορον εὖ παθεῖν, ἀλλ’ ἐν ἀτιμίᾳ τυγχάνειν ἀεί· καὶ ὅτι ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως ἀντεῖπον, ἵνα μὴ πάλιν στάσεις καὶ ταραχὰς κατὰ τὴν πόλιν ἐργάσηται, πολέμους εἰςη‐
25γησάμενος, καὶ μὴ συγχωρῶν τὸν δῆμον εἰρήνην ἀ‐ σπάζεσθαι· χρώματι ἄλλῳ τοῦ εὑρηκέναι νεκρὸν εἰκὸς ἀπὸ τῶν λῃστῶν τινων ἢ ἄλλων ἐχθρῶν αὐτοῦ ταῦτα
παθεῖν· πιθανὴ ἀπολογία· ὅτι οὐκ ἂν κατιόντα15

8

.

16

ἀπέκτεινα, ἵνα μὴ ὑποπτευθῶ· ἐπιλόγῳ κοινῷ καταδρο‐ μὴν ἔχοντι τοῦ προσώπου Δημάδου. ΕΠΑΙΝΟΣ ΔΗ‐ ΜΟΣΘΕΝΟΥΣ. ὅτι πολλὰ ἂν ὠφέλησε τὴν πόλιν συμ‐ μάχους ἐπινοῶν, πόρους χρημάτων, τὸ συμφέρον εἰςη‐
5γούμενος, καὶ τὰ τοιαῦτα. ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΟΣ. Δύο παίδων ὁ ἕτερος ἀποκηρυχθεὶς εἰργάζετο· ἰδὼν αὐ‐ τὸν ὁ πατὴρ ἐργαζόμενον ἐδάκρυσεν· ἐπανελθὼν εὕρη‐ ται νεκρὸς ἀσκύλευτος· ἀντεγκαλοῦσιν ἀλλήλοις ὅ τε ἐπὶ τῆς οἰκίας καὶ ὁ ἀποκήρυκτος. ΑΤΕΛΗΣ ΕΚ ΠΡΑ‐
10ΓΜΑΤΩΝ ΣΤΟΧΑΣΜΟΣ. Οὔτε γὰρ παρὰ τοῦ ἀ‐ ποκηρύκτου, οὔτε παρὰ τοῦ ἀπὸ τῆς οἰκίας ἔστι τι πε‐ πραγμένον ἐν τῷ πράγματι· τὰ δὲ δάκρυα εἴ τις λέγοι ὡς ἄντικρυς εἰς τοὺς παῖδας ἀναφέρεται, τοῦ μὲν ἀπο‐ κηρύκτου εἰς ἔλεον, τοῦ δὲ ἐπὶ τῆς οἰκίας εἰς τὸ μὴ ἀνα‐
15ληφθῆναι τὸν ἀποκήρυκτον, ἴστω περιστατικὰ τυγχάνειν· δῆλον γὰρ ὅτι τούτοις μόνοις εἰς τὴν τῆς βουλήσεως κα‐ τασκευὴν ὁ ἀποκήρυκτος πλεονεκτήσει τὸν ἐπὶ τῆς οἰ‐ κίας· ἐρεῖ γὰρ ὅτι διὰ τοῦτο τὸν πατέρα ἀνῄρηκας, ἵνα μή με ἀναλάβῃ, ἐλπίσας αὐτὸν ἐκ τῶν δακρύων με
20ἀναλήψεσθαι· πάλιν ἐροῦσί τινες, ὅτι ὑπὲρ μὲν τοῦ ἀ‐ ποκηρύκτου ἔστι τὰ δάκρυα, κατὰ δὲ τοῦ ἐπὶ τῆς οἰκίας, οὔκουν ἑνὸς μέρους γίνεται τοῦ ἐγκλήματος σημεῖον τὰ δάκρυα· δῆλον δὲ ὅτι οὐδέποτε ἐν ἀντεγκληματικῷ στοχασμῷ ἑνὸς μέρους εὑρίσκεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐
25λους, ἀλλὰ πάντως κοινὰ ἀμφοτέρων· ἐξ ὧν ἀμφότεροι ἀλλήλοις ἀντεγκαλοῦσιν· ἢ διπλᾶ εἰς ἑκάτερον μεριζόμε‐ να· ὡς ἐπὶ τοῦ Δημοσθένους καὶ Αἰσχίνου, ἱεροσυλίας ἀλλήλοις ἀντεγκαλούντων, ὅτι ὁ μὲν εὕρηται χρυσίον κατορύττων, ὁ δὲ ὑπὲρ ἱεροσυλίας λόγον γράφων· δῆλον
30γὰρ ὅτι κατὰ μὲν Αἰσχίνου ἐστὶ τὸ κατορύττειν χρυσίον·16

8

.

17

κατὰ δὲ Δημοσθένους τὸ γράφειν τὸν λόγον· τέλειον δὲ ἓν μέρος ἐκ πραγμάτων καὶ προσώπων· καὶ ἓν ἀτελὲς ἐκ πραγμάτων οὐδὲ πώποτε γίνεται· πάλιν τὰ σημεῖα ἐν στοχασμῷ, ἢ ἐν λόγοις ἐστὶν, ἢ ἐν ἔργοις, ἢ πά‐
5θεσιν· οὐδὲν δὲ φαίνεται οὐδέτερος αὐτῶν ἐξ ἰδίου προσώπου διαπραξάμενος· πάλιν ἡ πιθανὴ ἀπολο‐ γία ἀντιστροφὴ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστίν· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἀναγκαῖά ἐστι πρὸς τὸ ἔγκλη‐ μα, τουτέστιν ἀκόλουθα τῷ ἐγκλήματι, ὡς τὸ ὅπλα ἔχειν
10τῷ τυραννεῖν, ἢ οὐκ ἀναγκαῖα πρὸς τὸ ἔγκλημα, ὡς τὸ δακρύειν τῷ τυραννεῖν· καὶ ἐὰν μὲν ᾖ ἀναγκαῖα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὐκ ἐμπίπτει πιθανὴ ἀπολογία· οὐ‐ δεὶς γὰρ λέγει· ὅτι οὐκ ἂν εἶχον ὅπλα εἰ ἔμελλον τυραν‐ νεῖν· τί οὖν πρὸς τούτοις ἐστὶ τὰ τοῦ πατρὸς δάκρυα· ἢ
15ἀναγκαῖα καὶ ἀκόλουθα τῷ ἐγκλήματι, ἢ οὐκ ἀναγκαῖα οὐδὲ ἀκόλουθα. ὅτι μὲν οὖν οὐκ ἔστιν ἀναγκαῖα, οὐδὲ ἀκόλουθα τὸ δακρύειν τῷ φονεύεσθαι, δῆλον. λείπεται τοίνυν τὸ μὴ εἶναι αὐτὰ ἀκόλουθα τῷ ἐγκλήματι, καὶ ἐμπίπτειν τὴν πιθανὴν ἀπολογίαν· τοῦτο γάρ ἐστι τὸ
20συναγόμενον· ἀλλὰ πρόδηλον ὅτι οὐκ ἄν τις εἴποι, ὡς οὐκ ἂν ἐδάκρυσεν ὁ πατὴρ, εἰ ἔμελλον ἐγὼ φονεύειν αὐ‐ τόν. ἀνόητον γὰρ καὶ σφόδρα ἠλίθιον· ὥστε ἐκ τούτων ἁπάντων δηλονότι ἀτελής τε ὁ στοχασμὸς, καὶ τὰ δά‐ κρυα οὐκ ἔστιν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλὰ περιστατι‐
25κὰ, μόνην τῷ ἀποκηρύκτῳ τὴν βούλησιν τὴν κατὰ τοῦ ἐπὶ τῆς οἰκίας κατασκευάζοντα· τοῦ γὰρ ἐπὶ τῆς οἰκίας λέγοντος ὅτι διὰ τοῦτο τὸν πατέρα ἀνῄρηκας, διότι σε ἀπεκήρυξεν, οὗτος ἐρεῖ, ὅτι διὰ τοῦτο αὐτὸν ἀνῄρηκας, ὅτι ἔμελλέ με ἀναλήψεσθαι.
29
30ΠΕΡΙ ΔΙΑΙΡΕΣΕΩΣ.
Ἡ δὲ διαίρεσις μόνην ἔχει τὴν βούλησιν καὶ τὴν17

8

.

18

δύναμιν καὶ τὸν ἐπίλογον· οἷον μετὰ τὰς προκαταρκτικὰς ἐννοίας τὴν κατάστασιν θήσεις, ἐκ τῆς γενέσεως καὶ ἀνατροφῆς καὶ παιδείας· ἐν οἷς εὔνοιαν κατελέγξεις τοῦ πατρὸς πρὸς τοὺς παῖδας καὶ διάθεσιν, καὶ μάλιστα
5πρὸς τὸν ἀποκήρυκτον· εἶτα φθόνον καὶ διαβολὴν καὶ ὀρ‐ γὴν τοῦ πατρὸς, καὶ τῶν διαβαλλόντων παροξυσμὸν καὶ ἀποκήρυξιν καὶ τὰ τοιαῦτα. Ἡ τῶν ἐλέγχων ἀπαί‐ τησις καθόλου ἐν ἀντεγκληματικοῖς οὐκ ἐμπίμπτει· ἐξισάζει γὰρ τὸ κεφάλαιον καὶ οὐχ οἷόντε τὸ αὐτὸ καὶ
10ἀπαιτεῖν καὶ παραιτεῖσθαι διδόναι, καὶ εἰ Μινουκιανὸς ἐπὶ τοῦ ἰατροῦ εἶπεν ὅτι ἐμπεσεῖται ἐπὶ τοῦ ἑνὸς μέρους· ἐρεῖ γὰρ, φησὶν, ὁ ἰατρὸς, δὸς μάρτυρας, πόθεν ὠνη‐ σάμην τὸ φάρμακον· δῆλον δέ ἐστιν, ὅτι ἡ τῶν ἐλέγχων ἀπαίτησις τοῦ ἐγκλήματός ἐστιν. οἷον δὸς μάρτυρας, ὅτι
15τύραννός εἰμι, ὅτι φονεὺς, καὶ τὰ τοιαῦτα· τὸ μέντοι φαρμακείας οὔσης καὶ φόνου, μὴ λέγειν ὅτι δὸς τοὺς ἐλέγχους εἰ ἐγὼ ἀνεῖλον, ἀλλ’ εἰ ἐπριάμην τὸ φάρ‐ μακον, καὶ παρὰ τοῦ, οὐκ ἔστι τῆς τῶν ἐλέγχων ἀπαι‐ τήσεως· δῆλον γὰρ ὅτι ἀναγκαῖόν ἐστι τὴν τῶν ἐλέγχων
20ἀπαίτησιν πάντως πρὸς τὸ ἔγκλημα γίνεσθαι. μετὰ ταῦ‐ τα θήσεις τὴν βούλησιν πρώτην τὴν τοῦ μελετωμένου· ὅτι οὐκ ἂν ἠβουλήθην· ὁ μὲν ἀποκήρυκτος λέγει ἐλπίζων αὐ‐ τὸν ἀπολήψεσθαί με. εἰδὼς ὅτι οἱ διαβάλλοντές εἰσιν
οἱ τούτων αἴτιοι· καὶ πρὸς τούτοις, ὅτι ἐκ τῶν δακρύων18

8

.

19

ἐλπίσας, ὅτι τυχὸν ἄν με ἀπολήψεται. σὺ δὲ ἀνῄρηκας, ἵνα μή με ἀναλάβῃ, μηδὲ τῆς οὐσίας σχῇς κοινωνόν· καὶ τὰ τοιαῦτα· ὁ δὲ ἐπὶ τῆς οἰκίας ἐρεῖ, ὅτι οὐκ ἂν ἀνεῖλον τὸν πατέρα οὕτω τιμώμενος τῆς οἰκίας δεσπότης, καὶ τὰ
5τοιαῦτα· σὺ δὲ ἀνεῖλες μνησικακῶν, ὅτι σε ἀπεκήρυξεν· ἡ δύναμις τοῦ ἀποκηρύκτου· ὅτι οὐκ ἂν ἠδυνήθην ἀνε‐ λεῖν ἐκτὸς τοῦ χωρίου γενέσθαι μὴ δυνάμενος διὰ τὸ γε‐ ωργεῖν, καὶ θητεύειν μισθοῦ· σὺ δὲ ἐν ἐξουσίᾳ ὢν καὶ τοῦ πράττειν καὶ τοῦ φίλοις χαρίσασθαι, καὶ ἐξελθεῖν
10ἀνῄρηκας καὶ τὰ τοιαῦτα· καὶ ὅλους εὑρήσεις τοὺς τό‐ πους τῆς βουλήσεως καὶ τῆς δυνάμεως, ἐπ’ ἀμφοτέρων τῶν προσώπων ἐμπίπτοντας· τοῦ μὲν μελετωμένου ἀνα‐ σκευαστικοὺς τοῦ ἐγκλήματος· τοῦ δὲ ἀντεγκαλουμένου κατασκευαστικούς· μετὰ ταῦτα θήσεις τὸν ἐπίλογον·
15ἔστι δὲ κοινὸς, καταδρομὴν ἔχων τοῦ ἐγκαλουμένου.
15
ΑΛΛΟΣ ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΟΣ.
17aἈπολλυομένου χρυσίου ἐξ ἀκροπόλεως, εὑρέθη Δημοσθένης λό‐
18aγον ὑπὲρ ἱεροσυλίας γράφων καὶ Αἰσχίνης ἐπ’ ἐρημίας κατορύτ‐
19aτων χρυσίον καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις.
20 ΔΗΜΟΣΘΕΝΗΣ. Προοιμίοις χρήσῃ τούτοις. Προςέθηκεν Αἰσχίνης, ὦ θεοὶ, ταῖς ἑαυτοῦ πολιτείαις τὸ λειπόμενον· οὐκ ἔτι τὰ κοινὰ δίκαια τῶν Ἑλλήνων μισθοῦ τοῖς Μακεδόσι προΐεται, ἀλλ’ ἤδη καὶ κατ’ αὐ‐ τῶν ἐκτείνει τῶν θεῶν τὴν οἰκείαν ἀπόνοιαν, λόγῳ μὲν
25προδιδοὺς καὶ δημηγορίᾳ τὰς πόλεις, ἔργοις δὲ τὴν ἱεροσυλίαν ἐν χερσὶν ἐργαζόμενος. δεύτερον· ᾤμην μὲν οὖν μηδὲ λόγου προσδεῖσθαι τὴν γραφήν· ἐπειδὴ δὲ εἰς τοσοῦτον ἧκε τῆς γοητείας, καὶ τὴν πόλιν καθυποκρίνε‐
ται καὶ πιθανὸς εἶναι δοκεῖ τὰ τῆς αὐτοῦ πονηρίας19

8

.

20

ἐγκλήματα μετάγων εἰς ἕτερον, αὐτοὺς, ὦ Ἀθηναῖοι, πρῶτον, παρακαλέσας τοὺς κρείττονας, ἐπὶ νοῦν τῷ δι‐ καστηρίῳ παραστῆσαι κρίσιν καὶ ψῆφον τὴν εὔλογον δεῖ‐ ξαι πειράσομαι τοῖς ἔργοις τὸ συναμφότερον, συκοφάν‐
5την αὐτὸν κατὰ Δημοσθένους, ὡς κατὰ τῆς πολιτείας τὴν ἱεροσυλίαν τολμήσαντα. τρίτον· θαῤῥεῖ μὲν οὖν, ὡς ἔοικεν, Αἰσχίνης, ὅτι τῇ φωνῇ τὸν δῆμον καθυποκρινό‐ μενος ἀπατήσει τὸ δικαστήριον, παρὰ τοὺς ὅρκους καὶ τὸ δίκαιον τὴν ψῆφον ἐνέγκαι, καὶ τὴν κρίσιν ποιήσα‐
10σθαι. οὐ μὴν ὑμᾶς οὕτω νενόμικα τῶν δικαίων κατα‐ μελεῖν, ὡς ἀθῷον τοῦτον τηλικαῦτα τολμήσαντα διαδρᾶ‐ ναι τὴν δίκην. ΚΑΤΑΣΤΑΣΙΣ. Οὐ νῦν δὲ Αἰσχίνης πρῶτον ἡμῖν, οὐδ’ ἐντεῦθεν τῆς ἀσεβείας κατάρχεται· πάλαι ταύτην, ὦ Ἀθηναῖοι, τὴν νόσον νοσεῖ, πάλαι
15ταύτην ἐμελέτα τῇ προαιρέσει τὴν τοῦ κέρδους ὑπόθεσιν· ἐξ οὗ μετὰ τῶν ἀνακτόρων προὐδίδου τὰς πόλεις, ἐξ οὗ τῆς ἀμφικτυονίας καὶ Πυλῶν εἴσω προήγαγε Φίλιππον, ἐξ οὗ τοιαύτην περὶ Δελφοὺς τὴν ἐρημίαν ἐπραγματεύ‐ σατο· δρᾶμα τῶν Φωκέων ἀληθινὸν ποιήσας τὰς πό‐
20λεις, ἀμφικτύονα ποιήσας τὸν Φίλιππον, καὶ τῶν Πυ‐ θίων ἀγωνοθέτην ἐπιδείξας, ὥσπερ ἐν δράματι κατη‐ γόρουν, ἐγραφόμην, καὶ τότε δυσσεβῆ τὴν πρᾶξιν ἀπε‐ κάλουν γραφόμενος· ἐκεῖνα τῆς ἱεροσυλίας ἦν αὐτοῦ τὰ προοίμια, δημηγόρου πραχθέντα προσχήματι καὶ κρυπτό‐
25μενα· εἰ τότε κατηγοροῦντος ἐπείθεσθε, εἰ τὴν ἔξω τῆς Ἀττικῆς ἀσέβειαν καταγνόντες ὑμεῖς ἐκολάζετε, οὐκ ἂν
μετῆγεν εἴσω καὶ καθ’ ἡμῶν τὰ τοιαῦτα τολμήματα· οὐ20

8

.

21

δ’ ἂν τῆς ἐφόρου θεᾶς τῶν ἀναθημάτων ἐφήπτετο· νῦν δὲ κέρδους τοῦ τοιούτου γευσάμενος, καὶ μεγέθει τοῦ πράγματος τὴν πίστιν τῶν ἐγκλημάτων ὑμᾶς ἀφαιρού‐ μενος τοὺς δικάζοντας ἐργασίαν ποιεῖται τὸ ἔγκλημα·
5καὶ οὐχ ὅπως τολμᾷ μόνον, ἀλλ’ ἤδη καὶ τὰ τοῦ συμ‐ βούλου τοιαῦτα πάρεστιν αἰτιώμενος, καὶ λόγοις πολυ‐ πραγμονῶν καὶ γυμνασίοις, ἣν φοιτῶντες ἐν διδασκάλοις ἐκ παίδων μέχρι γήρως κανῶνα εἰς παιδείαν αὐτοῖς προ‐ τεθείκαμεν, μεταφέρων εἰς ἔγκλημα αὐτὰ τῆς ἱεροσυλίας,
10αὐτὸς ἐπὶ τῆς ἐρημίας κατορύττων τὰ φώρια καταλαμ‐ βάνει τὸ δικαστήριον, φόβῳ τῆς κατηγορίας ἡμᾶς ἐπι‐ σχεῖν βουλόμενος· ταῦτα δὴ τῆς Αἰσχίνου πολιτείας τὰ συνήθη παλαίσματα· τούτοις καὶ νῦν οὐ ταῖς ἀληθείαις τεθάῤῥηκεν.
14
15aἘλέγχων ἀπαίτησις οὐκ ἐμπίπτει, διὰ τὸ ἐξισάζειν ἐν τοῖς
16aἐγκληματικοῖς, ὅπερ γὰρ ἐὰν εἴπῃ κατὰ τοῦ ἑτέρου, καὶ καθ’ ἑαυ‐
17aτοῦ δῆλός ἐστι τοῦτο φθεγγόμενος.
17a
18
ΒΟΥΛΗΣΕΙ ΜΙΚΤΗ. Πάλιν ἐξ ἀμφοτέρων ὡς ἐπὶ τῆς καταστάσεως· μὴ
20γὰρ ἑλεῖν τὸν κατηγορηθέντα βούλεται, διασῦραι σπου‐ δάζει τὴν κατ’ αὐτοῦ γραφήν· καὶ τοσοῦτον μᾶλλον ὑποπτεύειν ἄξιον, ὅσῳ καὶ μᾶλλον ἐσπούδακεν, οὐ διδοὺς τῶν ἐγκλημάτων λόγον, ἀλλ’ ἀντὶ τῆς ἀπολογίας εἰσάγων γραφήν, ὢ τῆς συκοφαντίας, ὦ πάντα ἂν εἰπὼν καὶ τολ‐
25μήσας Αἰσχίνη, ἐφ’ ἱεροσυλίᾳ κρίνειν τὸν ῥήτορα, τὸν Παιανιέα, τὸν ἐκ παίδων ἐλεύθερον, τὸν ὑπὲρ τῆς πατρίδος ἅπαντα πολιτευσάμενον, τὸν χορηγὸν πολλάκις
ἐκ Διονύσου γεγενημένον, τὸν ὅλης φυλῆς ἑστιάτορα, τὸν21

8

.

22

ἐκ παίδων τριήραρχον, τὸν πολλὰς πατράσι γενομένοις συνεκδόντα παρθένους εἰς γάμον· ταῦτα καὶ τοιαῦτα ἐρεῖς δακρύων, ὅτι ὁ ἀεὶ χρημάτων καταφρονήσας οὐκ ἂν ἱεροσύλησα, εἶτα ὑπὲρ τούτων καὶ τῆς ὑπὲρ τούτων
5εὐνοίας ἐμαυτὸν ἀφῃρούμην· εἰπέμοι· οὐχ ὑπεῖχον Κλειτάρ‐ χῳ τὴν δεξιὰν τόσα διδόντι καὶ τόσα, ἵνα μένῃ τῆς Θετταλίας ὁ κακοδαίμων δεσπότης· ἀφῃρούμην δὲ τῆς παρθένου τὰ ἀναθήματα· οὐ διέφθειρέ μου τῷ Μακε‐ δονικῷ χρυσίῳ τὴν γνώμην ὁ Φίλιππος, πλέον διδοὺς
10ὅσῳ καὶ πλέον ᾔδει μισθούμενος, ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ δικαίου διατελῶ κατ’ ἐκείνου πολιτευόμενος· μεταβέβλη‐ μαι δὲ ἐξαίφνης, καὶ τῶν ἀναθημάτων ἅπτομαι, ἐκ ποίας προδοσίας εἰπέ μοι τὴν ἀρχὴν τῆς ἀσεβείας λαμβάνων; ἂν δείξῃς τὸ κέρδος πολιτευόμενον γνωρίζω τὸ ἔγκλημα·
15τοῦτο τῆς ἱεροσυλίας ἀρχή· τοῦτο καὶ πέρας ἐκείνου γί‐ νεται· ποῖον τοιγαροῦν τοιοῦτον Δημοσθένους πολίτευμα; δεῖξον, εἰπέ μοι, σιωπᾷς, οὐ λέγεις; οὐκοῦν τὰ σαυτοῦ μοι σκόπει· καὶ γνώσῃ τὸ ἔγκλημα· τίς, ὦ θεοὶ, τίς ἐπὶ Φωκεῦσιν ἐλάμβανε· τίς ὁ Φωκέας πολλάκις ἐπὶ τῆς ἐκ‐
20κλησίας κατοδυρόμενος; τίς ὁ Φιλίππῳ συνεξαπατήσας τὴν πόλιν; τίς τὴν ἀπάτην διήλεγξεν; τίς ὁ πρεσβεύειν αἱρούμενος καὶ τοῦτο πάλιν παραγραφόμενος ὅρκου προ‐ σχήματι; ὁ ταύτην, ὦ θεοὶ, τὴν πολιτείαν πολιτευσά‐ μενος δυσσεβὴς, ἀλάστωρ, τῆς ἐνεγκούσης πολέμιος· ὁ
25οὐδένα γενεθλίων θεῶν ἢ πατρίδος λόγον ποιησάμενος πότ’ ἂν θεῶν ἱεροῦ τε καὶ φείσαιτο, πῶς δὲ ἑτέρου τι‐ νὸς καὶ οὐκ Αἰσχίνου τὸ ἔγκλημα.
27
28aἩ δύναμις ἐκλιμπάνει διὰ τὸ ἰσάζειν ὥσπερ ἐπὶ τῶν ἐλέγχων.
29Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξ ἀντιθέσεως· ἑάλως γὰρ,22

8

.

23

φασὶ, λόγον ὑπὲρ ἱεροσυλίας γράφων· λύσεις τῇ ἀντιλήψει καὶ χρώματι· ὅτι οὐ γράφομεν μόνον καθ’ ἑαυτοὺς με‐ λέτης καὶ εὐπορίας ἕνεκα τῆς εἰς τοὺς λόγους τὰ τοιαῦτα γυμνάσματα, ἀλλ’ ἤδη καὶ ἐπὶ τῶν δικαστηρίων αὐτῶν
5συνηγοροῦμεν μοιχοῖς, ἀνδροφόνοις, τυμβωρύχοις καὶ τοῖς τὰ δεινότατα δόξασιν ἐγχειρεῖν καὶ ἐργάζεσθαι· καὶ οὐχ ὅτι συννηγορεῖν ἀνεπίφθονον· διὰ τοῦτο καὶ τῶν ἐγκλη‐ μάτων τὰς κρίσεις διώκονται· εἰ τοίνυν συναγορεύειν ἔξ‐ εστι, πολὺ δήπου πρότερον καὶ τὸ συγγράφειν συγκεχώ‐
10ρηται· συνηγόρεις, Αἰσχίνη, Πλουτάρχῳ τῆς Εὐβοίας τυράννῳ ποτέ· ἀλλ’ οὐδεὶς εἶπεν Αἰσχίνην εἶναι τὸν τύ‐ ραννον, οὐδ’ ἄλλον ὅτι Κλειτάρχῳ παρίστατο· τῷ χρώ‐ ματι λύσεις πάλιν, τὰ κατὰ Δημοσθένους ἀπ’ ἀρχῆς ἄχρι τέλους. εἰ δ’ ἄρα δεῖ τι καὶ τοιοῦτον εἰπεῖν, καὶ λόγον
15δοῦναι τοῦ λόγου, μελέτη τὸ σπούδασμα ὂν γυμνασίᾳ πρὸς λόγων ἐπίδοσιν τὸ γινόμενον ἦν· σὺ δὲ ἀγνοεῖς εἰ‐ κότως, Αἰσχίνη, χθὲς γὰρ δὴ καὶ πρῴην Ἀθηναίων ἐγένου, καὶ σύμβουλος, καὶ φυλῇ ἐνεγράφου, καὶ ἐτέ‐ λεις ἐξ ἐκείνης εἰς ῥήτορας· ἀλλ’ ἄκουε δὴ παρ’ ἡμῶν ἃ
20τὴν πρώτην ἡλικίαν μανθάνειν εἰς διδασκάλου φοι‐ τῶντα ἐχρῆν· μέγας εἰς σοφίαν Γοργίας, μύδρον εἶναι λέγων τὸν ἥλιον· καὶ τῷ λόγῳ φιλονεικῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν. Σωκράτης παρ’ ἡμῖν εἰς παιδείαν θαυμάζεται, καὶ μάρτυς αὐτῷ τῆς σοφίας ἐκ τριπόδων
25ὁ Πύθιος· τὸ δὲ τῆς δόξης αἴτιον γυμνασία τῶν λόγων· καὶ τὴν σὴν σκόπει τραγῳδίαν, πόθεν εἰς τὰς σκηνὰς εἰσέδυ καὶ μέγαν ᾖρεν Αἰσχύλον καὶ Διονύσου φίλον· τὸν
Ὅμηρον αὐτὸν εἴ τις λογίζοιτο τῶν λόγων πάντων πα‐23

8

.

24

τέρα καὶ δογμάτων γενόμενον, οὐ μελέτης δίχα καὶ τῆς τοιαύτης ἀσκήσεως σοφὸν εὕροι γενόμενον, ἀλλὰ κἂν μάχας λέγῃ καὶ συνουσίας κρειττόνων καὶ δεσμοὺς καὶ
μοιχείας αὐτῶν καὶ δοράτων βολὰς ἐξ ἀνθρώπων24

8

.

25

ὑφίστασθαι, τὴν χρείαν εἰδότες πρὸς τὸν μῦθον οὐδὲν ἐταράχθημεν· ὅλως δὲ ὧδέ πως ἁπάντων ἐστὶν ἀλογώ‐ τατον, παρέντα τὰ πράγματα λόγους περιεργάζεσθαι· τί γὰρ δὴ τότε πρὸς θεῶν, τὸν Ἀτρομήτου παῖδα ἐρωτή‐
5σατε, τί τὸ χρυσίον κατώρυττε; τί τοῦτο μόνον ἁπάν‐ των ὧν κέκτηται κρύπτειν ἐσπούδαζε, καὶ τὴν Φίλωνος μὲν οὐσίαν τοῦ κηδεστοῦ κατὰ τὴν οἰκίαν ἀποκειμένην ἔχει, τουτὶ δὲ μόνον λανθάνειν ἐσπούδαζεν; εἰπὲ, λέγε τούτου τὴν αἰτίαν, Αἰσχίνη. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ.
10Εἶτα θήσεις τὸ ἀντιληπτικὸν Αἰσχίνου· ὃ λύσεις μεταλη‐ πτικῶς, συντρέχων τῇ ἐξουσίᾳ· κατορύττειν ἔξεστιν, ἂν πολεμίων ἔφοδος ᾖ, ἂν ἡ χώρα λῃστεύηται· ὅτε δὲ τού‐ των ἐκτὸς πόλις ἐστὶ, καὶ δέους ὑμεῖς καὶ δειμάτων τοι‐ ούτων ἐλεύθεροι, τί δεῖ κατορύττειν ἐπὶ τῆς ἐρημίας τὰ
15πράγματα.
15
16aΕἶτα θήσεις καὶ τὸ χρῶμα Αἰσχίνου, ἀσφαλείας ἕνεκά φησι
17aκατορύττειν τὰ χρήματα.
18 Τί γάρ σοι τῶν ἐπὶ τῆς ἑστίας ἀπώλετο; οὐκ ἔχεις τὰ κατὰ Φωκέων, εἰπέ μοι, σωζόμενα; οὐ μένει σοι τῶν
20χρημάτων ἡ κτῆσις ἀκέραιος, ἣν κατὰ τῆς Θρᾴκης εἶχες δεξάμενος; ποῖον τῆς οἰκίας σου μέρος ἐπιβεβούλευται; ποίας εἰσῆλθες λῃστείας ἰδίαν γραφήν; οὐκ ἔστιν εἰπεῖν· ἀλλ’ οὐκ ἔχων ὅ τι πρὸς ἀλήθειαν ἐρωτῶσιν ἡμῖν ἀπο‐ κρίνασθαι, τὰ τοιαῦτα πλάττεται· βούλεσθε, ὦ Ἀθη‐
25ναῖοι, τὴν ἀληθεστέραν ἐγὼ πρὸς ὑμᾶς αἰτίαν τοῦ κα‐ τορύττειν εἴπω τὰ χρήματα; ᾔδει σπουδὴν οὐ μετρίαν ὑμᾶς ποιησομένους, μετὰ τὴν ἱεροσυλίαν καὶ ζήτησιν· ᾔδει πᾶσαν ἑστίαν ὑμᾶς ἐρευνήσοντας· καὶ τῶν χρημά‐ των τὴν ζήτησιν πᾶσαν ἡλικίαν καὶ δῆμον εἰς αὐτὸν με‐
30ρισόμενον. καὶ θᾶττον οὕτως ἐπὶ τῆς ἑστίας ἁλώσεσθαι.25

8

.

26

οὐ μὴν οὐδὲ τῶν φίλων ἢ γνωρίμων τινὶ παραθέσθαι ῥᾴδιον αὐτῷ κατεφαίνετο· καὶ γὰρ ὁ καιρὸς κατεκώλυσε, καὶ λαθεῖν ζητοῦντα τὸ ἔγκλημα προσεπιθεῖναι καὶ μαρ‐ τυρίαν αὐτῷ κατεφαίνετο· οὗτος ὁ φόβος αὐτῷ τὴν
5ἐρημίαν ἐξεύρηκε, διὰ ταῦτα ἐπὶ ταύτης κατορύττει τὰ χρήματα· ἀλλ’ οὐκ ἦν ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, λανθάνειν τοὺς κρείττονας, εἰς τοὺς θεοὺς οὕτω τολμήσαντα· ἀλλ’ ὅσῳ τὸν ἐπὶ τῆς οἰκίας ἔλεγχον ἀπεκρύπτετο, τοσούτῳ καὶ μᾶλλον εὑρίσκεται· καθ’ αὑτοῦ μάρτυς οἷς ἐποίει,
10γιγνόμενος. Πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει· οὐδεὶς γὰρ λέγει· ἀλλ’ εἰ ἱεροσυλήσας ἐτύγχανον, οὐ κατώρυττον τὰ χρήματα, ἢ οὐκ ἂν εἰς ἀπολογίαν ἔγραφον λόγον· ἀντιστρέφει γὰρ ἡ πιθανὴ ἀπολογία τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· γράφεις λόγον περὶ ἱεροσυλίας, ἱεροσύλησας ἄρα·
15ἀλλ’ εἰ ἱεροσυλήσας ἐτύγχανον, οὐκ ἂν λόγον ἔγραφον; οὐδεὶς τοῦτο λέγει· μωρὸν γὰρ, ἀλλ’ ἀντὶ τῆς πιθανῆς ἀπολογίας τοιοῦτον ἦν δυνατὸν λέγειν· οὐκ εἴ τις λόγον ὑπὲρ ἱεροσυλίας γράψει, ἢ κατορύττει ἐπ’ ἐρημίας τὰ χρήματα, οὗτός ἐστιν ἱερόσυλος· οὐκ ἔστιν δὲ αὕτη κυ‐
20ρίως πιθανὴ ἀπολογία ἐπιχειρήσεις οὖν οὕτω· μικροῦ δέ με παρῆλθεν εἰπεῖν, ὃ καὶ τοῦτον ἱεροσυλοῦντα δείκνυσι, καὶ Δημοσθένη τῶν ἐγκλημάτων ἐλεύθερον· τῷ μὲν γὰρ οὐκ ἦν ἔχοντι μὴ κατακρύπτειν· ἢ πάντως ἐπ’ αὐτοφώ‐ ρῳ τῆς ἱεροσυλίας ἁλίσκεσθαι· ἐμοὶ δὲ εἴ τι τοιοῦτον
25ἑαυτῷ συνεγίνωσκον, οὐκ ἀνάγκη συγγράφειν τὸν λόγον· οὐδ’ ἐν τῷ φανερῷ τοῦτο ποιοῦντα δείκνυσθαι· ἐπιλόγῳ
λοιπόν· ἐγὼ γὰρ, ὁμολογήσω δὲ πρὸς ὑμᾶς, ὦ δικασταὶ,26

8

.

27

καὶ φιλοτιμοῦμαι τῷ λόγῳ. καὶ πανταχοῦ τῆς οἰκουμέ‐ νης αὐτὸν διαπέμψω. μετὰ τοῦτο δικαστήριον· ἐπὶ τού‐ τῳ παρ’ ὑμῖν συνάξω καὶ θέατρα, καὶ τοῖς νέοις καὶ τοῖς διδασκάλοις αὐτὸν ἀναγνώσομαι· ὁ μὲν ἐπαινέσας
5τὰ τῆς διανοίας εὑρήματα, ὁ δὲ τὴν λέξιν, ὡς ἐπιχώριον. ἄλλος τὴν τῶν ὀνομάτων εὐρυθυμίαν θαυμάσῃ· πάντες δὲ εἶναι σοφὸν νομιοῦσι τὸν λόγον, οὐχ ἱεροσύλου τὸ σπούδασμα· ἀλλὰ τί ταῦτα μέλλομεν; τί δὲ οὐ τὴν δι‐ καίαν ψῆφον ὑμεῖς ὑπὲρ τῆς Πολιάδος ἐξοίσετε; περι‐
10αγγελλέτω τις, ὦ δικασταὶ, τῶν Ἑλλήνων ἁπανταχοῦ τοῖς πᾶσιν εὐσεβὲς κηρύττων, τὸ κήρυγμα· εἴ τις που Φω‐ κέων εἴτε ποῦ τῶν δυστυχῶν Ὀλυνθίων λανθάνει περισωζό‐ μενος, σπευδέτω, παρ’ Ἀθηναίους ἡκέτω· δεῦτε οἱ Θετταλοί· δεῦτε οἱ δι’ Αἰσχίνην δεκαδαρχούμενοι· ἡκέτω, διὰ τοῦτον
15δουλεύων Μεσσήνιος· ἥκετε καὶ ὑμεῖς Ἀρκάδες, αὐτόχθο‐ νες, δι’ Αἰσχίνην μεταβαλόντες τὴν τύχην καὶ τέως Φι‐ λίππῳ διὰ τοῦτον δουλεύοντες· κομιζέτω τις τῇ Παρθένῳ τὰ χαριστήρια· ὁ μὲν ὕμνον ποιήσας αὐτῇ· ὁ δὲ κοσμῶν ἀναθήμασιν· ὁ δὲ δεικνὺς προσόδῳ τὴν χάριν· αὕτη τὸν
20Ἀτρομήτου τὸν προδότην ὑμῶν μανῆναι παρεσκεύασεν· αὕτη τῆς ἱεροσυλίας τὸν ἔλεγχον τοῖς δικασταῖς ἐκκαλύ‐ ψασα μίαν ὑπὲρ ὑμῶν ἀναγκαίαν λαμβάνει διὰ τῶν Ἀ‐ θηναίων τὴν δίκην· εἰ ταύτην ἐλθόντες ἐπόψεσθε, εἰ τῆς Ἀττικῆς πεπεισμένοι κηρύγμασιν ἥξετε, τῶν προ‐
25λαβόντων ἀτυχημάτων ἕξετε παραμυθίαν· καὶ περὶ τῶν μελλόντων ἀγαθὰς τὰς ἐλπίδας, ἃς Δημοσθένης ὑμῖν μετὰ τῶν Ἀθηναίων κατεπαγγέλλεται· ἐκποδὼν Αἰσχί‐
νης· οὐδεὶς ἔτι παρενοχλήσει προδότης πολιτευόμενος·27

8

.

28

ἀποδώσει τὴν ἐλευθερίαν ὑμῖν Δημοσθένης λέγων, καὶ στρατευομένους τῶν Ἀθηναίων ἡ πόλις.
2 ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΟΣ ΑΤΕΛΗΣ ΕΚ ΠΡΑ‐
ΓΜΑΤΩΝ.
5aἈριστεὺς αἰχμαλώτῳ καὶ μητρυιᾷ συνοικῶν εὑρέθη τεθνεὼς ἐπὶ
6aσημείοις φαρμάκων· καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις ἡ τε μητρυιὰ καὶ
7aἡ αἰχμάλωτος.
8 Παθητικὸν τὸ ζήτημα· χηρεύει γὰρ ἀριστέως ἡ πό‐ λις, καὶ ὁ τῆς ἐλευθερίας αἴτιος φαρμάκοις ἀνῄρηται·
10προςτίθησι δὲ τῷ πάθει καὶ τῷ τὴν ἀθλίαν αἰχμάλωτον οὖσαν καὶ ξένην τῇ συμφορᾷ προσθήκην ποιεῖν· καὶ ἡ ποιότης δὲ τῆς μητρυιᾶς, σπουδὴν παρέχει τῷ δράματι· ὅθεν καὶ τοῖς προοιμίοις μετὰ πάθους χρησόμεθα· οὐκ ἤρκεσεν, ὦ δικασταὶ, τῇ μητρυιᾷ τὸν ἀριστέα δια‐
15φθεῖραι φαρμάκῳ, ἀλλ’ ἔτι καὶ τὴν ἀθλίαν ταύτην αἰχμάλωτον συκοφαντεῖν ἐτόλμησε, προσθεῖναι τῷ ἀριστεῖ τῆς ἀνδρείας σύμβολον ἐθελήσασα· οὐ μὴν ἀνύ‐ σει τοῦτον ἑαυτῆς τὸν σκοπὸν, ἐὰν ὑμεῖς μετὰ ὅρκων καὶ περὶ νόμων φυλάξητε δίκαια. Οἶδα μὲν οὖν ὅτι τὸ μῖσος
20τῆς μητρυιᾶς πλέον ἢ τῆς ἀριστείας ἐπηύξησεν εὔκλεια· τὸ γὰρ ἀοίδιμον τὸν ἀριστέα γενέσθαι κατὰ πόλιν παρώ‐ ξυνε πρὸς τὸν φόνον τὴν μητρυιάν. Σοφίσασθαι μὲν οὖν ἡ μητρυιὰ βουλομένη τὸ ἔγκλημα, ἐπ’ ἄλλον μετατίθησι τὴν γραφὴν παρατρέψαι τῆς ἀληθείας θέλουσα τοὺς δι‐
25κάζοντας· οὐ μὴν οὕτω ῥητορεύσει ποτὲ, ὡς αὐτὴν μὲν ἐλευθέραν ἀπολῦσαι τοῦ βήματος, ὑπεύθυνον δὲ ἄλλον τὸν μηδὲν ἀδικήσαντα παραστῆσαι τῇ δίκῃ. Ποιότης
τῆς μητρυιᾶς τῇ καταστάσει τὴν ὕλην ποιεῖ· οἷον, ἀλλὰ28

8

.

29

γὰρ ἄνωθεν αἱ μητρυιαὶ τοῖς προγόνοις πολέμιαι. τού‐ των δὲ ἔνιαι φανερῶς διὰ τὸ μῖσος τὴν ἔχθραν ἐνδείκνυν‐ ται· αἱ δὲ λόγῳ τὴν ἐπιβολὴν ἐπικρύπτουσιν, ὅσαι δειναὶ κρύπτειν εἰσὶ τὴν προαίρεσιν· ἐροῦσι γὰρ πρὸς ἑαυτὰς
5πολλάκις, ἂν ἐνδείξωμαι τὴν διάνοιαν, οἴχεταί μοι τὰ τῆς μηχανῆς· φυλάξει γὰρ ὁ πρόγονος τὴν ἐπήρειαν καὶ τεῖχος αὐτῷ πρὸς τῷ μὴ παθεῖν ὁ τῆς μητρυιᾶς γενήσε‐ ται χωρισμός· συνόντα δὲ καὶ τραπέζης καὶ ἄλλων κοινωνοῦντα ῥᾷστα χειρώσομαι· τοιαύτην ἐπινοήσασα
10τέχνην πέρας ἐπέθηκε τῷ βουλήματι· κακοήθης δὲ καὶ δύστροπος ἡ μητρυιὰ τυγχάνουσα διπλοῦν ἀνθ’ ἁπλοῦ τὸ δρᾶμα συντίθησι· τὸν μὲν γὰρ πρόγονον ταῖς μαγ‐ γανείαις διεχρήσατο· τὴν δὲ ἀθλίαν αἰχμάλωτον προ‐ σθεῖναι ἐκείνῳ προῄρηται· ταύτην γὰρ αὐτῷ εὔνουν ἠπί‐
15στατο οὖσαν· ἐπὶ ταύτην οὖν ἄγει τὸ ἔγκλημα, τὴν μά‐ λιστα πάντων ἐκείνῳ κεχαρισμένην, ἣ καὶ μητρὸς εὔνοιαν καὶ γαμετῆς ἐπλήρου κηδεμονίαν· ἤρων γὰρ ἀλ‐ λήλων ἀντίῤῥοπον ἔρωτα, καὶ φιλοτιμίαν εἰς προσθήκην ἑκατέροις εἶχεν ὁ πόθος· ἡ δὲ θεοῖς ἐχθρὰ καὶ βάσκα‐
20νος, αὕτη μόνη μὲν ἄρχειν τῆς οἰκίας ἐπιθυμήσασα, τῇ δὲ τούτων ὁμονοίᾳ φθονήσασα, τὸν μὲν ἤδη φαρμάκῳ διεχρήσατο, τὸ δὲ λειπόμενον προσθεῖναι τὴν αἰχμά‐ λωτον βούλεται. ΕΠΙ ΤΗι ΚΑΤΑΣΤΑΣΕΙ Δ’ Η ΒΟΥΛΗΣΙΣ. Τῶν γὰρ πραγμάτων οὐκ ὄντων, τὰ τῶν
25πραγμάτων ἐκλιμπάνει κεφάλαια· ἐλέγχων ἀπαίτησις, ἀπ’ ἀρχῆς ἄχρι τέλους, χρῶμα, πιθανὴ ἀπολογία· μόνῃ οὖν βουλήσει καὶ δυνάμει διαιρεθήσεται· προηγησάμην οὖν, εἰσάξεις τὴν βούλησιν· δῆλον γὰρ ὡς ἡ αἰχμάλωτος
πάντων ἀποστερηθεῖσα τῶν ἀπὸ τύχης καλῶν, γένους,29

8

.

30

πατρίδος, φίλων, τῶν ἐν τῇ πόλει γνωρίμων, μόνην δὲ τῶν συμφορῶν παραμυθίαν ἔχουσα τὸν ἀριστέα, οὐκ ἂν ἑαυτὴν ἀποστερῆσαι τῆς τούτου κηδεμονίας ἠθέλησεν, ἵνα πᾶσιν ἀνθρώποις εὐεπιβούλευτος ᾖ, πενίᾳ συζῶσα καὶ
5δυστυχήμασιν· οὐκ ἂν οὖν ἠβουλήθη τοιούτοις ἑαυτὴν περιπεῖραι κακοῖς ὑπὸ ψεκτοῦ φόνου, στενοχωρίᾳ τρο‐ φῶν, τρυφῆς ἐκ τοῦ συνοικεῖν καὶ τὰ τοιαῦτα· τὴν δὲ μιαρὰν μητρυιὰν πολέμιον τῷ προγόνῳ φύσει τυγχάνου‐ σαν, διὰ τὸν φόνον εἰκὸς μηδὲ μιᾶς ἀποσχέσθαι κατὰ
10τοῦ ἀριστέως ἐπιβουλῆς; ᾤετο γὰρ ἐκποδὼν ποιησαμένη τὸν πρόγονον πάντων ἐγκρατὴς, τῶν ἔνδον γενήσεσθαι, τῇ δὲ παντάπασιν ἐρήμῳ καὶ ξένῃ οὐδὲν ἐπῄει τοιοῦτο λογίζεσθαι· τὸ γὰρ κατὰ μηδένα τρόπον ἐλπίζειν κληρο‐ νομεῖν, οὐδὲ βραχεῖά τις ἐλπὶς ὑπολείπεται· οὐ μὴν οὐ‐
15δὲ ἀπέχθειά τις ἐτύγχανεν οὖσα τῇ αἰχμαλώτῳ πρὸς αὐ‐ τόν· ᾔδει γὰρ εὐεργέτην καὶ σωτῆρα γενόμενον. ἡ μὲν γὰρ τῆς πατρίδος ἅλωσις τοῦ δαίμονος ἔργον ἦν· ἡ δὲ δυστυχημάτων ἀφαίρεσις καὶ ἡ τῶν ἀγαθῶν μετάδοσις εὐεργεσίαν εἶχεν ἀναμφισβήτητον· χάριν οὖν ἀπὸ τῆς εὐ‐
20εργεσίας ἡ αἰχμάλωτος εἶχεν ἀναμφισβήτητον καὶ πε‐ ριόντος μὲν τῶν καλῶν αὐτῷ συναπολαύειν ἐξῆν, ἀναιρε‐ θέντος δὲ συναπολέσθαι πάντα ἀναγκαίως ὠφείλετο· εἶ‐ τα ἡ δύναμις· σκεψώμεθα δὴ ποτέρῳ τούτων τὰ τῆς ἐπιβουλῆς ἐτύγχανε ῥᾴδια· ἡ μὲν γὰρ αἰχμάλωτος οὔτε
25συγγενῶν οὔτε φίλων οὔτε οἰκετῶν ηὐπόρει, οὐδ’ εὕρισκεν ὅστις αὐτῇ διακομίσει τὸ φάρμακον· ἡ μητρυιὰ δὲ πάντας εἶχε συμπράττοντας, συγγενεῖς, φίλους, οἰκέτας, γνωρίμους· ᾔδει καὶ τίνες εἰσὶν ἐν τῇ πόλει πωλοῦντες τὰ
δηλητήρια· ἡ δὲ αἰχμάλωτος πάντων τούτων ἄπειρος ἦν,30

8

.

31

ξένη τυγχάνουσα καὶ ἀγνὼς τῶν ἐν τῇ πόλει τυγχανόν‐ των ἀνθρώπων· τίσι δὲ μᾶλλον ὑπακούειν ἔθος τοὺς γόητας; οὐ τοῖς ἀργύριον πλεῖστον παρέχουσιν; οὐ‐ κοῦν ἡ μὲν μητρυιὰ χρημάτων ηὐπόρει· ἡ δὲ οὐδὲν πρὸς
5τὸ πρίασθαί τι τούτων ἐκέκτητο· καὶ ἡ μὲν εἶχε συνεστῶ‐ τας πολλοὺς, ἡ δὲ πάντων ἔρημος ἦν, καὶ τοῖς μὲν λά‐ θρα διαλεχθῆναι τοῖς πιπράσκουσιν ἦν· τῇ δὲ αἰχμα‐ λώτῳ τοῦτο πάντως μᾶλλον ἀδύνατον· οὔτε γὰρ ἐντυχεῖν τοῖς τὰ τοιαῦτα δεινοῖς εὐχερὲς ἦν αὐτῇ, οὔτε ἐξειπεῖν
10ἀσφαλές· οὐδὲ γὰρ ὥραν ἢ καιρὸν τοῦ ἀριστέως ὅλως ἀπελιμπάνετο, συνοῦσα διόλου καὶ πληροῦν τὴν ὑπηρε‐ σίαν καὶ τὴν χρείαν σπουδάζουσα· φόβῳ γὰρ τοῦ λυπῆ‐ σαι τὸν ἀριστέα ἢ κινῆσαι πρὸς ἀγανάκτησιν οὐδ’ ὅλως ἐκτὸς τῆς οἰκίας τῶν περιβόλων ἐγένετο· εἰ γὰρ καὶ σμι‐
15κρὰν ἦν αὐτῷ παρασχομένη λύπης αἰτίαν, πάντων ἂν τῶν καλλίστων ἐξέπεσε, καὶ ἀβίωτος ἦν ὁ βίος αὐτῇ, μᾶλλον δὲ οὐδὲ ἔξω κινδύνου προσκρούσασα ἦν τῷ ἀριστεῖ. οὐκ‐ οῦν τὸ μὲν περιεῖναι τὸν ἀριστέα εὐδαιμονίαν ἑαυτῆς ἡ αἰχμάλωτος ὑπελάμβανε· τὸν δὲ ἐκείνου θάνατον, δυστυ‐
20χίαν ἀνήκεστον. διὰ ταῦτα περιέπειν ἐσπούδαζε· πολλὴν αὐτοῦ τῆς σωτηρίας ἐποιεῖτο τὴν πρόνοιαν. ἐντεῦθεν τῆς μητρυιᾶς ὁ φθόνος, ἐντεῦθεν τὸ μῖσος ἐφύετο. ΕΠΙ‐ ΛΟΓΟΣ ΤΟΥ ΠΑΘΟΥΣ ΕΧΩΝ ΤΗΝ ΑΥΞΗΣΙΝ. Φεῦ τοῦ δράματος· νεανίας ἐν πολέμοις ἀήττητος, ἐν
25ἀριστείαις ἀοίδιμος, ἐκ μέσης ἀριστείας ἀνήρπασται· καὶ τοὺς μὲν πολεμίους διέφυγεν ἄτρωτος· τὸν δὲ παρὰ τῆς μητρυιᾶς πόλεμον οὐ διέφυγεν· ὦ μητρυιᾶς βέλη, τῶν φανερῶν χαλεπώτερα· οὐκ ἐνῆν προϊδέσθαι ταῦτα καὶ προφυλάξασθαι· οὐκ ἐνῆν ἐκκλῖναι βαλλόμενον· ὁ μὲν
30οὖν γενναῖος ἐκεῖνος, ὁ τοὺς πολεμίους τρεψάμενος, φαρ‐ μάκοις ἡλίσκετο, ἀφύλακτος, ὡς ἐν πατρῴᾳ διάγων ἑστίᾳ·
δεινὸν δὲ οὐδὲν πείσεσθαι προορώμενος· ἡ δὲ τῶν κακῶν31

8

.

32

αὐτουργὸς αὕτη ποινὴ προσῆξε τὸ φάρμακον· προσεν‐ εχθέντος δὲ, μικρὸν ὕστερον σπαραγμοὶ τῶν ἐντὸς, καὶ τοῦ χρώματος ἐπὶ τὸ χεῖρον τροπὴ, καὶ σπασμοὶ νεύρων καὶ χειρῶν ἐκτάσεις καὶ ἀφωνία πολλὴ, δεινὸν οἱ παραγε‐
5νόμενοι διηγοῦντο θέαμα· ὀψὲ καὶ μόλις ὁ δείλαιος, ἔφα‐ σαν, ἐπέγνω τὸν ἀρχηγὸν τῶν κακῶν· καὶ τῇ μὲν ἀχθό‐ μενος καὶ καταρώμενος ἐδήλου τὸ μῖσος τῷ βλέμματι· τὴν δὲ αἰχμάλωτον ὕστατα πάντων ἠσπάζετο περιβάλλων ἀνόητα, χεῖρας ὀρέγων, τὴν δεξιὰν ἐμβάλλων, εὐμενῶς
10λαμβανόμενος, οἰκτείρων τοῦ πάθους ἑαυτόν· ἐλεεινὸς δὲ καὶ ὁ τῆς αἰχμαλώτου θρῆνος ἐπ’ αὐτῷ κινηθείς· εἴθε δορὶ πληγεῖσα τὸ σῶμα μετὰ τῶν ἄλλων ἐκείμην· ὦ καὶ τῆς ἐνεγκαμένης ἐμοὶ προτιμώτερε· ὦ καὶ ἀγχιστέων ἐμοὶ προσηνέστερε· νῦν ὄντως πεπτώκαμεν· νῦν ἀληθῶς ἐγε‐
15νόμην αἰχμάλωτος, νῦν ἐλεεινὴ, νῦν ἀθλία· περιόντος δέ σου ζήλου μᾶλλον ἢ ἐλέου τυγχάνειν ἀξία· οἰκτείρατε οὖν, ὦ δικασταὶ, πρῶτον μὲν τὸν ἀριστέα, τὸν οὕτως ὠμῶς ἀνηρπασμένον, εἶτα τὴν στερηθεῖσαν τῆς προσδο‐ κωμένης ἐλπίδος· ἐλεεινὰ γὰρ τῶν παθῶν τὰ ἀνήμε‐
20ρα· τὴν δὲ αὐτόχειρα τοῦ δράματος ὑπὲρ ἀμφοτέρων ἀμύνεσθε· μᾶλλον δὲ τῷ κειμένῳ δότε τὴν χάριν· οὐδὲν γὰρ προγόνοις μητρυιᾶς χαλεπώτερον· ἴσασι δὲ τὴν ὑπερ‐ βολὴν τοῦ κακοῦ, ὅσοι πεῖραν ἐδέξαντο, οὓς ἐξ ὧν πε‐ πόνθασι χρὴ συνοργίζεσθαι, καὶ τὴν μητρυιὰν τιμωρή‐
25σασθαι, ἵνα μὴ τῶν ἀριστέων τὴν πόλιν ἀποστερῆτε.
25 ΠΡΟΚΑΤΑΣΚΕΥΑΖΟΜΕΝΟΣ ΣΤΟΧΑΣΜΟΣ.
27aΠλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά. πολέμου καταλαβόν‐
28aτος τὴν πόλιν, ὁ πλούσιος κεχειροτόνηται στρατηγὸς, καὶ τοῦ πένη‐
29aτος παῖδες τρεῖς κατελέγησαν στρατεύεσθαι· φήμης γενομένης ἐν τῷ32

8

.

33

(1a)

στρατοπέδῳ, ὅτι προδιδόασιν οἱ τοῦ πένητος παῖδες, ὁ στρατη‐
2aγὸς λαβὼν τὸν πρῶτον ἐβασάνισεν· οὐδὲν ἐξειπόντα ἀπέκτεινεν· τὸν
3aδεύτερον ὁμοίως· τὸν τρίτον ἐξειπόντα ἀπέκτεινεν· οὐκ ἐπέξεισιν ὁ
4aπατὴρ, καὶ κρίνεται συνειδότος.
5 Πικρὸς καὶ ἀπαραίτητος ἐχθρὸς ὁ πλούσιος, ὃς καὶ σιωπὴν ἐγκαλεῖ, καὶ μετὰ τριῶν παίδων ἀναίρεσιν ἐπεμ‐ βαίνει δυστυχοῦντι τῷ πένητι· μικτὸς δὲ ὁ λόγος, ἔκ τε ἀγῶνος καὶ πάθους· ὁ μὲν γὰρ φόνος πάθος ποιεῖ· ἡ δὲ ἀπόδειξις τοῦ συνεγνωκέναι τὸν ἀγῶνα συνίστησιν.
10ΠΡΟΟΙΜΙΟΝ ΠΡΩΤΟΝ. Ὤιμην μὲν, ὦ δικασταὶ, ὅτι τρεῖς παῖδας ὁ πλούσιος ἀνελὼν κόρον εἰλήφει τῆς ἔχθρας, καὶ παυσάμενος τῶν πολέμων ἐτύγχανε· νῦν δὲ, ὡς ἔοικεν, ἀπέραντόν ἐστι καθ’ ἡμῶν τὸ δεινὸν, καὶ οὐ παύσε‐ ται πάντα καθ’ ἡμῶν ὁ πλούσιος μηχανώμενος, ἕως οὗ
15καὶ τὴν ἑστίαν αὐτὴν καὶ τὸ γένος αὐτὸ διαχρήσηται· οὕτως ἀείμνηστον ἔχει τὸν πόλεμον· εἶτα ἀπόδοσις· ὑμέ‐ τερον εἶναι μὴ ταῖς τούτου κακοτεχνίαις προσέχειν τὸν νοῦν, ἀλλὰ τὰ δίκαια κατὰ τοὺς νόμους βουλεύσασθαι, ἵνα δυνηθῶ καὶ θρηνῆσαι τοὺς παῖδας καὶ τιμωρήσα‐
20σθαι διὰ τὸν τῶν παίδων φόνον τὸν πλούσιον. ΔΕΥ‐ ΤΕΡΟΝ ΠΡΟΟΙΜΙΟΝ. Οἶδα μὲν οὖν, ὡς εἴ τίς ἐστιν τοῖς τελευτήσασιν αἴσθησις, παρεστᾶσιν οἱ παῖδες κρινο‐ μένῳ μοι τήμερον, καὶ τῷ πατρὶ βοηθῆσαι βουλόμενοι, καὶ τὸν πλούσιον τιμωρήσασθαι. ΤΡΙΤΟΝ ΠΡΟΟΙ‐
25ΜΙΟΝ. Χαίρει μὲν οὖν ὁ πλούσιος, ὁρῶν οὕτω δυστυ‐ χοῦντα τὸν πένητα, καὶ παρὰ τῶν παίδων οὐκ ἔτι δορυ‐ φορούμενον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας τὸ λοιπὸν κινδυ‐
νεύοντα. Ἡ ΚΑΤΑΣΤΑΣΙΣ. Ἀλλὰ γὰρ οὐχ οὕτως33

8

.

34

ἀπάνθρωπον ἡγούμην τὸν πλούσιον, ὡς ἄρδην μοι τοὺς παῖδας ἀνελεῖν ἀδίκως· ἐμνησικάκει μὲν γάρ μοι, καὶ πολλάκις ἠπείλει βλάβην καὶ συμφοράς· ᾤμην δὲ λοιδορίαν εἶναι ἢ σώματος αἰκίαν τὴν ἀπειλὴν, ἢ νὴ
5Δία φυγὴν, ἤ τινα ἄλλην τοιαύτην ἐπήρειαν· χρήματα γὰρ οὐκ ἦν μοι· διόπερ οὐκ ἐδεδοίκειν τὴν τούτων ἀφαί‐ ρεσιν· εὐήθης ὤν τις ἐλάνθανον μικρὰ τῆς ἔχθρας τὰ ἐπίχειρα προσδοκῶν· ἐκβέβηκε δὲ οἷον οὐκ ἔδει τῆς ἐπηρείας τὸ πέρας· τοῦ γὰρ κακῶς μὲν ποιεῖν καιρὸν ἐπιτηδειότα‐
10τον τὴν στρατείαν ἡγούμενος τῷ ταύτης προσχήματι τὴν εἰς ἐμὲ δυσμένειαν ἐπεδείκνυτο· καὶ τὸ τῆς ἀρχῆς εὔφη‐ μον ὄνομα μιαιφονίας ἐγίγνετο πέρας· λογοποιοὺς γὰρ ἐν τῷ στρατοπέδῳ καθεὶς, ὡς οἱ ἐμοὶ προδιδόναι μέλ‐ λουσι παῖδες, οὐ πρότερον πικρῶς σπανίζων ἐπαύσατο,
15πρὶν ἀπολέσαι μὲν τοῖς κολαστηρίοις τοὺς δύο τοὺς πρώ‐ τους, καταπλῆξαι δὲ τοῖς ἀλγηδόσι τὸν τρίτον, ἵνα τῷ τῶν στρεβλωτηρίων φόβῳ τὸ δοκοῦν τούτῳ καὶ ἄκων φθέγξηται· καὶ μετὰ τὸ δρᾶμα τοσοῦτον κἀμὲ τοῖς παι‐ σὶ προςαπολέσθαι ζητεῖ. ΚΑΙ ΑΛΛΩΣ Η ΚΑΤΑ‐
20ΣΤΑΣΙΣ. Ἡ πολιτεία τοῦ πένητος ἀπὸ διανοίας. ἐπει‐ δὴ γὰρ ἐπηρείᾳ τῆς τύχης ἠπόρουν χρημάτων, ἵνα μηδὲν ἐν περιουσίᾳ χρησιμεύσω τῇ πόλει, ἄλλως ἐπεδεικνύμην τὴν εὔνοιαν, νόμους εἰσφέρων, γράφων ψηφίσματα, γνώ‐ μας λυσιτελεῖς εἰςηγούμενος, ἐλέγχων τοὺς ἀδικοῦντας
25τὴν πόλιν τὰ παράνομα λέγοντας, τοὺς μὴ βουλομένους τριηραρχεῖν, μὴ χορηγεῖν, μήδ’ ὅλως εἰσφέρειν· ταῦτά μοι τὸν φθόνον παρὰ τοῦ πλουσίου κεκίνηκεν, ὡς λέγειν πολλάκις, πῶς παύσω τὴν πολιτείαν τὴν κατὰ τῶν πλουσίων τοῦ πένητος; πῶς σιωπᾷν ἐπὶ τῆς ἐκκλησίας
30ποιήσω τὸν πένητα; ἂν οἰκείας ὀδύρηται συμφορὰς, ἂν34

8

.

35

θρηνήσῃ τὴν τύχην, ἂν οἰκείοις σχολάσῃ τοῖς πάθε‐ σιν, ὀδυρεῖται τότε τὰς ἑαυτοῦ συμφορὰς, δακρύσει τὰ δυστυχήματα· ταῦτα καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὸν ἐν‐ νοῶν, πολέμου μέλλοντος, καὶ τριῶν ἢ τεττάρων χειρο‐
5τονησάντων αὐτὸν, στρατηγὸς ἀνεῤῥήθη, καὶ μετὰ τὴν ψῆφον τὸ τῆς πόλεως ἀξίωμα λαβὼν χαίρειν μὲν εἴασε τοὺς χορούς· ἐπὶ δὲ τοὺς παῖδας τοὺς ἐμοὺς ἐστρα‐ τεύετο, καὶ τὰ ἑξῆς· φήμη τὸ βασανίζειν τὸν πρῶτον, καὶ ζητεῖν ἀπάνθρωπα βασανιστήρια· ἐν δὲ τούτοις κα‐
10τάμιξον καὶ θρῆνον τοῦ πατρός· ὡς δὲ βασανιζόμενος ὁ πρῶτος ἀπέθανεν, εὐθὺς ἐστρέβλου τὸν δεύτερον, οὐδα‐ μοῦ τὸ δικαστήριον, οὐδὲ τὸ παραδοῦναι τοῖς νόμοις τοὺς παῖδας σκοπῶν, ἀλλ’ ἀνελὼν καὶ τὸν δεύτερον ὡς ἐπὶ ἑρμαίοις, καὶ τὸν τρίτον παρήρχετο· ἀλλ’ ὁ δυστυ‐
15χὴς πολὺ τῆς ἐλπίδος ἐσφάλην· θαῤῥήσας γὰρ, ὅτι δι‐ καστηρίῳ παραδοθήσεται, καὶ κατὰ νόμους τὰ τῆς ὑπο‐ θέσεως ἐξετασθήσεται, ὡμολόγησε τὴν προδοσίαν· ὁ δὲ καὶ τρίτον ἀνελὼν, καὶ τὸν πατέρα συντίθησι τοῖς παι‐ σὶ κειμένοις νεκροῖς· καὶ συνειδότος με κρίνων ἐπὶ τοὺς
20δικάζοντας ἤγαγε. μετὰ ταῦτα θήσεις γραφικὸν, ὥς φησι Πορφύριος, ἀπὸ τοῦ πρώτου· φησὶ γὰρ οὐκ ἄλο‐ γον εἶναι τὴν τοῦ συνειδότος κατηγορίαν· μὴ ἐννομίμῳ δικαστηρίῳ κριθέντων ἐκείνων, μηδὲ ἁλόντων κατὰ νό‐ μους, ἀλλ’ ὑποπεσόντων ἐχθρῶν κακοηθείᾳ· τινὲς μὲν
25οὖν ἐπὶ τούτου τοῦ ζητήματος καὶ τῶν τοιούτων χρῶν‐ ται παραγραφικῷ· τινὲς δὲ οὔ· λύσεις δὲ τὰ παραγρα‐ φικὰ, ὅτι ταῦτα μὴ θαῤῥοῦντός ἐστι τῇ γραφῇ· οὐ γὰρ
δεῖ τὴν κατηγορίαν διασύρειν, ἀλλ’ ἀπολογεῖσθαι πρὸς35

8

.

36

τὸν προκείμενον· οὐδὲ τρόπον αἰτιᾶσθαι, ἀλλὰ τὴν γρα‐ φὴν λύειν, τῷ πρὸς τὸν προκείμενον ἀπολογήσασθαι. ΕΛΕΓΧΩΝ ΑΠΑΙΤΗΣΙΣ ΤΟΥ ΠΡΩΤΟΥ ΣΤΟ‐ ΧΑΣΜΟΥ. Τίς οὖν, εἰπέ μοι, πίστις τῆς ἐκείνων γέ‐
5γονε προδοσίας; τίς μαρτυρία; τίς ἔλεγχος; τί τεκμήριον ἄλυτον; ποῦ τοῖς πολεμίοις ὤφθησαν κοινολογούμενοι, δῶρα ἔχοντες, αὐτομολοῦντες; τίς τῶν συνειδότων αὐτοὺς κατεμήνυσεν; συνομώσας ἑάλω τίς; ἐπιστέλλοντες τοῖς πολεμίοις ὤφθησαν; τούτων γὰρ ἕν τι δεῖξον, καὶ συν‐
10απόλεσον κἀμὲ τοῖς παισίν· ἀλλὰ τὴν φήμην εἰς μαρτυ‐ ρίαν καλεῖς, ἣν οὐ δύνασαι παραστῆσαι τῷ βήματι· ἣν αὐτὸς θρυλλήσας διέσπειρας· εἰ δὲ κατήγορος σὺ, καὶ τὰ ψεύδη μαρτυρεῖς, καὶ σφαγεὺς ἄδικος τῶν ἀθλίων παί‐ δων γεγένησαι· τί καὶ νῦν δυστυχῶν παίδων δυστυχῆ πα‐
14bisτέρα συκοφαντεῖς; εἶτα ἐπάγαγε παραδείγματα· πολλαὶ
15δίκαι πολλάκις εἰς τοῦτο τὸ δικαστήριον ἐῤῥώσθησαν· ἀλλ’ ἐφ’ ἑκάστης μάρτυρες παρεμίχθησαν, μοιχείας, φό‐ νου, τυραννίδος, τυμβωρυχίας· ἐπειδὴ γὰρ αὐτόπτας τῶν ἐγκλημάτων οὐχ οἷόν τέ ἐστιν γενέσθαι τοὺς δικα‐ στὰς, ἀναγκαίως εἰσάγονται μάρτυρες, οἵ τινες καὶ βα‐
20σάνῳ μαρτυρῆσαι δύνανται τὴν ἀλήθειαν, καὶ ὅσα τοι‐ αῦτα. ΠΕΡΙ ΒΟΥΛΗΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ. Βουλήσει καὶ δυνάμει τὰς αἰτίας τιθείς· ἀλλ’ εἰκὸς ἦν αὐτοὺς χρημάτων ἐφιεμένους ἐπὶ τὴν προδοσίαν ἐλθεῖν· καὶ τὸ μὴ βούλεσθαι πάντως εἰκὸς, οὐ γὰρ ὅστις πένης,
25πάντως καὶ πονηρός· μᾶλλον γὰρ ὑμῶν τῶν τοῦ πλείο‐ νος ὀρεγομένων οἱ τοῖς ὀλίγοις ἀρκούμενοι σωφρονέστεροι ὄντες, πρὸς τὸ δεινὸν ἀτολμότεροι, δεδοικότες τοὺς νόμους, ἀπὸ τῶν πατέρων καλῆς ἀγωγῆς μεμνημένοι, τὴν ἀδοξίαν τῆς κατηγορίας τοὺς δικαστὰς ὑμῶν εὐλα‐
30βούμενοι· οὐδεὶς λῃστείας κρίνει τὸν πένητα, διότι χρη‐36

8

.

37

μάτων οὐκ εὐπορεῖ· ἕτερον γὰρ τρόπος καὶ τύχη καὶ παιδεία καὶ βούλησις· οὐ γὰρ ἐπάναγκες εἶναι δεινοὺς τοὺς μικρὰ κεκτημένους· οὐδ’ ἐπιθυμεῖν χρημάτων, τοῖς ὀλίγοις ἀρκεῖσθαι μεμαθηκότας· εἶτα ἡ δύναμις. ἀλλὰ
5γὰρ οὐδὲ πένησιν οὐδὲ στρατιώταις περὶ προδοσίας διαλέγεσθαι τοῖς πολεμίοις ἔθος· ἀλλὰ τοῖς δυνατοῖς ἐν φάλαγγι· τίνες δὲ μᾶλλον ἢ στρατηγοὶ ἐν τῷ στρατοπέ‐ δῳ ὀνομαστότεροι; οὗτοι κατὰ τὸ πλῆθός εἰσιν ἐνδο‐ ξότατοι, τούτοις ὑπάρχει τὸ δύνασθαι, τούτοις πιστεύου‐
10σιν οἱ πολέμιοι, τούτοις θαῤῥοῦσιν παρέχειν τὰ χρήματα· τοῖς δὲ πένησι καὶ οὐδὲ ἔχουσιν ἀξίωμα οὐδὲ προσέρχεταί τις, οὐδὲ κοινολογεῖται τοῖς ῥήμασι· ταῦτα στρατηγῶν ὑπάρχει τολμήματα, ταῦτα ὑπάρχων, ταῦτα ἐπιχειρούντων δημό‐
σια, οὐκ ἀδόξων ἀνδρῶν, οὐκ ἀνωνύμων, οὐ τῶν ἀγνώ‐37

8

.

38

στων πολλοῖς. τίς ἔστιν τυραννεῖν δυνατός; οὐχ ὁ τολ‐ μηρός; οὐχ ὁ πλούσιος; πένητι δὲ πόθεν παράνομόν τι τολμᾷν ἐρήσω καὶ μόνῳ, καὶ τοῦτ’ εἰδότι ποιεῖν, ὅπερ ὁ καθηγούμενος ἐν τῷ στρατοπέδῳ κελεύσειε; καὶ τὰ τοι‐
5αῦτα. θήσεις ἄλλα παραδείγματα ἀπ’ ἀρχῆς ἄχρι τέλους· εἶτα λέγεις, ὡς ἐξεῖπε πρὸ τῶν βασάνων τὴν προδο‐ σίαν ὁ τρίτος· οὐ λέγεις δὲ, ὡς οἱ πλείους ὄντες ἰσχυρῶς βασανισθέντες οὐδὲν ὡμολόγησαν· ὁ τρίτος καθωμο‐ λόγησε· τί γὰρ οὐκ ἔμελλεν ἀπολωλότων ἀδελφῶν δύο,
10διότι μὴ ἀπεῖπον ἑαυτῶν μήδ’ ἐπήγαγον ἑαυτοῖς αἰτίαν ψευδῆ, εἶτα καὶ τὸν ἐκ τῶν βασάνων φόβον οὐ μικρὸν ὁρῶν, καὶ σοὶ χαρίσασθαι βουλόμενος, εἰ συκοφαντή‐ σειεν αὐτὸς ἑαυτὸν, εἶπεν, ὅπερ ἠνάγκαζες· σὺ δὲ οὔτε τῶν ἀρνησαμένων, οὔτε τοῦ φόβῳ τῶν κολαστηρίων ὁμολογή‐
15σαντος ἀπέσχου· χρώματι τοῦ ὁμολογῆσαι τὸν τρίτον· δοκεῖ δὲ ὁ τρίτος μοι βεβουλεῦσθαι σωφρόνως· εὐτυχῶς γὰρ εἰπεῖν οὐκ εἴασας· κακόηθες γὰρ οὐδ’ ὁτιοῦν τοῖς ἀδελφοῖς συνειδὼς, εἶτα κολαζομένους ἀπανθρώπως ὁρῶν, δυεῖν ἡγεῖτο θατέρου τεύξεσθαι, μᾶλλον δὲ ἀμφοτέρων
20τυχεῖν, καὶ βασάνων ἀπαλλαγήσεσθαι, καὶ δικαστηρίῳ παραδοθήσεσθαι· ὅπου κατὰ νόμους ἡ κρίσις γενήσεται· ἀλλ’ ἀμφοῖν ἀπέτυχεν ὁ δυστυχής· καὶ γὰρ βιαζόμενος τέθνηκεν· καὶ δικαστήριον οὐκ εἶδεν ἔννομον· καὶ γὰρ ἔξαρνον ἀναιρεῖσθαι χρὴ, ἢ τό γε δὴ σχετλιώτατον αὐ‐
25τὸν ἑαυτοῦ κατήγορον γενέσθαι καὶ βασανίζεσθαι φρίτ‐ τοντα. Ἐλέγχων ἀπαίτησις, τοῦ συνειδέναι· πλὴν ἐκεί‐ νην προσθεῖναι τὴν εὐπορίαν εὔλογον, εἰ ἀπεδείχθη‐ σαν οἱ παῖδες οὐ προδεδωκότες, οὐδὲ ὁ πατὴρ σύνοιδε·
πῶς γὰρ δύναται συνειδέναι τοῖς μηδὲν πεποιηκόσι δει‐38

8

.

39

νόν; ἡ λύσις· αὐτοῦ ἐπεξιέναι ὑποπτεύεται συνειδότος· μενόντων οὖν τῶν σημείων, ὑποψία μένει· ὥστε ἀναγκαίως ἡ ἐργασία γίνεται τοῦ δευτέρου στοχασμοῦ τοῦ μὴ συν‐ ειδέναι· ἀλλ’ ἔστω, δεδόσθω προδεδωκέναι τοὺς παῖδας·
5τίνες γὰρ τοῦ συνειδέναι με μάρτυρες; τίνες διελέγχουσι τοῖς παισὶ τῆς προδοσίας κοινωνεῖν; τοῖς δικασταῖς τοὺς μαρτυροῦντας παράστησον, δούλους, ἐλευθέρους, ξένους, πολίτας, στρατιώτας· οὐ γὰρ δίκαιον ἀμάρτυρον εἰσάγειν τὴν δίκην· οὐδὲ δυνατὸν μαρτύρων χωρὶς καταψηφίσα‐
10σθαι τῶν κατηγορουμένων ἐκτός· ἀλλ’ ἢ παρέχειν ἀνάγκη τοὺς μάρτυρας, ἢ συκοφαντοῦντας τιμωρήσασθαι τὸν κατήγορον, καὶ τὰ τοιαῦτα. εἶτα ἡ βούλησις τοῦ πένη‐ τος· ὅτι οὐκ ἂν ἠβουλήθην οὕτω ἀδίκου κατὰ πατρίδος κοινωνῆσαι πράγματος· οὐδὲ ὑπεύθυνον ἐμαυτὸν ποιῆ‐
15σαι τοῖς νόμοις· οὐδὲ μισηθῆναι παρὰ τῶν πολιτῶν, καὶ τὰ τοιαῦτα. Ἡ δύναμις ἐκλιμπάνουσα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ δῆλος εἶ, φησὶ, συνειδὼς τοῖς παισὶν, ἐξ ὧν οὐκ ἐγράψω με φόνου· λύσεις τῷ χρώματι· δυσχε‐ ραίνων πάθει καὶ σχολάζων ταῖς οἰμωγαῖς· τρεῖς ἦσαν
20παῖδες νεκροί· ἔρημος ἡ ἑστία τῶν παίδων ἐτύγχανε· τού‐ των οἱ τάφοι τὴν ἀσχολίαν εἰργάζοντο· τούτων τὰ πάθη τέως σιωπᾷν κατηνάγκαζε· τὴν σιωπὴν ἐγκαλεῖς, ὅρα τῆς συμφορᾶς τὸ μέγεθος· τὸν ποιητὴν σκόπει τοῦ δρά‐ ματος. ἄρα τοῖς ὁσίοις τῶν παίδων καταμελήσαντα ἔδει
25τρέχειν εἰς δικαστήριον καὶ ἐάσαι τοὺς παῖδας κειμένους. γράφεσθαι δὲ καὶ λέγειν ἐπὶ τοῦ βήματος, οὐκ εἴα κα‐ τηγορεῖν με τὰ δάκρυα, καὶ τὰ τοιαῦτα· εἶτα τῷ ἀν‐ τιληπτικῷ· ἐπειδὴ ἅπαντα βιάζει καὶ καιρὸν καὶ γνώ‐ μην καὶ δυστυχοῦντά με τῆς σιωπῆς ἀπαιτεῖς τὴν αἰτίαν·
30οἱ νόμοι μοι τὸν καιρὸν τῆς κατηγορίας ἐδείκνυον· οἱ
νόμοι τῆς γραφῆς τὴν ἐξουσίαν παρείχοντο, σαφῶς39

8

.

40

ἡμῖν τοῖς πεπονθόσι κηρύττοντες· κατηγόρησον, ὅτε προ‐ ῄρησαι, οὐκ ἐμπρόθεσμός ἐστιν ἡ γραφή· εἰ διὰ νό‐ σον οὐ δύνασαι, ῥᾳΐσας γράφου. εἰ σιωπᾷν ἀναγκάζει διὰ τὸ πάθος καὶ δάκρυα, τῇ δυνάμει τῇ σεαυτοῦ τὴν
5κατηγορίαν συμμέτρησαι· ἀνέῳκταί σοι τὸ δικαστήριον, ὅτε προῄρησαι· κατηγορεῖ τις καὶ μοιχείας, καὶ ὅτε βού‐ λεται· καὶ ἑξῆς ἄλλα θεὶς παραδείγματα ἔπαγε τὸ προκείμενον· οἷον συμβουλεύει καὶ τοῖς πολεμίοις στρα‐ τηγοῖς, ὅτε συμφέρον ὁρᾷ πρὸς συμβολὴν, τότε παρα‐
10σκευάζεται, οὐχ ὅτε τοῖς πολεμίοις δοκεῖ. οὕτω κἀγὼ ἐσιώ‐ πησα νῦν, δακρύων, ἐπιπενθῶν, τῆς οὐσίας ἐπιμελούμε‐ νος· παυσάμενος δὲ τῶν κακῶν καὶ τὴν ἀνακωχὴν τῶν δυστυχημάτων εὑρὼν ἐπ’ ἀδείας εἰσῄειν γραφόμε‐ νος· οὐ γὰρ οὕτως ἀνόσιος ἦν, ὡς μὴ δεῖξαι τὴν ἐπι‐
15βουλὴν, καὶ ποιῆσαι τοῖς νόμοις ὑπεύθυνον τὸν οὕτως ἀναίτιόν με παρασκευάσαντα. Πιθανὴ ἀπολογία οὐκ ἐμ‐ πίπτει· οὐ πιθανὸν γὰρ στρέψαι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· εὔηθες γὰρ τὸ λέγειν, ἀλλ’ εἰ συνεγνώκειν τῇ προδοσίᾳ, οὐκ ἐσιώπων. ΟΙ ΕΠΙΛΟΓΟΙ ΛΟΙΠΟΝ.
20Ἀλλ’ εἴθε πρὸ τῆς τῶν παίδων τελευτῆς ὁ δαίμων ἐκτός με τῶν ἀνθρωπίνων καταστήσας ἐτύγχανε· διόλου γὰρ παθητικοὶ τυγχάνουσιν οἱ ἐπίλογοι· εἴθε πρὸ τῶν παί‐ δων με, πλούσιε, διεχειρίσω τῷ ξίφει· τοσαύτην γὰρ καὶ τηλικαύτην συμφορὰν τῶν παίδων ἐκέρδαινον· εἴθε πρὶν
25ἰδεῖν νεκρῶν πολυάνδριον κατ’ ἐμοῦ τὴν καιρίαν ἐπήνεγ‐
κες· νῦν δ’ ἀνήκεστον ἐμηχανήσω μοι συμφορὰν, ἐμὲ μὲν40

8

.

41

ἐκ πολύπαιδος ἄπαιδα, τὴν δὲ πόλιν φάλαγγος ἀφελόμε‐ νος· ὠνειροπόλουν νικηφόρους ἐπανιόντας κοσμήσειν λα‐ φύροις τὴν ἑστίαν, τροπαίοις δὲ τὴν πόλιν, μετέστησέ μοι τὰς ἐλπίδας εἰς τοὐναντίον ὁ πλούσιος. ἐδεξάμην οἴ‐
5μοι τοὺς στρατιώτας νεκροὺς, τοὺς ὁπλίτας ἀνῃρημένους, οὐ τραυματίας ἐκ πολεμίας αἰχμῆς, ἵν’ ἀριστεία μοι τοῦ πάθους ᾖ παραμύθιον, φέροντας τῆς ἀνδρείας γνωρίσμα‐ τα· ἀλλ’ ἐπιβουλῆς εἶδον τεκμήρια, βασάνων σύμβολα, κολαστηρίων σημεῖα, κακούργων δυστυχῆ πάθη, καὶ συμ‐
10φορὰς, καὶ ζῶντας ἀθλίους, καὶ νεκροὺς δυστυχεῖς· οὐ γὰρ νόμῳ κατακριθέντες ἑάλωσαν· καταγνόντων τὴν κόλασιν, οὐ γὰρ ἂν οὕτως αὐτὸς ὠδυρόμην· ἀλλ’ ὡς μὲν γεννήσας ἐδάκρυον, ὡς δὲ καταγνωσθέντων ἐκαρτέρουν τὸν θάνατον. ἐφ’ ὑμῶν, ὦ δικασταὶ, νῦν αὐθαίρε‐
15τον ὑποστήσομαι θάνατον· οὐ γὰρ ἀσφαλὴς ὁ πρὸς πλού‐ σιον πόλεμος, οὐδὲ ἀκίνδυνον μείζονι κατὰ περιουσίαν προσκρούειν· ἀλλ’ ἀνάγκη δουλεύειν στρεβλούμενον, καὶ τῶν νόμων κρείττονας ὑπολαμβάνειν· οἷος ὁ πλούσιος· καὶ γὰρ ἂν δούλοις χρήσασθαι βούλωνται, τῶν ἀργυρω‐
20νήτων οἱ πένητες οὐδὲν διοίσομεν οἱ ἐλεύθεροι· ἀλλ’ ἐπὶ τούτοις ἡ πόλις ἔσται· καὶ πάντων ὁ δῆμος ἄκυρος· οὐ τοσούτους τῶν πολεμίων ἄγει αἰχμαλώτους, ὅσους τῶν πολιτῶν ἀπώλεσεν· οὐ φέρω τὸν ἀλάστορα τῶν παίδων ὁρᾷν, οὐδὲ ὑπομένω θεωρεῖν τὸν δήμιον τῶν παίδων γε‐
25νόμενον· ἂν στρεβλουμένους τοὺς παῖδας λογίσωμαι, θεωρῶ τὴν κατασκευὴν ὅλην τοῦ δράματος· ὦ γῆρας ἄθλιον, ὦ γηροκόμων ἀπεστερημένον, ὦ πατέρων ἐγὼ δυστυχέστατος, ὅσων ἐξαίφνης παίδων ἀφῄρημαι· οὐδὲν
ἀκίνδυνον ἄρα τυγχάνει διὰ τὸν πλούσιον· οὐ παῖδες τῆς41

8

.

42

οἰκίας ὑπερασπίζοντες. οὐκ ἀπραγμοσύνῃ καὶ σιωπῇ, ἀλλ’ οἱ μὲν οὐκ ἔτ’ εἰσίν, ἐγὼ δ’ ἐπὶ ταύτην φεύγω γραφήν· δοκῶ δέ μοι καὶ τὰς τῶν τε τελευτηκότων παρεῖναι ψυ‐ χὰς ἀποιμωζούσας τὸ πάθος, καὶ τὴν ἄδικον καὶ πρὸ
5μοίρας φθορὰν ἐπιμαρτύρεσθαι, τιμωροὺς ἐπικαλουμέ‐ νους δαίμονας, οἳ τοῖς οὐχ ὁσίως ἀνῃρημένοις ἀμύνειν λέγονται· φρίττω μεταξὺ τῶν λόγων τὴν ἀνθρωπίνην ἐν‐ νοῶν φύσιν, τὴν ὠμότητα λογιζόμενος, ἅπερ οὐκ ἐάσει καθ’ ὑμῶν ἰσχῦσαι ψῆφος ὑμετέρα φιλάνθρωπος.
9
10aΕὔβουλος ἐγράψατο Ἀρίσταρχον ἐπὶ τῷ Νικόδημον πεφονευ‐
11aκέναι· πρὸ τῆς δίκης ἔφυγεν Ἀρίσταρχος, καὶ κρίνεται Δημοσθέ‐
12aνης συνειδότος.
13 Βαρὺ κατὰ Δημοσθένους τὸ ἔγκλημα· οὐ γὰρ Δη‐ μοσθένους πολιτείας ἄξιον τὸ φόνῳ συγγινώσκειν καὶ
15κρίνεσθαι, καὶ ἀγῶνος δὲ ὁ λόγος μετέσχηκε· δεῖ γὰρ ἐνθυμηματικῶς ἀποδεικνύειν, ὡς οὐκ εἴ τις φίλος, οὗτος συγγινώσκει καὶ φόνῳ· δεῖ οὖν πρῶτον κατασκευάσαι μέχρι τοῦ χρώματος πᾶσι τοῖς τοῦ στοχασμοῦ κεφα‐ λαίοις· ὅτι Ἀρίσταρχος οὐ πεφόνευκεν· εἶθ’ οὕτως ἀπὸ
20τοῦ χρώματος μεταβῆναι ἐπὶ τὸ δεῖξαι, ὅτι οὐδὲ Δη‐ μοσθένης συνεγίνωσκε. Παραπλήσιος δὲ τυγχάνει κατὰ τὴν ἐργασίαν ὁ προκατασκευαζόμενος στοχασμὸς τοῖς ἐμ‐ πίπτουσι στοχασμοῖς· διαφέρει δὲ τούτῳ, ὅτι ἐν μὲν τῷ ἐμπίπτοντι πρῶτον ἔχει τὸ ἔγκλημα, ὅ ἐστιν προη‐
25γούμενον, δεύτερον δὲ τὸ ζήτημα, ὅ ἐστιν χρῶμα· ζητεῖ‐ ται εἰ καὶ τὸν πένητα ὁ πλούσιος ἀνῄρηκεν, οὐκ ἀπαιτῶν
τιμωρίαν τοῦ φόνου· οὕτω γὰρ οὐκ ἐγκαλεῖ τὸν φόνον,42

8

.

43

ἀλλὰ ζητεῖ, ἵνα ὁ φόνος ἀπόδειξις γένηται τοῦ προτέρου ἐγκλήματος· ἄλλο δὲ ζήτημα καὶ ἄλλο ἔγκλημα. ζήτημα γάρ ἐστιν, ὃ ζητεῖ μόνον, καὶ ἀποδείκνυσι τιμωρίαν οὐκ ἀπαιτῶν· ἔγκλημα δὲ, ὅταν καὶ τιμωρίαν ἀπαιτεῖ τοῦ γε‐
5νομένου ἀδικήματος· ὁ δὲ προκατασκευαζόμενος πρῶτον μὲν ἔχει καὶ προηγούμενον τὸ ζήτημα· δεύτερον δὲ τὰ ἐγκλήματα, ὅπερ ἐν τῷ ἐμπίπτοντι ἀναστρέφει· πρῶτον γὰρ τυγχάνει τὸ ἔγκλημα καὶ προηγούμενον· διαιρεθή‐ σονται οὖν μετὰ τὰς προκαταρκτικὰς ἐννοίας, τοῦτον τὸν
10τρόπον, καταστάσει· ἐπειδὴ γὰρ γενόμενος καθ’ ἡμῶν καὶ μετασχὼν τροφῶν, καὶ τῶν μυστηρίων ἀξιωθεὶς ἐδεό‐ μην καὶ τῆς παρ’ ὑμῶν ἀρίστης παιδεύσεως, ἐζήτουν κατ’ ἐμαυτὸν, ὅς τις παρ’ ὑμῶν καὶ ἤθεσι καὶ λόγοις καὶ τὸν ἄριστόν με λόγον παιδεύσειεν· οὕτω περὶ πολλοῦ μὲν ἐξ
15ἀρχῆς ἐποιούμην τὸν Πλάτωνα, περὶ πολλοῦ δὲ τὸν Ἰσαῖον, καὶ τοὺς παρ’ ὑμῖν ἅπαντας ἐπ’ ἀρετῇ δόξαν ἀείμνηστον ἔχοντας· καὶ παρὰ μὲν τῶν ἐπιζητῶν δόγματα καὶ δι‐ καιοσύνην καὶ τῆς ἄλλης ἀρετῆς σύμβολα· παρὰ δὲ τῶν λόγους καὶ τὴν ἐν τούτοις ἄσκησιν· εἶτα ἐπὶ τούτοις ἐν‐
20τυχὼν τοῖς νόμοις τοῦ Σόλωνος καὶ τοῦ Δράκοντος νο‐ μοθέτου, θαυμάσας, ὅτι φιλάνθρωπον οὐδὲν ἐν τοῖς νό‐ μοις κατὰ τῶν ἀνδροφόνων ἔγραψαν, ἠβουλήθην αὐτοῖς ἔργοις ἐπιδεῖξαι τῇ πόλει τὴν παίδευσιν· καὶ καταλαβὼν τὴν ἐκκλησίαν μετὰ τοῦ βήματος μετὰ νόμων ἐπολιτευό‐
25μην τοῦ Σόλωνος, σύμφορα τοῦ Δράκοντος νομοθετῶν ἐνθυμήμασιν· τοῖς παρ’ ἡμῖν ἐψηφισμένοις ἀκολουθῶν, νόμων πιστότερον τὴν τοῦ δήμου κρίνων προαίρεσιν· ἐν‐ τεῦθεν οἱ μὲν νέοι δι’ ἔρωτος τὴν ἐμὴν πολιτείαν ἐλάμ‐ βανον, καὶ ἀνθ’ ἑρμαίου τινὸς τὴν ἐμὴν συντυχίαν ἐσπού‐
30δαζον, ὀνειροπολοῦντες τὴν μίμησιν, πρὸ τῶν ὀφθαλμῶν τὴν ὠφέλειαν τιθέμενοι· οἱ δὲ τῷ χρόνῳ τὴν πολιτείαν φθάσαντες τὴν ἐμὴν ἐστενοχωροῦντο τῷ φόνῳ βασκαί‐
νοντες, τὰς δημηγορίας διασύροντες τὰς ἐμὰς, τὰς πρά‐43

8

.

44

ξεις μεμφόμενοι, συντόμως εἰπεῖν ἐπὶ τοῖς λόγοις ἀρχό‐ μενοι· τοιγαροῦν Ἀριστάρχου ζηλωτοῦ τῆς ἐμῆς πολιτείας ὑπάρξαντος, καὶ τῇ συντυχίᾳ τὴν ἐπιθυμίαν ἐκτείναντος, ἐπετήρουν τὸ μειράκιον ἅπαντες, ἐσκόπουν, ὅτῳ τρόπῳ
5τὴν καθ’ ἡμῶν ἐπιβουλὴν ἐκπεράνοιεν, καὶ τὴν Νικοδή‐ μου φιλίαν πόθεν συσκευάσαντες ἕνα λοιπὸν εἶχον σκο‐ πὸν, ὅπως ἐμὲ διαφθείροιεν· νῦν ἀνελεῖν Δημοσθένην καιρὸς, νῦν τὴν πολιτείαν ἀπώσασθαι, νῦν πληρῶσαι τὰ κατὰ τοῦ ῥήτορος δράματα, ἐκ ταύτης τῆς φιλίας
10Δημοσθένης ἁλώσεται, ἐκ ταύτης πληρῶσαι τὴν ἡμετέ‐ ραν προαίρεσιν· τοῦτον νῦν Νικόδημος παρασκευάσει κατὰ Δημοσθένους τὸν φόνον· πληρώσει τὴν σκευὴν τὸ μειράκιον· ἂν τοῦτον ἀφανῆ καταστήσωμεν, συλληψώ‐ μεθα καὶ Δημοσθένην τῇ κρίσει, καὶ τὰ τοιαῦτα· εἶτα
15τοιαῦτα καὶ τοσαῦτα πρὸς αὐτὸν λογισάμενοι, καὶ ταύ‐ την τὴν ἔχθραν ταῖς ἐλπίσιν αὐξήσαντες, καιρὸν ἐπετή‐ ρουν πρὸς τοιαύτην βουλὴν ἐπιτήδειον, καὶ διατριβὴν μαθόντες τῶν μειρακίων ἐν Πειραιεῖ, καὶ συμποσίου παρασκευὴν, ἀφαρπάζουσι μὲν τὸ μειράκιον, γράφονται
20δὲ τὸν Ἀρίσταρχον, καὶ φόνου συντιθέντες ἔγκλημα ἀπειλαῖς ὁμοῦ καὶ λοιδορίαις ἐθορύβουν Ἀρίσταρχον, ἕλ‐ κοντες, δεδιττόμενοι· πολλάκις ἐκδειματοῦντες τοῖς σχή‐ μασι· πῆ μὲν τοῖς δικασταῖς διανεύοντες, πῆ δὲ τὴν ἡμετέραν γνῶσιν ταῖς ἀπειλαῖς προλαμβάνοντες· καὶ τὰ
25τοιαῦτα ἐρεῖς κατασκευαστικὰ ὄντα τοῦ χρώματος Ἀρι‐ στάρχου, ὅτι φοβηθεὶς ἔφυγεν· εἶτα ἐπάγει ταύτην Ἀρίσταρχος τὴν παρασκευὴν συσκεψάμενος, καὶ τὸν τρό‐
πον ἐπιγνοὺς τοῖς ἐγχειρήμασι φεύγει πρὸ τῆς ψήφου τὸ44

8

.

45

δικαστήριον· καὶ τὴν ἀπολογίαν ἀφεὶς φυγῇ τὴν σωτη‐ ρίαν ἀσπάζεται· καὶ τὸ πλέον ὑπείξας τῷ φόβῳ ἀφίη‐ σι καθ’ ἑαυτοῦ τὴν ὑποψίαν ἀκέραιον· τοῦτον, ὦ ἄν‐ δρες, τὸν τρόπον ἀφέντες τὸ δικαστήριον ταυτηνὶ τὴν κα‐
5λὴν οἱ χρηστοὶ κατήγοροι καθ’ ἡμῶν εὗρον ὑπόθεσιν· καὶ τοῦ συνειδέναι γραψάμενοι χειρώσασθαί με συκοφαν‐ τίᾳ προῄρηνται· εἶτα τούτοις ἔπαγε τὰ κινοῦντα τούτοις κρότον ἁπλᾶ καὶ θεατρικὰ νοήματα. Δημοσθένης Ἀρι‐ στάρχῳ τοῦ φόνου συνέγνωκεν· ὁ προπαιδευθεὶς τοῖς νό‐
10μοις τοῦ Σόλωνος, ὁ τὴν τούτων τιμωρίαν περὶ τῶν νό‐ μων μαθὼν, ὁ σαφῶς εἰδὼς, οἷα Δράκων κατὰ τῶν τοιούτων διώρισε, καὶ τὰ τοιαῦτα. μετὰ τὴν κατάστασιν θήσεις τὸ παραγραφικὸν προηγουμένως· ὁ γὰρ ἕτερον μέρος μελετῶν θήσει αὐτὸ ἐξ ἀντιθέσεως· οἷον ἀλλ’ οὐκ
15ὀφείλω, φησὶν, κρίνεσθαι, μηδὲν μηδενὸς Ἀρίσταρχον ἐλέγξαντος, καὶ λύσεις κατ’ ἀκολουθίαν· ὅτι καὶ ἐλεγχθέν‐ τος καὶ μὴ τὸ συνειδέναι δύνασαι κατ’ αὐτὸ κρίνεσθαι, καὶ τὰ τοιαῦτα· ἐρεῖς οὖν τὰ παραγραφικὰ προηγουμέ‐ νως· οἷον καί τοι ποῦ· οὐκ ἄτοπον μηδενὸς ἑλόντος Ἀρί‐
20σταρχον, ἐμὲ κρίνεσθαι καὶ συκοφαντεῖσθαι τανῦν, Ἀρι‐ στάρχου μηδέ πω πεφωραμένου φονεύσαντος· εἰ μὲν γὰρ, τοὺς συνειδότας ἀνερεύνα τῷ φόνῳ· εἰ δὲ μήπω τὴν κρίσιν ἐπλήρωσεν, ἀνθ’ ὅτου τοὺς συνεγνωκότας ἐπι‐ ζητεῖς, ἀγνοῶν ἔτι σαφῶς, εἰ τοῦτον ὑπάρχει τὸν τρόπον
25ἀνδροφόνος Ἀρίσταρχος. ἐλέγχει μὲν γάρ τις πρῶτον τοὺς ἁμαρτήσαντας, ἐπιζητεῖ δὲ μετὰ τὴν κρίσιν τοὺς συνειδότας τοῖς πλημμελήσασιν· ἀδήλων δὲ τῶν πρώτων ἔτι φυλαττομένων, τῇ κρίσει παραβαίνειν τὴν τάξιν οὐκ εὔλογον. εἶτ’ ἐπὶ τούτοις παραδειγματικῶς ἐπιχείρησον
30καὶ ἐπιφωνηματικῶς· οἷον εἰ τυμβωρυχοίη τις, εἶτ’45

8

.

46

ἄδηλος ὁ πράξας τυγχάνει, μὴ οἷόν τέ τινα συνειδότος κρίνεσθαι, μὴ γινωσκομένου τοῦ πράξαντος· καὶ τὰ τοι‐ αῦτα παραδείγματα. εἶτα ἁπλᾶ ἐπιφώνησον· ἔλεγξον πρῶτον Ἀρίσταρχον, καὶ τὴν κατ’ ἐμοῦ κρίσιν κατέπει‐
5ξον. πρῶτόν μοι τὴν κατ’ ἐκείνου ψῆφον ἐπίδειξον· καὶ γίνομαί σοι πρὸς τὴν κρίσιν ὑπεύθυνος, καὶ ὅσα τοι‐ αῦτα. μετὰ τὸ παραγραφικὸν ἔρχῃ ἐπὶ τὸ προκατασκευ‐ άζειν λοιπὸν, ὅτι Ἀρίσταρχος οὐκ ἐφόνευσεν· οἷον ἐλέγ‐ χων ἀπαιτήσει, τίς ἐλέγχει τὸν Ἀρίσταρχον, ὅτι πεφόνευ‐
10κεν; τίς ἔλεγχος ἕστηκε, δοῦλος ἢ ἐλεύθερος; καί τοι προσῆκόν ἐστιν ἐλέγχους ἐν ἅπασιν ὑπάρχειν τοῖς δικα‐ στηρίοις, κἂν μικρὸν ὑπάρχῃ, κἂν εὐτελὲς τὸ κατηγό‐ ρημα· ἂν δὲ τῶν δικαστηρίων ἀνέλῃς τὸν ἔλεγχον, ἀπέ‐ ραντα ἔσται τοῦτον τὸν τρόπον τὰ κατηγορήματα. μᾶλ‐
15λον δὲ πάντες ἁπλῶς ἔσονται ὑπεύθυνοι, χωρὶς μαρτύ‐ ρων κρινόμενοι· ἔπειτα φόνου κατηγορῶν τις πῶς οἷός τέ ἐστιν χωρὶς μαρτύρων ταύτας καὶ τὰς παραπλησίας κρίσεις ἀποπληροῦν; πῶς δ’ ἂν τῷ γραψαμένῳ πιστεύ‐ σειαν οἱ δικάζοντες αὐτόπται μὴ δυνάμενοι γενέσθαι τοῦ
20πράγματος; καὶ ὅσα τοιαῦτα. φανερὰ δέ ἐστιν ἐκ τῶν ἄλλων στοχασμῶν ἡ τοῦ κεφαλαίου τούτου κατασκευή. εἶτα ἡ βούλησις Ἀριστάρχου, τουτέστι τοῦ πρώτου στο‐ χασμοῦ· οὐδ’ Ἀρίσταρχος ἠβουλήθη ἀνελεῖν, πρῶτον μὲν ἐναγὴς γενέσθαι σαφῶς παραιτούμενος, ἔπειτα τὰς
25κρίσεις, τὰς τιμωρίας, τοὺς νόμους τοῦ Σόλωνός τε καὶ Δράκοντος, οὐκ ἂν ἐπὶ ταύτην ἦλθεν ἂν τὴν ἐγχείρησιν· πρὸς δὲ τούτοις οὐδὲν λυπηθεὶς οὐκ ἂν ἐπεχείρησε φό‐ νον ἐργάσασθαι, τὴν δημοκρατίαν εἰδὼς πάντων μᾶλλον
παραιτουμένην τοὺς φόνους, καὶ ὁρῶν, ὅτι εἰσὶν ἐν τοῖς46

8

.

47

τοιούτοις ἅπαντες ἀπαραίτητοι, καὶ τὰ τοιαῦτα. εἶτα ἡ δύναμις. ἀλλ’ οὐκ ἂν ἠδυνήθην ἀνελεῖν παρόντων καὶ συνεστιωμένων, πρὸς τούτοις ἐν Πειραιεῖ, τῷ κοινῷ Ἑλ‐ λάδος ἐμπορίῳ πολυανθρώπῳ τυγχάνοντι· εἶτα τὰ ἀπ’
5ἀρχῆς ἄχρι τέλους. ἀλλ’ ἔφυγε, φησὶν, ἑαυτοῦ κατα‐ γνοὺς ὁ Ἀρίσταρχος· λύσεις τῷ χρώματι· ὅτι νέος ὢν καὶ πραγμάτων ἄπειρος, φοβηθεὶς ἀνεχώρησε, καὶ τὰς γινομένας ἐν τῇ πόλει συστάσεις εὐλαβούμενος ἐξέκλινε τὴν ἐπιβουλήν· ἐκτενεῖς δὲ αὐτὰ πλατύνων τὰ νοήμα‐
10τα, τῷ ἕκαστον ἀναπτύσσειν ἐπιχειρήματα· ὁτὲ μὲν κατ’ εὐθεῖαν, ὁτὲ δὲ ἐκ τοῦ ἐναντίου· εὑρήσεις δὲ κατὰ πολλοὺς τρόπους ἐκτεῖναι τὸ προκείμενον, ὅτι ὁ φόβος καὶ τῶν προσηκόντων οἶδεν ἐκκρούειν. δῆλον γὰρ ὡς ἐν‐ θυμηθεὶς ὡς ἐπιβουλαὶ καὶ συνεδρίαι καὶ φωνῆς ὑποκρί‐
15σεις τῶν κατηγόρων, καὶ τὰ ἄλλα τὰ παρ’ αὐτῶν γενό‐ μενα παρακρούεται τοὺς δικάζοντας, καὶ ὡς ἐντεῦθεν ἀναρπασθήσεσθαι, ἔφυγε καταπλαγείς. γνωστέον δὲ, ὅτι ἐν ταῖς τοιαύταις ὕλαις τῶν στοχασμῶν οὐκ ἐμπίπτει πιθανὴ ἀπολογία· οὐ γὰρ ἀντιστρέψαι δυνατὸν τὰ ἀπ’
20ἀρχῆς ἄχρι τέλους, ὡς εἶπον καὶ ἀλλαχοῦ· μωρὸν γάρ ἐστι λέγειν, εἰ πεφόνευκεν, οὐ πέφευγεν ὁ Ἀρίσταρχος, τὸ δὲ λέγειν, οὐκ εἴ τις φεύγει ἑαυτῷ σύνοιδεν, πιθανὴ μὲν ἀπολογία οὐκ ἔστιν· ἐπιχειρήματα δὲ τῆς πιθανῆς ἀπο‐ λογίας καθάπερ τόπον τηροῦντα, καὶ κατασκευαστικὰ
25τυγχάνοντα τοῦ χρώματας· οἷον πέφευγε διὰ τὸν φόβον, καὶ ὅτι τοῦτο ἀληθὲς, ἐκεῖθεν δῆλον· οὐ γὰρ εἴ τις φεύ‐ γει ἑαυτῷ σύνοιδε· διὸ παρατηρεῖν δεῖ, τί μὲν ἀντι‐ στρέφει κυρίως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τί μή·
μετὰ ταῦτα ἀνέρχῃ ἐπὶ τὸν Δημοσθένους στοχασμὸν, ὅτι47

8

.

48

συνέστηκεν· ἀλλ’ ἔστω, δεδόσθω ἀνῃρῆσθαι παρὰ τοῦ Ἀριστάρχου Νικόδημον· τίς με ἐλέγχει; οἶδε πρὸς ταύτην τὴν σκέψιν τὸν Δημοσθένην ὁρμήσαντα παῖς συμπαρὼν, ἑταῖρος, φίλος, συγκοινωνήσας τοῦ σκέμματος· ἀλλ’ αὐ‐
5τὸς Ἀρίσταρχος συνεγνωκέναι με κατήγγειλε· καὶ μὴν οὐ προσῆκον φθόνῳ τὰς κατηγορίας συνίστασθαι μηδὲ βασκανίᾳ καθιστᾷν τινα περὶ τῶν ὅλων εἰς κίνδυνον, ἀλλ’ ἐλέγχοις ὑποδεικνύειν τὸ ἔγκλημα, καὶ μαρτυρίᾳ πιστῇ διελέγχειν τὰ δράματα· ἐκοινώνησε Δημοσθένης
10τοῦ σκέμματος· ἀναπολόγητον νῶτον μετὰ τὴν μαρτυ‐ ρίαν ἀπέκτεινε· συνέγνωκεν Ἀρίσταρχος βουλευσαμένῳ τὸν φόνον· πίστωσαι ταύτην ἐλέγχων τὴν κοινωνίαν γρα‐ φόμενος· ἕως δὲ ἀποσυλᾷς τῆς γραφῆς τὴν ἀπόδειξιν, καὶ τὸν ἔλεγχον οὐ προστιθῇς κατηγορῶν, συκοφαντῶν
15Δημοσθένην, ἑάλωκας σοφιζόμενος τὴν γραφήν. οὐ γὰρ δυνατὸν τοὺς δικάζοντας μὴ πανταχοῦ τοὺς ἐλέγχους ἐπι‐ ζητεῖν. εἶτα βουλήσει Δημοσθένους· οὐ γάρ ἐστιν εἰπεῖν, ὡς ἐπὶ ταύτην ἄσμενος ἐγὼ τὴν κοινωνίαν ἐλήλυθα· οὐδὲ συσκέψασθαι τοῦτον Ἀριστάρχῳ τὸν φόνον ὑπέμει‐
20να· κρίνων αὐτὸς τοὺς συνειδότας ἐπὶ τοῦ βήματος, αὐτὸς τοὺς κοινωνοὺς μετὰ τῶν ἁμαρτημάτων γράφεσθαι προδοσίας εἰπὼν παραπρεσβείας, ἱεροσυλίας καὶ κλο‐ πῆς· εἶτα αὐτὸς ἑτέρους τοῦ συνειδέναι γραφόμενος, οἷς ἐγκαλῶ περιπίπτειν ὑπέμεινα· μηδὲν ὑπὸ Νικοδή‐
25μου λυπούμενος, μηδὲν ἄδικον ὑπὸ τοῦ μειρακίου παθὼν, τοὺς νόμους εἰδὼς, αὐτὸς ἑτέροις τὴν κατὰ τῶν τοιούτων κόλασιν ἐξηγούμενος· καὶ τὰ τοιαῦτα. εἶτα ἐκ τοῦ προσώ‐ που λάβε Ἀριστάρχου τῆς βουλήσεως ἐπιχείρημα· ὅτι οὐδ’
ἂν αὐτὸ τὸ μειράκιον ἀνακοινώσασθαι ἠνέσχετο, εἰδὼς,48

8

.

49

ὅτι οὐκ ἂν συνεχώρησα. φύσει δὲ φεύγουσι τὸ γινώσκειν τι τοιοῦτον τοὺς διδασκάλους οἱ νέοι διὰ τὸ μὴ τὸν αὐ‐ τὸν τρόπον ἐπὶ τῶν διδασκάλων ἐλέγχεσθαι· καὶ τοὺς πρεσβυτέρους εἰώθασιν ἀποκρύπτεσθαι οἱ πάντες ἀκρο‐
5ώμενοι, διὰ τὸ μήτε συνεργεῖν καὶ ὡς οἷόν τε μάλιστα ἀποτρέπειν αὐτοὺς τῶν τοιούτων πράξεων· ἡ δύναμις ἐπὶ τούτου μέρους ἐκλείπει· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὅτι οὐκ ἂν ἠδυνήθη συγγνῶναι· θήσεις οὖν ἑξῆς τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους· ἀλλὰ φίλος ἦσθα, φησὶν, Ἀριστάρ‐
10χῳ, καὶ εἰκός σε συνεγνωκέναι τὸν φόνον· ταῦτα οὐκ ἔστιν ἀπ’ ἀρχῆς ἄχρι τέλους· οὐ γὰρ ἔχει τῶν ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους τὸν χαρακτῆρα· ἀλλὰ ποιότης ἔστιν ἡ φιλία, ὅπερ οὐκ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ μέρος ἐστὶ τῆς βουλήσεως· εἰκός σε φίλον ὄντα συνεγκωκέναι· διὸ
15καὶ ποιότης· καθόλου οὐχ οἷόν τε δίδοσθαι χρώματα· ἔργων γὰρ καὶ παθῶν καὶ λόγων, ὧν ἕτεροι πεποιήκασιν ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων δίδοσθαι τὰ χρώματα, μεμαθήκαμεν· διὸ καὶ λύσις ἐστὶν ἐπιχειρηματικὴ, ἀλλ’ οὐ τὰς ἀφορμὰς ἀπὸ χρώματος ἔχουσα· ἐρεῖ οὖν οὐκ εἴ
20τις φίλος, οὗτος καὶ τῶν ἀποῤῥήτων κοινωνεῖ· καὶ διὰ τὴν φιλίαν ἅπαντα φέρειν δεῖν ἐς μέσον οἴεται· εἶθ’ ὅτι καὶ οἱ ἄλλοι πολλοὶ φίλοι Ἀριστάρχου· ἀλλ’ οὐ διὰ τοῦτο ὡς κοινωνοὶ τῶν ἁμαρτημάτων εὐθύνονται· πρὸς δὲ τούτοις οἰκειοτέρα μᾶλλον Δημοσθένους ἡ Ἀριστάρχου
25μήτηρ· ἀλλ’ οὐ διὰ τοῦτό τις τῆς μητρὸς ὡς συνειδυίας κατηγορεῖ· μετὰ ταῦτα τοὺς ἐπιλόγους θήσομεν, πιθα‐ νῆς γὰρ ἀπολογίας, ὡς προλαβόντες εἰρήκαμεν, οὐκ ἐμ‐ πιπτούσης διὰ τὴν ὕλην, ὥσπερ οὐδὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι
τέλους, ἀλλὰ λύσαντες τὴν ἀπὸ ποιότητος ἀντίθεσιν ἐπὶ49

8

.

50

τοὺς ἐπιλόγους ἥξομεν· ἔχουσι δὲ οἱ ἐπίλογοι καὶ πομ‐ πείαν τῆς πολιτείας τῆς Δημοσθένους, καὶ φιλοτιμίαν πολλὴν καὶ καταδρομὴν τῶν συκοφαντῶν καὶ ποικιλίαν διάφορον· οἷον ἀλλὰ μέχρι τινὸς συκοφάντου τανῦν ἐκ‐
5τείνω τοὺς λόγους· Φιλίππου σαφῶς ὄντος ἐπικειμένου τοῖς Ἕλλησι τῶν κοινῶν ζητήσων τὰ Δημοσθένους σα‐ φῶς πολιτεύματα, Θηβαίων, Φωκέων, Ὀλυνθίων, Θρᾴ‐ κης, καὶ κατὰ μέρος ἐπεξελθὼν τοῖς τοιούτοις ἔπαγε· ἀλλὰ τί ταῦτα διαπραξόμεθα; πῶς ἐπίδω καὶ κατὰ τῶν
10συκοφαντῶν καὶ κατὰ τοῦ Φιλίππου καλῶς ἐμαυτὸν, τοῖς μὲν συνήθεσιν ἐγὼ πολιτεύμασι χρήσομαι· πέμψω δὲ τοὺς ἀναζητοῦντας Ἀρίσταρχον, τοὺς ἀνερευνήσοντας ἅπαντας, τοὺς διδάξαντας τῶν κατηγόρων τὰ δράμα‐ τα· φάνηθί μοι νῦν ἐπὶ τοῦ βήματος, Ἀρίσταρχε, κοινῇ
15τὴν ἐπιβουλὴν ἐλέγξωμεν, δεῦρο τοὺς φονεύσαντας μετὰ τὴν ἀπολογίαν ζητήσωμεν, δεῦρο τελευταίαν ταύτην χά‐ ριν τῷ κειμένῳ παράσχωμεν· τάχα που ἐπὶ σοὶ κἀκεῖνος ἀγανακτεῖ· δυσχεραίνει κἀκεῖνος φίλον ὁρῶν οὕτω δια‐ βαλλόμενον· ἀγανακτεῖ πάντως, εἴ τις ἐστὶν αἴσθησις τὴν
20συσκευὴν ταύτην θεώμενος, καλέσει μοί τις τὴν Ἀρι‐ στάρχου μητέρα· νῦν ἐπὶ τοῦ βήματος ἐλθὲ, γύναι, τῷ δήμῳ τὸν παῖδα καλέσασα ἐπάγγειλαι· ἔγνω τὴν ἐπι‐ βουλὴν τὸ δικαστήριον· οὐ παραχθήσεται βασκάνων ῥητόρων δεινότητι· οὐ παρασκευή τις ἑτέρα νικήσει τὸ
25δικαστήριον· ἀλλὰ σὺ μὲν, Ἀρίσταρχε, παρὼν, αἱρήσεις, ὡς πέπεισμαι, τὸν γραψάμενον· ἐγὼ δὲ ὑπὲρ τῶν Ἑλλή‐ νων ἁπάντων σωτηρίας τὸν Φίλιππον.
27
ΕΜΠΙΠΤΩΝ ΣΤΟΧΑΣΜΟΣ.
29aΠένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ὁ πένης ἀναχωρῶν50

8

.

51

(1a)

ἀπὸ δείπνου ἐτρώθη, μέλλων τελευτᾷν ἔφη τὸν τρώσαντα κεκαυκέναι
2aδαλῷ κατὰ πρόσωπον· κατὰ τὴν αὐτὴν νύκτα καὶ ἡ τοῦ πλουσίου
3aκέκαυται οἰκία· καὶ εὕρηται ὁ πλούσιος κεκαυμένος τὸ πρόσωπον·
4aκαὶ κρίνεται φόνου ὑπὲρ τοῦ πένητος.
5 Τοῦ ἐμπίπτοντος στοχασμοῦ διπλοῦ τυγχάνοντος, τὸ μέν τοι μέρος αὐτοῦ ἐστιν ἔγκλημα, τὸ δὲ ζήτημα· ἐγ‐ καλεῖται μὲν γὰρ ὁ φόνος, ζητεῖται δὲ, εἰ ὁ πλούσιος τὴν οἰκίαν ἐπυρπόλησε· καὶ καθόλου τοῦτ’ ἐστιν ἐν τοῖς ἐμπίπτουσι τὸ θεώρημα· οἷον, ἐν συμποσίῳ πλούσιος
10ὤμοσε τυραννήσειν· πένης ἐχθρὸς ὤμοσε τυραννοκτονή‐ σειν· εὑρέθη ὁ πένης μετὰ τὸ δεῖπνον νεκρὸς ἀσκύλευτος· καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· ἔγκλημα μὲν ἡ τυραννίς· ζήτημα δὲ ἐνταῦθα ὁ φόνος· ζήτημα δὲ λέγεται τὸ ζητούμενον καὶ κατασκευαζόμενον μόνον, οὐ
15μὴν ἔχον τιμωρίαν· ζητεῖται μόνον, εἰ ὁ πλούσιος ἀνεῖ‐ λε τὸν πένητα, καὶ ἐπὶ τούτου· ἐγκαλούμενος στρατηγὸς προδοσίας ἐδέδετο κατὰ νόμον παρὰ τῷ συστρατήγῳ, ἕως ἂν εἴπῃ τοὺς συνειδότας· ἀνεῖλεν αὐτὸν ὁ συστράτη‐ γος ὡς μοιχὸν, καὶ κρίνεται ὁ στρατηγὸς ὡς συνειδὼς τῇ
20προδοσίᾳ· καὶ γὰρ ἐνταῦθα ἔγκλημα μὲν τὸ συνειδέναι, ζήτημα δὲ ὁ φόνος· διὸ καὶ χρῶμά ἐστι τὸ ζητούμενον ἐγκλήματος ὁ ἐμπίπτων στοχασμὸς ὅλος· λέγοντος γὰρ τοῦ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἀλλ’ ἔφη‐ σεν ὁ πένης κεκαυκέναι δαλῷ κατὰ τρόπον τοῦ τρώσαν‐
25τος, καὶ σὺ τὰ σημεῖα φέρεις ἐπὶ τοῦ προσώπου τῆς καύ‐ σεως, ὁ πλούσιος λύει τῷ χρώματι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φάσκων ἐκ τοῦ κεκαῦσθαι τὴν οἰκίαν πεποιθέναι τὸ πρόσωπον· καὶ ἀντιτιθέντος τὸ ζήτημα τοῦ κατηγό‐
ρου τῷ χρώματι, καὶ φάσκοντος ἐπίτηδες αὐτὸν κεκαυκέ‐51

8

.

52

ναι τὴν οἰκίαν, ἵνα διαδράσῃ τὸ ἔγκλημα, ἀνατρέχει ἐπὶ τὴν ἀρχὴν τῶν κεφαλαίων ὁ πλούσιος, καὶ χρῆται τῇ τῶν ἐλέγχων ἀπαιτήσει τοῦτον τὸν τρόπον· καὶ τίς μου καταμαρτυρεῖ, ὅτι τὴν οἰκίαν ἐγὼ πυρὶ κατηνάλωσα;
5εἶθ’ οὕτως ἔρχεται ἐπὶ τὴν βούλησιν, καὶ παραλείψας τὴν δύναμιν, ἐπειδὴ ἐκλιμπάνει· δῆλον γὰρ, ὅτι ἔνδον ὢν καὶ δεσπότης τυγχάνων καῦσαι τὴν οἰκίαν δυνατὸς ἦν· ἔρχεται ἐπὶ τοῦ λόγου ἀπ’ ἀρχῆς ἄχρι τέλους, τοῦ δευτέρου οὐκ ἐμπίπτει, κατὰ τὸ δεύτερον μέρος·
10πλὴν εἰ μὴ ἡ ὕλη ἐκ τῶν παρειμένων δῷ τινα ἀντὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντίθεσιν, ὡς ἐπὶ τοῦ στρα‐ τηγοῦ τοῦ ἀνελόντος τὸν συστράτηγον ὡς μοιχὸν καὶ κρινομένου συνειδότος· μετὰ γὰρ τὴν βούλησιν καὶ δύ‐ ναμιν ἐκ τῶν παρειμένων ἀπ’ ἀρχῆς ἄχρι τέλους πίπτει
15ἀντίθεσις, ὅτι ἔδει αὐτὸν ὡς μοιχὸν καταμηνῦσαι τῷ δήμῳ· διέλωμεν δὲ τὸ προκείμενον πλᾶσμα σαφέστερον προοιμίοις ἀπὸ βαρύτητος· ὅτι οὐκ ἤρκεσε τοσαύτῃ καὶ τοιαύτῃ συμφορᾷ κατὰ τὴν ἑστίαν περιπεσεῖν τοὺς οἰκεί‐ ους τοῦ πένητος· ἀλλ’ ἔτι καὶ δικαστήριον ὁ πλούσιος
20συγκροτεῖ, ὡς οὐδὲν διαπραξάμενος ἄτοπον· δεύτερον ἀπὸ τῆς πολιτείας· τοῖς μὲν οὖν πολιτευομένοις καλῶς τοιοῦτον εἶναι τῶν βεβιωμένων ὁ πλούσιος ἔδειξε τὸ τέ‐ λος [γεννήσεσθαι] οὐ γὰρ ἀκίνδυνον ἐχθρὸν εἶναι πλου‐ σίῳ· τὸ τρίτον ἀπὸ τῆς τύχης· τῶν θεῶν ἡ κατάστασις,
25ἡ τοῦ κατηγόρου τὴν ἀγωγὴν ἔχει τὴν ἀντιπολιτείαν κε‐ κρυμμένην καὶ λανθάνουσαν· εἰ δὲ μὴ, ἐὰν λέγῃς ἐχθρὸν φανερὸν τὸν πλούσιον, ἀντιπίπτει οὗτος· πῶς οὖν ἐκα‐ λεῖτο πρὸς ἑστίαν; φίλων γάρ ἐστι τὸ καλεῖν ἐπὶ δεῖπνον
τοὺς λόγῳ, τοῦ πένητος τὴν ἀναίρεσιν οἰκονομοῦντός σου52

8

.

53

κατ’ ἔμφασιν, ἐν τῇ καταστάσει, ὅτι ὁ πλούσιος ἔκαυσε τὴν οἰκίαν, παραγραφικὸν οὐκ ἐμπίπτει· ΠΕΡΙ ΕΛΕΓ‐ ΧΩΝ. Ἐλέγχων ἀπαίτησις· καὶ τίς μου καταμαρτυρεῖ, ὅτι ἐγὼ τὸν πένητα ἔτρωσα; λύσις, τὰ πράγματα, ἡ
5ἔχθρα· οὐ γὰρ δή που μετὰ μαρτύρων ἔμελλε τοῦτο ποιῆ‐ σαι, ἀλλὰ λάθρα κατὰ καιρὸν, ὥραν καὶ τρόπον πρὸς τὸ λαθεῖν ἐπισκεψάμενος· καὶ τὰ τοιαῦτα ἡ βούλησις καὶ ἡ δύναμις· ἡ μὲν γὰρ βούλησις ἔχει τὰς αἰτίας· ἀνεῖλες, ὥστε ἀπαλλαγῆναι τῆς ἔχθρας, ὥστε μὴ εὐθύ‐
10νεσθαι ἐν τῇ πολιτείᾳ, ὥστε μὴ ἐφορᾶσθαί τινα, μηδὲ κατηγορεῖσθαι παρὰ τοὺς νόμους πολιτευόμενος· ἡ δύναμις πρόδηλον ἔχει τὴν κατασκευὴν, ὅτι ἠδυνήθη πλοῦτον ἔχων, οἰκείους, ἄλλους φίλους τοὺς ὑπηρετοῦν‐ τας αὐτῷ πρὸς ἡδονὴν, καιρὸν τὴν νύκτα, ἐν ᾗ πάντες
15ἠρέμουν. εἶτ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους προηγουμένως τάξεις, ὅτι καὶ ἔφησεν αὐτὸς δαλῷ κεκαυκέναι τὸ πρόσωπον τοῦ τρώσαντος· εἶτα ἐξ ἀντιθέσεως τὸ χρῶμα· ἀλλ’ ἐκ τοῦ κεκαυκέναι τὴν οἰκίαν οὕτω περιφέρω τὸ πρόσωπον· λύσις· ἐξεπίτηδες ἔκαυσας, ἵνα μὴ ἐλεγχθῇς· εἶτα ἐξ
20ἀντιθέσεως πάλιν, καὶ τίς μου καταμαρτυρεῖ, ὅτι τὴν οἰκίαν αὐτὸς ἔκαυσα· καὶ λύσιν ὁμοίως τὴν τῶν ἐλέγχων ἀπαίτησιν· καὶ πάλιν ἐξ ἀντιθέσεως τῇ βουλήσει· ἀλλ’ οὐκ ἂν ἠβουλήθην κτῆμα ἐμὸν ἀφανίσαι πυρί· ἠβουλή‐ θης μᾶλλον καταφρονῆσαι τοῦ κτήματος, πλούσιος ὢν,
25ἵνα μὴ ἔχωσιν ἐλέγχειν σε οἱ κατήγοροι διὰ τοῦ προσώ‐ που καὶ τῆς ἐν αὐτῷ καύσεως· ἄλλως τε καὶ πλοῦτος, ἐπι‐ καλύπτων τὴν ζημίαν, προθυμότερόν σε μᾶλλον ἐπὶ τοῦ καῦσαι τὴν οἰκίαν παρεσκεύασεν· ἡ δύναμις ἐκλιμπάνει ἀπὸ τοῦ πλούτου· προηγουμένως οὖν αὐτὴν τάξεις· καὶ
30ἠδύνασο καῦσαι ἔνδον ὢν ἀδιαφόρως μηδενὸς αἰσθανό‐53

8

.

54

μενος· καὶ τὰ τοιαῦτα ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ δευτέ‐ ρου μέρους οὐκ ἔστι· διὸ ἐπισυνάψεις τὴν πιθανὴν ἀπολογίαν, ὅταν ἐμπίπτῃ· ἐνταῦθα δὲ οὐκ ἐμπίπτει, οὐ γὰρ δύναται εἰπεῖν, οὐκ ἂν ἔκαυσα τὴν οἰκίαν, εἰ πε‐
5φονεύκειν. ἠλέγχετο γὰρ ἐκ τοῦ κεκαυκέναι τὸ πρόσωπον. οὐκοῦν μετὰ τὴν βούλησιν ὁ ἐπίλογος· ἔστι δὲ κοινὸς καταδρομὴν ἔχων καὶ αὔξησιν· ὅτι καὶ ἄδικόν ἐστιν καὶ ἄτοπον μὴ τιμωρήσασθαι· καὶ σύμφορον δὲ καὶ ἀπὸ ἐγκωμίου τοῦ πένητος, ὅτι καλὸς, ὅτι χρήσιμος τῇ πόλει,
10ὅτι τοιοῦτον πολίτην ἀπολέσας ὁ δῆμος μεγάλης ἀσφα‐ λείας ἐστέρηται.
11 ΣΥΓΚΑΤΑΣΚΕΥΑΖΟΜΕΝΟΣ ΣΤΟΧΑΣΜΟΣ.
13aΓυνὴ καὶ ἀνὴρ κατὰ ταὐτὸ ἐκακώθησαν τῷ αὐτῷ νοσήματι·
14aμετεπέμψαντο ἰατρὸν φίλον τοῦ ἀνδρὸς, καὶ ὁ μὲν ἀνὴρ ἀπέθα‐
15aνεν, ἡ δὲ γυνὴ ὑγίανε· μετὰ ταῦτα ἔγημεν ὁ ἰατρὸς τὴν γυναῖκα,
16aκαὶ κρίνεται φαρμακείας [ἀπολογία].
17 Τοὺς συγκατασκευαζομένους στοχασμοὺς οὕτως ἂν ἄριστα διαιρήσεις, εἰ δι’ ἀλλήλων κατασκευάζων τὰ ἐγ‐ κλήματα τὸ προηγούμενον πρῶτον κατασκευάζοις, εἶτα
20ἐπάγεις τὸ συγκατασκευαζόμενον, καὶ πάλιν ἀνατρέχεις ἐπὶ τὸ προηγούμενον καὶ ἁπανταχοῦ λαμβάνεις τῶν ἑξῆς κεφαλαίων τὰ σπέρματα· οἷον ἐπὶ τῆς βουλήσεως ἤ τινος ἄλλου τῶν στοχαστικῶν κεφαλαίων· οὐκ ἂν ἠβουλήθην φαρμάξαι διὰ τάδε καὶ τάδε· τοῦτο δὲ μὴ αἱρούμενος
25οὐδ’ ἂν μοιχεῦσαι ἐπεχείρησα· εἶτα ἀνέδραμον ἐπὶ τὸ54

8

.

55

προηγούμενον· μοιχὸς δὲ μὴ ὢν οὐδὲ φαρμακείας δι‐ καίως ὑποπτεύομαι· ἔπειτα εἰ καὶ τῆς προαιρέσεως ἦν, πῶς ἂν ἠδυνήθην φαρμάξαι; καὶ ὁμοίως τούτῳ τῷ τρό‐ πῳ προϊτέον· ἰστέον δὲ, ὅτι ἐνταῦθα προεκλείπει ἡ δύ‐
5ναμις· ἰατρὸς γὰρ ὢν δῆλον ἦν, ὅτι ἠδύνασο φαρμάξαι· ὑποδείγματος δὲ ἕνεκα Σώπατρος ἐγὼ, τῶν Ἀθηναίων διδάσκαλος, μαθὼν ἐξεθέμην τὸ θεώρημα· τὸ δὲ πλᾶσμα σκοπήσωμεν τὸ προκείμενον· πάθους ἐστὶ καὶ βαρύτητος μεστὸν τὸ ζήτημα· ὅτε γὰρ τοῦ φίλου θανόντος χο‐
10ρηγεῖ τὸ πάθος τῷ πλάσματι, ἥ τε ποιότης ἡ καὶ τοῦ ἰατροῦ καὶ τὸ ἔγκλημα πολλὴν ποιεῖ τὴν βαρύτητα· δεῖ οὖν καὶ δυσχεραίνειν διόλου τῷ πάθει· ἐναντίον γὰρ τῇ περὶ τοῦ φόνου ὑπολήψει τὸ μὴ φέρειν εὐχερῶς τὸ συμ‐ βὰν, καὶ πρὸς τὴν γραφὴν ἄγειν· τὸ γὰρ ἐπὶ μοιχείᾳ
15καὶ φόνῳ παρὰ τὴν ἀξίαν εὐθύνεσθαι τοὺς ἐπιεικεῖς μᾶλλον ἐγείρει πρὸς ἀγανάκτησιν· εὐθὺς οὖν τὸν ἰατρὸν καὶ ἀπὸ προοιμίων ἐπιδείκνυσθαι δεῖ τὴν ἐπιείκειαν μετὰ τοῦ πάθους· τῇ μὲν ὕλῃ τοῦ πλάσματος πρὸς τὸ πάθος προσχρώμενον, τῇ δὲ τοῦ ἤθους ἀρετῇ ἀπό τε τῆς
20τέχνης καὶ τοῦ προσόντος αὐτῷ τρόπου χρηστοῦ· μεμνῆ‐ σθαι δὲ δεῖ, ὅτι δι’ ὅλου τοῦ ἀγῶνος ἐν τοῖς κατα‐ σκευαζομένοις στοχασμοῖς θάτερον δι’ ἑτέρου κατασκευά‐ ζεσθαι δεῖ· τὴν μὲν μοιχείαν διὰ τῆς φαρμακείας· ἡ γὰρ θατέρου κατασκευὴ συγκατασκευάζει τὸ ἕτερον· καὶ
25γὰρ ὁ φεύγων τὸν ἕτερον ἀνελὼν ἀμφότερον συνῄρηκεν·
καὶ γὰρ συμπλέκειν εὔλογον τὰ ἐγκλήματα, ὡς τὸ εἶ‐55

8

.

56

δος διδάσκει· συγκατασκευαζόμενον γὰρ ὀνομάζεται· καὶ πρὸς τὴν τοῦ ἑτέρου κατασκευὴν καταγινόμενον συνάγει εἰς τέλος ἀμφότερα τὰ ἐγκλήματα· καὶ οὐδαμοῦ διαιρεῖ τὴν μοιχείαν τῆς φαρμακείας· ἀλλ’ ὥσπερ ὁ κατήγορος
5σημεῖον ἔχων τῆς μὲν φαρμακείας τὸν θάνατον, τῆς δὲ μοιχείας τὸν γάμον, καὶ κατασκευάζει δι’ ἀλλήλων ἀμ‐ φότερα, τὸν αὐτὸν τρόπον δεῖ ποιεῖσθαι καὶ τὴν ἀπο‐ λογίαν τὸν φεύγοντα, καὶ μηδαμῶς διαιρεῖν ἀπ’ ἀλλήλων τὰ ἐγκλήματα· ἀλλὰ τὴν μοιχείαν ἀναιροῦντα διὰ τῶν
10κατασκευῶν καὶ τὴν φαρμακείαν ἀνασκευάζοντα συνανα‐ σκευάζειν καὶ τὸ μὴ μεμοιχεῦσθαι τὸ γύναιον· ἐργαζόμε‐ νος δὲ τὰ προοίμια μὴ τροπικαῖς κέχρησο λέξεσιν· ἄτο‐ πον γὰρ ἐν ἀρχῇ λόγου τοιαύταις χρῆσθαι λέξεσιν· μήτε καλοειδέσι νοήμασι καὶ στροφαῖς· ἀγῶσι γὰρ τὸ κῶλον
15μᾶλλον ἁρμόδιον· καὶ ἄμφω τοῦ προοιμιακοῦ χαρακτῆ‐ ρος ἀλλότριον. γνωστέον δὲ καὶ τοῦτο, ὅτι κακὸν καὶ προοιμίων καὶ ἐπιλόγων ἀλλότριον· παθητικὰ γάρ ἐστι κατὰ φύσιν ἀμφότερα· καὶ γὰρ ἀρετὴ λόγου σαφήνεια· κεράσας δὲ τὸν ἀγῶνα τοῖς ἀγωνικοῖς καὶ ἀνθηροῖς κα‐
20λουμένοις νοήμασιν εὐφρανεῖς μὲν ἐπιπολὺ τοὺς ἀκροα‐ τὰς τοῖς μελετηρίοις καὶ ἁπλοῖς χρώμενος. τοῖς γὰρ κώ‐ λοις ἐπιπολὺ χρῆσθαι δεῖ, συνέχει γὰρ τὸν νοῦν τῶν ἀκροατῶν εἰπόντα τοίνυν δύο στροφὰς νοημάτων ἢ τρεῖς ἀπαλλάττεσθαι. ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ ΑΠΟ ΒΑΡΥ‐
25ΤΗΤΟΣ. Τὸ πρῶτον εἰλήφθω σοι προοίμιον ἀπὸ βα‐ ρύτητος· οἷον οὐκ ἤρκεσεν, ὡς ἔοικεν, ὡδὶ τῇ τύχῃ μι‐ κροῦ πρόσθεν ἡ φθάσασα συμφορὰ, ἀλλὰ μετὰ τὸν φί‐ λου θάνατον ὡς φαρμακὸς ἅμα καὶ μοιχὸς ἐξετάζομαι· οἰκεῖα δὲ τὰ ἀνακλητικὰ τὸ, οἴμοι, πρὸς πάθος, ἂν
30προοιμιακῶς λαμβάνηται καὶ τὰ παθητικά. Δεύτερον προοίμιον ἀπὸ τοῦ προσώπου τοῦ ἰατροῦ καὶ τῆς ποιό‐ τητος· εἴπομεν γὰρ, ὅτι δεῖ τὸν ἰατρὸν ὡς ἐπιεικῆ καὶ
εὔτροπον διὰ τὴν τέχνην ὑπολαμβάνεσθαι πανταχοῦ·56

8

.

57

οἷον· μικροῦ μὲν οὖν καὶ πρὸς τὴν ἀπολογίαν ἐμέλλησα, τὰ πρόσθεν ὑπὲρ τῶν πολιτῶν ἐξειργασμένα μοι διαλῦ‐ σαι πιστεύσας τὸ ἔγκλημα· ἐπειδὴ δέ μοι καὶ ὁ λόγος μετὰ τῶν βεβιωμένων νικήσει τὸν συκοφάντην καὶ τιμω‐
5ρήσεται, ἥκω ψήφῳ κυρῶν τὸν ἐμαυτοῦ τρόπον· μᾶλ‐ λον δὲ πάσης διαβολῆς ἰατρῷ τὴν προσήκουσαν προσφέ‐ ρεσθαι· τρίτον προοίμιον ἀπὸ τοῦ κατηγόρου· ἐλέγχει μὲν οὖν ὁ κατήγορος αὐτοῦ τὴν προαίρεσιν, μετὰ τὸν γάμον εὐθὺς συνάγων τὸ δικαστήριον· καὶ φαρμακείας
10φέρων γραφὴν, ἣ φιλίας δεσμοὺς ἀναιρεῖ· καὶ δημο‐ τικὸς ἀνὴρ ἀποστρέφεται· ἔχεις καὶ ἀπὸ τοῦ φίλου τοῦ τετελευτηκότος προοίμια· ἢ γὰρ ἀπὸ προσώπου ἢ ἀπὸ πράγματος δεῖ λαμβάνειν τὰς προοιμιακὰς ἐννοίας· οἶδα μὲν οὖν ὡς ἐφορᾷ, καὶ παρέστηκε τῷ βήματι, καὶ
15ἀγανακτεῖ πρὸς τὴν κρίσιν· ἀλλ’ ἐπιλογικὸν ὑπάρχει τὸ νόημα· διὸ οὐ χρηστέον, δυνατὸν δὲ ἦν μᾶλλον ἐννοίᾳ τοιαύτῃ χρήσασθαι· εἶθε μὲν οὖν αὐτὸς περιῆν φίλος, καὶ τῆς ἑαυτοῦ συνοίκου ταύτης ἀπήλαυνον· οὕτω γὰρ ἂν ἐγὼ καὶ τῶν τοῦ φίλου μετελάμβανον πλεονεκτημά‐
20των πολλῶν καὶ καλῶν· καὶ διαβολῆς ἐκτὸς καὶ δικαστη‐57

8

.

58

ρίων ἐτύγχανον. Η ΚΑΤΑΣΤΑΣΙΣ. Ἐπειδὴ πάθος ἐστὶν ἐν ὅλῳ τῷ πλάσματι, δεῖ παρατηρεῖν, ὅτι καλὸν ἐν τοῖς τοιούτοις τῶν ζητημάτων προκαταστατικοῖς χρήσα‐ σθαι νοήμασι, καὶ μὴ ἁπλῶς εἰςβάλλειν εἰς τὴν κατά‐
5στασιν· σφόδρα γὰρ τὸ τοιοῦτον ἀῤῥητόρευτον· τοῦτο γὰρ πανταχοῦ καὶ Πολέμωνος ποιοῦντος αἰσθανόμεθα· δεῖ οὖν προπαθαίνεσθαι ἐν τῷ καταστατικῷ· ἀπορῶ μὲν οὖν, πόθεν τῶν λόγων ἄρξομαι· καὶ γὰρ θρηνεῖν ὑπὸ τοῦ πάθους καταναγκάζομαι· καὶ σιωπᾷν οὐ συγχω‐
10ρεῖ μοι τὰ πράγματα, εἶτα τὸ τοιοῦτον πάθος πρὸς ὀλί‐ γον ἐκτείνας τῆς καταστάσεως ἅψῃ τοῦτον τὸν τρόπον· ἐσκόπουν γὰρ ὡδὶ τὸ κατ’ ἀρχὰς τὸν βίον τοῦτον τὸν τρόπον ἐγώ· καὶ πρὸς πολλὰς ὁδοὺς μεριζόμενος οὐκ εἶχον, ὅπου καὶ τράπωμαι· εἶτα ἐπέξελθε ἕκαστον ἐπιτή‐
15δευμα, ἑκάστου τὰ προσόντα καταλέγων ἐλαττώματα· ὅτι τοῖς ῥήτορσι τὸ φεύγειν ἀεὶ τοὺς συκοφάντας ἐπετεί‐ χιστο, καὶ τοῖς στρατηγοῖς· μετὰ τοὺς πολέμους εὐθύ‐ νεσθαι φόνοις ὁμοῦ καὶ σφαγαῖς συμπαλαίουσι· καὶ ἀεὶ πανταχόθεν πάντα ἄλλα διαβάλλων τὰ ἐπιτηδεύματα τῷ
20τοῦ ἰατροῦ τρόπῳ συνεστάναι· καὶ ἐπάγει πρὸς τοῦτο, ὅτι ἀπορῶ· ἰατρικὴν μόνην εἶδον ἅπαντα πρὸς αὐτὴν συλλαβοῦσαν τὰ κάλλιστα· ἐντὸς ἐνταῦθα θετικοῦ ὀλί‐ γον ἔπαινον ἰατρικῆς ἐπέξελθε· ὅτι καὶ πρὸς τὸ εὐεργε‐ τεῖν ἡ τέχνη ἐπιτηδείως ἔχει, καὶ πρὸς τοὺς θεοὺς ᾠκεί‐
25ωται οὕτως, διότι τῆς τέχνης κάλλιστον καὶ εὐεργετικὸν καὶ φιλάνθρωπον. Ἀσκληπιὸς προστάτης τῆς τέχνης, Ἀπόλλων καὶ τὰ τοιαῦτα· εἶτα ἂν θέλῃς ἐκτεῖναι κατά‐ στασιν, ἠθοποιΐαν ὀλίγην πλάσον· ἐμψυχοῖς γὰρ τῇ ἠθο‐ ποιΐᾳ τὴν κατάστασιν πρὸς τοὺς θεοὺς τοῦ ἰατροῦ, κα‐
30θάπερ εὐχήν· οἷον ὅτι ὑμεῖς, Ἀσκληπιὲ καὶ Ἄπολλον,58

8

.

59

τῆς τέχνης ταύτης ὄντες προστάται, πάντας εὐποιεῖν ἀν‐ θρώπους προείλεσθε, τὰς νόσους ἰώμενοι, τὰ βλάπτοντα προμηνύοντες· δότε τοίνυν κἀμοὶ προχείρως εὐεργεῖν, σώ‐ ζειν, ἰᾶσθαι τοὺς κάμνοντας, καὶ τὰ τοιαῦτα· εἶτα λέ‐
5γεις οὕτω τῆς τύχης Ἀσκληπιὸν προστησάμενος, καὶ τοῖς θεοῖς ἀναθεὶς ἐμαυτὸν ἔσωζον· ἰώμην τοὺς προςτυγχάνον‐ τας· ἐντεῦθεν φίλοι καὶ συνήθεις πολλοί· σπουδὴ τῶν κατὰ πόλιν οἰκειοῦσθαί με σπουδαζόντων ῥητόρων, στρα‐ τηγῶν, πολιτευομένων ἀνθρώπων ἁπάντων συντόμως εἰ‐
10πεῖν, μόνος σώζειν ἐπιστευόμην πάθους τοὺς κάμνοντας· μόνῳ πιστεύειν ἐθάῤῥουν ἅπαντας, συγγενεῖς, φίλους, τὰ φίλτατα· οὕτως ἐθαυμαζόμην μετὰ τῆς τέχνης τοὺς τρόπους, οὐ πρὸς χάριν ἰώμενος, οὐ μισθοῦ τὴν τέχνην ἐπιδεικνύμενος. ἀλλ’ ὅλον ἐμαυτὸν ἀναθεὶς πρὸς τοὺς
15κρείττονας, καὶ πρὸς ἐκείνους ἀφορῶν ἐν ταῖς πράξεσιν ὅρον ἐποιούμην τῇ τέχνῃ σώζειν, καθάπερ ἐκεῖνοι, τῶν ζώων τὸ τιμιώτατον. εἶτα σύναψον οὕτω λοιπὸν τὰ πρά‐ γματα· ταῦτα ὁρῶν ὁ σεμνὸς ἐκεῖνος ἀνήρ· εἶτα σχετλία‐ σον διὰ τὴν μνήμην τοῦ φίλου, καὶ δυσχεραίνοντα
20δεῖξον σαυτὸν ἐν τούτῳ τῷ μέρει· ἡσθεὶς οὖν μοι τῷ τρόπῳ φίλον με πεποίηται· καὶ συνῆν ἀεὶ τὴν προαίρε‐ σιν τὴν ἐμὴν, τὴν σωφροσύνην αὐτὴν ἐκπληττόμενος, θαυμάζων τὸν βίον, ἤπιον ἐπαινῶν τὸν τρόπον· ὡς δὲ λοιπὸν ὁ χρόνος βάσανος τῆς φιλίας ἐγένετο, καὶ
25σπουδάζειν ἦν εὐνοίᾳ νικᾷν τῷ θατέρῳ τὸν ἕτερον, ἀγα‐ γέσθαι γύναιον ἐπεζήτησα· εἶτα πολλῶν οὐσῶν τὴν ἐξέ‐ τασιν ἐποιούμην πρὸς τὴν τοῦ φίλου σύνοικον ἀφορῶν· εἶτα πλάσον ἠθοποιΐαν ἐνταῦθα λόγων, ὅτι πρὸς ἐμαυ‐
τὸν πολλάκις, οὐδεμία βλασφημία οὐδὲ πώποτε λελύμαν‐59

8

.

60

ται· δεῖ οὖν καὶ κατὰ τὸν γάμον οὕτω διαθέσθαι, ὡς μηδὲ μίαν διαβολὴν ἰσχῦσαι· κοσμῆσαι σωφροσύνῃ τὴν οἰκίαν, καὶ τὰ τοιαῦτα· ὡς δὲ ταῦτα διελογιζόμην κατ’ ἐμαυτὸν, νόσημα δεινὸν ἐνεχθὲν τὴν τοῦ φίλου κατέσχεν
5οἰκίαν· πάλιν τὸ οἴμοι καὶ σχετλιάζειν δεῖ πάθος κινή‐ σαντα· εἶτα ὅτι πάντα ἐποίουν ἀπὸ τῆς ἰατρικῆς. παρα‐ τήρει δὲ μηδαμῶς ὡρισμένως εἰπεῖν, οἵα ἦν ἡ νόσος. ἀορίστως γὰρ ὑπόκειται καὶ ἁπλῶς, ὡς ἐνόσησαν· εἶτα εἰπὼν, ὅτι πολλὰ τὰ ἀπὸ τῆς ἰατρικῆς, πάντα μοι γεγέ‐
10νηται, καὶ τὸ πάθος οὐδαμῶς ὑπεῖκεν, οὐ φαρμάκοις, οὐ τομαῖς, οὐ καύσεσιν, ἔπαγε ὅτι πρὸς αὐτὴν λοιπὸν γενόμενος τὴν τελευτὴν παρετίθετο τὴν οἰκίαν· πάντα μετὰ σχετλιασμοῦ λέγων· τὸ γὰρ ὀδύρεσθαι νῦν εὔκαι‐ ρον· εἶθ’ ὅτι καὶ πρὸς αὐτὴν ἔλεγε τοιαῦτα τὴν σύνοι‐
15κον· ἐὰν θέλῃς ὑπὲρ αὐτῆς προστησόμενόν τινα, ἔχεις τὸν φίλον· ἐὰν ἐπιζητήσῃς σύμβουλον, τῷ ἰατρῷ πρὸς τὴν σκέψιν ἀρκέσθητι· ἂν ἀνδρὸς δεηθῇς, τοῦτον σύν‐ οικον ἑλέσθαι θέλησον· εἶτα μετὰ τὸν θάνατον ἀναλα‐ βὼν ἐπὶ τῆς οἰκίας τὸ γύναιον φαρμακείας ὁμοῦ καὶ μοι‐
20χείας εὐθύνομαι· καὶ γάμῳ μὲν ὁ συκοφάντης τὴν φαρ‐ μακείαν τεκμαίρεται· τῇ δὲ ἀπὸ τῆς εἱμαρμένης ἀνάγκῃ τὴν μοιχείαν σοφίζεται· μοιχὸς, ἢ φαρμακὸς ἐγὼ, Ἀσκλη‐ πιὸς τῆς βλασφημίας καὶ Ἀπόλλων· φαρμακὸς ἐγὼ καὶ τῇ τέχνῃ τοῖς νοσοῦσι λυμαίνομαι· ἵνα πῶς καλέσω συν‐
25εργοὺς πρὸς τὴν πρᾶξιν τοὺς κρείσσονας· ἐλέγχων ἀπαί‐ τησις· ὅτι δίκαιον παρασχεῖν μάρτυρας τῶν ἐγκαλουμέ‐ νων τὸν γραφόμενον, καὶ συστήσεις διὰ πολλοὺς μάρτυ‐ ρας· καὶ κατασκευάσεις, ὅτι λαθεῖν οὐχ οἷόν τε ἦ, τη‐ λικαῦτα ἐγκλήματα ἐργαζόμενον· ἐὰν δὲ ἰδιοποιήσῃς ὡς
30ἐπ’ ἀληθείας τὴν ἀπολογίαν, καὶ συμπαθὴς τοῖς πράγμα‐60

8

.

61

σιν εὑρήσεις πολλά· διαβαλεῖς οὖν τοῖς εἰκόσι πι‐ στεύειν· ἐρεῖς δὲ καὶ τοῦτο, ὅτι ἑνὸς παράσχου τοὺς μάρ‐ τυρας· καὶ ἀμφοτέρων ἑάλωκα· καὶ κατασκεύασον ἐπὶ πολὺ τοῦτο τὸ δεινὸν παρασχεῖν μάρτυρας μοιχείας, λέ‐
5γων, ὅτι μοιχὸν ἀδύνατον ἐν παραβύστῳ καὶ λάθρα γί‐ νεσθαι· τίνι τοιγαροῦν ἐφθεγξάμην ἐρωτικόν· εἰπὲ τὸν λόγον· εἰπὲ τὸν κοινώσαντα· ὅπου δὲ τούτων ἀποδεικνύ‐ εις οὐδὲν συκοφαντείας ἑάλωκας· τὸ γὰρ τῆς φαρμακείας ἀπαιτεῖν μάρτυρας οὐκ ἰσχυρόν· ἰατρὸς γὰρ ὢν καὶ φαρ‐
10μάξαι δυνατὸς ἦν λεληθότως. ἀλλὰ σὺ τῇ τῆς μοιχείας ἀναιρέσει αἰτῶν πολλαχοῦ τοὺς μάρτυρας, ποικίλλων ἐπιχειρήμασι, σχήμασι λόγων πρὸς τοὺς δικαστὰς ἀπο‐ στρέφων τὸν λόγον, αἰτῶν ἑνὸς γοῦν τὴν ἀπόδειξιν, αἰ‐ τῶν τῆς μοιχείας τοὺς μάρτυρας, σχετλιάζων πολλάκις,
15λέγων, γάμων καὶ γενέσεως ἔφοροι δαίμονες, γαμῶν τις μοιχὸς ὀνομάζεται, καὶ τὸ νόμῳ γινόμενον καλεῖς παρα‐ νόμῳ προῤῥήματι. ΒΟΥΛΗΣΕΙ ΚΑΙ ΔΥΝΑΜΕΙ. Φανερὸν ὅτι πᾶσα βούλησις καὶ δύναμις ἀπὸ τῶν ἐγκω‐ μιαστικῶν τόπων κατασκευάζεται, καὶ τῇ τῶν αἰτιῶν ὑπε‐
20ξαιρέσει· πρῶτον μὲν οὖν ἐπιχείρημα ἀπὸ τῆς ἀγωγῆς· ὅτι οἱ φαῦλόν τι πράττοντες ἐν τοῖς ἐλάττοσι δεινοῖς ἐν‐ τραφέντες πρότερον οὕτω τῶν μειζόνων δεινῶν ἐφίενται· εἰ μὲν οὖν αὐτὸς οὕτω βεβίωκα, ὡς προτέραν αἰτίαν ἢ μέμψιν συκοφαντίας παρασχεῖν, ἀκόλουθον ἂν ἦν με καὶ
25τὰ μείζω θρασύνεσθαι· εἰ δὲ οὐδαμῶς παρέσχον αἰτίαν οὐδεμίαν κατ’ ἐμοῦ, πῶς ἐξαίφνης ἐπὶ τηλικαῦτα ἀνῆλ‐ θον ἐγκλήματα, τάξει προβαίνων τῶν ἀκολάστων ἐπὶ τὰ χείρονα, καὶ ὡς οὐκ ἂν ἠδυνήθην φαρμάξαι φίλον ἢ φί‐ λου μοιχεῦσαι γύναιον, ἵνα καὶ τῆς φιλίας ἀποστερηθῶ,
30καὶ διαβάλω πρὸς ἅπαντας ἐμαυτὸν, καὶ γένωμαι τοῖς61

8

.

62

νόμοις ὑπεύθυνος· τιμωροῦνται γὰρ καὶ μοιχὸν καὶ φαρ‐ μακὸν οἱ νόμοι· εἶτα γνωμικῶς ἀπάντησον· παιδεύσεως μὲν γὰρ διακρίνειν ἃ φεύγειν ἄξιον· ἀνοήτου δὲ περι‐ πίπτειν πολλάκις ἐγκλήμασιν· εἶτ’ ἄλλο προςθήσεις ἐπι‐
5χείρημα· εἰ μοιχὸς ἦν, πότ’ ἂν εἱλόμην ταύτην ἀγαγέσθαι σύνοικον, ἧς αὐτὸς κατέγνωκα· καὶ ὅτι οὐδείς τινος κατα‐ γνοὺς τὰ χείρονα, τοῦτον ἐπὶ τοῖς αὐτοῖς ὡς βέλτιστον κρίνει καὶ σώφρονα· καὶ σχετλιάσαι καιρὸς οὕτω· μοιχὸς ἐγὼ διὰ τὸν γάμον· τῶν γάμων θεοὶ καὶ γενέσεως ἔφο‐
10ροι· μοιχὸς θύσας γαμηλίοις καὶ τοῖς θεοῖς παρὰ τὴν πανήγυριν· καί ποτ’ ἂν εἱλόμην οὕτω τοῖς θεοῖς εὔχεσθαι, ἢ καλεῖν ἐφ’ οὕτως ἀνοσίοις ἔργοις τοὺς κρείττονας· εἶτα ἐρεῖς, πῶς δ’ ἂν οὕτως ἀνόσιόν τι δρᾷν ἐκαρτέρησα, ἐν τοῖς βελτίστοις ἀεὶ συνειθισμένος διάγειν καὶ πολιτεύ‐
15εσθαι· εἶτα ἐρεῖς, ὅτι οἱ θεοὶ, ἵν’ εὖ ποιῶσι, τὴν τέχνην ταύτην πεπαίδευνται, καὶ τοῦτο τὸ μάθημα πρὸς ἡμᾶς ἐξαπέστειλαν ἑτοίμως ἡμᾶς ἐπὶ τὰς εὐεργεσίας ἔρχεσθαι προδιδάσκοντες· πότ’ ἂν οὖν αὐτὸς οὕτω πράττειν ᾑρού‐ μην· ἀλλά με οἱ θεοὶ καὶ πάντες ἄνθρωποι διὰ τὴν πρᾶ‐
20ξιν ἐμίσησαν· πότε φονεύειν, ἵν’ ὡς ἐναγῆ με πάντες ἐκ‐ τρέποιντο· καὶ τοῦτον ἐκτείνας τὸν νοῦν εἰπὲ ὅσα τοῖς φονεῦσι πρόςεστιν κακὰ, τὸ μὴ μεταλαμβάνειν πυρὸς, μὴ στέγης, μὴ ἱερῶν, μὴ σπονδῶν· πότε μοιχεύειν ἂν εἱ‐ λόμην, ἵνα τίς μετὰ τὴν τοιαύτην ἐνέργειαν ἐπίστευ‐
25σεν ἄν μοι τὰ φίλτατα; τίς δὲ τιμᾷν, τίς κολακεύειν, ὡς σώφρονα; εἶτα μετὰ ταῦτα πρὸς τοὺς θεοὺς τὸν λό‐ γον ἀπόστρεψον, φεῦ τῆς λοιδορίας, Ἄπολλον ἀποτρό‐ παιε, σοὶ περὶ τῶν πρακτέων ἀεὶ καθ’ ἑκάστην εὐχόμε‐
νος, τοιαύτην ὑπόθεσιν γράφω, σὲ ζηλῶν ἐμιμησάμην62

8

.

63

τοὺς πολεμίους κατὰ τοῦ γένους, καὶ πρᾶξιν ἀνήκεστον ἂν ἔδρασα, ἣν τάχα φεύγειν κἀκεῖνοι κατὰ φίλων σπουδάζουσιν· εἶτα ἔπαγε· μὴ γὰρ ἠγνόουν τοὺς νόμους, μὴ γὰρ οὐκ ᾔδειν, ὡς μοιχὸς ἅμα καὶ φαρμακὸς παρὰ
5τοῖς νομοθέταις μεμίσηνται· πῶς τοίνυν πράττειν τοῦτ’ ἂν εἱλόμην, ἃ μισεῖσθαι παρὰ τοῖς νόμοις καὶ παρὰ ἀν‐ θρώποις ἐγίνωσκον; τῇ δυνάμει μετὰ τὴν βούλησιν, ὡς ἔθος, ὅταν ἐκλείπῃ ἡ δύναμις, οὐ δεῖ σιωπᾷν· τὰ γὰρ παρὰ τῶν ἐναντίων προφερόμενα, ἐὰν μὴ λύωμεν, ἀλλ’
10ἐῶμεν διὰ τὸ προσὸν αὐτοῖς ἰσχυρὸν, οὐδὲν, ἀλλ’ ἢ σιω‐ πῇ τὴν διαβολὴν καθ’ ἑαυτῶν βεβαιώσωμεν· δεῖ οὖν τὰς οὕτω ἐκλειπούσας δυνάμεις λύειν, μάλιστα μὲν τῇ βοηθήσει, ὅτι μὴ βουλόμενος οὐδ’ ἂν ἔπραξα· δεῖ γὰρ πρότερον βουληθῆναί τι ποιεῖν, εἶθ’ οὕτως ἐγχειρεῖν τοῖς
15δόξασιν, ἔνθα δ’ ἂν ἐλλείπῃ τὸ ἕτερον, μάταιον εὐθὺς καὶ τὸ κοινὸν λειπόμενον· οὔτε γὰρ πρᾶξαι δυνατὸν μὴ βουλόμενον, οὔτε βουλεύσασθαι χρήσιμον ἔργῳ περᾶναι τὸ δοθὲν, οὐκ ἰσχύσαντα ἐπιλῦσαι τὴν δύναμιν· ἔστι καὶ ἄλλῳ ἐπιχειρήματι· ἐπειδὴ γὰρ δύο ἐστὶν ἐγκλήματα,
20ἥ τε μοιχεία καὶ ἡ φαρμακεία, τὸ μὲν δυνατὸν τῆς φαρ‐ μακείας ἐκλείπει· ἰατρὸς γὰρ καὶ τὸ δύνασθαι ἰατρὸν ἐπιβουλεύεσθαι διωμολόγηται, τὸ δὲ δυνατὸν τοῦ μοι‐ χεῦσαι ἐκλέλοιπεν· ἀλλ’ ἔῤῥωται πᾶσα ἡ κατασκευὴ τοῦ μὴ δύνασθαι μοιχεῦσαι· τῇ δὲ τοῦ μοιχεῦσαι κατα‐
25σκευῇ ἄνελε τὸ φαρμάξαι μὴ δύνασθαι· ἅμα γὰρ ποι‐ εῖς καὶ τὴν τοῦ κατασκευαζομένου ἐργασίαν, καὶ τὸ δο‐ κοῦν ἰσχυρὸν ἐκ σιωπῆς οὐκ ἐᾷς ἄλυτον· οἷον, οὔτε συν‐
ετύγχανον πρὸ τῆς κακώσεως τῇ γυναικὶ, ἵνα καὶ μοι‐63

8

.

64

χεῦσαι δυνηθῶ, οὔτε συνήθη τῶν ἀπὸ τῆς οἰκίας εἶχόν τινα, δι’ οὗ τὴν ἐπιθυμίαν ἐκφῆναι ῥᾴδιον ἦν· ἀλλὰ μὴν καὶ τὸ διαπέμψασθαι χρήματα ἦν πάντως ἀδύνα‐ τον· εἰ δὲ τοῦτο μηδ’ ἕτερον γενέσθαι πρότερον ὡμολό‐
5γηται, τὸ μὴ τὴν ἀρχὴν μεμοιχεῦσθαι τὸ γύναιον οὐκ ἀμφίβολον· εἰ δὲ τοῦτο διωμολόγηται, καὶ τὸ τῆς μοι‐ χείας ἐκ τούτων ἀνῄρηται, ἀνθ’ ὅτου λοιπὸν τὸν φόνον εἰργαζόμην, ἢ φαρμάττειν ἠδυνάμην τὸν φίλον μήτε τῆς μοιχείας ὑπαρχούσης, μήτε τῆς προαιρέσεως δρᾷν τι συγ‐
10χωρούσης ἀνήκεστον· μετὰ τὴν βούλησιν, καὶ τὴν δύνα‐ μιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ τέθνηκε, φησὶν, ὁ ἀνήρ· καὶ δεῖ τοῦ θανάτου τὸν ἰατρὸν ὑπάρχειν ὑπεύ‐ θυνον· ἡ λύσις ἀπὸ τῆς φύσεως, οὐκ ἐπηρεία τέχνης. ἰατρὸς ἄνθρωπος τῶν θεῶν κυριώτερος, καὶ τέχνη πρὸς
15θεῶν δυνατωτέρα τῆς φύσεως, ἵνα τι εἱμαρμένη καὶ μοῖ‐ ρα μετὰ τὴν τέχνην μετάσχωσιν· εἶτα ἐρεῖς, ὅτι πάντα τὰ ἀπὸ τῆς τέχνης ἐποίησα, ὡς ἐνόμιζον τὸ πάθος βιά‐ σασθαι· ἀλλ’ οὐδαμοῦ κυριώτερος τῆς εἱμαρμένης γεγέ‐ νημαι, ἰσχυρὸν τὸ πάθος ἦν καὶ πάσης τέχνης ἰατρικῆς
20δυνατώτερον· μηδαμοῦ δὲ τὴν τέχνην διέγραφεν· οὐ γὰρ ὡρισμένον καιρὸν ἔχει τὸ νόσημα, ἀλλ’ ἁπλῶς ὅτι νοσήσας ἀπέθανεν· λέγε οὖν ὅτι πάντα λογισμὸν ἐζήτη‐ σα, τοὺς ὁμοτέχνους εἰσήγαγον, οὐδένα παρῆκα σύμβου‐ λον, οὐ φίλον, οὐ τεχνίτην, οὐκ ἄλλον τινά· οὐκοῦν ἔχεις
25εἰπεῖν, ὡς ἀσθενείᾳ τὴν τελευτὴν ἐπηγαγόμην· ἐπάγαγε τούτοις καὶ παραδείγματα· οἷον κυβερνήτης ἰσχυροτέρου γενομένου τοῦ κλύδωνος οὐκ εὐθύνεται· οὐδὲ στρατηγὸς πάντα πρὸς νίκην παρασκευάσας, κατὰ τῶν κρειττόνων ἥττων γενόμενος. ἀνθρώπου μὲν γὰρ τὸ καλῶς περὶ τῶν
30παρόντων βουλεύσασθαι, τῆς δὲ τύχης πρὸς τὴν προ‐64

8

.

65

θυμίαν ἡμῶν πέρας ἐπιθεῖναι τοῖς ἐπιχειρήμασιν· εἰπὲ τοῦτο τὸ ἐπιχείρημα, ὅτι, εἰ ἐφ’ ἡμῖν ἐστιν τὸ ὑγιάζειν, οὐδεὶς ὅλως ὀφείλει τῶν ἀνθρώπων ἀπόλλυσθαι. εἰ δὲ τοῦτο τοῖς ἀνθρώποις ὤφειλε, πῶς ἡμεῖς περὶ ὧν τὰ τῇ
5φύσει δοκοῦντα ὑμῖν εὐθυνόμεθα· ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους. ἄλλο. ἀλλ’ ἠγάγου, φησὶ, μετὰ τὴν τελευτὴν ἐκεί‐ νου τὸ γύναιον. λύσεις τῷ ἀντιληπτικῷ, ὅτι γαμεῖν ἔξ‐ εστι, καὶ εἰ μὲν παρὰ τὸ κοινὸν ἔθος ἠγαγόμην, ἠδίκη‐ σα, εἰ δ’ ἐσφάλην οὐδὲν, οὐδὲ τὴν ἀρχὴν ὅλως ἠδίκησα·
10ἐργάσῃ δὲ ὡς ἔθος ἐστὶν τὰ ἀντιληπτικά· εἶτα ἐρεῖς, ὅτι κωλύεταί τις ἀγαγέσθαι γάμον ὃν βούλεται, καὶ πράξας ὡς νόμος δίδωσι μοιχὸς ὀνομάζεται· εἶτα πρόςθες ὅτι εἰ τοῦτο μοιχεία, ὅρα πάντας εἶναι μοιχοὺς τοὺς ἀν‐ θρώπους τοὺς οὕτω γαμήσαντας. εἶτα σχετλιάσας ἐπὶ
15τοῦτο καιρὸν ἔχεις ἐνταῦθα μάλιστα τὸν γάμον ἐπαινέ‐ σαι θετικῶς· λύσεις δὲ καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ χρώματι, ὅτι διὰ σωφροσύνην ἠγαγόμην τὴν γυναῖκα· καὶ ἔχεις τὰς κατασκευὰς καὶ τὰς ἐργασίας ἀπὸ Μητρο‐ φάνους λαβὼν καὶ ζητημάτων ἐντεύξεως· εἶτα πιθανὴ
20ἀπολογία τοῦ γάμου· τῆς γὰρ φαρμακείας οὐκ ἔχεις· οὐ‐ δεὶς γὰρ λέγει, ὅτι οὐκ ἂν ἐφάρμαξα ἵνα ἀποθάνῃ· ἀλ‐ λὰ δύνασαι μὲν λέγειν, ὅτι οὐκ ἄν τις ἀπέθανεν οὗτος πεφάρμακται· οὐ μὴν τοῦτ’ ἔστιν κυρίως πιθανὴ ἀπολο‐ γία, ἀλλ’ ἐπιχείρημα τόπον τηροῦν, ὡς ἔφην ἐν ἄλλῃ δι‐
25αιρέσει τῇ πιθανῇ ἀπολογίᾳ· ἡ γὰρ ἀληθὴς καὶ πιθανὴ ἀπολογία ἀντιστροφή ἐστι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐρεῖς οὖν τοῦ γάμου τὴν πιθανὴν ἀπολογίαν, ὅτι οὐκ ἂν ἐγάμησα, ἵνα μὴ ὑποπτευθῶ· ἐξῆν γὰρ διατρίβειν μετὰ τῆς γυναικὸς ὁμοίως εἴπερ ἐμοίχευον. ΕΠΙΛΟΓΟΣ. Ἐπί‐
30λογός ἐστιν ἀπὸ τῆς ποιότητος τοῦ ἰατροῦ, ὁ μὲν γὰρ κοινὸς ἐπίλογος λαμβάνεται ἀπὸ δικαίου καὶ τοῦ συμφέ‐
ροντος, ὅτι δίκαιόν ἐστιν τὸν οὕτω κατεγνωσμένον ἀνε‐65

8

.

66

λεῖν· καὶ ὅτι συμφέρον ἐστὶν, ἵνα μηδεὶς μηκέτι συκο‐ φαντῇ· ἐνταῦθα δὲ ἀπὸ τῆς τέχνης λήψῃ τὸν ἐπίλογον· ὅτι ἀποδώσετε, ὦ ἄνδρες, τῇ πόλει, πολλοὶ κατὰ τὸν δῆμόν εἰσι καλούμενοι, πολλοὶ παρ’ ὑμῖν ἰατροῦ δεό‐
5μενοι· ὁρᾶτε πόσοι περιεστᾶσι τὸ δικαστήριον πατέρες ὑπὲρ παίδων δεόμενοι, ἀδελφοὶ, φίλοι, συγγενεῖς, καὶ τὰ τοιαῦτα· χρήσει καὶ διατυπώσει· οἷον, ἐὰν ἐπὶ πολὺ κα‐ τάσχῃ τὸ δικαστήριον, οὗτοι οἱ περιεστῶτες ἔξωθεν τὸν συκοφάντην ἀναιρήσουσιν, ἐὰν ὀλίγον ἔξωθεν τοῦ δικα‐
10στηρίου αὐτὸν ἐξαγάγητε· ἀρκέσουσιν ἀντὶ δημίου οἱ δε‐ όμενοι· διατύπωσον δὲ καὶ τὰ πάθη τῶν νοσούντων, καὶ ἠθοποιΐας εἰπέ· τοῦ μὲν λέγοντος, ὅτι πατὴρ διὰ τοῦ‐ τόν εἰμι· τοῦ δὲ γονεῖς ἔχοντος διὰ τὸν ἰατρόν· τοῦ δὲ τὸ περιεῖναι ἀνατιθέντος· τοῦ δὲ ἀδελφὸν ἔχειν φιλοτι‐
15μουμένου διὰ τὴν τέχνην· εἶτα μετὰ τὰ τοιαῦτα ἀπο‐ στρέψεις τὸν λόγον πρὸς τὴν γυναῖκα, λέγων ὅτι δεῦρο γύναι, οὐδὲν ἄτοπον σώφρονα γυναῖκα παριέναι εἰς δι‐ καστήριον. ἐκρίθης ὑπὲρ σωφροσύνης τήμερον· ψῆφον ἔχεις μαρτυροῦσαν τῷ βίῳ τὰ κάλλιστα· ἐρεῖς δὲ, ὅτι τά‐
20χα που πάρεστιν καὶ ὁ φίλος ἀγανακτῶν ἐπὶ τῇ κρίσει, τάχα δυσχεραίνει μέχρι πολλοῦ τὸν συκοφάντην ὁρῶν σωζόμενον· δότε τοίνυν τὴν ψῆφον, ἵνα μή τι δεινὸν ὁ φίλος ἐργάσηται ὡς παρ’ ὑμῶν ἀδικούμενος· χρήσῃ δὲ καὶ βαρύτητι, ὅτι οὐκ ἔτι χρήσομαι τῇ τέχνῃ, οὔτ’ ἰά‐
25σομαι οὐδένα· οὐκ ἔτι σώσω τὸν κάμνοντα· ἂν ἄλλο τι περὶ τοῦ συκοφάντου βουλεύησθε, ἀναχωρήσω τῆς πό‐ λεως, παύσομαι τοῦ ποιεῖν τοὺς κάμνοντας εὖ, ἀπαλλα‐ γήσομαι τοῖς θεοῖς τῆς ἐπιστήμης ἀπαλλαττόμενος, κα‐ ταλύσω μέχρι τοῦ δικαστηρίου, ταμὰ διὰ τῆς τέχνης
30εὐεργετούμενα· ἐὰν οὕτως συκοφαντεῖσθαι δέοι, ἐντεῦ‐ θεν παρεγγυῶ τῇ πόλει, ἐντεῦθεν προλέγω, οὐκ ἔτι τῆς
τέχνης ἐπιμελήσομαι, οὐκ ἔτι βοηθήσω τοῖς κάμνουσιν,66

8

.

67

οὐ νόσῳ φαρμάκῳ παραμυθήσομαι· ἰατρὸς οὐκ ἔτι διὰ τοὺς συκοφάντας ῥηθήσομαι.
2 ΑΛΛΟΣ ΣΥΓΚΑΤΑΣΚΕΥΑΖΟΜΕΝΟΣ.
4aΝόμος τοὺς δεσμώτας τοῖς θεσμοφορίοις λύεσθαι· ὑποπτεύ‐
5aσας τις ἐπὶ τῇ ἑαυτοῦ γυναικὶ τὸν οἰκέτην ἔδησε· καὶ δήσας ἀπε‐
6aδήμησεν. ἐπιστάντων τῶν θεσμοφορίων, ἔλυσε τὸν οἰκέτην ἡ γυνή·
7aἀπέδρα ὁ παῖς. ἐπανήκων ὁ δεσπότης ἀποδημίας εὕρηται νεκρὸς
8aἀσκύλευτος· καὶ κρίνεται ἡ γυνὴ συνειδότος.
9Ὁ ΚΑΤΗΓΟΡΟΣ. Πάθους ἐστὶν καὶ βαρύτητος ὁ λό‐
10γος μεστός· καὶ τὴν μὲν βαρύτητα ἡ δοκοῦσα μοιχεία ποιεῖ τῇ τῆς γυναικὸς ἀσελγείᾳ, καὶ ἡ πρὸς δοῦλον ὑπο‐ ψία, καὶ τὸ δοκεῖν προσφάσει τῶν θεῶν λῦσαι τὸν οἰ‐ κέτην· τὸ δὲ πάθος ἡ τοῦ πολίτου ἀναίρεσις, καὶ ἡ κατὰ τὴν μοιχείαν διαφορά· συνειδότος γὰρ ἐπὶ τῷ
15φόνῳ καὶ μοιχείας εὐθύνεται· προοιμιάσῃ ἀπὸ τῆς γυ‐ ναικός· οὐκ ἤρκεσεν, ὦ δικασταὶ, οὕτω τὴν γνώμην διαφθαρῆναι τῇ γυναικὶ, ἀλλ’ ἔτι καὶ συνέγνω τῷ φό‐ νῳ τὸν οἰκέτην τῶν δεσμῶν ἀπολύσασα, ἵν’ ἔρημον τοῦ ἀνδρὸς καταστήσασα τὴν οἰκίαν ἔχῃ παρ’ ἑαυτῇ τὸν
20μοιχὸν, μᾶλλον δὲ τὸν οἰκέτην σωζόμενον. δεύτερον· ἡ μὲν οὖν τὸν φόνον λανθάνειν ἐνόμιζε· τρίτον ἀπὸ τοῦ ἀνδρός· τάχα μὲν οὖν εἴ τίς ἐστιν αἴσθησις, καὶ πάρ‐ εστι τῷ βήματι, καὶ χαλεπαίνων ἐπὶ τοῖς γεγενημένοις τολμήμασι συναγωνίζεταί μου τῷ λόγῳ, ἐπεγεῖραι πρὸς
25τιμωρίαν ἡμᾶς βουλόμενος. Η ΚΑΤΑΣΤΑΣΙΣ. Ποι‐ νὴν ὡς ἔοικεν ὁ δυστυχὴς ἐκεῖνος τὴν γαμετὴν ταύτην ἠγάγετο· θρῆνος ἦν ὁ ὑμέναιος· τάφος ὁ θάλαμος· ἔ‐ δειξε δὲ τὸ πέρας τοῦ δράματος, ὃ πάλαι μὲν ἐσκευώ‐
ρησε, νῦν δὲ κατώρθωσε· πάλαι γὰρ ὕποπτος ἦν· καὶ67

8

.

68

πολλὰ μοιχείας ὑπεδήλου τεκμήρια· πρὸς τὸν ἄνδρα μὲν στασιάζουσα, περὶ πλείστου δὲ ποιουμένη τὸν μαστιγίαν, καὶ τὸν μὲν ὡς κοσμίαν ἐγγυησάμενον ἀτιμάζουσα, προ‐ τιμῶσα δὲ δοῦλον ἀκόλαστον. τὸν μὲν γὰρ γήμαντα ἀ‐
5πεστρέφετο καὶ ἀπέπεμπεν, καὶ ταῦτα ποθοῦντα καὶ περιέποντα· τὸν δὲ φθόρον ὑπερηγάπα καὶ προσίετο κακονούστατον ὄντα καὶ ἀσελγέστατον, διαφέροντα δὲ τῶν ὁμοδούλων τὴν ὥραν· ἐκποδὼν δὲ τὸν ἄνδρα βου‐ λευσαμένη ποιήσασθαι· μόλις ταύτην ἐξεύρηκε μηχανήν·
10ἐξαπατᾷ γὰρ οἷα δὴ πανοῦργος γυνὴ, τὴν οὐκ εὐτυχῆ ταύτην ἀποδημίαν εἰς νοῦν ἐμβάλλουσα, συλλογισαμένη μὲν τὸν τῆς πανηγύρεως χρόνον, ἐπισταμένη δὲ πάλιν ὁπηνίκα ἐπάνεισιν οἴκαδε· ὡς δὲ τάχιστα τὴν ἑορτὴν ἀνήγομεν τῷ θεῷ, καὶ σκῆψις εὔλογος ἦν τοὺς κακούρ‐
15γους ἐᾷν, τηνικαῦτα τὸν οἰκέτην ἐξήγαγε· καὶ ὡπλισμέ‐ νον τῷ ξίφει κατὰ τοῦ γήμαντος ἐπαφίησιν, οὐ πρότε‐ ρον ἐπανήκειν προστάξασα, πρὶν ἂν ἐκεῖνον διαχρήση‐ ται· ὁ δὲ ἀλητήριος ἆθλον τοῦ φόνου τὸν ταύτης γά‐ μον ἡγούμενος, ἐπετήρει μὲν νύκτα ἀσέληνον, καιροφυ‐
20λακεῖ δ’ ἐρημίαν ὁδοιπόρων πολλὴν, καὶ ξιφήρης κατὰ νώτου γενόμενος παίει τὴν κάραν· καὶ ὁ μὲν ἔκειτο πε‐ πτωκὼς ἐλεεινὸν καθ’ ἡμέραν θέαμα· ὁ δὲ ἀποδρὰς ᾤ‐ χετο, πρὸς μὲν τὸ παρὸν λήσειν ἐλπίζων, αὖθις δὲ τῇ γυναικὶ συνεσόμενος ἐπ’ ἀδείας πολλῆς. ΠΑΡΑΓΡΑ‐
25ΦΙΚΟΝ. Ἀλλ’ οὔπω δῆλόν φησιν, εἰ τὸν δεσπότην ὁ θεράπων ἀνῄρηκεν· πῶς οὖν τοῦτο συνειδέναι τὴν ἄν‐ θρωπον. ΛΥΣΙΣ. Πολλὰ τούτου καὶ ἐναργῆ τὰ τεκ‐ μήρια· πρῶτον μὲν ἡ βεβαία καὶ πιστὴ καὶ ἀληθὴς ὑπό‐ νοια· δεύτερον τὰ δεσμά. τρίτον ἡ ἄφεσις. ἐπὶ πᾶσιν
30ἡ τῆς γυναικὸς κακόνοια· τὸ πρὸς τὸν ἄνδρα μῖσος·
ταῦτα κρίνεσθαί σε ποιεῖ, καὶ εἰ μηδέπω ὁ πονηρὸς μα‐68

8

.

69

στιγίας ἑάλωκε· πολλοὶ γὰρ πολλάκις καὶ τῶν πρώτων μὴ κεκριμένων τετιμώρηνται· τῆς δὲ μοιχείας καὶ δίκην ὑπεῖχεν ὁ παῖς τὸν δεσμόν· ἐκ δὲ τῆς μοιχείας καὶ τὸν φόνον ἔστιν εἰργασμένος· σὺ δὲ δικαίως ἀμφοῖν ὀφείλεις
5δίκην· καὶ γὰρ μοιχείᾳ καὶ φόνῳ διαῤῥήδην τυγχάνεις ὑπεύθυνος. ΕΙΤΑ ΕΛΕΓΧΩΝ ΑΠΑΙΤΗΣΕΙ. Εἶτα ἐπὶ τούτοις τῶν ἐγκλημάτων μάρτυρας ἀπαιτεῖς, ὥσπερ ἀγνοοῦσα, ὅτι θατέρου παρασχόντες τοὺς μάρτυρας καὶ θάτερον συναπεδείξαμεν· μάρτυς τοίνυν τῆς μοιχείας
10ἀνὴρ ὁ σὸς, οὐ ψευδῆ μαρτυρῶν· ὥστε καὶ μὴ τοιαύτην εἶναί σε τοῖς θεοῖς προσηύχετο· καὶ τέθνηκεν ὑπὸ δού‐ λου μαστιγίου δολοφονηθείς· ὥστε τῶν εἰκότων καὶ τῶν πραγμάτων ἐλεγχόντων τὰ δράματα, περιττὸν ἔτι ζητεῖν μάρτυρας· καὶ μὴν οὐδεὶς οὕτως εὐήθης τυγχάνει, ὡς
15καὶ δημοσιεύειν μετὰ παῤῥησίας ποιεῖν δεινὸν οὕτως ἀ‐ πόῤῥητον· καὶ γὰρ ἡ μοιχεία κεκώλυται, καὶ τὸ φονεύ‐ ειν ἀπείρηται· πῶς οὖν σὺ μάρτυρας παρ’ ἡμῶν ἀπαι‐ τεῖς, οὓς λανθάνειν πρὸ τούτων ἐσπούδακας· εἶτα κατὰ νόμον συνόντες ταῖς γυναιξὶ καὶ συνοικοῦντες νόμῳ λε‐
20ληθότως αὐταῖς συγγινόμεθα· μοιχείαν δὲ πληροῦμεν,69

8

.

70

ὁρώντων τινῶν, ἵν’ εὐθυνόμενοι ἐφόρατοι παρὰ τοῖς δικάζουσι γενώμεθα· εἰ δὲ τοὺς συνειδότας τὴν μιαιφο‐ νίαν λέγεις, οὐδένα πλὴν σοῦ συνειδέναι φημί· ὥστε τὴν μιαιφονίαν ἐλέγχω μοιχείᾳ, καὶ τὴν μοιχείαν τῷ φόνῳ·
5ἄμφω δὲ διὰ θατέρου δείκνυται· ὥστε σπουδάσασα λαν‐ θάνειν, ἐν οἷς ἐτόλμας πράττειν ἃ μήδ’ ὅλως ἐχρῆν ἀκούσασα διελέγχῃ τοῖς πράγμασιν. Η ΒΟΥΛΗΣΙΣ. Καὶ τίς οὕτω γυνὴ, φησὶν, ἀλιτήριος, ὡς παρασκευάσαι τὸν ἑαυτῆς ἀναιρεθῆναι σύνοικον; τοῖς σοῖς, ὦ γύναι,
10κατὰ σοῦ χρήσομαι ῥήμασιν· ἡ μὲν γὰρ σώφρων καὶ σώζεσθαι τὸν ἄνδρα καὶ φυλάττειν βούλεται· ἡ δ’ ἕτε‐ ρον πόθον καὶ ξένον νοσήσασα, ὡς τηρουμένη ἐπιβου‐ λεύει τὸν χαρισμὸν πρὸς ἐπήρειαν· δηλεῖ γὰρ ἔρως καὶ πόθος ὥρας καλῆς· πυρπολεῖταί τις, οὐ βλεπομένου πυ‐
15ρός· καὶ καιρίαν τιτρώσκεται, θεωροῦσα κάλλος ἀλλό‐ τριον· καὶ ποιεῖ θέα τὸν πόλεμον· ὄψις τὴν νόσον· ἱστο‐ ρία τὸν κίνδυνον· κἂν ἀνάγκην λέγῃς τὸν ἔρωτα, ἢ βίαν ἕλκεσθαι τὸν μὴ πειθόμενον, πείθομαι ταῦτα τὴν μοι‐ χείαν πεπληρωκέναι· ταῦτα τὸν φόνον ἐξείργασται· τύ‐
20ραννος ὁ ἔρως ἐστὶν, καὶ κατὰ τῶν θεῶν, ὥς φασιν, ἐστρατεύσατο, καὶ κατ’ ἀνθρώπων ἐξήγαγε πόλεμον· τι‐ τρώσκων καρδίαν, ὅλῳ λυμαινόμενος σώματι, οὐδὲν φροντίζειν ποιῶν ἢ μόνον τοῦ πάθους· ἐρῶσα γυνὴ συν‐ διαφθείρει τῷ σώματι καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν
25σύνοικον, προὔδωκεν ὁμοῦ καὶ τὸν ἄνδρα· καὶ τῶν πρὸς ἐκεῖνον δικαίως ἀμνημονήσασα πρὸς ἡδονὴν μόνην ἀπέκλινε, τραγῳδίαν τὴν γνώμην ποιήσασα, τῶν ἀπὸ τῆς σκηνῆς ἑαυτὴν ἀναπλήσασα· οὐ μὴν δίκαιον, οὐδὲ σύνοικόν σε καλεῖν· τῆς γὰρ προσηγορίας σοι ταύτης
30οὐδ’ ὅλως μέτεστιν, ἀφ’ ἧςπερ ἡμέρας ηὐτομόλησας πρὸς
συνουσίαν παράνομον· ὅμοιον γὰρ τῇ γνώμῃ καὶ τὴν70

8

.

71

προσηγορίαν ἤμειψας τῆς γυναικός· καὶ διὰ τοῦτο μνη‐ σικακοῦσα μὲν ὑποπτεύοντι, χαλεπαίνουσα δὲ, διότι τὸν οἰκέτην δεσμώτην πεποίηκε, τὸν φόνον ἐπλήρωσας· ἡ δύναμις ἐκλιμπάνει ἀπὸ τῆς γυναικός· ἀπὸ δὲ τοῦ κατ‐
5ηγόρου ἔῤῥωται· ἀδείας μὲν ἐπειλημμένη διὰ τὴν ἀπου‐ σίαν τοῦ ἀνδρός· δυναμένη δὲ τὸν φόνον ἐργάσασθαι, διὰ τὸ λῦσαι τῶν δεσμῶν τὸν παῖδα τὸν κακοδαίμονα· καιροφυλακεῖν δὲ τὴν ἐπάνοδον ὑποθεμένη τοῦ δυςτυ‐ χοῦς, ᾗ καὶ ῥᾷστα τῷ βουλήματι τὸ πέρας ἐπέθηκας,
10εἶτα προβάλλει τὴν ἄγνοιαν· ἣν πάντες σκῆψιν τῆς ἑαυ‐ τῶν ἀδικίας πεποίηνται· ἀλλ’ οὐχ ἡ ἄρνησις ἀπολύει σε τῶν ἐγκλημάτων· κἂν γὰρ ἐπ’ αὐτοφώρῳ ληφθῇ τις οὐκ ἀπορήσει προφάσεων· ἀλλ’ οὐ τὰς ἀρνήσεις τῶν πραγμάτων δεῖ πιστοτέρας ὑπολαμβάνειν. ΤΑ ΑΠ’ ΑΡ‐
15ΧΗΣ ΑΧΡΙ ΤΕΛΟΥΣ. Καὶ μὴν σαφῆ καὶ ἄλυτα ταυτί· πρῶτον μὲν τὸ προαισθέσθαι τὴν μοιχευομένην· εἶτα πιστεύσαντα τὸν αἴτιον δῆσαι· πρὸς τούτοις δὲ τῶν δεσμῶν ἡ λύσις, ὁ δρόμος, ὁ φόνος· ὁρᾶτε γὰρ, ὦ τὸ κακὸν, ὅθενπερ τὴν ἀρχὴν εἴληφε· κατέγνω τῆς γυναι‐
20κὸς ὁ ἀνήρ· πάντως που καὶ ἐναργῆ τὴν κατάγνωσιν εἴ‐ ληφε τεκμήρια· οὐδεὶς γὰρ οὕτως ἀπόπληκτος, ὡς αἰ‐ σχύνῃ περιβαλεῖν καὶ γυναῖκα καὶ ἑαυτὸν καὶ παῖδας· συγκρύπτειν γὰρ τὰ αἰσχρὰ μᾶλλον, ἢ δημοσιεύειν ἔθος τοῖς ἅπασιν· ἤδη δέ τινες δι’ ἀμετρίαν αἰσχύνης φόβῳ
25καρτεροῦσι· καὶ ἀνιώμενοι τοσοῦτον ἀπέχουσι καὶ τὴν αἰτίαν εἰπεῖν, καὶ τὸ μὴ ὂν περιάπτειν ὄνειδος. ΑΝ‐ ΤΙΛΗΠΤΙΚΩ. Δίδωσι γὰρ ὁ νόμος, φησὶν, αὖ τῇ πανηγύρει δεσμώτας λύειν. ΜΕΤΑΛΗΨΙΣ. Ὅταν μι‐ κρὰ πλημμελήσαντες τύχωσιν, ἢ κατηγορίαν, ἢ ὕβριν, ἢ χρη‐
30μάτων βλάβην, ἢ ὅ τι δή ποτε εἴη, διότι καὶ δεσμῶν71

8

.

72

ἄξια δρᾷν· ἱκανὴν γὰρ ἡγεῖτο τιμωρίαν ὁ τιθεὶς τὸν νόμον κατὰ τῶν τὰ τοιαῦτα ἡμαρτηκότων τὸν δε‐ σμόν· οὒ μὰ Δία ὅςτις ἔνοχος τηλικούτῳ κακῷ, τοῦτον ἀφίησιν· οὐδὲν γὰρ δεινὸν ἔπασχον οὗτοί γε οἱ τοῖς με‐
5γίστοις ἐγκλήμασιν εὐθυνόμενοι, εἰ πρὸς ὀλίγον τὸν δε‐ σμὸν ὑπομένοντες εἶτα ἐπ’ ἐξουσίας ἐπέραινον ἅπερ ἠ‐ βούλοντο· εἶτα ἐξάγειν δεσμωτηρίου δίδωσιν, οὓς μετ‐ έχειν ἱερῶν καὶ σπονδῶν εὐαγὲς, οὐ τοὺς ἀκαθάρτους καὶ ἐναγεῖς καὶ τῶν περιῤῥαντηρίων ἀπελαυνομένους, οἷ‐
10ος ἐκεῖνός ἐστιν, ὃν σὺ μὲν ἀφῆκας, εἵλου δὲ κινδυνεύ‐ ειν αὐτίκα μάλα, ἢ ἐκεῖνον ὁρᾷν ἐν τῷ δεσμῷ συνεχόμε‐ νον· τοιγαροῦν οὐκ ἤρκεσέ σοι μοιχείας ἔχειν γραφὴν, ἀλλὰ καὶ φόνου κρίνεσθαι. ΤΗ ΜΕΤΑΘΕΣΕΙ ΤΗΣ ΑΙΤΙΑΣ, Ο ΚΑΛΕΙΤΑΙ ΧΡΩΜΑ. Ἀλλ’ εἰκὸς ὑπ’ ἐ‐
15χθροῦ του, φησὶν, ἢ ὑπὸ κακούργων αὐτὸν ἀνῃρῆσθαι· καὶ τίνες ὑμῶν δυσμενέστεροι; τίνες δὲ πονηρότεροι; ση‐ μεῖον δὲ, πάντα γὰρ ἀδεῶς ἐτέλει τὸν βίον· πάσης ἐπη‐ ρείας ἐχθρῶν κρείττω τὸν χρόνον διαγέγονε παρεχόμενος· τηνικαῦτα δὲ ἐχθροὺς οἰκία ἐκτήσατο, ἡνίκα τὰ ἀπόῤ‐
20ῥητα διελέγχειν ἔμελλον· οὐδὲ γὰρ ὧν ἀδικήσωσιν οἱ πο‐ νηροὶ, δίκας ὑπέχειν βούλονται, ἀλλ’ ὧν ἂν εὐθύνεσθαι μέλλουσι χαλεπαίνουσιν· εἶτα μετ’ ἀδείας τὰ πρὸ τοῦ βαδίζων, καὶ παρ’ ὅλον τὸν τῆς ἀποδημίας χρόνον ἀκιν‐ δύνως διάγων, δεινὸν οὐδ’ ὁτιοῦν πέπονθεν· ἐκ δὲ τῆς
25ἀποδημίας ἐπανιὼν ὁπηνίκα τῆς ἐπανόδου τῆς οἴκαδε πάλιν εἴχετο, τότε δὴ τότε καὶ δυσμενεῖς ἅπαντες καὶ λῃσταὶ συνεῤῥύησαν· πόθεν οὖν εἰς τὴν κατὰ σοῦ ταύ‐ την γραφὴν ὡρμήθημεν; εἰ μὲν καὶ τὸν πιστὸν ἐκ τῶν προϋπαρξάντων εἴχομεν· κλοπὴν μὲν καταμηνύει φώ‐
30ρια· προδοσίαν δὲ δῶρα· καὶ τῶν ἄλλων ἑκάστων ἔρ‐
γων τὰς ἀποδείξεις ἐκ τῶν εἰκότων ἐλάμβανε· τί γὰρ δή72

8

.

73

ποτε πάντα ἀφέντες ὑμεῖς καὶ πολίτας καὶ ξένους καὶ μετοίκους, καὶ γείτονας καὶ τῶν οἰκετῶν τοὺς λοιποὺς ἐπὶ σὲ καὶ τὸν σὸν κοινωνὸν τὴν αἰτίαν ἄγομεν; οὐ γὰρ δὴ τοῦτ’ ἂν εἰπεῖν ἔχῃς ὡς εὖνοι μὲν ἐκείνοις ἐσμέν·
5προϋπῆρχε δὲ ἡμῖν τις πρός σε ἀπέχθεια· τὰ γὰρ πρα‐ χθέντα ἐκείνους μὲν τῶν ἐγκλημάτων ἀφίησι, σὲ δὲ εἰ‐ κότως ἐπάγει τῇ δίκῃ· εἰ μὲν γὰρ ἀναιρεθέντος του ἤχθου, ζητεῖν τὸν αἴτιον μεθ’ ἡμῶν ἐχρῆν· ἐπειδὴ δὲ ἕρμαιον ἡγῇ τὸν ἐκείνου θάνατον, οὐδεὶς πλὴν ὑμῶν ἐκεί‐
10νῳ πολέμιος. ΠΙΘΑΝΗ ΑΠΟΛΟΓΙΑ ΟΥΚ ΕΜΠΙ‐ ΠΤΕΙ. Οὔτε εἰς τὴν μοιχείαν, οὔτε εἰς τὸν φόνον· οὐ‐ δεὶς γὰρ λέγει· ἀλλ’ εἰ ἐμοίχευον, οὐκ ἂν ἔλυσα· οὐδ’ ἂν λυθεὶς, ἀνεῖλεν ὁ παῖς· τίς οὖν εὐήθης φησὶν ὡς δοῦναι καθ’ ἑαυτῆς ὑποψίαν μοιχείας τῷ τὸν οἰκέτην
15λῦσαι· ΛΥΣΙΣ. Κακοήθης μὲν οὐκ εὐήθης ἡ πρᾶξις ἐλήλεγκται· μᾶλλον δὲ τὸ κακόηθες εὔηθες ὂν ἐπι‐ δείκνυται. σὺ μὲν γὰρ ᾤου τῶν δεσμῶν τὴν ἄφεσιν λύ‐ σιν εἶναι τῶν ἁμαρτημάτων· λέληθε δὲ πίστις οὖσα μᾶλ‐ λον εἶναι ἡ ἄφεσις· δι’ ὧν γὰρ ἐκφεύξεσθαι τὴν ὑπό‐
20νοιαν ἤλπιζες, διὰ τούτων ἑάλωκας· ἐὰν μὲν γὰρ ἐχρῆν τὸν οἰκέτην κατὰ χώραν μένειν καὶ μὴ τὸν τῆς μοιχείας ἔλεγχον ἀφανῆ ποιεῖν· οὐδεὶς γὰρ οὕτως ἀπάνθρωπος, ὡς τὸν μηδὲν ἠδικηκότα δεσμώτην ποιεῖν· ἀλλ’ οἶμαι πρὸς ἔλεγχον ἐναργῆ δήσας ἐφύλαττεν· ἐξὸν γὰρ αὐτῷ
25καὶ ἀνελεῖν, εἴπερ ἠβούλετο, κυρίους ὑμᾶς ἐποίει τῆς ψήφου, καὶ μᾶλλον εὐλαβείᾳ πλείονι τοῦ προσήκοντος, ἢ ἐξουσίᾳ κατεχρήσατο· σὺ δὲ τὸν ἐκ τῶν βασάνων ἔλεγχον δείσασα λύεις μὲν τὸν οἰκέτην, φυγῆς δὲ δίδως
σύνθημα, καὶ ὀργῇ φέρουσα τὴν πρὸς τὸν ἄνδρα δυσ‐73

8

.

74

χέρειαν. αὐτόχειρ ἐκείνου δι’ ἀνδραπόδου γέγονας πονη‐ ροῦ. ΕΠΙΛΟΓΟΙ. Ἀλλ’ ὢ τῆς δυστυχοῦς ἐκείνης ἐξό‐ δου, δυστυχεστέρας δὲ ἐπανόδου· ἐριννύες ἄρα τῆς ὁδοῦ προεπόμπευον· χορὸς ἀλαστόρων τῆς πορνείας ἡγεῖτο·
5κἀκεῖνος μὲν τὴν ἐνέδραν ἠγνόει· συνεσκευώρεις δὲ, ὦ γύναι, τὸν φόνον, δεύτερον ἀγωνιστὴν τοῦ δράματος ἔχουσα δήμιον δοῦλον, σφαγέα δεσπότου, μαστιγίαν ἀνδρὸς ἀλιτήριον, ὃς ἐκ τοῦ δεσμω‐ τηρίου δρόμῳ χωρήσας ἐπὶ τὴν καλὴν ἀριστείαν τῶν σῶν
10ἐντολῶν οὐκ ἠμέλησεν· οἵαν ἐκεῖνος ἀφῆκε φωνὴν ἀναι‐ ρούμενος· οἷον ὕπατον ἐφθέγξατο λόγον· οὐ γὰρ ἠγνό‐ ησε τὸν σφαγέα· κτείνει μὲν ξίφος οἰκεῖον καὶ γυναικὸς ἀκολάστου θυμός· τοιοῦτοι γὰρ τῶν ἐξ ἐπιβουλῆς κτει‐ νομένων οἱ λόγοι· ἀφ’ ἑστίας τὸ πάθος· οἴκοθεν ἡ προ‐
15δοσία· καὶ ὁ μὲν οὕτως ἐξ ἀμφοτέρων ἀνήρπαστο· ἡ γυνὴ δ’ ἤκουεν εὐαγγέλια τοῦ φόνου· ἴσως μὲν ἀποδεξα‐ μένη τὸν αὐτόχειρα, λαθραίως δὲ καὶ ἀγγέλου τινὸς ἥκοντος, ὥσπερ τι σκυθρωπὸν ἀγγέλλοντος τὸ πάθος· ἡ δ’ ἥσθη μὲν πυθομένη, καὶ φαιδρὰ τοῖς ἔνδον ἐφαί‐
20νετο· ἐπῄνει δὲ τὸν ὑπηρετήσαντα τῷ βουλήματι, καὶ τίμιον ἦγε πολὺ μᾶλλον ἢ πρότερον. ὦ πλήρης ἑστία δραμάτων. ὦ μεστὴ παθῶν οἰκία· οὐκ ἦν, ὡς ἔοικε, γυ‐ ναικὸς ἐπιβουλὴν μοιχευομένης διαφυγεῖν· πάντως ὑβρι‐ σθέντος, γάμου σώφρονος καὶ γάμος ἕπεται· ἀρχὴ μὲν
25φόνου μοιχεία· πέρας δὲ ταύτης ἀναίρεσις· ἐνθυμεῖσθε μιαιφόνον ἐντρυφῶντα τοῖς τοῦ δεσπότου κτήμασι· μὴ περιΐδητε τῶν μὴ προσηκόντων ἀπολαύοντα τὸν οἰκέτην· μισήσατε τῆς ἀκολασίας τὸν ἄνθρωπον· τῆς ἐπι‐ βουλῆς τιμωρήσασθε· καθάρσιον ἔστω τοῦ ἄγους ὁ ταύ‐
30της θάνατος. διπλῶν ἀδικημάτων εἷς ἔστω κολάσεως
τρόπος· ἐκκηρύττομεν δὲ κἀκεῖνον τῆς πόλεως· ἢ συλλα‐74

8

.

75

βόντες ἐπὶ ταύτῃ κολάσωμεν· μὴ σωζέσθω μηδεὶς, μὴ καθαρὸς τὰς χεῖρας· μηδὲ περιεῖναι συγχωρείσθω φόνῳ τὰς χεῖρας μολυνόμενος· ταῦτα γὰρ δρῶντες, ὅσια καὶ συμφέροντα δράσομεν· εὑρήσεις δὲ καὶ ἀπὸ τοῦ κοινοῦ
5ἐπιλόγου τοῦ δικαίου προσθεῖναι καὶ ἐκ τοῦ συμφέ‐ ροντος ἐπιχειρήματα πολλά.
6
8ΑΠΟ ΓΝΩΜΗΣ ΣΤΟΧΑΣΜΟΣ.
9aἘν τυραννουμένῃ πόλει ἀνελθών τις ἀνεῖλε τὸν τύραννον, δω‐
10aρεᾶς αὐτῷ προκειμένης· ῥήτωρ ἀντεῖπε, φήσας μεμηνέναι τὸν ἀν‐
11aελόντα τύραννον· ἐνίκησεν. μετὰ ταῦτα ὡς μεμηνὼς ἀνεῖλε τὸν ῥή‐
12aτορα, καὶ κρίνεται φόνου.
13 Ὡς ἁπλοῦς διαιρεθήσεται ὁ ἀπὸ γνώμης στοχασμὸς ἐκλιμπάνοντος μόνου τοῦ κεφαλαίου τῆς τῶν ἐλέγχων
15ἀπαιτήσεως· γνώμης γὰρ καὶ προαιρέσεως οὔσης τῆς κατηγορίας, οὐ δυνατὸν λέγειν, ὅτι δὸς τοὺς ἐλέγχους τῆς πράξεως· ἵνα δὲ σαφεστέρα γένηται ἡ διαίρεσις ἐπὶ πα‐ ραδείγματος ἴδωμεν τὰ κεφάλαια· δώσεις δὲ τῷ δο‐ κοῦντι μεμηνέναι συνήγορον· τὰ προοίμια, ὅτι οὐ μόνον
20οὐκ ἤρκεσεν ἀποστερῆσαι τὸν τυραννοκτόνον τῆς δωρεᾶς· ἀλλ’ ὅτι καὶ παρὰ τὸν νόμον γραφόμενοι φόνου κατη‐ γορεῖν σπουδάζουσιν· ἢ οὕτως· ὅτι πολλὰ τὸν τυραν‐ νοκτόνον παρὰ τοὺς νόμους ἠδίκησαν, καὶ ἀποστερή‐ σαντες τῆς τιμῆς καὶ φόνου γραφόμενοι. ΔΕΥΤΕΡΟΝ
25ΠΡΟΟΙΜΙΟΝ· Θαυμάζωμεν οὖν καὶ τοὺς πεπεισμένους
τότε τῶν δικαστῶν μὴ παρασχεῖν τὴν δωρεὰν, ἀπο‐75

8

.

76

λαύειν μὲν ἐῶντας τῆς ἐλευθερίας, μὴ διδόντας δὲ τὴν ἀμοιβήν· ἀλλὰ πεισθέντας τῷ κακοδαίμονι ῥήτορι, τὸν τυραννοκτόνον μεμηνέναι διαγορεύοντι. ΑΛΛΟ ΠΡΟ‐ ΟΙΜΙΟΝ· Οἴομαι μὲν οὖν, ὅτι διὰ τὸ τῆς δωρεᾶς χη‐
5ρεύειν, μᾶλλον δὲ διὰ τὴν ἐπίπλαστον σκῆψιν τοῦ ῥήτο‐ ρος λυπούμενος ὁ ἄνθρωπος καὶ τότε πρῶτον ἐμάνη· λύπη γὰρ καθ’ ὑπερβολὴν ἐπισκήψασα δαιμονᾷν τῷ νοσοῦντι ποιεῖ· ἢ οὕτως, ὅτι μεμηνὼς ἀνεῖλε τὸν ῥήτορα καὶ δίκαιον νῦν γοῦν φυλάξαι τοὺς νόμους,
10καὶ ἀφεῖναι τὸν τοιαύτην μανίαν δυστυχήσαντα· Η ΚΑΤΑΣΤΑΣΙΣ ἔχει τὴν πολιτείαν, εἶτα τὴν τοῦ τυράννου παρανομίαν, κατ’ αὔξησιν εἰσαγομένην καὶ δείνωσιν, εἶτα τὴν ἀναίρεσιν, καὶ τὴν ἐπὶ ἐλευθερίᾳ πομπὴν, καὶ συναγωγὴν τῆς ἐκκλησίας ἐπὶ τῇ δωρεᾷ,
15καὶ τὴν ἀντίῤῥησιν τοῦ ῥήτορος, καὶ τὴν πειθὼ τῶν πολιτῶν, καὶ τὴν ἐντεῦθεν ἄλλην γινομένην μανίαν, καὶ τὸν ὕστερον τοῦ ῥήτορος φόνον, καὶ τὴν νῦν ἐπὶ τούτῳ κρίσιν· μετὰ ταῦτα ἔρχῃ ἐπὶ τοὺς ἀγῶνας· ἰστέον δὲ καθόλου, ὅτι παραγραφικὸν
20ἐν τοῖς ἀπὸ γνώμης στοχασμοῖς οὐκ ἐμπίπτει· ζη‐ τουμένου γὰρ τοῦ εἰ ἀληθῶς μέμηνεν, ἢ οὒ, οὐ δυνα‐ τὸν λέγειν, ὅτι οὐκ ὀφείλω κρίνεσθαι, ὑπὲρ ὧν μαινόμε‐ νος ἔπραξα· τοῦτο γοῦν αὐτό ἐστι τὸ ζητούμενον, πό‐ τερον ἀληθῶς μέμηνεν, ἢ οὔ· ἡ τῶν ἐλέγχων ἀπαίτησις
25ὁμοίως καθόλου ἐν τοῖς ἀπὸ γνώμης στοχασμοῖς οὐκ ἐμπίπτει· ἡ βούλησις τοίνυν πρῶτον ὑπάρχει κεφάλαιον·
ὅτι οὐκ ἂν, εἰ ἐσωφρόνει, ἠβουλήθη τὸν ῥήτορα διαχρή‐76

8

.

77

σασθαι, ἵνα μὴ ἐναγὴς γένηται, καὶ ἑαυτὸν ἀποστε‐ ρήσῃ σπονδῶν, κρατήρων ἱερῶν, πανηγύρεων συνόδου, καὶ τῶν τοιούτων· ἔτι δὲ καὶ τὴν ἀπὸ τῶν νόμων τι‐ μωρίαν καὶ κρίσιν ὑφορώμενος, καὶ τὰ παρ’ ὑμῖν δικασ‐
5τήρια, καὶ τὴν περὶ πάντων κατάγνωσιν εὐλαβούμενος, ἐφύλαξα ἂν τοιοῦτόν τι δρᾶσαι· ἀλλ’ ἐχθρὸς ἦν, ἔστιν αἰτία, ἀλλ’ ἐν ἄλλοις αὐτὸν ἀμύνασθαι ἐζήτησεν, οὐκ ἐν φόνῳ, ἐν ᾧ καὶ αὐτῆς τῆς πράξεως εἶχεν εὐθύνεσθαι, καὶ τὰ τοιαῦτα· θὲς αἰτίας καὶ λῦσον· καὶ πληροῖς οὕτω
10τὴν βούλησιν. ΔΥΝΑΜΙΣ. Ἡ δύναμις οὐκ ἐμπίπτει καθόλου· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὅτι οὐκ ἠδυνήθην ἀνελεῖν καὶ δοκῶν μεμηνέναι· λύσεις δὲ ὡς καὶ τὸ ἐν ἄλλοις εἶπον τῇ βουλήσει· ὅτι μὴ βουλόμενος οὐκ ἂν ἠδυνήθην, καὶ τὰ τοιαῦτα· τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους
15κατὰ τοῦ τυραννοκτόνου τυγχάνει, διὸ ἐξ ἀντιθέσεως τεθήσεται· ἀλλ’ αὐτόν φησιν μόνον ἀνεῖλε τὸν ἀντει‐ πόντα· τῇ δωρεᾷ· ἕτερον δὲ οὐδένα τῶν πολιτῶν, ἀλλὰ τὸν ἀντειπόντα· λύσεις χρώματι ἀντεγκληματικῶς. ὅτι αὐτὸς αἴ‐ τιος ὁ ῥήτωρ ἦν, συνεχῶς προϊὼν, συντυγχάνων, συγ‐
20καλούμενος, ὀνειδίζων τὴν δωρεὰν, φάσκων νενικη‐ μένα συνεχῶς, ἀναγινώσκων τὸν περὶ τῶν τυραννοκτό‐ νων νόμον, καὶ τὰ τοιαῦτα. Η ΠΙΘΑΝΗ ΑΠΟΛΟΓΙΑ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Οὐ γὰρ δυνατὸν εἰπεῖν, οὐκ ἂν ἀπέκτεινα φανερῶς, ἵνα μὴ φόνου κριθῶ· μωρὸν γάρ·
25ἐν μέντοι γε τῇ μητρυιᾷ τοιαύτη τις ἕπεται πιθανὴ ἀπολογία· ἀλλ’ οὐκ ἂν τοῦτον τὸν τρόπον ἀνεῖλε τὸν τύραννον, καὶ τὸν υἱὸν ἔτρωσεν, εἰ μὴ ἀληθῶς ἐμαί‐ νετο· δυνατὸν γὰρ καὶ ἑτέρως ἦν αὐτὸν ἀνελεῖν, ἅτε μεμηνυίας τῆς μητρυιᾶς· μετὰ ταῦτα θήσεις τοὺς ἐπι‐
30λόγους, ὄντας ἀπὸ τῆς ποιότητος ἐν μανίᾳ· ἀλλ’ ἤδη77

8

.

78

τὴν ψῆφον ἐνέγκωμεν· δεινὸν γὰρ ὁρᾷ, δεινὸν βλέπει· καὶ κατ’ αὐτῶν, ὡς ἔοικε, τῶν δικαίων χωρεῖ· ἀγνοεῖ πάντως κρινόμενος· οὐκ οἶδεν, ὅπη τανῦν ἔστηκε· δησάτω τις αὐτόν· μᾶλλον δὲ μετὰ τῆς ψήφου φρουροὺς
5αὐτῷ χειροτονήσει τὸ δικαστήριον, καὶ τὰ τοιαῦτα. ΠΑΡΑΔΟΞΟΣ ΣΤΟΧΑΣΜΟΣ· Φευκτέον τὸ τοιοῦτον εἶδος· τῶν στοχασμῶν γὰρ ὑποπίπτει τῷ ὅρῳ· διὸ προσ‐ ήκασθαι τὴν τοιαύτην πλάσιν οὐκ εὔλογον· υἱὲ, Καρ‐ πωνιανὲ τιμιώτατε· καὶ γὰρ εἰ τύχη σέ τις εὐδαίμων
10ὑπηρετεῖν βασιλεῖ στρατευόμενον παρεσκεύασεν, ἀλλ’ ἐν ῥητορικῇ σοφιστικὸν ἔργον ποιεῖς, παρακολουθῶν τοῖς θεωρήμασιν ἅπασιν· πλὴν ἵνα μηδὲ τούτων ἄπειρος ἦς, ἴσθι τὴν αὐτὴν αὐτοὺς ἔχειν διαίρεσιν· τοῖς ἁπλοῖς ἐκλιμπανόντων τῶν ἐλέγχων· οἷον εἰκός σε μὴ ἀνῃρη‐
15κέναι σκηπτῷ τὸν τύραννον, ἀλλὰ τὸ πῦρ αὐτομάτως πεσεῖν· ἢ εἰκός σε μάλιστα κατασπᾶσαι τὸν σκηπτὸν καὶ κεκληκέναι τοὺς θεοὺς, ἅτε δὴ δικαίου καὶ εὐσε‐ βοῦς τοῦ πράγματος ὄντος, καὶ τὰ τοιαῦτα· καὶ οὕτω διόλου προβαίνουσιν οἱ ἀπαιδεύτως τοιοῦτον εἶδος τῶν
20στοχασμῶν προδεχόμενοι.
20
ΟΡΙΚΑ ΚΑΤΑ ΚΡΙΣΙΝ.
22aἘρῶν τις ἑταίρας τὸν υἱὸν ἀπεκήρυξεν· ὁ παῖς συνῴκησε τῇ
23aἑταίρᾳ· τεθνηκότα ἔθαψεν ἐν τοῖς ἑαυτῆς μνήμασι· καὶ ἀπελθὼν
24aὁ πατὴρ νυκτὸς ἔλαβεν αὐτὸν, καὶ κρίνεται παρὰ τῆς ἑταίρας τυμ‐
25aβωρυχίας.
26 Μεστὸν πάθους τὸ ζήτημα· ἡ γὰρ ἀποκήρυξις τοῦ παιδὸς, ὁ θάνατός τε καὶ ἡ τῆς τυμβωρυχίας γραφὴ πολὺ χορηγεῖ τὸ πάθος τῷ ἐγκλήματι· δεῖ οὖν πάντα καιρὸν τὸν πατέρα παθαινόμενον φαίνεσθαι, καὶ τοῦ παιδὸς
30τὸν θάνατον ὑποπτεύοντα, καὶ σωφρονισμοῦ χάριν οὐ
μίσους ποιησάμενον τὴν ἀποκήρυξιν· γνωστέον δὲ, ὅτι78

8

.

79

οὐδεὶς τῶν παθαινομένων εὐδαιμονίζει τοὺς μὴ τοιαῦτα παθόντας· ὥσπερ εἰώθασί τινες ἀπὸ τούτου τοῦ τόπου λαμβάνειν τὰ προοίμια· οὐ γὰρ εὐδαιμονίζειν ἴδιον τῶν παθαινομένων τοὺς δικαστὰς, οἷα πολλάκις ἐστὶν εὑρεῖν
5προοιμιαζομένους τινάς· οἷον ἄνδρες εὐδαίμονες καὶ κακῶν τῶν ἀπὸ τῆς ἑταίρας ἀπείραστοι· τὸ γὰρ εὐδαιμονίζειν τινὰ ὅλως, καὶ μὴ πρὸς τὴν οἰκείαν ἐπιγίνεσθαι συμφο‐ ρὰν τῶν παθαινομένων ἀλλότριον· παρατηρεῖν δὲ κἀ‐ κεῖνο καλὸν, ὅτι δεῖ τῇ τῆς ἑταίρας ποιότητι προσηκού‐
10σας ποιεῖσθαι τὰς καταδρομὰς, ὡς πολλοὺς ἤδη δια‐ φθειρούσης τῶν νέων· χρήσῃ οὖν τοῖς προοιμίοις οὕ‐ τως. Συνῆψεν, ὡς ἔοικεν, ὦ ἄνδρες πολῖται, τῇ κατει‐ ληφυίᾳ με συμφορᾷ δυστύχημα χαλεπώτερον, καὶ δι‐ πλοῖς ἐξαίφνης περιπέπτωκα πτώμασιν· ἔναγχος μὲν ἀπο‐
15λέσας ὃν ἐκαλούμην πατήρ· καὶ οὔπω λέγω τὴν πρό‐ φασιν, οὔπω τῶν θρήνων ἀναπαυσάμενος ἐπὶ τῷ παιδὶ τελευτήσαντι, τυμβωρύχος ὀνομάζομαι· καὶ δακρύειν μὲν ἔτι παρὰ τὸν τάφον οὐ συγκεχώρημαι κείμενος· κρίνομαι δὲ παρ’ ὑμῖν, ἑταίρας ἀγνοεῖν ὑποκρινομένης τὴν φύσιν·
20ἀλλ’ ἴσως ἄγει τις δαίμων ἐπὶ τὴν δίκην τὴν πολλοὺς ἤδη πολλάκις πρὸς αὐτὴν νέους ἀπὸ τοῦ δήμου συλήσασαν· καὶ δικαίως ἀγνοῆσαι πεποίηκε τὴν γραφὴν, ἵνα πατρὸς ὡς παιδὸς τάφον σκυλεύσαντος, ἐκ πορνείας ἀπαλλάξῃ τὸν δῆμον πολιορκήσαντα· δεύτερον δέδοικα μὲν, μὰ τοὺς
25θεοὺς, μὴ κεκρατημένος τῷ πάθει τανῦν οὐκ ἀρκέσω πρὸς τὴν ἑταίραν ἀπολογούμενος, καὶ δόξω τῶν δικαίων οὐκ εὐπορεῖν, ὑπὸ τῶν συμβεβηκότων παραχωρούμενος· ὅταν γὰρ τοῦ παιδὸς τὸν θάνατον ἐννοῶν ἀπίδω πρὸς τὸν ἀ‐ γῶνα κρινόμενος, πρὸς ἄμφω τὸν λογισμὸν μεριζόμενος, ὑπεί‐
30κω τὴν συμφορὰν, πρὸς τὴν ἀπολογίαν ἐξίσταμαι. ὑμέτερον
οὖν ἐξ ὀλίγων μὲν ῥημάτων ἐλέγξαι τὴν κατ’ ἐμοῦ γινομένην79

8

.

80

ἐπήρειαν, ἀφεῖναι δέ με πρὸς τὸν τοῦ παιδὸς τάφον ὀδύρεσθαι τὸν μετὰ τὴν ἀποκήρυξιν εὐθὺς ὀφθέντα τῷ γένει νε‐ κρόν· οὐκ ἂν ἀνέξομαι τοῦ παιδὸς ἔρημον τὴν ἑστίαν ὁρᾷν, ὁ πρὸς ὀλίγον ἀντὶ σώφρονος οὐ καρτερήσας τὴν
5ἀποκήρυξιν. ΤΡΙΤΟΝ ΠΡΟΟΙΜΙΟΝ. Ἡ μὲν οὖν ἑταίρα πρὸς τοὺς ἐραστὰς αὐτῆς, ὡς εἰκὸς, διὰ τὴν γραφὴν ταύτην σεμνύνεται, καὶ ταύτην σοφισαμένη κατὰ πατρὸς τὴν ἐγχείρισιν, οἴεται τοὺς συνόντας μᾶλλον σχήσειν σπουδάζοντας· οὐ μὴν ἀπόχρη τοῦτο πρὸς τὴν ἐπιθυ‐
10μίαν αὐτῇ τὸ κακούργημα· λήψεται γὰρ ἐπ’ ὀλίγον ἀντ’ ἐραστοῦ παρὰ τῶν νόμων τὸν δῆμον, αὐτὴν μὲν διὰ τὴν προαίρεσιν τιμωρούμενον, ἐπιστρέφοντα δὲ τὰ γένη πρὸς ἄλληλα, μηδενὸς ὄντος μηκέτι τοῦ τὴν φύσιν χωρίσοντος. δυνατὸν καὶ τοιαύτην ἄλλην τοῦ προοιμίου
15δέξασθαι πρότασιν· ἡ μὲν ἑταίρα προσθεῖναι τῷ παιδὶ τὸν πατέρα βεβούλευται· δύνασαι καὶ ἄλλην προκαταρ‐ κτικὴν λαβέσθαι ἔννοιαν· ὅτι μετὰ τῶν ὄντων ἐρασ‐ τῶν ἡ ἑταίρα ἄλλους ἐραστὰς ταύτῃ προσθεῖναι βεβού‐ ληται μᾶλλον, ἢ γράψασθαι· καὶ προθυμότερον ὡς εἰ‐
20κὸς ἐπὶ τὴν κατηγορίαν ἐλήλυθεν, ἵν’ ἀπὸ τοῦ βήματος μεθ’ ἑτέρων ἐραστῶν δορυφορουμένη πορεύσηται. ΚΑ‐ ΤΑΣΤΑΣΙΣ. Καταστήσεις δὲ τοῦτον τὸν τρόπον προκα‐ ταστάσει χρησάμενος· ὅτι μεριζόμενος πρὸς τὸ πάθος καὶ τοὺς λόγους ἀπορῶ, ποῖ τράπωμαι· οὐδὲ γὰρ ἀδα‐
25κρυτὶ διεξελθεῖν ἅπαντα δύναμαι, οὔτε τοὺς λόγους τοὺς περὶ παιδὸς ποιούμενος μὴ οὐχὶ πολὺν ἐγεῖραι θρῆ‐ νον καὶ δάκρυα. εἶτα ἡ κατάστασις· ἐπειδὴ γὰρ ὡς εἴθε μή ποτε ἠγαγόμην γύναιον ὁ δυστυχέστατος, ηὐχόμην γενέσθαι μοι παῖδα· καὶ πολλὰ τοὺς γενεθλίους ἐλιπά‐
30ρουν θεοὺς πληρῶσαί μοι διὰ τάχους τὸ σπουδαζόμενον· οὐκοῦν τὴν ἀπὸ τῶν παίδων ἐσκόπουν ὁ κακοδαίμων ἐγὼ, οὐδὲ κωμάσειν ἑταίραν κατὰ τῆς ἐμῆς οἰκίας προσεδό‐
κουν ὁ δείλαιος, καὶ τὰ τοιαῦτα. ὡς οὖν εἶδον τὸν παῖδα80

8

.

81

γενόμενον, τίς ἦν τότε, ἢ τίς ἐγενόμην, εἰπεῖν οὐκ εὐπορῶ· πολλάκις τότε διὰ τοῦ παιδὸς ἤλπισα γενέσθαι πρὸς τὴν πόλιν εὐδόκιμος· ἀριστεύοντος τοῦ παιδὸς, στρατηγοῦντος καὶ ῥητορεύοντος· ταῦτ’ ἐννοῶν ἦγον, ἐπαίδευον ἀπατώ‐
5μενος, καὶ τρέφων ἀκολάστου γυναικὸς παίγνιον ἠγνόουν γενόμενος· τί οὖν ἐπὶ τούτοις; εὐθὺς ἐδίδασκον τοὺς νόμους, πρὸς τὰ τακτικὰ παρεσκεύαζον, τῆς δημοκρα‐ τίας αὐτὸν ἐποίουν ἐρᾷν· διδάσκων, συμβουλεύων πολλά‐ κις, καλῶν τέκνον πολλάκις· τὸ σωφρονεῖν δημοκρατού‐
10μενον ἄριστον, ἂν πρὸς τὸν δῆμον ὁρᾷς, εὑρήσεις ἑπόμε‐ νον τῇ πολιτείᾳ τὸν στέφανον, δωρεὰς ἐξίσου καὶ τιμὰς παρὰ τοῦ δήμου πολιτεύματα, καὶ τὰ τοιαῦτα· εἶτα ὅτι ταῦτα λέγοντός μου καὶ συμβουλεύοντος, σκαιοτέρα τις τοῖς ἐλπιζομένοις τύχη ἐβάσκανεν· ὡς γὰρ ἦν λοιπὸν νε‐
15ανίας ὁ παῖς, καὶ λοιπὸν ἤλπιζον ἔργῳ περαιοῦσθαι τὰ προσδοκώμενα, τὸν υἱὸν ὑπὸ τῆς ἑταίρας ὁρῶ διαφθειρό‐ μενον, καὶ τῶν ἀρίστων μὲν συμβουλευμάτων ἀπεχόμε‐ νον, πρὸς ἀκολασίαν δὲ ῥέποντα· τὸ δὲ αἴτιον, πορνεία τὴν ἐμὴν ὑπώρυττεν οἰκίαν· συνεὶς οὖν εὐθὺς τὸ γινόμε‐
20νον, καὶ συνὼν ὅτι οἱ νέοι πρὸς ἀπάτην εὔκολοι ἠπεί‐ λουν, ὠργιζόμην, ἀπέρχεσθαι τῆς ἑταίρας ἐκέλευον· ὡς δὲ οὐκ ἔπειθον, πληγὰς ἐπεφόρουν τὸ πρῶτον τῷ σώματι· εἶτα ἐκ τούτου μηδὲν καθορῶν, μηδὲ κωλύων τῆς ἐπι‐ θυμίας τὸν παῖδα, ὡς δεινόν τι χρῆμα πατὴρ ὀργιζόμε‐
25νος, ὡς δύσκολον ἐπισχεῖν κατὰ παιδὸς τὸ γένος κινού‐ μενον, τὸν τῶν ἀποκηρύκτων νόμον οὐκ ἀγνοεῖς· χρή‐ σομαι κατὰ σοῦ τῷ κοινῷ τῆς πόλεως κηρύγματι, καὶ τὰ τοιαῦτα· εἶτα ἑξῆς· ἀλλ’ ὢ τῆς τύχης, ἀποκηρύξας πρὸς σωφρονισμὸν ὀλίγον τὸν παῖδα, μετὰ τὸν χωρισ‐
30μὸν εὐθὺς ἐθεασάμην τὸν παῖδα νεκρόν· καὶ τὸ τῶν ἀνη‐
κέστων δεινότερον, ἔθαπτεν ἡ ἑταίρα παρ’ αὐτῇ τὸν81

8

.

82

ἐμὸν υἱόν· εἶτα μετὰ τὸν θάνατον τῷ γένει πλασάμενος, καὶ μεταγαγὼν ἐν τοῖς ἡμετέροις τάφοις τὸν κείμενον, τυμβωρύχος διὰ τὴν ὁσίαν τοῦ παιδὸς ὀνομάζομαι· καὶ συναψάσης τῆς ὕλης τὴν ἀποκήρυξιν, τὸν χωρισμὸν, τὴν
5τελευτὴν, ὡς πολέμιος ἐγὼ τοῦ παιδὸς κρίνομαι· καὶ τὰ τοιαῦτα. ΠΡΟΒΟΛΗ ΟΡΟΥ. Γνωστέον, ὅτι τοῦ ἀν‐ θορισμοῦ κατασκευαστικὰ καὶ τὰ ἑξῆς τυγχάνει κεφάλαια· καὶ τὸν αὐτὸν ἐπέχει λόγον ἐπιχειρήμασιν· ἥ τε γὰρ τοῦ νομοθέτου γνώμη καὶ ὁ συλλογισμὸς καὶ ἡ πηλικότης καὶ
10τὸ πρός τι τὸν ἀνθορισμὸν κατασκευάζοντα τὴν προ‐ βολὴν τοῦ ὅρου ἀναιρεῖ· διὸ καὶ εἰκότως μετὰ τὸν ἀν‐ θορισμὸν ἅπαντα ταῦτα τέτακται· τῇ γὰρ τοῦ ἀνθο‐ ρισμοῦ κατασκευῇ ἡ προβολῆς δύναμις συναιρεῖται· προβολὴ δέ ἐστι τὸ τελευταῖον νόημα τῆς καταστάσεως,
15ἔνθεν τὸ ὄνομα προβάλλῃ τῆς κρίσεως· οἷον ἂν μέρος τοῦ μελετωμένου τυγχάνῃ· ἀλλὰ διωρύξατο τὸν τάφον. ΑΝΘΟΡΙΣΜΟΣ. Οὐκ ἔστιν ὁ θάψας τινὰ τυμβωρύχος· τυμβωρύχου μὲν γὰρ τὸ τοῖς κειμένοις λυμήνασθαι τοῦ τὴν ὁσίαν πληροῦντος τοῖς τελευτήσασι, τὸ κρύπτειν
20γῇ καὶ τάφῳ τὰ σώματα· εἰ μὲν οὖν ἔχεις εἰπεῖν, ὡς ἐθρασυνόμην παρὰ τὴν φύσιν, ἢ τολμήσας τι παράνο‐ μον εἰς τοὺς κατοιχομένους ἐξήμαρτον, γράφου· εἰ δὲ τούτων οὐδὲν εἰς ἐμὲ πεπλημμέληται, τίνος ἕνεκεν κατ’ ἐμοῦ τὴν τοιαύτην εἰςαγγελίαν πεποίησαι; ἐδυσχέραινον,
25ὁμολογῶ, τὸν υἱὸν ἀκούων παρ’ ἑταίρᾳ θαπτόμενον, καὶ παρὰ τὴν ἀξίαν τοῦ γένους ὁρῶν ὑβριζόμενον· μέ‐ χρι παντὸς κατ’ ἐμοῦ τὴν διαβολὴν ὑπάρχειν οὐκ εἴασα· τίς γὰρ τυμβωρύχος γῇ καὶ τάφῳ καλύπτει τὰ σώματα; τίς πρὸς κέρδος ὁρῶν τῶν προσηκόντων τοῖς θαπτομέ‐
30νοις ὀρέγεται; οὐδεὶς τυμβωρύχος θρήνοις κολάζει μετὰ
τὸ δρᾶμα καὶ δάκρυσι· σὺ μὲν τοῦ μὲν ὀρύξαι τὸν τά‐82

8

.

83

φον μνημονεύεις ἁπανταχοῦ, τὸ δὲ ἀνῃρηκέναι τὴν ὁσίαν οὐκ αἰτιωμένη τοῦ σώματος τὴν ἐπὶ τοῖς τυμβω‐ ρυχοῦσι κόλασιν παρὰ τῶν νόμων ἐπιζητεῖς, καὶ ὅσα τοιαῦτα. εἶτα τοῦτο πίστωσαι παραδείγμασιν· ὅτι οὐκ
5ἐάν τις κινήσῃ τάφον, ἤδη καὶ τυμβωρύχος ἐστίν· οὐκ ἐάν τις γυμνώσῃ ξίφος, ἤδη καὶ πρὸς φόνον μεμό‐ λυνται· οὐδ’ ἂν ἀνατείνῃ τις τὴν χεῖρα, ἤδη καὶ τὴν πληγὴν κατήνεγκεν· οὐδὲ τεῖχος ἀνακτόρων ἐὰν κατενέγκῃ ἐπὶ διωρθώσει τῶν ἱερῶν, ἠσέβησεν· ἀλλ’ ἑκάστου δρά‐
10ματος τὸ τέλος σκοποῦντες ἄνθρωποι, οὕτω καὶ τὰς γραφὰς κατὰ τῶν δρασάντων ἐργάζονται· ὁ συλλογισμὸς ὁ παρὰ τοῦ κατηγόρου συνάγει εἰς ταὐτὸν, τό τε λοι‐ πὸν καὶ τὸ πεπραγμένον διαιρεῖ· καὶ δείκνυσιν, ὅτι ἕτερον τοῦτο καὶ ἕτερον ἐκεῖνο τὸ ἐργαζόμενον· εἰκότως δὲ μετὰ
15τὸν δεύτερον ὅρον τάττεται· ἵνα μὴ ὁ φεύγων εὐθὺς μετὰ τὸν ἑαυτοῦ ὅρον διαστήσῃ τῷ συλλογισμῷ, καὶ χωρίσῃ τὰ πράγματα· ὁ δὲ κατήγορος τά τε παρὰ τοῦ φεύγον‐ τος καὶ τὰ παρ’ ἑαυτῇ λεγόμενα· ὁ μὲν γὰρ φεύγων λέγει, ὅτι ἕτερον τὸ θάπτειν, καὶ ἕτερον τὸ τυμβωρυχεῖν· ὁ δὲ
20κατήγορος λέγει· ταὐτόν ἐστι τὸ ἅψασθαι τοῦ τάφου τῷ τυμβωρυχῆσαι· ἀκολούθως γὰρ οὕτω λοιπὸν μετὰ τὸν συλλογισμὸν καὶ συμφωνοῦντα τὸν νόμον τοῖς λεγομένοις δείξομεν· συνάψαντες γὰρ πρότερον ἢ διε‐ λόντες τά τε τοῦ φονεύοντος καὶ τοῦ διώκοντος ἀκολού‐
25θως, ὅτι καὶ ὁ νόμος τοῦτο λέγει, διέξιμεν· ἀνακόλουθον γὰρ τὸ μετὰ τὸν ὅρον καὶ τὸν ἀνθορισμὸν τιθέντα τὴν νομοθέτου γνώμην οὕτω φυλάττειν ἢ διαιρεῖν τοὺς ὅρους· δεῖ οὖν ὁρισαμένους συνάπτειν ἢ διαιρεῖν τῷ συλλογισμῷ οὕτως, καθάπερ εἰς μαρτυρίαν λαμβάνειν τὸν νόμον,
30καὶ δεικνύναι, τί ὁ νομοθέτης βούλεται, καὶ τίνα καλεῖ83

8

.

84

τυμβωρύχον· χρήσῃ οὖν τῷ συλλογισμῷ οὕτως· εἰ μὲν οὖν, ὦ ἄνδρες, καὶ νῦν οὐ πολύ τι κεχώρισται τυμβω‐ ρύχος, καὶ θάπτων πατὴρ, παράδοτέ με τῷ θηρίῳ· τί γὰρ τιμὴν τὴν ἐν υἱοῖς τελευτήσασιν· ἀγνοῶν ἐτυμ‐
5βωρύχουν ἀντὶ τοῦ θάπτειν τὸν δυστυχέστατον· εἰ δὲ τούτων τῶν πράξεων πολὺ τὸ μέσον καὶ μέγιστον, τί μὴ ψηφίζετε προχειρότερον, εἰδότες ὡς θάτερον θατέρου κεχώρισται· κατασκεύαζε καὶ τοῖς ἄλλοις πράγμασι· στενὸς γὰρ ὁ ὅρος ἁπανταχοῦ· καλὸν ἔχει τὸ διὰ παρα‐
10δειγμάτων πλατύνεσθαι· ἄλλο τὸ νεὼς τρόπιν ἐπὶ τῷ διορθῶσαι λαβεῖν, ἄλλο τὸ ἐπὶ τῷ διαφθεῖραι· ἡ γὰρ διάνοια ἢ χωρίζει ταῦτα ἀπ’ ἀλλήλων, ἢ συνάπτει· οἷον ὁ ναυπηγὸς καὶ ὁ κλέπτης ἀφαιροῦσι τοῦ πλοίου ἑκά‐ τεροι· ὁ μὲν γὰρ ἄλλην βελτίονα τρόπιν ἐντίθησι τὴν
15πρώτην λαβὼν, καὶ πᾶσαν διασώζει τὴν ναῦν, ὁ δὲ διαφ‐ θείρει λαβὼν, καὶ τὴν ναῦν καταλύει σύμπασαν· καὶ πάλιν στρατηγὸς, δηλονότι τοῖς πολεμίοις, ἢ ἀπατῶν ἢ προδιδούς· καὶ τὸ τέλος καὶ ἡ τῶν πραγμάτων ἔκβα‐ σις δείκνυσι τὴν προαίρεσιν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ.
20Ἤρκει μὲν οὖν, οἶμαι, καὶ ταῦτα τοῖς ἐπιζητοῦσι μαθεῖν, εἰ τυμβωρύχος ἦν ἀκριβῶς δυστυχῶ, ἢ τηνάλλως πρὸς ταύτην τὴν κατηγορίαν εὐθύνομαι· ἐπειδὴ δὲ καὶ νόμος, ὡς οὐκ εἰμὶ τυμβωρύχος, δείξει σαφέστερον, ἐν‐ τεῦθεν ἄκουε· τιμωρείσθω, φησὶν, ὁ τοῖς σώμασι λυ‐
25μαινόμενος· καλῶς ἄρ’ ὑμῖν, ὦ ἄνδρες, δοκεῖ βλάβη γε‐ γενῆσθαι περὶ τὸ σῶμα τοῦ μεταλλάξαντος· ὁ μὲν γὰρ νόμος διὰ τοῦτο καὶ τὸν τρόπον αὐτὸν τοῦ ἐγκλήματος προσέγραψε τῷ νόμῳ, ἵνα μή τις ἁπλῶς ἁρπάσῃ κατὰ τῶν ἐχθρῶν τὴν ἀπὸ τοῦ γράμματος ἀσάφειαν· οὐδὲ
30γὰρ ἠβούλετο νομοθετῶν μὴ διηγορεῦσθαι διαῤῥήδην84

8

.

85

κατά τινων ταύτην ὁρίζειν τὴν τιμωρίαν τὰ γράμματα· εἰ μὲν οὖν ἔχει εἰπεῖν ὡς ὑπεύθυνός εἰμι τῷ νόμῳ, καὶ δὴ λέγε· εἰ δὲ πέπρακταί μοι κατὰ τὸν νόμον οὐδὲν, τί φῂς εἶναι τὴν ταφὴν ταύτην ὑπεύθυνον, ἣν οὐδὲ ὁ νό‐
5μος ἐμέμψατο τῆς πολιτείας κηδόμενος πηλικότητι· τακ‐ τέον πρὸ τοῦ πρός τι τὴν πηλικότητα· ἐπειδὴ γὰρ ἀναγ‐ καῖόν ἐστι τῶν διπλῶν τὰ ἁπλᾶ προλαμβάνεσθαι· καὶ πρῶτον μὲν αὐτό τι καθ’ ἑαυτὸν αὔξειν, ὅπερ ἴδιον τῆς πηλικότητος· δεύτερον αὐξηθὲν παρ’ ἡμῶν συγκρίνειν πρὸς
10ἕτερον, ὅπερ ἴδιον τοῦ πρός τι· τοῦτο γὰρ ἐν ἐγκωμίοις καὶ πανταχοῦ ποιήσομεν, ἔνθα συγκρίσεως τυγχάνει και‐ ρὸς, πρὸ τῆς συγκρίσεως αὔξοντες· κἀνταῦθα τὴν πηλι‐ κότητα προετάξαμεν, ἵνα αὐξήσαντες ὃ βουλόμεθα, δεύ‐ τερον ἐπὶ τὸ συγκρίνειν ἔλθωμεν. Δημοσθένης δὲ ταύτην
15τὴν τάξιν διὰ τὸ οἰκεῖον συμφέρον ἐνήλλαξεν· ἐπειδὴ γὰρ ἐβούλετο καὶ τὰ προϋπάρχοντα αὐτῷ παρὰ Μειδίου ἀδικήματα εἰπεῖν, ἔταξε τὴν πηλικότητα τελευταίαν, ἵν’ ὡς δεινὰ καὶ μεγάλα πεπονθότος αὐτοῦ ἀντιπέσῃ, ὅτι ἀνθ’ ὁτουοῦν τηλικαῦτά σε βλάψαι Μειδίας προείλετο·
20ἤτοι προϋπῆρχεν ἡμῖν, ἵνα τηλικαῦτα Μειδίας εἰς σὲ πλημμελῆσαι προέληται, καὶ ἐκ τῆς συναυξήσεως εὐθὺς ἔλθῃ κατ’ ἀκολουθίαν ἐπὶ τὴν παρέκβασιν· τί γὰρ Δη‐ μοσθένης φησίν; „οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ δικασ‐ ταὶ, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥ τις ἦν ἡμῖν πρὸς
25ἀλλήλους· νομίζειν γὰρ οὐδένα ἀνθρώπων οὕτως ἀσελ‐ γῶς καὶ βιαίως οὐδενὶ τῶν πολιτῶν χρήσασθαι, μὴ με‐ γάλου τινὸς ὄντος, ὃ αὐτῷ προὐφείλετο· βούλομαι δὴ καὶ περὶ ταύτης ἐξ ἀρχῆς εἰπεῖν ὑμῖν.“ ὁ μὲν οὖν Δημοσ‐ θένης δι’ ἣν εἶπον αἰτίαν τὴν τάξιν τῶν κεφαλαίων ἐνήλ‐
30λαξεν· ἐν δὲ τοῖς πλάσμασι πρότερον αὐξήσομεν τὸν ἑαυ‐
τῶν ὅρον διὰ τῆς πηλικότητος, εἶθ’ οὕτως ἐν τῷ πρός85

8

.

86

τι πρὸς τὸ παρὰ τοῦ ἐναντίου λεγόμενον τὴν σύγκρισιν ποιησόμεθα· κατασκευάσομεν οὖν τὴν πηλικότητα θετι‐ κῶς, οἷον ἐπὶ τοῦ παρόντος πλάσματος· ὅτι τὸ θάπτειν καλὸν, καὶ ὅτι τοιοῦτον ἡ φύσις ἐξεῦρε τοῖς σώμασιν,
5ἵνα μὴ διαλυόμενα μετὰ θάνατον γυμνὰ καθάπερ αἰσχύνηται· τοῦτο φύσει καλὸν, τοῦτο φιλάνθρωπον, τοῦτο τοῖς ὅλοις δοκεῖ, εἴτε θεοὶ, εἴτε τινὲς ἥρωες ταύ‐ την μετὰ θάνατον τοῖς ἀνθρώποις τὴν τιμὴν κατεστή‐ σαντο· ἐπειδὴ γὰρ οὐκ εὔλογον τὰ τῆς φύσεως ἀπόῤῥη‐
10τα μετὰ τὴν τελευτὴν ἅπασι δείκνυσθαι, γῇ κρύπτειν τὸν ἄνθρωπον νενομίκαμεν ἄνωθεν, ἵνα τῷ καλύπτε‐ σθαι μνήματι ἐλάνθανε τὸ σῶμα διαλυόμενον, καὶ ἄξιον τοῦ κρύπτεσθαι· τίς πόλεμος ταύτης τῆς τιμῆς τὸ τῶν ἀνθρώπων γένος ἐστέρησε; τίς ἔχθρα μνησικακήσασα
15πρὸς τὰ πλημμελήματα παραβῆναι τὸν θεσμὸν τοῦτον ἠνέσχετο; διὰ τοῦτο πολλάκις σπένδονται καὶ πολέμιοι καὶ φίλοι συνέρχονται, ἵνα τοῖς τελευτήσασι τὸ πρέπον ἀποδοθῇ· διὰ ταῦτα καὶ ὁσίαν καλοῦμεν τὸ δρώμενον, ἵν’ ὡς ἄλλο τι δίκαιον τελευταῖον ἀποδῶμεν τοῖς τελευτή‐
20σασι· λαμβάνεις δὲ παραδείγματα τοὺς πολεμίους τοὺς κακούργους πληροῦντας ταφὴν, καὶ τοῖς λεγομένοις οὐκ ἀντιλέγοντας· ὅτι καὶ οἱ πόῤῥω που τελευτήσαντες ἀξι‐ οῦνται παρὰ ξένων καὶ τῶν οὐ προσηκόντων ταφῆς καὶ τὰ τοιαῦτα· εἶτα τὸ πρός τι· πρὸς τὸ παρὰ τοῦ ἐναν‐
25τίου προτεινόμενον ἀεὶ τὴν ἐργασίαν ποιούμενος· οἷον ὁ κατήγορος λέγει, ὅτι τοῦτο τυμβωρυχία ἐστὶν· ἡμεῖς τὸ ἐναντίον μεταλαβόντες ποιήσομεν τὴν σύγκρισιν λέγοντες, ὅτι τοῦτο μάλιστα κηδεμονία τοῦ παιδός ἐστιν· ὥσ‐ περ ἐκεῖνος πρὸς τὸ οἰκεῖον ἔγκλημα ἀφορῶν πρὸς τὸν
30ἴδιον σκοπὸν ποιεῖται τὴν ἐργασίαν, οὕτως καὶ ὁ φεύγων86

8

.

87

πρὸς τὸν ἴδιον ἀφορῶν· τί δέ ἐστι τοῦτο, ὅτι οὐκ ἔστι τυμβωρυχία· καὶ πρὸς τὸ λυσιτελοῦν τὸ ἑαυτοῦ ἐκ τῶν ἐναντίων μεταλαμβάνων τὸν τοῦ κατηγόρου λόγον ποι‐ είσθω· τί γάρ φησιν ὁ κατήγορος; τοῦτο τυμβωρυχία
5ἐστὶν· ὁ φεύγων ἐρεῖ, ὅτι μάλιστα τοῦτό ἐστι κηδεμονία τοῦ παιδός· τὸν γὰρ ἑαυτοῦ ἕκαστος σκοπὸν συγκρίνων ἀποπληροῖ τὴν ἐργασίαν τοῦ πρός τι· ὁ μὲν γὰρ κατή‐ γορος, ὅτι τυμβωρυχία τοῦτο· ὁ δὲ φεύγων, κηδεμονία τοῦτο τοῦ παιδός· ἀρνούμενος γὰρ ὁ φεύγων διόλου οὐ‐
10δὲν ἕτερον ἐνθυμεῖσθαι δίδωσι τοῖς δικασταῖς, ἢ ὅτι φροντίζων καὶ κηδόμενος τοῦ παιδὸς τοιαύτην πεποίηται τὴν ταφήν· τοῦτο οὖν ἔχων ὁ φεύγων τόπον αὐτὸν καὶ συγκρίνειν ἐν τῷ πρός τι· ἐρεῖς οὖν, ὅτι, εἰ μὲν οὖν ἄλλο τι, καὶ τοῦτο τῇ πατρὸς κηδεμονίᾳ ἐνδείκνυται, καὶ
15σπουδὴ περὶ τὸν παῖδα ἡ ἔννοια. Παρίτω καὶ λεγέτω ἡ ἑταίρα τανῦν ἡ τῶν ἀνηκέστων πάντων ὑπεύθυνος· εἰ δὲ τὰ γενόμενα τὴν διάθεσιν μαρτυρεῖ, τί συκοφαντεῖ λοι‐ πὸν καὶ παράγει τὸ δικαστήριον; εἶτα ἐξ ἀρχῆς ἐρεῖς, τί κηδεμόνος ἴδιον τὸ φθείρεσθαι, τὸ μηδὲν αἰσχρὸν
20πάσχειν, ἐὰν τὸ ἐπιμελεῖσθαι τὸ ὑπὲρ τῶν καλλίστων αἱρεῖσθαι ποιῇ; εἶτα ἐπάγεις, ὅτι πάντα ταῦτα εἴργασθέ μοι· καὶ γὰρ τῆς τοῦ παιδὸς εὐδοξίας ἐπιμεμέλημαι καὶ σπουδὴν ὑπὲρ τῆς ὁσίας εἰςηνεγκάμην, καὶ τοῖς ἀρίσ‐ τοις ἐνταφίοις κεκόσμηκα· εἶτα τούτων ὑπαρξάντων μοι
25εἰς αὐτὸν ἄλλο τι πάρεστιν, ἢ τὴν κηδεμονίαν ἐννοεῖν τοῦ παιδός; ἐκτείνων δὲ τὸ πρός τι ἐρεῖς, ὅτι σεμνὸς ὁ τάφος καὶ μέγιστος· οὐκοῦν ἐλέγχει τὴν φιλίαν τὸ δη‐ μιούργημα· πατὴρ περὶ τὴν ὁσίαν φιλότιμος· οὐκοῦν τῆς φύσεως, ὡς οἷός τε ἦν, ἐπεμελεῖτο· ταῦτα πράττειν πα‐
30τρὶ τυγχάνοντι πρέπον· τοῦτο τιμὴν καλὴν χρὴ κηδε‐
μονίαν τὸ εὖ σώματος καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε τὰ87

8

.

88

συγκριτικὰ πρὸς τὴν ἔννοιαν ἀεὶ τοῦ παιδὸς ἀφορῶν καὶ πρὸς τὸ ταῦτα πεπονηκέναι τὸν πατέρα περὶ τοῦ παιδός· οἷον ὅτι ἐὰν τοῖς θεοῖς θύωμεν ὑπὲρ ἄλλου τι‐ νὸς, ἢ τιμῆς τῆς εἰς τὸ κρεῖττον ἱερουργεῖν προαιρού‐
5μεθα· οὐκοῦν ἐκεῖνο τιμὴ τῶν θεῶν· τὸ δὲ εἰς τὸν παῖδα γιγνόμενον τιμὴ καὶ γέρας τοῦ σώματος, καὶ πρὸς τοὺς ἀριστέας δωρεαὶ, πρὸς τοὺς νικήσαντας στρατηγοὺς γέρας καὶ κόσμος τῶν ἔτι ζώντων, καὶ καλῶν καὶ ἀγα‐ θῶν ἀνθρώπων εἰσὶ στέφανοι, σιτήσεις, εἰκόνες, προε‐
10δρίαι· ταῦτα γὰρ εἰς τιμὴν ἡμῶν ἐξεύρηνται· οὐκοῦν τιμὴ κατοιχομένων, ὁσία, καὶ τάφος καὶ μεγαλουρ‐ γία καὶ φιλοτιμία τοῦ σώματος· ὁμοίως καὶ ἀπὸ τῶν τόπων συγκριτικὸν ζητήσομεν εὑρεῖν ἐπιχείρημα, ἀπὸ τοῦ ἥττονος, ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μεί‐
15ζονος, ἀκολούθως τοῦ ἀπὸ τῶν θεῶν, ὡς εἴπομεν, πα‐ ραδείγματος· εἶτα ἀντίθεσιν θήσεις· τὰς δὲ ἀντιθέσεις εὑρήσομεν ἀπὸ τῆς τοῦ προσώπου ποιότητος· πρώτη οὖν ἐκείνη· ἀλλ’ ἀποκήρυκτος ἦν, φησὶ, καὶ οὐκ ἔτι σοι τοῦ παιδὸς μετῆν· λύσεις τῇ φύσει· ὅτι οὐκ εἴ τις τῆς ἑσ‐
20τίας ἐκβέβληται, οὗτος καὶ τὸ νομίζεσθαι ἀπεστέρηται· καὶ ὅτι τὴν προαίρεσιν ἁπανταχοῦ τῶν πραττόντων τι σκοπεῖν δέον· εἰ μὲν γὰρ σωφρονισμοῦ χάριν τοῦτον τὸν νόμον ἐκύρωσαν, καλῶς ἐγκαλεῖς καὶ προφέρῃ τὴν ἀπο‐ κήρυξιν· εἰ δὲ πρὸς ἀρετὴν ἐχρησάμην τῷ νόμῳ καὶ
25ἀγωγὴ μᾶλλον ἢ κόλασις ἦν τὸ γενόμενον, πῶς οὐχὶ88

8

.

89

τὸν παῖδα τοῖς πατρῴοις ἀποδοῦναι μνήμασιν ὤφελον· πατρὸς μὲν γὰρ φαύλου καὶ οὐ σώφρονος τὸ τοῦ παι‐ δὸς ἀμελεῖν· φιλικοῦ δὲ καὶ γενναίου τὸ τοῦ παιδὸς ἐπι‐ μελεῖσθαι· καὶ σπουδαίου τὴν γνώμην τὸ τῆς φύσεως
5κολάζειν τὰ πλημμελήματα· τοιαῦτα ὁρῶν καὶ ἐννοῶν, ὅτι προσῆκόν ἐστι τοῦ παιδὸς μηδαμῶς ἀμελεῖν, ἔπειθόν τε κατ’ ἀρχὰς λόγοις καὶ παραινέσεσιν· ὡς δὲ οὐκ ἤνυον, μετὰ πληγῶν ἐπεχείρουν ἀντιλαμβάνεσθαι, καὶ τοῦ σώ‐ ματος ὑβριζομένου, τὰ δούλων ὁ παῖς ὑπομένειν κατη‐
10ναγκάζετο· ὡς δὲ ἐκ τούτων οὐδὲν κατώρθουν λυσιτε‐ λοῦν, οὐδὲ πόρον πρὸ τοῦ νόμου τῶν συμφερόντων ἐξεύ‐ ρισκον ἐφ’ ὑμᾶς, καὶ τὸ δικαστήριον ἔσπευσα, καὶ κυροῦν τὸ γράμμα βιαζόμενος ἀδακρυτὶ τὸν παῖδα οὐκ ἀπεκήρυτ‐ τον, ἀλλὰ θρηνήσας πρότερον πάνυ πολλὰ, κατ’
15ἐμαυτὸν ὀδυρόμενος· οὕτως ὀψέ ποτε καὶ μόλις ἀνέγνων τὸν νόμον· εἶπά ποτε πρὸς σωφρονισμὸν τῷ νόμῳ χρη‐ σάμενος· νῦν οὐκ ἀναλαμβάνω τὸν παῖδα μετὰ τὴν τε‐ λευτήν· μέμνημαι καὶ τότε παρ’ αὐτὴν τοῦ παιδὸς τὴν ἀποκήρυξιν ἀνατιθεὶς τῷ παιδὶ τὰ γιγνόμενα καὶ ὡς ἄκων,
20παρ’ ὧν τὴν ἀποκήρυξιν ἐνδεικνύμενος· ὡς ἂν παρ’ αὐτὸν ὡς εἰπεῖν ὁ παῖς τὸν φόβον γενόμενος ἀποστραφῇ τοῦ τῆς ἑταίρας ἐρᾷν δύνασαι καὶ ἄλλως λῦσαι· ἀποκήρυκτος ἦν λέγεις· σὺ κατὰ τοῦ παιδὸς ταύτην εἰργάσω τὴν ἀποκή‐ ρυξιν· καὶ πατέρα γενέσθαι κατὰ γένους ἀπάνθρωπον
25κατηνάγκασας· εἰ γὰρ μὴ σὺ τὴν ἀρχὴν ἐκεῖνον διέφθει‐ ρας, οὐκ ἂν ἠκολούθει παρὰ τὸν νόμον τὰ δεύτερα· εἶ‐ τα σύναξον τὸ Δημοσθενικόν· ὁ γὰρ τὸ σπέρμα πα‐ ρασχὼν οὗτος· ᾧ γὰρ πάρεστιν ἀναθεῖναι τῶν ὑπαρ‐ χόντων τὰ σπέρματα, καὶ τὸ τέλος εὔλογον ἂν συμφο‐
30ρὰν ἔχῃ λογίζεσθαι πάλιν, ἀποκήρυκτον οὐ συγχωρεῖ τοῖς τοῦ πατρὸς θάπτεσθαι μνήμασι, βουλομένου τοῦ
γενετοῦ ἁπάντων τοῖς παισὶ μέτεστιν, ὥσπερ ἄκοντος89

8

.

90

οὐδενός· ὅπου γὰρ ἐξῆν μοι καὶ ζῶντα τὸν παῖδα ἀνα‐ λαβεῖν, καὶ συνεῖναι τῷ παιδὶ, καθάπερ καὶ πρότερον, καὶ τοῦτο ποιοῦντι οὐδεὶς ἀντιλέγειν ἐτόλμησε, πῶς οὐχὶ καὶ μετὰ θάνατον ἐπ’ ἐμοί τε θάπτειν ὅπου βούλομαι
5παρὰ πάντων τηρηθήσεται; ΑΛΛΗ ΑΝΤΙΘΕΣΙΣ ΜΕ‐ ΤΑΛΗΠΤΙΚΗ. Ἐχρῆν ἐς τοῦτο ποιεῖν πρὸ τοῦ θάπ‐ τειν ἐμέ· λύσεις, ὅτι οὐ συνεχώρησάς μοι γνῶναι, οὐδ’ ὅλως καλούμενον ἡμῖν ἐμήνυσας τὸν υἱὸν, ἀλλὰ πάντα τρόπον λαθεῖν ἐσπούδακας τὰ γιγνόμενα· εἶθ’ οἱ μὲν
10ἄλλοι οὐκ ἀποκρύπτονται δυσχερὲς οὐδὲν, οὐ φίλος, οὐ συγγενής· σὺ δὲ παῖδα ἀπολλύμενον λαθεῖν πατέρα βε‐ βούλευσαι· εἰ μὲν γὰρ πέλαγός γ’ ἦν τῆς ἐπαγγελίας τὸ κώλυμα, ἢ πολλή τις ἤπειρος ἡ μέση, ἤ τι τοι‐ οῦτον ὄρος δύσβατον, ἀφίημι τὴν αἰτίαν· εἰ δὲ πόλις
15ἡμᾶς εἶχεν ἀμφοτέρους μία, καὶ τεῖχος ἓν ἀμφοτέρους ἐκύκλωτο, ἀνθ’ ὅτου ψυχοῤῥαγοῦντά μου τὸν υἱὸν οὐκ ἀπήγγειλας; δύνασαι δὲ καὶ ἠθοποιΐαν τοῦ παιδὸς πλά‐ σαι, ὡς βουλομένου τὸν πατέρα θεάσασθαι, ὡς διαθεῖναί τινα, ὡς ἀπολογήσασθαι, καὶ διαλλάξαι περί τινων· εἶτα
20ἐπαγαγεῖν ἄλλην· τούτων οὐδέν σε τῶν ῥημάτων ὑπέκαμψεν, ἀλλὰ τίνι μᾶλλον ἀκρίτῳ βουλῇ πᾶσαν σαυτῆς τὴν παρα‐ νομίαν ἐκπέπληκας; Δείξεις δὲ καὶ ἀπὸ τῆς ποιότητος τοῦ πατρὸς τὸν τῆς ἀντιθέσεως σκοπὸν συντείνοντα, καὶ ἀπὸ τοῦ παιδὸς καὶ ἀπὸ τοῦ τάφου τῶν ὁμοίων· ἐπὶ
25τούτοις ἐρεῖς τὸν ἐπίλογον, ὅς ἐστιν κοινὸς λαμβανόμενος ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος, καὶ ἁπλῶς εἰπεῖν τῶν τελικῶν κεφαλαίων· οἷον, ὡς ἂν εἰ λέγοιο, συμφέρει ἀνελεῖν τὴν ἑταίραν, ἵνα μηκέτι μηδεὶς τοιαύτην ὑπομείνῃ παρὰ πόρ‐
νης ἐπήρειαν, δίκαιόν ἐστιν ἀνελεῖν συκοφαντίας ἁλοῦ‐90

8

.

91

σαν· χρήσῃ δὲ καὶ ἀνακεφαλαιώσεσι καὶ διατυπώσεσι, καὶ ἀποστρέψεις τὸν λόγον, πῆ μὲν πρὸς τὴν ἑταίραν, πῆ δὲ πρὸς τὸν παῖδα· καὶ οὕτω καταλύσεις τὸν λόγον. Η ΚΑΤΑΣΤΑΣΙΣ. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ ΕΤΑΙ‐
5ΡΑ. Ἠράσθη τῆς ἑταίρας ὁ παῖς, εἴτε διὰ τύχην, εἴτε διὰ ὥραν, εἴτε καὶ ἄλλως ἡσθείς· ἔρημοι γὰρ χρημάτων αἱ τοιαῦται γυναῖκες τυγχάνουσαι ἐπὶ τὴν τοιαύτην ἔρ‐ χονται ἐργασίαν. τοῦτον οὖν ἑλομένης τῆς ἑταίρας τὸν βίον, οὗτος ὁ νέος ἠράσθη μετὰ τοῦ κάλλους καὶ τῆς
10προαιρέσεως, βέλτιον εὑρὼν καὶ τῶν πατέρων τὸ γύναι‐ ον, παρέμεινεν, ἐτελεύτησε· κρείττων ἐγένετο ἡ ἑταίρα τῆς φύσεως, ἔθαψεν, ἐπέδωκε τὴν ταφήν· ὁ δὲ τὸν τά‐ φον διώρυξε, καὶ τοῦ σώματος ἥψατο, μετήνεγκεν, ἡλίῳ τὰ τῆς φύσεως ἀπόῤῥητα ἔδειξεν· καὶ δίκαιον αὐτῷ πα‐
14bisρασχεῖν δίκην, ἣν οἱ τυμβωρυχοῦντες παρέχουσι, καὶ τὰ
15τοιαῦτα. ΟΡΑ ΑΠΟ ΤΟΥ ΑΝΔΡΟΣ. Ἀλλ’ οὐκ εἰ‐ μί· τυμβωρύχος οὗτός ἐστιν, ὁ διανοίξας θήκην, ὁ τὸ σῶμα λαβὼν, ὁ τῆς ὁσίας τῆς κειμένης ἀφελόμενος, ὁ τὸ λανθάνον σῶμα εἰς φῶς ἀγαγὼν, καὶ τὸ ὀφεῖλον κρύπτεσθαι, φανερὸν εἰς μέσον ποιήσας ἅπασιν· εἶτα
20τοῦτον τὸν ὅρον κατασκεύασον τοῖς ἑξῆς κεφαλαίοις· ἰστέον δὲ ὡς τοῦ ὅρου κατασκευαστικά ἐστι τὰ ἑξῆς κε‐ φάλαια· οἷον, συλλογισμὸς, γνώμη νομοθέτου, πηλικό‐ της, πρός τι· ἑξῆς οὖν μετὰ τὸν ὅρον τὸν δεύτερον, ᾧ ἐστιν ἀνθορίσασθαι, τῷ συλλογισμῷ χρησόμεθα· ἔστι
25δὲ ὁ μὲν συλλογισμὸς παρὰ μὲν τῷ κατηγόρῳ τοῦ λεί‐ ποντος, καὶ τοῦ πεπραγμένου συναπτικός· οἷον, ταὐτόν ἐστι τὸ ἐπανατείνασθαι τῷ τυπτῆσαι· καὶ ταὐτόν ἐστι τῷ τυμβωρυχῆσαι τὸ διανοῖξαι τάφον· καὶ ἐρεῖ οὖν ἡ
ἑταίρα, ὅτι οὐδὲν διαφέρει τὸ μὴ ἅψασθαι τοῦ σώμα‐91

8

.

92

τος· ταὐτὸν γάρ ἐστι τὸ διανοῖξαι τὸν τάφον, καὶ κι‐ νῆσαι τὸ σῶμα κείμενον· καὶ τῇ μεταφορᾷ, σκύλλα τὸ τυμβωρυχῆσαι· ταύτῃ γὰρ ταὐτὸ καὶ ὁ τυμβωρύχος ποι‐ εῖ· συστήσεις δὲ αὐτὸ παραδείγμασιν· ἴσον ἐστὶ τὸ φο‐
5νεῦσαι τῷ συγχωρῆσαί τινα καὶ ἀφεῖναι κατὰ κρημνῶν φερόμενον· καὶ ἴσον ἐστὶ κατασκευάσαι φάρμακον δη‐ λητήριον τῷ παρασχεῖν· ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων, Δημοσθένους· ἰστέον δὲ ὡς ὅρος στε‐ νὸς ὢν κατὰ φύσιν τοῦ ὀνόματος εἶναι τὴν ζήτησιν πλα‐
10τύνεται παραδείγμασι· καὶ ἴσον ἐστὶ τὸ καταδῦσαι τὴν ναῦν τῷ τὸν κυβερνήτην ἑλεῖν οὐ σοφὸν, καὶ τὰ τοιαῦ‐ τα. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Τοιγαροῦν καὶ ὁ νομο‐ θέτης τυμβωρύχον καλεῖ τὸν ἀνορύξαντα τάφον, τὸν διε‐ λόντα σῶμα νεκροῦ, καὶ τὰ τοιαῦτα, πρὸς τὸ συμφέρον
15λαμβάνων τὴν τοῦ νομοθέτου διάνοιαν. ΠΗΛΙΚΟΤΗ‐ ΤΙ. Ὅτι δεινὰν καὶ ἀνήκεστον, τὸ θήκας νεκρῶν περι‐ εργάζεσθαι, τὸ διερευνᾶσθαι ταφὴν, τὸ μὴ συγχωρεῖν ἐπ’ ἀδείας διαλύεσθαι σῶμα· ἀλλ’ ἐκκαλύπτειν τὰ τῆς φύσεως ἀπόῤῥητα, καὶ τὰ ἀπρεπῆ, ἐὰν δημοσιεύῃ τοῦ
20γένους, καὶ τὰ τοιαῦτα· πρός τι συγκριτικῶς· ὅτι χαλε‐ πώτερος οὗτός ἐστιν· οἱ μὲν γὰρ εἰς ξένους διαμαρτά‐ νουσι· καὶ οὗτος δὲ εἰς τοὺς ἰδίους· καὶ οἱ μὲν εἰς ἀγ‐ νώστους ἀσεβοῦσιν, οὗτος δὲ εἰς αὐτὸ τὸ γένος, καὶ τὰ τοιαῦτα· μετὰ τὸ πρός τι ἀντίθεσις ἀπὸ τοῦ πατρὸς ἀν‐
25τιστατική· ὑπὲρ αὐτοῦ πεποίηκα εἰς τὰ οἰκεῖα αὐτὸν μετ‐ άγων μνήματα· λίσει ἡ ἑταίρα, ὅτι ἀλλότριος σοῦ ἦν, ἀποκήρυκτος ἦν. καὶ ἐκτενεῖ τὴν ἀποκήρυξιν τῇ ἐκβολῇ τῆς οἰκίας, τῷ μηκέτι μηδενὸς ἔχειν αὐτὸν μετουσίαν,
καὶ τὰ τοιαῦτα· εἶτα χρήσῃ τῷ μεταληπτικῷ, ὅτι οὐ νῦν92

8

.

93

ἔδει· ἀλλὰ παρ’ αὐτὰ τῆς τελευτῆς πρὶν πληρῶσαι τὴν ἑταίραν τὰ νομιζόμενα. ΕΠΙΛΟΓΩ. Τί χαλεπὸν ἀφεῖ‐ ναι τοῦτον ἀθῷον· εἰκὸς καὶ νενεμεσῆσθαί τινα τὸν τῆς πόλεως δαίμονα· εἰκὸς γὰρ ἀγανακτῆσαι τὸν κείμενον,
5ὅτι καὶ μετὰ τὴν τελευτὴν ἐνυβρίζει τῷ σώματι· ζῶντα γὰρ ἀπεκήρυξε· τελευτήσαντα δὲ ἐτυμβωρύχησε· διὸ τὴν δικαίαν ψῆφον ἐνέγκατε, τὴν τῷ κειμένῳ προσφιλεστά‐ την, τὴν σώζουσαν ἀκέραια τοῖς φθιμένοις τὰ μνήματα· ἵνα μηδεὶς ἔτι διὰ τὴν ὑμετέραν φιλανθρωπίαν διερευ‐
10νήσῃ τὸ κείμενον.
10
12ΚΑΤΑΞΙΩΣΙΣ ΟΡΟΥ.
13aΝόμος τὸν νοσοῦντα μὴ στρατεύεσθαι· ἐρῶν τις ἀξιοῖ, μὴ
14aστρατεύεσθαι· ἀντιλέγει τις.
15 Ἡ κατάστασις φανερά· γενόμενος παρ’ ὑμῖν ἤχθην, ἐτράφην, ἐν συνήθεσιν ἐγενόμην παιδευτηρίοις· ὡς δὲ λοιπὸν καὶ ἐν ἀνδράσιν ἦν, ἐφανταζόμην γάμον, ἵνα καὶ παισὶν ἔχω κατὰ τὴν πόλιν λαμπρύνεσθαι. εἶτα πολέμου καταλαβόντος τὴν πόλιν, ἕτοιμος ἦν στρατεύεσθαι, ἀρι‐
20στεύειν, ἐγείρειν κατὰ τῶν πολεμίων τρόπαιον· καὶ ὡς τοιαύτην εἶχον ὑπὲρ τοῦ δήμου φροντίδα, ἰδὼν τὸ γύ‐ ναιον ἠράσθην· ἀξιῶ συγχωρηθῆναί μοι ὡς νοσοῦντι τὸ μὴ στρατεύεσθαι. ὅρῳ· ἀλλ’ οὐδὲν, φησὶ, κατεμέμφου τοῦ σώματος. ἀνθορισμῷ· ὅτι ἡ λύσις ἐστὶ τὸ ἐναντίον
25ὅρου· οὐ μόνον τοῦτον· ὅσος ἐστὶν, ἀλλὰ καὶ τὰ τῆς ψυ‐ χῆς πάθη· ἐκεῖνον μὲν γὰρ καὶ ἰατροὶ καὶ σιτία καὶ μέ‐ θοδος καταπαύειν δύνανται· τὴν δὲ τῆς ψυχῆς νόσον οὐδὲν ἰάσασθαι δυνατόν· γνωστέον δὲ, ὥς τινες μὲν ὅρον
λέγουσι τὰ παρὰ τοῦ ἑτέρου μέρους πρὸς τὸ μελετώμε‐93

8

.

94

νον παραβαλλόμενα· ἀνθορισμῷ δὲ τὴν λύσιν τὴν παρὰ τοῦ μελετωμένου, ὃν καλοῦμεν ἀνθορισμόν· ἄλλοτε οὖν ὅρος τοῦ κατηγόρου, ἄλλοτε δὲ τοῦ φεύγοντός ἐστιν· ἀλλ’ ἐὰν ὁρίσῃς αὐτὸν τοῦ ἐναντίου σοι πρὸς τὸ μελετώμενον
5εἶναι τὸν ὅρον οὐ ταραχθήσῃ. Ἰστέον δὲ κἀκεῖνο, ὅτι ὁ ὅρος ἢ ἀπὸ τοῦ λείποντος ἢ ἀπὸ τοῦ πεπραγμένου γίγνε‐ ται πρὸς τὸ συμφέρον τοῦ λέγοντος· συλλογισμῷ· ὅτι ἴσον ἐστὶ τῷ πάσχειν τι μέρος τοῦ σώματος· ὁ δὲ ἐναντίος πολὺ διέστηκε, καὶ διαφέρει πάσχειν τι τοῦ σώματος, καὶ τὴν
10ψυχὴν τοιῶςδε διακεῖσθαι· γνώμη νομοθέτου· καὶ ὁ νο‐ μοθέτης ἁπλῶς εἶπεν ἀστρατείαν εἶναι τοῖς νοσοῦσιν, οὐ‐ δὲν προσδιορισάμενος. Πηλικότητι· ἦ μέγα τοῦτο καὶ δεινὸν, καὶ ὄντως ἀφόρητον, τὸ τὴν ψυχὴν νοσεῖν· καὶ οὐδεμία παραμυθία τῷ πάσχοντι τὴν ψυχήν· ἀλλὰ πάν‐
15τα πρὸς τοῦτο τὰ πάθη ἠλάττωται· καὶ κατασκευάζεται μάλιστα ἡ πηλικότης τοῖς ἀπὸ τοῦ τέλους, ὅταν ἢ πολ‐ λὰ ἢ μεγάλα δεικνύειν ἔχῃς τὰ ἀποβαίνοντα. ΠΡΟΣ ΤΙ. Ὅτι τοῦτο τῆς ἄλλης νόσου χαλεπώτερον καὶ μεῖζον· οἱ μὲν γὰρ νοσοῦντες, κἂν ἰάσεως μὴ τύχωσιν, ἀλλ’
20οὖν ἀκρωτηριασθέντες σώζονται· οἱ δὲ τὴν ψυχὴν μὴ ἰαθέντες παντελῶς ἀπόλλυνται. ΕΠΙΛΟΓΩ. Καλέσῃ μοί τις τὴν κόρην, μάθῃ ὅτι δι’ αὐτὴν οὐ στρατεύομαι· μάθῃ ὅτι τῆς παρατάξεως τὸν παρ’ αὐτῆς ἡγοῦμαι πό‐ λεμον χαλεπώτερον· ἀκουσάτω τοῦ νόμου· μαθέτω με
25διὰ τῶν αὐτῆς βεβλημένον βελῶν, συγχωρήσει τοῦτον ἡ πόλις καταγωνίσασθαί με τὸν πόλεμον· αὐτὸν οἴκοι νι‐ κήσομεν· καὶ τῆς τοιαύτης παύσομαι νόσου. νικήσας τὴν
κόρην, γενήσεται πάρεργον ἐραστοῦ, τὴν ἀσπίδα πρὸ94

8

.

95

τοῦ τείχους καθ’ ἡμῶν προβαλλόμενος· ἂν δὲ φθάσῃ τοῦτον ἡ πόλις νικήσασα, θαῤῥῶν αἰτήσω κατὰ τῆς κό‐ ρης τὴν συμμαχίαν ἐπὶ τοῦ βήματος· θαῤῥῶν αἰτήσω τὴν κόρην ταύτην ἰάσασθαι προαιρούμενος· καὶ τὰ τοι‐
5αῦτα· πλάτυνον τὸν ἐπίλογον ἠθοποιΐαις, ἀποστροφαῖς, καὶ τοῖς τοιούτοις· ὁ δὲ κυριώτατος ἐπίλογος, συγχωρή‐ σατέ μοι πρὸς τὴν ἐρωμένην ἀπελθεῖν· συγχωρήσατέ μοι σχολῆσαι τῷ πάθει· μή με καταναγκάσητε παρα‐ τάξασθαι· μὴ παρὰ τὴν μάχην ἐννοήσας τὴν ἐρωμένην
10ἀντ’ ἀριστέως γένωμαι ῥίψασπις· Ἔρως ἐστὶ τανῦν, οὐκ Ἄρης θεὸς· τοῦτον ἐγὼ νῦν τὸν θεὸν προσκυνῶ, καὶ ὡς δυνατὸν καὶ μέγαν ἱκετεύω καὶ κρείττονα· ἂν δέ με στρατεύεσθαι καταναγκάσῃς, μετὰ κόρης παρατάξασθαι βούλομαι· αὐτή μοι δότω τὸν ἀσπίδα, αὐτὴ τὸ ξίφος·
15ἐπὶ μάρτυρι ταύτῃ τὴν ἀριστείαν ποιήσομαι· ἂν μόνον ἴδω ταύτην, παρὰ τὴν μάχην τολμηρότερος κατὰ τῶν πολεμίων γενήσομαι· ἂν δὲ καὶ λόγον εἴπῃ πρὸς ἐμὲ προτρεπτικὸν, καὶ ῥήμασι τὸν ἐραστὴν παρὰ τὴν μά‐ χην παραμυθήσηται, ἀντηχήσας μέλος πρὸς αὐτὴν ἐνυά‐
20λιον συνάψω τοῖς λόγοις τὸ τρόπαιον.
20
22ΚΑΤΑ ΑΙΤΗΣΙΝ ΔΩΡΕΑΣ.
23aῬήτωρ ἐν τυραννουμένῃ πόλει ἔπεισε καταθέσθαι τὴν τυραν‐
24aνίδα τὸν τύραννον· καὶ αἰτεῖ δωρεὰν, ὡς ἀνελὼν τὸν τύραννον.
25 Ἡ κατάστασις ἔχει πολιτείαν καὶ τὰ ἀγαθὰ τὰ ἐν τῇ δημοκρατίᾳ· εἶτα τὴν ἐξαίφνης ἐπιβουλὴν καὶ τὰ ἐκ τῆς τυραννίδος κακὰ μετ’ αὐξήσεως· εἶτα τὴν πρὸς τὸν τύ‐ ραννον ὁμιλίαν· καὶ τὸ πεῖσαι αὐτὸν, καταθέσθαι τὴν τυραννίδα· ἔχει δὲ ἡ κατάστασις καὶ ἠθοποιΐας πρὸς αὐ‐
30τὸν τοῦ ῥήτορος προτρεπτικὰς ἐπὶ τὸν λόγον καὶ
τὰ τοιαῦτα· εἶτα ὅρῳ τοῦ ἀντιλέγοντος, ἀλλ’ οὐκ95

8

.

96

ἀνεῖλες τὸν τύραννον· εἶτα ἀνθορισμῷ παρὰ τοῦ μελε‐ τωμένου, ὅτι οὐκ ἔστιν μόνον τυραννοκτῆσαι τῷ ξίφει τὸν τύραννον διαχρήσασθαι, ἀλλὰ τὸ ἀπαλλάξαι τῆς τυραννίδος τὴν πόλιν, τοῖς πολίταις τὴν ἐλευθερίαν
5παρασχεῖν, ἀκέραιον τὴν δημοκρατίαν καταστῆσαι τῇ πόλει· τί γὰρ περιεργάζῃ τὸν τρόπον, καὶ μὴ τὴν ἔκβα‐ σιν τοῦ πράγματος θεωρεῖς; καὶ τοῦτο σύστησον παρα‐ δείγματι· ὥσπερ ἂν εἴ τις εὐθύνοι τὸν ἰατρὸν, ὅτι μὴ σιδήρῳ τὸ πάθος ἐξέτεμεν, ἢ πυρὶ, ἀλλὰ διαίτῃ καὶ
10λόγῳ· ἢ στρατιώτῃ τοὺς πολεμίους νικήσαντι, ὅτι μὴ συμβαλὼν, μηδὲ τραυματίας γενόμενος ἀπήλλαξε πολιορ‐ κίας τὴν πόλιν. ΣΥΛΛΟΓΙΣΜΟΣ. Εἶτα ἑξῆς συλ‐ λογισμῷ, ὅτι ἴσον ἐστὶ τὸ πεῖσαι καταθέσθαι τὴν τυραννίδα τὸν τύραννον τῷ διαχρήσασθαι· ὁμοίως γὰρ
15ἀμφότεροι τῆς ἐπηρείας ἀπήλλαξαν· ὥσπερ ἂν εἴ τις ὑπὸ λῃσταῖς γενόμενος ἢ ὑπ’ ἄλλον τινὰ κίνδυνον, οὐ περιεργά‐ ζεται τὸν σώσαντα, οὕτως ἴσον ἐστὶ τῷ ξίφει καθελεῖν καὶ λόγῳ τὸν τύραννον· ἐπίσης γὰρ τὴν πόλιν τῆς τυ‐ ραννίδος ἀπήλλαξαν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Καὶ ὁ
20τῆς δημοκρατίας νομοθέτης μὴ τρόπον εἰπὼν μηδὲ ἰδέαν τῆς πράξεως ἁπλῶς εἶπε λαμβάνειν τὴν δωρεὰν, τὴν πό‐ λιν ἀπαλλάξαντα τυραννίδος, καὶ τὰ τοιαῦτα. ΠΗΛΙ‐ ΚΟΤΗΤΙ. Ὅτι μέγα καὶ παράδοξον τὸ οὕτω καταλῦ‐ σαι τὴν τυραννίδα, καὶ θαύματος ἄξιον· ἐάν τε πρὸς
25τὸν λόγον ἢ τὸν ῥήτορα ἀπίδῃς, ἐάν τε πρὸς τὸν πεισ‐ θέντα· καὶ λογισώμεθα τὴν τύχην τὴν μὴ παροξυν‐ θῆναι παρασκευάσασαν παρὰ τοῦ ῥήτορος, τὴν ποιήσα‐ σαν οὕτω πρᾷον τὸν τύραννον, ὡς πεισθῆναι τῷ λόγῳ,
καὶ ἀφεῖναι δυναστείαν, δορυφόρους, πλοῦτον, ἐξουσίαν,96

8

.

97

τὸ ποιεῖν ὅτι καὶ βούλεται. ΠΡΟΣ ΤΙ. Συγκριτικῶς πρὸς τὴν ἄλλην τυραννοκτονίαν, ὅτι τοῦτο κρεῖττον τοῦ ἀνελεῖν τὸν τύραννον· οὔτε γὰρ εἰς κίνδυνον κατέστην, οὔτε φόνον ἐνείργασμαι· καὶ τῆς τυραννίδος ἀπήλλαγ‐
5μαι. ΑΝΤΙΘΕΣΙΣ ΣΤΟΧΑΣΤΙΚΗ. Ἀλλ’ εἰκὸς αὐ‐ τὸν τυραννῆσαι καὶ δεύτερον· αὕτη δὲ ἀεὶ ἐμπίπτει ἐν τοῖς κατὰ αἴτησιν δωρεᾶς ὅροις· ἐὰν ᾖ τύραννος, ἢ πο‐ λέμιοι ὦσι, φέρε εἰπεῖν ὅτι εἰκὸς αὐτὸν πάλιν ἐπιθέσθαι τῇ τυραννίδι· ὁ γὰρ ἅπαξ ἀναιρεθεὶς πῶς τυραννῆσαι
10δύναται; ἀεὶ οὖν ἐμπίπτει στοχαστικὴ ἀντίθεσις ἐν τοῖς κατὰ αἴτησιν δωρεᾶς ὅροις· ἐὰν τοιαύτῃ στάσει ἢ πο‐ λέμιοι ἢ τύραννος περιῇ· καὶ λύσεις στοχαστικῶς· τὰ δὲ τοῦ στοχασμοῦ κεφάλαια ἐν ταῖς τοιαύταις ὑποθέσεσι βούλησις τυγχάνει μόνη καὶ δύναμις· ἔμαθες γὰρ ἐν τοῖς
15ἀτελέσι στοχασμοῖς, ὅτι τοῦ προσώπου κεφάλαια τυγχά‐ νει δύο μόνα, βούλησις καὶ δύναμις· ἐνταῦθα δὲ περὶ προσώπου ἐστὶν ὁ λόγος· λύσεις οὖν στοχαστικῶς· ὅτι οὐκ εἰκὸς αὐτὸν πάλιν τυραννῆσαι ἅπαξ ἑκόντα παυσά‐ μενον καὶ οὐ βίᾳ· καὶ γνόντα τῷ λόγῳ, ὅτι πολὺ τοι‐
20οῦτος βελτίων, ἢ ὁ τῶν τυράννων· ἀδύνατον δὲ ἅπαξ, ἢ δυσχερὲς τὸν ἑκόντα καὶ βουλήσει οἰκείᾳ καταθέμενον τὴν τυραννίδα τοῖς αὐτοῖς δεύτερον βουληθῆναι περι‐ πεσεῖν δυστυχήμασι, τὰς αἰτίας ἅπαξ ἐγνωκότα διὰ τὸ τυραννεῖν ἀτοπώτατον· καὶ οὐ δεδυνήσεται κατασχεῖν
25τὴν ἀκρόπολιν, οὕτως ἀπατηθέντων ἀποβληθέντων τῶν δορυφόρων, καὶ τὰ τοιαῦτα. ΕΠΙΛΟΓΩ. Λοιπὸν ὅτι καλὸν τιμῆσαι τὸν τυραννοκτόνον, ἵνα πάντες εἰς ζῆλον καταστῶσι τοῦ τὴν πόλιν εὐεργετεῖν· ἔχεις δὲ λαβεῖν τὰ ἐπιλογικὰ νοήματα ἀπὸ τοῦ πρὸς Λεπτίνην· ἐὰν γὰρ
30μὴ τιμήσητε, οὐδεὶς ἔτι βουλήσεται κινδυνεύουσαν σῶσαι τὴν πόλιν· οὐδεὶς ἔτι ἑαυτὸν εἰς κίνδυνον ὑπὲρ τῆς πο‐ λιτείας ἐμβάλλει, εἰδὼς ὅτι ἢ κινδυνεύσας ἢ κατορθώ‐
σας παρ’ ὑμῶν οὐ λήψεται δωρεάν· μετὰ ταῦτα ἐρεῖς·97

8

.

98

ἐγὼ τηρήσω τὸν νόμον, ἐγὼ φρουρήσω τὴν ἀκρόπολιν, ἐγὼ πάλιν ἐγγυῶμαι τὰ δεύτερα, ἀνθ’ οὗπερ μηδεὶς θεῶν συγχωρήσειεν· πάλιν τις κατὰ τῆς πολιτείας μανῇ, τοὺς αὐτοὺς ἐρῶ λόγους καὶ δεύτερον· καὶ ποιήσω μισῆσαι τὴν
5τυραννίδα, φιλῆσαι δὲ τὴν ἰσοτιμίαν· καὶ πάλιν· ἐρῶ δὲ καὶ πρὸς ἅπαντας πρὶν εἰς λόγους ἐλθεῖν· ὑπὲρ ὑμῶν, ὦ ἄνδρες, τοῖς λόγοις ὁπλίζομαι· ὑπὲρ τῆς πολιτείας τῇ παιδεύσει παρασκευάζομαι· διὰ τοὺς νόμους ἀριστεύσων ἄνειμι· ἐὰν δὲ μηδὲ οὕτως πεισθῇ, τότ’ ἔχω τὸ ξίφος·
10ἔχω τὴν ὑπὲρ τῆς πόλεως ὁπλιζομένην δεξιάν· χρήσομαι κατὰ τοῦ μὴ πειθομένου τοῖς ξίφεσιν.
11 ΟΡΟΣ ΔΙΠΛΟΥΣ ΚΑΤΑ ΑΜΦΙΣΒΗΤΗΣΙΝ.
13aἈνῆλθέ τις εἰς ἀκρόπολιν, ὡς ἀναιρήσων τὸν τύραννον· ἔφυ‐
14aγεν· ἄλλος συντυχὼν ἀπέκτεινεν· ἀμφισβητοῦσι τῆς δωρεᾶς.
15 Ὁ κατὰ ἀμφισβήτησιν ἔχει ὁρισμὸν μὲν τοῦ αὐτοῦ πράγματος· ἀναίρεσιν δὲ τοῦ ἐναντίου καθ’ ἕκαστον κε‐ φάλαιον· ἡ κατάστασις ἔχει τὴν πολιτείαν καὶ τὴν τυ‐ ραννίδα μετ’ αὐξήσεως, καὶ τὰ ἀπὸ τῆς τυραννίδος κα‐ κά· εἶτα τὴν ἄνοδον μετὰ τῆς διανοίας, ὅτι οὐκ ἤνεγκα
20τὴν σκηνὴν, τὰς τραγῳδίας, τὰ δράματα, καὶ μὴ φέρων ἐμαυτὸν εἰς κίνδυνον ἐπιδέδωκα, καὶ τὴν ἀναίρεσιν καὶ τὴν ἀπαλλαγὴν τῆς τυραννίδος, καὶ τὴν ἐπὶ τούτοις δω‐ ρεάν. ΤΩ ΑΠΟ ΤΟΥ ΕΝΑΝΤΙΟΥ ΟΡΩ. Ἀλλ’ οὐκ ἀνεῖλες τὸν τύραννον· ἡ λύσις διπλῆ· ὅτι καὶ τοῦτό ἐστι
25τυραννοκτονία· οἷον, οὑτωσὶ τῷ ἀνθορισμῷ λύσις· ὅτι τοῦτο μάλιστά ἐστι τυραννοκτονία, τὸ ἀνελθεῖν, τὸ προθυμίαν ἔχειν ἀναιρέσεως, τὸ διῶξαι, τὸ καθαρὰν
δεῖξαι τυράννου τὴν ἀκρόπολιν, τὸ καταστῆσαι δορυφό‐98

8

.

99

ρων ἔρημον· σὺ δὲ φυγάδα μὲν ἀνῄρηκας, τύραννον δὲ οὐδαμοῦ· καὶ φεύγοντα ἐξ ἀκροπόλεως, οὐχὶ μετὰ δορυ‐ φόρων προκαθεζόμενον· εἶτα παραδείγματα· ὥσπερ ἂν εἰ τῶν πολεμίων εὕρῃς στρατηγὸν φεύγοντα χωρὶς στρα‐
5τιωτῶν, χωρὶς ἄλλης τινὸς φάλαγγος, ἢ πολεμίων ἄρ‐ χοντα· καὶ τὰ τοιαῦτα. ΣΥΛΛΟΓΙΣΜΩ. Οὐκ ἴσον ἐστὶ τὸ διῶξαι καὶ ἐκβαλεῖν τῷ ἀνελεῖν τὸν φεύγοντα· τὸ δὲ φεύγοντα ἀνελεῖν καὶ διωκόμενον παρατάξαι ἴσον ἐστὶ τῷ ἰδιώτην ἀνελεῖν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ.
10Τοιγαροῦν καὶ ὁ νομοθέτης τῷ καθαρὰν παρανομίας δείξαντι τὴν ἀκρόπολιν ἔδωκε τὴν δωρεὰν, οὐ τῷ ἁπλῶς ἰδιώτην ἀνελόντι. ΠΗΛΙΚΟΤΗΣ. Ὅτι μέγιστον τὸ ἐγχείρημα, τὸ ἀνελεῖν, τὸ διῶξαι τὴν προαίρεσιν, τὸ με‐ ταξὺ τῶν δορυφόρων φανῆναι μετὰ ξίφους· τὸ δὲ φεύ‐
15γοντα ἀνελεῖν οὐδενὸς ἄξιον θαύματος, μᾶλλον δὲ οὐ‐ δεμιᾶς ἄξιον δωρεᾶς· κείμενον γὰρ καὶ ὥσπερ νεκρὸν ἀπὸ τοῦ ἡμετέρου τολμήματος τὸν τύραννον ἔτρωσε καὶ πρὸς τὴν σφαγὴν ἕτοιμον γενόμενον· διὸ οὐ δωρεᾶς ὁ ἄνθρωπος ἄξιος, ἁπλῶς κατὰ τοῦ τυχόντος χρησάμενος
20τῇ δεξιᾷ, οὐχὶ κατὰ τοῦ τυράννου· καὶ ὅτι σχεδὸν αὐ‐ τὸς ὁ τύραννος ἑαυτὸν ἐπιδέδωκεν, ἕτοιμος πρὸς τὴν σφαγὴν γενόμενος, καὶ τὰ τοιαῦτα· ΠΡΟΣ ΤΙ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Οὐ δυνατὸν γάρ ἐστιν εἰπεῖν, ὅτι μεῖζόν ἐστι τὸ ὑπ’ ἐμοῦ πεπραγμένον τοῦ ὑπὸ σοῦ· ὁ μὲν γὰρ
25ἐδίωξεν, ὁ δὲ ἀνῄρηκεν· οὕτως οὐδὲ ἐν τοῖς κατὰ ἀμφισ‐ βήτησιν ὅροις δυσκόλως ἐμπίπτει τὸ πρός τι· πλὴν εἰ μὴ κατά τινα περίστασιν· σπανίως δὲ πάνυ καὶ σχεδὸν οὐ‐ δέποτε· τοῦ γὰρ πρός τι τὴν σύγκρισιν ἔχοντος πρὸς τὸν ὅρον τοῦ ἀντιδίκου, οὗτος οὐ δύναται εἰπεῖν, ὅτι καὶ
30μᾶλλον τοῦτο τυραννοκτονία ἐστὶν, ἢ τὸ σόν· μωρὸν
γὰρ, ἄλλως τε καὶ ἐν τῇ πρώτῃ ἐργασίᾳ ἡμῶν ἐπιδειξάν‐99

8

.

100

των, ὅτι τὸ τοῦ ἀμφισβητοῦντος οὐκ ἔστιν ἔργον τυραν‐ νοκτόνου· διὸ οὐκ ἐμπίπτει. ΕΠΙΛΟΓΩ. προτρεπτικοῖς ἐπιχειρήμασι χρήσῃ πρὸς τὸ παρασχεῖν τὴν δωρεὰν, καὶ μὴ ἀποστερῆσαι τὸν καμόντα καὶ ἐπιδειξάμενον τὴν
5εὔνοιαν, ἵνα καὶ πάντες τὴν τοιαύτην προθυμίαν ζηλώ‐ σωσι· τὸ δὲ παρασχεῖν ἑτέρῳ τὴν δωρεὰν καὶ μὴ ἀπο‐ στερῆσαι τὸν καμόντα καὶ ἐπιδειξάμενον τὴν εὔνοιαν, ἵνα καὶ πάντες τὴν τοιαύτην προθυμίαν ζηλώσωσι· τὸ δὲ παρασχεῖν ἑτέρῳ τὴν δωρεὰν, ὅτι οὐ δίκαιον οὐδὲ
10πρέπον, καὶ ὅτι πολλοὶ ἐντεῦθεν ἀποτραπήσονται, εἰ‐ δότες ὅτι τοῦ πόνου αὐτοῖς πλέον οὐδὲν, ἐὰν μὴ καὶ χεῖρα τῷ φόνῳ μιάνωσιν· ἂν δὲ παράσχωσι τὴν ἀμοι‐ βὴν, ὅτι καὶ ὑπὲρ τῆς πόλεως ἔσται πάντων ἀκουόντων, ὅτι δικαίως τῷ ἀνελόντι ἀποδεδώκασι τὴν δωρεὰν, καὶ
15ὅτι πάντες ἀποδέξονται, καὶ ὅτι μὴ γένοιτο μὲν καιρὸν τοῦτον γενέσθαι καὶ δεύτερον· ἂν δ’ ἄρα συμβῇ, μόνος φιλονεικήσει προσθεῖναι καὶ τὴν σφαγὴν τοῖς ἐπιχειρήσασι.
17 ΑΛΛΟΣ ΟΡΟΣ ΤΟΥ ΚΑΤ’ ἈΜΦΙΣΒΗΤΗΣΙΝ.
19aΔημοσθένους πολιορκοῦντος τοὺς ἐν Πύλῳ τριακοσίους, Κλέων
20aἐπηγγείλατο ἄξειν αὐτούς· ἤγαγε· καὶ προκειμένης αὐτοῖς δωρεᾶς,
21aἀμφισβητοῦσι Κλέων καὶ Δημοσθένης.
22 Ὁ μὲν Δημοσθένης κατάστασιν ἔχει τὴν χειροτονίαν, καὶ τὴν ἐπὶ Πύλῳ ἔξοδον, καὶ τὴν πολιορκίαν, καὶ ἐν καθαιρέσει τὴν ἐπαγγελίαν τοῦ Κλέωνος, καὶ τὴν τῶν
25τριακοσίων καθαίρεσιν· ἐν οἷς οἰκονομήσεις, ὅτι εἰ καὶ μὴ Κλέων παρῆν, αὐτὸς εἰλήφειν τοὺς Σπαρτιάτας, ἀπο‐ καμόντας τῇ πολιορκίᾳ καὶ τῷ πόνῳ· ἡ δὲ τοῦ Κλέωνος, ὅτι καὶ τοῦ πολέμου γενομένου τούτου τοῦ πρὸς Λακε‐
δαιμονίους, καὶ πολεμούντων ἡμῶν, ὁ δῆμος χειροτονή‐100

8

.

101

σας τινὰς στρατηγοὺς οἷα εἰκὸς ἁπλῶς χειροτονεῖσθαι ἐν δήμῳ, θορύβου γενομένου, καὶ στάσεως οὔσης, ἐχει‐ ροτόνησε καὶ Δημοσθένην· καὶ ἐξέπεμψε κατὰ Λακεδαι‐ μονίων· εἶτα ἐρεῖς τὰ κατὰ Πύλον, Δημοσθένους μὲν
5καὶ τὸν τόπον καὶ τὴν θέσιν τῆς χώρας ἐξαίροντος πρὸς δυσχέρειαν, Κλέωνος δὲ τὰ τοιαῦτα παρατρέχοντος· εἶτα ὅτι οὐκ ἠδυνήθη λαβεῖν τοὺς τριακοσίους, ἐν χερσὶν αὐ‐ τοὺς ἔχων· εἶτα ὅτι ἀπηγγειλάμην, ἀπῆλθον, ἤγαγον· προκειμένης δωρεᾶς δίκαιός εἰμι ταύτην λαβεῖν. ΟΡΩ
10ΑΠΟ ΤΟΥ ΚΛΕΩΝΟΣ. Ἀλλ’ οὐκ ἤγαγες τοὺς τρια‐ κοσίους· διὸ ταύτης τυχεῖν οὐκ εἶ ἄξιος τῆς δωρεᾶς. ΑΝΘΟΡΙΣΜΩ ΑΠΟ ΔΗΜΟΣΘΕΝΟΥΣ. Οὐκ ἔστιν κατορθῶσαι τὸ ἀγαγεῖν μόνον, ἀλλὰ τὸ περιστῆσαι τὸ στρατόπεδον, τὸ πολιορκῆσαι, τὸ τοῖς τείχεσι προσβα‐
15λεῖν, τὸ συῤῥῆξαι Σπαρτιάταις μαχόμενον· σὺ δὲ τού‐ των οὐδὲν πεποίηκας, ἀλλ’ ἁπλῶς καμόντας καὶ κειμέ‐ νους, καὶ σχεδὸν τοῖς ἐμοῖς εἰλημμένους στρατηγήμασιν, ἤγαγες. ΣΥΛΛΟΓΙΣΜΩ, Ὅτι ἴσον ἐστὶν τὸ συγκλεῖ‐ σαι [τῷ πολιορκῆσαι] τῷ παντελῶς ἑλεῖν· τὸ δὲ ὥσπερ
20ἐν ἑτοίμῳ κειμένους λαβεῖν οὐκ ἔστιν ἴσον τῷ προευτρε‐ πίσαι καμόντα καὶ μαχεσάμενον. ΓΝΩΜΗ ΝΟΜΟ‐ ΘΕΤΟΥ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Νόμος γὰρ οὐδεὶς πρό‐ κειται τῷ πλάσματι· ἀλλὰ παρὰ τοῦ δήμου προκειμένη δωρεά· ἐρεῖς οὖν ἀντὶ τῆς γνώμης τοῦ νομοθέτου τὴν
25γνώμην τοῦ δήμου· οἷον· διὸ καὶ ὁ δῆμος εἰδὼς προὔθηκε δω‐ ρεὰν τῷ κατορθώσαντι, οὐχὶ τῷ ἁπλῶς ἀγαγόντι· καὶ τὰ τοι‐ αῦτα. ΠΗΛΙΚΟΤΗΤΙ. Ὅτι θαυμαστὸν καὶ μέγιστον τὸ ἡ‐ μέτερον κατόρθωμα· τὸ δὲ σὸν εὐτελές. ΠΡΟΣ ΤΙ ΟΥΚ ΕΜ‐ ΠΙΠΤΕΙ. Οὐκ ἔχει γὰρ οὔτε Δημοσθένης οὔτε Κλέων πρός
30τι ποιήσονται τὴν σύγκρισιν· ὡς ἐν τῇ προλαβούσῃ διαιρέσει εἴπομεν. ΕΠΙΛΟΓΩ. Ὁ ἐπίλογος πομπείαν ἔχει πολλήν·
ἐπαγγελίαν ἑτέρων κατορθωμάτων κατ’ εἶδος· δώσω καὶ101

8

.

102

τούσδε, καὶ τούσδε δώσω, καὶ Λακεδαίμονα καὶ τὰ τοιαῦτα· ἠθοποιΐας παρὰ τῶν πόλεων· τί ἐροῦσι Πλαταιεῖς ἀκούσαν‐ τες, ὅτι τετίμηται ἐπὶ τοῖς τριακοσίοις· εὐγνώμονες Ἀθηναῖοι καὶ τὰ τοιαῦτα· ἂν δὲ μάθωσιν, ὅτι Δημοσθένης οὐδε‐
5μίαν δεξάμενος δωρεὰν ἀπῆλθε τοῦ βήματος, ἐροῦσιν ὅτι μῦθος τὰ περὶ Ἀθηναίων λεγόμενα· ποῦ τὸ πρὸς ἀξίαν νέμειν τὰς δωρεάς; Σπαρτιάταις πολεμοῦντες τὸν χειρωσάμενον Λακεδαιμονίους οὐ τετιμήκασι, καὶ τὰ τοιαῦτα.
9
10Ο ΑΝΤΟΝΟΜΑΖΩΝ.
11aἘξ ἱεροῦ τις ἰδιωτικὰ ὑφείλετο χρήματα· καὶ κρίνεται ἱερο‐
12aσυλίας.
13 Ἡ κατάστασις ἔχει, πῶς χρήσιμος τοῖς ἀνθρώποις ὁ πλοῦτος· καὶ ὅτι πολλῆς φυλακῆς δεόμενος· ἀποροῦντες
15οὖν οἱ ἄνθρωποι τί καὶ δράσειαν, μίαν εὗρον ταύτην καταφυγὴν, τὸ τοῖς θεοῖς παραθέσθαι τὰ χρήματα, τῷ τοῖς ἱεροῖς πρὸς φυλακὴν χρήσασθαι τῶν χρημάτων· ὅθεν λαθὼν οὗτος καὶ τοὺς θεοὺς αὐτοὺς ἐν παρέργῳ θέμενος, οὐκ αἰδεσθεὶς τὸν τόπον, οὐ τοὺς ἐφόρους δαί‐
20μονας, ὑφείλετο τὰ χρήματα· οἱ δὲ ἀντονομάζοντες ὅροι διπλοῖς καὶ τοῖς κεφαλαίοις κέχρηνται· τοῦ μὲν κατηγό‐ ρου ὁριζομένου κλοπὴν εἶναι· ἱεροσυλίαν δὲ, μὴ ὡς εἶναι τοὺς πάντας ὅρους τέσσαρας· δύο τοῦ κατηγόρου καὶ δύο τοῦ φεύγοντος· δείξει δὲ αὐτὴ σαφέστερον ἡ διαίρεσις·
25ἔστι γὰρ εὐθὺς μετὰ τὴν κατάστασιν ὁ παρὰ τοῦ φεύ‐ γοντος ὅρος τοιοῦτος. ΟΡΟΣ. Ἀλλ’ ἱερόσυλός ἐστιν, φησὶν, ὁ τὰ ἀναθήματα ὑφελόμενος· εἶτα ὁ ἄλλος ὅρος· κλέπτης δὲ ὁ τὰ ἰδιωτικὰ λαβών· λύσεις τῷ ἀνθορισμῷ,
τὸ μὲν ἀναιρῶν, τὸ δὲ κατασκευάζων· καὶ τί μέν ἐστι102

8

.

103

κλοπὴ, τί δὲ ἱεροσυλία· οἷον ἱερόσυλός ἐστιν ὁ τὰ ἱερὰ δεξάμενος καὶ εἴσω τῶν ἀνακτόρων γενόμενος, καὶ ἐπὶ προφάσει χρημάτων ἐντὸς τῶν ἀναβάτων γενόμενος· εἶτα τοῦτο ὡς ἔνι μάλιστα διὰ πλειόνων κατασκευάσας·
5ὅτι καὶ ὁ τόπος δίδωσι τὰς προσηγορίας· καὶ τὸ παρ’ ἡμῖν σκεῦος κείμενον, ἂν ἐν τῷ ἱερῷ τεθῇ, ἱερωτικὸν γίγνεται· καὶ ὅτι σὺ ἐλάμβανες οὐκ ἀγνοῶν, ὅτι ἱερὸς ὁ τόπος· καὶ τὰ τοιαῦτα· καὶ ὅτι οὐχὶ τὰ χρήματα τοῦ τόπου κυριώτερα· ἀλλ’ ὁ τόπος καὶ τῆς ἑαυτοῦ ἀξίας
10τοῖς χρήμασι μεταδίδωσι· εἶτα ἐκ παραδειγμάτων· ὅτι τὰ χρήματα, ἂν ἐν δημοσίῳ κείμενα ᾖ, γίγνεται δη‐ μόσια· ἂν παρὰ στρατηγῷ, γίγνεται στρατιωτικά· ἂν ἱερῷ, γίγνεται ἱερατικὰ καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε καὶ τὸν ἕτερον ὅρον τὸν ἐπιδεικνύντα μετὰ τὸν πρῶτον
15ὁρισμὸν, τὸν ὅτι ἱερά ἐστι τὰ χρήματα, τὸν ἐπιδεικ‐ νύντα, ὅτι δημοτικὰ οὐκ ἔστι τὰ χρήματα· οἷον εἰ μὲν γὰρ ἐξ ἰδιωτικῆς οἰκίας εἴληφας τὰ χρήματα, καλῶς κλοπὴν ὀνομάζεις τὸ ἔγκλημα· εἰ δὲ ἐξ ἱεροῦ, τί σοι κλοπῆς ἐπὶ τοῦ παρόντος τὸ πρόςρημα· κλέπτην ἴσ‐
20μεν ἅπαντες, τὸν εἰς οἰκίαν εἰςελάσαντα, τὸν ἐρευνησά‐ μενόν τινος τῶν παρ’ ἡμῖν τὴν ἑστίαν, καὶ τὰ ὅμοια· εἶτα συλλογισμῷ ὁμοίως διπλῷ· ἑνὶ μὲν τῷ ἐπιδεικνύντι, ὅτι τὸ ἀφ’ ἱεροῦ λαβεῖν ἰδιωτικὰ ἢ ἱερατικὰ τὰ χρή‐ ματα ταὐτόν ἐστι· ἑτέρῳ δὲ τῷ ἐπιδεικνύντι, ὅτι πολὺ
25διενήνοχεν εἰς οἰκίαν ἰδιωτικὴν εἰςελθεῖν, καὶ εἰς ἱερόν· οἷον, τίς γὰρ οὐκ οἶδε τῶν καθεζομένων ὑμῶν, ὅτι οὐδὲ διαφέρει τῷ ἱεροσυλοῦντι ἐντὸς ἅπαξ τῶν ἀνακ‐ τόρων καὶ τῶν σηκῶν γενόμενον, εἴτε ἰδιωτικὰ, εἴτε ἱερατικὰ τυγχάνει τὰ χρήματα· μόνου γὰρ γίνεται τοῦ
30ὑφελέσθαι τὰ εὑρισκόμενα· οὐδεμίαν τοιαύτην ποιούμε‐103

8

.

104

νος τῶν δρωμένων διάκρισιν· ὥσπερ ἂν εἴ τις εἰς ναῦν ἐπὶ τῷ τι τῶν κειμένων φορτίων λαβεῖν εἰσελθὼν, οὐ διακρίνει πότερον ἐμπορικόν ἐστιν, ἢ ναυτικὸν τὸ εὑρι‐ σκόμενον, ἀλλ’ ἁπλῶς τοῦ παραπίπτοντος ἔχεται, καὶ
5τοῦτο παρ’ ἑαυτῷ ἐμπορικὸν ὀνομάζει τὸ φόριον, οὕτω καὶ ὁ εἰς τὸ ἱερὸν εἰσελθὼν μόνον γίγνεται τοῦτο λαβεῖν, ἢ οὐχὶ τοῦ διακρίνειν, πότερον ἰδιωτικόν ἐστιν ἢ ἱερατι‐ κὸν τὸ εὑρισκόμενον· εἶτα ἐπισυνάπτεις δεύτερον συλ‐ λογισμὸν, ᾧ μάλιστα κέχρηται ὁ ἀντίδικος, διαιρετικὸν
10ὄντα· ὅτι καὶ πολὺ διενήνοχεν εἰς οἰκίαν ἰδιώτου εἰσ‐ ελθεῖν, ἢ εἰς ἱερόν· ἡ μὲν γὰρ τῶν ἱερατικῶν κόσμων ἐστὶν ἔρημος, οὔτε ναοὺς οὔτε βωμοὺς ἔχουσα· τὸ δὲ τοῦτον κατεσκαμμένον τὸν τρόπον καὶ ἐφόρους ἔχει τοὺς καθιε‐ ρουμένους δαίμονας· τοῦτο δὲ πομπιεῖται πρὸς τὰς τῶν
15ἰδιωτῶν οἰκίας τὸ διάφορον. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Ἐντεῦθεν λοιπὸν μέχρι τοῦ πρός τι ἁπλᾶ ἐστι τὰ κε‐ φάλαια· οἷον ὅτι καὶ ὁ νομοθέτης τὸν ἱερόσυλον ἁ‐ πλῶς τιμωρεῖσθαι προσέταξεν, οὐκ ἐπιζητῶν πότερον ἰδιω‐ τικὰ, ἢ ἱερωτικά ἐστι τὰ χρήματα, οὐδεμίαν διαφορὰν
20διδοὺς, ἀλλ’ ἁπλῶς κολάζων τὸν ἁμαρτήσαντα· πλατύ‐ νεις δὲ τὸ κεφάλαιον, ἀναγνώσει τοῦ νόμου, ἐκθέσει τῶν ῥημάτων, ἐξετάσει τῇ κατὰ μέρος, χρήμασι, τῷ ἀπο‐ στρέφειν ἐρωτᾷν, τῷ λέγειν, ὅτι οὐδὲν τοιοῦτον οἷον ὁ φεύγων λέγει ἐν τῷ νόμῳ γέγραπται. ΠΗΛΙΚΟΤΗΤΙ.
25Δεινὸν καὶ χαλεπὸν καὶ οἷον οὐδὲν ἕτερον τὸ ὑφελέσθαι τὰ χρήματα, καὶ ἔρημον καταστῆσαι τὸ ἱερὸν, καὶ τὴν λειπομένην ἀφορμὴν, πρὸς φυλακὴν τῶν χρημάτων ἀφε‐ λέσθαι τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα· ΠΡΟΣ ΤΙ. Ὅτι οὗτος τῶν ἄλλων κλεπτῶν καὶ ἱεροσύλων χαλεπώτερος·
30οἱ μὲν γὰρ τοὺς ἰδιώτας μόνους ἀδικήσαντες, τὴν τῶν104

8

.

105

ἱερῶν οὐκ ἐλυμήναντο φυλακὴν, οἱ δὲ τὰ ἀναθήματα λαβόντες τοῖς τῶν ἰδιωτῶν οὐκ ἐλυμήναντο κτήμασιν· οὗτος δὲ καὶ τοὺς ἰδιώτας καὶ τοὺς θεοὺς ἀδικεῖ· τοὺς μὲν ἀφαιρούμενος τῆς οὐσίας· τοὺς δὲ εἰς ἀπιστίαν κα‐
5ταφρονεῖσθαι ποιῶν· καὶ τὰ τοιαῦτα ὑποδιαιρῶν, συγ‐ κριτικῶς ἐκτενεῖς. ΕΠΙΛΟΓΩ ΚΟΙΝΩ προτροπὴν ἔχοντι πρὸς τιμωρίαν καὶ αὔξησιν τοῦ ὑποκειμένου, καὶ διατύπωσιν τῆς κλοπῆς πῶς ἔλαβε, πῶς ὑφίκετο, ποίας ἀφῆκε πρὸς αὐτὸν φωνὰς, ὅτι καὶ τῶν ἱερῶν περιγεγέ‐
10νημαι· ὅτι καὶ ταύτην τῶν ἀνθρώπων τὴν ἀσφάλειαν διώρυξα· ὅτι δεῖ τοῦτον κολάσαι, ἵνα καὶ τοὺς ἄλ‐ λους ἀποτρέψωμεν πονηρούς· ὅτι σωθήσεται τοῖς ἀν‐ θρώποις ἡ περὶ τὴν τοιαύτην παρακαταθήκην πίστις, ἐὰν οὗτος τὴν προσήκουσαν δῷ τιμωρίαν· ἴσασι γὰρ ὅτι
15οὐδεὶς ἔτι τολμήσει, ὅτι οὐδεὶς ἀγανακτῆσαι θεοὺς, ἐὰν μὴ τιμωρησώμεθα· ὁμοίως ἐρεῖς, πῶς προσκυνήσω τοὺς κρείττονας, τοῦτον παρὰ τοὺς νόμους ἀφείς; πῶς αἰτήσω τινὰ δωρεὰν τὸ δαιμόνιον, οὕτως ἀφεὶς τὰ ἱερὰ διορύτ‐ τεσθαι; ἂν δὲ λάβω τὴν τιμωρίαν, μίαν ταύτην ἡγήσο‐
20μαι τῶν χρημάτων τὴν φυλακὴν, τὸ τοὺς πονηροὺς ἁλι‐ σκομένους παρ’ ὑμῶν ἀθῴους μὴ παραπέμπεσθαι.
21
Ο ΚΑΤΑ ΣΥΛΛΗΨΙΝ ΟΡΟΣ.
23aΝόμος τὸν βιασάμενον κόρην διδόναι χιλίας· τοῦ συστρατή‐
24aγου τις ἐβιάσατο θύγατρα, καὶ διδοὺς τὰς χιλίας κατὰ τὸν νό‐
25aμον κρίνεται δημοσίων ἀδικημάτων.
26 Ὁ κατὰ σύλληψιν ὅρος ἔοικε τῇ τῶν συσκευα‐ ζομένων στοχασμῶν ἐργασίᾳ· καὶ γὰρ ἐκεῖνοι καθ’ ἕκα‐
στον κεφάλαιον κοινὴν ποιοῦνται τὴν ἔκθεσιν· κἀνταῦθα105

8

.

106

καθ’ ἕκαστον κεφάλαιον διπλᾶ τὰ κεφάλαια· τοῦ μὲν φεύγοντος, δίδωμι κατὰ τὸν νόμον τὰς χιλίας· καὶ ὁρι‐ ζομένου, ὅτι δημοσίᾳ τὴν πόλιν ἠδίκησε· γίνεται δὲ αὐ‐ τῷ τὸ μὲν τῆς βίας ἐν αὐξήσει· ὁμολογούμενον γάρ ἐστι·
5τὸ δὲ τοῦ δημοσίου ἀδικήματος ἐν κατασκευῇ ῥητορικῇ· καὶ τὸ μὲν δημόσιον πρῶτον μὲν ὁρίζεται καθ’ ἕκαστον κεφάλαιον· εἰσάγει δὲ ἑξῆς τὴν βίαν· οἷον δημοσίᾳ οὐκ ἠδίκησα τὴν πόλιν, διὰ τάδε καὶ τάδε, ἀλλ’ ἐβιασάμην, καὶ δίδωμι κατὰ τὸν νόμον τὰς χιλίας· διαφέρει δὲ τοῦ
10ἀντονομάζοντος, ὅτι τὸ κατὰ φύσιν κοινὸν ὁ ἀντονο‐ μάζων διαιρεῖ· κλοπῆς γὰρ ἴδιον καὶ ἱεροσυλῆσαι καὶ κλέψαι· ὁ δὲ διαιρεῖ καὶ λέγει· ἄλλο κλοπὴ, καὶ ἄλλο ἱε‐ ροσυλία· ὁ δὲ κατὰ σύλληψιν τὰ φύσει κεχωρισμένα συν‐ άγει κατ’ αὐτόν· ἄλλο γὰρ διαπαρθενεῦσαι, καὶ ἄλλο
15δημόσιον ἀδίκημα τῇ φύσει· ὁ δὲ συλλαμβάνει τὰ δύο φάσκων, καὶ τὴν κόρην ἐβιάσω, καὶ δημοσίᾳ τὴν πόλιν ἠδίκησας· πάλιν ἐν τῷ κατὰ σύλληψιν πρώτῳ κέχρηται τῷ ἀντονομάζοντι ὁ φεύγων· εἶθ’ οὕτως ὁ διώκων συλ‐ λαμβάνει ἀμφότερα· καὶ πάλιν ἐν τῷ ἀντονομάζοντι ἑκά‐
20τερα ἀτελῆ, καὶ ἱεροσυλία καὶ ἡ κλοπὴ· λείπει γὰρ τὸ τὰ χρήματα εἶναι ἱερατικά· ἐν δὲ τῷ κατὰ σύλληψιν ἡ μὲν βία ὁμολογουμένη τυγχάνει· ἀμφίβολον δὲ τὸ δημό‐ σιον ἀδίκημα. ΚΑΤΑΣΤΑΣΙΣ. Ἔστιν οὖν ἡ κατά‐ στασις ἀπὸ τῆς προβολῆς τῆς γενομένης ἐπὶ στρατηγίαν·
25καὶ ὅτι ὁ στρατηγὸς ὑπερηγάπα τὸν συστράτηγον, οἰό‐ μενος πιστὸν ἕξειν ἐν τοῖς πράγμασι κοινωνὸν, καὶ ὅτι μεγίστας ἐλπίδας εἶχε δι’ αὐτοῦ κατορθώσειν ἅπαντα, τοῦ μὲν ὑποτιθέντος γνώμας, τοῦ δὲ ἐνεργοῦντος, καὶ τοῦ πολέμου θᾶττον δεχομένου πέρας διὰ τὴν τῶν στρα‐
30τηγῶν ὁμόνοιαν, ταῦτα ἐλπίσας, ταῦτα προσδοκήσας
ἕξειν, ἐμαυτὸν αὐτῷ πρὸς πάντα ἐπέδωκα, τὴν οἰκίαν106

8

.

107

τὴν ἐμὴν, τὰ φίλτατα· εὐθὺς οὖν μετὰ τῶν ἐμῶν ἦν ὡς εὔνους συστράτηγος· εἶτα ἐπιτηρήσας ἐβιάσατο· ἕξεις δὲ καὶ ἠθοποιΐας ἐν αὐτῇ· ὅτι ἔλεγες πρὸς αὐτὸν διαλογι‐ ζόμενος, ὅτι καιρὸς νῦν ἐπιθέσθαι τῇ κόρῃ, καὶ ὅτι
5ἐκαιροφυλάκει· ἕξεις δὲ καὶ ἀνακλητικά τινα, ὅτι ἐλάν‐ θανε πονηρὸς ὢν, καὶ πόῤῥωθεν τὴν ἐπιβουλὴν ταύτην σκευαζόμενος· οἶμαι γοῦν ὅτι καὶ ταύτην τὴν στρατη‐ γίαν αὐτὸς συνεσκεύαζεν, ἵνα τὸ γένος ἐνυβρίσῃ, καὶ τὰ τοιαῦτα. ΟΡΩ ΤΟΥ ΣΥΣΤΡΑΤΗΓΟΥ. Ἀλλ’ οὐδὲν
10ἠδίκησα δημοσίᾳ τὴν πόλιν· ποῖον γὰρ τεῖχος ἢ ναύσταθ‐ μος, ἤ τι τῶν κοινῶν διέφθαρται· ἐβιασάμην δὲ τὴν κόρην· καὶ δίδωμι κατὰ τὸν νόμον τὰ χρήματα. ΑΝΘΟ‐ ΡΙΣΜΟΣ. Λύσεις ἀνθορισμῷ τὸν ὅρον τοῦ συστρα‐ τήγου· τὰ μέγιστα τὴν πόλιν ἠδίκησας· τὰ γὰρ εἰς τὸν
15στρατηγὸν ἀδικήματα κοινὰ τῆς πόλεώς ἐστιν ἀδικήματα, ὥσπερ γὰρ ἄν τι στρατηγὸς κατόρθωμα κατορθώσῃ, τοῦτο τῆς πόλεώς ἐστι τὸ κατόρθωμα, οὕτως ἄν τις στρατηγὸς ἀδικηθῇ, τοῦτο τῆς πόλεως γίνεται· ἔτι καὶ οὐχ εἷς τρόπος ἐστὶ τῶν τῆς πόλεως ἀδικημάτων· οὐ γὰρ
20ἐπειδὴ ναῦς ἢ τεῖχος οὐ καθῄρηκας, διὰ τοῦτο δημοσίᾳ τὴν πόλιν οὐκ ἀδικεῖς· ἀλλὰ καὶ στρατηγὸν ἀδικήσας τὴν πόλιν ἠδίκησας· εἶτα ὅτι τίνος τὸ ὄνομά ἐστι τοῦ στρατηγοῦ ἢ τῆς πόλεως· οὐδενὶ γὰρ στρατηγός ἐστιν ὄνομα, ἀλλὰ τοῦτο τίθησιν ἡ πόλις· καὶ ὅτι τὸ ἀξίωμα
25τῆς πόλεώς ἐστι· καὶ ἐάν τις εἰς τοῦτο πλημμελήσῃ τι, εἰς τὴν πόλιν ἀνάγει τὸ τόλμημα· εἶτα ἔπαγε τὴν βίαν· ἐν οἷς μὲν γὰρ τὴν πόλιν ἐβίασας, ἰδίᾳ με ἠδίκησας· ἐν οἷς δὲ εἰς τὸν στρατηγὸν ἐτόλμησας, ἐν τούτοις τὴν
πόλιν ἠδίκησας· εἶτα ἔχεις καὶ παθητικὰ πολλά· τίς107

8

.

108

γὰρ ἔτι διεφθαρμένην τὴν κόρην δέξεται, οὕτως ἐξυ‐ βρισμένην; τίς δὲ οὐκ ἐρεῖ, ὅτι τοῦ πατρὸς στρατηγοῦν‐ τος καὶ περικειμένου τὸ κοινὸν τῆς πόλεως ἀξίωμα, ἡ κόρη διέφθαρται; καὶ τὰ τοιαῦτα· ἔχεις δὲ τὰ ἐπιχει‐
5ρήματα καὶ τὰ παραδείγματα ἐκ τοῦ κατὰ Μειδίου λα‐ βεῖν· καὶ τῶν ἐν τῷ λόγῳ τόπων πολλῶν. ΣΥΛΛΟ‐ ΓΙΣΜΟΣ. Μετὰ ταῦτα θήσεις τὸν συλλογισμὸν, ὅτι οὐδὲν διαφέρει βλάψαι τι τῆς πόλεως, καὶ στρατηγοῦ ἀδικῆσαι θυγατέρα· ὥσπερ γὰρ ἄν τις τὴν ναῦν καταδύσῃ,
10οὐ μόνον τὸν κυβερνήτην, ἀλλὰ καὶ τοὺς ἐμπλέοντας ἀδικεῖ, καὶ ἕν τι κατὰ πάντων γίνεται τόλμημα· οὕτω καὶ ὁ στρατηγοῦ θυγατέρα βιασάμενος οὐ μόνον εἰς αὐ‐ τὸν ἐκεῖνον τὸν στρατηγὸν ἐξήμαρτεν, ἀλλὰ καὶ εἰς πᾶ‐ σαν τὴν πόλιν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Ἀκολού‐
15θως τοιγαροῦν καὶ ὁ νομοθέτης οὐκ εἶπεν, εἰ τόδε ἢ τόδε τις καταπράξεται, δημοσίᾳ τὴν πόλιν ἀδικεῖ· ἀλλὰ καθόλου τὸ ἀδίκημα θεὶς ἐπὶ τοῖς πάσχουσιν ὥρισε τὴν διάκρισιν· τί οὖν ὁ νόμος λέγει· ἄν τις ἀδικήσῃ τὴν πόλιν, ἔνοχος ἔσται τῷ δήμῳ· σὺ δὲ τὸ μέγιστον καὶ κυ‐
20ριώτατον μέρος τῆς πόλεως τὸν στρατηγὸν ἠδίκησας, τὸν ὑπὲρ τῆς πόλεως ἀναδεχόμενον τοὺς κινδύνους, δι’ οὗ νικηφόρος ἡ πόλις· ἢ τοὐναντίον, ὅπερ μὴ γένοιτο, ὑπή‐ κοος, καὶ τὰ τοιαῦτα. ΠΗΛΙΚΟΤΗΣ. Ὅτι δεινὸν ἀδικῆσαι τὸν στρατηγόν· δεινὸν τὸ γένος βίαν τοιαύτην
25ὑπομεῖναι· ἡμῶν διὰ τοῦτο στρατευομένων, ἵνα μηδεὶς ὑβρισθῇ τοῦ γένους, ἔνδον ὑφ’ ἑστίας ὑπομεῖναι τὸ τόλ‐ μημα· καὶ καθάπερ ἐπὶ σκηνῆς διὰ τοῦτο τοῖς πολεμίοις μαχόμενον, ἔνδον ὑπομεῖναι τὰ χαλεπώτερα· εἶτα ὅτι καὶ σωφροσύνη μέγιστον ᾖ παρὰ πᾶσιν ἀνθρώποις, ἐξαιρέτως
30δὲ παρὰ ταῖς γυναιξίν· ἐὰν οὖν αὐτῶν ταύτην τις ἀφέ‐108

8

.

109

ληται, τὸ πᾶν συνανῄρηκε καὶ τὰ τοιαῦτα. ΠΡΟΣ ΤΙ. Σύγκρισιν ἔχει πρὸς τὸ ὑπὸ τοῦ φεύγοντος μαχό‐ μενον· λέγει δὲ ἐκεῖνος, ὅτι δημοσίᾳ τὴν πόλιν οὐκ ἠδί‐ κησα· οὐκοῦν ὁ στρατηγὸς ἐρεῖ, ὅτι τοῦ καθελεῖν τεῖ‐
5χος, τοῦ ἐμπρῆσαι τὰς ναῦς, τοῦτο τυγχάνει χαλεπώ‐ τερον· ἐκεῖνα μὲν γὰρ ἐπὶ τοῦ οἰκείου καταστῆσαι πάλιν τις δύναται σχήματος· τοῦτο δὲ ἀφανισθὲν ἅπαξ οὐδα‐ μῶς ἔτι σωθῆναι δυνήσεται· τίς γὰρ ἔτι προσελεύσεται; τίς ταύτην κοινωνὸν ἔχειν τοῦ βίου βουλήσεται, οὕτως
10ἐνυβρισμένην τὴν κόρην μαθὼν, οὕτως ὑπομείνασαν χα‐ λεπώτατα; καὶ τὰ τοιαῦτα· τινὲς μετὰ τὸ πρός τι ἀντί‐ θεσιν παρὰ τοῦ στρατηγοῦ τιθέασι συγγνωμικήν· ὅτι ἐρῶν ἐβιασάμην· ἀποδοκιμάζουσι δὲ τοῦτο ἔνιοι· διὸ ἐν τῇ περιστάσει οὐκ ἔστιν ὡς ἤρα ὁ συστράτηγος, πλὴν
15οἶμαι καλῶς τεθεῖσθαι αὐτήν· δῆλον γάρ ἐστιν ὅτι στρατηγοῦ θυγατέρα οὐδεὶς βιάζεται, ἐὰν μὴ ἔρως ᾖ τῆς πράξεως προηγούμενος· λύσεις οὕτως μεταληπτικῶς· ὅτι ἔδει τῷ πατρὶ ἀναγαγεῖν, ἔδει αἰδεσθῆναι, ἔδει πεῖσαι, ἔδει τοῖς κατὰ τὸν πόλεμον ἀριστεύσασί με προτρέψα‐
20σθαι, μὴ τολμῆσαι κατὰ τῆς κόρης τι προπετέστερον, μὴ λάθρα τὴν τοιαύτην ἀδικίαν ἐργάσασθαι. ΕΠΙΛΟΓΩ. Ὑποσχέσεις ἔχοντι κατορθωμάτων καὶ τροπαίων· ὅτι ἀρ‐ κέσει καὶ μόνος, ὅτι ἡ τοῦ ἀδικήσαντος αὐτὸν τιμωρία πρὸς τὰ κοινὰ τῆς πόλεως προτρέψεται κατορθώματα,
25ὅτι δεινὸν τὸ μὴ δοῦναι τιμωρίαν· εἶτα διατυπώσει τοῦ ἀδικήματος· εἶτα ὅτι πάντες πρὸς τὴν ὑμετέραν κρίσιν ἐσπουδάκασι, τὴν ψῆφον τὴν ὑμετέραν νόσον ἡγούμενοι· ἂν μὲν οὖν καταψηφίσησθε, κέχυται τὸ πᾶν, νόμοι,
σωφροσύνη, κατάστασις, οὐκ ἔντιμόν τις ἡγήσαιτο εἰ109

8

.

110

ἀληθῶς ἐστιν πατὴρ ἑτέρου πρὸ τοῦ γάμου διακορεύσαν‐ τος· γνωσθήσεται δὲ ὅτι οὐδὲν ὁ στρατηγὸς διαφέρει τῶν ἰδιωτῶν· καὶ πρὸς τούτοις ἐροῦσιν ἅπαντες· οὐκ ᾐδέσθη τὸ σχῆμα τὸ οἰκεῖον· οὐ τετίμηκε τὴν ἑαυτοῦ
5χειροτονίαν τὸ δικαστήριον, οὐκ εἶδεν, οὐκ ἐλογίσατο, ὅτι τὸν στρατηγὸν εὐνούστερον τῇ κατὰ τοῦ ἀδικήσαντος τιμωρίᾳ κατασκευάσει· ἂν δὲ μιᾶς τιμωρίας τυχὼν ἐξέλθω κατὰ τὸν πόλεμον, πῶς ὑπὲρ ὑμῶν ἀγωνίσωμαι, πῶς κινδυνεύσω ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ σωφρο‐
10σύνης παραταττόμενος· οὐδὲ τοὺς νόμους αὐτοὺς πρὸς συμμαχίαν εὑράμενος θρηνήσω, καὶ παρ’ αὐτὸν τὸν πόλεμον οὐ δυνήσομαι παρατάξασθαι τὴν κόρην ὑβρι‐ σμένην ἐννοῶν· ἂν δὲ πρὸ τοῦ πολέμου λάβω τὴν δίκην, ἐρῶ· τοῦτό μοι τοῦ τροπαίου προοίμιον· τοῦτο τῆς μά‐
15χης πρῶτον κατόρθωμα· τοὺς οἴκοι πολεμίους νικήσαν‐ τες συνάψομεν καὶ τὴν τῶν πολεμίων νίκην τοῖς οἴκο‐ θεν.
17
19ΕΜΠΙΠΤΩΝ ΣΤΟΧΑΣΜΟΣ.
20aΝόμος τὸν ἐξειπόντα τὰ μυστήρια τεθνάναι· ὄναρ τις θεασά‐
21aμενος τὴν τελετὴν ἤρετό τινα τῶν μεμυημένων, εἰ ταῦτα εἴη, ἅπερ
22aἑώρακεν· ἐπένευσεν καὶ κρίνεται ἀσεβείας.
22a
23
ΠΟΙΟΤΗΣ. Δεῖ πρῶτον παντὸς ζητήματος ἐπισκοπεῖν τὴν ποιό‐
25τητα· ποιότης δέ ἐστιν ἡ ἀπὸ φανερῶν ἀξιωμάτων ὁμο‐ λογουμένη περὶ τοῦ προσώπου ὑπόληψις· ὁρᾷν οὖν δεῖ τὴν τοῦ κατηγόρου ὑπόληψιν καὶ ποιότητα· καὶ ταύτῃ συμφώνους ποιεῖσθαι τοὺς λόγους· ἔξεστιν οὖν σκοπεῖν
περὶ τοῦ παρόντος ζητήματος, ὡς εὐσεβὴς ὁ κατήγορος·110

8

.

111

ἄδηλον γὰρ εἰ μεμύηται ἢ οὔ· τὴν γοῦν εὐσέβειαν δεῖ διὰ τῆς κατηγορίας ὁρᾷν· ὅπου γὰρ νεύσαντος μόνου τοῦ φεύγοντος τὴν κατηγορίαν πεποίηται, δηλονότι τὸ φυλάττειν τὸν περὶ τῶν μυστηρίων νόμον, καὶ τὴν τε‐
5λετὴν περισπούδαστον ἐποιήσατο· ὁμοίως δὲ καὶ ὁ φεύ‐ γων ἐστὶν εὐσεβής· μεμύηται γὰρ καὶ πρὸς τὴν ἐρώτησιν οὐδένα λόγον προήκατο· δεῖ οὖν ποιεῖσθαι τοὺς λόγους ἀφορῶντα πρὸς τὴν ἀμφοτέρων ποιότητα· ὡς εὐσεβέστα‐ τοί τινές εἰσι καὶ πρὸς τὴν τελετὴν δεισιδαίμονες· ἐπι‐
10φορᾶς δὲ μεστὸς ὁ λόγος ἐστὶν οὐδαμοῦ κεχρημένων ἡ‐ μῶν καταφορᾷ· διενήνοχε δὲ ταύτῃ, ὅτι ἐπιφορὰ μετὰ τὴν ἀπόδειξιν τῆς ἀσεβείας τὴν καταδρομὴν ποιεῖται· ἡ δὲ καταφορὰ καὶ προαποδείξεως κατατρέχει· τὸ γὰρ ὁμολογούμενον ἀδίκημα ἢ ἀσέβημα τὴν καταφορὰν εὐ‐
15θὺς ἀπαιτεῖ· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου, ὁμολογουμένης οὔσης τῆς ὕβρεως, εὐθὺς κατατρέχει· τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταὶ, καὶ τὴν ὕβριν· ἐπὶ δὲ τοῦ δημοσίου ἀδικήματος μετὰ τὸν ἔλεγχον καὶ τὴν ἀπό‐ δειξιν ἐπάγει τὴν ἐπιφορὰν· οὕτως οὖν καὶ ἐνταῦθα ποιή‐
20σομεν· πρότερον ἀγωνισάμενοι καὶ ἀποδείξαντες, ὅτι ἀσε‐ βείας ἐστὶ τὸ εἰπεῖν καὶ ἐπινεῦσαι, καὶ οὕτω χρησόμεθα τῇ ἐπιφορᾷ· γνωστέον δὲ ὡς οἱ ἐμπίπτοντες ὅροι φύσει τὴν ἴσην ἐργασίαν ἔχουσι τῷ ἐμπίπτοντι στοχασμῷ· ὥσ‐ περ γὰρ ἐκεῖνος προϊὼν μέχρι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐
25λους ἐν ἁπλῇ ἐργασίᾳ ἀπὸ τοῦ χρώματος ἐπὶ τὸν δεύτε‐ ρον ἔρχεται στοχασμὸν, οὕτω κἀν τοῖς ἐμπίπτουσιν ὅροις προελθόντες, μέχρι τοῦ πρός τι ἐν ἁπλῇ τῶν ὁρικῶν κεφαλαίων ἐργασίᾳ, ἐντεῦθεν ἐπὶ τὸν ἐμπίπτοντα ἀνα‐ τρέχομεν ὅρον, ὅτι οὐδὲ ἀμύητος οὗτος ὁ ὑπὸ τῶν θεῶν
30ὄναρ τελεσθείς· παρὰ δὲ τοῦ κατηγόρου τὸ ἐμπίπτον,111

8

.

112

ὅτι καὶ ἀμύητος οὗτος· ἐρεῖς οὖν τὰ προοίμια ἀκολού‐ θως τῇ ποιότητι τὸ εὐσεβὲς ἀεὶ καὶ τὸ περὶ τοὺς θεοὺς σκοπεῖν. ΠΡΟΟΙΜΙΟΝ. Πρώτῳ τοίνυν χρήσῃ τῷ ἀπὸ βαρύτητος· οἷον ἔμελλέ τις, ὡς ἔοικε, φθόνος καὶ
5περὶ τοὺς θεοὺς εὐσεβοῦντί μοι γενήσεσθαι· καὶ τοῦτο τῆς ἄγαν θρησκείας ἦν πέρας· ὅπου μηδὲν τηλικοῦτον μανεὶς ὡς ἐξειπεῖν τῆς τελετῆς ταὐτὸν πάσχω τοῖς τῶν μυστηρίων νόμον παραβῆναι τολμήσασιν· οὐκοῦν ἀφήσω τὴν κατ’ ἐμοῦ βλασφημίαν ἀκέραιον· δυοῖν γὰρ σπου‐
10δάσω θάτερον ὑποκρῖναι κρινόμενος, ἢ πεῖσαι μηδὲν ἠσεβῆσθαί μοι μηδέποτε μεθ’ ὑμῶν τὸν γραψάμενον, ἢ μετὰ τὸν ἔλεγχον αὐτὸν γενέσθαι δήμιον κατ’ ἐμοῦ τὸν κατήγορον· οὐ γὰρ ἀνέξομαι ζῇν ἔτι, περὶ τὰς θεὰς ἐξαμαρτήσας καὶ τὰ μυστήρια. ΠΡΟΟΙΜΙΟΝ ΔΕΥ‐
15ΤΕΡΟΝ. Ἐγὼ μὲν οὖν καὶ νῦν ἀπὸ τῶν ἱερῶν πρὸς τὴν ἀπολογίαν ἀπήντηκα· καὶ πέπεισμαι τὴν γραφὴν ἑλεῖν προχειρότερον τῆς κατ’ ἐμοῦ συκοφαντείας, τοὺς κρείττονας μαρτυράμενος· ἐπεὶ δὲ μετὰ τὴν πρὸς θεοὺς εὐχὴν προςυπολείπεται δέησις, δέομαι, μὴ πρὸς τὸ τῆς
20γραφῆς μέγεθος ἀφορᾷν· μηδ’ ὅτι δεινὸν τὸ πρὸς θεοὺς πλημμελεῖν προκαταγνῶναί μοι μηδὲν, ἀλλ’ ὁρᾷ εἰ τῶν πεπραγμένων τι κατηγορεῖ τὴν ἀσέβειαν. ΠΡΟΟΙΜΙΟΝ ΤΡΙΤΟΝ. Ὅτι ὑμεῖς μὲν τῆς φιλίας τοὺς θεοὺς θαυ‐ μάζετε, καὶ προσεύχεσθε τὴν πόλιν αὐτοὺς, οὕτως ἐποπ‐
25τεύειν φιλικῶς, ὡς καὶ τὸν τελεσθέντα παρ’ αὐτῶν ἀρ‐ τίως ἐπωπτεύκασιν· ὁ δὲ σεμνὸς κατήγορος τὴν τῶν θεῶν εὐεργεσίαν εἰς ἔγκλημα μετενήνοχεν· οὐ μὴν αὐτὸς ἐάσω φρονεῖν αὐτὸν οὕτω τὰ ἐναντία τῇ πόλει· ἀλλ’ ἐπεξέλθω σωφρονεῖν διὰ τῆς τιμωρίας ἀναγκάσας τὸν
30κατήγορον. ΠΡΟΟΙΜΙΟΝ ΤΕΤΑΡΤΟΝ. Ὁ μὲν οὖν
τετελεσμένος παρὰ τῶν θεῶν ἀμφιβάλλων ἔτι περὶ τῶν112

8

.

113

μυστηρίων καθέστηκε, καὶ τὴν τελετὴν εἰ παραπλησία τίς ἐστιν τοῖς ὀνείρασιν ἀγνοεῖν. ἐγὼ δὲ παρ’ ὑμῖν ὡς ἐξειπὼν τὰ μυστήρια κρίνομαι, ὁ λόγον μηδένα πρὸς αὐτὸν ὅλως φθεγξάμενος. ΠΡΟΟΙΜΙΟΝ ΠΕΜΠΤΟΝ.
5Διπλῆν μὲν οὖν ὁ κατήγορος ἐνστησάμενος τὴν γραφὴν ἐμὲ μὲν εἰσήγγειλε παρ’ ὑμῖν· τὸν δὲ πρὸ τῶν ἱερῶν ἐκ‐ μαθόντα τὴν τελετὴν ἐᾷ· οὐ μὴν ἀλλ’ αὐτὸς ἀρκέσω καὶ ὑπὲρ ἐκείνου καὶ ὑπὲρ ἐμαυτοῦ τὴν τιμωρίαν εἰςπρά‐ ξασθαι. ΠΡΟΟΙΜΙΟΝ ΕΚΤΟΝ. Μικροῦ μὲν οὖν καὶ
10νῦν σιωπῶν ἐπὶ τὸ δικαστήριον καὶ πρὸς ὑμᾶς ἀπήντηκα τοῖς μυστηρίοις περὶ τῆς σιωπῆς καὶ ἐπὶ τοῦ παρόντος πειθόμενος· ἐπειδὴ δὲ τοῖς νόμοις καὶ ὑμῖν ὑπακούειν ἀκόλουθον, ἦλθον ἀπολογούμενος ἵνα μὴ δόξῳ αὐθά‐ δης τις εἶναι καὶ θρασὺς, κρείττων φανῆναι τῶν νόμων
15βουλόμενος. ΚΑΤΑΣΤΑΣΙΣ. Ἡ κατάστασις ἔπαινον ἐχέτω τῆς πόλεως ὡς περὶ τὰ μυστήρια διακειμένης, καὶ οἰκονομίαν τῆς περιωπῆς· ὅτι οὐδὲ πώποτε ἐξηγόρευσά τι τῶν κατὰ τὴν πόλιν, οὐκ ἴδιον, οὐδὲ κοινὸν, οὐχ ὕβρισα κατὰ τὴν ἀγορὰν οὐδένα, οὐ τὰ τῶν φίλων ἀ‐
20πόῤῥητα εἶπον· διὰ γὰρ τῶν ἐλαχίστων τούτων προαναι‐ ρεῖς· ὅτι οὐκ ἂν ἐξεῖπον τὰ μυστήρια, οἷον οὕτως· πάνυ δὲ τὰ μυστήρια θαυμάζων ἀεὶ καὶ τὴν πόλιν εὐδαιμονί‐ ζων διὰ τὰ δρώμενα ἐπεθύμουν ἀεὶ καὶ συνεῖναι ταῖς θεαῖς διὰ τῶν μυστηρίων ἐσπούδαζον· καὶ πρῶτον μὲν
25οἱ τῶν φίλων σπουδαῖοι ταύτην μου τὴν ἐπιθυμίαν σκο‐ πήσαντες σιωπᾷν συνεβούλευον, οὐκ εἰδότες ὅτι καὶ πρὸ τῶν ἐκείνων λόγων αὐτὸς καθάπερ βίον ἐποιησάμην τὴν σιωπήν· τοιγαροῦν τίς ἤκουσέ μου κατὰ τὴν πόλιν
διαβάλλοντος; τίς λοιδοροῦντος ᾔσθετο; τίς ὡς ἄπιστον113

8

.

114

ἐμὲ κατεμέμψατο; καὶ τὰ τοιαῦτα· εἶτα ἐντεῦθεν λέγεις ὅτι τοῦτον διάγων τὸν τρόπον ἐγὼ καὶ καθάπερ ἄλλῳ μυστηρίῳ προτελεσθεὶς τῇ σιωπῇ τῶν ἄλλων ἁμαρτημά‐ των λοιπὸν τὸν ἐμαυτοῦ βίον ἐκάθαιρον, καὶ πρὸς τὴν
5θείαν τῶν θεῶν τελετὴν ἐπειγόμενος ἐκκλίνειν τῶν ἁμαρ‐ τημάτων ἐσπούδαζον· καὶ τὰ τοιαῦτα. πάντα δὲ σπού‐ δαζε παρακεκαλυμμένως λέγειν, μὴ λάθῃς ἐν τῷ καθίστασθαι ἐξαγορεύων τι τῶν μυστηρίων, καὶ τοὐναν‐ τίον ποιήσῃς ἢ προῄρησαι, δοκῶν μὲν ἀπολογεῖσθαι,
10ὑπάγων δὲ σαυτὸν τῇ γραφῇ φανερώτερον· τί οὖν ἑξῆς ἐρεῖς; ὅτι ἐντεῦθεν τὸ ἱερὸν καὶ πρὸ τῆς τελετῆς χρῆμα περισπούδαστον ἦν· ἐντεῦθεν ὠνειροπόλουν, ἐφανταζό‐ μην τὰ μέλλοντα· ἐὰν δὲ θέλῃς καὶ πλατύτερον ἐκτεῖναι τὸν λόγον, ἐρεῖς ἠθοποιΐαν τινά· ὅτι βραδύνοντος τοῦ
15καιροῦ τὴν ἐμαυτοῦ τύχην κατεμεμφόμην· ἐδυσχέραινον. μέλλων δὲ τοῖς καθαρσίοις τοῖς πρὸ τῆς τελετῆς ἐντυγ‐ χάνειν, ἐκάλουν εὐδαίμονα ἐμαυτὸν, πιστεύων τὰ πάντα παρὰ τῶν θεῶν ἔχειν. διὸ καὶ τὰς τοιαύτας πρὸς ἐμαυ‐ τὸν ἀφῆκα φωνάς. ἂν μυηθῶ τὰ μυστήρια, ἂν μετά‐
20σχω τῆς τελετῆς, τῶν ἐμαυτοῦ λοιπὸν προστήσομαι πρά‐ ξεων· οὐ μέμψεταί μοί τις κατὰ τὴν πόλιν ὡς πλημμε‐ λήσαντι. οὐ λοιδορήσεταί τις ὡς λάλον· οὐ διορθώσεταί τις πταίοντα· ἀλλ’ ἔσομαι διὰ τὴν τελετὴν πρὸς πᾶσαν ἀρετὴν ἑτοιμότατος· ἐπεὶ οὖν εἴσω τῶν ἀνακτόρων γεγέ‐
25νημαι, καὶ μύστης ὢν ἱεροφάντην ἅμα καὶ δᾳδοῦχον τεθέαμαι, καὶ τὴν τελετὴν ἐκείνην εἶδον, ἣν οἱ μεμυη‐
μένοι πάντες ἐπίστασθε, ἐξῄειν ἀπὸ τῶν ἀνακτόρων ἐπ’114

8

.

115

ἐμαυτῷ ξενιζόμενος, μᾶλλον δὲ ᾐσθόμην, καὶ τὰ πα‐ ραγγέλματα φυλάττων ὡς ἀληθῶς ἀκριβέστερον· συλλο‐ γιζόμενος γοῦν πρώην κατ’ ἐμαυτὸν καὶ τὸ τῆς ψυχῆς πρὸς τὸ θεῖον συγγενὲς καὶ διὰ τὴν τελετὴν αἰρόμενος
5προσδραμόντα μοι τὸν εὐτυχῆ τοῦτον νεανίσκον ὁρῶ, καὶ συστήσας ὀλίγα τοῦ νεανίσκου τὸ πρόσωπον, ὡς εὐ‐ τυχὲς, ὡς εὐπρόσωπον, ὡς εὐσεβὲς, τοιοῦτον ἔργον θεα‐ σάμενον. εἶτα λέγε τὸ ὄναρ ἀσφαλιζόμενος· μή τι τῶν ἀποῤῥήτων ἐξείπῃς διὰ τοῦ ὀνείρου· εἶτα καὶ διηγήσατο,
10εἶτα ἐπὶ τούτοις ἐγὼ μόνον ἐπινεύσας κρίνομαι, μὴ φθεγ‐ ξάμενος, μὴ λόγον εἰπὼν, μὴ σχήματι δηλώσας τὴν τε‐ λετὴν, καὶ τὰ τοιαῦτα. ἐκτείνειν γὰρ ἐφ’ ὅσον βούλει δυνήσῃ, καὶ πρὸς τὴν κατηγορίαν ὁρῶν καὶ πρὸς τὴν ποι‐ ότητα καὶ πρὸς τὰς θέας· καὶ ὅλως ἂν θέλῃς τοιαῦτα
15ἐγκαταμῖξαι τῇ καταστάσει, εἰς ταῦτα ἀφορῶν, σχήσεις πολλὴν εὐπορίαν· μετὰ τὴν κατάστασιν θήσεις τὸν νό‐ μον οὕτως· ἀλλὰ παρέβης τὸν νόμον ἐπινεύσας, φησὶ, πρὸς τὴν ἐρώτησιν· λύσεις ἀπὸ τοῦ ἄλλου ὅρου τοῦ ἀν‐ θορισμοῦ τοῖς λείπουσι χρώμενος· αὐτὰ δὲ μόνα καλῶς
20τεθέντα δεῖ λέγειν τὰ ἐλλείποντα, καὶ μηδὲν ἔξωθεν πε‐ ριεργάζεσθαι· ξηρὸς γὰρ ὢν παντάπασιν ὁ ὅρος, καὶ ἐν‐ θυμημάτων καὶ λογισμῶν ἔστιν ἐνδεής· πλὴν εἰ μή τις ἀπὸ παραδειγμάτων ἕκαστον τῶν κεφαλαίων ἐκτεῖναι θε‐ λήσειε· τὴν γὰρ εὐπορίαν τῶν λόγων ἐν ταύτῃ τῇ στάσει
25ἀπὸ μόνων ἄν τις παραδειγμάτων θηράσειεν· λύσεις οὖν οὕτως τὸν ὅρον, ὅτι τὸ νεῦσαι οὐκ ἐξειπεῖν ἐστι· τί γὰρ τούτου πρὸς τὴν κατηγορίαν ἀλλότριον; ἢ τί τούτου πρὸς τὴν ἀπόδειξιν ἀσαφέστερον; αὐτοῦ μαρτυροῦντος μὲν καὶ γραψαμένου τὴν σιωπήν. εἶτα ὅτι πολλά ἐστι
30πρὸς τὴν τοιαύτην τῶν μυστηρίων συντελοῦντα ἀσέβειαν,115

8

.

116

οἷον σχῆμα, λόγος, πρόοδος, καὶ τὰ τοιαῦτα· εἰ μὲν οὖν τι τούτων πρὸς τὸν ἄνθρωπον ἐξεῖπον, ὑπεύθυνός εἰμι τῇ γραφῇ· εἰ δὲ οὐδὲν τοιοῦτον ἐνδέδειγμαι, οὐδὲ ἔχει τηλικοῦτον ψεύσασθαι πρὸς ὑμᾶς ὁ κατήγορος, αὐτόθεν
5τῆς συκοφαντίας ἐλήλεγκται. εἰ μὲν γὰρ ἡ σιωπὴ τοῖς κα‐ τηγοροῦσιν ὑπεύθυνος, πολλοί μου πολλοὶ πρότερον ἕτε‐ ροι τῶν κατὰ τὴν πόλιν ἐξήμαρτον· καὶ πρόσθες κατ’ εἶδος συντόμως, ὅτι καὶ οἱ περὶ χρημάτων πόρου βου‐ λευομένης τῆς πόλεως ἠδίκησαν· καὶ οἱ περὶ πολέμων
10σκοπούντων ὑμῶν ὁμοίως καὶ τὰ τοιαῦτα· εἰ δὲ τὴν ἀκοὴν κρίνει, πολλοὶ πολλάκις καὶ τῶν ἐχθρῶν τῶν μυστηρίων ἠκροῶντο· ἐγὼ μὲν οὖν ἐπὶ νεύμασι δικα‐ στήριον ἔγνων οὐδὲ πώποτε ξυναγόμενον· μόνος δὲ τα‐ νῦν, ὡς ἔοικεν, ἐπὶ τοῖς παραδόξοις ὑπὸ τοῦ χρόνου τε‐
15τήρημαι· καὶ ψῆφον, ὡς εἰργασμένος τι κατὰ τῶν σαυ‐ τοῦ, προσδοκῶ· μηδὲ πώποτε παρ’ ὑμῖν ὡς ὑβριστὴς ὑπομείνας τύχην καὶ δικαστήριον· φυλάττου δὲ τὸ συνε‐ χῶς λέγειν, ὅτι ἐπὶ σιωπῇ κρίνομαι· ἀσύστατον γὰρ οὕτω τὸν ὅρον ποιεῖς· οὐ γὰρ ἐπὶ τούτῳ κρίνεται· οὐκ ἐπὶ τῷ
20νεύματι· εἶτα τῷ συλλογισμῷ· ὅτι οὐκ ἔστιν ἴσον τὸ νεῦ‐ σαι τῷ ἐξειπεῖν· οἷον, εἰ μὲν οὖν ταὐτόν ἐστιν, ὦ ἄν‐ δρες δικασταὶ, τὸ νεῦσαι καὶ ῥῆξαι φωνὴν, τοιαῦτα γὰρ ἀρτίως κομψευομένου τοῦ κατηγόρου διήκουσα, θᾶττον ὀφείλομεν ἐπὶ τούτοις τὸν κατήγορον τιμωρήσασθαι· αὐ‐
25τὴν γὰρ τῆς φωνῆς τὴν φύσιν διαφθείρων ἐλέγχεται· καὶ ταὐτὸν ὀνομάζων νεῦμα καὶ λόγον, εἰδὼς ἕτερα ταῦ‐ τα καὶ ὡς πολὺ ἀπ’ ἀλλήλων διεστήκασιν ἀγνοεῖ, μά‐ την εἰσελθὼν καὶ τὴν γραφὴν ταύτην δῆλός ἐστι, καὶ οὐδὲ ἐῤῥωμένος τὸν λογισμὸν· εἰ δ’ ὑμεῖς ἴστε τί νεῦμα
30καὶ λόγος, καὶ οὐδὲν εἰς τοὺς νόμους καὶ θεοὺς ἐξήμαρ‐116

8

.

117

τον· τί τούτου ληροῦντος ἀνέχεσθε; καὶ μιγνύντος ἃ φύ‐ σις ἄνωθεν ἀπ’ ἀλλήλων διώρισεν; ἀπάτῃ γὰρ ἀγωνίσαι τὸν ἀγῶνα τοῦτον δυνήσεται· ἂν δὲ ὑμεῖς οὕτως πρὸς ἕκαστον ἐξετάζητε, καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς δοκι‐
5μάζητε, εὐθὺς ὡς συκοφαντοῦντα αὐτὸν ἐλέγξετε· εἶτα ἔπαγε παραδείγματα, ὅτι οὐ ταὐτόν ἐστι τὸ ναυπη‐ γήσασθαι ναῦν καὶ κυβερνήσασθαι, οὐδὲ τὸ δᾷδας παρα‐ σκευάσαι τῇ τελετῇ καὶ δᾳδουχῆσαι ταῖς θεαῖς· μετὰ ταῦτα ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Τὴν δὲ γνώμην
10ἀεὶ τοῦ νομοθέτου ἐκ τοῦ ἀπροςδιορίστου κατασκεύαζε ὅτι οὐκ εἶπεν ὁ νόμος, κἂν σχηματίσηται, κἂν νεύσῃ, κἂν ἄλλο τι ποιήσῃ, τιμωρείσθω. ἀλλ’ ἁπλῶς ὡρισμένως εἶπεν· ὅτι ἐάν τις τὰ μυστήρια εἴπῃ, τιμωρείσθω· ἁπτό‐ μενος δὲ τῆς γνώμης τοῦ νομοθέτου, ἄρχου οὕτως· ὑμῖν
15μὲν, ὦ ἄνδρες δικασταὶ, αὐτάρκως ἀπέδειξα τὸ προκεί‐ μενον, ὅτι οὐδαμῶς εἰμι πρὸς τὴν γραφὴν ταύτην ὑπεύ‐ θυνος· ἐπειδὴ δὲ ἀναισχυντῶν ἔτι πρὸς τὴν γραφὴν ταύ‐ την ὁ συκοφάντης φιλονεικεῖ, κἀκ τῶν νόμων τούτου διελέγξαι πειράσομαι τὴν ἐπήρειαν· τί γὰρ ὄνομά φησιν,
20ἐξειπόντα τὰ μυστήρια θανάτῳ κολάζεσθαι· μὴ προσέ‐ θηκε, κἂν νεύσῃ, κἂν βλέψῃ, κἂν σχηματίσηται, κἂν
ἄλλο τι δράσῃ κολάζεσθαι, ἀλλ’ ἁπλῶς αἰτιᾶται τὸν117

8

.

118

λόγον, καὶ τὸν ἐξειπόντα προσέθηκεν· ἵνα κατὰ τούτων μόνων ἐσαγγέλλωσι τὰς τοιαύτας γραφὰς οἱ κατήγοροι· εἰ μὲν γὰρ ἁπλῶς τοὺς ἠσεβηκότας ὁ νόμος ἐπιζητεῖ, τί τὸ πρὸς τοὺς θεοὺς ἀσεβεῖν ἐστι λογίζου, καὶ σκόπει λο‐
5γιζόμενος· εἰ δὲ ὡρισμένως ὁ νόμος τοὺς προεμένους φωνὴν ἐπὶ τιμωρίαν καλεῖ, οὐκ οὖν αὐτὸς οὐδεμίαν τινὰ ῥῆσιν φθεγξάμενος ἀφείθην ἔναγχος μὲν ὑπὸ τοῦ λόγου τοσαύτην ἀπόδειξιν ποιησάμενος, τοῦ μὴ περὶ τὰς θεὰς ἀσεβεῖν, νῦν δὲ ὑπὸ τοῦ νόμου φανερῶς τὸν ἐκλα‐
10λήσαντά τι κατὰ τῶν μυστηρίων κολάζοντος. ΠΗΛΙ‐ ΚΟΤΗΣ. Ἐντεῦθεν τῷ πηλίκῳ· κατασκευάσεις δὲ, ὡς ἤδη προείπομεν, τοῦτο τὸ κεφάλαιον θετικῶς· οἷον, ὅτι καλὸν ἡ σιωπή. εἰσάξεις δὲ τοῦτον τὸν τρόπον. αὐτὰ μὲν οὖν τὰ τῆς σιωπῆς ἀγαθὰ κηρύττει πρὸ πάντων τὰ
15τῆς Ἐλευσῖνος μυστήρια, φωνῆς ἅμα καὶ λόγου προση‐ μαίνοντα φείδεσθαι, τῆς σιωπῆς ἀρετῇ συστρέφεσθαι ποιεῖ τὸν τελούμενον· ἐγὼ δὲ καὶ πρὸ τῶν ἱερῶν καὶ πρὸ τῆς φωνῆς ἐκείνης τοῦ κήρυκος, ἡλίκον τὸ χρῆμα παρ’ ἐμαυτῷ λογιζόμενος, ἠπιστάμην, ἐγίνωσκον· τί γὰρ τῆς
20σιωπῆς αἱρετώτερον· καὶ καταλέγεις τὰ τῆς σιωπῆς ἐγ‐ κώμια· οἷον ὅτι σιωπὴ κρύπτει τοῖς βεβήλοις τὴν μύησιν, καὶ τὴν τελετὴν μέχρι τῶν ἀνακτόρων ἐφίστησιν· ἐκτεῖ‐ ναι δὲ τὸν λόγον δυνήσῃ διατυπώσει τῇ τοῦ ἱεροκήρυκος φωνῇ· ὅτι πρὸ πάντων ἐπιτάττει δημοσίᾳ τὴν σιω‐
25πὴν, καὶ καθάπερ τι μέρος τῆς τελετῆς τὴν ἐχεμυθίαν τοῖς μύσταις παραινεῖ, καὶ διὰ ταύτης πρυτανεύεται λαν‐ θάνειν τοὺς πολλοὺς τὰ μυστήρια· καὶ οὐ μόνον ἐπὶ τῶν μυστηρίων οὕτως ἔχει τὰ τῆς σιωπῆς, ἀλλὰ καὶ τὰ τοῖς
κοινοῖς πράγμασιν ὁμοίως ἐπιδείκνυται τὴν ἴσην δύνα‐118

8

.

119

μιν· τίς γὰρ οὐκ οἶδεν, ὅτι τὸ σιωπᾷν καὶ φέρειν τὰ παρὰ τῶν νόμων προσταττόμενα κυροῖ μὲν τοὺς νόμους, ἀμε‐ τακίνητος δὲ μένει ὁ τῆς πολιτείας θεσμός· καὶ οὐ μόνον ἐν τούτοις ἡμῖν τὸ σιωπᾷν χρήσιμον, ἀλλὰ καὶ
5πρὸς ἀλλήλους ταύτην φυλάττοντες τὴν μὲν φιλίαν τὴν πρὸς ἀλλήλους διαφυλάττομεν, διαφεύγομεν δὲ μάχην καὶ πόλεμον· εἰ γὰρ λόγος ἀηδὴς κινεῖν οἶδεν ἔριν καὶ πόλε‐ μον, δηλονότι σιωπὴ εἰρήνην ἡμῖν ἅμα καὶ φιλίαν χαρί‐ ζεται· τί γὰρ ταύτης κατὰ τὸν βίον θαυμασιώτερον; ἢ
10τί μάλιστα ἐν τοῖς κοινοῖς χρησιμώτερον· ἐντεῦθεν ὁ τῆς φιλίας νόμος παρὰ τοῖς χρωμένοις ἅπασι βέβαιος. οὕ‐ τως ἀκίνδυνον γέρας παλαιὸς λόγος κηρύττει τὴν σιω‐ πὴν· εἶτα μετὰ τὸ πληρῶσαι τὰ θετικὰ πρόσαγε τὸ κε‐ φάλαιον πρὸς τὸ ζητούμενον, λέγων, ὅτι ταῦτα εἰδὼς καὶ
15πεπαιδευμένος ἄνωθεν ἀμφίβολον πεποίημαι τὴν ἀπό‐ κρισιν· καὶ νεύσας μόνον πρὸς τὴν ἐρώτησιν τοῦ θαῤῥεῖν οὐ παρεσχόμην τῷ τοῦτόν μοι πρώην ἐξηγησαμένῳ τὸν ὄνειρον· εἶτα τὸ πρός τι φανερόν· διότι πρὸς τὸ ἐναντίον τοῦ ἐγκλήματος ποιεῖται τὴν σύγκρισιν. ἔστι
20δὲ τὸ ἐναντίον τῆς ἀσεβείας ἡ εὐσέβεια· ἐρεῖς οὖν ὅτι τοῦ‐ το μάλιστά ἐστιν ἡ εὐσέβεια· τὸ γὰρ τοιαύτην ἀπόκρισιν πεποιῆσθαι καὶ τρόπον τοιοῦτον εὑρεῖν, δι’ οὗ τοῖς με‐ μυημένοις ὀρθῶς καὶ προσηκόντως παρεῖχον σκοπεῖν ὅπως καὶ νένευκα· τοῖς δὲ ἀμυήτοις οὐδὲν πλέον ἀπὸ τοῦ νεύ‐
25ματος· ἄλλο τι ἄρα πρὸς θεῶν δείκνυσι τὸ γενόμενον, ἢ πολλὴν πρὸς θεοὺς δεισιδαιμονίαν καὶ φόβον. τοῦτο
μυηθέντων ἔργον, τοῦτο φυλαττόντων τῶν νόμων, τὸ119

8

.

120

ποιουμένους τινὰ περὶ τῶν μυστηρίων διάσκεψιν μηδε‐ μίαν ἐκ τούτου διδόναι τοῖς ἀμυήτοις ἐπίγνωσιν· εἶτα χρῆσαι παραδείγμασιν, ἵνα πλατύνῃς τὸν λόγον· οἷον ὅτι οἱ ἄγοντες τοῖς θεοῖς τὰς ἀπαρχὰς ἢ πρὸς τὰς θυ‐
5σίας ταῖς ἑκατόμβαις φιλοτιμούμενοι εὐσεβεῖς μέν εἰσι· τὸν δὲ τρόπον ὅπως περὶ τῶν μυστηρίων διάκεινται, σαφῆ πρὸς τοὺς ἐντυγχάνοντας οὔπω παρασκευάζουσιν. ὁ δὲ τοῖς μυστικοῖς ἐγκαρτερῆσαι παραγγέλμασιν ὑπομεί‐ νας καὶ πρὸς τὰς τελετὰς αὐτὰς εὐσεβὴς, καθὸ δεισι‐
10δαίμων γενόμενος, περὶ οὐδενὸς ἔτι τὴν περὶ τοὺς θεοὺς ἔχει θρησκείαν ἀμφίβολον, καὶ ἄλλα δὲ παρατιθεὶς παρα‐ δείγματα ἀποδεικνύειν σπούδαζε, ὅτι ὁ περὶ τοὺς θεοὺς εὐσεβὴς καὶ πάντων ἐστὶ τῶν ἄλλων εὐσεβέστερος· καὶ ὅτι τὸ περὶ τοὺς θεοὺς εὐσεβεῖν βέλτιον τοῦ εὐνοεῖν τῇ
15πατρίδι· ὁ μὲν γὰρ τῇ πατρίδι εὐνοῶν ἄδηλον ὅπως διά‐ κειται περὶ τοὺς θεοὺς, ὁ δὲ εὐσεβὴς καὶ περὶ τὴν πα‐ τρίδα καὶ περὶ τοὺς πολίτας εὔνους ἐστὶ καὶ φιλάνθρω‐ πος· φόβῳ γὰρ τῶν θεῶν οὐδὲν εἰς οὐδένα πταίει. ΑΡΧΗ ΤΟΥ ΕΜΠΙΠΤΟΝΤΟΣ ΟΡΟΥ· ἐντεῦθεν
20ἔρχῃ ἐπὶ τὸν ἐμπίπτοντα ὅρον, ὅτι οὐδὲ ἀμύητος ἐκεῖ‐ νος· δεῖ οὖν πληρώσαντα τὸν πρῶτον ὅρον ἐπιλογικὸν εἰ‐ πεῖν πρῶτον νόημα· εἶθ’ οὕτως εἰσβαλεῖν εἰς τὸν ὅρον· οἷον, ὡς μὲν οὖν ὁ συκοφάντης ἐλήλεγκται ταύτην ἐμοῦ καταψευσάμενος τὴν γραφὴν, καὶ δεῖ μηδαμῶς τοῦτον
25ἀφεῖναι ἀθῷον τοῦ βήματος, μεμαθήκατε· ἐπεὶ δὲ πολλὴν πεποίηται κατὰ τοῦ πέρα τῶν θεῶν μεμυημένου
καταδρομὴν, καὶ πανταχοῦ διεκωμῴδει τοῦ λόγου ἀμύη‐120

8

.

121

τον ὀνομάζων τὸν ἄνθρωπον, ἀνάσχεσθέ μου μικρὰ περὶ τούτου τανῦν εἰπεῖν. ΚΑΤΑΣΚΕΥΗ ΤΗΣ ΜΥΗ‐ ΣΕΩΣ. Εἶτα εὐθὺς κατασκεύασον, ὅτι οὔτε ἀμύητος μὴ ἐξ ἀντιθέσεως τὸν ὅρον τιθεὶς, ἀλλὰ προηγουμένως
5κατασκευάζων αὐτόν· οἷον, πολλῶν γὰρ πολλάκις γενο‐ μένων παρὰ τῶν θεῶν εὐεργετημάτων τῇ πόλει, ταύτην μόνην ἐγὼ μαθὼν γενομένην τὴν μύησιν ὑπὲρ ἅπαντα τὰ παρὰ τῶν θεῶν ἡμῖν ὑπάρξαντα τεθαύμακα· τί γὰρ τού‐ του τἀνδρὸς ἐντελέστερον ἐξαίφνης ἅπασαν τὴν τῆς
10Ἐλευσῖνος ἐποπτεύσαντος τελετήν· αὐτὸς μὲν γὰρ ἀγνοεῖ, καὶ βούλεται κατιδεῖν τοῖς ὁραθεῖσι τὰ δρώμενα· δᾳδοῦ‐ χος δὲ τοῦτον ὡς ἐπόπτην μᾶλλον ἢ μύστην ὁρῶ· τὴν δὲ παρὰ τῶν θεῶν τελετὴν πρὸς ὅμοιον οὗτος εἶναι πι‐ στεύων αἰνίγματι, καλῶς ποθεῖ τὰς νύκτας τὰς μυστι‐
15κάς· καὶ πλέον ἔχειν ἀμυήτου δοκῶν, ἐφ’ ὅσων ἡμῶν ἐστιν ἐνδεέστερος, ἐπιθυμεῖ τῆς ἱεροφάντου κατακοῦσαι φωνῆς· ἡμῖν δὲ πρόδηλα τὰ τούτου λεγόμενα σύμβολα, καθάπερ μύσταις γενομένοις, καὶ τὴν γνῶσιν πεπαιδευ‐ μένοις σαφέστερον. ΣΥΛΛΟΓΙΣΜΟΣ. Εἶτα συλ‐
20λογισμῷ· ὅτι ἴσος ἐστὶν οὗτος τῷ μεμυημένῳ, κἂν ἀμφιβάλλῃ περὶ τῶν μυστηρίων τὴν τελετήν· ὥσπερ γὰρ ἡμεῖς μεμυήμεθα, καὶ οὗτος μεμύηται, καὶ τῆς αὐτῆς ἡμῖν ἀπολέλαυκε προσηγορίας, ὑπ’ αὐταῖς τελεσθεὶς ταῖς θεαῖς· ἡμᾶς μὲν γὰρ ἱεροφάντης ἅμα καὶ δᾳδοῦχος εἴσω
25τῶν ἀνακτόρων εἰσήγαγε· τουτονὶ δὲ τῆς σεμνῆς ἀπολαῦ‐ σαι ταυτησὶ τελετῆς Δημήτηρ καὶ Κόρη παρασκευάζουσι· καὶ πέρας ἀμφοῖν τὸ αὐτὸ γνῶναί τι τῶν ἀποῤῥήτων γε‐ γένηται· εἶτα χρῆσαι παραδείγμασιν· ὅτι ὥσπερ ἰατροῖς οὐδὲν διαφέρει ἂν τῷδε ἢ τῷδε τὴν νόσον ἐκκαθάροιεν,
30τέλος ἓν τὴν ὑγίειαν πεποιημένοι τῆς πράξεως, οὕτως οἶ‐121

8

.

122

μαι καὶ νῦν εὔλογον ἐπισκοπεῖν, οὐκ εἰ τὸ σεμνὸν τοῦτο συμφωνεῖ τοῖς κατ’ Ἐλευσῖνα γενομένοις ἐνύπνιον, ἀφίη‐ μι γὰρ τοῦτό γε, ἀλλ’ εἰ ταὐτὸν ἀμφοῖν τὸ μυηθῆναι τέλος ἀπήντηκεν. Ἡ ΓΝώμη τοῦ νομοθέτου ἐκλέλοιπεν
5ἐνταῦθα· δεῖ οὖν τὴν γνώμην ἐξετάσαι τῶν θεῶν· τί βουλόμεναι μεμυήκασι· καὶ καθόλου ἔνθ’ ἂν ἐκλείπῃ τοῦτο τὸ κεφάλαιον, τὴν γνώμην τῶν πραξάντων ἐξετά‐ ζετε· τί βουλόμενοι τόδε τι ἔπραξαν· οἷον, ἡδέως δ’ ἂν ἐροίμην μὰ τοὺς θεοὺς τὸν κατήγορον, τί ταῖς θεαῖς
10σπουδαζόμενον ἦν, ἢ τί διὰ τούτων τῶν ἐνυπνίων ἠνύετο· εἰ μὲν γὰρ ἁπλῶς, καθάπερ εἴωθε, τὰ τῶν ὀνει‐ ράτων ἐγίγνετο, τί τί ποτε μυστικῇ πρὸς αὐτὸν συνου‐ σίᾳ διὰ τῶν ἐνυπνίων παρεσκευάζετο· εἰ δὲ τοὐναντίον πρόδηλος ὁ σκοπὸς, καὶ σαφῶς ἴσμεν ὅτι βεβούληνται
15διὰ τούτων οἱ κρείττονες τὴν γνώμην ἀποφαίνειν τὴν ἐναντίαν τοῖς σύμβολα τούτων κινήσασι μυστικὰ, σαφῶς ὅτι ταύτην ἡμῖν τὴν τελετὴν αὗται κατεστήσαντο, δεῖξαι βεβούληνται μύστην ποιήσασαι τοῦτον τὸν εὐτυχέστατον, καὶ τὴν αὐτὴν αὐτῶν τῆς Ἐλευσῖνος ἐκκαλύπτουσαι μύη‐
20σιν. ΠΗΛΙΚΟΤΗΣ. εἶτα τῷ πηλίκῳ· κατασκευάσεις δὲ θετικῶς αὐτῷ, ὅτι καλὸν ἡ μύησις, ὅτι μέγα καὶ θαυμαστὸν τοῦτον τελεσθῆναι τὸν τρόπον· καίτοι τί τούτου γένοιτ’ ἂν κατὰ τὸν βίον παραδοξότερον, ἢ μυῆ‐ ναι παρὰ τῶν θεῶν ἐντελέστερον, ἢ ὁ ἱεροφάντης τε‐
25λέσειε· θεῖα μὲν γὰρ αὐτὰ καὶ καθ’ ἑαυτὰ τὰ μυστή‐122

8

.

123

ρια, καὶ προφέρειν τὸν ἔπαινον κατὰ τὴν ἀξίαν ἀδύνα‐ τον· τὸ δὲ τελετὰς εὑρεῖν τοὺς θεοὺς, καὶ δᾳδουχοῦντας ἅμα, καὶ τὴν τοῦ ἱεροφάντου φωνὴν μιμουμένους τοὺς κρείττονας τίνα καὶ πᾶσιν ὑπερβολὴν οὐκ ἀπολιμπάνεις
5σαφῶς; ἄνθρωπος μὲν γὰρ πᾶσαν ἐθεάσατο τὴν τελε‐ τὴν, ἱερουργῶν δὲ τούτῳ παρειστήκει θεός. ΕΙΤΑ τὸ πρός τι ἐκλείπει πάλιν· πλὴν εἰ μὴ θέλῃς συγκρίνειν τὴν διὰ τοῦ ὀνείρατος τελετὴν τοῖς ἀπὸ τοῦ ἱεροφάντου τελου‐ μένοις, οἷον εἰ λέγοις, νῦν θαῤῥῶ καὶ τῆς κατ’ Ἐλευσῖνα
10μείζονα ταύτην προσειπεῖν τελετῆς· νῦν ὄντως οὗτος ἡμῶν αὐτῶν ἐντελέστερος, αὐτοῖς τοῖς ἀρχηγέταις τῆς τελετῆς μυσταγωγοῖς σεμνυνόμενος· εἶτα ὅτι βελτίων ἡ παρὰ τῶν θεῶν τελετὴ κατασκεύασον οὕτω· εἰ γὰρ τὸ σφάλλεσθαι μᾶλλον ἢ κατορθοῦσθαι τῆς ἀνθρωπίνης
15οὐκ ἀλλότριον φύσεως· οἱ δὲ κρείττους ἀεὶ πρὸς τὸ πταίειν οὐκ εὔκολοι· βελτίους ἄρα οἱ παρὰ τούτων με‐ μυημένοι τῶν οὐκ ἀκριβῶς ἐπισταμένων τὰ τῆς Ἐλευσῖνος ἀπόῤῥητα. ΕΠΙΛΟΓΩι. Οἱ δ’ ἐπίλογοι ἀνέχουσι ποιό‐ τητα· αὐτὰ τὰ μυστήρια διατυπώσεις γὰρ καὶ ἐρεῖς, οὐ‐
20δὲν ἀποκαλύπτων ὁμοίως τῶν μυστικῶν· οἷον, καιρὸς λοιπὸν, ἄνδρες δικασταὶ, τὸν ἄνθρωπον ἄγειν ἐπὶ τῆς Ἐλευσῖνος ἀπόῤῥητον τελετὴν, καὶ διδάσκειν ἃ παρὰ τῶν θεῶν δι’ αἰνιγμάτων μεμάθηκεν· εἶτα ἀποστρέψας τὸν λόγον ἐρεῖς· ἂν εἰσέλθῃς εἴσω τῶν ἀνακτόρων, ἐπ’ αὐτῆς
25τῆς τελετῆς σοι τῶν ἐνυπνίων γενήσομαι ἐξηγητὴς, διδάξω λόγῳ λοιπὸν οὐκ ἔτι νεύματι τὰ μυστήρια, ἂν δᾳδουχίαν θεάσωμαι καὶ σχῆμά τι περὶ τοῦ ἀδελφοῦ γι‐ γνόμενον εὐθὺς ἀναμνήσω τὴν διὰ τῶν ἐνυπνίων θέαν ὑπάρξασαν, ἂν τῶν ἱεροφάντου ῥήσεων αἴσθωμαι, τὸ
30ὄναρ σοι σαφέστερον ἐξηγήσομαι· εὐθὺς ἐρῶ πρός σε,123

8

.

124

τοῦτ’ ἐστὶν ὃ τεθέασαι, ταῦτ’ ἦν ἐκεῖνα τὰ σχήματα, ταύτας αἱ θεαί σοι τὰς ῥήσεις διὰ τῶν συμβόλων ἐκείνων ᾐνίττοντο· μή τοι πλέον ἄρα παρὰ ταῦτα τεθέασαι, μή τι καινότερον ἔχεις παρ’ αὐτῶν τῶν θεῶν, ἢ εἰς τὴν
5τελετὴν ταύτην δεξάμενος· εἰπὲ πρὸς θεῶν, εἴ τι πλέον μεμάθηκας· εἰπὲ πρὸς αὐτῶν τῶν Ἐλευσινίων Κόρης καὶ Δήμητρος· δίδαξον ἄν τι σφαλώμεθα· πρόσθες τοῖς παρ’ ἡμῶν γιγνομένοις τὰ λείποντα· εἰκός σέ τι πλέον παρ’ αὐτῶν μεμαθηκέναι τῶν θεῶν ἅτε τελούμενον ὑπ’
10αὐτῇ Κόρῃ καὶ Δήμητρι· πάντα πρόδηλα τὰ μυστικὰ τοῖς θεοῖς· θᾶττον ἡμεῖς τῶν προσηκόντων ἀποσφαλλόμεθα· πρόσθες αὐτοὺς τῇ τελετῇ· μηδὲν ἀποκρύψῃ τὸν παρ’ αὐτάς σε τὰς θεὰς ἱκετεύοντα· μὴ φοβῇς τὸν νόμον· εἰπὲ, μεμυημένος ἐρεῖς, ἵν’ ἔχωμεν ἐπί σοί τι λέγειν πα‐
15ράδοξον, ἔτι μυούμενος ἄνθρωπος αὐτὸν τελούμενον τὸν ἱεροφάντην διόρθωται, καὶ τὰ τοιαῦτα.
16
ΔΥΟ ΟΡΟΙ.
18aΝόμος τὸν ἀλλοτρίῳ τάφῳ χοὰς ἐπιφέροντα τιμωρεῖσθαι· ἀπο‐
19aκήρυκτος τελευτήσαντος αὐτῷ τοῦ πατρὸς εὕρηται δακρύων ἐπὶ τοῦ
20aμνήματος, καὶ ὑπάγεται τῷ νόμῳ.
21
Οἱ δύο καλούμενοι ὅροι, διὰ τοῦτο ταύτην ἔσχον τὴν προσηγορίαν, ὅτι ἁπλοῖ δύο συνεζευγμένοι εἰσὶ, καὶ δυ‐ νατὸν ἐφ’ ἑνὶ ἑκάστῳ κατ’ ἰδίαν κρίνεσθαι· οἷον, ἐπὶ τοῖς δακρύοις, εἰ χοαὶ τοῦτο· καὶ ἐπὶ τῷ ἀλλοτρίῳ τάφῳ,
25εἰ ἀποκήρυκτος ἀλλότριός ἐστι· καὶ δυνατὸν τὸ πλᾶσμα124

8

.

125

διελόντα δύο ποιῆσαι προβλήματα· ἔστι δὲ ἡ ἐργασία ἡ αὐτὴ σχεδὸν τῷ κατὰ σύλληψιν· διπλῆ γάρ ἐστι καθ’ ἕκαστον κεφάλαιον ἡ ἔκθεσις· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν τὸ ἕτερον ὡμολόγηται, τὸ δὲ ἕτερον ζητεῖται· οἷον ἡ βία
5ὡμολόγηται, τὸ δὲ δημόσιον ἔγκλημα ζητεῖται· ἐνταῦθα δὲ ἀμφότερά ἐστι ζητούμενα· καὶ εἰ ἀλλότριος οὗτος, καὶ εἰ χοαὶ τοῦτο· παθητικὸς δὲ διόλου ὁ λόγος· ἥ τε γὰρ ἀποκήρυξις καὶ τὸ δοκεῖν ὡς ἐπ’ ἀλλοτρίῳ δακρύειν τάφῳ, καὶ τὸ δακρύειν κωλύεσθαι, καὶ τὸ ἐπὶ τούτοις
10κρίνεσθαι ταῦτα πάντα χορηγεῖ τὸ πάθος τῷ πλάσματι. ἔστιν οὖν ἡ κατάστασις τοιαύτη τις. περὶ μὲν τοῦ κατη‐ γόρου ὅτι ἠγάγετο ὁ τούτου πατὴρ ἐπὶ γνησίᾳ παίδων σπορᾷ ἐλπίζων γηροκομεῖσθαι· εἶτα ὅτι πεποίηκε παῖδα· ἀνήγαγε συμβουλεύων τὰ ἄριστα, καὶ ἐν ἠθοποιΐᾳ ἔπαγε
15τὰ κατὰ μέρος τῆς συμβουλῆς· ὅτι τὰ καὶ τὰ συνεβού‐ λευεν· εἶθ’ ὅτι ἐξήμαρτεν εἰς αὐτὸν οὗτος, καὶ παρὰ τὴν ἀγωγὴν τὴν ἐκείνου βιώσας ἀπεκηρύχθη, καὶ τελευ‐ τήσαντος τοῦ πατρὸς εὑρέθη δακρύων ἐπὶ τοῦ μνήματος. ΟΡΩι ΤΩι ΠΡΩΤΩι. Εἶτα ἀλλ’ οὐκ εἰμὶ ξένος, φησὶν,
20υἱὸς ὤν. ΛΥσεις· ὅτι γενόμενος ἀποκήρυκτος ἠλλο‐ τριώθη τοῦ γένους, καὶ οὐδενὸς αὐτῷ μέτεστιν, οὔτε ζῶντος τοῦ πατρὸς, οὔτε νῦν μετὰ τελευτήν· εἰ γὰρ μετῆν τινος αὐτῷ, τίνος ἕνεκα ἐγίγνετο ἀποκήρυκτος, ἢ τί τέλος ἔχει τὸ ἀποκηρυχθῆναι, οὐχὶ τὸ μηδενὸς μηκέτι
25κοινωνεῖν, μὴ γένους, μὴ χρημάτων τῶν τοῦ πατρός· εἶτα θὲς πάλιν ἐξ ἀντιθέσεως τὸν δεύτερον ὅρον. ΟΡΟΣ ΔΕΥΤΕΡΟΣ. Ἀλλ’ οὐδὲ χοαὶ, φησὶ, τυγχάνει τὰ δάκρυα. ΛΥΣΕΙ πάλιν τῷ ἀνθορισμῷ· ὅτι πᾶν τὸ ἐπὶ τοῦ μνήματος ἐπιβαλλόμενον ὑγρὸν χοαί· σὺ δὲ ἐπέ‐
30σπεισας τῷ τάφῳ τὰ δάκρυα· σὺ ἄρα χοὰς τῷ τάφῳ125

8

.

126

ἐπέβαλες· καὶ ὅτι πᾶν τὸ ἐπὶ τῇ ὁσίᾳ καὶ τῷ τάφῳ ἐπιβαλλόμενον χοαί· σὺ δὲ ἐπ’ αὐτοῦ δακρύων πεφώρα‐ σαι. ΣΥΛΛΟΓΙΣΜΩι. Ὅτι ἴσον ἐστὶ τὸ μηδεμίαν ὅλως ἔχειν πρὸς γένος συνάφειαν, καὶ τὸ γενόμενον
5ἀποκηρυχθῆναι· καὶ ἴσον ἐστί τι χοὰς ἐπιβαλεῖν, καὶ δακρῦσαι ἐπὶ τοῦ μνήματος. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ· ὅτι καὶ ὁ νομοθέτης τὸν ξένον εἶπεν ἁπλῶς, οὐδὲν πε‐ ριεργαζόμενος ἔξωθεν, ἀλλὰ μόνον τὸν ἀλλότριον τοῦ κειμένου λέγων· καὶ ὅτι χοὰς εἶπεν οὐχ ὁρισάμενος οὐ‐
10δὲν, πότερον τὸ ἢ τὸ ἐπιβάλλεται, ἀλλ’ ἁπλῶς εἶπε χοάς· σὺ δὲ παρὰ τὸν τάφον χοὰς ὤφθης ποιῶν, ὑπεύ‐ θυνος ἄρα τυγχάνεις τῷ νόμῳ. ΠΗΛΙΚΟΤΗΣ· ἦ δεινὸν τοῦτο καὶ χαλεπὸν τὸ ἀλλοτρίοις τάφοις ἐπέρ‐ χεσθαι, καὶ περιεργάζεσθαι τὴν ὁσίαν καὶ ἐπιδακρύειν
15ξένοις μνήμασι. ΠΡΟΣ ΤΙ· εἰ χαλεπώτερόν ἐστιν ἀπο‐ κήρυκτον ὄντα, πλησίον τοῦ τάφου ἢ ἀληθῶς ξένον. ὁ μὲν γὰρ ἢ οὐδὲ τὴν ἀρχὴν προσῆλθεν ἂν, ἢ εἰ προσῆλ‐ θεν οὐκ ἂν ἔβαλε χοὰς κατὰ μηδὲν διαφέρων τῷ κει‐ μένῳ. οὗτος δὲ καὶ προσῆλθε καὶ χοὰς ἐπέβαλε τῷ κειμένῳ.
20ΕΠΙΛΟΓΟΣ ΚΟΙΝΟΣ. Τιμωρήσασθε αὐτὸν ὡς φίλου ὄντος καὶ ἡδέος τῷ κειμένῳ· εἰ γὰρ ἔστι τις μετὰ τὸν θάνατον αἴσθησις, ἀγανακτήσειεν ἂν ὁ τεθνεὼς, ἐὰν ἀτιμώρητον ἀφῆτε τοῦ βήματος, καὶ τὰ τοιαῦτα, καὶ ὅτι δίκαιον αὐτὸν καὶ συμφέρον τιμωρήσασθαι.
24
25ΑΝΤΙΛΗΠΤΙΚΑ ΑΠΛΑ.
26aΜετὰ Μαραθῶνα Μίκων ὁ ζωγράφος τοὺς βαρβάρους γρά‐
27aψας μείζους τῶν Ἑλλήνων κρίνεται.
28Μεστόν ἐστι πομπείας τὸ ζήτημα, ἥ τε γὰρ τῶν126

8

.

127

κατορθωμάτων ὑπερβολὴ καὶ ὁ τῆς ἐλευθερίας ἀγὼν καὶ τὸ δοκεῖν δι’ αὐτοὺς ἠλευθερῶσθαι τοὺς Ἕλληνας πομ‐ πεύειν τὸν Ἀθηναῖον ποιεῖ· οὐδὲ γὰρ ταύτην ἀνεστήσατο τὴν γραφὴν, λυπῆσαι τὸν ζωγράφον προηγουμένως βου‐
5λόμενος, οὐδὲ μετὰ τὸ τρόπαιον μικρόψυχος ἄλλος ἔστι περὶ μικρῶν οὕτω, μᾶλλον δὲ σκιῶν δικαστήριον συγκρο‐ τῶν, ἀλλὰ φιλοτιμήσασθαι διὰ τῆς γραφῆς ἐστιν αὐτῷ τὸ προκείμενον, καὶ κηρύξαι μᾶλλον τὰς ἀριστείας ἢ τὸν ἄνθρωπον τιμωρήσασθαι· ἰστέον δὲ ὅτι τῶν ἀντιλήψεων
10αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ διπλαῖ· καὶ διπλαῖ μέν εἰσιν αἱ ἐξ ἁπλῶν δύο συγκείμεναι· οἷον ταῖς πάντων γνώμαις ἀντιλέγει τις· καὶ αὐτὸς οὐκ ἀποφαίνεται γνώμην· τό τε γὰρ ἀντιλέγειν καθ’ ἑαυτὸν τέλειον ὂν δύναται ποιεῖν τὴν ἀντίληψιν, τό τε μὴ ἀποφαίνεσθαι γνώμην ὁμοίως
15καὶ καθ’ ἑαυτὸ δύναται κρίνεσθαι· ἁπλαῖ δὲ αἱ ἐν τῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσαι· διαφέρουσι δὲ τούτων αἱ ἐκ τοῦ ἀποβεβηκότος ἀντιλήψεις· ὅτι πᾶσαν τὴν τῆς ἁπλῆς ἔχουσαι τῷ ἀποβεβηκότι μόνον ὁμολογουμένῳ ὄντι ἀτόπῳ πλεονάζουσιν· ἔτι κἀκεῖνο γνωστέον, ὅτι οὐδὲν
20ἕτερόν ἐστι λεληθότως ἐν τῇ ἀντιλήψει κρινόμενον ἢ τοῦ φεύγοντος ἡ προαίρεσις· τὸ γὰρ γελᾷν τὸν Ἀλκιβιάδην ἢ δακρύειν τὸν πένητα ἑπόμενον τῷ πλουσίῳ, καὶ τὰ τοιαῦτα, ποίαν ἐπιδέχεται κρίσιν· οὐκοῦν ἔκ τινος περι‐ στάσεως ὑπεύθυνον ὁ κατηγορῶν τὸ ἀπ’ ἀρχῆς ἄχρι τέ‐
25λους ποιῶν τοῖς δικάζουσι φαύλην τὴν προαίρεσιν ἐπι‐ δείκνυται· εἰ δέ τις φήσειε κἀν τοῖς στοχαστικοῖς προ‐ αίρεσιν κατασκευάζεσθαι κεφαλαίοις, ἴστω ὅτι εἰ μὲν προηγουμένως ἡ προαίρεσις ἐκρίνετο, ὥσπερ ἐν στοχα‐
σμῷ, ἀναγκαίως τοῖς τοῦ στοχασμοῦ κεφαλαίοις κατε‐127

8

.

128

σκευάζετο. ἐπειδὴ δὲ λεληθότως τοῦτο γίγνεται ἐν ταῖς ἀντιλήψεσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐπιδεχο‐ μένων τὴν κρίσιν ἐκ τῆς τῶν ἀντιληπτικῶν κεφαλαίων κατασκευῆς, καὶ τὰ τῆς προαιρέσεως ἐπιδείκνυται· ἔτι
5εἰ δή τινές φασιν εἶναι τὴν ἁπλῆν καὶ τὴν διπλῆν καὶ τὴν ἐκ τοῦ ἀποβεβηκότος τῶν ἀντιλήψεων ἀνοήτως πάνυ λέγοντες· τὰ γὰρ εἴδη τὰ ἀντιδιαιρούμενα ἀλλήλοις ἴσμεν, ὅτι ἰδίαν καθ’ ἕκαστον ἐπιδέχεται διαίρεσιν· ἐν‐ ταῦθα δὲ πᾶσαι αἱ ἀντιλήψεις τοῖς ὁμοίοις διαιροῦνται
10κεφαλαίοις· καὶ πῶς ἐστιν εἰπεῖν ταύτας εἴδη τυγχάνειν· ὁ δὲ αὐτὸς λόγος μοι καὶ περὶ τῶν στοχασμῶν κεφα‐ λαίων ἐστὶ, καὶ περὶ τῶν ὁρισμῶν. ἄρ’ οὖν ἡ διπλῆ τῶν κεφαλαίων ἔκθεσις, ἐν τοῖς ἀντεγκληματικοῖς στοχασμοῖς, καὶ ἡ ἐξ ἀρχῆς πάλιν διαίρεσις· ὥσπερ ἐν τοῖς ἐμπίπτου‐
15σιν οὐκ ἔστιν ἰδία παρὰ τὰς ἄλλας αὕτη διαίρεσις οὐδα‐ μῶς· οἰκονομίας γὰρ τρόπος ἐστί· τῷ γὰρ εἶναι διπλᾶ τὰ ζητούμενα καὶ δύο βούλεσθαι παρασχεῖν ἐγκλημάτων ἀποδείξεις διπλοῖς καὶ τοῖς κεφαλαίοις κεχρήμεθα· πῆ μὲν ἕκαστον κεφάλαιον διπλοῦν ἐκτιθέμενοι, ὥσπερ ἐν
20τοῖς ἀντεγκληματικοῖς στοχασμοῖς καὶ διπλοῖς ὅροις καὶ διπλαῖς ἀντιλήψεσι· πῆ μὲν ἐπαναλαμβάνοντες τὴν διαί‐ ρεσιν, καθάπερ ἐν τοῖς ἐμπίπτουσιν ἔθος ποιεῖν. ἐν μὲν τῷ στοχασμῷ ἀπὸ τοῦ χρώματος ὑποστρέφοντες· ἐν δὲ τοῖς ὅροις ἀπὸ τοῦ πρός τι. ὥστε ἡ αὐτὴ διαίρεσίς ἐστιν
25ἐν πᾶσι τοῖς προβλήμασι· κεχρήμεθα δὲ ἡμεῖς πῆ μὲν ἁπλοῖς, πῆ δὲ διπλοῖς τοῖς κεφαλαίοις, πῆ δὲ τῇ διαι‐ ρέσει δεύτερον· οἰκονομίας χάριν ἂν εἴημεν τοῦτο ποι‐ οῦντες, οὐχ ὡς ἐν εἴδεσιν ἑτέρᾳ τῇ τῶν κεφαλαίων κε‐ χρημένοι τομῇ. παρατηρητέον δὲ, ὅτι ἐν ταῖς ἀπὸ τοῦ
30βεβηκότος ἀντιλήψεσιν, ἐὰν πράγματα μεταστατικὰ δύο128

8

.

129

τυγχάνῃ, τῷ μὲν ἑνὶ ὡς παραγραφικῷ χρησόμεθα· τῷ δὲ ἑνὶ ὡς χρώματι· καὶ παραγραφικῷ μὲν τῷ προσώπῳ τὸ ἄτοπον πράξαντι· χρώματι δὲ τῷ πεισθέντι τῇ συμ‐ βουλῇ· οἷον ἔπεμπε Φίλιππος ἐξαιτῶν τὸν Δημοσθένην·
5συνεβούλευσεν Ὑπερίδης μὴ ἐκδοῦναι· ἔπεισεν Αἰσχίνης ἐκδοῦναι· λαβὼν Φίλιππος ἀπέτεμε τῆς γλώττης αὐ‐ τόν· καὶ κρίνεται Αἰσχίνης δημοσίᾳ· ἐνταῦθα δύο ἐστὶ μεταστατικά. ἓν μὲν ἐπὶ τὸν Φίλιππον ἐκτεμόντα τὴν γλῶτταν, ἕτερον δὲ ἐπὶ τὸν δῆμον τὸν πεισθέντα· οὐκοῦν
10Αἰσχίνης χρήσεται μὲν παραγραφικῷ τῷ ἑνὶ, ὅτι οὐκ ὀφείλω κρίνεσθαι ὑπὲρ ὧν ὁ Φίλιππος ἔδρασεν· τῷ δὲ ἑτέρῳ τῷ τῶν Ἀθηναίων, ὅτι ὑμεῖς αἴτιοι πεισθέντες μοι συμβουλεύσαντι, χρήσεται εἰς κατασκευὴν τοῦ χρώ‐ ματος· λέγων γὰρ, ὅτι τὰ ἄριστα συνεβούλευσα, κατα‐
15σκευάσει τοῦτο τῷ μεταστατικῷ, ἐρεῖ γὰρ ὅτι οὕτω τὰ ἄριστα συνεβούλευσα, ἐκύρωσε δῆμος τὴν εἰσήγησιν· καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἡμῖν, ὦ υἱὲ Καρπωνιανὲ, τεχνο‐ λογείσθω. χρήσεται δέ τις ἐν τῷ προκειμένῳ ζητήματι προοιμίοις τοῖςδε. ΠΡΟΟΙΜΙΟΝ ΠΡΩΤΟΝ. Ἕως ἔτι
20μετὰ τῶν ὅπλων ἑστήκαμεν, καὶ βασιλικῶν εἰσι πραγμά‐ των δι’ ὑμᾶς πάντες ἐλεύθεροι, προσθῶμεν τῷ Μαραθῶ‐ νος τροπαίῳ τὴν ἀλαζονείαν τοῦ Μίκωνος, καὶ διπλοῦν τήμερον κατὰ τὴν Ἀττικὴν γενέσθω τὸ τρόπαιον. Ξέρ‐ ξου μὲν κρατεῖν τῶν οὐκ εἰθισμένων δουλεύειν ἐπιθυμή‐
25σαντος, Μίκωνος δὲ χαρισαμένου βαρβάροις παρὰ τὴν ἀξίαν τὰ μὴ προσήκοντα· καὶ τοῖς κατὰ Μήδων προσθῶ‐ μεν θαύμασι τὸ λειπόμενον θανάτου μετὰ τὴν τοιαύτην γραφὴν τῷ δημοτικῷ τούτῳ καὶ χρηστῷ τιμησάμενοι, ἵνα μάθῃ μετὰ τὰ Μαραθῶνι σεμνὰ τῆς πόλεως κατορ‐
30θώματα μὴ τοιαῦτα Μήδοις τοῖς ἡττημένοις χαρίζεσθαι. ΠΡΟΟΙΜΙΟΝ ΔΕΥΤΕΡΟΝ. Δευτέρῳ δὲ χρήσῃ ἐκείνῳ ἔχοντι δριμὺ καὶ χάριεν ἐννόημα· εἰ μὲν οὖν παρὰ Μή‐
δοις ἢ παρὰ Πέρσαις ἦν ἡ γραφὴ, τίς ἂν ἐγένετο παρὰ129

8

.

130

ζωγράφου μείζων παραμυθία τοῖς δυστυχήμασιν, ἢ γρά‐ φεσθαι παρ’ αὐτοῖς τῶν Μαραθῶνι μεμαχημένων κατα‐ δεεστέρους τοὺς Ἕλληνας· νῦν δὲ οὐδ’ ἐξὸν τῇ πόλει ταύτην περιθεῖναι τὴν ὕβριν διὰ τῆς τέχνης τετόλμηκεν,
5καὶ Μηδικὰ φρονεῖν Ἀθηναῖος τυγχάνων βεβούληται· φθόνον ἐξαίφνης τῇ πόλει τῶν κατορθωμάτων ἑάλωκε· καὶ τῆς Ξέρξου παρὰ τὴν ἀρχὴν ἡμῖν ἐλπίδος βαρύτερα τὰ Μίκωνος γέγονε χρώματα· ἀλλὰ μιμήσασθε τὴν αὐτῶν ἀρετὴν πάλιν καὶ δεύτερον, καὶ τοῖς πεπτωκόσι
10βαρβάρων πρόσθετε τὸν καινὸν ἑαυτῶν τοῦτον πολέμιον· καὶ γὰρ ἄτοπον τιμωρεῖσθαι μὲν Πέρσας Ἑλληνικοῖς ἀν‐ τιτεταγμένους φρονήμασι, σώζειν δὲ τοῦτον βαρβαρι‐ κοῖς παραπλήσια δράσαντα πλημμελήμασι. ΠΡΟΟΙ‐ ΜΙΟΝ ΤΡΙΤΟΝ. Τρίτον δὲ οὕτως ἂν λάβῃς χάριεν ἐν‐
15νόημα· Μίκωνα μὲν οὖν ἔγωγε καὶ προσθεῖναι τῇ γραφῇ προσεδόκησα χαριέστερον. καὶ Ξέρξην μετὰ τὴν φυγὴν Ἀθηναίων ὑπήκουον· ἐξουσίας γὰρ ἦν γραφικῆς, πολεμῆσαι Πέρσαις μετὰ τὴν κοινὴν ἀριστείαν διὰ τῆς εἰκόνος καὶ δεύτερον· νυνὶ δὲ πεφιλοτίμηται μὲν ὑπὲρ
20ἡμῶν οὐδὲ ἓν. κεχάρισται δὲ τοῖς βαρβάροις ὅσον ἡ τέχνη προσέταττε· καὶ τοῖς ἀπὸ τῆς μάχης αὐτῶν δυστυ‐ χήμασι τὰ παρὰ τῶν συμμάχων ἀντέθηκε θαύματα· ὑμέτερον οὖν ἔργον περιτρέψαι μὲν εἰς τιμωρίαν αὐτῷ τὴν γραφὴν, δεῖξαι δὲ πᾶσι τοῖς Ἕλλησιν, ὅσον πρὸς
25ἐλευθερίαν ὡρμήκατε, μηδὲ σκιᾶς ἁπλῶς ἐν γραφῇ βαρ‐ βάροις παραχωρεῖν ἀνεχόμενοι· ἔστι κἀκεῖθεν δέξασθαι τὸ προοίμιον. ΠΡΟΟΙΜΙΟΝ ΤΕΤΑΡΤΟΝ. Εἰ μὲν οὖν ἠγνόουν ἔγωγε Μίκωνα, ἐζήτησα ἂν παραχρῆμα μα‐
θεῖν, πότερον Ἕλλην ἢ Πέρσης ἦν ὁ δημιουργήσας τὸν130

8

.

131

πίνακα. ΠΡΟΟΙΜΙΟΝ ΠΕΜΠΤΟΝ. Τὸ πρῶτον ἐπιγνοὺς, ὦ δικασταὶ, τὸ τρόπαιον, πρὸς ὑμᾶς ἀπήντη‐ κα, μαθεῖν ἐπὶ τοῦ δικαστηρίου βουλόμενος Μίκωνος, πότερον τὴν Μαραθῶνι μάχην ἢ ξένην μεμίμηται.
5ΑΛΛΩΣ. Ἐχρῆν μὲν οὖν παρ’ αὐτὴν τὴν ποικίλην κρί‐ νεσθαι Μίκωνα, ἵνα πλησίον ὧν δέδρακε καὶ τὸ παθεῖν ὑπομένῃ δεινότερον. ΑΛΛΩΣ. ᾤμην μὲν οὖν ἔγωγε Μιλτιάδην ἐλθεῖν ἐπὶ τὴν γραφὴν προθυμότερον· κα‐ θάπερ ἀρτίως ἐπὶ Μαραθῶνα παραταττόμενον. Εἰπὲ
10καὶ ἄλλην προοιμιακὴν ἔννοιαν. Ἔδει μὲν οὖν ἐν Πλα‐ ταιαῖς ἐπὶ τὴν κατηγορίαν σπουδάσαι, ἵν’ ὧν κακῶς με‐ τὰ τῶν Ἀθηναίων πεπόνθασι, κοινῇ καὶ τὴν τιμωρίαν ταύτην ζητήσουσι· νῦν δὲ ὑφ’ ἡδονῆς τῆς γραφῆς πα‐ ραχωρήσαντες ἡσυχάζουσι, καθάπερ ἐν τῷ πολέμῳ τοῖς
15κατορθώμασι. ΚΑΤΑΣΤΑΣΙΣ. Μετὰ τὰ προοίμια θή‐ σεις τὴν κατάστασιν· διηγήσῃ τὰ κατὰ Μαραθῶνα, τὴν ἔφοδον τῶν βαρβάρων, τὸν δρόμον τὸν Ἀττικὸν, τὴν τῶν θεῶν συμμαχίαν, τὰς ἀριστείας, τὰ πάντα δὲ μετὰ πομ‐ πείας καὶ φιλοτιμίας πολλῆς, καὶ μετὰ τὸ προσθεῖναι,
20ὅτι νικήσαντες ἀπέδωκαν τὴν ἐλευθερίαν τοῖς Ἕλλησι, τὰς τιμὰς τοῖς θεοῖς, κατ’ εἶδος ἐκείνων ἕκαστον· ἀπο‐ στρέψεις δὲ καὶ πρὸς Πλαταιέας τὸν λόγον, καὶ ἀξιώ‐ σεις αὐτοὺς Μίκωνι διηγεῖσθαι τὰ κατορθώματα· φιλο‐ τίμως οὕτω καὶ ἀποικίλως ἁπανταχοῦ πληρώσεις τὴν
25κατάστασιν. ΠΑΡΑΓΡΑΦΙΚΟΝ. Μετὰ ταῦτα θήσεις τὸ παραγραφικόν· παρατηρητέον δὲ, ὅτι ἐν πάσαις ταῖς
ἀντιλήψεσιν, ὅταν ἰδιωτικὸν τὸ πρόσωπον ᾖ, κρίνηται δὲ131

8

.

132

δημοσίων ἀδικημάτων, ἐξ ἀνάγκης χρήσεται τῷ παρα‐ γραφικῷ, ὡς μὴ ὀφείλων κρίνεσθαι δημοσίᾳ· ἐρεῖς οὖν οὕτω· ἀλλ’ ὑπὲρ ἰδιώτην ἐστὶν ἡ γραφή· ποῦ γὰρ ἰδιώτης ἀδικεῖ δημοσίᾳ τὴν πόλιν· ἢ οὕτως· ἀλλ’ οὐ
5προσήκουσά μοι, φησὶν, ἡ γραφὴ, ἐκτὸς ὄντι μοι τῶν δημοσίων πραγμάτων· ἢ οὕτως, ἀλλ’ ἐμοὶ δημοσίᾳ βλά‐ ψαι τὴν πόλιν πῶς ἐστι δυνατόν; λύσεις κατὰ περιτρο‐ πήν· ὅτι τοῦτο γάρ ἐστι τὸ δεινότερον· ὅτι τολμήσας οὕτως ἀνήκεστα καὶ καθ’ ὑπερβολὴν ἀδικῶν οὕτω τὴν
10πόλιν τολμᾷς λέγειν, ὅτι πολλῷ τυγχάνεις ἐλάττων τοῦ τὴν πόλιν ἀδικεῖν δύνασθαι· καὶ πληρώσας ὃ βεβούλευ‐ σαι σαυτὸν ἀντὶ τῆς ἀπολογίας προβέβλησαι· καὶ δυσχε‐ ραίνεις μὲν εὐθυνόμενος, ἀγνοεῖν δὲ τῆς αὐτοῦ τέχνης ὑποκρίνῃ τὰ δράματα· καὶ στρατηγὸς, ἢ ῥήτωρ, ἤ τις
15ἄλλος μεγάλα δυνάμενος, οὗτος ἀεὶ μεγάλα τὰ ἀδικήμα‐ τα ἔχει· καὶ οὐδέποτε ἂν μικρόν τι δράσειεν ἀδίκημα, οὐ μὴν ἀλλὰ καὶ εἴ τις ἰδιώτης τυγχάνει, τοῦτ’ ἂν εἶπεν ἁπλούστερον, ὡς οὐδέποτ’ ἂν ἠδυνήθη μεγάλα κατὰ τὴν πόλιν ἐργάσασθαι· καὶ εἰ τοῦτον οὕτως ἐφθέγγου
20τὸν λόγον καλῶς ἐποίεις λέγων, ὡς ὑπὲρ ἰδιώτην ἐστὶν ἡ γραφή· μεῖζον γὰρ ὄντως, ἢ κατὰ Μίκωνα, τὸ νικῆσαι τὴν τέχνην τοῖς ἀδικήμασιν· εἰ δὲ λαμπρὸς ἢ ταπεινὸς ἄλλως βίος οὐκ ἐμποδίζει τοῖς πονηρεύμασιν, οὐδὲ ἔχει τις εἰπεῖν, ὅτι διὰ τύχην τις ἀδικεῖν τὴν πόλιν ἐφείσατο·
25τί ληροῦντος ἀνεχόμεθα Μίκωνος; οὐ γὰρ οἶδε προαίρεσις τὴν αὐτῆς πρὸ πάντων ἀξίαν λογίζεσθαι· ὥσπερ γὰρ οἱ εὐεργετεῖν τινα προελόμενοι ὅρον ἢ καιρὸν οὐδένα ποι‐ οῦνται τῆς πράξεως, ὡσαύτως ὁ πονηρὸς τὸν τρόπον οὐ‐ δὲν ἔχει πρὸς τὴν ἐγχείρησιν κώλυμα, ἀλλὰ τῶν φθα‐
30νόντων τὸ δρᾶσαι δύνασθαι χείρονα κατὰ τῶν ἀδικου‐
μένων, ἃ καὶ προείρηνται· εἶεν· ἀλλὰ σκέψασθε τί132

8

.

133

κατὰ τὸν βίον ἐστὶν ὃ παθεῖν ἅπαντες φυλαττόμεθα· φθόνος μικρὸν τοῦτο, ἀλλὰ τυραννίς· καὶ τίς ἐπὶ ταύτῃ κρινόμενος εὐθύνεσθαι παρὰ τὴν ἀξίαν προὐβάλλετο. ὥσπερ οὖν εἴ τις τῶν δεινότατα δρασάντων οὐκ ἐξέφυγε
5τὴν τιμωρίαν μὴ κρίνεσθαι παραιτούμενος, οὕτω καὶ νῦν ἢ σωζέσθω Μίκων ἀποδεικνὺς ὡς οὐκ ἠδίκησεν, ἢ τέως, δι’ ὧν ἀποφεύγειν οἴεται, νῦν ὑμεῖς κατηγορεῖν αὐτὸν ἑαυτοῦ, δι’ ὧν οὐκ ἀπολογεῖται, γινώσκετε. λογίσασθε γὰρ πρὸς θεῶν, μᾶλλον δὲ πρὸς Πανὸς αὐτοῦ, οὗ τὴν
10ἀριστείαν οὗτος ἐπὶ τῆς εἰκόνος κατῄσχυνεν· εἰ πρὶν ἐγ‐ χειρῆσαι τὴν εἰκόνα τῷ Μίκωνι προσελθών τις ὑμῖν τὴν ἀνδρὸς ῥᾳδιουργίαν ἀπήγγειλεν, γράψαι πότ’ αὐτὸν ὕστερον τὸν πίνακα τοῦτον ἠνέσχεσθε οὐδαμῶς. μὴ τοί‐ νυν ἃ πρὸ τοῦ γενέσθαι μαθόντες ἠγανακτήσατε, ταῦτα
15παθόντες συγχωρήσητε· λοιπὸν δὲ τούτοις τοῖς ἐπιχει‐ ρήμασι καὶ λαμπρὰ νοήματα καὶ θεατρικὰ καταμιγνύναι
δύνασαι· οἷον, οὐ σὸν, ὦ Μίκων, λέγεις τἀδίκημα· καὶ133

8

.

134

περὶ τούτου διορίζεσθαι μετὰ Μαραθῶνα πρὸς Ἀθη‐ ναίους τολμᾷς, πόθεν εἰπέ μοι τοῦτο μαθών; ἀπὸ τῶν νόμων τοῦ Δράκοντος, ἀπὸ τῶν δογμάτων Σόλωνος, ἀπὸ τῆς συνηθείας τῆς συνήθους ἡμῖν ἐξαίφνης ἀπέφηνας·
5ἀκούεις, ὦ Μιλτιάδη, τῶν λόγων; ὁρᾷς, ὦ Πλαταιεῦ, κα‐ θάπερ τινὰ στρατηγὸν ἕτερον περὶ τῶν σῶν ἀριστειῶν διοριζόμενον, κλεπτομένην τὴν πόλιν μετὰ τὸ τρόπαιον τῶν κατορθωμάτων, ἀφεὶς καὶ σοφιζομένους μετ’ Ἀθη‐ ναίων θεοὺς, καὶ τὴν κρίσιν ζωγράφον καινότερον νεα‐
10νιεύμασιν ἀπωθούμενον; καὶ τὰ τοιαῦτα· καίτοι τί τις οὐχ ὁμολογήσειεν ἂν ὡς ἀπὸ τῶν ἔργων ἅπαντες ἄνθρω‐ ποι τίθενται τὰς προσηγορίας τοῖς ἀδικήμασι; λόγοις τις ἀγορεύει κακῶς, οὐκοῦν ὕβρεως ἡ γραφή· σώματος ἅπτε‐ ται πλημμελῶν, καὶ τίς οὐκ οἶδεν εὐθὺς, ὡς αἰκίας ἡ
15κρίσις; καθαιρεῖ τις ἀνακείμενον τρόπαιον, πᾶσαν ὁμοῦ τὴν πόλιν οὗτος ἠδίκησεν, ὡς σύ· τίς ἐπιψεύσεται κατορ‐ θώμασι, δι’ ὧν τὸ μὴ δουλεύειν τοῖς βαρβάροις ηὐτύχησεν, εἶτα πῶς οὐκ ἀδικῶν οὗτος δημοσίᾳ πάντας ἐλήλεγκται; μὴ τοίνυν πρὸς μὲν τὴν κρίσιν ἐνίστασο· τοὺς δὲ λο‐
20γισμοὺς ἀφαιροῦ τοὺς δικάζοντας. δι’ ὧν κἂν εἰ μηδὲν ἕτερον, τὸ γοῦν ἀνευθύνῳ γενέσθαι σοι τῶν ἀδικημάτων ὑπάρξειε· κατὰ τίνα γὰρ εἰπέ μοι βούλει καὶ γράφεσθαι ὕβρεως. ἀλλ’ οὐχ ἕνα τῶν Ἀθηναίων ἠδίκησας αἰκίας, καὶ τίς ὁ παθὼν παρὰ σοῦ κακῶς οὗτος τῷ σώματι;
25οὐκοῦν εἰ μηδὲν ἕτερον ἐκ τῶν εἰρημένων ἀκόλουθον, ὡς εὔδηλον τὸ πᾶσαν ἠδικῆσθαι πόλιν· τοῦτο γὰρ ἐκ πάν‐ των σοι τῶν ἀδικημάτων ἐστὶ τὸ λειπόμενον· εἶτα κα‐ τὰ περίοδον ἐν στροφῇ κώλου ὅλον τοῦτο εἰπὲ τὸ ἐννόη‐ μα· εἰ γὰρ τὸ τρόπαιον οὐχ ἑνὸς, ἀλλὰ πάντων τῶν
30Ἀθηναίων ἅμα κατόρθωμα, τοῦτο δὲ σὺ διὰ τῆς τέχνης134

8

.

135

ἐν τῇ ποικίλῃ καθέστησας, τὴν κοινὴν τῆς πόλεως ἐκ τούτου δόξαν εἴης ἂν καθῃρηκὼς, αὐτὴν Περσῶν ἰδέαν ταυτηνὶ τοῦ σώματος μιμησάμενος· εἶτ’ ἀπείρατον τῆς αὐτοῦ ταύτης ἀσελγείας μηδένα τῶν κατὰ τὴν πόλιν
5ἀφεὶς, ἀλλ’ ἔν τινι δράματι πάντων τῶν παρ’ ἡμῖν ἐφα‐ ψάμενος δόξης, ἀνδρίας, μεγαλοφροσύνης, σεμνότητος, διορίζῃ τὰς δίκας, καὶ τῶν τολμημάτων τῆς προσηγο‐ ρίας ὑπεξαιρεῖς, ὥσπερ τις Μίνως ἢ Ῥαδάμανθυς· ἀλλ’ οὐ πονηρὸς ζωγράφος τοῖς χρώμασιν ἐπ’ ἀδικήμα‐
10σι χρώμενος· διὸ καὶ τὴν γραφὴν ἀρνεῖσθαί σε θαυμα‐ στὸν οὐδὲ ἓν. οὐ γὰρ ὁ φεύγων ὥσπερ τὸν ἔλεγχον εὐ‐ λαβούμενος συνομολογεῖ τῷ κατηγόρῳ τἀδικήματα, ἀλλὰ τῷ κατειπόντι μαχόμενος τὸ φωραθῆναι περιμένει τοῖς πράγμασι. ΕΙΤΑ ΟΡΙΚΩι ΠΑΡΑΓΡΑΦΙΚΩι. Διαφέ‐
15ρει δὲ τὸ παραγραφικὸν τοῦ ὁρικοῦ παραγραφικοῦ, ὅτι τὸ παραγραφικὸν τῷ προσώπῳ μόνῳ διϊσχυρίζεται, τὸ δὲ ὁρικὸν παραγραφικὸν μόνοις τοῖς πράγμασιν· οἷον, ὁρισάμενος γὰρ ὁ φεύγων τί τὸ δημόσιον ἀδίκημα, τού‐ τοις ὡς μὴ πραχθεῖσιν ὑπ’ αὐτοῦ παραγράφεται τὴν
20κρίσιν. διὸ καὶ τὴν λύσιν ὥσπερ ἐν ὅρῳ ἐργάσῃ τοῖς ὁρικοῖς κεφαλαίοις πᾶσι χρησάμενος, ἀνθορισμῷ, συλλο‐ γισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι· ὁρικοῦ γὰρ ὄντος τοῦ προβαλλομένου, ἀναγκαίως ἐν τοῖς ὁρι‐ κοῖς πᾶσι λύσεις τὸν ὅρον· θήσεις δὲ τὸν ὅρον ἢ κατὰ
25ἀντίθεσιν, ἢ προηγουμένως· οἷον, εἶτα τοσούτων καὶ τη‐ λικούτων ὑπάρξας ἀδικημάτων αἴτιος ναῦς μὴ προδεδω‐ κέναι φησὶ, μηδὲ φρούριον· λύσεις τῷ ἀνθορισμῷ. ὅτι οὐ ταῦτα μόνα ἐστὶν δημόσια ἀδικήματα, ἀλλὰ καὶ ἄλλα πολλὰ, καὶ ὅτι οὐκ εἴ τις τὰ μὴ πραχθέντα λέγει, ταύ‐
30τῃ τὴν δίκην ἐκφεύγει κρινόμενος· οὐ γὰρ τὰ μὴ γενό‐135

8

.

136

μενα τῆς τιμωρίας ἀπολύει τὸν φεύγοντα, ἀλλὰ τὰ πραχθέντα ποιεῖ πρὸς τὴν κατηγορίαν ὑπεύθυνον. εἰ μὲν γὰρ μία πρᾶξις ἦν ἢ δύο, δι’ ὧν δημοσίᾳ τὴν πόλιν μόνον ἦν ἀδικεῖν, εἰκότως ἔλεγες ναῦς μὴ προδεδωκέναι
5μηδὲ φρούριον· ἐπειδὴ δὲ πλείους εἰσὶν ἀφορμαὶ, δι’ ὧν εἰς ἅπαντας Ἀθηναίους ἁμαρτεῖν ἔνεστιν, καὶ τρόποι τινὲς κατὰ τῆς πόλεως ὅσοι καὶ καιροὶ πολλάκις καθ’ ἡμῶν παρα‐ πίπτουσιν, ἀνθ’ ὅτου Μίκων τὸ πεπραγμένον ἀφεὶς τὸ μὴ πεπραγμένον προσφέρει κρινόμενος· καὶ ταῦτα ἴσως ἃ μηδὲ
10δρᾶσαι δεδύνηται, συνάπτει τοῖς ἀδικήμασιν· εἰ μὲν γὰρ τὸ προσδοῦναι τὰς ναῦς μόνον δημόσιον ἀδίκημα τυγχάνον διέγνωσται, ἕτερον δέ τι πλημμέλημα τὸ πολλὴν ἀδοξίαν τοῖς κοινοῖς τροπαίοις ἐργάσασθαι, ἐμάνην, ὁμολογῶ προχείρως, συκοφαντήσας τὸν ἄνθρωπον. ἀλλ’ οὐ Μί‐
15κων τὰς Ἀθηναίων ἀριστείας ψευσάμενος· μὴ γὰρ ἃ λέ‐ γεις μόνα τυγχάνει κοινὰ κατὰ τῆς πόλεως ἀδικήματα, ἵνα ταῦτα φυλαξάμενος καὶ τῆς τοιαύτης γραφῆς ἀλλό‐ τριος γένηται, ἢ τῷ πονηρῷ τὸν τρόπον καὶ φεύγοντι τὰ κοινὰ πᾶσι καὶ φανερὰ τολμήματα τρόπος ἕτερος
20πρὸς ἀδικίαν κατὰ τῆς πόλεως διηπόρηται· εἶτα τοῦτο πίστωσαι παραδείγματι· ὥσπερ γὰρ τῷ φόνον ὠδίνον‐ τι προφάσεις ὑπάρχουσι κατὰ τοῦ φάσκοντος ἄπειροι, καὶ τῷ μὴ χρησαμένῳ ξίφεσιν ἕτερά τινα πρὸς τὴν χρείαν ἐξήρκεσεν, εἶτα κρινομένῳ τὴν τιμωρίαν ἐκφεύγειν οὐ
25προσῆκε, διότι καθαρὰν αἵματος ἔχει τὴν δεξιάν· εἶτα προσάγαγε τῇ ὑποθέσει· τὸν αὐτὸν τρόπον καὶ νυνὶ μὴ ναῦς προδοὺς μὴ τεῖχος Μίκων ἀφιέσθω τῆς γραφῆς· ἀλλ’ εἰ τοῖς τυχοῦσιν εἰς ἀφορμὴν προσχρησάμενος ταῦ‐ τα δέδρακεν, ἅπερ ἂν ἡμεῖς τῶν νεωρίων ἀπολλυμένων
30πεπόνθαμεν. εἶτ’ ἔπαγε πάλιν παράδειγμα· τίς τῶν ἱε‐
ροσύλων ἀνεύθυνος, ὅτι μὴ πάντη τοὺς κρείττονας τῶν136

8

.

137

ἀναθημάτων ἐστέρησεν· ὥσπερ γὰρ ἅπασι κατὰ ταὐτὸν ὑπεξελθεῖν τοῖς τῆς ἀσεβείας τρόποις ἀδύνατον, οὕτως εἰ μὴ πάντα δρᾶσαι δεδύνηται τῷ παρασχεῖν τὴν τιμω‐ ρίαν ὑπὲρ ὧν ἠδίκησεν ἀποστερείτω τὴν πόλιν· οὐ γὰρ
5ἀπολύει σε Μίκων τὰ μὴ γινόμενα τῆς γραφῆς, ἀλλὰ τὰ πραχθέντα ποιεῖ σε πρὸς τιμωρίαν ὑπεύθυνον· εἶτα συλλόγισαι ἀπὸ τοῦ τέλους ὅτι ταὐτόν ἐστι καὶ τὸ ὡς σὺ λέγεις προδεδωκέναι τεῖχος ἢ ναῦς, καὶ τοῦτον ἀδι‐ κῆσαι τὸν τρόπον τὴν πόλιν· καὶ γράψαι ξένα τινὰ κατὰ
10τροπαίων ἀλλότρια· τί γὰρ διαφέρει διαφθεῖραι τὰς ναῦς, καὶ τοῦτον ἀδικῆσαι τὸν τρόπον τὴν πόλιν· οὐ γὰρ ταὐ‐ τὰ πράγματα τυγχάνειν διάφορα, καὶ τὰ ἀδικήματα γί‐ γνεσθαι· ἐπειδὴ δὲ συμφωνεῖ κατὰ τὸ τέλος ἀμφότερα καὶ τὸ πάθος ἓν καὶ ταὐτὸν τῇ πόλει τῶν ἀδικημάτων
15εὑρίσκεται· καὶ πάλιν ἔπαγε παραδείγματα· ἔστω δὲ ὅμοια τοῖς κρινομένοις τὰ παραδείγματα. οἷον ὁ διαῤῥή‐ ξας τὸ σκάφος ἢ βαπτίσας τοῖς κύμασιν, εἶτα λέγει κρι‐ νόμενος, μήτε κυβερνῆσαι τὴν ναῦν, μήτ’ ἄλλων ἢ τού‐ των εἶναι τἀδικήματα· τίς οὕτως ἠλίθιος, ὡς τούτοις
20ἀπατηθῆναι τοῖς ῥήμασι· καὶ μὴ θᾶττον εἰπεῖν πρὸς αὐτόν· ὅτι ταὐτὸν πονηρῷ κυβερνήτῃ πεποίηκας, καὶ στρατιώτῃ τῶν πολεμίων φεισαμένων τοῖς βέλεσι· ταὐτὸν γὰρ τοῖς προδεδωκόσι στρατηγοῖς εἰργάσω, τοῖς μὴ πο‐ λεμοῦσι μὲν, παρορῶσι δὲ, λαμβανόντων τῶν πολεμίων
25ἃ βούλονται. ΕΙΤΑ γνώμη νομοθέτου. σκόπει γὰρ καὶ τοὺς νόμους τοῦ Σόλωνος· οὐδαμοῦ γὰρ οὗτος τὴν πρᾶξιν ἀλλὰ τὸ πάθος ἐπιτηρεῖ· καὶ γενέσθαι τὴν τι‐ μωρίαν φησὶ κατὰ τῶν ὁπωσοῦν ἀδικησάντων τὴν πό‐ λιν· καὶ τὴν τιμωρίαν ὁρίσας τοῖς πολιτεύμασιν οὐδαμοῦ
30τὰς πράξεις διώρισεν· ἀλλ’ ἀφῆκε τοὺς παθόντας δια‐ κρίνειν τὸ τόλμημα, ἵνα τὸ πάθος οἱ δικάζοντες λογι‐
ζόμενοι μηδαμῶς κλαπῶσι τὴν τιμωρίαν ταῖς πράξεσιν·137

8

.

138

οὐ γὰρ ὁ πληγεὶς ὃ βέβληται πρῶτον σκοπεῖ, οὐδ’ ἂν αὐτὸ τὸ τραῦμα λίθος ἢ ξύλον ἐργάσηται, ἔλαττον ἢ πλέον κατὰ τοῦ τρώσαντος παροξύνεται, ἀλλ’ ὁμοίως ἀμύνεται καὶ πολέμιον ἡγεῖται τὸν τρώσαντα· εἰ γὰρ
5ἐλαττοῖ πάθος ἀδίκημα, καὶ τόδε μὲν μεῖζον, τόδε δὲ μικρὸν πάθος ἐργάζεται, τί δή ποτε κατὰ τὸν νόμον οὐ πρόσκειται, ἂν ναῦς τις τοῖς πολεμίοις προδῷ, βλάπτειν τὴν πόλιν, ἂν στρατηγῷ φάλαγγα πρόηται, δημοσίᾳ πάντας ἠδίκησεν, ἂν ζημιώσῃ τὴν πόλιν, ἂν ἀπολέσῃ τεῖχος ἢ φρού‐
10ριον, κοινὸν κατὰ πάντων πλημμέλημα· εἰ γὰρ, ὡς σὺ φῂς, οὕτω διώριστο, πότ’ ἂν παραλεῖψαι τοῦτο κατὰ τὴν πο‐ λιτείαν ἠνέσχετο ὁ νομοθέτης· νῦν δὲ τὴν ἐπήρειαν αὐτὴν πρώτην καθ’ ἑαυτὴν λογιζόμενος ἐξ ὧν ἐστιν πλημμελεῖν ἐσιώπησεν, ἵνα καθαρὰ μείνῃ τῶν ἐπιβουλευόντων ἡ πό‐
15λις, πανταχοῦ τῶν πονηρῶν φυλαττομένων τὰ γράμμα‐ τα· εἶτα τῇ πηλικότητι· αὔξησον οὖν ἐν τῷ κεφαλαίῳ, ὡς ἂν οἷός τε ᾖς, αὐτὸ τὸ ἀδίκημα· οἷον, νῦν δὲ τὸ πάντων δεινότατον, ὅτι τῶν κατὰ τὴν πόλιν αὐτὸ τὸ κυριώτατον μέρος διέφθαρται· τί γὰρ ἐν δημοκρατίᾳ
20τρόπαιον μεῖζον ἢ βέλτιον; τί δὲ τοῦ νικῆσαι τοὺς πο‐ λεμίους σεμνότερον; ὃ Μίκων μετὰ τοὺς πόνους ἡμῶν διὰ τῆς εἰκόνος ἀφῄρηται· καὶ θετικῶς ὅλον κατασκευά‐ σας ἐπὶ τὸ λεῖπον μεταβαίνεις τὸ πρός τι συγκριτικῶς· εἶτά φησιν μὴ προδεδωκέναι τὰς ναῦς, ὧν καθάπερ προ‐
25δέδωκε μείζονα Μίκων· καὶ τὰ μικρὰ ταῦτα μὴ δεδρα‐ κέναι προβάλλεται, τὰ μείζονα καθ’ ἡμῶν λυμηνάμενος· τίς γὰρ τῶν παραταττομένων τοσοῦτον ἤλγησε, ναῦς μὲν καταδυομένας ὁρῶν, μετὰ δὲ τὴν μάχην τὸ τρόπαιον ἐγει‐ ρόμενον; τίς οὕτω πεσόντος τοῦ τείχους στρατηγὸν ἐδυ‐
30σχέρανε, νικηφόρος ἐπανερχόμενος, ἢ πόλις πεσούσης
ἐπένθησε φάλαγγος πρὸ τῶν τειχῶν ἅπαντας ἔχουσα138

8

.

139

τοὺς πολεμίους κειμένους; μὴ τοίνυν Μίκων σοφίζου τἀ‐ δίκημα, μηδὲ τοὺς νόμους ἀκύρους ποίει τέχνῃ τῶν λό‐ γων· οὐ γὰρ σωθήσῃ φαινόμενος μετὰ τοὺς βαρβάρους πολέμιος, καὶ μετὰ Μαραθῶνα μείζων τοῖς ἐγχειρήμασι,
5καὶ Δάτιδι τὴν συμφορὰν κουφοτέραν ποιῶν, καὶ Περ‐ σῶν ἀφαιρούμενος διὰ τῆς τέχνης τὰ δυστυχήματα. ΜΕΤΑ ταῦτα θήσεις τὸ ἀντιληπτικὸν κεφάλαιον. ἀλλὰ γράφειν ἔξεστί μοι, φησί. ΛΥσεις τῷ μεταληπτικῷ· καὶ τίς δρῶν ἃ λυπεῖ καθ’ ὑπερβολὴν οὕτω τοὺς πάσχοντας
10εἰς ἐξουσίαν ἄγει τἀδίκημα· ἢ οὕτως λῦσον· ἀλλὰ τὸ γράφειν ἀνεύθυνον· πρόσθες ὅτι καὶ τὸ λυπεῖν τὴν πό‐ λιν ἀνεύθυνον. εἶτ’ αὐτὸ τοῦτο κατὰ περίοδον εἰπέ· εἶ‐ τα ἡ μὲν τέχνη τοῖς πᾶσι συγκεχώρηται· σὺ δὲ ταύτην ἐφ’ οἷς οὐ προσῆκον ἐπιδέδειξαι τοῖς δοθεῖσι παρὰ τῶν
15νόμων συνάψας, ἃ μὴ νενόμισται· καὶ τὴν ὡς σὺ φῂς ἐξουσίαν ἀνῄρηκας· εἶτα δυσχεραινόντων ἡμῶν ἐφ’ οἷς εἰς τοὺς νόμους τετόλμηκας τυραννικὰς οὕτως ἀπολογίας, μᾶλλον δὲ Μηδικὰς πρὸς Ἀθηναίους ποιῇ· καὶ τηλικαῦ‐ τα παρ’ ἡμῶν ἐγκαλούμενος οὐκ ἀποφαίνῃ μὲν ὡς οὐχ
20ἥμαρτες· τοῖς δ’ ἐγχειρήμασι προσεῖναι λέγεις τὴν ἄ‐ δειαν, καὶ πρὸς τὸ παρὸν ἐπ’ ἄλλοις κρινόμενος τοῦ δήμου παρασπάσασθαι τὴν πολιτείαν ἐπιχειρεῖς, καὶ τοὺς λόγους ἐπάγεις ἐπὶ σαυτὸν ὥσπερ τις ἐξ ἀκροπό‐ λεως, ἢ Δαρεῖος ἄλλος τὸ γράφειν ἃ βούλει συγκεχωρῆ‐
25σθαί σοι πιστούμενος· τούτων, ὦ Μίκων, τῶν πολεμούν‐ των τῇ πολιτείᾳ, ταῦτα προβάλλεσθαι κατ’ Ἀθηναίων τὰ ῥήματα, τούτων τὴν ἄδειαν δι’ ὧν τὸν θεσμὸν παρα‐ κινοῦσιν αἰνίττεσθαι. εἶτα κατ’ αὐτὸν τοῖς ἀντιπάλοις φερόμενος διαδρᾶναι τὴν κόλασιν προσδοκᾷς· καὶ δεινὰ
30πάλιν τολμήματα συνάπτων τοῖς φθάσασιν ἀπολογεῖσθαι τανῦν ὑπὲρ ὧν ἥμαρτες προσποιῇ· τί τῶν πραττομένων
κακῶν παρ’ Ἀθηναίοις ἀνεύθυνον· ἵνα σοι μετ’ ἐκεί‐139

8

.

140

νων καὶ τὸ γράφειν ἀφῶ· εἶτα λοιπὸν ἔπαγε τὸ κατ’ εἶδος· ἔξεστι λέγειν, ἀλλ’ ἂν δημηγορήσῃ τις παρὰ τοὺς νόμους, φθάνει τὸ τέλος τῶν λόγων τοῦτον κολάζων ὁ δήμιος· ἔξεστιν πλεῖν, ἀλλὰ παρὰ τοὺς πολεμίους κεκώλυ‐
5ται· τὸ κεχρῆσθαι ὕδασιν ἀνεπίφθονον, ἀλλ’ οὐ τοῖς μυστικοῖς· ὅπλα κεχρῆσθαι καλὸν, ἀλλ’ οὐκ αὐτομο‐ λεῖν πρὸς πολέμιον. ἀδεὲς τὸ γράφειν ἃ βούλεται, ἀλλ’ οὐχ οἷα σὺ τετόλμηκας συγκεχώρηται· ἔξεστιν ἀναιρεῖν, ἀλλὰ τοὺς πολεμίους τοῦτο ποιεῖν, καὶ τὰ τοιαῦτα·
10εἶτα ἁπάντων ὄντων τῶν καλῶν αἱρετῶν καὶ τῶν νόμων ἐπιτρεπόντων τὰ κάλλιστα, σὺ προστίθης τούτοις τὰ χείρονα· καὶ δράσας οὕτω πάντα ἀνήκεστα τὴν ἐξουσίαν προςτίθης τοῖς ἁμαρτήμασι· κατάβαλε λοιπὸν, ὦ Μίκων, παίζειν ταυτηνὶ τὴν κρίσιν ὑποκρινόμενος· ἔξεστι, λέγεις,
15μετὰ Μαραθῶνα καὶ τρόπαιον ἔξεστιν ἀδικεῖν· καὶ σὺ τοῦτο πρὸς Ἀθηναίους ἐρεῖς, ὁρῶν οὐδὲ βασιλέα τὸν μέ‐ γαν τοῦτο πολέμου τρόπῳ διαπραξάμενον· ἐντεῦθεν ἔκ‐ τεινον τὰ κατὰ Μαραθῶνα, λέγων, ἐξεῖναι πάντα ποιεῖν ἐνόμιζεν ὁ βασιλεὺς, ἀλλ’ αὐτὸς ὀψὲ τῆς ἀπάτης διὰ τῆς
20πείρας ἐπῄσθετο· ἐξεῖναι τῆς ἐλευθερίας ἀποστερεῖν Ἀθη‐ ναίους ἐνόμιζεν· ἀλλὰ παρ’ ἐλπίδας εὑρὼν κρείττους ἢ κατὰ δουλείαν ἡμᾶς τὴν τύχην ὠδύρετο, καὶ τὰ τοιαῦτα. εἰ μὲν οὖν τὴν ποικίλην γέγραφας, οὐδὲν δὲ ἐκ τούτου τὴν πόλιν ἠδίκησας, καλῶς ἐπὶ σαυτῷ καὶ τὸ γράφειν
25ποιῇ· εἰ δὲ ἥμαρτες, ἐξ ὧν τῷ τροπαίῳ τὴν ἀδοξίαν προσέθηκας τῇ πονηρίᾳ τοῦ τρόπου, σαυτὸν τῆς ἐξου‐ σίας ἀφῄρησαι. ΜΕΤΑ ΤΗΝ ΑΝΤΙΛΗΨΙΝ ΘΗ‐
ΣΕΙΣ ΤΟ ΧΡΩΜΑ ΑΝΤΙΣΤΑΤΙΚΟΝ ΠΕΡΙΕ‐140

8

.

141

ΧΟΝ. Διατὶ τοῦτο πεποίηκα, τὸ δὲ χρῶμα ὥσπερ ἐπι‐ σφραγίζεται τὴν ἀντίληψιν, ὅτι ὑπὲρ ὑμῶν πεποίηκα· ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἐν ταῖς ἀντιλήψεσι τὸ χρῶμα κα‐ τὰ τὰς ἀντιθετικὰς εὑρίσκεται, ἀντίστασιν, μετάστασιν,
5ἀντέγκλημα, συγγνώμην· ἀντιστατικὸν οὖν ἐνταῦθα θή‐ σεις τὸ χρῶμα· οἷον, ἀλλ’ ὑπὲρ Ἀθηναίων, φησὶ, τοῦ‐ τον ἔγραψα τὸν τρόπον, ἵν’ ἐνδοξότερον τυγχάνῃ τὸ τρό‐ παιον. ΛΥΣΕΙΣ ΤΗι ΕΙΡΩΝΕΙΑι. Ὅτι τὰ οὕτω φα‐ νερὰ καθ’ ἡμῶν σὺ τολμᾷς ὑπὲρ ἡμῶν λέγειν εἶτα ὥσπερ
10ἐν παραβύστῳ κρινόμενος, καὶ μανδραγόραν πεπωκό‐ των ἡμῶν ἢ οὐκ εἰδότων, τί μὲν ὑπὲρ ἡμῶν, τί δὲ καθ’ ἡμῶν τυγχάνει γιγνόμενον, ὑπὲρ ἡμῶν πεποιηκέναι φη‐ σὶν, ὦ Ζεῦ καὶ θεοί. καὶ τῆς εἰκόνος δημοσίᾳ προκει‐ μένης τοῖς ἐντυγχάνουσιν, ὑπὲρ ἡμῶν εἶναι λέγεις τὰ γράμ‐
15ματα, τὸ τρόπαιον ἀπιστεῖσθαι ποιῶν. καὶ τὰ κατὰ Μαραθῶνα κατορθώματα μηδεμίαν ἔχειν ἀλήθειαν ὑπὲρ ἡμῶν ἐστιν ἀπιστεῖσθαι τὸ τρόπαιον. ὑπὲρ Ἀθηναίων, ὦ βέλτιστε, τοσαύτην ἀπιστίαν ἔχειν τὰ θαύματα, καὶ τὴν συμφορὰν ποιεῖς Πέρσαις ἀμφίβολον· καὶ ζητεῖς
20μαθεῖν τοὺς ἐντυγχάνοντας ἀκριβέστερον εἰ Πέρσαι παρ’ ἡμῶν ὅλως νενίκηνται· εἶθ’ οὕτως ἐκπαροινήσας τοῖς ἀρι‐ στεύμασι, καὶ τῶν τῆς πόλεως διαφθείρας τὰ κάλλιστα, εἰς τοὐναντίον περιτρέπεις τοὺς λόγους, καὶ ζητεῖς πεί‐ θειν, ὥσπερ ἐν σκότῳ καλῶς γεγενημένον τἀδίκημα· καὶ
25τοσαύτην, ἄνθρωπε, μετὰ τοὺς πόνους Ἀθηναίων ἀμα‐ θίαν κατέγνωκας, ἵνα τολμήσας οὕτως ἀνήκεστα πείσῃς εἰς εὐεργεσίαν μεταβληθῆναι τἀδίκημα· εἶθ’ ἕνα μὲν ἀδικήσας ἄνθρωπος οὐδαμοῦ τολμᾷ πείθειν, ὡς ὑπὲρ
αὐτοῦ τὸ πάθος ἐξείργασται· σὺ δὲ κατ’ Ἀθηναίων141

8

.

142

προθεὶς τὸν πίνακα, καὶ ποιήσας ὥσπερ αἴνιγμα τὸ πτῶμα τὸ Περσικὸν, τολμᾷς μεταποιεῖν οὕτω τὰ δρά‐ ματα. ΜΕΤΑ ΤΑΥΤΑ ΘΗΣΕΙΣ ΑΝΤΙΘΕΣΙΝ ΑΝΤΙΛΗΠΤΙΚΗΝ. Ἀλλὰ δυνατὸν ἀπαλεῖψαι τὴν ποι‐
5κίλην. γνωστέον δὲ ὅτι ταύτην οὐκ ἔθηκε τὴν ἀντίθεσιν ὁ πολεμῶν, ἐν τῷ Ἀλκιβιάδῃ τῷ κρινομένῳ ἐπὶ τοῖς ἐκπώμασιν ἐντέχνως ποιῶν. ἐπειδὴ γὰρ κρίνεται Ἀλ‐ κιβιάδης ὡς ὑπομνήσας συμφορῶν διὰ τῶν ἐκπωμάτων τὴν πόλιν, οὐ δύναται δὲ λέγειν, ὅτι ἐὰν χωνεύσω τὰς
10φιάλας οὐκ ἔτι ὑπομνησθήσεσθε τῶν κατὰ Σικελίαν κα‐ κῶν· ὑπεμνήσθησαν γὰρ ἅμα τῇ θέᾳ κἂν τἀδικήματα παρελήλυθεν. ἐν δὲ τῷ προκειμένῳ ζητήματι τοιοῦτον οὐδέν ἐστιν. οὐδὲ γὰρ ἠπίστησαν τοῖς κατορθώμασιν, οὔτε πρὸς τὸ παρὸν ἀπιστηθῆναι δυνατὸν τῶν ἔργων
15οὕτω μαρτυρούντων ταῖς πράξεσι· διὸ καὶ τιθέναι τὴν ἀντίθεσιν ἐν τοῖς τοιούτοις τῶν ζητημάτων ἀκόλουθον· ἡ δὲ λύσις γιγνέσθω τοι ἐντέχνως ἐν τῷ λέγειν, ὅτι ἤδη γενομένην ἀπιστίαν πῶς οἷόν τέ ἐστιν ἀνακτήσασθαι, προσθεῖναι δὲ κἀκεῖνο· οὐκοῦν ἠδικηκέναι τὴν πόλιν ὁμο‐
20λογεῖς· εἰ γὰρ λέγεις δεῖν μεταποιῆσαι τὰ γράμματα, ὁμολογεῖς δὲ διὰ τούτου τὸ τόλμημα, ἐπὶ τοῖς ἤδη τε‐ τολμημένοις τιμωρήθητι, καὶ τοῦτο πίστωσαι παρα‐ δείγμασιν· ὅτι δεῖ τὸν ὁμολογοῦντα ἀδικεῖν, τιμωρεῖσθαι, πρότερον οὐκ ἐγχειρίζεσθαι δευτέραν ὑπόθεσιν· οἷον ὁ
25κλέπτης ἂν ὑφελόμενός τι κατατίθεσθαι φάσκῃ τὰ φώρια, οὐκ ἄπεισι διὰ τοῦτο ἀτιμώρητος· ἐὰν ἀσε‐ βήσας τις περὶ τοὺς κρείττονας ἐπαγγέλληται θύειν πολ‐ λάκις, οὐ διὰ τοῦτο γενήσεται τῶν προτέρων ἀσεβημά‐ των ὑπεύθυνος. ὁ δὲ κυβερνήτης ἀπολέσας τὸ σκάφος
30ἂν τῷ κεκτημένῳ τὴν ναῦν ἐξεργάσηται, σώζεται ποθέν·142

8

.

143

εἶτα σὺ μετὰ τὸ πάθος τολμᾷς διαδρᾶναι τὴν κόλασιν. μηδὲ Δαρείου προσδοκῶν τὸ λοιπὸν τὰς Ἀττικὰς χεῖρας ἐκφεύξεσθαι· μετὰ ταῦτα εἰσβάλλεις εἰς τὸν ἐπίλογον. Ο ΔΕ ΕΠίλογος ἔχει προτροπὴν μειζόνων κατορθωμά‐
5των, διατύπωσιν τοῦ πλοῦ, τῆς ἀγωγῆς τῆς ἐπὶ βασι‐ λέα, τῶν ἀριστείων, τῆς ἐλευθερίας, τῆς δόξης, καὶ τῶν τοιούτων· διατυπώσεις δὲ λέγων, ὅτι ἐχρῆν σε τοι‐ άνδε ποιῆσαι τὴν γραφήν· γνωστέον δὲ ὅτι εἴπομεν φι‐ λοτιμίας ἕνεκεν γεγενῆσθαι τῷ Ἀθηναίῳ τὴν γραφήν·
10διὸ καὶ ἀνακαλύπτειν αὐτὸν τὸν σκοπὸν ἐπὶ τῶν ἐπιλό‐ γων οὐκ ἄτοπον, καὶ προτρέπεσθαι ἐπὶ τὸν Περσικὸν πόλεμον τὴν πόλιν, καὶ ζητεῖν ἑαυτῷ προσγενέσθαι μει‐ ζόνων κατορθωμάτων κατάλογον. ἀλλὰ τί μοι δεῖ τῆς τιμωρίας τοῦ Μίκωνος; πρόσθες, ὦ Μιλτιάδη, τοῖς
15σεμνοῖς τούτοις κατορθώμασι τὸ λειπόμενον· πλήρωσον, ὦ στρατηγὲ, τῇ πόλει τὰ προσδοκώμενα· ἄναγε λοιπὸν ἐπὶ Πέρσας τὸν στόλον· δεῖξον βασιλέα τὸν μέγαν Μί‐ κωνι πίπτοντα, οὐχ ὑπὸ χρημάτων, ἀλλ’ ὑπὸ τῆς αὐτοῦ δόξης. Ἐρετρίαν, ὦ στρατηγὲ, τανῦν ἀποδοῦναι τῇ
20θαλάττῃ σε λείπεται, καὶ Μήδων σαγηνεῦσαί σε τὰς φάλαγγας, καθάπερ ἐκεῖνοι τὴν Νάξον, ἐν μέσοις τοῖς κύμασι· στῆσον ἐν Βαβυλῶνι, καθάπερ ἐν Μαραθῶνι τὸ τρόπαιον· καὶ τῇ γῇ προσπλεύσας τῇ Μηδικῇ, δρόμον ἕτερον πλήρωσον Ἀττικόν· καὶ μετὰ τὴν ἀριστείαν ἀπό‐
25δος Ἐρετρίαν τῷ γένει, ἵνα κἀν ταῖς εἰκόσιν γῆν τὴν οἰκείαν ὄφλωσιν ἀπολαμβάνοντες καὶ βαρβαρικὸν ἅπαντες ἴδωσι γένος εἰς δουλείαν μετανιστάμενον πολλῇ κατ’ Ἀθηναίων ἀλαζονείᾳ χρησάμενον· πλήρωσον τῶν τριηρῶν, ὦ Μιλτιάδη, τὸν Πειραιᾶ· συνεπισχύσει τῷ
30στόλῳ τὰ κύματα, τὴν τύχην τὴν μέλλουσαν μαντευόμε‐143

8

.

144

να· τῶν Ἀττικῶν τὸ ῥοθίον στενοχώρησον, ἵν’ Ἀττικῆς ἀριστείας πληρώσας τὰ σύμπαντα τὴν ἐπὶ ταῖς νίκαις ἔχῃς εὐτυχίαν ἀήττητον· γενήσεται καὶ τότε Καλλιμάχῳ τις ἀριστεὺς παραπλήσιος· μιμήσεταί τις καὶ μετὰ ταῦ‐
5τα Κυναιγείρου τὴν δεξιάν· συστρατεύσεταί σοι πάλιν ὁ Πὰν ταῖς προθυμίαις, καὶ δεύτερον καὶ Πέρσας ὑπο‐ τάξας τοῖς Ἕλλησι κοινὸν ἀναστήσεις Ἀθηναίων καὶ θεῶν αὖθις τὸ τρόπαιον· δεῦρό μοι, Πλαταιεῦ, κἀπὶ τῆς πο‐ λεμίας συνέργησον· συνάψαι με δεῖ τὴν Ἀσίαν τοῖς Ἕλ‐
10λησι, καὶ μίαν ἀρχὴν Ἑλληνικὴν ἀποφῆναι τὰ σύμπαν‐ τα· ταῦτα, Μίκων, ἡμᾶς ἐργάσασθαι δεῖ· ταῦτα πλη‐ ρῶσαι παραταττομένους τοῖς Ἕλλησι· συγχωρήσεις τι καὶ τότε Περσικοῖς δυστυχήμασι; οὐκ ἄρα δώσεις καὶ Πέρσαις πάλιν μετὰ τὸ τρόπαιον, καὶ τοὺς Ἀθηναίους
15ἀδικήσεις καὶ δεύτερον· ἀλλ’ οὐκ ἐπιτρέψω σοι τότε δια‐ γράψαι τοὺς πίνακας. οὐδ’ αἱρήσομαί σε ζωγράφον φιλοτιμίαις τὰ τῆς πατρίδος βασκαίνοντα· δός μοι μό‐ νον, ὦ στρατηγὲ, δευτέρων εἰκόνων ὑπόθεσιν. εὑρήσω γὰρ ἕτερον ἐγὼ συμφιλοτιμούμενόν μοι τοῖς εὐτυχήμασι·
20τότε γράψωμεν, ὦ Μίκων, πάντας παραχωροῦντας τοῖς Ἕλλησι, καὶ μεταπίπτουσαν μὲν ἀρχὴν Μηδικὴν, κρα‐ τοῦντας δὲ, καθάπερ ἐν οὐρανῷ Ζεὺς, τῶν ἄλλων ἁπάν‐ των τοὺς Ἕλληνας· καὶ Δαρεῖον μὲν γράψαι δουλεύοντα, γῆν δὲ πορθουμένην πᾶσαν τὴν βάρβαρον, καὶ νικηφό‐
25ρους μὲν ἐπανερχομένους τοὺς Ἕλληνας, προηγουμένους δὲ τοῦ στόλου τοὺς κρείττονας· ταῦτα, Μίκων, γράψαι με δεῖ· τούτοις ἄξιον κοσμῆσαι τὴν ποικίλην τοῖς γράμ‐ μασι, οὐχὶ δὲ τοῖς ὑπὸ σοῦ τούτοις πίναξι τιμᾶσθαι τὴν πόλιν, ὦ Κυναίγειρε καὶ Καλλίμαχε· οἷα Μίκων με‐
30τὰ τὴν ὑμετέραν ἀριστείαν βεβούλευται· ὦ Μιλτιάδη καὶ144

8

.

145

τρόπαιον, οἵαν γραφὴν ἐν τῇ ποικίλῃ μετὰ τὴν νίκην ὁρῶ· ἀφανεῖς μὲν μικροῦ τοὺς νικήσαντας, λαμπροὺς δὲ τοὺς βαρβάρους τοὺς Ἀττικὴν πληγὴν οὐκ ἐνεγκόντας. οὐκ εἶδες, Μίκων, ἐπὶ τῆς παρατάξεως Τισαφέρνην τὴν
5τύχην τῶν Περσῶν ὀδυρόμενον; οὐκ εἶδες ἰσχυρότερον νεὼς Περσικῆς ἀριστέα γενόμενον; καὶ οὕτω πᾶσιν ἐπέξελθε τοῖς Μηδικοῖς, οἷς δυνατὸν ὡς ἐπιλόγῳ χρή‐ σασθαι.
8
9aΠένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· καὶ ἠρίστευσε τοῦ
10aπένητος ἀποδημοῦντος ὁ πλούσιος· δωρεᾶς αὐτῷ μετὰ τὴν ἀριστεί‐
11aαν προκειμένης, ᾔτησεν ἔκδοτον ἀποδημοῦντα τὸν πένητα· ὁ πένης
12aμαθὼν τὴν δωρεὰν ἀνεῖλεν αὑτόν· καὶ κρίνεται ὁ πλούσιος αἰτίας
13aφόνου.
14Μεστόν ἐστι τὸ ἀντιληπτικὸν ὅλον τοῦτο ζήτημα.
15ὅτε γὰρ τοῦ πένητος θανόντος διὰ τὴν ἀπὸ τῆς δωρεᾶς γενομένην ἔκδοσιν, ὥσπερ ἐπὶ σκηνῆς ὅλον χορηγεῖ τὸ πάθος τῷ δράματι· οὐ μὴν ἀλλ’ ὑφειμένος ὁ λόγος τυγχάνει τῷ συνηγοροῦντι τῷ πένητι· ὅτε γὰρ πλούσιος ἀριστεὺς, ἥ τε δωρεὰ κατὰ τὸν νόμον, ὅ τε δῆμος τὴν
20ἔκδοσιν κυρώσας κατὰ ψήφισμα· καὶ πρὸς τούτοις ἄτε‐ χνον τὸ καταδρομῇ κατὰ τοῦ πλουσίου χρήσασθαι τὸν κατήγορον· ἐκεῖνόν γε μὴν ὁ κατήγορος ἐπιχειρήσει ποι‐ εῖν, τὸ διαβάλλειν τὸ τρόπαιον ἐν τῇ καταστάσει· καὶ τοῖς ἄλλοις μέρεσι τοῦ λόγου κατασκευαῖς ταῖς ἀπὸ τοῦ
25βίου τοῦ πλουσίου χρησάμενος, τρυφῇ λέγω καὶ μέθαις καὶ κώμοις καὶ τοῖς τοιούτοις, ἀφ’ ὧν δύσκολον ἀρι‐ στέα γενέσθαι τινά· ἰστέον δὲ, ὡς σκοπὸς τῷ ζητήματι ἀποδεῖξαι εἰληφότα τὸν πλούσιον τὴν δωρεὰν, κἂν ὁ πέ‐
νης ἑαυτὸν τυγχάνῃ διαχρησάμενος· οἰκονομία καὶ μέθο‐145

8

.

146

δος τὸ πολλὴν κατὰ τοῦ δήμου ποιήσασθαι τὴν ἐπιτί‐ μησιν. διὸ καὶ ταύτῃ διαφέρει σκοπὸς οἰκονομίας, ὅτι πρὸς μὲν τὸν σκοπὸν πάντα συντείνειν ὀφείλει τὰ λεγό‐ μενα, ἡ δὲ οἰκονομία μερῶν τινῶν ἐστι τῶν ἐν τῇ περι‐
5στάσει κατασκευαστική· χρησόμεθα δὲ προκαταρκτικοῖς παθητικώτερον οὑτωσί πως εἰπόντες. ΠΡΩΤΟΝ ΠΡΟΟΙΜΙΟΝ. Οἵας μὲν ἐκτίνω χάριτας, ὦ δικασταὶ, τῆς πολιτείας τῷ πένητι, τὸν πλούσιον ὑπὲρ τῆς αὐτοῦ τελευτῆς γραψάμενος, ἑωράκατε· οὐ μὴν οὐδὲ ὑμᾶς διὰ
10τὴν δωρεὰν ἐπίπροσθεν τὴν χάριν ποιήσασθαι τὴν πρὸς τὸν πλούσιον εὔλογον· τὸ γὰρ κατὰ τοὺς νόμους πάντα ποιεῖν καὶ συνέχει τὴν πολιτείαν καὶ τὸν ὑπὲρ τοῦ δι‐ καίου συνείληφε λογισμόν· ἢ οὕτως· πολλὰ βουλευσάμε‐ νος, ὦ δικασταὶ, τήμερον περὶ ταυτησὶ τῆς γραφῆς, εἰ
15δεῖ πρὸς ἄνδρα πολεμοῦντα τοῖς πένησιν ἀγωνίσασθαι, προςθήσω δὲ τοῦτο καὶ πλούσιον, καὶ δεδοικὼς μὴ πλέον παροξύνας ἐπὶ τῇ κρίσει παρασκευάσω φανερῶς αἰτεῖσθαι πολίτου σφαγήν· εἰς ὑμᾶς τοῦτο καταστήσων ἀπήντησα, ἵνα παρ’ ὑμῶν διδάξω ψήφῳ ταῖς τοιαύταις
20αὐτοῦ δωρεαῖς ἀκολουθοῦσαν πάντως τιμωρίαν καὶ δι‐ καστήριον· εἰ μὲν γὰρ ἐχθρὸς ὑπάρχων τῷ πένητι τὸν δῆμον ἐπίπροσθεν τῆς οἰκείας ὀργῆς ἐπεποίητο, μέ‐ τριος ἂν ἦν ἀποστερῆσαι τὴν πόλιν, εὐνοίας δημοτικῆς οὐχ αἱρούμενος· ἐπειδὴ δὲ καὶ πάντας συνηδίκησεν, ἵν’
25ἀμύνηται τὸν προςκρούσαντα, καὶ τέλος τοιούτου τὴν πολιτείαν ἀφῄρηται ῥήτορος, συμφορῶν ἀπολαυσάτω μει‐ ζόνων, ἵνα πλουσίου μετὰ τὴν ψῆφον κειμένου μηκέτι παρ’ ὑμῖν πολίτου γίγνηται θάνατος ἐκ δωρεᾶς ὁμοῦ καὶ ψηφίσματος. ΠΡΟΟΙΜΙΟΝ ΔΕΥΤΕΡΟΝ. Ὁ μὲν
30οὖν πλούσιος, ὡς ἔοικεν, ἥδεται τὴν ἐκκλησίαν ἔρημον146

8

.

147

καταστήσας τοῦ πένητος καὶ πλέον ἐπὶ τούτῳ φιλοτι‐ μούμενος ἐπὶ τὴν κρίσιν ἀπήντηκεν, ἵνα καθαρὸν ἐχθροῦ τὸ βῆμα θεάσηται, καὶ κατατείνῃ λόγον πολὺν οὐκ ἀν‐ θισταμένου τοῦ πένητος· οὐ μὴν διὰ τοῦτο τὴν τιμωρίαν
5ὑποστείλασθαι δίκαιον, οὐδὲ σιωπῆσαι τὸν φόνον· οὔτε γὰρ ὑμῖν ὑποπεπτωκέναι τοῦτο δοκεῖν ἀνέξεσθε σήμε‐ ρον· οὔτ’ αὐτὸς τῶν δικαίων ἀφέξομαι, ἵνα μὴ φόβῳ δόξας ὁ πλούσιος αὐτῷ μηδένα κατασκευάζειν κατήγορον, δεσπότης ἀντὶ πολιτευομένου τῆς δημοκρατίας, ἀντὶ πολί‐
10του γένηται τύραννος. ΠΡΟΟΙΜΙΟΝ ΤΡΙΤΟΝ. Θαυ‐ μαστὸν μὲν οὖν τάχα καὶ παρ’ αὐτοῖς τοῖς πολεμίοις ἐφαίνετο πλουσίου παρὰ τὴν μάχην ἀριστεύοντος μηδα‐ μοῦ θεωρεῖν τὸν πένητα μετὰ τῶν ὅπλων παραταττόμε‐ νον· ἔστι δὲ οὕτως εἰπεῖν· ὁ μὲν οὖν θαυμαστὸς ἐκεῖ‐
15νος πολίτης μαθὼν τὴν παρὰ τοῦ δήμου δωρεὰν συνεπιδέ‐ δωκεν ἑαυτὸν τῷ πλουσίῳ τῇ τελευτῇ· ἔστι δὲ καὶ ἡ ἄλλη ἔννοια· ὁ μὲν οὖν πλούσιος ἔχει καὶ τὴν δωρεὰν ὁμοῦ καὶ τὸν πένητα· ἔστι δὲ οὕτως εἰπεῖν· ὁ μὲν οὖν πλούσιος ἀριστεύ‐ σας ὑπὲρ ἡμῶν, ἵνα μὴ πολίτης πάθῃ τι κακὸν, αὐτὸς τοὺς
20πολεμίους μεμίμηται, πολίτην ἐχθρὸν παρ’ ἡμῶν αἰτησάμε‐ νος. ΚΑΤΑΣΤΑΣΙΣ. Μετὰ ταῦτα θήσεις τὴν κατά‐ στασιν· ἔστι δὲ ἡ πολιτεία τοῦ πλουσίου καὶ τοῦ πένη‐ τος· φυλάττου δὲ τοῦ λόγου τὸ ὕπτιον· τίθει δὲ τὰ νοήματα ἐξ ἀντιθέσεως· οἷον ἔγραφε νόμους οὗτος· εἱ‐
25στήκει κατήγορος· εἰσηγεῖτο γνώμην ἐν σκέψεσιν, οὗ‐ τος ἀντέλεγεν· πολίτην ὕβρισεν, οὗτος ἐγράφετο· ποιή‐ σεις τὴν εἰςαγωγὴν τῆς καταστάσεως παθητικὴν, ὡς
ἔθος ποιεῖν Πολέμωνι· ἐν οἷς, ἐὰν ὑπὲρ πένητος λέ‐147

8

.

148

γῃς, καὶ καθόλου σοι ἔστω θεώρημα, μὴ ψιλῶς ἄρχε‐ σθαι τῶν καταστάσεων, ἔνθα κατὰ ἀριστέως λέγεις ἐπὶ φόνου κρινομένου· οἷον ἠβουλόμην μὲν τὰ τῆς ἀριστείας λέγειν κατορθώματα· νῦν δέ με περιέλκει τὸ πάθος εἰς
5ἕτερα καὶ θρηνεῖν ἀναγκάζει πένης δημοτικὸς ἐλεούμενος, καὶ τὰ τοιαῦτα· ἐπειδὴ δὲ δεσπότης ἐπιθυμεῖ γενέσθαι τῶν νόμων κατὰ τὴν πόλιν ὁ πλούσιος, καὶ πρὸς τοῦτο σύμφωνον εἶχε τὴν σκέψιν τοῖς ἐγχειρήμασιν· εἶτα τοῖς κατὰ μέρος κατασκεύασον πρὸς τοὺς νόμους αὐθαδιζό‐
10μενος, τῶν τοῦ δήμου ψηφισμάτων ὑπερορῶν, δέων, ἀ‐ πάγων, ἄγχων τοὺς ἠτυχηκότας τῶν πολιτῶν· καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε ταῦτα· ὁ πένης ὁρῶν ἐδυσχέραινε· τὴν τύχην ὠδύρετο· τοὺς δυςτυχοῦντας ἠλέει, πρὸς τὸν πλούσιον ἤχθετο, ἐζήτει τρόπον ἀμύνασθαι προαιρούμε‐
15νον τὸν τῆς δημοκρατίας πολέμιον· εἶτα ἔπαγε ΗΘΟ‐ ΠΟΙΙΑΝ. Λέγων, ἄνθρωπε, χρημάτων ἠπόρησας, καὶ πένης τις ὢν ἐν νόμοις στρέφῃ καὶ πολιτεύμασι, δημοτι‐ κὸς γενοῦ, τῶν νόμων προστάτης· μὴ ὑπερίδῃς τὸν πλού‐ σιον κατὰ τῆς δημοκρατίας ἐπιφυόμενον, καὶ τὰ τοιαῦτα·
20εἶτα ἔπαγε ταῦτα πρὸς ἑαυτὸν πολλάκις διαψευσάμενος· ἐπολιτεύσατο, τῶν νόμων προστάτης ἐπὶ τὰς πολιτείας ἐγίγνετο γνήσιος ὁ πλούσιος· ἔγραφε παρὰ τὸν θεσμὸν νόμους, ἀντέλεγεν, εἰςηγεῖτο ψηφίσματα, καὶ παρὰ νό‐ μον εὐθὺς παρὰ τοῦ πένητος ἦν ἡ γραφή· εἶτα καλῶς
25τὴν πολιτείαν διασκευάσας τοῦ πένητος ἔπαγε· ὅτι ἐν‐ τεῦθεν οὐδεὶς ἠδικεῖτο τὴν πόλιν, οὐ νέος, οὐ γέρων, οὐ πολίτης, οὐ ξένος· ἀλλ’ ἀκινήτων μὲν ὄντων τῶν νόμων, ἅπαντες εὐδαίμονες παρὰ τῶν πλησίον ἐμακαριζόμεθα· εἰρήνη γοῦν εἶδε τὴν πόλιν, καὶ πόλεμος οὐδαμόθεν
30ἠλπίζετο, οὐ στασιαζόντων τῶν πολιτῶν, οὐ τῶν ὁμόρων
ἀπειλούντων τὴν μάχην, οὐχ ἑτέρων προςδοκωμένων148

8

.

149

ἐπάγειν τῇ πόλει μετὰ τῶν ὅπλων τὰ μηχανήματα· ὡς δὲ τὴν πόλιν ὁ πένης εὐνομουμένην εἶδε, μικρὸν τῆς πόλεως ἐχαρίζετο· ὡς δ’ ἐθήρασε τοῦ σεμνοῦ φύλακος ἔρημον τὴν ἐκκλησίαν ὁ πλούσιος, ἀτόπων καὶ παρανό‐
5μων πραγμάτων πληρώσας τὴν πόλιν, ὕβρεως, αἰκίας, ἀδικημάτων μυρίων, καὶ πόλεμον οὐκ οἶδα πόθεν εἶναι καθ’ ἡμῶν διηγόρευεν· ὡς δ’ ἐπὶ τούτοις ὁ δῆμος διὰ τὸ συμβὰν ἐταράττετο, καὶ πᾶς ἐπεζήτει πρὸς τὴν ἀρι‐ στείαν τὸν πένητα, μαθὼν τὴν ἀπουσίαν ἐγὼ, πόλεμος,
10ἔφην κατ’ ἐμαυτὸν, εἰς τὴν πόλιν εἰςάγεται, πόλεμος ἀπόντος τοῦ μόνου πρὸς τοὺς πολεμίους ἀρκέσοντος· ὃν ἀπεῖναι πάντως μαθόντες οἱ πολέμιοι καὶ προςβαλεῖν καθ’ ἡμῶν μετὰ τῶν ὅπλων ἐτόλμησαν· ὡς δ’ ἐπετεί‐ νετο τὸ δεινὸν, καὶ πρὸς τὴν μάχην ἕκαστος εὐτρεπίζετο,
15καὶ πεζοὶ μὲν ἕτοιμοι μετὰ τῶν ἀσπίδων εἱστήκεσαν, ἱπ‐ πεῖς δὲ κατὰ συντάξεις συνήγοντο, καὶ πλῆθος μὲν ἀκοντιστῶν παρὰ τοῖς τείχεσιν ἦν· πᾶσα δὲ κατὰ τῶν δυσμενῶν νεότης κεκίνητο, φθάσας ὁ πλούσιος οὐκ οἶδα πῶς ἀριστεὺς ἐπανήρχετο· εἶτα δοὺς ὑποψίαν τῇ
20νίκῃ, σαφῶς μὲν μηδὲν λέγων, κατασκευάζων δὲ, ὡς ἐπι‐ βουλῆς πάντα γεγένηται· οἷον καὶ τοῦ πολέμου τὸ τρό‐ παιον παραδοξότερον ἦν· ὅτι ζήσας ὁ πλούσιος ὡς ἴστε πάντες καὶ μέμνησθε, ἐρῶ γὰρ ἐγὼ βλάσφημον οὐδὲ ἕν, κατώρθου ταῦτα ἃ πένησι μᾶλλον ὠφείλετο τοῖς ἀεὶ περὶ
25τὰς ἀριστείας σπουδάζουσι, τοῖς τῆς ἐλευθερίας ὡς δημο‐ τικοῖς ἀντεχομένοις ἀεί· εἶτα μετὰ τὴν νίκην νικηφόρος ἐπανερχόμενος, συνάγων ἐπὶ τῆς δωρεᾶς βουλευτήριον πᾶσι παρείχετο περὶ τῆς καθ’ αὑτὸν διαλογίζεσθαι χάρι‐ τος· καὶ οἱ μὲν ἔφασκον αὐτὸν εἰκόνα χαλκῆν παρὰ τοῦ
30δήμου σπουδάσαι λαβεῖν, οἱ δὲ σίτησιν, οἱ δὲ στέφανον149

8

.

150

εὕρασθαι παρὰ τοῦ δήμου μετὰ τὸ τρόπαιον· ἐγὼ δὲ μὰ τοὺς θεοὺς, ἐρῶ γὰρ πρὸς ὑμᾶς, καὶ πείσασθαι τῷ πένητι τὸν πλούσιον μετὰ τὸ τρόπαιον καὶ τὰ κατορθώ‐ ματα προςεδόκησα· ἐξ ἀντιπολιτείας ἤλπισα διαλλαγῆναι
5τοῦτον μετὰ τὸν πόλεμον, καὶ τὴν ἀριστείαν ὀνειδίσαι τῷ πένητι, καὶ τῷ τροπαίῳ μετὰ τὴν χάριν φιλοτιμήσασθαι, καὶ τῇ τρυφῇ τοὺς πόνους ἀντεξετάσαι τοῦ πένητος, ταῦτ’ ἐνόουν, ταῦτα προςεδόκων, ταῦτ’ ἤλπιζον δρᾷν μετὰ τὴν ἀριστείαν τὸν πλούσιον· ὡς δ’ ἐπὶ τὴν ἀριστείαν ἐλήλυ‐
10θα, καὶ τὸν πένητα λαβεῖν ἔκδοτον αἰτοῦντος ἀκήκοα, εὐθὺς καὶ πρὸς τὸν πόλεμον ὕποπτος ἐγενόμην, καὶ πάν‐ των ὑπόθεσιν ἐπίστευον γεγενῆσθαι τὸν πένητα· μαθὼν οὖν ὁ πένης τὴν δωρεὰν ἠμφέβαλλεν, ἐθαύμαζεν, οὐχ οὕτω κοῦφον εἶναι τὸν δῆμον ἐπίστευεν, οὐχ οὕτω τῶν
15εὐνῶν τοῖς πλουσίοις ἐξίστασθαι· καὶ ἐνταῦθα τῷ τοῦ πένητος προσώπῳ περίθες ΗΘΟποιΐαν ἐπιτιμητικὴν πρὸς τὸν δῆμον· ὅτι κατεφρόνησεν οὗτος εὐνοίας ἐμῆς· κατε‐ φρόνησε τοῦ προστάτου τῆς πόλεως, τῆς ἐλευθερίας τοῦ τηροῦντος ἀκινήτους τοὺς νόμους, καὶ κατ’ ἀρετὴν τὴν
20δημοκρατίαν φυλάττοντος· καὶ τὴν ἰσηγορίαν τηροῦντος ἀκίνητον· εἶτα ἔπαγε· ἀλλ’ ὅμως μαθὼν τὴν δωρεὰν ἀκριβέστερον ἑαυτὸν συνεπιδέδωκεν μετὰ τὴν χάριν τῷ σώματι· καὶ τὴν παρὰ τοῦ πλουσίου πληγὴν ἔφθανε κείμενος· καὶ τὴν τοῦ δήμου προαίρεσιν ἐπλήρου τοῖς
25ἐγχειρήμασιν· ὢ τῆς περὶ τὴν πόλιν σπουδῆς· ὢ δημοτι‐ κῆς εὐνοίας καὶ πολιτεύματος· ὠδύρετο κατὰ τοῦτο μόνον τὴν τύχην, ὅτι μὴ τελευτᾷ μετὰ τοῦ πλουσίου παρατατ‐ τόμενος· εἶτα τοιοῦτον ἁπάντων ὑμῶν ἀπολωλεκότων δη‐ μαγωγὸν ἐῶμεν τὸν τῶν καλλίστων τῇ πόλει φθονήσαν‐
30τα· καὶ τῶν νόμων ἀποστερηθέντος τοῦ φύλακος, αὐτὸς
σιωπῶ τὴν ἐπήρειαν· μὴ γὰρ αὐτῷ βασκαίνω τῆς δωρεᾶς,150

8

.

151

πολέμιον μετὰ τὴν πολιορκίαν ἀμύνομαι· ὡς ἐχθρὸν τῆς δημοκρατίας εἰςήγγειλα. ΜΕτὰ τὴν κατάστασιν θήσεις τὰ παραγραφικὰ, ὅτι οὐκ εἰμὶ αἴτιος φόνου· οὔτε γὰρ ξίφος, οὐ δεσμὸν ἐπιδέδωκα, οὔτ’ ἐπὶ βάθρον ἤγαγον.
5ΚΑΙ Λύσεις τοῖς ὁρικοῖς, ὅτι οὐ ταῦτα μόνον ποιήσας τις αἰτιός ἐστι θανάτου, ἀλλὰ καὶ ὑποχείριον λαβὼν, καὶ ἐμποιήσας προςδοκίαν τῶν δεινοτάτων· ἐργάσῃ δὲ οὕτως· εἶτα ἀποστερήσας τὴν πόλιν ἀριστέως, δημαγω‐ γοῦ πρὸς λῆμμα ἢ χρυσίον μὴ ῥέποντος ῥήτορος, καὶ
10συλήσας συμβούλου μὲν τὴν ἐκκλησίαν, στρατηγοῦ δὲ τὸν πόλεμον, ἀγανακτεῖς ὅτι μὴ γέγονας πρὸς τὸν θάνατον αὐτόχειρ τοῦ πένητος, καὶ διαβάλλεις τὴν κρίσιν, ὅτι μὴ ξίφος ἢ δεσμὸν παρέσχες ἐκείνου ταῦθ’ ὑπομείναντος· ὥςπερ ἂν αὐτὸς μὴ παρῃτήσω διαθεῖναι δεξάμενος· εἰ
15μὲν γὰρ οὐκ ἐχθρὸς, οὐδὲ ἐπὶ τῷ λυμήνασθαι πρὸς τὴν αἴτησιν ταύτην ἀπήντησας, μάτην αἰτιῶμαι τὸν φόνον· εὐποιῆσαι γὰρ αὐτὸς οὐκ ἀνελεῖν τοῦτον ἐσπούδαζες· εἰ δὲ ἔκδοτον ᾔτησας, καὶ δέδωκεν ὁ δῆμος χρήσασθαι πρὸς ὅ, τι περ ἂν βουληθείης τῷ πένητι, τί τηνάλλως ἀ‐
20ναστρέφεις τοὺς λόγους· οὐ γὰρ ἡ κομψεία τανῦν, ἀλλ’ ἡ δωρεὰ τὸν φόνον κατηγορεῖ· ξίφος οὐκ ἐπέδωκα, φησὶν, οὐδ’ ἐπὶ βάθρον ἤγαγον, ὥσπερ ἡμῶν οὐκ εἰδότων, ὅτι, εἰ ταῦτα προςῆν, δραμεῖν ἐπὶ τὸν δήμιον ἦν εὐθὺς τὸ
λειπόμενον, οὐ συγκροτεῖν δικαστήριον· καὶ τὸν αὐτὸν151

8

.

152

πρὸς τὴν σφαγὴν ἀμφοτέροις ποιήσασθαι τρόπον γενέ‐ σθαι, ἵνα καιρὸν ἔχοντες ἕνα τῆς τελευτῆς ταὐτὸν καὶ τὸν τάφον κληρώσωνται· εἶτα ἔπαγε, ὅτι οὐκ αὐτόχειρ ἐγένετο τοῦ πένητος, ἀλλὰ τῆς σκηνῆς αὐθέντης τοῦ πά‐
5θους ἐπὶ τῆς ἀλλοτρίας ἐγένετο, καὶ ὅτι οὐκ ἀπόχρη τοῖς ἁμαρτάνουσι, συνειδέναι μὲν αὐτοῖς τὴν γραφὴν, ἀφ’ ἑτέρων δὲ τὴν ἀπολογίαν προβάλλεσθαι· εἶτα ὅτι οὐχ εἷς τρόπος θανάτου αἰτίας ἐστί· καὶ οὐ προςῆκόν ἐστιν εἰς ὡρισμένα τινὰ περικλείειν τὴν κατηγορίαν· εἰ
10γὰρ τῶν ἐγχειρημάτων τὸ πλῆθος ἄπειρον, τῷ δὲ τέλει κρίνεται τὸ καθ’ ἕκαστον, ἀνθ’ ὧν δεσμὸν ὁ πλού‐ σιος ἢ ξίφος προτείνεται, καὶ βαδίζει τὴν κύκλῳ· πῶς δὲ τῷ πένητι τῆς τελευτῆς ἐστιν οὐχ ὑπεύθυνος; οὐκ ἀπο‐ δεικνύει κρινόμενος· εἶτα πρόσθες ἐνθύμημα· ἢ γὰρ οὐκ
15εἴληφε κατ’ ἐκείνου τὴν δωρεὰν, ἢ ἐπειδὴ τοῦτο τυχὸν αὐτὸς οὐκ ἀρνήσαιτο, καὶ τῶν δευτέρων δημιουργὸς ἐξε‐ λήλεγκται· εἶτα πόμπευσον τῇ φράσει μελετηρότερον· καλὸν ἡμῖν, ὦ πλούσιε, δέδωκας τοῦ πένητος λέγειν ἐπι‐ τάφιον· διορίζεται τὴν γραφὴν, ὥσπερ ἐν τῷ δράματι
20φιλοτιμούμενος· νῦν περὶ τῶν ἐγκλημάτων ἀμφισβητεῖς τῇ πόλει τοσαύτην διὰ τῆς δωρεᾶς παρασκευάσας τὴν συμφοράν· εἶτ’ ἐπεκτείνας τὰ τοιαῦτα νοήματα κατα‐ σκεύασον τοῖς ὁρικοῖς παραδείγμασι τὸ κεφάλαιον· τίς σώζει τυμβωρύχον, καθελόντα μὲν τοῦ πεπτωκότος τὸν
25τάφον, οὐχ ἁψάμενον δὲ τοῦ σώματος; ἱεροσύλου τίς ἀπαλλάττεται, κινήσαντος μὲν τῶν ἀνακτόρων τὰ ἀνα‐ θήματα, οὐ δυνηθέντος δὲ τῶν ἱερῶν ὑπεκκλέψαι τὸ σπουδαζόμενον; ἢ λωποδύτην ἀφίησι θοιμάτιον ὑφελό‐ μενον, ἁλόντα δὲ πρὶν λαθεῖν ὃν ἠδίκησεν; ὥσπερ γὰρ
30τούτων ἀφελέσθαι τὴν προςηγορίαν αὐτὸς κύριος οὐδεὶς,152

8

.

153

οὐδὲ τὴν πρᾶξιν ἑλόμενος τοὔνομα νικῆσαι δεδύνηται· ἀλλ’ ὡς τῶν ἀγαλμάτων κλέπτης πλησίον καὶ ἱερόσυλος, καὶ ὡς τῶν τάφων ἐγγὺς ὁ λυμήνασθαι μέλλων τῷ σώ‐ ματι· καὶ τυμβωρύχος οὕτως ὡς φονεὺς ὁ πλούσιος οὐκ
5ἀμφίβολος· εἶτα ἐὰν θέλῃς ἐκτεῖναι τὸ κεφάλαιον, δύνα‐ σαι καὶ ἀπὸ τῆς τοῦ νόμου ἀναγνώσεως καὶ ἀπὸ τοῦ συλλογισμοῦ καὶ πηλικότητος καὶ τοῦ πρός τι λαμβά‐ νων τὰ νοήματα ἐκτεῖναι τὸ κεφάλαιον· δεῖ μέντοιγε συστέλλειν αὐτὰ καὶ κεκρυμμένως εἰςάγειν, ἵνα μὴ δό‐
10ξῃς ὅρον τὴν στάσιν μελετᾷν; ἀλλὰ μὴ κεφάλαιον ὁρι‐ στικοῖς κατασκευάζειν νοήμασι· καὶ γίνεταί σοι μεῖζον τοῦ ἔργου τὸ πάρεργον. ΜΕΤΑ ΤΑΥΤΑ θήσεις ἀντί‐ θεσιν ἀντιληπτικὴν παραγραφὴν οὖσαν καὶ αὐτὴν ἀπὸ τοῦ προσώπου τοῦ πένητος, δύναμιν ἔχουσαν τοιαύτην,
15ὅτι οὐκ ὀφείλω ἐγὼ κρίνεσθαι, ὑπὲρ ὧν ἄλλος πεποίηκεν. Ἡ ΛΥΣις μεταληπτικὴ, ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τοῦ ψηφίσματος, ἀλλὰ μετὰ τὴν δωρεάν· ἀπαντήσεις δὲ οὕ‐ τως· καὶ τίς ὁ παρασχὼν τὴν ὑπόθεσιν; ἀλλ’ οὐκ ἐγὼ, φησὶν, διεχρησάμην τὸν πένητα, ἄλλ’ αὐτὸς παρέσχου
20τῶν γενομένων τὴν πρόφασιν· εἶτα ἐκτενεῖς τοῦτο τὸ νόημα λέγων, πρόςθες τῷ λόγῳ τὴν δωρεάν· καταβήσο‐ μαι γὰρ μετὰ τὴν ἀπολογίαν τοῦ βήματος· εἰπὲ πόθεν ὁ πένης νεκρός· σαυτοῦ γὰρ ἔσῃ παραυτίκα κατήγορος· μὴ πρὸ τῆς ἀριστείας ταύτην εἴχομεν κατὰ σοῦ τὴν γρα‐
25φήν; μὴ πρὸ τῆς δωρεᾶς ἑαυτὸν ὁ πένης ἀνῄρηκεν; πό‐ θεν. οὐδὲ γὰρ οἶσθα τὴν ἀρχὴν εὑράμενος παρὰ τοῦ
δήμου τὴν δωρεάν; οὐδὲ τιμὴν εἶχες τὴν προξενοῦσαν153

8

.

154

ἐκείνῳ τὴν τελευτήν· αὐτὸς τυγχάνεις τῶν συμβεβηκότων πατήρ· εἶτα τὸ Δημοσθενικὸν νόημα εἰπέ. εἰ γὰρ ὁ τὸ σπέρμα παρασχὼν καὶ τέλους ἔχει τὴν πρόφασιν, καὶ τὴν ἀρχὴν ὁ δεδωκὼς τῶν ἑτέρων οὐκ ἀποστερεῖται, σὺ τὴν
5αἰτίαν τῷ πένητι παρασχὼν ὑπεύθυνος καὶ τοῦ θανάτου γεγένησαι· εἶτα κῶλον ἄλλο εἰπὲ ἀπὸ τοῦ ἐναντίου· εἰ γὰρ ὁ χρηστὴν τῷ δήμῳ πρᾶξιν εἰςηγησάμενος πληρω‐ θείσης ἔχει τὸν ἔπαινον, διότι τὴν ἀφορμὴν αὐτὸς τῶν εὐτυχημάτων παρέσχετο, τῶν ἀτόπων τὴν αἰτίαν ὁ πα‐
10ρασχὼν τὸ μὴ σώζεσθαι δίκαιος· εἶτα ἀπὸ βουλήσεως τοῦ πένητος· ὅτι πάντες ἄνθρωποι σώζεσθαι βούλονται, κἂν σφόδρα δυςτυχῶσιν· εἶδε δὲ ὁ πένης, ὅτι ἅπαξ ὑπὸ σοὶ γενόμενος οὐδὲ μιᾶς ἐλπίδος τεύξεται· καὶ τὰ τοιαῦτα. ΜΕΤΑ ταῦτα θήσεις τὴν ἀντίληψιν. Ἀλλ’ ἔξεστίν μοι,
15φησὶν, αἰτεῖν δωρεάν. ΛΥΣΕΙΣ τῇ μεταλήψει, ὅτι οὐ τοιαύτην ἔξεστιν αἰτεῖν· μὴ εὐθὺς δὲ ἀπαντῶν ταῖς λύσεσιν ἐπὶ τὰς διαιρέσεις ἔρχου· ἀλλ’ ἐκ περιβολῆς ἀ‐ πάντα· οὕτω γὰρ γοργότερος καὶ μελετητικώτερος ὅλος γενήσεται· οἷον καὶ πόθεν οὕτως τυραννικὰς ποιεῖσθαι
20τὰς ἀποκρίσεις μεμάθηκας; νῦν σε τὴν ἐξουσίαν ὁ πένης ἀνῃρημένος ἐδίδαξε; νῦν οὕτω θρασύνεσθαι κατὰ τοῦ δήμου μεμάθηκας; νῦν ἡμῖν ὥσπερ ἐξ ἀκροπόλεως δια‐ λέγῃ κρινόμενος; καὶ τὸν νόμον ὑπερορᾷς, ἐξεῖναί σοι λέγων ἃ μὴ νενόμισται; εἶτα ἐπὶ τὴν διαίρεσιν τοῦ κε‐
25φαλαίου ἐλθὲ, οὖσαν τοιαύτην μεταληπτικήν· ἀλλ’ οὐ ταύτην ἔξεστίν σοι λαμβάνειν τὴν δωρεάν· οἷον ἔξεστι λέγειν. ἀλλ’ οὐχ ἁρπάζειν δημαγωγοὺς ἐκ τῆς πολιτείας συγκεχώρηται· πόθεν τῶν πολιτῶν τις τυγχάνει κατὰ
τὴν δημοκρατίαν ἀνεύθυνος; τίς στρατηγὸς ἢ ῥήτωρ ἢ154

8

.

155

σύμβουλος τοιαύτην ἐπὶ τοῦ βήματος ἀφῆκε φωνήν; τίς τὰς εὐθύνας παρῃτήσατο πώποτε; κύριον ἑαυτὸν τῶν ἐγκαλουμένων ἀποφαινόμενος; τοῦτο τῆς μοναρχίας μό‐ νον ἐξαίρετον· τοῦτο τοῖς τυραννουμένοις παρασχεῖν ἀκό‐
5λουθον· ἀκούειν δὲ τοιαῦτα λεγόντων τῶν δημοκρατου‐ μένων ἀλλότριον· εἶτα ἐλθὲ ἐπὶ τὰ παραδείγματα· οὐ‐ δεὶς ἐν δημοκρατίᾳ ἀνεύθυνος· στρατηγὸς ἂν νικήσῃ τοῖς ὅπλοις μέχρι τῶν τροπαίων μετὰ τὴν νίκην οὐχ ἵσταται· ἀλλ’ ἐπὶ τὰς εὐθύνας ἔρχεται κἂν προλαμβάνῃ τὴν ὑπὲρ
10αὐτοῦ ψῆφον τὰ πράγματα· καὶ δίδωσι λόγον τὴν κρίσιν οὐ παραιτούμενος· εἶτα στρατηγὸς μετὰ τῶν ἐν πολέμῳ πραχθέντων οὐ παραιτεῖται τὴν κρίσιν· σὺ δὲ κρινόμε‐ νος τὴν ἐξουσίαν βοᾷς; ἐκτείνειν δὲ τὸ κεφάλαιον ἔχεις ἐκ τῶν ἐγκωμιαστικῶν τόπων· οἷον ὢ πόσους νό‐
15μους μέλλοντας ὑπὸ τοῦ πένητος τίθεσθαι κεκώλυκας· ὢ πόσα ψηφίσματα, πόσας κατηγορίας, πόσας ἀριστεί‐ ας, καὶ τὰ τοιαῦτα· ἂν δὲ καὶ μελετητικώτερον θελή‐ σῃς εἰπεῖν, ἐκ τῆς ὑποκειμένης ὕλης λαβὼν εἰπέ· ὢ πολιορκίαν παρασκευάσας ἡμῖν καὶ τοῦ πολέμου χαλεπω‐
20τέραν· οὐδεὶς ἐκ τῆς μάχης, ὦ δημοτικὲ φιλόπολι, πένης ἀνῄρηται, οὐδὲ τοιαῦτα πέπονθεν ἐκ πολιορκίας ἡ πόλις· ὦ καὶ τῆς συμφορᾶς τανῦν ἀπανθρωπότερε πλούσιε· ἔξε‐ στι, λέγεις, κατὰ τοῦ δήμου λαμβάνειν τὰς δωρεὰς καὶ συνάπτειν τοῖς ἀνευθύνοις ἐπήρειαν ἔξεστι καὶ δημηγο‐
25ρεῖν· ἀλλὰ κατὰ τοῦ δήμου κεκώλυται· ἔξεστιν ἀποδη‐ μεῖν· ἀλλὰ πρὸς τοὺς πολεμίους τοῦτο δράσας εὐθὺς ἔχει μετὰ τὴν πρᾶξιν τὴν κόλασιν· πότε ταύτην τὴν φωνὴν ὁ πένης ἀφῆκε, δημηγορῶν; πότε τινὸς ἐκεῖνος
ἑαυτὸν ἐπὶ τῆς ἐκκλησίας ἀπέφηνε κύριον; ἐπολέμει καὶ155

8

.

156

τοῖς ταῦτα λέγουσιν ὁ δυςτυχέστατος, καὶ τυράννους τοὺς τοιούτους ἀποκαλῶν ἦγεν εἰς δικαστήριον τιμωρούμενος· τηρήσατε ταύτην, ὦ ἄνδρες, τὴν πολιτείαν τοῦ πένητος, καὶ τούτοισι τοῖς ἀλαζόσιν οὐκ ὄντας ὑμᾶς ἀσθενεῖς
5ἐπιδείξατε· οὕτως ἀποκρινομένους, ὦ πλούσιε, τοὺς πρὸς σοῦ πολιτευομένους, μεμάθηκας· εἰπὲ, τί παρὰ τοῖς δημοκρατουμένοις ἀνεύθυνον, τίς βίος ἢ πρᾶξις ἢ λογι‐ σμὸς ἢ προαίρεσις; ἀλλ’ οὐκ ἂν ἔχῃς εἰπεῖν· εἰ μὲν γὰρ ἕτεροι τῶν πλουσίων οἱ νόμοι, ἕτερα δὲ τῶν πενήτων
10τὰ δόγματα, ἀφίημί σε τῆς γραφῆς, οὐδὲν τὴν πόλιν ἠδίκησας· εἰ δὲ πᾶσιν ἡμῖν ἡ αὐτὴ πολιτεία καὶ γράμ‐ ματα, τοῖς δικασταῖς ὁμολόγει τὴν χάριν ἔτι σωζόμενος· αἰτεῖ τις, ἀνόητε, χάριν τὴν λυποῦσαν τὴν πόλιν, καὶ δωρεὰν εὑρίσκεται λαμβανομένην τοῖς πράγμασι· τίνος
15τὸν αἰτοῦντα γραψόμεθα; πότερον τῶν ἀποβεβηκότων κακῶν, ἢ τῆς δωρεᾶς, ἥ τις τὸ δεινὸν τοῖς παθοῦσι προὐξένησε· κατάθου λοιπὸν μετὰ τὴν συμφορὰν τὴν πόλιν εἰρωνευόμενος. ΜΕΤΑ ΤΗΝ ἈΝΤΙΛΗΨΙΝ ΘΗΣΕΙΣ ΤΟ ΧΡΩΜΑ Ἀντεγκληματικὸν τυγχάνον
20διὰ τὴν ἔχθραν· εἶπον δὲ ἤδη ὅτι κατὰ τὰς ἀντι‐ θετικὰς ἐν ἀντιλήψει τυγχάνει τὰ χρώματα. ἄξιος γὰρ, φησὶν, ἦν τοῦ ταύτην αἰτῆσαί με παρὰ τοῦ δήμου τὴν δωρεάν· ἀλλ’ ἄξιος, φησὶν, ἦν. ΛΥσεις τῇ πολιτείᾳ τοῦ πένητος· τῆς τοιαύτης ὁ πένης ἄξιος ἦν συμφορᾶς, ὅτι
25σε κακοῦργον πολλάκις καὶ παράνομον ἤλεγξεν. ἄξιος ἦν, ὅτι τῶν νόμων οὐχ ὥσπερ σὺ καὶ τῆς πατρίδος ἐφεί‐ δετο, ἀλλὰ δημηγοροῦντα μὲν ἤλεγξεν, ἀδικοῦντα δὲ πολ‐
λάκις ἐγράφετο· πόθεν ταύτην, εἰπέ μοι, τὴν ἀξίαν ἐπ‐156

8

.

157

έγνωκας; ἀπὸ τῆς πολιτείας τοῦ πένητος, ἀφ’ ὧν ἔγρα‐ φεν ἢ συνεβούλευεν, ἢ καὶ ἐξ ὧν ἡμῖν τὰ πράγματα τοῖς δημοτικοῖς οὐ προςήκατο; ἀπὸ τούτων ἐστοχάσω τῆς ἀξίας, ὦ πλούσιε; ἀπὸ τούτου τοῦ θανάτου ἐκεῖνον τετί‐
5μησαι; ἀλλ’ οὐ παρ’ ἡμῖν ὁ δυστυχὴς ἐκεῖνος ταύτην ἔσχε τὴν δόξαν πολιτευόμενος· ἀλλ’ ἄν μοι στεφάνων ἄξιον λέγῃ καὶ κηρυγμάτων καὶ τιμῶν ἄλλων μυρίων, ὁμολογῶ καὶ τὸν ἄνδρα σαφῶς ἐγνωκέναι σὲ πείθομαι. ἂν δὲ τιμωρήσῃς με τῇ συμφορᾷ, οὐ συγχωρῶ βλασφη‐
10μεῖσθαι τὸν κείμενον· οὐ γὰρ ὑπὲρ ἄλλου τινὸς ἢ τῆς πόλεως τὸν πρὸς σὲ πόλεμον ἐπανήρατο· παρώξυνέ σε πολλάκις εὔνους τυγχάνων τῇ πόλει· αὕτη τῆς ἔχθρας ἡ πρόφασις, τὸ λέγειν κατὰ τοὺς νόμους, τὸ δημηγορεῖν τὰ συμφέροντα, τὸ ζητεῖν τιμωρεῖσθαι τοὺς ἁμαρτάνον‐
15τας, τὸ μὴ συγχωρεῖν σοι πρὸ πάντων τοὺς ἀσθενε‐ στέρους βιάζεσθαι· νόμον εἰςέφερες καὶ γραφὴ διεδέχετο τὴν ἀνάγνωσιν· ἔγραψες ψήφισμα, καὶ τὴν πόλιν ἠνέσχου παρακρουόμενος· ἐπρέσβευες· καὶ τί τῶν ἀνηκέστων ἐν τοῖς λογισμοῖς οὐκ ἐδείκνυτο; ψευδεῖς ἀπαγγελίαι καὶ λό‐
20γοι, χρόνων πλῆθος μάτην ἀπολωλὸς, πράξεις παρὰ τὰ πεπραγμένα γινόμεναι, πρεσβεῖαι καὶ φιλίαι πρὸς τοὺς πολεμίους, καὶ σύνοδοι· ταῦτα τὸν φόνον, ταῦτα τὴν ἔχθραν ἐξέκαυσεν· ὑπὲρ τούτων ἁπάντων ὁ πένης πολέ‐ μιος, ὅτι ποτὲ τοῦτον ὡς προδότην εἰςήγγειλε καὶ λειπο‐
25ταξίου γραψάμενος περὶ σωτηρίας κινδυνεύειν ἠνάγκα‐ σεν· εἶτα πρόςθες ἀπολογίαν τοῦ πένητος, οὐ μισῶν τὸν πλούσιον· οὐ γὰρ ἀνελεῖν τοῦτον ἐσπούδασεν, ἀλλὰ ζητῶν τὴν πολιτείαν μηδαμοῦ βλάπτεσθαι, καὶ πάντας δημοτι‐ κοὺς καὶ τῆς πολιτείας ἐραστὰς εἶναι βουλόμενος· μὴ τῆς
30παρὰ σοὶ νομιζομένης ἔχθρας ἦν ἡ πόλις ὑπόθεσις· ἐγὼ
μὲν γὰρ αὐτὴν καὶ φιλίαν ἀποκαλῶ καὶ διόρθωσιν πρὸς157

8

.

158

τὸ βέλτιστον· εἰπὲ τί τῶν ἰδίᾳ σοι προςηκόντων ὁ πένης λελύμανται; ποίας ἐμπορίας ἢ συναλλαγῆς ἀπεστέρησε; ποῖον ἀγρὸν ἢ τίνα λελύμανται τὴν οἰκίαν; ἀλλ’ οὐκ ἂν ἔχῃς δεικνύναι· εἰ δὲ τούτων ἠπόρησας, τὴν
5πολιτείαν καὶ σιωπῶν ὁμολογεῖς· ἡ γὰρ τῶν ἑτέρων ἀναίρεσις τυγχάνει τῶν λειπομένων κατάθεσις· νῦν δὲ ἁμαρτάνων καὶ σαυτὸν ἕτοιμον τῷ πένητι παρέ‐ χων πρὸς ἐπανόρθωσιν ἔχθραν τὴν ὠφέλειαν ἀποκα‐ λεῖς· εἶτα πρόςθες, ὅτι καὶ σὺ αἴτιος εἶ τῆς ἔχθρας·
10τί γὰρ δημοτικὸν πένητα παρὰ νόμον ἠρέθιζες; καὶ ἔκ‐ τεινον τὸ τοιοῦτον νόημα, εὐπορίαν ἔχον πολλὴν ἀπ’ αὐ‐ τοῦ πρωτοτύπως ἀπὸ τῶν ἐναντίων· οἷον ὅπου γὰρ κατὰ τοὺς νόμους πράττοντι οὐκ ἀντέλεγε, παρὰ τὴν συνή‐ θη τάξιν τῆς πολιτείας δημαγωγοῦντί σοι οὐκ ἀνθίστα‐
15το· εἶτα λοιπὸν κοινὰ ἀπὸ τοῦ κεφαλαίου καὶ τῆς πολι‐ τείας καὶ τῆς ποιότητος τὰ κομματικὰ προςτιθῇς, πλη‐ ρώσεις τὸ κεφάλαιον· οἷον ταῦτα τῷ κακοδαίμονι τὸν φόνον προὐξένησε· τί γὰρ ἐζήτει τῶν κοινῶν οὕτω φρον‐ τίζειν καὶ μὴ κήδεσθαι; τί δὲ φυλάττων τὴν δημοκρατίαν
20ἀκέραιον, πλούσιον πρὸς τὸν καθ’ ἑαυτοῦ παρώρμησε πόλεμον; νῦν δὴ τοῦ περὶ τὴν πολιτείαν ὁ πένης ἡττημέ‐ νος ἔρωτος ἁπάντων ὑπερεῖδε, τῶν κοινῶν ὑπερμαχῶν, καὶ τὴν δημοκρατίαν φιλῶν, λυπεῖν τοὺς πολεμίους ἠνεί‐ χετο· ἔρως ἦν, ὦ βέλτιστε, κατὰ σοῦ παροξύνων τὸν
25πένητα, καὶ πατρίδος σπουδὴ, θανάτων μυρίων ὑπερφρο‐ νεῖν ἀναγκάζουσα· σὺ δὲ τούτων συγγνοὺς οὐδενὶ πολέ‐ μιον τὸν τῶν νόμων ἀπεκάλεις ἐραστὴν, καὶ τὰ τοιαῦτα. ΜΕΤΑ ΤΟΥΤΟ ΘΗΣΕΙΣ ΤΟ ΜΕΤΑΣΤΑΤΙΚΟΝ
ΤΟ ΕΠΙ ΔΗΜΟΝ. Ἀλλ’ ὁ δῆμος πεπεῖσθαί φησι.158

8

.

159

ΛΥσεις οὕτως· τοῦτο γάρ ἐστι τὸ χαλεπώτατον· ὅτι μὴ μόνον ᾔτηκας, ἀλλὰ καὶ πέπεικας· εἰ γὰρ ὁ λέγων ἃ μὴ δεῖ πλημμελεῖ, ὁ πείθων ταῦτα τὸν δῆμον διπλασιάζει τὰ ἁμαρτήματα· ὥσπερ γὰρ αὐτὸ τοῖς βουλευομένοις γνώμην
5βλαβερὰν εἰςενέγκασθαι, οὕτω τοῖς πείθουσιν ἄν τι συμ‐ βῇ δυσχερὲς, ἡ πόλις προςεπιγράφει τὰ πταίσματα· πο‐ νηρὸν, ὦ δικασταὶ, ῥήτωρ κακόνους καὶ σύμβουλος· ἐ‐ λεγχθεὶς μὲν γὰρ παραχρῆμα τὴν συμβουλὴν ἀναχω‐ ρεῖ τῆς ἐκκλησίας ἀζήμιος· συνεργὸν δὲ τὸν δῆμον τῶν
10ἐσκεμμένων δεξάμενος ἄπεισι μετὰ τῶν νόμων ἂν ἁρπά‐ σῃ τὰ πράγματα· οὕτω πολιορκεῖται τὸ γένος· οὕτως ἄν‐ θρωποι τυραννοῦνται δημοκρατούμενοι· πιθανῶν μὲν δο‐ κούντων εἶναι τῶν εἰςηγουμένων τὸ κατ’ ἀρχὰς, ἀνατρο‐ πὴν δὲ μετὰ ταῦτα τῶν ὑπαρχόντων παρασκευαζόντων
15πόλεμον· καὶ μετὰ τὸ παθεῖν τότε τούτων παρεχομένων τὴν αἴσθησιν, πέπεικα, λέγεις· καὶ τὴν ἀνάγκην ὀνομά‐ ζεις πιθανωτέραν πρὸς ῥήματι· καὶ μετὰ τὴν συμφορὰν τοῦ δήμου κατηγορεῖς· ὁ δῆμος αἴτιος θανάτου τοῦ πέ‐ νητος· καλὴν ἀποδίδως ἡμῖν ὑπὲρ πενήτων τὴν πρόνοιαν·
20καλῶς τῷ δήμῳ τηρεῖς ὑπὲρ τῶν πολιτευομένων τὰς ἀ‐ μοιβάς· καὶ τὸ πάθος, ὦ σὺ, παρασκευάσας ἐπὶ τὸν δῆμον ἀνάγεις ὡς αἴτιον· καὶ τραγῳδίας πληρώσας τὴν πόλιν ταύτην τῶν συμβεβηκότων ποιεῖς αἰτίαν· τίς οὕτω πονηρὸς ἢ θρασὺς τῶν οἰκείων ἐγκλημάτων τὸν δῆμον
25ἐμέμψατο; τίς ἐπὶ τοὺς ψηφισαμένους ἤγαγε τὴν γρα‐ φὴν, πεπεῖσθαι λέγων ἃ μὲν προείρηται; εἰ μὲν γὰρ διεχρήσατο τὸν πένητα, ὁ δῆμος βεβούληται, καλῶς τὸν κυρώσαντα τὴν δωρεὰν αἰτιᾷ· εἰ δὲ πέπεικας αὐτὸς προςελ‐ θὼν, ἃ μηδὲ γενέσθαι προςηύχετο τῶν συμβεβηκότων
30αὐτὸς, οὐχ ὁ πεπεισμένος ἀνεύθυνος· πολλοὶ περιπεπτώ‐
κασι συμφοραῖς συμβούλοις οὐκ ἀγαθοῖς πιστεύσαντες·159

8

.

160

εἶτα ἔπαγε τὰ παραδείγματα· ἐάν τις πείσῃ τὴν πόλιν πόλεμον πρὸς τοὺς ὁμόρους ποιήσασθαι, ἆρα ἡ πόλις τῶν δεινῶν αἰτία; ἂν δὲ στέφανον σχῇ μετὰ τὸν πόλεμον ἢ τρόπαιον, οὐχ ὁ ποιήσας φιλοτιμεῖται τὰ κατορθώμα‐
5τα; μὴ τοίνυν λέγε ὡς ἡ πόλις πέπεισται· σὸν γὰρ ἅπαν, οὐ τῶν πεπεισμένων τὸ κατηγόρημα· καὶ ὅσα τοιαῦτα. ΜΕΤΑ ΤΑΥΤΑ Θήσεις τὴν ἀπὸ τοῦ ἀποβάντος ἀν‐ τίθεσιν, πάντη καὶ πάντως ἐν τοῖς ἀπὸ τοῦ ἀποβάντος λυομένην συγγνωμονικῶς· ὥσπερ γὰρ εἰ τὸν πλούσιον
10ἐμελέτας, ἔθηκας ἂν τὴν ἀπὸ τοῦ κατηγόρου ἀντίθεσιν τοιαύτην· ἀλλ’ ὁ πένης ἀνῄρηται· καὶ ἔλυσεν ὁ πλούσιος συγγνωμονικῶς, ὅτι ἠγνόουν ὡς ἑαυτὸν διαχρήσεται, οὕ‐ τω τὴν ἀπὸ τοῦ πλουσίου τιθεὶς ἀντίθεσιν, τὴν ὅτι ἠ‐ γνόουν, εἰ ἑαυτὸν ἀναιρήσει. ΛΥσεις ἐνστατικῶς, ὅτι
15οὐκ ἦν ἄδηλον· οἷον ἀλλ’ ἠγνόουν, φησὶν, ὡς ἐξ ἀνθρώ‐ πων ὁ πένης γενήσεται, καὶ τίς μετὰ τὴν τοιαύτην σου δωρεὰν πιστεύσει τὴν ἄγνοιαν; τίς δὲ τὸν λόγον προςδέξεται σωφρονῶν; ὑπ’ ἐχθρῶν γενέσθαι τίς αἱρεῖ‐ ταί ποτε; καὶ τραφεὶς ἐν νόμῳ καὶ πολιτεύμασιν ἀγαπᾷ
20δεσπότην ἑαυτοῦ καταστῆσαι πολέμιον; ἄνθ’ ὅτου γὰρ εἰπέ μοι καὶ τοῖς βαρβάροις μαχόμεθα; ἄνθ’ ὅτου δὲ τοῖς πολεμίοις συμβάλωμεν; οὐχ ἵνα μηδὲν πάθωμεν ὑ‐ βριστικὸν ὑφ’ ὧν ἥκιστα ἐχρῆν, μηδὲ δουλεύσαντες μὲν ἑαυτοὺς θεασώμεθα· πάσχοντες δέ τι περὶ τὴν ἀταξίαν
25τῷ σώματι· πῶς τοίνυν προφέρεις τὴν ἄγνοιαν, οὐδε‐ νὸς τῶν τοιούτων τὸν πένητα εἰδὼς ἀντεχόμενον, οὐδὲ ζῇν χωρὶς ἐλευθερίας βουλόμενον; ἤλπισας ἂν, ὦ πλούσιε, τὸν δημαγωγὸν ἐπὶ σοὶ γενέσθαι στρεβλούμενον
ἰδεῖν, ἢ παρεστάναι δουλεύοντα; πόθεν; οὐχ οὕτω τα‐160

8

.

161

πεινὸς ὁ μεγαλόφρων ἐκεῖνος ἐτύγχανεν· οὐχ οὕτως ἀσθε‐ νὴς ὁ πολλάκις ὑπὲρ τοῦ γένους παραταξάμενος, ὁ συμβουλεύων τῷ δήμῳ μὴ προέσθαι τὴν ἐλευθερίαν ποτὲ, μηδὲ χαίρειν ἀδόξοις ἐπιτηδεύμασιν, ἀλλὰ φιλοτιμεῖσθαι
5τοῖς κατορθώμασιν· οὐ ταύτην ἔχων τὴν πολιτείαν ἔκδο‐ τος ὢν πρυτανεύειν αὐτῷ τὴν σωτηρίαν ἠβούλετο, ἵνα τι‐ νῶν μετὰ τὴν πολιτείαν ἀπήλασε δουλείας ἀντ’ ἐλευθε‐ ρίας, ὦ πλούσιε, καὶ κολακίας ἀντὶ δημηγορίας, καὶ λό‐ γων ἢ τρυφῆς τῆς παρὰ σοὶ συντιθέναι τοὺς λόγους,
10ἀντὶ τοῦ γράφειν λόγους ἢ ψήφισμα. μυρίους ἂν ἐκεῖ‐ νος ἐνεγκεῖν θανάτους ὑπέμεινεν, ἢ τοιαύτην ἡμέραν αὐτῷ δεῖξαι τὸν ἥλιον· εἰ δ’ ὑπὸ σοὶ ζήσεσθαι προς‐ εδόκησε, καὶ αὐτὸς ἕν τι τούτων ἀτυχήσας ὑπέμεινας· εἰ δὲ τοιαύτην αὐτὸς καρτερεῖς ὑπομεῖναι τύχην, πότε
15εὐέλπιδες ἡμεῖς οἱ παρὰ σοὶ πολῖται δημαγωγούμενοι; οὕτως ἂν ἐξηγήσω τῇ πόλει τοὺς νόμους, οὕτω τῆς ἐλευ‐ θερίας ἀντέχεσθαι· ἀλλ’ οὔτ’ ἂν αὐτὸς τοιοῦτόν τι συμ‐ βουλεῦσαι τετόλμηκας, οὔθ’ ὁ πένης τὴν ἔκδοσιν ὑπομεῖ‐ ναι δεδύνηται· εἰ δὲ ταῦτα πρότερον ὡμολόγηται, κἀκεῖ‐
20νον ἀνελεῖν ἑαυτὸν μετὰ τὴν δωρεὰν ἀμφίβολον οὐκ ἐγίγνετο. ΜΕΤΑ ΤΑΥΤΑ τοὺς ἐπιλόγους θήσεις, συνάψας εὐθὺς κομματικῶς· οἱ δὲ ἐπίλογοι ἔχουσιν ὅσα ζῶν ὁ πένης τὴν πόλιν ὠφέλησε, διασκευὴν τοῦ πάθους, ἠθοποιΐαν, καταδρομὴν τοῦ πλουσίου, παροξυσμὸν ἐπὶ
25τὴν τιμωρίαν τῶν δικαστῶν, καὶ τὰ τοιαῦτα.
25
ΑΝΤΙΛΗΨΙΣ ΑΠΛΗ.
27aΣυνεχῶς κρινόμενος πλούσιος τυραννίδος ἐπιθέσεως κατεπόν‐
28aτωσε τὴν οὐσίαν καὶ κρίνεται δημοσίᾳ.
29Ὁ λόγος ἐστὶ τῷ μὲν πλουσίῳ βαρὺς καὶ μετὰ πολ‐
30λῆς γενόμενος τῆς βαρύτητος, τῷ δὲ κατηγόρῳ ἐπιφορι‐161

8

.

162

κός· ὅτι μὴ μόνον ἐπιβουλεύων πολλάκις ἑάλωκεν, ἀλλὰ καὶ τῆς οὐσίας τὸν δῆμον ἐστέρησεν· ὅθεν ἡ κατάστα‐ σις αὐτῷ τὴν ἀπὸ τοῦ πλούτου γενομένην ἔχει κατὰ τῶν δημοτικῶν ἐπάχθειαν· γραφομένου πολλάκις τινὰς τοῦ
5πλουσίου, βιαζομένου τοὺς προςτυγχάνοντας, ἔχοντος περὶ αὐτὸν ἀκολάστων πλῆθος, προϊόντος μετ’ οἰκετῶν πλειόνων· ὡς ταὐτὸν εἶναι δορυφορίᾳ τὸ γιγνόμενον, καὶ πάντας λοιπὸν πεφρικέναι τοὺς ἐντυγχάνοντας· ὅθεν ἐπὶ τούτοις τυραννίδος κριθεὶς οὐκ οἶδ’ ὅπως ἐκπέφευγε. τί
10οὖν, ἆρα μετὰ τὴν κρίσιν ἐσωφρόνησεν; ἐφυλάξατο τὴν ὑποψίαν; εἶδεν ὅθεν αὐτῷ τὰ τῆς κατηγορίας γεγέ‐ νηται; οὐδαμῶς· ἀλλ’ ὅτι χεῖρον τὸ γιγνόμενον ἦν, καὶ φόβος ἐκ τῶν πραττομένων· ὅθεν καὶ δευτέρα κρίσις ἐπὶ τούτῳ συνίστατο· καὶ κατήγοροι τυραννίδος ἐπὶ τοῦ
15βήματος ἐβόων τὸν τῆς πολιτείας ἐχθρὸν, τὸν περινο‐ οῦντα κατὰ τοῦ δήμου τὴν ἀκρόπολιν· ἀλλὰ καὶ τὸ δεύ‐ τερον ἀθῷος διὰ τὴν ὑμετέραν φιλανθρωπίαν φανεὶς, καὶ τρίτον καὶ πολλάκις τοῦ παρ’ ὑμῶν ἐλέους τυχὼν οὐκ ἐσωφρόνησεν· οὐκ εἶδεν ὅτι τῆς φιλανθρωπίας ἀμοιβὰς
20ὀφείλει τῇ πόλει· ἐξαίφνης δὲ καθ’ ἑαυτὸν βουλευσάμε‐ νος ἐπιβουλὴν ἔτι κατὰ τοῦ δήμου χαλεπωτέραν ἐπινοεῖ· ἐν δὲ τούτῳ καὶ ἠθοποιΐαν θὲς, ὅτι πρὸς ἑαυτὸν ἔλεγεν· ὅτι πῶς ἂν καὶ ἐμαυτὸν ἀπαλλάξαιμι κατηγορούμενον, καὶ τῇ πόλει χαλεπωτέραν τὴν ἐπιβουλὴν ποιήσαιμι· εἶθ’
25εὑρὼν τὸ πρακτέον ἐπὶ τὴν θάλατταν ἤγαγε τὴν οὐ‐ σίαν, ἐπ’ αὐτὸ τὸ πέλαγος τὸν πλοῦτον ἐπέστησεν, καὶ τοῦ κλύδωνος μέσος γενόμενος κατέβαλε τὴν οὐσίαν καὶ κατεπόντωσε τὸν πλοῦτον, καὶ μᾶλλον τὰ χρήματα τοῖς κύμασιν ἢ τῷ δήμῳ κεχάρισται· ἐπὶ τούτοις οὖν παθόν‐
30τες τῆς τυραννίδος χαλεπώτερα καὶ δεινότερα νῦν, ἢ
ὅταν τῆς τυραννίδος ἐκρίνετο, ἐπὶ τὸ δικαστήριον αὐτὸν162

8

.

163

εἰςαγγέλλοντες ἐληλύθαμεν· καὶ τὰ τοιαῦτα. ΜΕΤΑ Ταῦτα θήσεις τὰ ὁρικὰ παραγραφικά· ἔστι δὲ αὐτοῦ τὸ μὲν ἀπὸ τοῦ προσώπου, τὸ δὲ ἀπὸ πράγματος· ἀπὸ προσώπου μὲν, οὐκ εἰμὶ στρατηγὸς, οὐ ῥήτωρ, ἵνα δη‐
5μοσίᾳ τι δεινὸν τὴν πόλιν ἐργάσωμαι· ἀπὸ πράγματος δὲ, οἷον τί κατέσκαψα, ἢ ποῖον τεῖχος κατέβαλον, ἢ ναῦς ἐνέπρησα, ἢ τί τῶν τῆς πόλεως πραγμάτων διέφθει‐ ρα; Θήσεις τὴν ἀντίθεσιν οὕτως· ἀλλ’ οὐδὲν, φησὶ, τὴν πόλιν ἠδίκησα· οὔτε γὰρ τριήρεις οὔτε στρατιώτην προ‐
10δέδωκα. Λύσεις ὁρικῶς, ἐπιδεικνὺς ὅτι τοῦτο ἐκείνων ἐστὶ χαλεπώτερον· καὶ οὐχ εἷς τρόπος ἐστὶ δημοσίου ἀδι‐ κήματος, ἀλλὰ πολλοί· καὶ οὐκ ἐάν τις τὸ μὴ ποιήσῃ, ἤδη καὶ ἀνεύθυνος· τοιγαροῦν ἴσον ἐστὶ τὸ τῆς οὐσίας στερῆσαι τὴν πόλιν τοῦ ναῦς ἢ τεῖχος προδοῦναι· εἰ γὰρ
15εἰσφορῶν ἐκτὸς ἀδύνατον στρατεύεσθαι, καὶ χρημάτων χωρὶς τριήρεις κατασκευάσαι ἀδύνατον, σὺ δὲ ταῦτα ὁμοῦ διέφθειρας πάντων τῶν ἄλλων ἀδικημάτων διὰ ταύτης τῆς πράξεως χαλεπωτέρας· τοιγαροῦν καὶ ὁ νομοθέτης τὸν ἀδικήσαντα τὴν πόλιν εἶπε δεῖν τιμωρεῖσθαι· καὶ ὅτι
20δεινὸν τοῦτο καὶ μέγα, καὶ τῶν ἄλλων ἁπάντων δεινό‐ τερον· καὶ ὅλοις ὡς ἁπλῶς εἰπεῖν κεφαλαίοις λύσεις τὰ ὁρικὰ παραγραφικὰ κατασκευάζων ὃ βούλει, ὥσπερ ὁ φεύγων τοῖς αὐτοῖς τούτοις παραγραφόμενος ἐν τοῖς ὁρι‐ κοῖς ἀπεδείκνυεν, ὅτι οὐκ ἔστι τοῦτο δημόσιον ἀδίκημα.
25ΜΕΤΑ Ταῦτα θήσεις τὴν ἀντίληψιν. Ἀλλ’ ἔξεστίν μοι, φησίν. ἈΠαντήσεις δὲ, ὅτι ποιῇ τὴν ἀπολογίαν ὡς τύ‐ ραννος· ἔξεστιν, φῄς; ἐξ ἀκροπόλεως ὡς ἀληθῶς τοῦτο τὸ πρόςρημα. ΕΙΤΑ λύσεις τῇ μεταλήψει, ἢ ἐνστατι‐ κῶς, ἢ ἀντιπαραστατικῶς· ἐνστατικῶς μὲν ὅτι οὐκ ἔξεστί
30σοι τῶν λειτουργιῶν τὴν πόλιν ἀποστερεῖν· ἀντιπαρα‐
στατικῶς δὲ, ὅτι οὐ τοῦτον ἔξεστί σοι τὸν τρόπον ποι‐163

8

.

164

εῖν, καταποντοῦν, ἄχρηστον καὶ ἀφανῆ τὸν πλοῦτον ποι‐ εῖν· ἐν οἷς κατ’ εἶδος ἐρεῖς· ἔξεστιν ἀποστερεῖν τὴν πόλιν λειτουργιῶν; χορηγιῶν; τριηραρχίας; εἰςφορῶν; καὶ ὅτι ἐν τῇ δημοκρατίᾳ οὐδὲ συγκεχώρηται· κατασκευάσεις τοῦ‐
5το λέγων, ὅτι πάντες εὐθύνας τῶν πράξεων διδόασι· καὶ ὅτι ἔξεστι ποιεῖν, λέγειν, δημηγορεῖν, πλεῖν· ἀλλ’ ἐάν τις λέγῃ τι τῶν τῆς πόλεως ἀποῤῥήτων, ὑπεύθυνος· καὶ ἐάν τις συμβουλεύῃ τὰ μὴ συμφέροντα, καταδίκης ἄξιος· ἀλλὰ μὴν ἄν τις πλέῃ πρὸς τοὺς πολεμίους, καὶ αὐτομο‐
10λῇ πρὸς τοὺς ἐχθροὺς, τοῖς νόμοις ὑπεύθυνος γίγνεται. πῶς οὖν σοι λέγειν ἐξῆν τὸ ἔξεστιν τὴν οὐσίαν διαφθεί‐ ρειν· οὐκοῦν εἰ σοὶ, καὶ πᾶσιν, εἰ δὲ πᾶσι τοῦτο συγ‐ χωρηθήσεται, τί πέρας; τὸ πένεσθαι τὴν πόλιν, τὸ τοῖς πολεμίοις γενέσθαι εὐάλωτον, τὸ μηδὲ πόλιν εἶναι,
15μηδὲ ἔχουσαν μὴ περιουσίαν, μὴ πλοῦτον, ἀφ’ ὧν τοῖς πολεμίοις μαχόμεθα· καὶ πάλιν ἔξεστιν, ὡς βούλεταί τις, κεχρῆσθαι τοῖς χρήμασιν· οὐκοῦν καὶ τοῖς πολεμίοις χα‐ ρίζεσθαι, καὶ τοῖς τυράννοις ἐπιδιδόναι, καὶ τοῖς τῆς πό‐ λεως ἐχθροῖς· εἰ δὲ ταῦτα ποιεῖς, οὐκ ἔξεστιν οὐδὲ χα‐
20ρίζεσθαι οἷς οὐ χρὴ, πόσῳ μᾶλλον κατὰ θαλάττης πέμ‐ πειν τὰ χρήματα. Μετὰ τὴν ἀντίληψιν θήσεις τὸ χρῶ‐ μα, τίνος ἕνεκεν κατεπόντωσε τὸν πλοῦτον; δίδοται δὲ τὸ χρῶμα, ὡς ἀπὸ τῆς ἐξουσίας· ἐπειδὴ αὐστηρὸν δοκῇ τῆς ἐξουσίας τὸ χρῶμα, προςτίθησι τὴν αἰτίαν διδοὺς ἐκ
25περιουσίας δι’ ἣν τοῦτο πεποίηκεν αἰτίαν· ἐρεῖς οὖν οὕ‐ τω· τὸ χρῶμα ἀεὶ ἐμπίπτον ἀντιθετικόν. Ἀλλ’ ἐφοβή‐ θην, φησὶν, μὴ καὶ πάλιν τυραννίδος κριθῶ. ΛΥσεις στοχαστικῶς· ἢ οὐκ εἰκὸς ἦν κριθῆναι πολλάκις κριθέν‐
τα καὶ ἀφεθέντα, καὶ συνεχῶς δόντα τῆς αὐτοῦ προαι‐164

8

.

165

ρέσεως σύμβολα· εἰ μὲν γὰρ ἅπαξ ἐκρίθης, ἴσως εἶχε τινὰ λόγον τὸ καὶ δεύτερον φοβεῖσθαι τὴν κρίσιν· ἐπει‐ δὴ δὲ πολλάκις κριθεὶς ἀφείθης, ἀνθ’ ὅτου τοῦτον ἐδε‐ δίεις τὸν φόβον; ἔπειτα εἰ ἐφοβοῦ, ἄλλως ἔδει διαλῦ‐
5σαι τὸν φόβον, ἐπιδεδωκότα τῷ δήμῳ τὰ χρήματα, ὡς ἔγωγε τούτους ἐζήτουν ἀκοῦσαι τοὺς λόγους· ἄνδρες, ὁ πλοῦτός μοι τῆς κατηγορίας παραίτιος· ὁ πλοῦτός μοι τῶν κινδύνων ὑπόθεσις· τοῦτον ἀφίημι τῇ πόλει· ἐλευ‐ θερῶ διὰ τοῦτον ἐμαυτὸν τῆς γραφῆς. ἐπιδείκνυμι με‐
10τὰ τῶν κρίσεων τῷ δήμῳ τὴν εὔνοιαν· ἁπάντων αὐτῷ τῶν ἐμαυτοῦ χρημάτων ἐξίσταμαι· νῦν δὲ τοιούτου μὲν οὐδενὸς ἀκήκοα ῥήματος· ἀντὶ δὲ τοῦ δήμου ἐπ’ αὐ‐ τὴν ἥκεις τὴν θάλατταν· ἀντὶ τῆς πόλεως τὸ πέλαγος προτετίμηκας. ἘΠΙΛΟΓΩι ΚΑΤΗΓΟΡΙΚΩι. Νῦν ὡς
15ἀληθῶς οὗτος τύραννος· νῦν τοῦ δήμου πολέμιος· ἐν μιᾷ ῥοπῇ πάσας τὰς λειτουργίας ἀνῄρηκας. ποῦ μοι τρι‐ ηραρχίαι λοιπὸν, ποῦ χορηγία, ποῦ φιλοτιμίαις γαννύ‐ μενος, ποῦ μοι πομπαὶ, ποῦ θυσίας εἰςφορά; εἶθ’ ὅτι νῦν τοῦτον ἂν ἀνέλωμαι, μαθήσονται πάντες, ὅτι τὰ
20ἑκάστου χρήματα κοινὰ τυγχάνει τῆς πόλεως, ἵνα μηδεὶς ἔτι τοιαύτην καθ’ ἡμῶν μηχανὴν μηχανήσηται· τοῦτον τιμωρησώμεθα, ἵνα μάθωσιν ἅπαντες, μηδὲν τοιοῦ‐ τον καθ’ ἡμῶν πλημμελεῖν· μετὰ τοῦ πλούτου καὶ τὸν τύραννον συνέλωμεν. τύραννον γὰρ τοῦτον καλεῖν μετὰ
25τόλμην τὴν τοιαύτην ἐστὶ δικαιότερον· τούτου τὴν γνώ‐ μην ἂν ἐπισκέψαισθε, ἐπιβουλὴν εὑρήσετε μόνην τυγχά‐ νουσαν· εὑρήσετε γὰρ μεθ’ οἵας γνώμης τοῦτο τετόλμη‐ κεν· εἶτα διατυπώσεις, πῶς ἦγε τὸν πλοῦτον· πῶς πέμ‐
πων διέκειτο, τί ῥίπτων ἔλεγεν· ἵνα δῆμος μὴ χρήσηται,165

8

.

166

ἵν’ ἐν πολέμῳ μὴ λάβῃ, ἵν’ ἐν σιτοδείᾳ μὴ σχῇ πόρον, δι’ οὗ λύσῃ τὴν συμφορὰν, καὶ τὰ τοιαῦτα· διὰ τοῦτο τοῦτον ἀνέλωμεν, ἵνα παρὰ τῶν ἄλλων ὁ πλοῦτος μείνῃ τοῖς ἅπασιν ἡμῖν ἀκέραιος.
4
5aὭρκωσε Σωκράτης Ἀλκιβιάδην, μὴ πολιτεύεσθαι, καὶ κρίνεται
6aΣωκράτης.
7 Ὁποῖος λόγος, φανερὸν ἔκ τε Σωκράτους καὶ Ἀλ‐ κιβιάδου, εἰ τὸν Σωκράτην μελετῴης· ὁ γὰρ κατήγο‐ ρος σφοδρὸν ἔχει τὸν λόγον καὶ δεινῶς κατὰ Σωκρά‐
10τους ἐπιφορικόν. Ἡ ΚΑτάστασις ἔχει περὶ τοὺς πο‐ λίτας τοῦ γένους τοῦ Ἀλκιβιάδου σπουδήν· ἀρχομένου σου τοῦτον τὸν τρόπον· ἐπειδὴ γὰρ ἔδει τὴν πόλιν ἡμῶν, ὦ Ἀθηναῖοι, διὰ πάντων εὐτυχεῖν, καὶ περὶ τὴν πόλιν ἔσχεν ἄνδρας σπουδάζοντας, τὸν Περικλέα, καὶ τοὺς ἄλ‐
15λους Ἀλκιβιάδου προγόνους· ἀλλ’ ὅμως οὐ μέχρι τού‐ των ἔστη τὰ τῆς τύχης τῇ πόλει· ἀλλὰ καὶ Ἀλκιβιάδης ἐπὶ τούτοις ἐγένετο, καθάπερ διάδοχον ἡμῖν τῆς τούτων πολιτείας βουλομένου δοῦναι τοῦ δαίμονος· ἐπὶ τούτοις ἐρεῖς, ὅτι μεγαλόφρων ἦν ἐν τοῖς διδασκαλίοις φοιτῶν,
20καὶ ὅτι πάντες ἤλπιζον ἐντεῦθεν στοχαζόμενοι, οἷος ἔσται κατὰ τὴν πολιτείαν τῇ πόλει στρατηγὸς, ῥήτωρ, δημηγό‐ ρος καὶ σύμβουλος, καὶ ὅτι τινὲς ὑπερβαλέσθαι τοῦτον τοὺς προγόνους ἐκόμπαζον· ἀλλ’ ὅμως τοῦτον πάντων ἡμῶν διακειμένων τὸν τρόπον οὐκ οἶδ’ ὅπως ἢ πόθεν,
25Σωκράτης ἐπὶ λύμῃ τῶν νέων συνήφθῃ τἀλκιβιάδῃ, καὶ πάντων ἡμῶν ἔτι μείζους ἐχόντων ἐκ τῆς τούτου συνου‐ σίας τὰς ἐλπίδας, ὡς ἤδη τῆς πολιτείας ἀναγκάσει τὸν
Ἀλκμαιωνίδην ἀνθέξεσθαι, ὥςτ’ ἤδη τοῦ βήματος ἐπι‐166

8

.

167

λαβέσθαι καταναγκάσει τὸν νέον, αὐτὸς ἐκ τῶν ἐναντίων ἐφάνη τῷ δήμῳ πολέμιος, αὐτὸς ἁπάντων ἡμῶν τὰς ἐλ‐ πίδας παρέτρεψε, καὶ τὸν Ἀλκμαιωνίδην κατὰ μικρὸν χειρωσάμενος τὸ μὲν πρῶτον συνεβούλευσεν ἀποσχέσθαι
5τῆς πολιτείας· καὶ πρόςθες τούτῳ ἠθοποιΐαν· ὅτι ἔλεγε, δεινὸν ἡ πολιτεία, ταραχῆς πεπληρωμένη ὥσπερ ἐν κλύ‐ δωνι, ἐπιβουλὰς, φθόνους, βασκανίας ἔχουσα, καὶ τὰ τοιαῦτα· καὶ τοιαύτας ἠφίει πρὸς Ἀλκιβιάδην Σωκρά‐ της φωνὰς, οὐκ ἐννοῶν Περικλέα τὸν Ἀλκμαιωνίδην,
10οὐ λογιζόμενος τοὺς προγόνους τοὺς ἄνωθεν, τὰ τῆς πόλεως ἐξαίρετα· ἀλλ’ ἐπὶ τούτοις οὐ πείθων τὸν νέον τοῖς ῥήμασι πάσης ἀνάγκης εὗρε τρόπον πρὸς αὐτὸν χαλεπώτερον, καὶ τὸν νέον ὁρκῶν ἀποσχέσθαι τῆς πολι‐ τείας ἔπειθε· καὶ τῆς τοιαύτης αὐτῷ συνουσίας μάρτυρας
15ἐποιεῖτο τοὺς κρείττονας· οὕτω Σωκράτης παρασκευάζει τῇ πόλει τοὺς νέους· οὕτω ποιεῖ τῆς πολιτείας ἐρᾷν· καὶ τὰ τοιαῦτα. ΟΡΙΚΩι ἑξῆς παραγραφικῷ, ὁμοίως τῇ πρώτῃ διαιρέσει· ἀλλ’ οὐδὲν, φησὶν, ἐκ τούτου τὴν πόλιν ἠδίκησα. ΛΥσεις ὁμοίως μετὰ τοῦ κεχρῆσθαι τοῖς
20περιστατικοῖς· οὐδὲν τὴν πόλιν ἠδίκησας, Ἀλκιβιάδην ἀποστήσας τοῦ βήματος, στρατηγῶν τὸν δῆμον ἐκτὸς ποιησάμενος, ἅπαντα τὰ δεινότατα δι’ ἑνὸς ἐργασάμε‐ νος σώματος· προςποιεῖται οὖν τὴν ἀδικίαν Σωκράτης ἀγνοεῖν, καὶ τὴν ἁπάντων τάξιν εἰδέναι βουλόμενος πρὸς
25τὸ παρὸν ἄγνοιαν ὑποκρίνεται μίαν· τίς; ὁ σοφὸς, ὁ φιλοσοφίαν εἰδὼς, ὁ τὴν τῶν ὅλων διακόσμησιν ἐπιστά‐ μενος· νῦν σοι, Σώκρατες, τὸ δαιμόνιον τὴν κρίσιν οὐ προεῖπε, νῦν σοι τὴν τῆς πόλεως οὐ προείρηκεν ἀγανάκτη‐
σιν; ἀλλ’ ἀφελόμενος Ἀλκιβιάδην τῆς πολιτείας οἴῃ μη‐167

8

.

168

δὲν ἠδικηκέναι τὴν Ἀττικήν; πόλεις ἢ τεῖχος οὐ προὔδω‐ κας; ὅρα πόσας ἂν εἰλήφαμεν χώρας, στρατηγοῦντος Ἀλκιβιάδου τῇ πόλει, πόσας ναῦς συμβουλεύοντος, πό‐ σα τρόπαια δημηγοροῦντος ἐν τοῖς πολεμίοις τὰ κάλλι‐
5στα. ταῦτα πάντα Σωκράτης δι’ ἑνὸς ὅρκου τῶν Ἀθηναίων ἀνῄρηκε, ταῦτα προὔδωκεν, ταῦτα διέφθει‐ ρεν· εἶτα λέγει, τί τὰς Ἀθήνας ἠδίκησα; ἓν τοῦτο, Σώκρατες, μόνον ἐρῶ· στρατηγοῦ τὸν δῆμον ἀφῄρη‐ σαι πολιτευομένου καὶ συμβούλου καὶ δημαγωγοῦ καὶ
10προστάτου γνησίου. ἈΝΤΙληπτικῷ· ἀλλ’ ἔξεστί μοι, φησίν. ΛΥσεις μεταλήψει· ὁρκοῦν Ἀλκιβιάδην, ὦ Σώ‐ κρατες, ὁρκοῦν τῆς πολιτείας ἀναχωρεῖν; ταύτην ἐκ φι‐ λοσοφίας ἐμοὶ τὴν ἀπόκρισιν εἴληφας; ταύτην, εἰπέ μοι, τὴν συνουσίαν ποιῇ; οὕτω παιδεύεις τοὺς νέους; οὕτως
15ἀναπείθεις τὴν θρεψαμένην ἀμείβεσθαι; πόσων δι’ ἑνὸς ῥήματος ἀμοιβῶν τὴν πόλιν ἀφῄρησαι, ὑπὲρ τροφῶν, ὑπὲρ μυστηρίων, ὑπὲρ τῆς ἄλλης παιδεύσεως· εἶτα τοσού‐ των τὴν πόλιν ἀποστερῶν ἔξεστι, φῄς· οὐδὲν παρ’ Ἀθη‐ ναίων ἀνεύθυνον, οὐ λόγος, οὐ συμβουλὴ, οὐ δημηγορία
20καὶ ῥήματα· εἶτα πρόςθες ἐξ ἱστορίας τὰ παραδείγματα· ὅσοι διὰ συμβουλὴν ἢ λόγον ἐκρίθησαν· εἶθ’ ὅτι σὺ δὲ τούτων εἰργάσω δεινότερα, προςθεὶς καὶ τὸν ὅρκον τῇ συμβουλῇ· καὶ τὰ τοιαῦτα. ΕΙΤΑ τῷ χρώματι ἀντιστα‐ τικῷ· ἀλλ’ ὑπὲρ ὑμῶν ἅμα καὶ αὐτοῦ τοῦτο πεποίηκα,
25ἵνα μαθὼν πρῶτον πῶς δεῖ προςιέναι τῷ βήματι, οὕτω προςέλθῃ τῇ πόλει. ΛΥσεις πρῶτον ἐν διασυρμῷ, ὅτι καλῶς κέχρηται τοῖς λόγοις Σωκράτης ἁμαρτάνων· εἶτα πιθανὰς εὑρίσκων τὰς ἀπολογίας κρινόμενος· εἶτα τοὺς μεταληπτικούς· οὐκ ἔδει οὖν ὁρκοῦν, ἀλλ’ ἔδει πεί‐
30θειν μὲν τῆς πολιτείας ἀντέχεσθαι, ὑπερτίθεσθαι δὲ τὴν
ἐγχείρησιν· καὶ ὅτι οὐδὲν ἔτι τῆς παιδεύσεως ὄφελος· ὅρ‐168

8

.

169

κωσας γὰρ παντελῶς τῆς πολιτείας ἀποσχέσθαι· πῶς οὖν ἡ χρῆσις ὑπῆρξεν ἂν τοῖς μαθήμασί σου τὴν πρόσοδον ταύτην ἀπαγορεύσαντος· εἶθ’ ὅτι δυνατὸν, μὴ καὶ πο‐ λιτευομένου παρ’ αὐτὴν τὴν χρῆσιν τῶν πραγμάτων ὑπο‐
5τίθεσθαι τὸ πρακτέον· εἶθ’ ὅτι καὶ αὐτὰ τὰ πράγματα καὶ ἡ πεῖρα ἐδίδαξεν ἂν σαφέστερον· εἶθ’ ὅτι Περικλῆς αὐτῷ πρὸς μίμησιν ἤρκει, Ἀριστείδης, Θεμιστοκλῆς, οἱ ἄνωθεν πάντες πολιτευόμενοι· εἶθ’ ὅτι εἰ τὸ δίκαιον ἐζήτει, Ἀριστείδην ἂν ἔσχε παράδειγμα· εἰ φρόνησιν,
10Θεμιστοκλέα· εἰ ἀνδρείαν, Μιλτιάδην· εἰ ἀρετὴν ἄλλην, παρ’ ἄλλῳ τινὶ εὗρεν ἄν· ὥστε οὐδὲ τῶν σῶν ἂν χρείαν ἔσχε συνουσιῶν, ἔχων τοὺς νόμους, ἔχων τῶν πραγμάτων τὴν πεῖραν· καὶ τὰ τοιαῦτα. ἘΠίλογος καταφορικώτε‐ ρος· ἀπελαυνέσθωσαν ὡς ἀληθῶς οἱ νέοι, διαφθείρει
15τούτους Σωκράτης, οὐ ποιεῖ τῆς πολιτείας ἐρᾷν, ἀπο‐ διατίθησιν ἅπαντας, μετέχειν τῶν πολιτικῶν οὐ ποιεῖ· ποῦ μοι γράμματα, ποῦ δικαστήρια; μηδὲ ἐπ’ Ἀλκι‐ βιάδῃ μόνῳ γραφέσθω Σωκράτης· ἐπὶ πᾶσι κατηγορεί‐ σθω τοῖς νέοις, ἅπαντας ἀπελαύνει τοῦ βήματος, καὶ
20τὴν αὐτοῦ συνουσίαν κυριωτέραν τοῦ δήμου ποιεῖ, Ἀκαδημίαν ἔχων τῆς διαφθορᾶς ἐργαστήριον, καὶ Λύκειον τῆς κατ’ Ἀθηναίων συνουσίας τὸν τόπον· ποῦ μοι γραφὴ χαλεπωτέρα, ποῦ δικαστήριον τῆς τούτου συνουσίας ἐπάξιον; ὡς φιλανθρώπων Ἀθη‐
25ναίων Σωκράτης ὑπερφρονεῖ, ὡς ἀξίαν οὐ φερόντων τῶν ἁμαρτημάτων τὴν δίκην, ἂν τοῦτον λάβῃ μετὰ
τὴν κατηγορίαν ὁ δῆμος, πρὸς τὸν δῆμον Ἀλκιβιάδης169

8

.

170

στραφήσεται· ὡς ἐραστὴν λυπῆσαι Σωκράτην οὐ βού‐ λεται· καὶ ὅτι παθὼν, μηδὲν προΐστασθαι τοῦ δήμου πᾶσιν ἡμῖν τοῖς πολεμίοις κεχαρισμένα ποιεῖ, Λακεδαι‐ μονίοις, Κορινθίοις, Πελοποννησίοις, Μεγαρεῦσι τοῖς
5γείτοσι· καὶ ὅτι διαπρεσβεύονται πρὸς αὐτὸν ἅπαντες· ὥστε μὴ μόνον ὁρκοῦν τῆς πολιτείας ἀναχωρεῖν, ἀλλὰ καὶ τῆς λειτουργίας ἀπαλλάττεσθαι καὶ τῆς πρὸς τὴν πόλιν εὐνοίας, καὶ ὅσα τοιαῦτα· διὸ ἐντεῦθεν πάντας σωφρονίζειν τοὺς νέους ἀρξόμεθα· ἐντεῦθεν αὐτοὺς πεί‐
10σωμεν προςέχειν μόνῳ τῷ βήματι, τῇ τιμωρίᾳ τοὺς πάν‐ τας παιδεύσωμεν.
11
12aΜηκυνομένου τοῦ Πελοποννησιακοῦ πολέμου, κρίνονται Κορίν‐
13aθιοι ὑπὸ τῶν Ἑλλήνων τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων ἐπὶ τῇ
14aεἰσηγήσει.
15 Ἡ μὲν πᾶσα οἰκονομία καὶ διαίρεσις τοῦ ζητήματος πρόκειται ἐν τῇ Ἀρχιδάμου δημηγορίᾳ καὶ τῇ τῶν Κοριν‐ θίων· ἡ αὐτὴ γάρ ἐστι κἀκεῖ τῶν ἀντιθέσεων ἡ τομὴ καὶ ἡ τῶν κεφαλαίων εὕρεσις· ὅμως δὲ σαφηνείας ἕνεκα τὴν πᾶσαν τοῦ ζητήματος ἀναπτύξω διαίρεσιν. Ἡ ΚΑ‐
20τάστασις ἔχει τὴν πρὸ τούτου εἰρήνην, καὶ τὰ ἐν αὐτῇ καλά· εἶτα τὰ γενόμενα ἐν τῇ πεντηκονταετίᾳ· εἶθ’ ὅτι διαβάλλοντες πολλοὶ, καὶ πρῶτοι Κορίνθιοι κατηγόρουν Ἀθηναίων, φάσκοντες καταδουλοῦσθαι τοὺς Ἕλληνας· Μεγαρέας ἀπελαύνεσθαι τῆς Ἀττικῆς, τυραννικὰ τυγχά‐
25νειν τῶν Ἀθηναίων προςτάγματα· τοιαῦτα λέγοντες συν‐ εβούλευσαν ἄρασθαι τὸν πόλεμον πρὸς Ἀθηναίους, τα‐ ράξαι τοὺς Ἕλληνας πολεμῆσαι τῷ γένει· ἡμεῖς ἐπείσθη‐ μεν πιθανολογουμένοις Κορινθίοις· πειθόμενοι θᾶττον πέρας λαβεῖν τὸν πόλεμον· νῦν δὲ ὁρᾶτε, ὦ ἄνδρες Ἕλ‐
30ληνες· συνεκτείνεται τῷ χρόνῳ τὸ δεινόν· πέρας οὐ λαμ‐170

8

.

171

βάνει τὰ δεινὰ δυστυχήματα, καὶ τὰ τοιαῦτα. ΟΡικῷ παραγραφικῷ παρὰ Κορινθίων· ἀλλ’ οὐδὲν ἠδικήσαμεν τὸ κοινὸν τῶν Ἑλλήνων· οὔτε γὰρ χώραν προδεδώκαμεν, οὔτε ναῦς· καὶ τὰ τοιαῦτα. ΛΥσεις· ὅτι οὐ μόνον ταῦ‐
5τά ἐστιν ἀδικήματα, ἀλλὰ καὶ τὸ πεῖσαι πολεμῆσαι τῷ γένει, καὶ συνταράξαι τοὺς Ἕλληνας, καὶ καταναγκάσαι Ἀθηναίοις πολεμῆσαι Σπαρτιάτας· ταῦτα ἐγκαλοῦμεν· ταῦτα δεδράκατε, συνάγοντες ἐκκλησίαν, συμβουλεύοντες, πείθοντες, ὀνειδίζοντες Λακεδαιμονίοις· ἔχεις δὲ καὶ τὰ
10ἐπιχειρήματα ὅσα ἔλεγον Λακεδαιμονίοις ἐκ τῆς προση‐ γορίας Κορινθίων· εὑρήσεις γὰρ πάντα σαφῶς κείμενα, ὅσα ἁρμόττει σοι εἰπεῖν εἰς τὰ ὁρικὰ παραγραφικά. τοι‐ αῦτα λέγοντες παρώξυναν Λακεδαιμονίους πρὸ τοῦ και‐ ροῦ ἐξαναστῆναι· παρασκευάσατε Ἀθηναίων ἐπὶ δίκην
15ἐλθεῖν βουλομένων τὰ ἐγκλήματα· εἶτα τοιαῦτα διαπρα‐ ξάμενοι οὐδὲν φατὲ ἠδικηκέναι τοὺς Ἕλληνας· καὶ τίς ὑμῶν τούτους ὑπομενεῖ τοὺς λόγους; ΝΑί φησιν· ἀλλ’ ἔξεστιν τὸ συμβουλεύειν τὸ παριστάμενον. ΛΥσεις μετα‐ λήψει· ἔξεστι, λέγεις, ἀναιρεῖν τοὺς Ἕλληνας, καταδαπα‐
20νῶν πολέμῳ τὸ γένος· ἔξεστι συμβουλεύειν πόλεμον, καὶ ἀσύμφορα πράττειν ἀναπείθειν τοὺς Ἕλληνας· συμβού‐ λευσον ὑπακούειν καὶ βασιλεῖ, εἰ τὸ συμβουλεύειν ἔξεστιν· εἶτα κατασκεύασον τοῦτο ἐκ παραδειγμάτων Ἑλληνικῶν γλαφυρῶν· ταύτην γὰρ ἔχεις ἀντίθεσιν, συνεβούλευε καὶ
25παρ’ Ἀθηναίοις Κύρσιλος, ἀλλ’ οὐ μέχρι τῆς συμβου‐ λῆς αὐτῷ ἐστιν τὰ πονηρεύματα· οὐ γὰρ ἤρκει λέγειν, συμβουλεύειν ἔξεστιν καὶ παρὰ Λακεδαιμονίοις· εἶτα μη‐ δενὸς ὄντος τοῖς Ἕλλησιν ἀνευθύνου, μὴ λόγου, μὴ συμ‐ βουλῆς, μὴ δημηγορίας, μὴ πράγματος, ὑμεῖς ἀνεύθυ‐
30νοι συμβουλεύσαντες εἶναι φατέ. ποῖος οὗτος παρ’ ὑμῖν,
ὦ Κορίνθιοι, νόμος· οὐδὲ ὑμεῖς τοὺς ῥήτορας ἀνευθύνους171

8

.

172

εἶναι συγκεχωρήκατε· ἀλλὰ κἀκείνους κρίνετε, ὡς πάν‐ των ὑπευθύνων ὄντων ἐν ταῖς πόλεσιν, εἶτα οἴκοι μὴ συγχωροῦντες τινὶ τοιαύτην ποιήσασθαι τὴν ἀπόκρισιν, ὑμεῖς ἐπὶ τῶν Ἑλλήνων συμβουλεύειν ἐξεῖναι φατέ· καὶ
5πόλεμον συγκεχωρῆσθαι ποιεῖν ἀποκρίνεσθε Πλαταιῶν κειμένων, τοιούτων εἰλημμένων ἐν Πύλῳ, τοιούτων ἀνῃρη‐ μένων, τοσαύτης γενομένης παρὰ τοῖς Ἕλλησιν συμφο‐ ρᾶς. ΕΙτα τῷ χρώματι· ἀλλ’ ἠγνοοῦμεν, φησὶν, ἐπὶ πολὺ κατασχήσειν τὸν πόλεμον. ΛΥσεις, ὅτι οὐκ ἦν
10ἀγνοεῖν Ἕλληνας ὄντας, καὶ ταῦτα Κορινθίους, εἰδότας οἷοι Ἀθηναῖοί εἰσιν ἄρχειν ἀεὶ βουλόμενοι καὶ μὴ ὑπα‐ κούειν ἑτέρῳ τινὶ, καὶ πρὸς τούτοις φιλοτιμιῶν καὶ δόξης ὑπειλημμένοι· ἐν ᾧ ἐρεῖς, ὅτι οἱ Ἀθηναῖοι πρὸς φιλοτι‐ μίαν καὶ δόξαν ὁρῶσιν ἀεί· ταῦτα δὲ πάντα παρὰ Δη‐
15μοσθένει τὰ νοήματα, καὶ πρὸς τούτοις τὴν ἐν Μαρα‐ θῶνι μάχην νενικηκότες ταχέως ἔμελλον πρὸς ὑμᾶς δια‐ λύεσθαι· ἄνδρες ἐπ’ ἀρετῇ μεγαλοφρονοῦντες, ἄνδρες ἐν τοῖς τῶν βαρβάρων σώμασι προγεγυμνασμένοι τὰ πολε‐ μικὰ, οὗτοι ἔμελλον θᾶττον διαλῦσαι τὸν πόλεμον. ἐρεῖς
20δὲ πολλὰ καὶ γνωμικῶς, ὅτι πεφύκασιν ἄνθρωποι φιλο‐ νεικότεροι εἶναι, καὶ μὴ ταχέως παραχωρεῖν· ἔτι δὲ ἐνό‐ μιζον ἂν καὶ ἐβούλοντο διαλύσασθαι τὰ πολεμικὰ, κα‐ θαίρεσιν τῶν ἐπὶ τῶν Μήδων αὐτοῖς εἰργασμένων ποιεῖν καὶ τῆς παρὰ Μαραθῶνα δόξης ἥττονες φαίνεσθαι.
25διὸ καὶ ἐπιτείνειν αὐτοὺς ἔδει τὸν πόλεμον μᾶλλον στο‐ χάζεσθαι· ἀπ’ ἐκείνης γὰρ ὄντες τῆς νίκης οὐκ ἂν τα‐ χέως ὑπήκουον· καὶ ὅτι αὐτοὶ πρῶτοι ἑλόμενοι δίκῃ δια‐ λύσασθαι τὰ ἐγκλήματα ἡμῶν μὴ ἑλομένων, ἀλλὰ εἰς χεῖ‐ ρας ἐλθεῖν διὰ Κορινθίους ἠπειγμένων, οὐκ ἂν ἐκεῖνοι
30πέρας τῷ πολέμῳ δεδώκασιν· ἀλλὰ ἐζήτησαν ἂν, ὅπως
ἐκ τοῦ μήκους τοῦ χρόνου τοὺς Πελοποννησίους συντρί‐172

8

.

173

ψωσι· καὶ ὅτι πέφυκε φύσει τὰ τῶν πολεμίων τοιαύτας φιλονεικίας ἐμποιεῖν, ὥστε μὴ ταχὺ διαλύσασθαι· ἂν δὲ προςθῶ καὶ Ἀθηναίους τοὺς ὑπὲρ φιλοτιμίας αἰρομένους ἅπαντα κίνδυνον, πῶς ἔτι λέγειν ἐστὶ δυνατὸν, ἠγνοοῦ‐
5μεν μηκύνεσθαι τὸν πόλεμον; Μετὰ τὸ χρῶμα ἐμ‐ πεσοῦνται ἀντιθέσεις αἵδε ἐκ τῆς περιστάσεως πίπτουσαι· ἀλλὰ πολλὰ αὐτοὺς κακὰ εἰργασάμεθα. Ἡ λύσις ὅτι οὐ μόνον πεποιήκαμεν, ἀλλὰ καὶ ἐπεπόνθειμεν· οὐκ ἔστι δὲ ἴσον τοῦτο τῷ περιορᾷν τὸ γένος ἀπολλύμενον· εἶτα
10ἐρεῖς τὰ κατ’ εἶδος· βούλει σοι τοὺς τάφους καταριθμή‐ σομεν; βούλει τὰς συμφορὰς εἴπω; εἶτα ἐρεῖς, ἀλλ’ ἔστω μηδὲν ἡμᾶς μὲν πεπονθέναι, ἀληθὲς δὲ εἶναι ὅτι μόνον πολλὰ αὐτοὺς κακὰ εἰργασάμεθα· ποῦ τοῦτο πρέπον ἢ εὔλογον οὕτω κοπουμένους τοὺς συμμάχους ὁρᾷν, οὕτω
15τὸ γένος ἀναιρούμενον; οὐ γὰρ δόσις ἐστὶν εἰπεῖν, ὡς Ἀθηναῖοι μὲν Ἕλληνες, Λακεδαιμόνιοι δὲ οὐδαμῶς· ἢ Σπαρτιᾶται μὲν τῷ γένει προσήκουσιν, Ἀθηναῖοι δὲ νόθοι τοῖς Ἕλλησιν. ὥστε καὶ εἰ μόνοι πεπόνθασιν ἐν τῷ πολέμῳ δεινὸν, ἀγανακτεῖν εὔλογον ὅτι πεπείσμεθα
20ὡς ἀληθῶς ἑτερόφθαλμον καταστῆσαι τὴν Ἑλλάδα· ἔπει‐ τα ἐρεῖς· ὥς τινες εἰργάσαντο κακὰ τοσαῦτα τοῖς Ἕλλη‐ σιν, ὥς τινες Μῆδοι ἤ τινες ἕτεροι βάρβαροι τοῦτον τὸν τρόπον κατὰ τῶν Ἑλλήνων ἐχώρησαν, ὡς ἡμεῖς κατ’ ἀλ‐ λήλων· καὶ ὅσα τοιαῦτα. δυνατὸν γὰρ πῆ μὲν τῷ κατ’
25εἶδος, πῆ δὲ ὑποστροφαῖς, πῆ δὲ κομματικοῖς ἐπιμηκῦ‐ ναι τὴν ἀντίθεσιν. ΜΕτὰ ταύτην τοίνυν θήσεις ἀντί‐ θεσιν στοχαστικὴν, ἣν λύσεις ὁμοίως στοχαστικῶς. Ἀλλ’ εἰκὸς πέρας ἐπιθεῖναι τῇ μάχῃ. Λύσεις, ὅτι οὐκ εἰκὸς ταχέως διαλυθῆναι τὸν πόλεμον. πῆ μὲν κατ’ εἰρωνείαν,
30ὅτι νῦν μὲν καὶ μάντεις ἐπὶ τοῦ πολέμου Κορίνθιοι, νῦν173

8

.

174

δὲ προφῆται τοῦ μέλλοντος· μετὰ τοσοῦτον τὸν Ἑλληνι‐ κὸν κίνδυνον εἰκὸς τέλος ἐπιτελεσθῆναί ποτε, πόθεν εἰ‐ δότες· εἰ μὲν ἀπὸ τῶν Ἀθηναίων στοχαζόμενοι, οὐδέποτε τέλος ἕξουσιν αἱ συμφοραί· εἰ δ’ ἀφ’ ἑαυτῶν βουλευόμε‐
5νοι, πιστεύειν οὐ δεῖ, ἀφ’ ὧν ἤδη πεπεισμένοι πεπόνθα‐ μεν. οὐκ ἀρκεῖ τὸ πρῶτον ἡμᾶς ἠπατῆσθαι δοκεῖν, ἀλλ’ ἔτι καὶ δευτέραν ἀπάτην προςεξευρίσκουσιν, καὶ δέλεαρ ὥσπερ εἰπεῖν πρὸς τὸ πολεμεῖν τὴν ἐλπίδα προ‐ τείνονται· εἶθ’ ὅτι δυστυχῆσαι ἐν τοσούτῳ πόσους τῶν
10Ἑλλήνων εἰκός· εἶθ’ ὅσους ἀπολέσθαι, πόσους πολιορ‐ κηθῆναι· εἶθ’ ὅτι ἀναμένουσι, μέχρις ἂν ἔρημον τὴν ἐλπίδα θεάσωνται· εἶθ’ ὅτι πιθανοῖς λόγοις καὶ τῷ ἐλπίζειν τέλος ἐπιτεθῆναι τῇ μάχῃ, ὥσπερ ἐν σκότῳ καταναλωμένους ἡμᾶς ἐπιθυμοῦσιν ἰδεῖν· εἶθ’ ὅτι ἰσό‐
15τιμοι ἀμφότεροι Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ οὐ‐ δετέρῳ μέρει παραχωροῦσιν, ἵνα μὴ ἑαυτοὺς καθέλωσι. ΜΕτὰ ταῦτα θήσεις τὸν ἐπίλογον· σχεδὸν δὲ ὁ ἐπίλογος ἐγκώμιον εἰρήνης καὶ προτροπὴ πρὸς τὸ λῦσαι τὴν ἔχθραν, καὶ πρεσβεία πρὸς ἕκαστον τῶν Ἑλλήνων προσαγγέλ‐
20λουσα τὴν ἀπάτην, καὶ διατύπωσις τῶν πανηγύρεων, Ὀλυμπίων, Ἰσθμίων, Παναθηναίων· ὅτι μετ’ ἀλλήλων ἐσόμεθα καὶ συγγενεῖς, καὶ οὐκ ἔτι δυσμένειαν ὑφορώ‐ μενοι· ὅτι Κορινθίους ὡς ἀξίους τιμωρησόμεθα, καὶ ὅτι πρεσβευτὰς χειροτονήσομεν τοὺς διδάξοντας τοὺς Ἕλλη‐
25νας ἀνακτήσασθαι τὴν φιλίαν· καὶ τοὺς ἡγεμόνας φιλεῖν, καὶ ὅτι τιμωρίας ἄξιοι Κορίνθιοι, εἰς τοσαύτην ἔχθραν τὸ γένος ἐξάψαντες· ὅτι προσῆκον ὑπομνησθῆ‐
ναι τῶν παλαιῶν διηγημάτων, ὅτι τὴν νῦν οὖσαν κα‐174

8

.

175

τάστασιν ἐξ ἀλλήλων ἐσχήκατε· Ἀθηναίων μὲν καρποὺς δεξαμένων καὶ τελετὰς, καὶ τοὺς Ἡρακλείδας ὑποδεξα‐ μένων καὶ σωσάντων τὸ τοιοῦτο τῇ Σπάρτῃ πρόσχη‐ μα, καὶ ὅτι Λακεδαιμόνιοι ταῖς ἀποικίαις τὸ γένος ἐκό‐
5σμησαν, καὶ ὅτι Πλαταιεῖς ἢ Θηβαῖοι ἢ Πελοποννήσιοι ἀεὶ ἀλλήλοις δυστυχοῦσι συνήραντο, καὶ ὅτι ἀνοικίσω‐ μεν Πλάταιαν, Μεγαρέας προςκυνῆσαι τὴν Πολιάδα ποιήσομεν, ἐλεύθεροι Ποτιδαιᾶται τυγχανέτωσαν· ἔστω‐ σαν πάντες αὐτόνομοι· μηκέτι πόλεμος ταραττέτω τοὺς
10Ἕλληνας.
10
11aἈποκηρυχθέντι τῷ παιδὶ ἡ μήτηρ συνεξῆλθε τῆς τοῦ ἀνδρὸς
12aοἰκίας· καὶ μετὰ ταῦτα ἀριστεύσαντι τῷ παιδὶ προςήνεγκε λόγους
13aἡ μήτηρ πρὸς τὴν δωρεὰν αἰτῆσαι ἀναληφθῆναι ὑπὸ τοῦ πατρός·
14aοὐ πείθεται, καὶ κρίνεται ἀχαριστίας ὑπὸ τοῦ πατρός.
15 Φιλόπαις ἡ μήτηρ καὶ πρὸς τὸν παῖδα φιλόστοργος· ὅθεν αὐτῷ καὶ συνεξῆλθεν ἀποκηρυχθέντι τῆς οἰκίας. καὶ κρίνει νῦν, οὐχ ἵνα τὸν παῖδα τιμωρήσηται· πῶς γάρ; ἀλλ’ ἵνα ἀπολογήσηται τῷ πατρί. τῷ δὲ παιδὶ σκο‐ πὸς ἀναληφθῆναι καὶ μετὰ τὴν δωρεὰν ὑπὸ τοῦ πατρὸς,
20ἵνα καὶ τὴν δωρεὰν ἔχειν δόξῃ, καὶ τῆς ἀντιλήψεως τύχῃ· ἔστι γὰρ ὅλος ὁ σκοπὸς τῷ προβλήματι· τὸ δὲ εἶδος τοῦ λόγου μικτὸν βαρύτητος καὶ φιλοτιμίας· βαρύτητι μὲν χρωμένης ἐπὶ τῷ ἐγκλήματι τῆς μητρὸς, καὶ ἐφ’ οἷς εὖ παθὼν οὐχ ὑπήκουσε· φιλοτιμουμένης δὲ λάθρα ἐπὶ τοῖς
25κατορθώμασιν, ἵνα τὸ μὲν ἔχῃ δεινοποιεῖν τὸ ἔγκλημα, τὸ δὲ τὸν σκοπὸν κατεργάσηται· διὸ καὶ ἡ κατάστασίς ἐστιν αὐτῇ ὁ γάμος, ἡ παιδοποιΐα, ἡ περὶ τοὺς παῖδας
διάθεσις, ἡ ἀνατροφὴ, μετὰ ταῦτα ἡ παίδευσις, εἶτα175

8

.

176

ἑξῆς τὰ παρά τινων κατὰ τοῦ παιδὸς ἐγκλήματα, αἱ πρὸς τὸν πατέρα διαβολαὶ, καὶ αἱ τῆς μητρὸς ὑπὲρ τοῦ παιδὸς ἀπολογίαι· καὶ ὅμως κατεπράϋνε τὸν πατέρα· εἶτα ἡ ἐξαίφνης πρὸς τούτοις ὀργὴ, καὶ πρὸς τούτοις ἡ ἀπο‐
5κήρυξις· εἶτα πρόςθες ἠθοποιΐαν τινὰ ἔχουσαν πάθος ἐν τῇ ἀποκηρύξει, καὶ διαλογισμὸν ἐπὶ τῷ πρακτέῳ. ἐρεῖς ὅτι μίαν ταύτην εὗρον τῆς παραμυθίας ὁδὸν, τὸ συν‐ εξελθεῖν τῆς οἰκίας τῷ παιδὶ, τὸ κοινωνῆσαι τῆς συμφο‐ ρᾶς, καὶ μετασχεῖν τοῦ δυςτυχήματος, καὶ γενέσθαι τὴν
10αὐτὴν μίαν αὐτῷ διάκονον, μητέρα, ὑπηρέτιν· τί οὖν ἐπὶ τούτοις; ἐζήτουν ἀεὶ καιρὸν ἀπολογίας τῷ πατρὶ, ἐζήτουν ἔλεγχον τοῦ παιδὸς, ἐπόθουν ἰδεῖν καιρὸν τῆς διαβολῆς κρείττονα· τοιγαροῦν ἐξαίφνης ἐπιστάντος πο‐ λέμου τῇ πόλει, καὶ αὐξήσας τὰς ἀπὸ τοῦ πολέμου συμ‐
15φορὰς, ἵνα μείζων ἡ ἀριστεία φανῇ, πρόςθες ὅτι πρῶ‐ τος ὑπὲρ ἁπάντων ὁ παῖς ἐδέξατο τὴν ἀσπίδα, ὑπὲρ πα‐ τρὸς, ὑπὲρ γένους, ὑπὲρ ἁπάντων ἡμῶν, καὶ συμβαλὼν καὶ νικήσας ἐπανῄει νικηφόρος, τροπαιοῦχος, ἀλεξίκακος παρὰ πάντων ὀνομαζόμενος· ἀλλὰ μέχρι τούτων ἐπαι‐
20νεῖ καὶ τὴν τοῦ παιδὸς ἀποδέχεται μακροθυμίαν ἡ μή‐ τηρ, καὶ φιλοτιμεῖται τοῖς εὐτυχήμασι, καὶ μόνον ἡγεῖ‐ ται τοῦτον ὑπὲρ ἁπάντων αὐτῇ ταύτας ἀποδεδωκέναι τὰς ἀμοιβὰς, ὑπὲρ τροφῶν, ὑπὲρ ἀγωγῆς, ὑπὲρ ὧν αὐτῷ συν‐ επέμεινε συμφορῶν. τίς οὖν τὰ ἑξῆς. ἆρ’ ὁ παῖς παρα‐
25πλήσιος αὐτῇ· ἆρα μένων ἐπὶ τοῦ σχήματος τὴν ἴσην
παρ’ αὑτῷ ἐφύλαττεν ἀρετήν; οὐδαμῶς· προκειμένης176

8

.

177

γὰρ τοῖς ἀριστεύουσι δωρεᾶς, καὶ γέρως ὑπάρχοντος τοῖς εὖ ποιήσασιν, ἐδέετο διὰ τοῦ νόμου διαλῦσαι τὴν τοῦ πατρὸς ἀποκήρυξιν, τὴν ἀρχαίαν ἀναλαβεῖν τύχην· παρεκάλει διὰ τοῦ νόμου τὴν τοῦ πατρὸς ἑστίαν ἰδεῖν,
5καὶ κοινωνῆσαι πάλιν τοῦ γένους καὶ παρὰ τοῦ δήμου πάντως ταύτην αἰτῆσαι τὴν ἀμοιβὴν, ἀναληφθῆναι παρὰ τοῦ πατρὸς συνεβούλευεν, ὀνομάσαι πάλιν πατέρα τὸν φύσαντα, καὶ προπεμπόμενον ὑπὸ τοῦ δήμου παντὸς τὴν ἑστίαν καταλαβεῖν· ὁ δὲ ὥσπερ ἐπιλαθόμενος αὐτοῦ
10παντελῶς καὶ τὴν αἰτοῦσαν ἥτις ἐστὶν ἀγνοῶν ἀπηγό‐ ρευεν αἰτεῖν, τοιαύτην οὐκ ἔφασκε δωρεάν· καὶ μετὰ τοσούτους τῆς μητρὸς κινδύνους μὴ πειθόμενος οὐκ ᾐσχύνετο. ὉΡΙκὸν παραγραφικὸν οὐκ ἐμπίπτει· οὐ γὰρ ἔχει ὁρίσασθαι, ἀλλ’ ὅτι μὲν εἶναι ἀχαριστίαν· τοῦτο δὲ
15μὴ ἀντίληψιν ἔχεις ἑξῆς. Ἀλλ’ ἔξεστίν μοι, φησὶν, αἰ‐ τεῖν, εἰ βούλομαι, δωρεάν. ΛΥσεις τῇ μεταλήψει. οὐκ ἀντειπεῖν τῇ μητρὶ δίκαιον ἦν· οὔτε μετὰ τοσαύτην δυσ‐ τυχημάτων ἀπόλαυσιν ἐνστῆναι τῷ συνυπομεῖναί σοι προελομένῃ τὴν ἀποκήρυξιν· ὅλως μὲν γὰρ ἐπὶ τοῖς κα‐
20λοῖς ἀντιλέγειν οὐ προςῆκον· πολλῷ δὲ πλέον, ἂν πατέ‐ ρες ὦσιν οἱ συμβουλεύοντες· πρὸς δὲ τούτοις ὁποίας εὐεργεσίας ὤφειλεν ἡ μήτηρ παρὰ σοῦ ἀπαιτῆσαι ταύτην τὴν χάριν, ἀνθ’ ὧν ἀνέθρεψεν, ἀνθ’ ὧν τέτοκεν, ἀνθ’ ὧν εὔνους καὶ φιλόπαις γεγένηται· βούλει τανῦν, ἀρι‐
25στεῦ, τὰς τῆς μητρὸς εὐεργεσίας καταριθμήσομαι; βού‐ λει πάσας εἴπω τὰς τῆς μητρὸς πράξεις ἐπὶ τοῦ βήμα‐ τος; ἀπεκήρυξεν ὁ πατὴρ, συνεξῆλθέ σοι τῆς οἰκίας, καὶ διὰ σὲ τὴν κοινὴν οὐκ ἔτι προςκυνῆσαι τοῦ γένους ἑστίαν ἠνέσχετο· πάλιν ἀλᾶσθαι σὺν σοὶ μᾶλλον ἢ τῷ πατρὶ
30προείλετο. καὶ συνοῦσά σοι διὰ μιᾶς ὑπηρεσίας ἐπλήρου177

8

.

178

τάξιν μητρὸς, θεραπαίνης, διακόνου φιλτάτου· ἀντὶ τού‐ των ἁπάντων, ἀριστεῦ, ταύτην ᾐτήσατο παρὰ σοῦ τὴν ἀμοιβὴν, ἀνθ’ ὧν αὐτὴ κέκμηκεν· ἀναληφθῆναί σε προείλετο· εἶτα σὺ πάντας ἐκείνους τοὺς πόνους ἀφεὶς
5ἐξεῖναι λέγεις μητράσι μὴ πείθεσθαι, καὶ μητρὸς ἱκε‐ τευούσης ἐξεῖναι λέγεις τοῦ γένους καταφρονεῖν· μὴ κα‐ ταφρονήσεις τοῦ δήμου παντὸς κινδυνεύοντος, μηδεμίαν ἀναμείνας τοῦ γένους παράκλησιν, δεομένην τὴν μητέρα παρεώρακας· ὢ τοῦ δεινοτάτου τολμήματος, ὢ πράξεως
10ἀχαρίστου καὶ ὡς ἀληθῶς ἀνημέρου· καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν ἀντίληψιν θήσεις τὸ χρῶμα συγγνωμονικὸν, ὅτι ἠγνόουν εἰ τοῦτο καθ’ ὃ δοκεῖ ἐτύγχανε τῷ πατρί. ΛΥσεις πομπικῶς πάλιν, καὶ μετὰ πολλῆς φιλοτιμίας· γλαφυρωτάτη γὰρ ἡ ἀντίθεσις· οὐκ ἦν κατὰ γνώμην
15ἀναλαβεῖν τῷ πατρὶ τὸν υἱὸν ἐπὶ τῆς πόλεως ἀριστεύ‐ σαντα καὶ διὰ τῶν ἔργων τοῦ προτέρου βίου τὰς βλα‐ σφημίας ἐλέγξαντα· εἶθ’ ἅπαντες μὲν εὔχονται τοιούτοις παισὶν ἐναμβρύνεσθαι, καὶ ζητοῦσιν ἰδεῖν μετὰ τὸν πό‐ λεμον ἐμπομπεύοντας· σὺ δὲ φῂς ὡς ἄδηλον εἰ δέξεταί
20σε μετὰ τὴν ἀριστείαν ὁ πατήρ· εἶθ’ ὅτι τοῦ δήμου κε‐ λεύοντος οὐκ εἶχεν ἀντειπεῖν τοῦ νόμου κειμένου· εἶθ’ ὅτι κοινωνὸς ἂν ἐγένετο τῆς σῆς φιλοτιμίας σὲ δεξάμε‐ νος· ὅτι ἤκουεν ἀριστέως πατὴρ, ἀλλ’ οὐκ ἀποκηρύκτου· εἶθ’ ὅτι ἐδέξατο ἂν ἐπὶ τοσούτοις τοῦ σοῦ τρόπου μάρ‐
25τυσιν, ἵνα μὴ δόξῃ πονηρίᾳ καὶ φαυλότητι ἀποκηρυχθῆ‐ ναί σε· ὑπώπτευσαν γὰρ ἅπαντες αὐτὸν καὶ τό γε μὴ δικαίως ἀποβεβληκέναι τῆς οἰκίας, ὅπου νῦν ἀριστεύ‐ σαντά σε οὐκ ἐδέξατο, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὸ χρῶ‐ μα πίπτει ἐκ τοῦ χρώματος ἀντίθεσις· καὶ τὰ τοιαῦτα·
30ἀλλ’ αἰσχρὸν ἡγησάμην ἀναληφθῆναι κατ’ ἀνάγκην δο‐178

8

.

179

κεῖν. ΛΥσεις τῷ ὄντι οὐδὲν τῶν προςηκόντων γινόμε‐ νον, αἰσχρὸν δέ· οὐδὲ τῶν καλῶν τι φέρει τοῖς πράττουσι διαβολῆς· εἶτα κατὰ μέρος ἐρεῖς· ποῖον αἰσχρὸν ἦν εἰ στεφάνου τὴν τοῦ πατρὸς συνοικίαν προὔκρινας; ποῖον
5αἰσχρὸν εἰ πάσης δωρεᾶς τὴν ἑστίαν μᾶλλον ἠγάπησας; οὐδὲ γὰρ ἔφερέ σοι τοῦτο μᾶλλον φιλοτιμίαν. οὐ γὰρ ἦν τοῦτό σοι μᾶλλον τῆς ἀριστείας ἐνδοξότερον· ὅτι τοῖς ἔργοις ἀπολογησάμενος καὶ κρείττων κατὰ πολὺ γενόμε‐ νος, ἢ ὡς διαβάλλοντες ἔφασκον, τὴν συνοικίαν εἵλω
10τὴν τοῦ πατρὸς καὶ τὸ γένος ἠσπάσω· εἶθ’ ὅτι πάντες ἂν εἶπον καὶ τοῦ πατρός σε κρείττονα· ὅτι ἐκεῖνος μὲν ἀπατηθεὶς ἀπεκήρυξε· σὺ δὲ μετὰ τὴν δωρεὰν εἴληφας τὴν τοῦ πατρὸς οἰκίαν. ΜΕτὰ ταῦτα ἄλλη πεσεῖται ἀν‐ τίθεσις· δυνατὸν καὶ νῦν ἀναλαβεῖν τῷ πατρί. Λύσεις,
15καὶ ποία αὕτη τῆς ἀχαριστίας ἀπολογία· ποία λύσις τοῦ ἐγκλήματος; παρακληθεὶς ταύτην αἴτησαι τὴν δω‐ ρεάν. οὐκ ἐπείσθης γεγράμμεθα· τί νῦν ζητεῖς εἰ καὶ νῦν δυνατόν ἐστιν ἐπαναλαβεῖν τῷ πατρί· ἀλλὰ τὸ παρὰ σοῦ γενόμενον λέγε, πότερον ὀρθῶς ἢ κακῶς βεβούλευ‐
20ται. ὅτι μὲν γὰρ ἀπειθεῖς τῇ μητρὶ συμβουλευούσῃ τὰ κάλλιστα, οὐκ ἔστιν εὔλογον· δῆλον κἂν σὺ μὴ λέγῃς ὅτι κακῶς τετόλμηκας, ἔξεστιν ὁρᾷν ἐξ ὧν γεγράμμεθα. ΕΠΙλογος· ἔχει δὲ προτροπὴν λεληθυῖαν τοῦ ἀναλαβεῖν τὸν παῖδα λεγούσης τῆς μητρός· ποῦ πότ’ ἐστιν ὁ πα‐
25τήρ· ὅρα τίνα ἀπεκήρυξας· ἀχάριστον μὲν, οὐ γὰρ παύ‐ σομαι τοῦτο αὐτὸ κατηγοροῦσα τὸ ἔγκλημα, ἀλλ’ ἀρι‐ στέα καὶ δεινὸν ὑπὲρ τοῦ δήμου φιλόπολιν· καὶ ἐπαγγε‐ λίαν ἄλλων, ἀριστεῖ, καὶ τροπαίων καὶ ἄλλων εὐεργετη‐ μάτων πρὸς τὴν πόλιν, καὶ ὅτι τούτων ἔσται κοινωνὸς
30ὁ πατὴρ ἐπὶ τῆς ἑστίας τὸν υἱὸν δεξάμενος· καὶ τὰ τοι‐
αῦτα.179

8

.

180

(1a)

Ἔχων τις δύο παῖδας τὸν ἕτερον τυραννήσαντα ἀπέκτεινε,
2aμὴ αἰτῶν γέρας, ὑπὲρ τοῦ λειπομένου παιδὸς παρανοίας κρί‐
3aνεται.
4ΚΑΤΑΣΤΑΣΙΣ. Ἡ κατάστασις τοῦ παιδὸς ἔχει
5τὴν ἀνατροφὴν, καὶ τὰς ὑπὲρ τῆς πόλεως πρὸς αὐτοὺς ἠθοποιΐας, καὶ τὴν τυραννίδα ἐν παραδρομῇ, καὶ τὴν τυραννοκτονίαν ἐν αὐξήσει, καὶ ἐν καταδρομῇ τὸ μὴ αἰ‐ τεῖν δωρεάν. ΟΡΙΚΟΝ ΠΑΡΑΓΡΑΦΙΚΟΝ. ἐπ’ ἄλ‐ λοις ἡ παράνοιά ἐστιν, τὸ μὴ ἐπιγινώσκειν τὸν πλησίον,
10τὸ τοὺς συγγενεῖς ἀγνοεῖν, τὸ ἑαυτῷ ἀνακόλουθα ποιεῖν, τὸ μὴ συνιέναι τὰ πραττόμενα, τὸ λόγοις σφάλλεσθαι. ΕΓὼ δὲ τούτων οὐδὲν πεποίηκα· οὐκ ἄρα παρανοῶ. Λύσεις· ἢ οὐ μόνα ταῦτά ἐστιν, ἀλλὰ καὶ κατὰ τοὺς νόμους μὴ αἰτεῖν δωρεὰν, μηδὲ τὰς παρὰ τοῦ δήμου τι‐
15μᾷν ἀμοιβάς· ἀλλὰ δέχεσθαι μὲν τοὺς πόνους, τῶν δὲ τιμῶν ὑπερφρονεῖν· εἶτα τοῦτο κατασκευάσεις ὅλοις τοῖς ὁρικοῖς. ΜΕτὰ ταῦτα θήσεις τὴν ἀντίληψιν· ἀλλ’ ἔξε‐ στίν μοι μὴ αἰτεῖν δωρεάν. Ἡ λύσις μεταληπτική· ἔξεστι μὴ αἰτεῖν, ἀλλὰ μὴ τὸ παραβαίνειν τοὺς νόμους,
20οὐδὲ λύειν τὰ κοινὰ τῆς πόλεως δόγματα· ἢ τίνος ἕνεκα ἐνομοθέτουν αἰτεῖν; εἰ ἐφ’ ἡμῖν ἦν καὶ τὸ δέχεσθαι καὶ μή· καὶ ὅτι ἄτοπον ὑπὲρ τῆς δημοκρατίας τυραννοκτο‐ νεῖν, ἵνα κύριοι μὲν ὦσιν οἱ νόμοι· τούτους δὲ μετὰ τὴν τῆς τυραννίδος καθαίρεσιν ἀναιρεῖν· καὶ ὅτι τὸ δημοτι‐
25κὸν δεῖ διόλου τὸ ἴσον φαίνεσθαι, μὴ πῆ μὲν υἱὸν ἀναι‐180

8

.

181

ρεῖν ὡς κατὰ τῆς δημοκρατείας βουλευσάμενον, αὐ‐ τὸν δὲ τῇ δημοκρατείᾳ καὶ τοῖς ταύτης νόμοις μὴ πείθεσθαι. ΜΕτὰ ταῦτα θήσεις τὸ χρῶμα· οὐκ ἠθέ‐ λησα, φησὶν, ἔχειν τῶν δυςτυχημάτων ὑπόμνημα· ἢ
5οὐχὶ τῶν δυςτυχημάτων ἂν ἦν σοι τοῦτο μνημεῖον, ἀλλὰ τῶν εὐτυχημάτων ἐγένετο, καὶ ὧν ὑπὲρ τῆς πόλεως βε‐ βούλευσαι· καὶ ζῆλος ἂν ἅπασιν οὗτος ἐγένετο γενναιό‐ τατος, τὸ μήτε γένους, μήτε παίδων ὑπὲρ τῆς πολιτείας φείδεσθαι· καὶ ὅσα τοιαῦτα· καὶ ὅτι δύνασαι ἄλλην
10αἰτῆσαι δωρεὰν, ἥτις ἀφανίζει τὴν μνήμην τῆς συμφο‐ ρᾶς· δυνατὸν ἀμνηστίαν αἰτῆσαι, δυνατὸν κωλῦσαι τύ‐ ραννον ὀνομάζεσθαι· καὶ ὅτι πολλαὶ δωρεαί εἰσιν, αἳ οὐ μόνως ἀλλάττουσι τὴν μνήμην τῶν κακῶν, ἀλλὰ καὶ ἥδεσθαι ποιοῦσι· καὶ ὅτι εἰ ἀμνηστίαν ᾔτησας, οὐδεὶς
15ἂν οὐ γραφὴν ἔσχε δηλοῦσαν τὸν τύραννον, οὐ λόγῳ τὴν συμφορὰν ὑπέμνησε· καὶ τὰ τοιαῦτα. Εἶτα ἑξῆς θὲς ἄλλην ἀντίθεσιν ἀπὸ τῆς διανοίας τοῦ νόμου· ὅτι ξένος τῶν τυράννων νόμος δίδωσι δωρεὰν, οὐ τοῖς ἐξ αὐτοῦ τοῦ γένους, οἷον πατράσιν οὖσιν· ἐρεῖς οὖν, ἀλλ’
20ἐφοβήθη, φησὶ, μή τις κωλύσῃ τὴν αἴτησιν· αὕτη ἀναγκαία ἀντίθεσις· ὥσπερ ἐν ἐκείνῳ πρώτῳ ἔστι τῷ πρεσβυτέρῳ· νόμος τὸν τυραννοκτόνον λαμβάνειν δωρεάν· πατὴρ τυραννοῦντα τὸν υἱὸν ἀνελὼν αἰτεῖ δωρεάν· ἀντι‐ λέγει τις. ΠΡώτη ἀντίθεσις· οὐ σοὶ δίδωσιν ὁ νόμος
25πατρὶ ὄντι, ἀλλὰ τοῖς ξένοις τοῦ γένους ἀνελοῦσι. ΛΥ‐ σεις οὖν τὴν ἀντίθεσιν τοῦ προκειμένου στοχαστικῶς, ὅτι πάντες καὶ συνηγωνίσαντο καὶ ἐσπούδασαν ἄνδρες λαβεῖν,
εἰδότες οἵων αὐτοὺς ἀπήλλαξε συμφορῶν· καὶ ὅλην ἁ‐181

8

.

182

πλῶς στοχαστικῶς ἂν κατασκευάσῃς, τιθεὶς τὰ ἀπὸ τῆς τυραννίδος κατ’ εἶδος κοινὰ, λέγων ὑπὲρ τούτων σοι πάν‐ τες ἂν προθύμως ἔδοσαν· προςθήσεις δὲ τούτοις κἀκεῖνα· τὸ ὅτι εἰ μὲν γὰρ τύραννος ἦν ὁ παῖς, κατὰ τὸν νόμον
5καλῶς αἰτεῖς δωρεάν· εἰ δὲ οὐκ ἦν τύραννος, ἀνθ’ ὅτου καὶ παιδοκτόνος γεγένησαι. ΕΠίλογος προτροπὴν ἔχων τῆς δωρεᾶς, καὶ ὅτι μηδεὶς ἔτι τὴν τυραννικὴν καλέσῃ οἰκίαν· μηδεὶς εἴπῃ τὸν τοῦ τυράννου πατέρα· λελύσθω τὸ τόλμημα· ἀμνηστία γενέσθω τῆς συμφορᾶς· εἶθ’ ὅτι
10δεῖξον, ὦ πάτερ, ὅτι οὐ παρανομεῖς· αἴτησον τὸν δῆμον τὴν δωρεὰν, ἄνελθε ἐπὶ τοῦ βήματος, μὴ ὡς τυραννο‐ κτόνος ἀλλ’ ὡς εὐεργέτης ἁπλῶς· διδόασι καὶ τοῖς ἄλλοις εὖ ποιήσασιν οἱ πολῖται δωρεάς· ἀπαίτησον τὸ γένος τε‐ θαῤῥηκότως· πρόκεινται πᾶσαί σοι δωρεαί· αἴτησον σί‐
15τησιν, ἀτέλειαν, εἰκόνα χαλκῆν· αἴτησον μὴ τυραννοκτό‐ νος παρὰ πολιτῶν ὀνομάζεσθαι.
16 ΑΝΤΙΛΗΨΙΣ ΑΠΟ ΤΟΥ ΣΥΜΒΕΒΗ‐
ΚΟΤΟ
Σ.
19aἘρῶντά τις ἑταίρας τὸν υἱὸν ἔδησεν· ἐπεκώμασεν αὐτῷ ἡ
20aἑταίρα· ῥήξας ἐκεῖνος τὰ δεσμὰ ἀπήγξατο· καὶ κρίνει ὁ πατὴρ
21aτὴν ἑταίραν αἰτίας θανάτου.
22 Ὁ ΚΑτήγορος. Τοῦ κατηγόρου ἡ κατάστασις ἔχει τὴν σπουδὴν τὴν περὶ τεκνοποιΐας, καὶ τὴν ἀγωγὴν τοῦ παιδὸς, καὶ τὰς πρὸς τοῦτον ἠθοποιΐας, καὶ τὸν ἐξαί‐
25φνης ἔρωτα τῆς ἑταίρας, καὶ πάλιν ἑτέραν πρὸς τοῦτο σύντομον ἠθοποιΐαν. ἀπέτρεπον αὐτῷ λέγων οἷαι καὶ αἱ ἑταῖραί εἰσι, καὶ ὅτι μόνον τῷ κέρδει κηλούμεναι
εἰς αἰσχρὰς ἡδονὰς δελεάζουσι τοὺς νέους, ἵνα χρηματί‐182

8

.

183

ζωνται, κολακεύουσιν, ἀπατῶσι, πλεονεξίας, κέρδους χά‐ ριν· ὡς δὲ ταῦτα λέγων οὐκ ἔπειθον, ἀλλ’ οἷα παῖς τοῦ ἔρωτος ἦν, ἐζήτουν κατ’ ἐμαυτὸν ὥσπερ τινὸς νοσήμα‐ τος ἴασιν. εἶθ’ εὑρὼν ὅτι δεσμὸς μόνον κωλύσει τῆς
5ἀκολάστου ταύτης συντυχίας τὸν νέον, τόθ’ εὑρὼν μό‐ νον αὐτῷ τῆς σωφροσύνης φυλακτήριον ἰδίᾳ τὸν νέον ἐφύλαξα ἐπὶ τῆς οἰκίας, κατ’ ἐμαυτὸν ἀνάγκην ἐπέθηκα τοῦ σωφρονεῖν· ἡ δὲ καινὸν ἐζήτησε κατὰ τοῦ μειρακίου τρόπον, καὶ καθάπερ τινὰ μηχανὴν ἀκολασίαν ἐξευρεῖν
10ἐπεχείρησεν. Εἶτα ἐπ’ αὐξήσει ἔπαγε τὸν κῶμον, διατι‐ θεὶς αὐτὸν, καὶ ὅτι ὠνείδιζεν ἀνέραστον ἀποκαλοῦσα, ἀδιάθετον, ὑποχείριον, ὡς ἀληθῶς τῷ πατρὶ δοῦλον, ὑπήκοον τοῦ πατρός· εἶθ’ ὅτι παροξυνθεὶς ὁ παῖς καὶ ῥήξας τὰ δεσμὰ βρόχῳ τὸν βίον διέλυσεν· εἶτα παθητικὰ
15καὶ ἀνακλητικὰ λέξας ἐν ἁπλοῖς τισιν οὕτω καταπαύσει τὴν κατάστασιν. ΠΑραγραφικῷ. ΟΥΚ ὀφείλω κρίνε‐ σθαι ὑπὲρ ὧν ἄλλοι πεποιήκασιν. ΛΥσεις. Ὅτι οὐχὶ ὑπὲρ ὧν ἄλλοι πεποιήκασι κρίνῃ, ἀλλ’ ὑπὲρ ὧν σὺ ποιῆσαι παρεσκεύασας, καὶ ὅτι τὰς ἀρχὰς δεῖ ζητεῖν ἐξ ὧν ἕκαστα
20πράττεται, οὐχὶ τὰ τέλη· ὁ γὰρ τὴν ἀρχὴν παρασχὼν οὗτος καὶ τοῦ συμβεβηκότος ὑπεύθυνος· ὥσπερ γὰρ εἰ μὴ ἦν αὐτὴ τὴν ἀρχὴν παρασχοῦσα, οὐκ ἂν οὐδὲ ἐκεῖ‐ νος ἀπήγξατο· οὔτε σύγκρισιν ὑπέμεινας οὕτως· ἐπειδὴ τὴν ἀρχὴν αὐτῇ δέδωκας, οὐκ ὀφείλεις ἀγανακτεῖν, εἰ
25κρίνῃ, καὶ συνάγομεν δικαστήριον. ΟΡικῷ παραγραφι‐ κῷ. Ἀλλ’ οὔτε ξίφος οὔτε βρόχον αὐτῷ πρὸς τὸν θάνα‐ τον παρεσχόμην. ΛΥσεις ὁρικῶς τὰ πεπραγμένα κατα‐ σκευάζων. ἢ οὐκ ἐπὶ τούτοις μόνοις αἰτίας θανάτου κρί‐ νεται, ἀλλὰ καὶ ὅταν ἐκκαλέσηται πρὸς τὸν θάνατον·
30οὐ γὰρ εἰ μὴ πρὸς βόθρον τις ἀγάγῃ τινὰ κρίνεται· ἀλ‐183

8

.

184

λὰ καὶ εἰ λόγοις πρὸς τὴν τοιαύτην ἐπιβουλὴν παρώ‐ ξυνε. καὶ ὅτι ἴσον ἐστὶ τούτοις τὸ ἐπικωμάσαι, καὶ ὅτι ὁ νομοθέτης τὸν ἁπλῶς αἴτιον θανάτου λέγει, οὐ τὸν οἶτον πεποιηκότα, καὶ ὅτι μέγα τοῦτο καὶ μεῖζον τοῦ
5ξίφος ὀρέξαι ἢ εἰς βόθρον ἀγαγεῖν. ΑΝτιληπτικῷ. Ἀλλ’ ἔξεστίν μοι κωμάζειν, φησίν. ΛΥσεις μεταληπτι‐ κῷ. Ὅτι οὐ κατὰ δεδεμένων, οὐδὲ κατὰ μειρακίων μή‐ τε ἔρωτι μήτε συμφορᾷ μέτρον διδόντων, καὶ ὅτι οὐκ ἀρκεῖ μόνον εἰπεῖν τὸ ἔξεστιν· εἰ μὲν γὰρ θάνατον ἐργά‐
10ζεσθαι ἔξεστιν, περιττὸς ὁ νόμος ὁ δεδωκὼς τὰς τοιαύ‐ τας γραφάς· εἰ δὲ οὕτω κωμάζειν οὐκ ἔστιν, ἀνθ’ ὅτου λέγεις τὸ ἔξεστιν, καὶ ὅσα πρὸς τὴν λύσιν ἁρμόζει· ἱκα‐ νὰ γὰρ ἤδη προειρήκαμεν. Ὁ μὲν διδάσκαλος ἡμῶν, παῦ‐ σαι αὐτὸν τοῦ ἔρωτος βουλομένη ἐπεκώμασα· ἐγὼ δὲ Σώ‐
15πατρος φημὶ, μὴ οἰκεῖον εἶναι ἑταίρᾳ τὸ τοιοῦτον χρῶ‐ μα· οὐδεμία γὰρ ἑταίρα λέγει, ὅτι βουλομένη παῦσαι τὸν ἐραστὴν τοῦ ἔρωτος ἐπεκώμασα. ΛΥσεις οὖν μετα‐ ληπτικῷ. Ὅτι οὐχ οὕτως ἐχρῆν, ἀλλὰ ἄλλως παραμυ‐ θήσασθαι τῷ καρτερεῖν, τῷ μὴ ἐκτείνεσθαι τοῦ πατρὸς
20τὴν ὀργὴν, τῷ συνεῖναι πάλιν ἀφεθέντι τῷ νέῳ, τῷ ἐπαγγείλασθαι παρασκευάζειν τινὰς, συμβουλεύειν τῷ πατρὶ ἀφεῖναι τὸν υἱὸν, τῷ πάντα τρόπον πρὸς τὴν ἄ‐ φεσιν μηχανήσασθαι· τὸ δὲ τοῦ διδασκάλου χρῶμα λύ‐ σεις οὕτως· καὶ πῶς οὐκ ἦν πρόδηλον, ὅτε ὑβριζόμενος
25καὶ ὀνειδιζόμενος οὐκ ἐπαύετο τοῦ ἔρωτος, ἀλλὰ μᾶλλον παρωξύνετο, καὶ ὅτι οὐκ ἔστι τοῦτο ποιῆσαι τὸν ἔρωτα, ἀλλ’ εἰς λύπην μετατρέψαι τὸν ἔρωτα, καὶ ποιῆσαι
εἰς ἀμηχανίαν ἐμπεσεῖν τὸ μειράκιον, καὶ παρασκευάσαι184

8

.

185

ζητεῖν ὅ τι καὶ δράσειεν· ἐρεῖς θετικῶς· μειράκιον ὑβριζό‐ μενον καὶ ἐπικωμάζουσαν ἑταίραν οὐ φέρει· καὶ τὰ τοι‐ αῦτα· ἀλλ’ αὐτὸς ἑαυτῷ αἴτιος ἀπαγξάμενος. ἈΝτί‐ θεσις ἀντεγκληματική. ΛΥσεις οὐκοῦν ἀντεγκληματικῶς·
5σὺ αἰτία, προςκαλεσαμένη, ἐλθοῦσα ἐπὶ τὴν οἰκίαν· καὶ τὰ τοιαῦτα. ΕΙτα συγγνωμονικὴ ἀντίθεσις, ἥτις ἀεὶ ἐμπίπτει ἐν ταῖς ἀπὸ τοῦ ἀποβεβηκότος ἀντιλήψεσιν· ἀλλ’ ἠγνόησε, φησὶν, ὅτι τοῦτον ἑαυτῷ χρήσεται τὸν τρό‐ πον· ὅτι οὐκ ἦν ἄδηλον ὡς ἐραστὴς συνεχόμενος οὐ φέ‐
10ρει τὸν ἔρωτα· ἂν δὲ καὶ ἡ ἐρωμένη ὑβρίζῃ, ἐπιπλέον πάθος αὔξεται· ἐπικωμάζουσα γὰρ παροξύνει τὸν ἐρα‐ στήν· καὶ εἰςδύνουσα εἰς τὸ πάθος ἡ λύπη ἐνεργεῖ τι δεινόν· καὶ μηδενὸς ὁρωμένου τὸ πάθος κρύπτεται. ἐρε‐ θίσαντος δὲ καὶ κινήσαντος, εὐθὺς εἰς ἄτοπόν τι προβαί‐
15νει τὸ κακόν· καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἑταίρας καὶ τοῦ κώμου καὶ τοῦ μειρακίου καὶ τῆς ἀπὸ τούτων ποιότη‐ τος. ἘΠίλογος καταφορικώτατός ἐστι διόλου ὡς καθ’ ἑταίρας· εὐπορίαν δὲ εἰς καταδρομὴν ἔχει τὸ πρῶτον.
18
19aἘν πολέμῳ τὸν υἱόν τις ἀπαγαγὼν ἔδειξε τοὺς ἐν πολέμῳ νε‐
20aκρούς· τέθνηκεν ὁ παῖς, καὶ κρίνει τὸν πατέρα ἡ μήτηρ αἰτίας
21aθανάτου.
22 Ὁ λόγος ἔχει τὸ εἶδος παθητικόν· τῶν γὰρ νεκρῶν ἡ θέα καὶ τὸ πλῆθος τῶν κειμένων καὶ τὸ τεθνάναι τὸν παῖδα χορηγεῖ τὸ πάθος τῷ πλάσματι· σκοπὸς δὲ τῇ
25μητρὶ φοβῆσαι τὸν πατέρα τῇ γραφῇ, ἵνα μὴ ἄλλον ἀπαγαγὼν εἰς τὸν πόλεμον παῖδα πράξῃ τὸ παραπλή‐ σιον, καὶ πάλιν αὐτῇ θάνατος παιδὸς παρακολουθήσῃ. Ἡ ΚΑτάστασις ἔχει τὸν γάμον, τὴν παιδοποιΐαν, τὴν
ἀνατροφὴν, καὶ τὰς ἐπὶ τούτοις ἐλπίδας καὶ ἠθοποιΐας,185

8

.

186

καὶ ἐν παραδρομῇ τὸν πόλεμον καὶ τὴν νίκην, καὶ ὅτι τὸν παῖδα ἀπήγαγεν ὁ πατὴρ, καὶ τοὺς νεκροὺς τῶν πολεμίων ἐπέδειξε, καὶ ὅτι θεασάμενος ὁ παῖς ἐτελεύτη‐ σεν· ἐνταῦθα οὐκ ἐρεῖς, ὅτι οὐκ ὀφείλω κρίνεσθαι,
5ὑπὲρ ὧν ἄλλοι πεποιήκασιν· οὐδὲ γὰρ πεποίηκεν ὁ παῖς οὐδὲν, οὐδέ τινι ἐνεχείρησεν, ἀλλ’ ἁπλῶς αὐτομάτως ἀπέθανε· διὸ εὐθὺς ἐλεύσῃ ἐπὶ τὸ ὁρικὸν παραγραφι‐ κόν· ἀλλ’ ἐπ’ ἄλλοις, φησὶν, αἰτεῖς αἰτίας τοῦ θανάτου· γραφαί· λύσις· ἢ τὸ ξίφος παρασχεῖν, ἢ λίθον, ἢ ξύλον,
10ἢ βρόχον, αἰτίας φέρει θανάτου· ἀλλὰ καὶ τὸ ἀπαγα‐ γεῖν εἰς πλῆθος νεκρῶν τοιούτων παῖδα ἄπειρον· εἶτα τοῦτο κατασκευάζεις ἑξῆς ὅλοις τοῖς τοῦ ὅρου κεφαλαίοις, ὡς πολλάκις προείπομεν, καὶ μετὰ ταῦτα θήσεις τὴν ἀν‐ τίληψιν. ἈΛλ’ ἔξεστιν, φησὶν, ἀπαγαγεῖν καὶ δεικνύειν
15τοῖς παισὶν τοὺς ἐν τῷ πολέμῳ νεκρούς. ΛΥσεις μεταλή‐ ψει, τοῖς ἐν ἀκμῇ οὖσιν, οὐ τοῖς νέοις ἔτι καὶ μὴ δυνα‐ μένοις τὰς τοιαύτας ὑπομένειν θέας· καὶ τοῖς εἰθισμέ‐ νοις, οὐ τοῖς ἀπείροις· σὺ δὲ τούτων οὐδὲν εὐλαβηθεὶς ἀπήγαγες τὸν παῖδα εἰς πόλεμον· ἔνθα καὶ τὰ ξίφη μό‐
20νον φαινόμενα καταπλήττει τοὺς παῖδας· καὶ κράνος καὶ δόρυ τοῖς μειρακίοις φέρει τελευτὴν. οὐ γὰρ δήπου ἐρεῖς, ὅτι οὐ φοβεραὶ αἱ τάξεις. φοβερὸν δὲ αἱ σκευαί· δεινὰ δὲ τὰ ὁρώμενα· ἂν δὲ προςθῶ καὶ πλῆθος νεκρῶν καὶ ἄρθρων ἐπὶ τῆς γῆς κείμενον καὶ ποταμοῦ δίκην αἷμα
25φερόμενον, τίς οὐ πρὸ πάντων ἐρεῖ, ὅτι ἱκανὸν παῖδας ἐκ‐ πλῆξαι τὸ τοιοῦτον ἐς τελευτήν· καὶ ὅλως τῇ μεταλήψει χρώμενος πρὸς τὴν λύσιν ὅρα τὴν ὑποκειμένην ὕλην καὶ τὴν περίστασιν, δι’ ἣν τὸ ἄτοπον ἀποβέβηκεν. ἐντεῦθεν γὰρ σπάσεις πλῆθος ἐπιχειρημάτων πολύ· ἐρεῖς οὖν· εἶτα
30τοιούτων κακῶν ἐν πολέμοις ὄντων, σὺ λέγεις, ἔξεστιν186

8

.

187

ἀπαγαγεῖν τὸν παῖδα; εἰπὲ, ὅτι ἔξεστιν κατὰ βόθρον ἄγειν, καὶ σκηπτοῦ φαινομένου ποιεῖν ὁρᾷν· καὶ ἄλλα δεινότερα φάσματα. εἴγε ἔξεστιν ἄγειν ἐπὶ τοὺς πολέμους τοὺς παῖδας, καὶ δεικνύειν αὐτοῖς πολεμίους νεκρούς.
5ΧΡΩματι ἀντιστατικῷ· εἰς ἐπιθυμίαν αὐτὸν τῶν ἐν τοῖς πολέμοις ἀρετῶν ἄγειν ἠθέλησα. ΛΥσεις μεταλήψει πάλιν· οὐχ οὕτως ἔδει, οὐδὲ εὐθὺς ἄγειν ἐπὶ τὸν πόλε‐ μον· ἀλλὰ λόγοις πρῶτον κατασκευάζουσι, καὶ θεά‐ μασι, καὶ γραφαῖς πολεμικαῖς, καὶ ταῖς τῶν ἀριστέων
10εἰκόσιν· οὕτω γὰρ προεθισθεὶς οὐκ ἂν ἐξενίσθη τὸν πο‐ λὺν ἐκείνων τῶν κειμένων κατάλογον, οὐδ’ εἰς ἐπιθυμίαν ὡς ἀληθῶς ἦλθε θανάτου· καὶ ὅτι οὐδεὶς ἐπὶ τὰ ἄκρα εὐθὺς ἄγει· ἄλλ’ ἐκ τῶν μικροτέρων προγυμνάζει τὸν νέον· καὶ τὰ τοιαῦτα. Ἀλλ’ αὐτὸς ἑαυτῷ αἴτιος μὴ
15ἐνεγκών. ΛΥσεις ἀντεγκληματικῶς· σὺ αἴτιος μὴ προε‐ θίσας πρότερον μηδὲ διδάξας τὰ τακτικά· ἔδει αὐτὸν συνέπεσθαί σοι γυμναζομένῳ τὰ τακτικά· ἔδει κατ’ ἀκο‐ λουθίαν ἄγειν ἐπὶ τὰς θέας, καὶ ὅσα τοιαῦτα. ΕΙτα ἡ συγγνωμονικὴ, ἡ συνήθως ἐμπίπτουσα ἐν ταῖς ἀπὸ
20τοῦ ἀποβεβηκότος ἀντιλήψεσιν· ἀλλ’ ἠγνόουν, φησὶν, ὅτι τεθνήξεται. Ἣν λύσεις ὁμοίως, ὡς καὶ ἐν τῷ πρὸ τούτου ζητήματι διελύσαμεν, ὅτι πρόδηλον ἦν, ὅτι τε‐ θνήξεται μεταξὺ παῖς δεινῶν θεαμάτων γενόμενος, με‐ ταξὺ πανοπλίας καὶ βελῶν, ἵππων χρεμετιζόντων, κτυ‐
25πουσῶν ἀσπίδων, ὀλολυγῇ χρωμένων τῶν δυςμενῶν· ἐκ τούτων ὁ θάνατος πρόδηλος ἦν· ἐκ τούτων τὸ μέλλον ἔδει προϊδεῖν, καὶ ὡς οὐ φέρει νέος, καὶ ὡς οὐ θλίβεται, καὶ ὡς ὑποπτεύει τιτρώσκεσθαι, καὶ ὅτι θαῤῥεῖν οὐκ
εἶχε, καὶ τὰ τοιαῦτα.187

8

.

188

Ὁ ΕΠΙλογος συμβουλευτικός. ὥστε τοῦ λοιποῦ μη‐ δένα μηκέτι φείδεσθαι παῖδα ἄγειν ἐπὶ τὸν πόλεμον, ἀλλ’ ἐᾷν κατὰ μικρὸν τοῖς προγονικοῖς ἐντρέφεσθαι διηγή‐ μασιν. εἶτα τάφον ἐγείρωμεν· θρηνήσωμεν τὸν κείμενον
5παῖδα· καὶ ὅτι ὁρᾷν ἀκμάζοντας ἐᾷν μᾶλλον, ἢ νη‐ πίους ἔτι τὰς μάχας· καὶ ὅτι πείρᾳ μεμάθηκας, οἷον ἐπὶ τοῖς μειρακίοις ἐπιδεικνύναι τὰ φοβερὰ θεάματα· καὶ ὅσα τούτοις παραπλήσια.
8
9aἘν τῷ Πελοποννησιακῷ πολέμῳ εἰςβαλλόντων Λακεδαιμο‐
10aνίων, ἐδῄωσεν ὁ Περικλῆς τοὺς ἀγρούς· ἀνέζευξαν Λακεδαιμόνιοι.
11aκαὶ κρίνεται Περικλῆς δημοσίων.
12 Φανερὸν ἐκ τῆς ἱστορίας τὸ εἶδος τοῦ λόγου· ὅτι γὰρ μεγαλόφρων ὁ Περικλῆς καὶ δεινὸς καὶ ὑψαύχην, ἀρκεῖ Ἀριστείδης ὑποδεικνὺς τὸ ἦθος τοῦ στρατηγοῦ ἐν
15τῷ ὑπὲρ τεσσάρων· ἐν οἷς λέγει διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν· προκαταρκτι‐ κῶς οὖν χρήσῃ τοῦτον τὸν τρόπον· ἄνδρες οἱ διὰ τὰς ἐμὰς βουλὰς τῆς Λακεδαιμονίας μόνον ἀπαλλαγέντες ἐπιβουλῆς. μᾶλλον δὲ δῃουμένην ὑπ’ ἐκείνων τὴν Ἀττι‐
20κὴν ἰδεῖν· τοῦτο γὰρ ἀκριβέστατον εἰπεῖν· ἃ μὲν ἐχρῆν τέως ὑπάρξαι τῇ πόλει, μετὰ σπουδῆς κατωρθώκαμεν· πεφεύγασι γὰρ ἐξ Ἐλευσῖνος Λακεδαιμόνιοι, καὶ τοὺς καρποὺς ἐκ τῶν ἀγρῶν κεκομίσμεθα, οὕτω νικῶμεν καὶ τοὺς πολεμίους καλῶς βουλευόμενοι· καὶ μεγαλοψυχίᾳ
25τῆς χώρας Σπαρτιάτας διώκομεν· ἐπεὶ δὲ μετὰ τὰ τῆς ἐμῆς πολιτείας κατορθώματα πάρεισιν οἱ συκόφανται,
μέχρι καὶ τῶν δικαστηρίων βασκαίνοντες, καὶ τὸν ἔπαι‐188

8

.

189

νον τῆς ἐμῆς συμβουλῆς κατηγορίαν πεποίηνται, πάρει‐ μι διδάξων ὑμᾶς, ὡς οὐδὲν ὑπὸ Περικλέους ἠδίκησθε· οὐδὲ ἐβλάβησαν Ἀθηναῖοι τοῖς ἐμοῖς ὑπακούσαντες σκέμ‐ μασι· καὶ τὴν δῄωσιν τῶν ἀγρῶν οἱ συκοφάνται πολλά‐
5κις ὀδύρονται· δευτέρᾳ ἐννοίᾳ χρήσῃ τοιαύτῃ. ἓν μὲν οὖν ἔγωγε, μὰ τοὺς θεοὺς, μετὰ τὴν δῄωσιν παραλέλοι‐ πα· οὐκ ἔπλευσα κατὰ Πελοποννησίων εὐθὺς μετὰ τὴν ἐξ Ἐλευσῖνος τοῦ Ἀρχιδάμου φυγήν· τὰ δὲ τῶν ἀντιθε‐ τικῶν κεφάλαια ἔστι τάδε· ὁρικὸν παραγραφικὸν ἐὰν
10πίπτῃ· εἶτα τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥσπερ ἐστὶν τὸ ἔγκλημα. εἶτα αὐτῇ τῇ ἀντιθέσει. οἷον, ἐὰν ᾖ ἀντι‐ στατική· εἶτα μεταλήψει μιᾷ ἢ καὶ δευτέρᾳ· εἶτ’ ἐπι‐ λόγῳ τρίτην ἔννοιαν λάβοις ἂν τοιαύτην· εἰ μὲν οὖν ἠ‐ γνόουν ἔγωγε τὸν γραψάμενον, ἐκ τούτων ἂν εἶπον προ‐
15θύμως τῶν λόγων, ὡς Σπαρτιάτης οὐκ Ἀθηναῖος ἦν ὁ κατήγορος. Ἡ ΚΑτάστασίς σοι γενήσεται ἐκ τῆς πενταετίας τῆς παρὰ Θουκυδίδῃ. εἰςάξεις δὲ αὐτὴν σφό‐ δρα μεγαλοφρόνως καὶ ἐκ πολλοῦ τοῦ περιόντος, ὅτι βάσκανοι Λακεδαιμόνιοι καὶ φθονοῦντες τῇ πόλει καὶ
20μὴ βουλόμενοι καθάπαξ αὐτὴν ἐν τοῖς Ἑλληνικοῖς φαί‐ νεσθαι πράγμασι καὶ πανταχοῦ ταύτην αὐτῶν ἐπιδει‐ κνύμενοι τὴν προαίρεσιν· καὶ αἴνιξαι ἐξ ὧν ἐπὶ Μαρα‐ θῶνα οὐ συνεμάχησαν κινδυνευούσῃ τῇ πόλει· εἶτα εἰς‐ βάλλεις εἰς τὴν κατάστασιν λέγων, ὅτι φθόνου τοίνυν
25ὄντος, ὡς ἔφην, τοὺς Σπαρτιάτας καθ’ ἡμῶν παροξύ‐ νοντος, διότι τὴν τῆς πόλεως δόξαν ἴσην ἐν ἅπασι τετη‐ ρήκαμεν, Πελοποννήσιοι παρωξύνοντο, καὶ κρύπτοντες εἶχον ἐν ὑποψίᾳ τὴν πόλιν· ὅτι πολλῶν ἐξ ἀρχῆς πρα‐ γμάτων κατειληφότων τοὺς Ἕλληνας, ἐν ἅπασιν ἐφάνη‐
30μεν ἡμεῖς δωρεῶν σεμνότεροι· τῶν γὰρ συμμάχων ἐν τοῖς Μηδικοῖς τὴν ἡγεμονίαν λαβεῖν εὐτυχήσαντες οἱ δεύτεροι Σπαρτιᾶται πρὸς τοὺς κινδύνους ἐρχόμενοι,
κρατήσαντες οἱ παντάπασιν ἡμῶν ἐλαττούμενοι, ταύτην189

8

.

190

ἔχειν ἐν τοῖς κοινοῖς τὴν προστασίαν οἱ καρτερήσαντες καὶ δόξας αὐτῆς καὶ τιμῆς τοσαύτης ἀποστερήσαντες, ἐρήμους γενομένους τῆς ἡγεμονίας ἰδεῖν ἅπαντες τετολ‐ μήκασιν· εἶτα τῶν Ἑλλήνων οὐκ ἐνεγκόντων τὴν Λακε‐
5δαιμονίων φυγὴν τῶν κοινῶν ἀξίους ἡμᾶς προστάτας σκε‐ ψάμενοι ἐπέδωκαν ὑμῖν ἑαυτοὺς, Λακεδαιμονίοις δὲ τὸ φθονεῖν παρεσκεύασαν· εἶτα ἔπαγε, ὅτι ἡμεῖς μὲν οὖν ἄρ‐ χοντες τῶν Ἑλλήνων γενόμενοι καὶ δείξαντες τῆς ἡγεμονίας οὐκ ἀξίαν τὴν πόλιν, καὶ πολέμων τὸ τηνικαῦτα τῶν
10ἐν χερσὶν κεκρατήκατε· καὶ βαρβάρους τροπαίοις μαχό‐ μενοι κατεπλήξατε· φράξαντες δὲ τὸν δῆμον τῶν Ἀττι‐ κῶν καὶ πληρώσαντες τοὺς λιμένας τριήρεσι, τῷ νεω‐ ρίῳ καὶ ταῖς ἄλλαις παρασκευαῖς τοὺς πολεμοῦντας ὑ‐ μῖν πεφοβήκατε, ἔχοντες μὲν αὐτάρκως τετειχισμένην
15τὴν πόλιν, χρημάτων δὲ μεστὴν τὴν ἀκρόπολιν, συμμά‐ χων δὲ καταλόγους τόσους καὶ τόσους. ταῦτα τὸν φθό‐ νον τῶν Λακεδαιμονίων κατ’ Ἀθηναίων ἐξέκαυσε· ταῦ‐ τα τὸν πόλεμον καθ’ ἡμῶν ὠδίνειν παρώξυνεν· ἀλλ’ οἱ σεμνοὶ Σπαρτιᾶται καὶ χάριν ἀποδιδόναι τοῖς εὐεργέταις
20καταγινώσκοντες, οἱ τὴν Σπάρτην εἰδότες ὅθεν εἰλήφα‐ σι, καὶ τὸ τῶν Ἡρακλειδῶν γένος οὐκ ἀγνοοῦντες τοὺς σώσαντας μετὰ Μήδους ἐπιτάττειν ἡμῖν τετολμήκασι· καὶ μετὰ Ξέρξην Σπαρτιάτης τυραννικὸν βουλευόμενος οὐδαμοῦ τὴν χώραν τῶν Ἀθηναίων αἰσχύνεται, ἀλλ’ ἐπέ‐
25βη τῆς Ἀττικῆς, Αἴγιναν αὐτόνομον σκυτάλην φέρων κελεύουσαν, καὶ Ποτιδαιάτας ὑπεξαιρούμενος, καὶ τοῖς καταράτοις Μεγαρεῦσι τὰς Ἀθήνας ταυτασὶ χαριζόμενος· ὡς δ’ ἀήθη πρὸς ἐπίταγμα τὴν πόλιν κατείληφε, γί‐ νεσθαι τοῖς κελεύουσιν οὐκ εἰθισμένην ὑπήκοον, ὑπεχώ‐
30ρει τῆς Ἀττικῆς· παρορμῶντας αὐτὸν πρὸς τὴν μάχην190

8

.

191

καὶ Κορινθίους δεξάμενος· ἡμεῖς μὲν οὖν εὐθὺς αἰτιω‐ μένων τὴν κρίσιν προὐτείναμεν· Πελοποννήσιοι δὲ τὸν πόλεμον προκεκρίκασιν· ἐπεὶ δ’ ἐξεπολεμήθησαν λοιπὸν ἡμῖν φανερώτερον, καὶ μαντείας ἡμῶν ἐξεμάνθανον, καὶ
5λόγια κατ’ Ἀθηναίων ἐκήρυττον, ἐσκεψάμην ἐπιδεῖξαι τὸν δῆμον τοῖς πολεμοῦσιν οὐκ εὐτελῆ, οὐδενί τινι κτή‐ ματι κατὰ τῶν πολεμίων φιλοτιμούμενον· ἀλλ’ ἔχοντα μὲν κτῆμα τὴν θάλατταν μέγιστον· ἀρκούμενον δὲ πρὸς τὰς χρείας φόροις τοῖς ἔξωθεν, καὶ τοῖς συμμάχοις μὲν
10πρὸς τὰ κατεπείγοντα χρώμενον, καταφρονοῦντα δὲ τῶν γεωργουμένων ἀγρῶν, ὡς μηδὲν ἐχόντων ἐξαίρετον ἐπί‐ δειξιν· τούτῳ τῷ τρόπῳ φοβῆσαι Λακεδαιμονίους βου‐ λόμενος βλάψαι τι τῆς γῆς εἰςβαλοῦσιν συγκεχώρηκα· οὐδ’ εἴασα Πελοποννησίοις λείαν Ἀττικὴν γενέσθαι γεωργίαν·
15ἀλλὰ φθάσας τὴν ἐπιβουλὴν ἀπράκτους Λακεδαιμονίους ἐκστρατευομένους ἀπέπεμψα· ποίαν τοίνυν ὁ συκοφάντης κατ’ ἐμοῦ φέρει γραφήν; ἢ διατί ταύτην τὴν εἰσαγγε‐ λίαν τετόλμηκεν; ἆρ’ ὅτι παρὼν οὐ τεθέαται κατὰ τὴν χώραν πολέμιον; ἢ δῃουμένην τὴν Ἀττικὴν ἰδεῖν ὑπὸ
20Λακεδαιμονίων οὐ συγκεχώρηται; ἆρα μὴ πυρπολοῦντας τὴν γῆν ἐπεθύμει πρὸ τοῦ τείχους Πελοποννησίους ἰδεῖν; εἰ γὰρ ὅτε δυσχερὲς οὐδὲν ἐμοῦ στρατηγοῦντος παρὰ τῶν ἀντιπάλων γεγένηται, κρίσις συγκροτεῖται καὶ δικαστή‐ ρια· σχολῇ γὰρ ἂν Λακεδαιμονίων δῃωσάντων τὴν Ἀτ‐
25τικὴν Περικλῆς ἔμεινε παρ’ ὑμῖν ἀνεξέταστος. ΜΕτὰ ταῦτα θήσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἥτις ἐστὶν ἡ προβολή· ἀλλ’ ἐδῄωσας, φησὶ, τοὺς ἀγρούς. ΛΥσεις τῇ ἀντιστάσει· πρῶτον δὲ θήσεις ἐπιχείρημα ἀπὸ τῆς διανοίας τοῦ Περικλέους· οἷον καὶ τίς τὴν πρᾶξιν κα‐
30τηγορῶν οὐ προστίθησιν τὴν αἰτίαν τῷ γράμματι· οὐδὲ
λέγει τὴν πρόφασιν, ἵνα σαφῶς ἴδωσιν οἱ δικασταὶ τὴν191

8

.

192

τοῦ κρινομένου προαίρεσιν· τέτμηκα τὴν χώραν ἐγὼ, ἀλλὰ Λακεδαιμονίων οὐ Περικλέους τὸ κατηγόρημα· καὶ πολλῶν ἔρημος ἡ χώρα φυτῶν, ἀλλὰ τὸν χρόνον εἰπὲ, καὶ τὸν καιρὸν πρόςθες ἀντὶ λοιδορίας τῷ πλημμελήματι,
5εἰςβαλόντων Λακεδαιμονίων εἰπὲ τὴν τῶν πολεμίων ὕβριν, ἀφελέσθαι τετόλμηκα τῆς χώρας καὶ τέτμηκα τοὺς ἀ‐ γροὺς, ἵνα μὴ φιλοτιμήσηται Σπαρτιάτης ἀνὴρ πό‐ νοις τοῖς ἐμοῖς ἐντρυφῶν· πολλὰ τῶν καμάτων, ὦ συ‐ κοφάντα, κἂν ἄτοπα τυγχάνῃ γιγνόμενα, σκοπῷ τῷ
10τοῦ δράματος δοκιμάζεται, κἂν φαύλην ἔχῃ τὴν πρόφα‐ σιν ὡς ἠδικηκὼς τὴν πόλιν ὁ πράξας εὐθύνεται· ἂν δ’ ἔχῃ τινὰ αἰτίαν αὐτῷ συναιρομένην εἰς εὔνοιαν ἀναχωρεῖ τοῦ βήματος, ὡς μάτην κρινόμενος εἰκότως· τοῦ γὰρ τρόπου τοῦ δράματος κατηγοροῦντος τοῦ συμβεβηκότος
15ὡς ἀδικήματος· οὐδὲ τῆς πολιτείας εἰς βλάβην ῥεπούσης ἢ πταίσματα. κἂν συμβαίνῃ τι δυσχερὲς πρὸς τὸν ὅλον σκοπὸν καὶ τὸ πραχθὲν ἐξετάζεται· εἶτα πρόσθες παράδειγμα, ὅτι ἰατρὸς καὶ τέμνων καὶ καίων διὰ τὸ τὴν προαίρεσιν ἀγαθὴν ἔχειν καὶ πρὸς καλὸν χρῆσθαι
20ταῖς καύσεσιν οὐχ ὑπομένει κρίσιν ἢ δικαστήρια· εἶτα ἔπαγε τὴν ἀντίστασιν· εἰ μὲν γὰρ μετὰ τὸ δῃῶσαι τὴν χώραν Λακεδαιμόνιοι καθ’ ἡμῶν ἐγένοντο χαλεπώτεροι πολιορκοῦντες τὴν πόλιν, καὶ μετὰ τὴν τομὴν ἕτερον ἂν εὗρον μηχάνημα πρὸς πολιορκίαν δεινότερον, ὡς ἀδική‐
25σας τανῦν καταβαίνω τοῦ βήματος· πρὸς γὰρ τῷ μη‐ δὲν ὠφελεῖσθαι τὴν πόλιν καὶ Λακεδαιμονίους παρώξυνα. εἰ δὲ μετὰ τὴν πρᾶξιν, ὦ ἄνδρες δικασταὶ, τὴν ἐμὴν ἀπὸ
τῆς χώρας πεφεύγασι, καὶ φθάσαντος ἐμοῦ τὴν ἐκείνων192

8

.

193

ἐπιβουλήν. πρὸς μάχην ἡμᾶς οὐκ ἔμειναν ἐκκαλούμενοι, ἀλλ’ οἴχονται τρόπον τινὰ, καὶ μὴ πολεμούντων ἡμῶν ἐλαυνόμενοι· τί τὸ θαυμάζειν τὰ κατὰ τῶν ἀντιπάλων ἐάσαντες στρατηγήματα διαβαλλόντων τὴν πρᾶξιν τῶν
5βασκαινόντων ἀντέχεσθε, καὶ τὸ μὲν τοὺς παθόντας δο‐ κεῖν ἀνιᾷν συγχωρεῖτε κηρύττεσθαι, τὸ δὲ καθαρὰν πολεμίων τὴν Ἀττικὴν οὐ ζητεῖτε τοῖς γεγενημένοις συν‐ άπτεσθαι· μηδεὶς, ὦ ἄνδρες δικασταὶ, μεριζέτω πρᾶξιν συναπτομένην τῷ στρατηγήματι, μηδὲ τῶν ἀγρῶν προ‐
10φερέτω τὴν δῄωσιν τῆς γραφῆς. Σπαρτιατικὴν φυγὴν ἀφαιρούμενος ἐγὼ Λακεδαιμονίους εἴσω τειχῶν μείνας νε‐ νίκηκα· καὶ πολεμικὴν οὐ παρασκευασάμενος φάλαγγα κρατοῦντας Ἀθηναίους ἀπέδειξα· σὺ δὲ τὸν Δωρικὸν δασμὸν οὐ σκεψάμενος, ὅτι δεδῄωκα τοὺς ἀγροὺς, τοῦ‐
15τό μου κατηγορεῖς· ἀλλὰ τί ἐχρῆν με ποιεῖν, ὦ τῶν στρατηγῶν ἁπάντων τῶν καθ’ ἡμᾶς ἐμπειρότατε; Πελοποννησίους τὴν Ἀττικὴν κατατρέχειν ἐᾷν; Λακεδαι‐ μονίους προδιδόναι τὴν γῆν; ἐᾷν ὥσπερ ἀστρατήγους τοὺς τῶν Ἑλλήνων προστάτας; καὶ τίς ἂν ἐμοῦ τότε τὴν γνώ‐
20μην τῶν πολιτῶν οὐκ ἐδέξατο; εἶδον, ὦ συκοφάντα, Σπαρτιᾶται τὴν γῆν, καὶ μετὰ τὴν θέαν πεφεύγασι· ἀπῆλθον ἐξεστρατευμένοι Λακεδαιμόνιοι· καὶ μάτην ἀπὸ τῆς αὐτῶν προςδραμόντες ὑπέστρεψαν· σὺ δὲ προςκα‐ θεσθῆναι πάντως αὐτοὺς ἐπεθύμεις τοῖς τείχεσιν, καὶ
25πυρσὸν ἰδεῖν Λακωνικὸν τὴν Ἀττικὴν χώραν νεμόμενον, καὶ Κορινθίους μὲν ἀπὸ τῶν ἀγρῶν τοὺς καρποὺς ἀφαρ‐ πάζοντας, Ἀρχίδαμον δὲ μετὰ τῶν ἄλλων τὰ κτήματα· ταῦτα συμβῆναι πρὸς τῶν θεῶν ἔδει συγχωρῆσαι τῇ πό‐ λει· ταῦτα γενέσθαι παρὰ τῶν ἀχαρίστων Δωριέων ὠ‐
30φείλετο· καὶ λυμαινομένους τὴν χώραν ἐᾷν τοὺς δι’ ἡμᾶς193

8

.

194

ἀπὸ τῆς Σπάρτης συντελοῦντας τοῖς Ἕλλησιν· εἰ δὲ ταῦ‐ τα παθεῖν ἀτοπώτατον, τὸ μὴ τοιαύτην ὑπάρξαι τοῖς Ἀθηναίοις συμφορὰν χαριέστερον· εἰ γὰρ αἴτιος τοῦ κα‐ κῶς διατεθῆναι τὰς πόλεις ὁ πόλεμος καὶ φύσει πονη‐
5ρὸς ἐπὶ τὴν χώραν ἀντίπαλος, τὸ Λακεδαιμονίους δῃῶ‐ σαι τὴν Ἀττικὴν ἁπάντων ἦν τῶν κατὰ τὸν πόλεμον ἀφορητότερον· ἐντεῦθεν σύναψον τῇ ἀντιστάσει τὸν βί‐ αιον ὅρον καλούμενον, ὥσπερ παρασκευαστικὸν ὄντα τῆς ἀντιστάσεως· ὅτι τοῦτο αὐτὸ μάλιστα οὐκ ἔστι δῄωσις·
10καίτοι σκέψασθαι δεῖ τὴν Περικλέους καὶ Λακεδαιμο‐ νίων προαίρεσιν· καὶ παραθεῖναι, τί μὲν ἠκολούθει Λα‐ κεδαιμονίοις δῃοῦσι τὴν Ἀττικὴν, τί δὲ τῷ παρ’ ἡμῖν στρατηγῷ τοῦτο τολμήσαντι. εἶτ’ ἐπειδὰν ἐκ τῶν πρα‐ γμάτων εὕρητε τὴν διαφορὰν, προχειρότερον τῆς ὠφε‐
15λείας μηκέτι ζητεῖν ἔλεγχον ἀκριβέστερον· εἰ γὰρ οἱ μὲν δῃοῦσι τὴν γῆν διαφθεῖραι καὶ τὴν χώραν καὶ τοῖς Ἀτ‐ τικοῖς λυμήνασθαι πράγμασιν ἐπειγόμενοι· ἐγὼ δὲ τέτμη‐ κα τοὺς ἀγροὺς κωλῦσαι τῆς ἐπιβουλῆς Λακεδαιμονίους βουλευόμενος, τῆς ἀτόπου προςηγορίας δικαίως ἄν τις
20ἀφέλοιτο τὸ πραχθέν· οὐ γὰρ τῆς χώρας δεδύνηται τοὺς πολεμίους ἀπελαύνειν ἡ δῄωσις· εἰ δὲ τανῦν οὐκ ἐνοχλεῖ τῇ πόλει στρατιώτης μαχόμενος, οὐδὲ πολεμικῇ στενοχωροῦμαι τῇ φάλαγγι, ἐκπλήττων τὴν ἐπιχείρη‐ σιν, δι’ ἣν πολεμοῦντες ἡμῖν οἱ Λακεδαιμόνιοι μένειν οὐ
25τετολμήκασι. ΜΕτὰ ταῦτα θήσεις τὴν μετάληψιν, ἐν ᾗ ἐστι τὸ οὐχ οὕτως ἔδει ποιῆσαι Λακεδαιμονίους φυγεῖν· οἷον ἀλλ’ οὐχ οὕτως ἔδει, φατὲ, ἐλευθερῶσαι Πελοπον‐ νησίων τὴν πόλιν. Ἡ Λύσις ἀντιληπτική· ὅτι ἔξεστι τοῖς στρατηγοῖς νικᾷν τοὺς πολεμίους, ᾧ βούλονται τρό‐
30πῳ· ἀλλ’ ἐλευθεροῦν πολεμίων τὴν πόλιν, ὅπως καὶ194

8

.

195

βούλονται, τοῖς στρατηγοῖς συγκεχώρηται· εἰ μὲν γὰρ τῶν στρατηγῶν ἡ πόλις ἀφῄρηται τὴν ἐπιχείρησιν, καὶ τοὔνο‐ μα μὲν ἔχειν μετὰ τοῦ σχήματος τῶν πολεμίων ἡγούμενος, τοῦ πράττειν δὲ τὸ παριστάμενον ἐν πολέμοις οὐ καθέ‐
5στηκε κύριος, καλῶς τὸ μὲν γενόμενον αἰτιᾷ, τὸ δὲ μὴ πεπραγμένον ἐπιζητεῖς· εἰ δὲ μετὰ τοῦ σχήματος δῆμος τὴν ἐξουσίαν χαρίζεται, καὶ τοῦ ποιεῖν τὸ νομιζόμενον δίδωσιν ἄδειαν, τί τηνάλλως ταύτην εἰςήγγειλας τὴν γραφὴν, τοῦ πολέμου τοῖς στρατηγοῖς παραχωροῦντος τὰ
10πράγματα; σκόπει γὰρ τίνος χάριν ὁ δῆμος ἐκπέμπει με‐ τὰ τῆς φάλαγγος ἐπὶ τὴν μάχην ἡγούμενον· οὐχ ἵνα καθ’ ἑαυτὸν καὶ μόνος σκεπτόμενος καὶ συμβαλεῖν ἔχῃ, καὶ κωλύῃ τὸ στράτευμα, καὶ καταναγκάζειν φρούρια, καὶ ζητεῖν τὴν ἐπήρειαν λόχῳ κατὰ τῶν πολεμίων παρασκευ‐
15άσασθαι· ταῦτα τοῖς στρατηγοῖς τὴν ἐξουσίαν, ταῦτα παρὰ τῶν νόμων τὴν ἄδειαν προξενεῖ· οὕτω κατὰ Λακε‐ δαιμονίων οὐ κατ’ Ἀθηναίων τὸ τόλμημα· καὶ καθαρὰν δείξας τοῖς πολεμίοις τὴν Ἀττικὴν ἀγαπῆσαι τὴν φυγὴν τοῖς καθ’ ἡμῶν εἰςβαλοῦσι παρεσχόμην· εἶτα κατασκευ‐
20άσεις τὸ ἀντιληπτικὸν παραδείγμασι παλαιοῖς, ἀπὸ τῶν προσώπων τῶν παλαιῶν στρατηγῶν λαμβάνων τὰς ἀφορ‐ μὰς, ἀπὸ τῶν συμβόλων, ἀπὸ τῶν πραγμάτων, ἀπὸ τῆς νίκης τῆς κατὰ βαρβάρων· οἷον οὕτως Θεμιστοκλῆς ἐστρατήγει καὶ μετῆγε τὴν πόλιν ἐπὶ τὴν θάλατταν, καὶ παρεδίδου Πέρ‐
25σαις τὴν Ἀττικὴν ποιεῖν ὅ τι καὶ βούλονται· οὕτως Μιλτιά‐ δης δρόμῳ τὸν Μαραθῶνα κατελάμβανε· καὶ τὰ τοιαῦ‐ τα. Μετὰ ταῦτα θήσεις στοχαστικὴν ἀντίθεσιν· ἀλλ’ εἰκὸς ὀργισθῆναι τοὺς θεοὺς ἡμῖν τετμηκόσι τὴν Ἀττι‐ κήν. ΛΥσεις πάλιν στοχαστικῶς ἀπὸ τῆς ποιότητος
30τῶν Ἀθηναίων· ὅτι εὐσεβεῖς ἀπὸ τῶν δωρεῶν τῶν θεῶν,
ἀπὸ τῆς τοῖς θεοῖς γενομένης φιλονεικίας περὶ τῆς χώ‐195

8

.

196

ρας, ἀφ’ ὧν οἱ θεοὶ τῆς χώρας ἠράσθησαν, καὶ τῶν τοι‐ ούτων· ἐρεῖς δὲ οὕτως· ὅτι οἶμαι καὶ τοὺς θεοὺς ἥδεσθαι, ὅτι ὑπὸ Περικλέους, ἀλλὰ μὴ Λακεδαιμονίων ἡ χώρα τέτμηται. καὶ ὅτι πιστεύω ταῖς ἐν Ἐλευσῖνι θεαῖς, τοῦ‐
5τον ἐκβεβηκέναι μοι τὸν νοῦν, καὶ τὸ στρατήγημα τοῦ‐ το ἐξ ἀνακτόρων δοῦναι τῶν μυστικῶν· ἵνα μὴ δῶρον, ὃ πεφιλοτίμηται ἡ Δημήτηρ τῇ πόλει, τοῦτο τῷ πολέμῳ λοιπὸν ἀφαρπάσῃ τῶν Ἀθηναίων Λακεδαιμόνιος, καὶ καρπὸν ὃν παρ’ ἡμῶν Σπαρτιάτης ἐδέξατο, τοῦτον παρ’
10αὐτὴν τὴν Ἐλευσῖνα λυμήνηται· οὐ μὴν ἀλλὰ καὶ Ἀπόλ‐ λων ὁ πατρῷος τῇ πόλει, ὁ διαφόρους τιμὰς καὶ προς‐ ηγορίας παρ’ Ἀθηναίων δεξάμενος, οὐχ οὕτω χαρίζεσθαι Δωριεῦσιν, ὡς Ἀθηναίοις ἐσπούδακεν· οὗτος ὁ πατρῷος ἡμῖν οὐ λυπήσει τὸ γένος ποτὲ, οὐδ’ ἀγανακτήσει κατὰ
15τῆς χώρας ὁ Πύθιος, πομπαῖς ἀεὶ ταῖς παρ’ ἡμῶν καὶ θυσίαις ἡδόμενος· ἐκ πολλῶν ἔχω τοὺς θεοὺς ἐπιδεῖξαι τὴν πόλιν φυλάττοντας· ἐξ ὧν ἀεὶ πολεμοῦσιν ἡμῖν συλ‐ λαμβάνονται, ἐξ ὧν πολλὰς Ἀθηναίοις πεφιλοτίμηνται χάριτας, ἐξ ὧν τὴν πόλιν μᾶλλον τῶν ἁπανταχοῦ χω‐
20ρίων προτετιμήκασι· ταῦτα ποιεῖ μηδεμίαν γενέσθαι πα‐ ρὰ τῶν θεῶν ἀγανάκτησιν· ταῦτα δείκνυσι τοὺς θεοὺς καθ’ ἡμῶν οὐδαμῶς δυςχεραίνοντας· τίς γὰρ ἂν ἕλοιτο τῶν θεῶν δεῖξαί τινα κατὰ τῆς Ἀττικῆς ἀγανάκτησιν; εἶτα ἔπαγε τὰ κατὰ μέρος ἐκτείνων ἕκαστον, εἶτα ἔπαγε
25τὰ κατὰ Κόρην καὶ Δήμητραν, ὅτι Ἀθηναίους μᾶλλον τῶν ἄλλων ἀνθρώπων προτιμήσασαι τὸν σῖτον δεδώ‐ κασι καὶ παρ’ Ἀθηναίοις τὴν πλάνην ἡ Δημήτηρ ἔστη‐ σεν· καὶ οὐκ ἂν ἕλοιντο, οὓς αὗται αἱ θεαὶ εὖ πεποιή‐ κασι καὶ τετιμήκασι, τούτους κακῶς διαθεῖναι· ὁμοίως
30τὰ κατὰ τὴν Ἀθηνᾶν, τὰ κατὰ τὸν Διόνυσον, καὶ οὕ‐
τως ἐπέξελθε πομπεύων εἰς ἕκαστον· καὶ μελετῶν καὶ δει‐196

8

.

197

κνὺς, ὅτι οὐκ ἂν ὀργισθήσονται οἱ θεοί. Μετὰ τὴν στοχαστικὴν ἀντίθεσιν θήσεις ἄλλην μετάληψιν· ὅτι ἔδει τῷ δήμῳ ἀνακοινώσασθαι. ΛΥσεις τῷ ἀδυνάτῳ· ὅτι οὐχ οἷόν τε ἦν κατεπειγόντων τῶν πραγμάτων. ἀλλὰ κοι‐
5νώσασθαι, φησὶν, ἔδει τῇ πόλει, καὶ τοῦτο πρᾶξαι συν‐ εχώρουν Λακεδαιμόνιοι· βουλευομένην δὲ Σπαρτιᾶται τὴν ἐκκλησίαν ἀνέμενον; ἢ μικρὸν ἐπεῖγον τὴν εἰςβολὴν, ἵνα τινὰ καὶ ψῆφον περὶ τῆς μάχης ἐνέγκωμεν; οὐχ οὕ‐ τως ἔμελλον καθ’ ἡμῶν βραδύνειν Λακεδαιμόνιοι, ἵνα
10καὶ συνόδου καὶ ψήφων καὶ ῥήτορος ἠνεσχόμεθα. πρὸς θεῶν οἱ πολέμιοι ἑστήκεσαν, οὐ πολὺ τῆς Ἐλευσῖνος ἀπεῖχον Πελοποννήσιοι· εἶτα τοῦ θορύβου λοιπὸν ἁπτο‐ μένου τῆς Ἀττικῆς, ἔδει τὸν δῆμον ἐκδέχεσθαι ἢ μένειν ἀπὸ τῆς ἐκκλησίας τὸ ψήφισμα, ἵνα Λακεδαιμόνιοι πρὸ
15τοῦ δοκιμασθῆναι γνώμην τινὰ φθάσωσι τὴν γῆν πυρ‐ πολήσαντες· ἢ δόξω παρὰ τῷ δήμῳ βαρὺς τῷ καιρῷ μὴ συμμετρήσας τὰ πράγματα, ἢ συγχωρεῖν Λακεδαιμονίοις τὴν πόλιν τὸν καιρὸν μάτην ἐκεῖνον μεταπεμψάμενος· εἰ γὰρ ὁ τὸν καιρὸν στοχασάμενος καὶ τὸ κατορθοῦν ἔχει
20τοῖς λογισμοῖς συνεπόμενον, ὁ τοὺς καιροὺς καλῶς μὴ στοχασάμενος ἁμαρτάνων πολλάκις οὐδαμοῦ κατορθοῖ τῆς πολιτείας τὸ σπουδαζόμενον. πάλιν δὲ αὐτὸ τοῦτο κατασκευάσεις παραδείγμασι· ἆρα εἰ ἔμενε Μιλτιάδης, ἄχρις ἂν ἀνακοινώσηται τῇ πόλει, ἔδει τρέχειν ἐπὶ Μα‐
25ραθῶνα; ἢ τὸ μέγιστον ἂν ἐκείνῳ κατώρθουν τὸ τρό‐ παιον; οὐδαμῶς· ἢ Θεμιστοκλῆς ἐν ταῖς κατὰ Μήδων συμβουλαῖς εἰ συνέμενε, μέχρις ἂν λάβῃ παρὰ τοῦ δήμου τὸ σύνθημα τὸ κατὰ Σαλαμῖνα, περιεποίησεν ἂν τῇ πόλει κατόρθωμα; καὶ τὰ ὅμοια· ἐντεῦθεν θήσεις τοὺς
30ἐπιλόγους. Οἱ δὲ ἐπίλογοι εἰσὶν ἀπὸ τῆς ποιότητος τοῦ Περικλέους, ἐπαγγελίαν ἔχοντες μεγάλων καὶ πολλῶν κα‐ τορθωμάτων, περίπλουν τῆς Πελοποννήσου, καὶ μὴ μό‐
νον Σπαρτιατῶν δῄωσιν, ἀλλὰ καὶ πολιορκίαν καὶ τῆς197

8

.

198

παρασκευῆς ἔκθεσιν καὶ παράθεσιν τῶν Μηδικῶν, ἐν τῷ λέγειν, ὅτι ὑπερβαλέσθαι με δεῖ τὰ κατὰ Μαραθῶνα, νικήσω τὰ κατὰ Σαλαμῖνα, καὶ τὰ τοιαῦτα, καὶ ἠθο‐ ποιΐας, ἃ πολιορκῶ, ἐρεῖ πρὸς Λακεδαιμονίους ἢ πρὸς
5τοὺς Ἀθηναίων συμμάχους καὶ ἔκφρασιν τοῦ ἀπόπλου τοῦ στόλου, καὶ ὅσα παραπλέων πολιορκήσει, καὶ ὅτι Κορινθίους πρώτους ποιήσει ἀναστάτους, καὶ ἔκφρασιν τοῦ πλοῦ, καὶ ὅτι πάλιν συλλήψονταί μοι αἱ θεαὶ, συμ‐ μαχήσουσιν οἱ κρείττονες, καὶ ὅτι ἐπίφοροι πάλιν ἡμῖν
10κατὰ Λακεδαιμονίων πνεύσουσιν ἄνεμοι, καὶ ὅτι νῦν κα‐ λέσω τὸν Ἴακχον εὐκαιρότερον, νῦν τὸ νέφος τὸ μυ‐ στικὸν κατὰ Λακεδαιμονίων πεσεῖται καιριώτερον, καὶ ὅτι οὐ λήψομαι μόνον τοὺς Λακεδαιμονίων ἀγροὺς, ἀλλὰ καὶ αὐτοὺς αἰχμαλώτους, ἵνα διδάξω Λακεδαιμονίους με‐
15τὰ τὴν μάχην, ὅτι διὰ Περικλέα καὶ Σπαρτιᾶται τοῖς Ἀθηναίους δουλεύουσιν.
16
ΑΝΤΙΣΤΑΤΙΚΟΝ ΑΛΛΟ.
18aΠολεμίων ἐπιόντων ἐτείχισεν ὁ στρατηγὸς τὴν πόλιν ἀπὸ τῶν
19aμνημάτων· νίκη γέγονε, καὶ κρίνεται ὁ στρατηγὸς τῆς εἰς τοὺς κα‐
20aτοιχομένους ἀσεβείας.
21 Ἡ κατάστασις ἔχει τὴν τῶν πολεμίων ἔφοδον ἐν αὐξήσει, καὶ τὴν χειροτονίαν τοῦ στρατηγοῦ, καὶ τὴν παράταξιν, καὶ τὴν ἀνάγκην τοῦ τειχισμοῦ, καὶ ὅτι οὐ‐ δεμιᾶς οὔσης σωτηρίας, ἐκ τῶν μνημάτων τὴν πόλιν
25ἐτείχισεν ἀντ’ ἄλλου τινὸς στρατηγήματος, ἀντὶ παρα‐ τάξεως, καὶ τῶν τοιούτων· εἶθ’ ὅτι νίκη γέγονεν· οἱ δὲ τὴν εὐεργεσίαν μεταποιοῦσιν εἰς ἔγκλημα· καὶ τὴν χάριν εἰς κατηγορίαν μετάγουσι· καὶ τὰ τοιαῦτα· μετὰ τὴν
κατάστασιν ἐμπεσεῖται ΟΡΙκον παραγραφικὸν, τὸν αὐ‐198

8

.

199

τὸν τρόπον ὥσπερ ἐν τοῖς ἀντιληπτικοῖς ἐπεδείξαμεν· ἃ ῥᾳδίως οὐχ εὑρεθήσεται· οὐκοῦν οὐδὲ ἐνταῦθα ἐμπε‐ σεῖται διὰ τὸ μὴ δυνάσθαι λέγειν, ὅτι τοῦτο ἀσέβεια οὐκ ἔστι· τὸ δὲ παραγραφικὸν ἐμπίπτει, ἐὰν ᾖ γενικὸν
5τὸ ἔγκλημα· οἷον, ἀσέβεια ἢ δημόσιον ἀδίκημα. ἐὰν δὲ ἄτομον, οὐκ ἐμπίπτει· οἷον φόνος ἢ κλοπὴ ἢ πατρο‐ τυψία· μὴ ἐμπίπτοντος δὲ τοῦ ὁρικοῦ παραγραφικοῦ, ἔπαγε εὐθὺς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ περιέχει τὸ ἔγκλημα. Ἀλλ’ ἐτείχισας ἐκ τῶν μνημάτων τὴν πόλιν.
10Ἡ Λύσις γίνεται τῇ ἀντιθέσει· ὅτι ὑπὲρ ὑμῶν πεποίη‐ κα, ἵνα μή τι γένηται· τοιγαροῦν καὶ νενικήκαμεν τοὺς πολεμίους, τοὺς δεινοὺς καὶ φοβεροὺς τυγχάνοντας, ἢ τοιούςδε καὶ τοιούςδε ὄντας. εἶτα τῇ διανοίᾳ χρήσῃ· μεθ’ οἵας διανοίας ἐτείχισα τὴν πόλιν· οἷον, εἰ μὲν γὰρ
15κακόνους ὢν καὶ μηδενὸς ὑποκειμένου πράγματος τοὺς τάφους διώρυττον, καλῶς ἔχει τοῦτο ἔγκλημα· εἰ δὲ βου‐ λόμενός τι πρᾶξαι ὑπὲρ ὑμῶν καὶ κατορθῶσαι τῇ πό‐ λει τὴν ἐλευθερίαν τοῦτο ἔπραξα· εἶθ’ ὅτι καὶ στρατη‐ γὸς ὢν ἐγκεχειρισμένος τὰ τῆς πόλεως πράγματα, ἐπ’
20ἐμοὶ ἦν τὸ τειχίζειν ὅπως δήποτε, καὶ τὴν χρείαν γί‐ γνεσθαι· εἶτα ὅτι ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας ἐλευθε‐ ρίας τοῦτο διαπραξάμενος, ἀνθ’ ὅτου τοῦτο ἔχω τὸ ἔγκλημα· εἶτα πρὸς λύσιν πάλιν χρήσῃ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ βιαίῳ ὅρῳ· ὁ δὲ βίαιος ὅρος ἐστὶ τὸ δεῖ‐
25ξαι, ὅτι μάλιστα οὐκ ἔστιν ἀσέβεια τοῦτο τὸ εἰς δέον χρήσασθαι τοῖς μνήμασι καὶ ὥσπερ συναγωνιστὰς τοὺς κατοιχομένους λαβεῖν, καὶ συνεργοὺς τῆς νίκης ποιή‐ σασθαι, καὶ τὰ τοιαῦτα. Μετὰ ταῦτα θήσεις καὶ τὴν
ἀντίληψιν, ἥτις ἀεὶ ἐν ταῖς ἀντιθετικαῖς ἐμπίπτει· ἄλ‐199

8

.

200

λως ἔδει τειχίσαι τὴν πόλιν· μὴ μέντοι ἐκ τῶν μνημάτων. ΛΥσεις τῇ ἀνάγκῃ, τῶν πολεμίων βίᾳ, τῷ κατεπείγεσθαι. καὶ ὅτι διὰ τὸν καιρὸν τοῖς παρακειμένοις ὡς τάχος ἐχρησάμην· εἶτα ὅτι οὐδὲ ἀλλαχόθεν τειχίσαι τὴν πόλιν
5οἷόν τε ἦν παρακειμένων τῶν τάφων, καὶ ἐκ τοῦ προ‐ χείρου τὴν ὕλην ἐχόντων, καὶ τῶν μὲν εὐθὺς σχῆμα σω‐ ζόντων τοῖς τείχεσι, τῶν ἐν τῇ πόλει κεχωρισμένων. εἶθ’ ὅτι οὐδὲ κελευόμενοι στρατιῶται φείδεσθαι ἠδυνήθησαν ἂν, τοῦ πολέμου πάντα κινεῖν ἐκβιαζομένου, τῆς ταρα‐
10χῆς ἐχούσης μὴ μόνον ἀνακινῆσαι τοὺς τάφους, ἀλλὰ καὶ δημόσια ἔργα εἰ πλησίον ἦν, καὶ ἀπὸ τούτων λαμ‐ βάνειν, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν μετάληψιν τοὺς ἐπι‐ λόγους· ἐπιλόγους πομπικοὺς ποιήσει πάνυ τυγχάνοντας, καὶ χαριεστάτους καθ’ ὑπερβολήν· ἐρεῖς γὰρ, νῦν τοὺς
15τάφους ἐπισκευάσωμεν, νῦν ἐγείρωμεν μείζονα τοῖς κα‐ τοιχομένοις τὰ μνήματα, ὡς νενικηκότες, ὡς κατορθώ‐ σαντες· κατασκευάσω τοῖς κειμένοις τοὺς τάφους· εἶτα ὅτι ἐπιγράψω τοῖς μνήμασιν· „οὗτοι τῇ πόλει τὸ τρό‐ παιον, οὗτοι τὴν νίκην προὐξένησαν·“ ἐρῶ ὅτι κοινωνοὶ
20τῶν κατορθωμάτων ἡμῖν γεγένηνται. ἂν δὲ καὶ τοῦτο ἐργάσωμαι, οὐ μέχρι τούτου στῆναι δεῖ, ἀλλὰ καὶ ἐνα‐ γίσαι. εἶτα διασκευῇ χρήσῃ καὶ σχήμασι. ποῦ τὰ λά‐ φυρα προςενέγκοι τις; ἐκ τῶν λαφύρων τοῖς μνήμασιν, ἐκ τῶν αἰχμαλώτων ἐπισφάξαι με δεῖ. ἂν δὲ δοκῇ τῇ
25πόλει, αὐτὸς καὶ σπονδὰς ὑπὲρ τῶν γεγενημένων ποιή‐ σομαι, καὶ φιλοτιμότερον σπείσω τοῖς τελευτήσασιν, ὡς ὑπὲρ τροπαίων, ὡς ὑπὲρ τῆς νίκης, ὡς τὴν πόλιν ἐλευθερώσασι· ποῦ ποτέ εἰσιν οἱ ῥήτορες· συμβουλεύσει τις πομπὴν, συμβουλεύσει τις γενέσθαι πανήγυριν. μὴ
30γὰρ ἐγὼ τοῦτ’ εἰργασάμην τὸ τρόπαιον· αὐτοὶ συνεξῆλ‐200

8

.

201

θον ἡμῖν οἱ πρόγονοι, αὐτοὶ τὴν μάχην ὑπὲρ ἡμῶν κα‐ τωρθώκασιν, αὐτοὶ τῆς κοινῆς ἐλευθερίας προέστησαν.
2
ΑΝΤΙΣΤΑΣΙΣ ΑΛΛΗ.
4aΛαβών τις ἐπὶ προδοσίᾳ χρήματα ἔδωκε τοῖς στρατιώταις· νί‐
5aκη γέγονεν· κρίνεται ὁ στρατηγὸς δημοσίων.
6 Ἡ κατάστασις ἔχει τὸν πόλεμον, τοὺς κινδύνους, τὴν παρασκευὴν, τὴν παράταξιν, τὸ παρατεῖναι τὴν μά‐ χην, καὶ χρόνον ἀναλωθῆναι πολὺν, καὶ τὴν πενίαν ἐν αὐξήσει εἰςαγομένην, καὶ ἠθοποιΐας καὶ πλάσεις τει‐
10νούσας πρὸς φόβον καὶ ἀνάγκην τοῦ πορίσαι τὰ χρήμα‐ τα, καὶ ὅτι οἱ μὲν ἐζήτουν φαγεῖν, οἱ δὲ μένοντες ἄλλων ἅψασθαι· εἶτα ὅτι ἐγὼ δεξάμενος χρήματα διέδωκα, φήσας πρὸς ἐμαυτὸν προσῆκον, μὴ μόνον καταστρατη‐ γῆσαι τῶν πολεμίων, ἀλλὰ καὶ τῆς τύχης εἰς ἀπορίαν
15στρατιώτης ἦλθεν ἀπὸ τοῦ δαίμονος· αὐτὸς εὑρήσω πό‐ ρον, αὐτὸς πορίσω τροφὰς, ταῦτ’ ἐννοήσας, ταῦτα ἰδὼν ἐδεξάμην τὰ χρήματα, διέδωκα πενομένοις στρα‐ τιώταις φήσας, οἱ πολέμιοι καθ’ ἑαυτῶν ὑμᾶς μισθο‐ δοτοῦσιν· οἱ δυςμενεῖς ὑμᾶς καθ’ ἑαυτῶν προτρέπονται
20χρήμασι· ταῦτ’ ἐννοήσας, ταῦτ’ εἰπὼν παρέσχον τὰ χρήματα· ἐστρατεύσαντο λαβόντες καὶ νενικήκασι· καὶ μετὰ τὴν νίκην καὶ τὸ κατόρθωμα ἀντὶ τοῦ στεφάνου, ἀντὶ τοῦ ζητεῖν ἀμοιβὴν, ὡς προδότην εὐθύνουσι καὶ τὴν εὐεργεσίαν εἰς ἔγκλημα ἄγουσιν. ΟΡΙκῷ παραγρα‐
25φικῷ· καίτοι προσῆκον ἦν ἐγκαλοῦντας αὐτοὺς, γραφο‐ μένους προδοσίας, μὴ μέχρι λόγων ἱστάναι τὸ ἔγκλημα, ἀλλὰ καὶ ἔργῳ δεικνύειν εἴ τί μοι πέπρακται· ποῖον χω‐ ρίον προὐδεδώκαμεν, ποίαν φάλαγγα, ποῖον εἰπὲ ναυ‐ τικὸν, ἀλλὰ τί τῶν ἀποῤῥήτων ἐξήγγειλα; τί τῶν πρὸς
30τὴν νίκην οὐ πέπρακται; εἶτα πάντων ὀφειλόντων εἰς201

8

.

202

ἐλευθερίαν ὑπάρξαι τῇ πόλει, κατορθωσαμένων ἡμῶν προδότης μετὰ τὴν νίκην προςαγορεύομαι· καὶ δύσνους ὁ τὴν ἐλευθερίαν προξενήσας ὀνομάζομαι· καίτοι προςῆ‐ κον ἦν χρωμένους αὐτῷ παρὰ τοὺς νόμους σχήματι δεικ‐
5νύειν οὕτως καὶ παρὰ τοὺς νόμους τὰ πράγματα· οὐ γὰρ δήπου λόγῳ μὲν προδότης εἰμὶ, πράγματι δὲ οὔ· ΜΕτὰ τὸ ὁρικὸν παραγραφικὸν θήσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἀλλ’ ἐδέξω, φησὶ, παρὰ τῶν πολεμίων τὰ χρήματα. Εἶτα λύσεις τῇ καταστάσει· ὑπὲρ ὑμῶν ἐδεξά‐
10μην, ἵνα νίκη γένηται, καὶ ὅτι εἰ μὴ ἐτράφησαν οἱ στρα‐ τιῶται καὶ χρήματα ἔλαβον, οὐκ ἂν ἐγένετο νίκη· εἶθ’ ὅτι χρημάτων ἐστὶ πάντοτε χρεία, καὶ μάλιστα ἐν πο‐ λέμοις· ὅταν οὖν ὑπὲρ ὑμῶν δεξάμενος φανῶ, οὐ δεῖ ἐπὶ τούτοις ἀγανακτεῖν, Εἶτα λύσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐
15λους τῇ διανοίᾳ. ὅτι δεῖ καὶ τὴν προαίρεσιν τοῦ δεξαμέ‐ νου ὁρᾷν, καὶ πῶς ἐδεξάμην, καὶ πῶς ὑπὲρ τοῦ τι κα‐ κὸν τὴν πόλιν ἐργάσασθαι, οὐ δὲ ὑπὲρ τοῦ ἀληθῶς κα‐ ταπροδοῦναί τι τῶν κοινῶν, ἀλλ’ ἵνα τοῖς πραττομένοις χαρίσωμαι, καὶ τὴν ἐλευθερίαν φυλάξω τοῖς πολίταις
20ἀκέραιον, καὶ τὰ τοιαῦτα. εἶτα ἑξῆς λύσεις τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους τῷ βιαίῳ ὅρῳ. καὶ τοῦτο αὐτὸ μάλιστα λαβεῖν χρήματα ὑπὲρ ὑμῶν ἐστι καὶ τῆς πόλεως. οὔτε γὰρ ἐζημιώθητε, καὶ ἡ φάλαγξ ἐγένετο, καὶ νίκη γέγονεν. ὥστε ἀνθ’ ὧν χάριν ὀφείλουσιν ἐγκαλεῖν καὶ κατηγορεῖν
25ἡμῶν τετολμήκασιν. Μετὰ ταῦτα θήσεις τὴν μετάλη‐ ψιν· ἀλλ’ ἔδει, φησὶν, τὴν ἀπορίαν ἐνέγκαι τῇ πόλει, καὶ παρὰ τοῦ δήμου δέξασθαι χρήματα. ΛΥσεις ἐξ αὐ‐ τῶν τῶν πραγμάτων· ὅτι οὐκ ἦν δυνατὸν, ἐπικειμένου τοῦ πολέμου, τῶν πολεμίων στενοχωρούντων, συγκλειόν‐
30των ἡμᾶς, περιστοιχιζομένων τοῦτο ποιεῖν· εἶθ’ ὅτι ἡττή‐
θημεν ἂν, εἰ τοῦτο ἐποίησα. ἔδει γὰρ πρῶτον ἀποστεῖ‐202

8

.

203

λαι, εἶτα γενέσθαι πρόσοδον τῷ πεμφθέντι, εἶθ’ ὑμᾶς οὕτω βουλεύσασθαι, εἶτα ψηφίσασθαι, εἶτα ἀπαιτῆσαι καὶ συναγαγεῖν οὕτω τὰ χρήματα, καὶ μετὰ ταῦτα ζητῆ‐ σαι τοὺς κομίσοντας· ἐν δὲ τούτοις πόσος ἀνηλίσκετο
5χρόνος, ἢ τίς οὐκ ἐτρίβετο καιρός; εἶτα χρημάτων ἐν ἐνδείᾳ καθεστηκότων ἡμῶν, καὶ χρόνου παριόντος πολ‐ λοῦ, τί ἔδει προςδοκᾷν; οὐχὶ δουλείαν; οὐχ ἧτταν; οὐ‐ χὶ τῶν πολεμίων νίκην κατὰ κράτος; ταῦτ’ ἐγὼ ὑφορώ‐ μενος τῆς χρείας γεγένημαι, καὶ πρὸς τὸ παρὸν ἐχρησά‐
10μην τοῖς τῶν πολεμίων χρήμασι· τοιγαροῦν εὐθὺς ἅμα τῇ δόσει καὶ τὸ τρόπαιον ἐπηκολούθησε κατόπιν τῶν χρημάτων, καὶ ἡ νίκη γεγένηται. ΕΠίλογος μετὰ ταῦ‐ τα. ἔστι δὲ λίαν πομπικὸς, οἷον ἀπὸ τῶν χρημάτων, ὅτι τοσαῦτα προεμαντευσάμην τῇ πόλει τὰ τρόπαια, ἐντεῦ‐
15θεν νικᾷν τοὺς πολεμίους ἠρξάμην. καὶ τοῦτο παρὰ τὸν πόλεμον γεγένηταί μοι πρῶτον στρατήγημα. ταῦτά μοι πρὸ τοῦ τροπαίου τὰ λάφυρα. ἐντεῦθεν νικᾷν τοὺς πο‐ λεμίους ἠρξάμην. Εἶτα μετὰ τὰ τοιαῦτα ἐρεῖς· τί δὴ ἐπαγγέλλομαι τῇ πόλει αἰχμαλώτους· πληρώσω τὸ δεσμω‐
20τήριον σωμάτων, τὸ δὲ πεδίον νεκρῶν· τότε μοι φανεί‐ τω ὁ κατήγορος, ὅταν ἄγω παῖδας, γυναῖκας, ὅταν αὐ‐ τοὺς τῶν πολεμίων τοὺς στρατηγοὺς, ἀλλ’ ἴσως φθόνος ἦν, βασκανία τοῦ κατορθώματος· τοῦτ’ αὐτοῖς τὴν γρα‐ φὴν ἀνεκίνησε. τοῦτο συνήγαγε τὸ δικαστήριον, ἀλλ’
25αὐτὸς οὐ μνησικακήσω τῇ πόλει. τί με ἐπὶ πολὺ κατέ‐ χετε; ἀπολύσατε τοῦ βήματος· ἐντεῦθεν κατὰ τῶν πο‐ λεμίων ἐπείγομαι· ἀπὸ τοῦ δικαστηρίου λαβεῖν σπουδά‐ ζω τὴν παράταξιν· δεῖξαι τὸν προδότην τοῖς κατηγό‐
ροις καὶ δευτέραν νίκην προῄρημαι.203

8

.

204

(1a)

Στασιάζουσιν ἐπέστησαν οἱ ἀστυγείτονες ὡπλισμένοι· καὶ πέ‐
2aπαυται μὲν ἡ στάσις· κρίνουσι δὲ οἱ παυσάμενοι τοὺς ἐπιστάντας
3aἐπιβουλῆς.
4Ἡ κατάστασις ἔχει τὴν πρὸ τούτου τῆς πόλεως
5ἡσυχίαν, εἶτα τὴν στάσιν, ἐπεκτείνοντός σου τὰ ἐν τῇ στάσει κακά· καὶ ὅτι φόνοι, καὶ τῶν νόμων ἀναιρέσεις· τῶν μὲν τάδε, τῶν δὲ τάδε βουλευομένων· καὶ ὅτι οὐ‐ δεμία ὁμόνοια ἦν, καὶ ὅσα τοιαῦτα· εἶθ’ ὅτι ἐπέστησαν οἱ ἀστυγείτονες ὡπλισμένοι, καὶ ἐπαύσατο ἡ στάσις.
10ΟΡΙκῷ παραγραφικῷ· καὶ τίς τῆς ἐπιβουλῆς ἡ ἀπόδει‐ ξις; οὔτε γὰρ ἀνείλομέν τινα, οὔτε χώραν κατελάβομεν, οὔτε καρποὺς ἐδῃώσαμεν· καὶ πόθεν ἐπιβουλῆς κρινόμε‐ θα; Ἡ Λύσις ὁρική· ὅτι οὐ μόνον ταῦτά ἐστιν ἐπιβου‐ λῆς ἔργα, ἀλλὰ καὶ τὸ ξιφήρεις ἐπέρχεσθαι· καὶ ἐρεῖς
15αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Εἶτα θήσεις ἐξ ἀντι‐ θέσεως τὴν ἀντίστασιν. ἀλλ’ ἐπαύσαμεν, φησὶν, ὑμᾶς στασιάζοντας. ΚΑΙ λύσεις μεταλήψει· ἐπαύσαμεν, λέ‐ γεις, τὴν στάσιν, διότι οὐκ ἠδυνήθησαν εἰς πέρας ἀγα‐ γεῖν τὴν ἐγχείρησιν τοῦτο λέγεις· καὶ διότι θᾶττον ἡμεῖς
20ἐπαυσάμεθα τοῦτο ἐρεῖς· καίτοι γε λόγοις ἔδει καὶ συμ‐ βουλαῖς παῦσαι τὴν στάσιν, οὐχὶ τῷ φανῆναι μετὰ τῶν ὅπλων, πρέσβεις πέμποντας, τοὺς αἰτίους ἀναζητοῦντας τῆς ταραχῆς, πείθοντας, συνάγοντας ἐκκλησίαν, καὶ συμβουλεύοντας ὡς δεινὸν ἡ στάσις, ὡς ἀπόλλυσι πόλιν
25διχόνοια, ὁμόνοια διαφυλάττει δῆμον· καὶ παράδειγμα ὅτι καὶ τὰς δημοτικὰς οἰκίας στάσις ἀναιρεῖ, καὶ παντα‐ χοῦ στάσις φθείρει τὰ σύμπαντα. ΕΠΙλόγῳ συμβουλὴν ἔχοντι ὁμονοίας· καὶ ὅτι ἐκ τῆς πείρας οἷόν ἐστι τὸ στασιάζειν ἐγνώκαμεν. καὶ ὅτι μηδεὶς μηκέτι διαφερέσθω
29bisπρός τινα, σπεισώμεθα, δείξωμεν τοῖς ἀστυγείτοσι τὴν
30ὁμόνοιαν, πέμψωμεν, ἐξέλθωμεν, τῆς ὁμονοίας ἀρξώμε‐204

8

.

205

θα, δείξωμεν ὅπως ἀλλήλων φειδόμεθα, μὴ καταπρο‐ δῶμεν τὴν πόλιν, οἱ ἀστυγείτονες ἔδειξαν ὅπως διάκειν‐ ται πρὸς ἡμᾶς, τοὺς καθ’ ἡμῶν καιροὺς ἐπιτηροῦσι· καὶ τὰ τοιαῦτα.
4
5ΜΕΤΑΣΤΑΣΙΣ.
6aΔημοσθένης ἐπέμφθη στεφανώσων Ἀλέξανδρον. εὑρὼν Θήβας
7aκατεσκαμμένας οὐκ ἐστεφάνωσε. καὶ ἐπανελθὼν κρίνεται δημοσίων.
8 Δεινὸς ὁ Δημοσθένης καὶ φιλέλλην ἀεί· τοιαύτην γὰρ καὶ ἐν τοῖς λόγοις τὴν πολιτείαν ὑπὲρ τῶν Ἑλλήνων
10ὡρίσατο· μετέχει δὲ καὶ πάθους ὁ λόγος· πόλις γὰρ ἡ Διονύσου καὶ Ἡρακλέους κειμένη χωρεῖ τὸ πάθος τῷ πλάσματι· διαβάλλει δὲ καὶ λεληθότως Ἀλέξανδρον· οὐ γὰρ ποιεῖται μετὰ παῤῥησίας τὸν λόγον, καὶ τὴν τύχην Ἀλεξάνδρου καὶ τὴν δύναμιν εὐλαβούμενος· καθόλου δὲ
15γνωστέον, ὅτι πᾶσαι αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς διαιροῦν‐ ται κεφαλαίοις, μεταλλαττομένης τῆς ἀντιθέσεως τῆς χαρακτηριζούσης τὴν στάσιν· ἢ γὰρ ὑπὲρ τοῦ παθόντος λέγει πεποιηκέναι, ἢ δείκνυσιν ἕτερον, ἢ ἄξιον εἶναι τὸν παθόντα, ἢ συγγνωμονηκέναι καὶ ἐλεῆσαι. ψυχῆς γὰρ
20πάθος ἐπὶ συγγνώμῃ προτείνεται. παθητικὴν οὖν ποιή‐ σῃ τοῦ πρώτου προοιμίου τὴν ἔννοιαν· ἁπάντων, ὡς ἔοι‐ κεν, ὦ ἄνδρες Ἀθηναῖοι, πειρασθῆναί με τῶν παραδό‐ ξων ἀπέκειτο, πόλιν ἰδεῖν ἐν μέσῃ Βοιωτίᾳ κειμένην. καὶ μετὰ Θήβας οὐκ ἔτ’ οὔσας, ὅτι μὴ στεφανοῦντας Ἀθη‐
25ναίους ἀπέδειξα παρὰ τὴν Καδμείαν Ἀλέξανδρον τοιαύ‐ την ὑπομεῖναι γραφήν· εἰ μὲν γὰρ ἄλλης τινὸς χώρας ἀνῃρημένης πολεμίας ἡμῖν οὐκ ἐπλήρουν τῇ πόλει τὸ σπουδαζόμενον, ἢ βάρβαρον τὸν Μακεδόνα μετὰ τὴν πρᾶξιν ἠτίμαζον, καλῶς ἔδει κατ’ ἐμοῦ τιμωρίας καὶ κρί‐
30σεως· καὶ Δημοσθένης ἡγεῖτο παραπρεςβείας μετὰ τὴν205

8

.

206

ἐπάνοδον εὐθυνόμενος· ἐπειδὴ δὲ τὸ πάθος τὸ κατὰ Θηβαίων ἐκπέπληγμαι, καὶ τηλικαύτην κατὰ τὴν Ἑλλάδα γενομένην οὐκ ἤνεγκα συμφορὰν, ἓν οἶδα τοῦτο κεχω‐ ρισμένως τῇ πόλει, τὸ συναλγῆσαι δόξαι τοῖς δυστυχήμα‐
5σιν· ἵνα μὴ πάθους ἀπανθρώπου κατὰ τὴν Ἑλλάδα γε‐ γενημένου μετὰ τῶν πεπτωκότων ἅπαντες καὶ τὰς Ἀθή‐ νας ὡς ἀπανθρώπους ὀδύρωνται· δεύτερον εἴποις ἂν τοιοῦτον πληκτικὸν καὶ δριμὺ καὶ Δημοσθενικῆς μετέχον βαρύτητος· εἰ οὖν ξένος τις ἦν, καὶ τὴν πόλιν ἠγνό‐
10ουν, πρὸ πάντων ἔμαθον ἂν παρ’ ὑμῶν, πότερον παρ’ Ἀλεξάνδρῳ ἢ παρ’ Ἀθηναίοις τυγχάνει τὸ δικαστήριον· οὕτω παράδοξος ἡ γραφὴ τανῦν. οὐ πρὸς Ἀθηναίων δὲ τὸ γινόμενον· ἐπειδὴ δὲ γεγένημαι παρ’ ἡμῖν, οὐκ ἔστιν προτεῖναι τοῖς δικάζουσι τὴν ἐρώτησιν· ἓν γοῦν
15περὶ τοῦ κατηγόρου μαθεῖν συγχωρήσατε· πότερον ἐθί‐ ζει τὴν πόλιν κολακεύειν Ἀλέξανδρον καὶ τοῖς Ἑλληνι‐ κοῖς ἐντρυφᾷν δυστυχήμασιν, ἢ φρόνημα φυλάττειν τὸ σύνηθες, ὡς Ἀθηναίοις ἀκόλουθον· εἰ μὲν γὰρ ἐξ ἅπαν‐ τος δεῖν Μακεδόσι χαρίζεσθαι, μάτην ἡμᾶς ἑαλωκότων
20ὑμῶν ἐπὶ τὴν κρίσιν συνήγαγεν· εἰ δὲ τὸ προγονικὸν φυ‐ λάττειν ἀξίωμα, τί τηνάλλως ἡμῖν τὴν ἀπὸ τοῦ στε‐ φάνου μετὰ τὰς Θήβας ταύτην ἀδοξίαν οὐκ ἐντεθύμηται· χρηστὸς γὰρ οὗτος ἂν ἦν, καὶ τοὺς προγόνους μιμούμε‐ νος καὶ τοῖς πρεσβεύουσι μετὰ τὴν ἐπάνοδον παρὰ
25τὴν ἀξίαν οὐ λοιδορούμενος· τρίτον εἰ περιπαθέστατον, θαυμάζω μὲν πῶς οὐδέπω Θηβαίων οἱ λειπόμενοι μετὰ τὴν συμφορὰν ἑστίαν τὴν Ἀττικὴν ἐσπουδάκασι· καὶ τὴν τύχην φέρουσι μετριώτερον, Ἀθήνας ἔχοντες τὴν κοινὴν πάντων τῶν ἐκπεπτωκότων παραμυθουμένην τὰ
30δυστυχήματα· οὐ μὴν, ἀλλ’ ἐπειδὴ πρὸς τὴν λειπομένην206

8

.

207

αὐτοῖς τέως βραδύνουσι τὰς οἰκείας ὀδυρόμενοι συμφο‐ ρὰς, καὶ τὴν ὀφειλομένην αὐτοῖς μετὰ τὴν πολιορκίαν οὐχ ὁρῶσιν ὁδὸν, ὑμεῖς γοῦν τῇ περὶ ἐμοῦ ψήφῳ, προ‐ τρέψασθε τοὺς ἀπόλιδας καὶ τὴν ἀπὸ τῆς γραφῆς ταύ‐
5της λοιδορίαν φυλάξασθε. οὐδὲ γὰρ εὔλογον ἀγανακτούν‐ των ἡμῶν παροξῦναι μὲν Θηβαίοις τὰ παραπτώματα, ἀποκλεῖσαι δὲ τοῖς δυςτυχοῦσι τὴν πόλιν, ὡς Ἀλεξάνδρου μετὰ Θηβαίων καὶ τὴν ὑμετέραν [μὴ] λυμηναμένου προαί‐ ρεσιν. Εἴποις δ’ ἂν προοίμιον καὶ οὕτως· οὐκ ἤρκεσεν,
10ὡς ἔοικε, περὶ τὴν Βοιωτίαν δακρῦσαι Θηβαίους, ἀλλ’ ἔτι καὶ περὶ γραφῆς μετὰ ἐπάνοδον ἀγωνίζομαι. Εἰπὲ καὶ οὕτως· θαυμάζω μὲν οὖν πῶς οὐχὶ μετὰ τὴν κατασκα‐ φὴν Ἀλέξανδρος καὶ Δημοσθένην ἐζήτησεν. Εἰπὲ καὶ οὕτως· χάρις μὲν οὖν τοῖς θεοῖς, ὅτι μὴ τῶν φιλιππι‐
15ζόντων τις ῥητόρων ᾑρέθη πρεσβευτὴς πρὸς Ἀλέξανδρον, ἵνα μὴ πεσόντων Θηβαίων τὸν στέφανον Ἀλέξανδρος δέ‐ ξηται, τῇ Βοιωτίᾳ καὶ τοῖς Ἕλλησιν ἅμα σύμπασι λυμη‐ νάμενος. ΤΗΝ κατάστασιν λήψῃ ἀπὸ τῆς γνώμης τῶν Ἀθηναίων· ὅτι βουλόμενοι Ἀλέξανδρον πρᾳότατον καὶ
20φιλανθρωπότατον καταστῆσαι τὸν στέφανον ἐπέμψαν‐ το· ὁ δὲ κατηγορῶν Δημοσθένους ἐρεῖ, ὅτι φοβούμενοι διὰ τὴν πολλὴν δύναμιν καὶ τὴν ἔξωθεν διαβολὴν Ἀλέ‐ ξανδρον τοῦτον τὸν στέφανον ἐπέμψατε, καὶ ὅτι φο‐ βερώτερον νῦν αὐτὸν καὶ χαλεπώτερον κατέστησε μὴ
25στεφανώσας Δημοσθένης· τὴν οὖν κατάστασιν τοῦ Δη‐ μοσθένους ἐργάσῃ τοῦτον τὸν τρόπον· τῆς γὰρ πόλεως τῆς ὑμετέρας, ὦ ἄνδρες δικασταὶ, ῥεπούσης ἀνθρώπων πρὸς τὸ βέλτιστον, καὶ ζητούσης μὲν ἔχειν μετὰ τῶν νό‐ μων ὅ τι περ κάλλιστον, ἀχθομένης δὲ πρὸς ἐπιβουλὰς
30τὰς ἀπὸ τῶν πολεμίων καὶ φόνους, εἶδε μετὰ τῶν ἄλλων
καὶ τοῦτο ὁ δῆμος καλῶς τὸ φίλον τὸν Μακεδόνα γενό‐207

8

.

208

μενον τῇ πόλει ἐπαχθὲς μὲν ἔχειν κατὰ τῶν συμμάχων μηδὲν, ὁμοῦ δὲ πάντας τοὺς Ἕλληνας σώζειν αὐτὸν ὡς Ἡρακλείδην καὶ κήδεσθαι· οὕτω Μακεδονικὰς μὲν ἐβου‐ λεύετο χάριτας, ἐζήτει δὲ τιμὴν τὸν Ἀλέξανδρον ἐπὶ φι‐
5λοτιμίας μετάγουσαν· ἵνα φιλοτιμίαν τὴν παρ’ Ἀθηναί‐ ων αἰδούμενος πρᾷος κατὰ τῶν συμμάχων ὑπάρχῃ καὶ σωφρονέστερος· καὶ στέφανος μὲν Ἀλεξάνδρῳ παρὰ τῆς πόλεως ηὐτρεπίζετο, πρεςβευτὴς δὲ παρ’ ἡμῶν ὁ τῷ δή‐ μῳ μᾶλλον δὲ τοῖς συμμάχοις τὴν τῆς πόλεως κατορθώ‐
10σων προαίρεσιν. Εἶτα ἔπαγε, ὅτι ἐζητεῖτε πρεσβευτὴν εὔνουν καὶ φιλόπολιν· καὶ πλεόνασον ἐν τούτῳ, ἵνα δη‐ μοτικὸς δόξῃ Δημοσθένης διὰ τὸ μὴ τὴν πόλιν ἐστεφα‐ νωκέναι Ἀλέξανδρον· ἢ ὡς κακόνους· οἷον ἐπειδὴ γὰρ ἔδει τοῦτο παρ’ ἡμῶν ὑπάρξαι τοῖς Ἕλλησι, τὸ πρόνοιαν
15ὑπὲρ αὐτῶν ἔχειν τινὰ καὶ κηδεμονίαν Ἀλέξανδρον, ὁ πρὸς τοῦτον τὸν Μακεδόνα μεταποιῶν ἐζητεῖτο ῥήτωρ φιλαθήναιος, ἀλλ’ οὐ προδότης ἢ κατὰ τῆς δημοκρα‐ τίας πολιτευόμενος· εἰκότως· ᾧ γὰρ τὸ πλέον σκοπὸς ζητεῖν, δωρεὰν λαμβάνειν, κἂν ἡ πόλις βλαπτομένη
20μὴ παύηται, τούτῳ πῶς οἷόν τε ἦν κατορθοῦν τῇ πόλει τὸ σπουδαζόμενον, ἐγχειρισθέντι παρ’ ἡμῶν, ὃ κοινῇ πάντες ὑπὲρ τῶν Ἑλλήνων βεβούλευσθε. ἐντεῦθεν οὐ Φρύ‐ νων, οὐ Δημάδης, οὐκ Αἰσχίνης ἐπὶ τῇ πρεσβείᾳ παρ’ ὑμῶν ἀπεστέλλετο· θεᾶσαι γὰρ γνώμην τὴν Ἀττικὴν
25θεασαμένῳ Μακεδονίαν οὐδενὶ τούτων ἐνῆν, ἀλλὰ λό‐ γους μὲν ὑπὲρ ὑμῶν καταναλώσας πολλάκις, τηρήσας δὲ τὴν τῶν προγόνων γνώμην ἐν τοῖς πολιτεύμασι, καὶ πο‐
λεμήσας μὲν Φιλίππῳ τοῖς λόγοις, οὐκ εἴξας δὲ πάλιν208

8

.

209

οὐδ’ ὑποχωρήσας δώροις κατὰ πατρίδος καὶ χάρισιν· ᾧ γὰρ ἐφαίνετο τὸ τῆς πόλεως πανταχοῦ προὐργιαίτερον, τούτῳ πῶς οἷόντε ἦν τοῦ κοινῇ πᾶσι λυσιτελοῦντος ἀ‐ φίστασθαι· οὕτως Δημοσθένης μὲν ἐπὶ τὴν πρεσβείαν,
5Ἀλεξάνδρῳ δὲ στέφανος παρ’ ὑμῶν ἀπεστέλλετο, καὶ τὸ πασῶν ἅμα τῶν τιμῶν παραδοξότερον τῷ Μακεδόνι γέ‐ ρας παρὰ τῶν Ἀθηναίων ἐγίγνετο· τίς οὖν μετὰ τὴν ἐκ‐ κλησίαν ἐγινόμην ἐγώ; ἢ τίς τὸ τῆς πόλεως ἀξίωμα μετὰ τὴν χειροτονίαν δεξάμενος ἐπὶ τὸ προςτεταγμένον ἐσπού‐
10δαζον; ἠπειγόμην, ὁμολογῶ, μετὰ τὸ βουλευτήριον πρὸς Ἀλέξανδρον· ἐφανταζόμην τὴν πρόςοδον, ὠνειροπόλουν τοὺς λόγους, ἤλπιζον πράξειν ἀπὸ τῆς πορείας ὅ τι περ κάλλιστον· ὀνείρατος εὐφροσύνη μετὰ τὴν ἐκκλησίαν ἐῴκει μοι φανερῶς τὸ γιγνόμενον· ὡς γὰρ ἐχωριζόμην
15τοῦ ἄστεος, κατ’ ἐμαυτὸν ἐγιγνόμην τῶν προςτεταγμέ‐ νων ἐχόμενος· ἐσκόπουν τοὺς λόγους· δημηγορίας ἐφρόν‐ τιζον· συμβουλὴν ἐζήτουν τὴν πείθουσαν, ὡς Ἡρακλεί‐ δης ἐστὶν ἐννοῶν, ὡς ἀναγκαίως ζηλώσει τῆς φιλανθρω‐ πίας τὸν πρόγονον, ὡς σπεύσει πάντως τὴν ἀρετὴν ἐκεί‐
20νου μιμήσασθαι· δόξης ἔρως καὶ φιλοτιμίας ὑπερβολὴ τῶν ὁμοίων ἔργων ἐπιβῆναι σπουδάζουσα· εἶτ’ ἐπειδὴ περὶ τὴν Βοιωτίαν αὐτὸν τυγχάνειν ἀκήκοα, ἐμελέτων τοὺς λόγους. Ἀλέξανδρε, λέγων, ἥκω σοι φέρων παρὰ τοῦ δήμου τὸν στέφανον, ὃν οὐδὲ Φίλιππος λαβεῖν παρ’
25Ἀθηναίων πεφιλοτίμηται, ὃν οὐδὲ Ἀμύντας, οὐδὲ ἄλλος τις Μακεδονίας βασιλεὺς, ἀλλ’ οὐδὲ Ξέρξης ἢ Δαρεῖος. καὶ ὅτι ἡ μὲν πόλις εἴθισται στεφανοῦσθαι παρὰ τῶν ἄλλων, αὐτὴ δὲ οὐδένα ἐστεφάνωσεν οὐδὲ πώποτε· ταύτην, ὦ βασιλεῦ, φιλανθρωπίας παρὰ τῆς πόλεως δέχου τὴν ἀ‐
30μοιβὴν, τοῦτο πρὸς τοὺς Ἕλληνας ὑπὲρ ἀρετῆς ἔχε τὸ φιλο‐ τίμημα. ἂν σώσῃς τὰς πόλεις, ἂν μὴ λυμήνῃ τοῖς Ἕλλησι, τά‐
χα που καὶ χαλκῆν εἰκόνα σύμπαντες ἀναστήσουσι. κήδου τοῦ209

8

.

210

γένους· φίλει τὰς πόλεις· ὁρᾷς ὡς Ἀθηναῖοι μετὰ τῆς Πολιάδος προςκυνοῦσι τὸν ἔλεον. ὁρᾷς ὡς οὗτοι βωμὸν ἐπὶ τῆς ἀγορᾶς φιλανθρωπίας ἀναπλάττουσιν. ἡμῶν ἂν μιμήσει τανῦν, Ἀλέξανδρε, τὸ φιλάνθρωπον, τιμηθήσῃ
5παρ’ ἡμῶν ὡς Ἡρακλῆς, ὡς Διόςκοροι. τούτους ἐσκόπουν τοὺς λόγους· τούτους εἰπεῖν πρὸς Ἀλέξανδρον ἔσπευδον. ὡς δὲ τοῦ Κιθαιρῶνος ἔδει λοιπὸν ἐπιβαίνειν μετὰ τὰς Πλαταιὰς, καὶ Δημοσθένην μετὰ τὴν ὁδὸν τὸ Θη‐ βαίων ὄρος ἐδέχετο, καπνὸν ἀπὸ τῆς πόλεως ἐταραττό‐
10μην θεώμενος. εἶτα αὔξησον ὡς δυνατὸν τὸ πάθος τῶν Θηβαίων· καὶ πῦρ ὁρῶν ἀπὸ τῆς πόλεως ἀναπτόμενον σκηπτὸν ἔφην ἀπολωλεκέναι τοὺς Θηβαίους, καὶ πῦρ ἐξ οὐρανοῦ κατὰ τῆς πόλεως ἐνεχθὲν τῇ Βοιωτίᾳ λυμήνα‐ σθαι· θρήνου μετ’ ὀλίγον τοῖς ὄρεσιν ἀντηχήσαντος, καὶ
15πολλῶν ὀδυρμῶν παρεχομένων ἐξαίσιον τεκμαίρεσθαι συμφορὰν, μετεβαλόμην αὖ πάλιν· καὶ σεισμὸν ἐξαίφνης ἐδόκουν κατενηνοχέναι τὴν πόλιν· καὶ ἐπὶ τούτοις ὀδυρο‐ μένῳ τὴν τύχην ἐπὶ τοῦ Κιθαιρῶνος αὐτοῦ Θηβαίων οἱ λειπόμενοι φεύγοντες συνετύγχανον· καὶ τὴν Ἀλεξάνδρου
20ταύτην ὠμότητα κατεμάνθανον· εἶτα ἔκφρασον μετρίως τὸ κακόν. ἀλλ’ οἴμοι τῶν κακῶν· οἷα Θηβῶν τεθέαμαι δράματα, καὶ τὴν Κιθαιρῶνος αὐτοῦ τραγῳδίαν νική‐ σαντα· ἐπένθει τις ἐπὶ Κιθαιρῶνος τὴν σύνοικον. ἄλλος τὸ γένος ἐδάκρυεν· ἕτερος τὸν φίλον ὠδύρετο· ἔφευγεν
25ἀπὸ τοῦ πολέμου γυνὴ, καὶ λαβεῖν προθυμουμένη τὰ φίλτατα ἐπὶ τοὺς πολέμους ὑπέστρεφεν, κατὰ τὴν πρᾶξιν ἀδυνατοῦσα πρὸς τὴν συμφορὰν ἐμερίζετο. ἀλλὰ τίς ἂν ἀρκέσει μοι λόγος κατὰ Θηβαίων ἐκφράσαι τὰ δυςτυχή‐ ματα; μικρὰ τὰ Κιθαιρῶνος πάθη πρὸς τὰς ἐκεῖ νῦν
30παραβαλλόμενα συμφοράς· οὐκ ἂν ἐνέγκοι τις τὴν ὑπερ‐210

8

.

211

βολὴν τῶν νῦν ὄντων κακῶν· ὡς δὲ καὶ Θηβαίων γενέσθαι πλησίον ἐσπούδαζον, φεῦγε, συντυχών μοί τις ἐρεῖ, ἀνήρ‐ πασεν, ἄνθρωπε, τὰς Θήβας Ἀλέξανδρος· οὐκ ἔτι ταύ‐ την ἔχει Βοιωτία τὴν πόλιν· κατεστρέψατο πόλιν ὁ Μα‐
5κεδὼν τὴν θρεψαμένην Διόνυσον· τούτους ἀκούσας τοὺς λόγους τοὺς τῆς πόλεως ἐσκεψάμην ἐπὶ πολὺ λογισμοὺς, καὶ τὴν γνώμην τὴν Ἀλέξανδρον στεφανῶσαι παρασκευ‐ άσασαν· ὡς δὲ λοιπὸν ἔγνων ὑμᾶς οὐκ ἐπὶ ταῖς Ἑλληνι‐ καῖς συμφοραῖς στεφανοῦντας τὸν βάρβαρον, οὐδὲ προ‐
10ξενοῦντας τὰ δυςτυχήματα διὰ τοῦ στεφάνου τοῖς Ἕλλησι, πενθῶν Θηβαίους ὑπέστρεφον· αὕτη τῆς κατηγορίας ὑπόθεσις· τοῦτο τῆς εἰςαγγελίας τὸ γνώρισμα· ἀπολω‐ λότων Θηβαίων, ὦ συκοφάντα, κατηγορεῖς· καὶ γραφὴν ἐπάγεις Θήβας οὐκ ἔτι εἶναι μαθών· αὐτόθεν τὴν λοι‐
15δορίαν κατέβαλες· οὐκ ἴσασιν Ἀθηναῖοι τιμᾷν Ἑλληνικὴν καταστρεψάμενον πόλιν Ἀλέξανδρον· οὐδὲ παντελῶς ἀπο‐ λωλότων Θηβαίων τιμᾷν τὸν αὐτόχειρα τῶν συμμάχων γενόμενον· μετὰ τὴν κατάστασιν θήσεις τὴν προβολὴν, ἥτις ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔστι δὲ αὐτὸ τὸ
20ἀδίκημα. ΑΛΛὰ τί, φησὶν, οὐκ ἐστεφάνους Ἀλέξαν‐ δρον; ΛΥσεις πρῶτον τῇ διανοίᾳ, ὡς ἐν τῇ ἀντιστάσει, εἶτα τῷ μεταστατικῷ, εἶτα τῷ ὅρῳ βιαίῳ ἀπαντήσεις πρὸς τὴν ὑπόθεσιν· ὡς περιβολῆς, ἵνα καὶ ὁ λόγος γορ‐ γότερος γένηται, καὶ χάριν τινὰ λύσις λάβῃ· οἷον ὅτι
25μηδὲ πρεςβεύων οὗτος Ἑλληνικῆς πεπείραμαι συμφορᾶς· μηδὲ τὰς Θήβας ποτὲ πυρπολουμένας παρέδραμον· και‐ ρὸς ἴσος, συκοφάντα, Θηβαίοις τὴν πόλιν καὶ τὴν ἐμὴν σπουδὴν συναπώλεσε, καὶ τῶν ὁρμησάντων ἐπὶ τὴν κοι‐ νὴν ἡγεμονίαν ἀνῃρημένων θρηνῶν οὐκ ἔτι πρόσω βαδί‐
30ζειν δεδύνημαι· εἶτ’ ἐπιχείρησον ἐκ τοῦ ἐναντίου τῆς
διανοίας· εἰ μὲν γὰρ οὐκ ἠβουλόμην πρὸς τὴν χρείαν211

8

.

212

ὑπηρετῆσαι τῇ πόλει, καὶ τιμῆσαι μὲν τῇ χάριτι τὸ μει‐ ράκιον, ἀπαγγεῖλαι τῷ δήμῳ δὲ μετὰ τὴν πρεςβείαν τὸ σπουδαζόμενον, τὰς εὐθύνας αἴτει πονηρίας γραφόμε‐ νος· εἰ δὲ προθύμως ψηφισαμένοις ὑπήκουσα, καὶ μετὰ
5τὴν πρεςβείαν οὐχ ὑπερεθέμην τὸ σπούδασμα, τί Δη‐ μοσθένης ἀδικεῖ, γενέσθαι κρείττων οὐ δεδυνημένος τοῦ πάθους; ἠδίκηκα, λέγεις, ὑποστρέψας παρὰ τὸ ψήφισμα, ἀλλὰ τὴν ἄλλην μου πολιτείαν ὁρῶν σαυτὸν τιμωρῆσαι θρασυνόμενος, ἐπρέσβευσα πολλάκις παρὰ τὸν Φίλιππον·
10ἀλλὰ σωζομένου τοῦ γένους ὑπέστρεφον· πρὸς Θετταλοὺς ὑπηρέτουν τῇ πόλει· ἀλλ’ Ἀθηναίων οἴμοι τῶν δυςτυ‐ χῶν συντελούντων τοῖς Ἕλλησιν, ἂν δὲ τούτων τῶν ἀνῃ‐ ρημένων ὑπομνησθῶ καὶ τῆς παρὰ τὴν Καδμείαν δέξω‐ μαι λογισμὸν, οὐ φέρω τὴν τύχην· πρὸς τὸ πάθος μερί‐
15ζομαι· ποῦ τοίνυν ἐγὼ κακόνους πρὸς τὴν δημοκρατίαν ἐλήλεγμαι; ποῦ δὲ τῶν τοῦ δήμου προςταγμάτων ἠμέλη‐ σα; τὸ μὲν γὰρ πονηρὸν ὄντα τῶν τοῦ δήμου προςτα‐ γμάτων καταμελεῖν ἔχει τινὰ πρὸς τὴν κατηγορίαν ὑπό‐ θεσιν· τὸ δὲ τυγχάνοντα δημοτικὸν ἐξαμαρτεῖν, οὐκ ἔτι
20τοῦ πταίσματος ἀλλὰ τῶν πραγμάτων τὰ ψηφίσματα· στῶμεν γὰρ τὸ πρᾶξαί τι δεξιὸν ἐσπουδάζετο, τῷ δὲ τἀ‐ δίκημα τυγχάνει τῶν καλῶν προυργιαίτερον· ὁποίαν γὰρ ἂν ὁ πράττων γενέσθαι τὴν ἐγχείρησιν βούλοιτο, τοιοῦτον ἀνάγκη παρὰ τοῖς ἄλλοις τὸ γεγενημένον δο‐
25κεῖν. ΜΕτὰ ταῦτα θήσεις τὸ μεταστατικόν· κρίνει τις πρεσβευτὴν ἀφικέσθαι πρὸς ὃν ἐσπούδασεν ὑπὸ τοῦ πο‐ λέμου κεκωλυμένον, καὶ δημοτικὸν εἰςαγγέλλει πολιτευό‐ μενον τυραννικὴν ἐκπεπληγμένον ὠμότητα· οὐ πεπρέσβευ‐ κα φῄς· τί γὰρ αἱ Θῆβαι πεπτώκασι; καὶ δρᾶμα παρ’
30Ἀλεξάνδρου γεγένηται τῶν ἐπὶ σκηνῆς χαλεπώτερον; καὶ
ῥήτορος πρεσβεύοντος Ἀττικοῦ μεγίστη πόλις τῶν παρ’212

8

.

213

Ἕλλησιν ἀνηρπάζετο· εἰ δὲ ὑπὸ τῶν συμφορῶν κεκωλυμέ‐ νος ἠδίκησα· εἶτα ἔπαγε ἐκ παραδειγμάτων κρίνων καὶ στρατηγὸν ὑπὸ τῶν πολεμίων κοπτόμενον, ὅτι τῶν πυ‐ λῶν κεκλεισμένων παρὰ τὴν μάχην εἴσω γενέσθαι τοῦ
5τείχους οὐκ ἴσχυσε· καὶ κυβερνήτην ἐν μέσοις τοῖς κύμασιν ὑπὲρ τοῦ σκάφους ἀγωνιζόμενον, ὅτι ζάλῃ καὶ κύμασιν ἄκων ἀπὸ τῶν λιμένων ἐκβέβληται· εἰ δὲ τούτοις οὐκ εἰς‐ αγγέλλεις τῇ τύχῃ μεμφόμενος, ἄφες καὶ πρεσβευτὴν ἀ‐ νάγκῃ προςτεταγμένον οὐ πράξαντα· εἶτα ἐπιχείρησον
10ἀπὸ τοῦ ἐναντίου· ὅρα γὰρ εἰ τὴν Θηβαίων ἀναμείνας κατασκαφὴν παρελθὼν ἐστεφάνωσα τὸν Ἀλέξανδρον· καὶ καταλαβὼν ἐρήμην τὴν πόλιν τετίμηκα τὸν πολέμιον· οὐκ ἐκρινόμην ἂν τότε παρ’ ὑμῖν δικαιότερον. οὐκ εἰς‐ ηγγελόμην ταῖς Ἑλληνικαῖς ἡδόμενος συμφοραῖς, καὶ δί‐
15κην ἂν ἔδωκα προχειρότερον πάθους Ἑλληνικοῦ τοσούτου καταφρονήσας καὶ δυςτυχήματος· τί δὲ, ὁ νῦν Ἀλεξάν‐ δρου κηδόμενος οὐκ ἂν πρῶτον ἐδημηγόρησεν ἀναστὰς, πόλιν, Δημόσθενες, πόλιν Διονύσου παρεῖδες κειμένην· καὶ Θηβῶν ἀνῃρημένων τῶν ἐνεγκαμένων Διόνυσον οὐκ
20ἐδάκρυσας, ἀλλ’ ἐστεφάνωσας τὸν κοινῇ πᾶσι λυμηνά‐ μενον· οὐκ Ἀθηναῖοι πρῶτον νενομίκασι θεὸν Ἡρακλέα, τὸν παρ’ ἐκείνοις γενόμενον; οὐκ ᾐδέσθης ὁρῶν ὄντα δι’ Ἀλέξανδρον ἄπολιν τὸν Ἀλκμήνης ὄντα ὁμοῦ καὶ Διός· οὐκ ἀκρωτηριαζομένην τὴν Βοιωτίαν ἐστέναξας, ἀλλ’ ἀ‐
25πῆλθες μετὰ τοῦ στεφάνου πρὸς τὸν ἀπάνθρωπον· εἶτα πρόσθες τὰ παραδείγματα· ὅτι καὶ Φωκέων ἀνῃρημένων ἡ πόλις ἐπένθησεν, καὶ Ὀλυνθίων ἀνῃρημένων ἔκλεισεν ἡ πόλις τὰ ἱερά· καὶ τὰ τοιαῦτα πλεῖστα ὄντα· εἶτα ἔπαγε κατὰ ἀκολουθίαν. εἶτ’ ἐπὶ τῷ τῶν Θηβαίων πά‐
30θει στενάξαι τοὺς Ἀθηναίους οὐκ ἤλπισας; ἆρα πεν‐
θήσειν τὴν πόλιν οὐκ ἐνεθυμήθης τοὺς Ἕλληνας; εἶτα213

8

.

214

τοσαύτης καταλαβούσης τοὺς ἅπαντας συμφορᾶς, σὺ τὸν τοῦ γένους πολέμιον στεφανῶσαι τετόλμηκας· οὐ ταῦτα ἦν κατ’ ἐμοῦ μετὰ τὴν πρεσβείαν τὰ ῥήματα· εἶτα πρός‐ θες τὸν βίαιον ὅρον ἔχοντα, ὅτι οὐδὲ παραπρεσβεῦσαί
5ἐστι τοῦτο. οἷον, εἰ μὲν γὰρ τῷ Φιλίππου παιδὶ συν‐ τυχὼν ἕτερόν τι παρὰ τὴν Ἀθηναίων ἐξειργασάμην προ‐ αίρεσιν, καὶ παρὰ τὸ δοκοῦν τι τῇ πόλει κατώρθωσα, καλῶς ταύτην ἂν τὴν προςηγορίαν ἐπετίθης τῷ πλημμε‐ λήματι. εἰ δὲ τὴν ἀρχὴν οὐ τεθέαμαι τὸ μειράκιον, πῶς
10παρεπρέσβευσα; μηδὲν ὅλως ἀπὸ τῶν προςτεταγμένων διαπραξάμενος· εἶτα καὶ κωλοειδῶς ἐνθύμημα ἔπαγε. ᾧ γὰρ τῶν ἔργων οὐδὲ τὴν ἀρχὴν γενέσθαι συμβέβηκε, τούτῳ καὶ τοὔνομα τῶν ἀδικημάτων ἀλλότριον· ὥσπερ γὰρ τοῖς εὐεργέταις ἀπὸ τῶν πραγμάτων τὸ πρόςρημα,
15οὕτω τοῖς μηδὲν ἐνεργήσασιν ἐπιψεύδεσθαι τὴν κατηγο‐ ρίαν οὐ δίκαιον. ΜΕτὰ ταῦτα θήσεις ἀντεγκληματι‐ κὴν ἀντίθεσιν, τὴν ὅτι ἀξίως ταῦτα οἱ Θηβαῖοι πεπόν‐ θασιν. ἔχεις γὰρ ἀπὸ τῆς ἱστορίας, ὅτι τὴν μόραν κατέκοψαν. Ἡ Λύσις ἀπὸ τῆς διανοίας Θηβαίων. ὅτι
20ἐπιθυμήσαντες τῆς ἐλευθερίας τοῦτο πεποιήκασιν· ἡ δὲ διάνοια ἡ Θηβαίων, λέγω δὴ ἡ παροῦσα τῆς ἀντιθέσεως λύσις, ἐπιδέχεται νοήματα καὶ ἀντιστατικὰ καὶ ἀντεγ‐ κληματικὰ καὶ συγγνωμονικά. ἀπαντήσεις δὲ τῆς ἀντι‐ θέσεως οὕτως· καὶ τίς τούτου τοῦ λόγου μετὰ τὴν συμ‐
25φορὰν χαλεπώτερος; ἄξιοι, φῂς, ἀναρπασθῆναι Θηβαῖοι, διότι προεθυμήθησαν τὴν ἐλευθερίαν ἀσπάσασθαι, καὶ λαβεῖν ὠνειροπόλουν οἱ δυστυχεῖς σχῆμα τὸ πάτριον· ὁρᾷς
πῶς τὸ ἀντιστατικὸν ἔχει τὸ νόημα τὸ φάσκειν ὑπὲρ ἑαυ‐214

8

.

215

τῶν πεποιήκασιν; καὶ τὸ τὴν ἐλευθερίαν ἀπολαβεῖν βού‐ λεσθαι; ἐκτείνας οὖν τὸ νόημα ἔπαγε κομματικῶς· οἴ‐ μοι δημοκρατία καὶ νόμοι· παρ’ Ἀθηναίοις ἄνθρωπος ὀνειδίζει Θηβαίοις τὴν συμφοράν· καὶ χαλεπώτερον τὸ
5συμβὰν ἀπεργάζεται μετὰ τὴν τύχην· οὐκ ἐλεῶν, ἀλλὰ τοὺς παθόντας γραφόμενος· ἂν τυραννεῖσθαί τις μὴ θέλῃ, κολάζεται, ἂν δουλεύειν μὴ βούληται μετὰ τοῦ γένους, ἀπόλλυται· πότε Μακεδόσιν ἐδούλευσαν οἱ Ἕλλη‐ νες; πότε Θηβαῖοι τὸν Φίλιππον ὡς δεσπότην ἐκήρυξαν;
10εἶτα τοῦτο αὐτὸ ἐκ τοῦ ἐναντίου εἰπὲ κωλοειδῶς ἐν στρο‐ φῇ· εἰ μὲν γὰρ οὐχ ἅπασιν Ἕλλησι τὸ τυραννεῖσθαι πο‐ λέμιον, ἀλλά τινες αὐτῶν τὸ δεσπότην ἔχειν ἠγάπησαν, κατηγόρει Θηβαίων, ὡς οὐ μιμησαμένων τοὺς συγγενεῖς. εἰ δ’ ἅπαντες Ἕλληνες αὐτονομεῖσθαι σπουδάζουσι, τί
15Θηβαῖοι τὸν Ἀλέξανδρον οἱ δυςτυχεῖς ὡς ἀδικοῦντες πα‐ ρώξυναν, τὴν συνήθη πολιτείαν ζητήσαντες; εἶτα παρα‐ δειγματικῶς τοῦτο εἰπέ· διὰ τοῦτο πρὸς Δαρεῖον ἡμεῖς παρεταξάμεθα. διὰ τοῦτο πρὸς Ξέρξην πεπολεμήκαμεν ἅπαντες Ἕλληνες· καὶ πῦρ τὴν Ἀττικὴν νεμόμενον ἡ‐
20μᾶς ἐφόβησεν. ἱερὰ δὲ θεῶν ἐμπιπράμενα πρὸς τὴν τῶν βαρβάρων τιμωρίαν παρώξυνε, τοῦτο τῆς Ἑλληνικῆς πο‐ λιτείας ἐξαίρετον τὸ πρὸς τὴν ἐλευθερίαν ὁρᾷν· καὶ τὴν αὐτονομίαν ἐξ ἅπαντος ζητεῖν ἔχειν ἀκίνητον· εἶτα καὶ Θηβαίων τοῦτον ἐχόντων τὸν τρόπον, πῶς ἦσαν ἄνθρω‐
25ποι τῶν τοιούτων ἄξιοι συμφορῶν; κατέκοψαν, φῂς, τὴν μόραν. ἀλλὰ Φίλιππος αἴτιος τοῦ ταῦτα τολμῆσαι Θηβαίους· τί γὰρ οὐκ ἐν εἰθισμένῃ πόλει φρουρὰν ἐγ‐ κατέστησε; τί δὲ παρὰ τὴν ἀξίαν ἠνώχλει τοῖς δημοκρα‐ τεῖσθαι σπουδάζουσιν; ἔσχον Ἀθηναῖοι δουλευούσας
30αὐτοῖς πόλεις πολλάκις· ἀλλ’ οὐ στρατιώτας μετὰ τὴν215

8

.

216

ἅλωσιν τοῖς τείχεσιν ἐναπέκλεισαν. ἦρξαν πολὺν χρόνον καὶ Λακεδαιμόνιοι. καὶ πότε τὸν τρόπον τοῖς ὑπηκόοις ἐχρήσαντο, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν· οἷς γὰρ τὸ ζῇν ἐν ἐλευθερίᾳ συνῄδεσαν, τούτοις οὐδὲ παθεῖν τι παρὰ τὴν
5ἀξίαν οὐ συγκεχωρήκασι· πῶς τοίνυν γεγένηται ταῦτα προςηκόντως κατὰ Θηβαίων τὰ δράματα; εἶτα ἔπαγε ἄλλο νόημα μεταληπτικόν· ἀλλ’ εἰ καὶ δίκην ὑποσχεῖν πάντας ἔδει τοὺς πταίσαντας, οὐ ταύτην Ἕλληνας ὄντας ὑπομεῖναι τὴν κόλασιν· ποῦ γὰρ ἀκόλουθον τὸ κατα‐
10σκαφῆναι πόλιν τοῖς ἁμαρτήμασι; ποῦ δὲ τὸ μηκέτ’ εἶ‐ ναι πρὸς μέτρον κατὰ Θηβαίων τετόλμηται; ἤρκεσεν ἀπειλὴ πολλάκις διορθῶσαι τὰ σφάλματα, καὶ κρείττων φόβος παρὰ πολλοῖς πολλάκις τῆς τιμωρίας γεγένηται. εἶτα συγγνωμονικὸν νόημα. ἀλλ’ ὁ δοκῶν παρὰ Μακε‐
15δόσι μόνος σωφρονεῖν Ἀλέξανδρος ἀνθρώπινα καθ’ Ἑλ‐ ληνικῆς οὐ βεβούλευται πόλεως· οὐκ οἶδεν ὡς ἅπας ἄν‐ θρωπος πρὸς τὸ σφάλλεσθαι μᾶλλον ἢ κατορθοῦν ἑτοι‐ μότερος; ἀλλ’ ἐξαίφνης ἐπιδραμὼν τὴν πόλιν ἀνῄρηκεν ὁ λεγόμενος παῖς εἶναι Διὸς, ὁ παιδεύσεως Ἑλληνικῆς
20μετασχὼν, ὁ διδάσκαλον τὸν Σταγειρίτην φιλοτιμούμε‐ νος. καὶ ὅσα ἐγκωμαστικὰ ἀπὸ τῆς Ἀλεξάνδρου ποιότη‐ τος· μετὰ ταῦτα θήσεις στοχαστικὴν ἀντίθεσιν, ἀπὸ τῆς ὕλης καὶ τῆς ποιότητος Ἀλεξάνδρου ἐμπίπτουσαν. ΑΛ‐ Λὰ δέος, φησὶν, μὴ παροξυνθῇ κατὰ Θηβαίων Ἀλέ‐
25ξανδρος. Ἡ λύσις στοχαστικὴ ὁμοίως ἀπὸ τοῦ τρόπου τοῦ Μακεδόνος· ἐρεῖς οὖν· οὐκοῦν λύσει τὰς πρὸς τὴν πόλιν συνθήκας, καὶ καταφρονήσει τῶν θεῶν ἐπιορκή‐ σας· εἶτα, ὅτι σώφρων ἐν τοῖς πράγμασίν ἐστι, καὶ θαυμάζεσθαι παρὰ τοῖς Ἕλλησι βούλεται. καὶ ὅτι τοὺς
30φίλους ἀντὶ φυλακῆς ἡγεῖται· οὐκ ἂν οὐ καταφρονήσει
τῶν Ἀθηναίων. εἶτα ἐρεῖς. ὅτι ἴδε καὶ Φίλιππον δυσχε‐216

8

.

217

ρῶς φέροντα τὴν ἔχθραν τὴν πρὸς Ἀθηναίους. οὐκ ἂν τῶν αὐτοῦ λυσιτελούντων ἀφέξεται. εἶτα ὅτι εἰ καὶ πρὸς τοὺς ἀφανεστέρους τῶν Ἑλλήνων ἔμελλε πολεμεῖν, πολ‐ λῷ πρότερον ἂν περὶ τῆς τοιαύτης ἐβουλεύσατο μάχης,
5ἵνα μὴ δόξῃ πρὸς τοὺς πολεμουμένους εἶναι μικρόψυχος· οὐχ οὕτως ὁ Μακεδὼν εὐήθης ἢ τὸ φρόνημα ταπεινό‐ τερος, ἵνα παρ’ Ἀθηναίων μὴ στεφανούμενος μάχην ἀπειλήσῃ καὶ πόλεμον. οὐ γὰρ τοσοῦτον αἱ πράξεις τὴν εὔκλειαν, ὅσον ὁ λογισμὸς κερδαίνει ἢ εὑρίσκει τὸν ἔπαι‐
10νον· ᾧ γὰρ ἄδοξος ἡ προαίρεσις, τούτῳ πρὸς λοιδορίαν τὰ πράγματα χρησιμώτερα· ᾧ τὴν ἀρχὴν καλῶς περὶ τῶν ἔργων βεβούλευται, τούτῳ καὶ τὸ κατορθοῦν τιμιώ‐ τερον· εἶθ’ ὅτι πολλοὺς ἔχει τοὺς συμβουλεύοντας, οἵ τι‐ νες, κἂν αὐτὸς ἀπορῇ τῶν συμφερόντων, ὑποβάλλουσι τὸ
15χρήσιμον, καθ’ ἡμῶν ἐπαιρόμενον ἐπισχήσουσι τὸ μει‐ ράκιον καὶ τῆς προπετείας μεμψάμενοι τὸν βάρβαρον καθ’ ἡμῶν ἐπιδείξουσιν ἡσυχάζοντα· εἶτα, ὅτι ἐν ἀτιμίᾳ οὐκ ἔχει τὴν πόλιν, ἀλλὰ καὶ τοὺς πρωτεύοντας τῶν Ἑλ‐ λήνων ἐπίσταται. εἰ δὲ τὴν δόξαν τὴν Ἀττικὴν, τὴν ἡμε‐
20τέραν πολλάκις πρὸς τοὺς ἄλλους φιλίαν πεφιλοτίμη‐ ται, καὶ πισταῖς παρ’ ἡμῶν ταύταις συνθήκαις ἡδόμε‐ νος οὐχ αἱρήσεται μετακινῆσαι τὰ δόξαντα· εἶτα ὅτι οὐδὲ συνεμαχήσαμεν Θηβαίοις ἔθος ἔχοντες, ἀμύνειν τοῖς Ἕλλησι· καὶ τοῦτο ἐκ παραδειγμάτων σύστησον.
25Λακεδαιμονίοις ἐβοηθήσαμεν κατὰ Θηβαίων, πάλιν Θη‐ βαίοις κατὰ Λακεδαιμονίων, Ὀλυνθίοις ὑπὸ Φιλίππου
ἀδικουμένοις, Εὐβοεῦσι πρότερον, καὶ τὰ τοιαῦτα. ταύ‐217

8

.

218

την κατὰ τῶν συμμαχησάντων Θηβαίοις τὴν ὀργὴν ἐπι‐ δείξεται· οὐχ ὥπλισαν μετὰ Θηβαίων τὴν δεξιὰν, οὐ‐ κοῦν οὐδὲ κατὰ Θηβαίων· Ἀλέξανδρος κατὰ τῆς μό‐ ρας οὐκ ἐφάνη παρατασσόμενος, οὐκοῦν οὐδὲ πόλεμον
5Μακεδονικὸν ὑποπτεῦσαί με δεῖ· εἰ γὰρ τοὺς ἄρξαντας χειρῶν ἀδίκων ἀμύνασθαι νόμιμον, τοὺς μηδὲν ἄτοπον πράξαντας πολεμῆσαι παράνομον· εἶτα ὅτι ἔξεστι καὶ νῦν αὐτὸν τιμῆσαι, οὐ γὰρ ἡ χάρις ἀπώλετο· καὶ αὔ‐ ξησον αὐτό· ὅτι μᾶλλον δέξεται τὴν τιμὴν ὡς μείζονα ἢ
10τὴν προτέραν· ὅτι οὔτε Θηβαίων ἀνῃρημένων μεταβεβλή‐ σεσθε, ἀλλὰ καὶ δεύτερον ψηφισάμενοι τὴν τιμὴν τὸν στέφανον τῷ Ἀλεξάνδρῳ πεπόμφατε. εἶτα ἔπαγε κωλο‐ ειδῶς· εἰ γὰρ ἁπανταχοῦ βεβαιότερα τῶν φθασάντων τὰ δεύτερα, καὶ κρεῖττον τὸ πολλάκις τιμᾷν τοῦ δοκεῖν ἅπαξ
15χαρίζεσθαι, τὸ καὶ πάλιν ἀποστεῖλαι τῷ Μακεδόνι τὸν στέφανον ἐντιμότερον, ἢ τὸ πρότερον· ὅτι δυςτυχῶς οὕ‐ τως ἀνῃρημένων Θηβαίων πρὸς τὴν Ἀλεξάνδρου τιμὴν ἡ πόλις οὐ μεταβέβληται. ἀλλὰ καὶ μετὰ τὴν συμφορὰν ἐμ‐ μένει τοῖς δόγμασι· καὶ θρηνοῦσα τοὺς συγγενεῖς πρὸς
20τὸ πάθος οὐ μεταβάλλεται· πολλὰ κατ’ αὐτὸν ἀπὸ τοῦ στεφάνου γενήσεται παρὰ τοῖς Μακεδόσι τὰ θαύματα· ὅτι τῶν συμμάχων ἀνηρπασμένων οὐ πολεμοῦμεν, ἀλλὰ στεφανοῦμεν τὸν ταύτην ἡμῖν τὴν λύπην παρασκευάσαν‐ τα· καὶ μισεῖν δέον μετὰ τὰ δράματα τιμῶμεν τὸν τῶν
25ἀνακτόρων Ἑλληνικῶν οὐ φεισάμενον· καὶ πρὸς Φίλιππον πολλάκις ὑπὲρ τῶν ὁμοίων ἀγανακτήσαντες πρὸς Ἀλέξαν‐ δρον τάξιν ὁμοίαν οὐ τετηρήκαμεν· καὶ τὰ τοιαῦτα. ΜΕ‐ τὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους· ἔχουσι δὲ βαθύτητά τε τὴν Δημοσθένους, καὶ λαθραῖον παροξυσμὸν οὐκ ἐκ
30τοῦ φανεροῦ· ὁ γὰρ καιρὸς οὐ συγχωρεῖ, καὶ ἠθοποιΐας218

8

.

219

καὶ παραίτησιν τὴν Δημοσθένους τοῦ πρεσβεῦσαι καὶ δεύτερον· καὶ τὰ τοιαῦτα· ἀλλὰ τί μέλλετε; χειροτονή‐ σατε πρεςβευτὴν πρὸς Ἀλέξανδρον· ζητήσατε τὸν δυνά‐ μενον περιθεῖναι μετὰ Θηβαίους Ἀλεξάνδρῳ τὸν στέ‐
5φανον, τὸ μειράκιον μετὰ Θηβαίους ἐργάσηται· καὶ
χρι Καδμείας ἑλληνικὰς ὀδυρόμεθα συμφο‐ ράς· τούτους Ἀλεξάνδρῳ μετὰ τὸν στέφανον συμβουλευ‐ σάτω τοὺς λόγους· φεῖσαι λοιπὸν τῶν Ἑλλήνων, Ἀλέξαν‐ δρε· μετάστησον λοιπὸν ἐπὶ τὴν ἀσπίδα τὰς φάλαγγας·
10καὶ πρὸς τοῦτο παρασκευάσας ὁμοῦ μετὰ τῶν ὅπλων ἅρπασον· ὁ μέγας μαθέτω βασιλεύς· πολεμούμενός τις παρ’ Ἀθηναίων τῆς Ἑλληνικῆς ἡγεμονείας ἠξίωται· εἶτα βαθέως παροξύνων ἐρεῖς· θάῤῥει ὅτι στρατεύσας ἐπὶ τὴν Ἀσίαν σχήσεις μεμνημένην σου τὴν πόλιν· αὐτή
15σοι φυλάξει τοὺς Ἕλληνας ὑπακούοντας. ἔχει τριήρεις· ἐπὶ τοὺς ἀδικοῦντας στρατεῦσαι δυνήσεται· μεμνημένη τῆς παρ’ Ἀλεξάνδρου εὐεργεσίας ἡ πόλις ἅπαντα Μακε‐ δόσι τὰ κεχαρισμένα διαπράξεται· εἶτα ὅτι ἂν δὲ περὶ τῶν νῦν γεγενημένων ὑπομνησθῇ Δημοσθένους, εἴπατε
20γεγενῆσθαι τὰ σφάλματα· ἠγανακτηκέναι με δι’ Ἀ‐ θηναίους πρὸς αὐτὸν ἀπαγγείλατε· καὶ τὰ τοιαῦτα, ὅσα διὰ τὸ πάθος μάλιστα διασκευάσας δύνασαι παροξύναι τοὺς ἀκούοντας· τοῦτο δὲ φυλάξηται μόνον ὁ βάρβαρος, ἀπὸ τῆς κατασκαφῆς ἐπὶ τοὺς Πέρσας παραιτησάσθω
25δραμεῖν. ἀπὸ τῶν συμφορῶν ἐπὶ Περσικὸν ὀνειροπολῆ‐ σαι κατόρθωμα· πρὸ τοῦ πολέμου τὰς Θήβας ἀναστη‐ σάτω· πρὸ τῶν τροπαίων ἀπόδος ὁλόκληρον τὴν Βοι‐
ωτίαν τοῖς Ἕλλησιν, ἵνα σωζομένου τοῦ γένους Ἡρα‐219

8

.

220

κλῆς ἀγωνιζομένῳ συμπαρατάξηται. θύσωμεν ἐξιόντες πρότερον ἐν Θήβαις θεοῖς τοῖς ἐγχωρίοις καὶ δαίμοσι, ἵνα σπονδῶν ἅμα καὶ κρατήρων ἁψάμενοι μετὰ Θηβαίων ἐπὶ τοὺς Πέρσας ὁρμήσωμεν. ταῦτα πρὸς αὐτὸν ὁ πρεσ‐
5βεύων ἐρεῖ· ταῦτα διδάξει μετὰ τὴν πρεσβείαν Ἀλέξαν‐ δρον. μὴ μέλλετε τοίνυν, μὴ μέλλετε πρὸς τὴν ὑπὲρ ἐμοῦ ψῆφον, ἀλλὰ ψῆφον δικαίαν κυρώσαντες ἐπὶ τὴν πρεσβείαν ὁρμήσατε, ἵνα στεφανωθεὶς παρ’ Ἀθηναίων Ἀλέξανδρος πλείονας μετὰ τῶν Μηδικῶν τροπαίων ἀπο‐
10δῷ στεφάνους τοῖς Ἕλλησι.
10 ΜΕΤΑΣΤΑσις ἄλλη ἀντιθετική· κατὰ πατρὸς μὴ εἶναι δίκην, ἢ τὴν τῆς παρανοίας.
13aἘγράψατό τις τὸν πατέρα τυραννίδος ἐπιθέσεως· οὐ προσήκα‐
14aτο τὴν δίκην ὁ ἄρχων, καὶ ὁ μὲν παῖς ὑπεξῆλθεν, ὁ δὲ πατὴρ ἐτυ‐
15aράννησε. καθαιρεθέντος αὐτοῦ, κρίνεται ὁ ἄρχων δημοσίων.
16 Καθόλου τὰ κεφάλαια τῶν ἀντιθετικῶν ὡς καὶ πρὸ τούτου εἴπομεν, τάδε· ὁρικὸν παραγραφικόν· ἐμπίπτει δὲ τοῦτο, ἐὰν γενικὸν ᾖ τὸ ἔγκλημα· οἷον δημόσιον ἀδίκημα, ἢ ἀσέβεια, ἤ τι τοιοῦτον· εἶτα τὰ ἀπ’ ἀρχῆς
20ἄχρι τέλους, ἅπερ ἐστὶν αὐτὸ τὸ ἔγκλημα. εἶτα τῇ με‐ ταστάσει· εἶτα μεταλήψει μιᾷ, ἢ καὶ δευτέρᾳ· ἔστι δὲ ἡ μετάληψις οὕτως ἀναγκαία· ἐν ταῖς ἀντιθετικαῖς, ὡς ἐν τοῖς στοχασμοῖς πραγμάτων ὄντων τὸ χρῶμα· ἡ δὲ τοῦ ἄρχοντος ποιότης δημοτικὴ καὶ περὶ τοὺς νόμους·
25καὶ τοῦτο δείκνυσιν ἥ τε αἵρεσις καὶ τὸ πραχθέν· ἔστιν
οὖν ἡ κατάστασις τούτου τοῦ προβλήματος ἥδε· ἡ μὲν220

8

.

221

τοῦ ἄρχοντος ἡ τῆς ἀρχῆς αἵρεσις δι’ εὔνοιαν, διὰ φυ‐ λακὴν γεγενημένη τῶν νόμων, ἡ κρίσις τὸ μηδένα μηδὲ πώποτε μέμψασθαι, ὡς παρὰ τοὺς νόμους αὐτοῦ τι δικάσαντος· εἶτα ἡ τοῦ παιδὸς κατὰ τοῦ πατρὸς γραφή·
5καὶ τὸ μὴ δέξασθαι διὰ τὸν νόμον. ἐρεῖς δὲ ταῦτα πλα‐ τύτερον· οἷον ἤρκει μὲν ὁ νόμος κωλύων τὴν πρόσοδον· ἔπειτα δὲ καὶ τὸ πρᾶγμα αὐτὸ, παῖς κατὰ τοῦ πατρὸς τυραννίδος φέρων γραφὴν, καὶ ὡς ἐδόκει ἄπιστον· εἶτα ἐν παραδρομῇ ἡ τυραννὶς, καὶ ἡ τοῦ παιδὸς ἔξοδος, καὶ
10ἡ καθαίρεσις πλατύτερον καὶ πομπική· ὅτι ἐτηρήθησαν οἱ νόμοι, καὶ τὰ τοιαῦτα· ὁρικὰ παραγραφικά· εἶτα ἐν τῇ ἀρχῇ τηρήσαντός μου τοῦτον τὸν τρόπον τοὺς νό‐ μους, ἠδίκησας, φησὶν, δημοσίᾳ τὴν πόλιν· προηγούμε‐ νον γὰρ τοῦτο τῷ ἄρχοντι τὸ κεφάλαιον ἐρεῖς· οὐδέν μου
15τοῦ τῆς πόλεως διαφθείραντος, οὐ νόμον, οὐ δωρεὰν, οὐ χωρίον, οὐ πόλιν. εἶτα πῶς δημοσίᾳ τὴν πόλιν ἠδίκη‐ σα, μηδὲν αὐτὸς ἐνεργήσας, καὶ ὅτι ἄτοπον, οὐδέν με διαπραξάμενον κρίνεσθαι, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὰ ὁρικὰ παραγραφικὰ θήσεις ἀκολούθως τὰ ἀπ’ ἀρχῆς
20ἄχρι τέλους· οἷον, οὐκ ἐδέξω, φησὶ, τὸν παῖδα κομίζον‐ τα τὴν τῆς τυραννίδος γραφήν. Ἡ Λύσις ἐπὶ τὸν νό‐ μον. ὅτι ὁ νόμος αἴτιος, σαφῶς διακελεύων ἄλλην μὴ δέ‐ χεσθαι ἢ τὴν παρανοίας γραφήν· εἶτα τῇ διανοίᾳ, εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκα οὐκ ἐδεχόμην, ἄνθρωπος
25μηδέποτε παρ’ ὑμῶν καταγνωσθεὶς, καὶ ὅσα ἐκ διανοίας, ἔχεις δὲ ἐκ τῶν πρώτων τὴν μέθοδον. εἶτα δέξαι καὶ τὸ καθ’ ὑπόθεσιν· εἰ δὲ ἐδεξάμην, καὶ μὴ ἥλω ὁ πατὴρ οἷα εἰκὸς, οὐκ ἂν παρ’ ὑμῖν ὑπεύθυνος ἐγενόμην τῷ νό‐
μῳ· εἶτα χρῆσαι καὶ τῷ βιαίῳ ὅρῳ· ὅτι τοῦτο μάλιστά221

8

.

222

ἐστι τὸ μὴ ἀδικῆσαι δημοσίᾳ, τὸ φυλάξαι τοὺς νόμους, καὶ τὰ τοιαῦτα. μετὰ ταῦτα θήσεις ἀντίθεσιν πίπτου‐ σαν ἐκ διανοίας τοῦ νόμου. ἀλλ’ ὁ νόμος, φησὶ, περὶ τῶν ἰδιωτικῶν ἐστι γραφῶν, οὐ περὶ τῶν δημοσίων
5κεκυρωμένος, καὶ ἐν μὲν ταῖς ἰδίαις ἄλλην οὐ δίδωσι τοῖς παισὶν ἢ τὴν παρανοίας γραφήν. τὰς μέντοι γε δημο‐ σίας δέχεσθαι τοὺς ἄρχοντας οὐ τετόλμηκεν· ἦ γὰρ ἄ‐ τοπος ἦν ὁ νομοθέτης παντάπασιν ἀπείργων τῶν παίδων τὴν πρόσοδον τὴν περὶ προδοσίας, τὴν περὶ τυραννί‐
10δος, καὶ περὶ τῆς τοῦ δήμου καταλύσεως [ἔχῃ μηνύ‐ ουσα] μὴ συγχωρῶν παριέναι τοῖς παισὶ τὸ δικαστή‐ ριον. Ἡ Λύσις τούτου· ὅτι σαφῶς διηγόρευσεν ὁ νό‐ μος μηδεμίαν ἄλλην δέχεσθαι γραφὴν, ἢ τὴν τῆς παρα‐ νοίας· καὶ ὅτι εἰ τὴν περὶ τῶν δημοσίων δέχεσθαι συν‐
15εχώρει γραφὴν, προςέγραψεν ἂν τῷ νόμῳ τούτῳ· νῦν δὲ μὴ προςγράψας ἑνὶ λόγῳ πᾶσαν ἀπηγόρευσε κατηγο‐ ρίαν εἰςάγεσθαι. καὶ ὅτι εἰκότως· εἰδὼς γὰρ ὅτι πολλαὶ τοῖς παισὶ μικροψυχίαι γίγνονται, καὶ ἐκ τούτου γραφαὶ ψευδεῖς καὶ κατηγορίαι καὶ κίνδυνοι, πᾶσαν μὲν ἐκώλυσε
20κατηγορίαν εἰςάγεσθαι. τὴν δὲ τῆς παρανοίας συν‐ εχώρησεν, ἥ τις πᾶσιν ἦν φανερὰ τοῖς ὁρῶσι, τοῖς δι‐ κάζουσι, τοῖς παρεστῶσιν ἅπασιν. ΜΕτὰ ταῦτα θή‐ σεις τὴν μετάληψιν. ἀλλ’ ἔδει, φησὶ, τῷ δήμῳ ἀνενεγ‐ κεῖν, καὶ λίθον, ὅτι περιττὸν ἦν ὁμολογουμένου τοῦ
25μὴ δεῖν δέχεσθαι, ἀνενεγκεῖν τῷ δήμῳ· ἐπὶ μὲν γὰρ τῶν
ἀμφιβόλων δεῖ τῷ δήμῳ ἀνακοινοῦσθαι, ἐπὶ δὲ τῶν ὁμο‐222

8

.

223

λογουμένον περιττόν· εἶθ’ ὅτι καὶ ἐνόμισα μὴ εἶναι τὴν γραφὴν ἀληθῆ, ἐκ τοῦ ἐμοὶ προσελθεῖν τῷ κωλυομένῳ ἀπὸ τῶν νόμων· εἰ γὰρ ἀληθῶς κατειπεῖν ἠβούλετο, προςῆλθεν ἂν τοῖς δικασταῖς, προςῆλθε τῷ δήμῳ· τί
5γὰρ αὐτὸν ἐκώλυεν; νῦν δὲ ἐκ τοῦ ἐμοὶ προςελθεῖν ἔν‐ δειξιν εἶναι μόνην ὑπενόησα τὴν γραφήν. ΜΕτὰ ταῦτα οἱ ἐπίλογοι· οἱ μὲν κατὰ τοῦ ἄρχοντος καταφρονητικώ‐ τεροι, καὶ κινοῦντες ὑπόνοιαν συνειδότος· οἱ δὲ τοῦ ἄρχοντος ἐπιλογίσαι τὸ ἀπὸ τῆς ἀγαθῆς τύχης τῆς πό‐
10λεως, ὅτι καὶ τοὺς νόμους τηρεῖ, καὶ τοὺς πονηροὺς ἀναιρεῖ.
11
ΑΛΛΗ ΜΕΤΑΣΤΑΣΙΣ.
13aΣτρατηγὸς συλλαβὼν τοὺς νεκροὺς καὶ τοὺς αἰχμαλώτους εἶχεν
14aἐν τῇ νηΐ· χειμῶνος γενομένου, ἀπέβαλεν εἰς τὴν θάλασσαν τοὺς
15aνεκροὺς καὶ κρίνεται δημοσίᾳ.
16 Ἡ τοῦ στρατηγοῦ κατάστασις ἔχει τὸν τῶν πολε‐ μίων φόβον, τὴν ταραχὴν τῶν ἀντιπάλων, τὴν ἀπειλὴν μετὰ αὐξήσεως, εἶτα τὴν ἐκκλησίαν, τὴν παρασκευὴν, τὴν χειροτονίαν τοῦ ἄρχοντος· ἐν ᾗ καὶ ἠθοποιΐαι· ὅ
20τινες πρὸ τῆς ἐκκλησίας βουλόμενοι περὶ τούτων, οὐδένα ἕτερον, ἢ ἐμὲ προὔκριναν, διὰ τὴν εὔνοιαν, διὰ τὸ πο‐ λιτικὸν, διὰ τὸ φιλόπολιν εἶναι πανταχοῦ· τοιγαροῦν αἱ‐ ρεθεὶς στρατηγὸς εὐθὺς ἐπλήρωσα τριηρῶν τὴν θάλατ‐ ταν· ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὰς ναῦς ἦλθον, εἰπὼν πρὸς
25ἐμαυτὸν πάλιν τὸν ἐπινίκιον, οὕτως ἔλυσα τῶν νεῶν τὰ πρυμνήσια· εἶθ’ ὅτι πλεύσας συνέβαλον, ἐνίκησα, μετὰ τῶν τροπαίων αἰχμαλώτους εἶχον· λοιπὸν ἠπειγόμην πρὸς ὑμᾶς συμβαλὼν τοὺς νεκροὺς εἰς τὰ σκάφη. ἔπλεον παιᾶ‐ νας ᾄδων, ἡδόμενος ὅτι καὶ τοὺς νεκροὺς ἔχω καὶ τοὺς
30αἰχμαλώτους δουλεύοντας· εἶτα βαρέως εἴσαγε τοὺς κατὰ223

8

.

224

θάλατταν κινδύνους, μετὰ αὐξήσεως. καὶ ὅτι ἐφ’ ὅσον οἷός τε ἦν ἀντεῖχον. ἐπειδὴ δὲ κρείττων ἦν ὁ χειμὼν καὶ τὸ δεινὸν ὑπερεῖχε καὶ τὸ κλυδώνιον λοιπὸν τὰς τριήρεις ἐκάλυπτεν· ἐν οἷς καὶ ἠθοποιΐας παρὰ τῶν στρατιωτῶν
5καὶ τῶν ναυτῶν, καὶ προτροπὴ πρὸς τὸ ῥῖψαι τοὺς νε‐ κρούς· ὅτι δεινὸς ὁ κίνδυνος, καὶ καταδύνουσι τὰ σκάφη νεκροὶ, καὶ ἂν μὴ τούτους ἐκρίψωμεν, ἅπαντες ἀπολλύ‐ μεθα· εἶθ’ ὅτι ἐξέῤῥιψα· καὶ ἅμα τῷ τοὺς νεκροὺς ἀπο‐ βαλεῖν λέλυτο μὲν τὸ δεινὸν, ἡ σωτηρία δὲ πρόδηλος ἦν.
10εἶθ’ ὅτι κατεπλεύσαμεν ἄγοντες μετὰ τῶν τροπαίων τοὺς πολεμίους δουλεύοντας· καὶ τὰ τοιαῦτα. εἶτα ὁρικὸν πα‐ ραγραφικὸν οὐκ ἐμπίπτει. δῆλον γὰρ ὅτι τὸ ῥῖψαι τοὺς νεκροὺς ἀδίκημα κοινόν ἐστιν. ἥξεις οὖν ἐπὶ τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, ἅπερ ἐστὶ τὸ ἔγκλημα. Ἀλλ’ ἐκβέβλη‐
15κας, φησὶ, τῶν νεκρῶν τὰ σώματα. ΛΥσεις τῇ μετα‐ στάσει· ὅτι ἐκβέβληκα· ἀλλ’ εἰπὲ, πῶς· πρόςθες τὴν ἀνάγκην· εἰπὲ τὸ δεινόν· ἀποβέβληκα τοὺς νεκροὺς τοῦ κύματος τὴν ὁλκάδα καλύπτοντος· ἐκβέβληκα μὴ δυνάμε‐ νος ἀντισχεῖν ἔτι πρὸς τὸ κλυδώνιον. εἶτα ἔκφρασον τὸν χει‐
20μῶνα, μὴ ὑπτίως, ἀλλ’ ἀγωνικῶς. πῆ μὲν τοῦ κύματος ὑπερέχοντος· πῆ δὲ τῆς ἄλλης θαλάσσης ἀντιφιλοτιμου‐ μένης τοῖς ὄρεσι καὶ δεινόν μοι ἀντηχούσης ὡς ἀληθῶς, καὶ τοῖς ἐξ οὐρανοῦ παραπλησίως, στρεφομένης δὲ τῆς θαλάσ‐ σης αὐτοῖς ὅλοις πελάγεσι, ταῦτα ὁρῶν, ταῦτα θεώμενος,
25τῷ κρατοῦντι ὑπήκουσα, καὶ πρὸς τὸν καιρὸν ἡρμοσάμην
τοῖς ὅλοις. εἶτα πρόσχες τὰ ἐκ τῆς διανοίας· τοῦτο224

8

.

225

δὲ στοχαστικόν ἐστι τὸ ἐπιχείρημα· οἷον εἰ γὰρ μὴ βε‐ βιασμένος ὡς ἀληθῶς ἐπὶ ταύτην ἐληλύθειν ἐγὼ τὴν ἐπιχείρησιν, τίνος ἕνεκεν ταύτην ἐγὼ τὴν πρᾶξιν ὑπέμε‐ νον, τίνος ἕνεκα τοὺς νεκροὺς ἠφίειν ἐν μέσῳ τῷ κλύδω‐
5νι; εἰ μὲν μνησικακῶν, ὡς ἠδικημένος, εἰπάτω τις παρελ‐ θὼν, γραψάσθω, τί δεινὸν παρὰ τῶν κειμένων ὑπέμει‐ να· εἰ δ’ ἄλλως πονηρὸς ὢν, τοῦτο μὲν οὐκ ἔτι λόγων χρῄ‐ ζει μακρῶν· τὴν γὰρ ἡμετέραν προαίρεσιν αἱ πρὸ τού‐ του πράξεις ἐλέγχουσιν. εὑρήσεις δὲ πλεῖστα νοήματα
10στοχαστικὰ ἀπὸ τῆς διανοίας· πῆ μὲν τὸ κατ’ εἶδος λαμ‐ βάνων ἐν τῷ λέγειν ἤδη, τί ἠδίκησά ποτε; τί κατὰ τῆς πόλεως ἐβουλευσάμην; ἢ τίνα πρᾶξιν ὡς πονηρὸς ὑπέμει‐ να; πῆ δὲ ἐκ τοῦ χρόνου, ἢ πρὸ τῆς στρατηγίας, ἢ ἐν αὐτῇ τῇ ἀρχῇ, ἢ μετὰ τὴν νίκην· εἰ δὲ πανταχόθεν δῆ‐
15λός εἰμι φρονῶν τὰ ὑμέτερα, τὰ τῆς πόλεως μᾶλλον αἱ‐ ρούμενος, πῶς ἢ πόθεν ἐγὼ δημοσίᾳ τὴν πόλιν ἠδίκησα; εἶτα ἔπαγε πρὸς τὴν λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὸν καλούμενον βίαιον ὅρον· ὅτι τὸ ῥῖψαι τοὺς νε‐ κροὺς, καὶ τοῦτο αὐτὸ μάλιστα οὐκ ἔστι δημόσιον ἀδί‐
20κημα· ἡ δὲ τούτου κατασκευὴ παρὰ τῷ Μητροφάνει. Μετὰ ταῦτα θήσεις τὸ μεταληπτικὸν, ἀλλ’ ἔδει, φησὶν, ἐπιμεῖναι μέχρι παντὸς καὶ συναπολέσθαι εἰ δέοι τοῖς σώμασιν. Ἡ Λύσις τῇ εἰς ἄτοπον ἀπαγωγῇ, ὅτι ἄτο‐ πον καὶ οὐδὲν ἐκ τούτου ὄφελος ἡμῖν εὑρίσκετο, εἰ μήτε
25τὸν στρατιώτην ἔχομεν τὸν σωζόμενον, μήτε τοὺς αἰχμα‐ λώτους· εἶθ’ ὅτι καὶ βλαβῆναι μᾶλλον ἦν· πόθεν γὰρ ἔτι δεῖξαι τὴν νίκην εἴχομεν, ἢ πόθεν τὸ τρόπαιον; εἶθ’ ὅτι εἰ τοῦτο ἐποίησα, ὑπὲρ αὐτῶν ἂν ἐποίησα τῶν νε‐ κρῶν· εἰ γὰρ ἔδει αὐτοὺς εὔξασθαί τι παθεῖν ἡμᾶς, τί
30ἕτερον ἂν ἢ τοῦτο παθεῖν ἐζήτησαν ἀπολέσθαι πάντας
ἡμᾶς, καὶ τοὺς ἑαυτῶν αἰχμαλώτους, ἵνα ἡμεῖς μετὰ τῆς225

8

.

226

συμφορᾶς μηδὲ πῶς νενικήκαμεν τοὺς πολεμίους δεῖξαι ἔχωμεν, καὶ ὅσα τοιαῦτα. ὅπλα πολλὰ ἐρεῖς, εἰ θεατρι‐ κῶς πομπεύειν θελήσειας, εὐτύχημα τοῦτο τῆς πόλεως, τὸ μηδὲ χειροτονῆσαι στρατηγόν· ἵνα μὴ τοιοῦτόν τι
5βουλευσάμενος ἀφανίσῃς τὴν φιλοτιμίαν τοῦ κατορθώ‐ ματος. ΠΑλιν ἔδει συναπολέσθαι, λέγει τις, καὶ δυνά‐ μενον σώζεσθαι κινδυνεύειν ἔδει. μετὰ τὴν μετάλη‐ ψιν ἄλλην θήσεις μετάληψιν. ἀλλ’ ἔδει, φησὶ, ῥῖψαι τοὺς αἰχμαλώτους· προτιμότεροι γὰρ οἱ νεκροὶ, πολῖται
10τυγχάνοντες, καὶ ὑπὲρ ἡμῶν ἀπολλύμενοι. Ἡ ΛΥσις συγκριτική· ὅτι χρησιμώτεροι μᾶλλον ἦσαν οἱ αἰχμάλω‐ τοι καὶ ζῶντες τῶν νεκρῶν, πρῶτον μὲν τοῖς σώμασι τὰς ὁλκάδας βαρύνοντες, εἶθ’ ὅτι στενοχωροῦντες δὲ μετὰ τοῦ χειμῶνος τοὺς ζῶντας· καὶ ὅτι βαρύτατα
15τυγχάνοντα τοῖς νεκροῖς τὰ σώματα καταδύνει τὰς ναῦς. καὶ ὅτι εἰώθασι τοῖς νεκροὺς σώζουσιν ἐπακολουθεῖν δαίμονες· καὶ μάλιστα πάντων λόγος ἐστὶ τὸ μηδαμῶς ἀπευθύνεσθαι πλοῦν σώματος διακομιζομένου νεκροῦ· εἶτα τοσούτων τῶν ἐλαττωμάτων ὄντων, λέγει τις προ‐
20τιμοτέρους τοὺς νεκροὺς, καὶ τὰ τοιαῦτα. ΕΠίλογος· ὁ μὲν τοῦ στρατηγοῦ τοιοῦτος· ἀλλὰ μέχρι τίνος ἐνταῦθα βραδύνομεν; ἐπὶ τὴν θάλατταν πάλιν ὁρμήσωμεν· δότω μοί τις τὰς ναῦς· ἐπιπλεῦσαί μοι δεῖ, τὰς ἀκτὰς, τοὺς λιμένας, τὰ παρὰ τὴν θάλατταν ἅπαντα, ἤδη ζητήσω
25τὰ σώματα, ἐκβέβληκε ταῦτα πάντως ἡ θάλαττα. ἐντεῦ‐ θεν ἀναλήψομαι, πάντα κομιῶ καὶ τοὺς νεκροὺς ὥσπερ καὶ τοὺς αἰχμαλώτους τῇ πόλει. τηρήσω τοῖς τάφοις τὰ σώματα· ἂν δὲ ταῦτα κομίσω, αὐτὸς ἐγὼ τὸν τάφον, αὐτὸς ἐπὶ τῶν χοῶν καταστήσομαι, αὐτὸς τὰ νομιζόμε‐
30να πληρώσω. ποῦ μοι πάντες οἱ γέροντες; ποῦ παῖδες;226

8

.

227

ποῦ γυναῖκες; ἄνδρες πάντες οἱ συγγενεῖς τῶν τελευτών‐ των, ἑστήκατε, τοὺς αἰγιαλοὺς ἐξορμήσομεν· τὴν θάλατ‐ ταν καθάπερ τοὺς πολεμίους νικήσωμεν. ἐβιάσατο τῶν νέων λαβεῖν διὰ τοῦ χειμῶνος τὰ σώματα. ἀλλὰ μεῖναι
5παρ’ αὐτῇ ταῦτα μὴ συγχωρήσωμεν. καὶ ὅσα τοιαῦτα· εἶτα καὶ ἐπαγγελίαν, ὅτι ἐὰν στρατευσώμεθά που, τηρή‐ σω μέχρι παντὸς τοὺς νεκροὺς, ἄξω, φυλάξω τῇ πόλει, κινδυνεύσω κἂν ἀπολέσθαι δέοι. καὶ ὅσα τοιαῦτα. ὁ δὲ τοῦ κατηγόρου προτρεπτικὸς μὲν καὶ αὐτὸς ἐπὶ τὸ ζητῆ‐
10σαι τὰ πράγματα ὁμοίως. ἐρεῖς δὲ κἀκεῖνα. ἂν δὲ μὴ εὑρήσω, στρατηγὲ, τὰ σώματα, ἕνα τούτων, ὦ στρατηγὲ, τάφον κατασκευάσωμεν, πολυάνδριον γενέσθαι τοῖς τε‐ λευτήσασι· μέγας ὁ τάφος, καὶ φιλοτιμίας πεπληρωμέ‐ νος· ἀντὶ δὲ τῆς ὁσίας αὐτὸς ἐπὶ τοῦ τάφου παράταξιν
15ἡμῖν τὴν τούτου διήγησαι. εἰπὲ πῶς πεπτώκασιν, εἶτα τούτοις ἐπεξελθὼν τοῖς νοήμασι κατὰ μέρος πρόσθες· ὅτι παραμύθησαι τοὺς παρόντας, παῖδας, γυναῖκας, καὶ ὅσα τοιαῦτα νοήματα ἁρμόττοντα εἶπεν ὁ Θουκυδίδης. ΕΙΤΑ κατακλείσεις τὸν ἐπίλογον εἰς συμβουλὴν στρα‐
20τηγοῦ· ὅτι καὶ ἐὰν ἀλλοτέ ποτε, ὅπερ μή τις θεὸς συγ‐ χωρήσειε, πόλεμος, ἢ καὶ νεκροὺς ἕλῃς ἐπὶ τῆς μάχης πεπτωκότας, τήρησον τούτους μέχρι τῶν τάφων.
22
ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΗ.
24aἈποκήρυκτον εὑρών τις ἐν συμποσίῳ κωμάζοντα ἔπληξεν· καὶ
25aκρίνεται ὕβρεως.
26 Τινὲς ἀσύστατον τοῦτο τὸ πλάσμα νομίζουσι, διό‐ τι ἀποκήρυκτός ἐστιν· οὐ συνίσταται γὰρ ἐπὶ τοῖς ἀτί‐ μοις ἡ κρίσις. ἀλλ’ ὁ ἀποκήρυκτος ἄτιμός ἐστι παρὰ
τῷ πατρὶ, οὐ παρὰ τῇ πόλει. ἡ αὐτὴ δὲ καὶ τῶν ἐγκλη‐227

8

.

228

μάτων ἐστὶ διαίρεσις ἡ περὶ τῆς ἀντιστάσεως καὶ μετα‐ στάσεως· ἔχει οὖν ἡ κατάστασις τὴν ἀποκήρυξιν μετὰ τῆς αἰτίας· ὅτι δεινὰ ποιοῦντος αὐτοῦ καὶ παράνομα τὸ μὲν πρῶτον συμβουλεύων ὁ πατὴρ οὐκ ἔπειθεν· εἶτα
5ἠπείλησε καὶ οὐδὲν ὤνησεν. εἶθ’ ὅτι νομίσας αὐτὸν σω‐ φρονίζειν ἀπεκήρυξεν· μετὰ ταῦτα ἐρεῖς, ὅτι συνέβη εὑρεθῆναι ἐν συμποσίῳ οἷα εἰκός· εἶτα ὅτι οὐδ’ ἐκεῖ παρ‐ όντων πάντων ἐκαρτέρησεν, ἀλλὰ δημοσιεύειν τὴν ἑαυτοῦ κακίαν ἐτόλμησεν· εἶτα τοῦ κώμου αὔξησις καὶ διατύ‐
10πωσις, καὶ ἐν καθαιρέσει ἐπιτίμησις ἡ τῶν πληγῶν. μὴ ἁπλῶς δὲ ἔλθῃς ἐπὶ τὰς πληγὰς, ἀλλ’ ὅτι κατὰ ἀκολου‐ θίαν ὧν ἔπραξεν ὁ πατὴρ κἀγὼ συνεβούλευσα, ἠπείλησα, μὴ δειδόμενον ἔπληξα. ἐπὶ τούτοις ἡ κρίσις. ἐπὶ τούτοις τὸ δικαστήριον. ΜΕΤὰ τὴν κατάστασιν ὁρικὰ παρα‐
15γραφικὰ οὐκ ἐκπίπτει· ἥξειεν οὖν εὐθὺς ἐπὶ τὸ ἔγκλη‐ μα· ἐτύπτησας γὰρ, φησὶν, ἐπὶ τῆς ἑστίας κωμάζοντα. ΛΥσεις τῷ ἀντεγκλήματι· οἷον ἄξιος ἦν μὴ σωφρονῶν, μηδὲ τὴν πρώτην αὐτοῦ προαίρεσιν διορθούμενος, ἀλλ’ ἐπιμένων τοῖς αὐτοῖς τολμήμασι, καὶ μὴ σωφρονισθεὶς
20τῇ ἀποκηρύξει, καὶ μὴ ζητῶν πῶς ἂν τὸν πατέρα χρη‐ στῷ καὶ σεμνοτέρῳ βίῳ ἑλεῖν δυνηθῇ, ἀλλὰ δεινότερα τοῖς ἐπὶ τῆς ἑστίας καὶ χαλεπώτερα. εἶτα διανοίᾳ. δῆλον δὲ ὡς ἄξιον ὄντα τῆς τοιαύτης ἐπιτιμήσεως ἔπληξα τῷ μήτε ἐχθρὸς εἶναι, μήτε ἔχειν πρὸς αὐτόν τινος δια‐
25φορᾶς ὑπόθεσιν. καὶ ὅτι δεῖ ὁρᾷν τῆς πράξεως τὴν διά‐ νοιαν, καὶ μὴ ἀπροςδιορίστως ὁρμᾷν ἐπὶ τὰς πράξεις, καὶ τὰ τοιαῦτα· εἶτα τῷ βιαίῳ ὅρῳ. ὅτι αὐτὸ τοῦτο μάλιστα οὐκ ἔστιν ὕβρις τὸ ἀπὸ τῆς τοιαύτης διανοίας
γιγνόμενον τὸ ἐπὶ τοῖς κρείττοσιν ἐπιτηδεύμασι πραχθῆ‐228

8

.

229

ναι καὶ τὰ τοιαῦτα. ΜΕΤαλήψει· ἐπιπλῆξαι ἔδει. Ἡ Λύσις. ὅτι ἐπιπλήξας οὐδὲν ὤνησα, οὐδὲ ἔπαυσα. καὶ δῆλόν ἐστιν ὅτι οὐδὲ δυνατὸν ἦν τι ὠφελῆσαι. ὅπου οὐδὲ ὁ πατήρ τι ὠφέλησεν ἐπιπλήττων. καὶ δῆλον τοῦτο ἐκ
5τῆς ἀποκηρύξεως. οὐ γάρ ἐστιν εἰπεῖν, ὅτι ἐπὶ πρώτην ὥρμησεν ὁ πατὴρ τὴν ἀποκήρυξιν. ἀλλὰ δῆλον ἐπὶ λό‐ γους, ἐπὶ συμβουλὴν ἦλθεν, ἐπὶ ἐπίπληξιν, καὶ τὰ τοι‐ αῦτα. ταῦτα ἐννοῶν, ταῦτα σκοπῶν, ὅτι οὐδὲν ἕτερον αὐτὸν ἢ τοῦτο σωφρονίζει, ἦλθον ἐπὶ τὰς πληγάς. ΕΠί‐
10λογος, ὁ μὲν τοῦ κατηγόρου καταφορικὸς μετὰ τοῦ καὶ πάθος ἔχειν καὶ κινεῖν ὑπὲρ τοῦ ἀποκηρύκτου, καὶ δια‐ τύπωσιν ἔχων τῶν ἐν τῷ συμποσίῳ γενομένων κακῶν καὶ τῶν λόγων κατέμφασιν καὶ προτροπὴν ἐπὶ τιμωρίαν καὶ παροξυσμόν. ὅτι οὐδὲ ἀποκήρυκτος ὢν ἡσυχάζει, ἀλ‐
15λὰ πολυπραγμονεῖ τὴν πόλιν, τὰ δικαστήρια, καὶ τὰ τοιαῦτα.
16
ΑΛΛΟ ΚΑΤΕΓΚΛΗΜΑ.
18aΝόμος τῆς μοιχευθείσης τὴν προῖκα εἶναι τοῦ ἀνδρός· προς‐
19aέπεμψέ τις τῇ ἑαυτοῦ γυναικὶ ὡς ἀλλότριος· ἐλθοῦσαν ἐγράψατο
20aμοιχείας ὁ ἀνὴρ, εἷλε, κατέσχε τὴν προῖκα. ὁ πατὴρ ἑτέραν ἐπιδέ‐
21aδωκε καὶ τῷ αὐτῷ συνῴκισε. πάλιν ὡς ἀλλότριος μετεπέμψατο
22aτὴν ἑαυτοῦ γυναῖκα. ὑπήκουσεν ἐκείνη. καταλαβὼν οὖν ὁ πατὴρ
23aτῆς γυναικὸς ἀμφοτέρους ἀπέκτεινε, καὶ κρίνεται φόνου.
24Τὸ ἔγκλημα, ὅτι ἦσαν οὕτω βιοῦντες· ὅτι γὰρ πα‐
25θητικώτερον τὸ πλάσμα τυγχάνει, παντί τῳ πρόδηλον. Ἡ Κατάστασις τοῦ πατρὸς ἔχει τὸν γάμον, τὴν παιδο‐ ποιΐαν, τὴν ἀνατροφὴν, τὴν φιλοπαιδίαν, τοῦ γάμου ὥρας γενομένης τῆς παιδὸς ἐπιζητῆσαι ἄνδρα ὡς οἷόν τε βέλ‐
τιστον, τὸ δοῦναι προῖκα μείζονα, ἢ καθ’ ἑαυτόν. εἶτα229

8

.

230

μετὰ πάθους τὸ βουλεύσασθαι τοιαῦτα τὸν ἄνδρα, καὶ αὐτὸν ἑαυτοῦ διαφθεῖραι τὴν σύνοικον, καὶ ὅτι ἡ παῖς εἴτε φύσει διαφθαρεῖσα, εἴτε ἰδίᾳ, ὅτι πρὸς τὸν ἄνδρα ἄπεισιν, ἄδηλον γὰρ, ἀπελθοῦσα κατὰ τὸν νόμον ἀπώ‐
5λεσε τὴν προῖκα, ἐγὼ ἐπέδωκα δευτέραν, τῷ αὐτῷ συνῴ‐ κισα, νομίσας ὅτι ἐπισχήσει καὶ αὐτὸς τοῦ τοιοῦτόν τι ποιεῖν, καὶ αὐτὴ τοῦ ἀπατᾶσθαι· ἐχέτω γάρ τι ἡ κατάστασις ἐγκατάσκευον· εἶτα ὅτι πάλιν τῷ αὐτῷ τρό‐ πῳ ἐζήτησεν ὁ ἀνὴρ τὴν προῖκα τῆς γυναικὸς λαβεῖν,
10αἰσχρῶς καὶ ἀναξίως αὐτοῦ, καὶ πάλιν μετεπέμψατο τὴν γυναῖκα ὡς μοιχὸς, καὶ ὅτι εὑρὼν ἐγὼ ἀμφότερα τὰ σώ‐ ματα ἀπέκτεινα, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν κατάστα‐ σιν ὁρικὰ παραγραφικὰ οὐκ ἐμπεσεῖται, ἀλλὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἅπερ ἔχει τὸ ἔγκλημα. ἈΛλ’ ἀπ‐
15έκτεινας, φησὶ, συνοικοῦσαν μετ’ αὐτοῦ. Ἡ ΛΥσις τῷ ἀντεγκλήματι, ὅτι ἄξιοι ἦσαν οὕτω βιοῦντες αἰ‐ σχρῶς καὶ παρὰ τοὺς νόμους. ἡ μὲν ὡς ἑταίρα, ὁ δὲ ὡς μοιχός. καὶ ὅτι ἀμφότεροι ἀλλήλοις οὕτω προςῄεσαν, καὶ ὅτι οὐκ ἤρκεσεν ἅπαξ τοῦτο ποιῆσαι, ἀλλὰ καὶ δεύ‐
20τερον καὶ πολλάκις. καὶ ὅτι πολλαὶ ἦσαν κατ’ αὐτῶν περὶ τὴν πόλιν διαβολαί· καὶ ὅτι δακτυλοδεικτούμενος διῆγον, ὀνειδιζόμενος, παρὰ τῶν ἐχθρῶν γελώμενος. οὕ‐ τω μὴ φέρων τὴν ὕβριν, μὴ φέρων τὸν ἐκείνων βίον, ἄξια θανάτου νομίζων εἶναι τὰ δρώμενα, ἦλθον ἐπὶ
25τὴν σφαγὴν, ἄκων μὲν, ἀλλ’ ὑπὸ τῆς ἀξίας βιαζόμενος, καὶ τὰ τοιαῦτα. Εἶτα τῇ διανοίᾳ, καὶ δῆλον ἐξ ὧν πρὸ τούτου φιλόπαις ἦν καὶ φιλόστοργος, καὶ πρὸς τὴν παῖ‐ δα χρηστὸς, ἐπιδοὺς ἐν ὥρᾳ τοῦ γάμου, προῖκα χαρι‐ ζόμενος τὴν συνήκουσαν, καὶ οὐχ ἅπαξ τοῦτο ποιῶν, ἀλ‐
30λὰ καὶ δεύτερον. καὶ ὅτι ποίᾳ διανοίᾳ ἀνῄρηκε, βουλό‐230

8

.

231

μενος τὴν περὶ αὐτῶν διαλῦσαι διαβολὴν, καὶ ὅσα τοι‐ αῦτα· εἶτα τῷ βιαίῳ ὅρῳ, ὅν τινες ἐπὶ τοῖς τοιούτοις οὐ τιθέασιν. οὐ γάρ ἐστι, φησὶν, εἰπεῖν, ὅτι τούτῳ οὐκ ἔστι φθόνος. ἐρεῖς οὖν ὅτι τὸ γεγενημένον ὡς ἀληθῶς
5ἐστι τῶν δυστυχημάτων ἀπαλλαγὴ, καὶ τῆς ἐπὶ τῇ μοι‐ χείᾳ διαβολῆς, καὶ τῶν τοιούτων. ΜΕτὰ ταῦτα ἐμ‐ πεσεῖται στοχαστικὴ ἀντίθεσις, ἥν τινα ὁ τοῦ πατρὸς κα‐ τηγορῶν διασπείρει πανταχοῦ, καὶ ἐν τῇ καταστάσει, καὶ ἐν τοῖς ἀγῶσιν, καὶ διόλου τοῦ λόγου. οἷον, ἀλλὰ βου‐
10λόμενοι, φησὶ, χρήματα παρὰ σοῦ λαμβάνειν τοῦτο ποι‐ εῖν ἐπεχείρησαν. ἔχεις γὰρ ἐκ τῆς περιστάσεως ὅτι καὶ ἅπαξ καὶ δεύτερον προῖκα ἐπέδωκεν ὁ πατήρ. ΛΥσεις οὖν μεταληπτικῶς, ὅτι ἔδει μὴ κατηγορῆσαι τὸν ἄνδρα, ἀλλὰ προςελθόντα αἰτεῖν. μηδὲ συνάπτειν τῷ πλούτῳ
15τὴν συμφορὰν, μηδὲ δικαστήριον συγκροτεῖν καὶ καλεῖν μοιχάδα τὴν σύνοικον, καὶ διαβολὴν τοιαύτην κατασπεῖ‐ ραι περὶ τὴν πόλιν· εἶτα ὅτι ἔδει μηδὲ καταγνῶναι τοὺς δικαστὰς, μηδὲ ψῆφον ἐνέγκαι τοιαύτην· καὶ κα‐ θόλου πᾶσα ἡ λύσις ἐκ τούτων σχήσει τὰ ἐπιχειρήματα.
20ΜΕτὰ ταῦτα ἐμπεσεῖται ἡ μετάληψις. ἔδει τῷ δήμῳ πε‐ ρὶ αὐτῶν ἀνακοινώσασθαι. Ἡ ΛΥσις ἐκ τῶν ἤδη πρα‐ χθέντων ἐστὶ τῆς κατηγορίας, λέγω τῆς τοῦ ἀνδρὸς, καὶ τῆς ψήφου τῶν δικαστῶν. οἷον ἅπαξ ἐνεγκόντων περὶ αὐτῶν ψῆφον τῶν δικαστῶν, ἔδει πάλιν κατηγορεῖν. οὐ
25γὰρ ἤρκει τὸ πρότερον δικαστήριον. καὶ γὰρ οἱ δικασταὶ τὰ κατ’ αὐτοὺς διεγνώκεσαν. εἶτα ὅτι τίνος ἕνεκα ἀνε‐ κοινούμην τῷ δήμῳ. εἰ μὲν ἵνα καταγνῶ καὶ αὐτὸς, ἤδη κατέγνωκεν. εἰ δ’ ἵνα ἀνέλῃ, τοῦτο πεποίηκεν. εἴτε καὶ αἰσχρὸν ἦν ἀεὶ κατηγορεῖσθαι αὐτοὺς, καὶ διαβάλ‐
30λεσθαι καὶ συνοικεῖν, καὶ ὥσπερ πορνείᾳ χρῆσθαι τῷ
βίῳ, συνοικοῦντας ἀλλήλοις, καὶ ὑπονοοῦντας τὴν συν‐231

8

.

232

οίκησιν· καὶ τοῦ μὲν, ὡς μοιχοῦ συντυγχάνοντος· τῆς δὲ, ὡς ἑταίρας ἀναπαυομένης, ταῦτα πάλιν ἔδει τῷ δή‐ μῳ λέγειν, ταῦτα ἀναφέρειν τοῖς δικασταῖς· καί τίς ἂν ἔτι ὑμῶν τῶν δικαζόντων ἠνέσχετο; τίς δὲ οὐχὶ λῆρον ἂν
5ἐνόμισε τὴν γραφὴν τὴν περὶ τῶν αὐτῶν πολλάκις κατη‐ γοροῦντός τινος, περὶ δὲ τῶν αὐτῶν πάλιν ψηφοφορούν‐ των τῶν δικαστῶν; καὶ ὅσα τοιαῦτα. Ὁ ΕΠίλογος ὁ παρὰ τοῦ πατρὸς παθητικώτατος, ἔχων καὶ τὰ τοιαῦτα. ὅτι οὐδὲ αὐτῷ ἐπὶ τούτοις ζῇν ἐστιν ἀνεκτόν· οὐ γὰρ
10ἀκούειν βούλεται παρὰ μὲν τῶν παιδοκτόνος, παρὰ δὲ τῶν ἐναγής· καὶ ὅτι τραγῳδίας μεστὰ αὐτῷ ἐστι τὰ κα‐ τὰ τὴν οἰκίαν· καὶ ὅτι μετ’ ὀλίγον ἐπὶ σκηνῆς αὐτὸν οἱ τραγῳδοῦντες εἰςάξουσι· καὶ ὅτι δράματος πολλῷ χα‐ λεπώτερα τὰ γενόμενα, καὶ τὰ τοιαῦτα· ὁ δὲ παρὰ τοῦ
15κατηγόρου παθητικὸς μὲν καὶ αὐτός· ἔχων δὲ καὶ κατα‐ φορὰν κατὰ τοῦ ἀνελόντος καὶ διατύπωσιν τῶν ἀναιρε‐ θέντων, καὶ ἠθοποιΐας αὐτῶν διαφόρους· παρὰ μὲν τῆς γυναικὸς ὡς θυγατρός· παρὰ δὲ τοῦ ἀνδρὸς ὡς καταπι‐ στευθέντος ἐπὶ παίδων σπορᾷ τὸ γύναιον παρ’ αὐτοῦ,
20καὶ ὅτι ἐπὶ τοῖς τοιούτοις λόγοις αὐτὸς ἐνέγκαι τὴν πλη‐ γὴν ἐνεκαρτέρησε· καὶ ὅτι τοῦ λύθρου πάντα πεπλήρωκε, καὶ τὰ τοιαῦτα.
22
ΣΥΓΓΝΩΜΗ.
24aΠόλις νοσοῦσα ἔπεμψεν εἰς θεοὺς τὸν στρατηγὸν, πυνθανο‐
25aμένη πῶς ἀπαλλαγείη τῆς νόσου· ἔχρησεν ὁ θεὸς, εἰ αὐτοῦ ἐκείνου
26aὁ παῖς ἀναιρεθείη· ἐπανελθὼν τοῦτο μόνον εἶπεν· ὅτι ὁ θεὸς θύ‐
27aειν κελεύει. ὁ παῖς μαθὼν τὸ χρησθὲν ἑαυτὸν ἀπέκτεινεν, καὶ ἐπαύ‐
28aσατο ὁ λοιμὸς, καὶ κρίνεται ὁ στρατηγὸς ἀδικίας.
28a
29ΑΠΟΛΟΓΙΑ.
30Σκοπός ἐστι τῷ κατηγόρῳ, μὴ μόνον ἑλεῖν τὸν στρα‐
τηγὸν, ἀλλὰ καὶ τῆς ἀρχῆς ἀποστερηθῆναι· ὅθεν ὁ232

8

.

233

στρατηγὸς, ὡς ἔνι μάλιστα τοῦτο φοβούμενος, διοικήσε‐ ται μὴ ἐκβληθῆναι τῆς ἀρχῆς· τοῦτο δὲ ποιήσει τὰς ἀριστείας ἑαυτοῦ πανταχοῦ καταλέγων καὶ διηγούμενος, καὶ τὸ μηδέποτε κατεγνῶσθαι, καὶ τὸ μηδέποτε νενι‐
5κῆσθαι τὴν πόλιν, ἀλλὰ φυλάξαι παῖδας, γυναῖκας, τοὺς ἐν ἡλικίᾳ, τοὺς γέροντας, καὶ τὸ μηδένα ἐξ ὑμῶν αὐτοῦ μαχομένου λαβεῖν ἢ τρόπαιον ἢ τριήρεις, ἢ αἰχμαλώ‐ τους, ἤ τι τοιοῦτον· διὰ γὰρ τούτων καὶ τῶν τοιούτων σαφῶς ἑαυτῷ τὸ μὴ ἐκβληθῆναι τῆς ἀρχῆς διοικήσεται.
10ὅθεν ὁ κατήγορος τοῖς ἀπ’ ἐναντίας ὡς δυνατόν ἐστι χρήσεται· ὁ δὲ λόγος παθητικός τέ ἐστιν καὶ ἐπιεικείας μεστὸς, διὰ τὸ ἔγκλημα καὶ τὴν πρᾶξιν. Ἡ Γοῦν κα‐ τάστασις τοῦ στρατηγοῦ τὴν μετὰ δοκιμασίας αὐτοῦ αἵ‐ ρεσιν ἔχει· καὶ τὰ θαυμασθέντα ἐπ’ εὐνοίᾳ χειροτονη‐
15θῆναι στρατηγόν· εἶτα τὰς μάχας, τὰς νίκας, τὰ τρό‐ παια μετὰ αὐξήσεως· ἐπὶ τούτοις μετὰ βαρύτητος καὶ ἀνακλήσεως τὸν λοιμὸν, οὐδαμοῦ διηγουμένου σου τὰ ἐκ τοῦ λοιμοῦ κακὰ, οὐδὲ ἐκφράζοντος τὰς συμφοράς. κατ’ αὐτοῦ γάρ ἐστιν, εἰ τοσούτων ὄντων κακῶν τὸν
20χρησμὸν ὁλόκληρον οὐκ ἀπήγγειλεν· ἀλλὰ τοῦτο μὲν ὁ κατήγορος ποιήσει· ὁ δὲ στρατηγὸς κατὰ παραδρομὴν αὐτοῖς χρήσεται· εἶτα τὴν αἵρεσιν τὴν εἰς θεοὺς καὶ τὸν χρησμὸν, ἐν ᾧ καὶ ἠθοποιΐα μεστὴ συμφορᾶς καὶ πά‐ θους, ὅτι ἐξεπλάγην, ὡς ἤκουσα τὸν χρησμὸν, καὶ πλή‐
25ρης ἐγενόμην τῆς συμφορᾶς, καὶ τὰ τοιαῦτα· εἶτα ὅτι δυςφορῶν, θρηνῶν, δακρύων, τὸν παῖδα θρηνῶν κατ’ ἐμαυτὸν ἦλθον, ἀπήγγειλα τὸ μέρος, ἡγούμενος ἐκ τοῦ θῦσαι μόνον ἐξιλεώσασθαι τὸν θεόν· ἐγκατάσκευον γὰρ
ἔστω σοι, τίνος ἕνεκεν θῦσαι μόνον ἀπήγγειλεν· εἶθ’ ὅτι233

8

.

234

μαθὼν οὐκ οἶδα πόθεν ὁ παῖς τὸ μάντευμα ἀξίως τῆς τοῦ πατρὸς φιλοτιμίας βεβούλευται· ἐμὲ μὲν γὰρ ἡ φύσις τοιοῦτόν τι περὶ αὐτοῦ βουλεύσασθαι κατεκώλυσεν· ἐκεῖ‐ νος δὲ τὸ καὶ οὐκ ᾐσχύνετο, ἀλλ’ ἀπέσφαξεν ἑαυτὸν ὑπὲρ
5παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ ἁπάσης ὁμοῦ τῆς πόλεως· καὶ κεῖται καθάπερ ἐν παρατάξει πεσὼν, πρὸς τὸν λοι‐ μὸν μόνον μαχόμενος, καὶ τὰ τοιαῦτα. ἐπὶ τούτοις ἡ γραφὴ, ἐπὶ τούτοις τὸ ἔγκλημα, μᾶλλον δὲ καὶ κατὰ τῆς φύσεως ἡ γραφὴ, καὶ τὰ τῆς διαθέσεως· ὅτι στέργειν
10τὸ γένος διὰ τὴν φύσιν ἠνάγκασμαι, καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα ὁρικὰ παραγραφικὰ οὐκ ἔστιν· ἀλλ’ εὐθὺς ἥξεις μετὰ τὴν κατάστασιν ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους· οὐ γὰρ ὁλόκληρον ἡμῖν, φησὶ, τὸν χρησμὸν κατε‐ μήνυσας· ἡ λύσις συγγνωμονική· ἠλέησα τὸν παῖδα τῆς
15συμφορᾶς. πλησίον γενόμενος οὐ συνεχωρούμην εἰπεῖν τὰ λειπόμενα· καὶ ὅτι πεφύκασιν οἱ ἄνθρωποι ἐν ταῖς συμφοραῖς καὶ ἑαυτῶν ἐξανίστασθαι, καὶ μόνοις σχο‐ λάζειν τοῖς πάθεσιν· καὶ ὅτι μόνος ὢν ὁ παῖς γηροκόμος καὶ ἔσεσθαι διάδοχος ἐλπιζόμενος μεῖζόν μοι τὸ δεινὸν
20παρεσκεύασε· καὶ ὅσα τοιαῦτα ἐρεῖς, τὰ μὲν συγγνωμο‐ νικῶς, τὰ δὲ τυπῶν τὰς τοῦ πατρὸς ἐλπίδας· τὸ μόνον εἶναι τὸν παῖδα, τὰ ἀπὸ τῆς φύσεως, ὅτι πεφύκαμεν ἅπαντες ὑπὲρ τῶν οἰκείων μάλιστα δυςφορεῖν· καὶ ὅτι στρατηγὸς ὢν καὶ ὑπὲρ τῶν ἄλλων παίδων μαχόμενος
25καὶ διὰ τῆς νίκης προξενῶν αὐτοῖς σώζεσθαι, μάλιστα τὸν ἑαυτοῦ ἠβουλόμην ὁρᾷν· εἶθ’ ὅτι καὶ νῦν ὑπομιμνη‐ σκόμενος οὐ φέρω· μεστὸς γὰρ ἔστω σοι πάθους ὁ λό‐ γος· εἶτα μετὰ ταῦτα πρόςθες τὰ ἀπὸ τῆς διανοίας τοῦ στρατηγοῦ· δῆλον γὰρ ὅτι ἐλεῶν καὶ θρηνῶν τὸν παῖδα
30καὶ τῆς σωτηρίας τούτου γλιχόμενος ἐσιώπησα· εἰ δὲ μὴ
τοῦτό ἐστιν ἀληθὲς, τίνος ἕνεκα εἶχον σιωπῆσαι· ἐν ᾧ234

8

.

235

ἐρεῖς ἅπαντα τὰ προςόντα τῷ στρατηγῷ φιλοτίμως, εὔ‐ νους ὢν, δημοτικὸς, φιλόπολις, στρατηγῶν, νικήσας, τὰ καὶ τὰ, καὶ ὅσα ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων ἐστὶ δυ‐ νατὸν εἰς κατασκευὴν τῆς διανοίας· ὅτι ταῦτα τῇ δια‐
5νοίᾳ τῇ πρὸς τὸν παῖδα, καὶ οὐδεμιᾷ πονηρίᾳ τῇ πρὸς ὑμᾶς ἀπεσιώπησα· εἶτα ἐπιχείρησον καὶ ἀπὸ τοῦ ἐναν‐ τίου τῆς διανοίας· εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθὲς, πότε πονηρὸς ἐλήλεγμαι; πότε δυςχερές τι τῶν ἀτόπων ἐξείρ‐ γασμαι; εἶτα ἔπαγε καὶ νόημα ἀγωνιστικόν· εἰ δὲ οὐδέ‐
10ποτε πονηρὸς, δῆλον ὅτι οὐδὲ νῦν, καὶ ὅσα τοιαῦτα· εἶτα μετὰ τὴν διάνοιαν ἔπαγε τὸν βίαιον ὅρον· ὅτι τοῦτο αὐτὸ μάλιστά ἐστι τὸ μὴ ἀδικῆσαι τὴν πόλιν, παιδὸς ὄντος καὶ ἐπὶ ἐλέῳ· καὶ ἔπαγε καὶ βιαιότερον νόημα· καὶ τοῦ παιδὸς δηλονότι μέρους ὄντος τῆς πόλεως· ὥστε
15καὶ εἰ ἠδίκησα, οὐ καθόλου τὴν πόλιν ἠδίκησα· πῶς γὰρ ὑπὲρ τοῦ ἡμετέρου παιδὸς μέρους καὶ αὐτοῦ ὄντος τῆς πόλεως ἐποιούμην τὴν πρόνοιαν; καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα ἐμπεσεῖται ἄλλα ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐκ τῆς περιστάσεως καὶ τῆς ὕλης ἐμπίπτοντα· ἐπειδὴ γὰρ μα‐
20θὼν τὸν χρησμὸν ὁ παῖς ἀνεῖλεν ἑαυτὸν, τοῦτο αὐτὸ πά‐ λιν φήσεις εἰς λύσιν τῆς συγγνώμης· οἷον, ἀλλὰ κατὰ γνώμην ἦν τῷ παιδί· λύσεις πάλιν συγγνωμονικῶς· ὅτι τοῦτο μάλιστα μὲν ἠγνόουν, εἰ κατὰ γνώμην ἐστὶ τῷ παιδὶ ὁ θάνατος ἢ οὔ· πόθεν γὰρ εἶχον ἰδεῖν, ἁπάντων
25ἀνθρώπων φευγόντων τὸν θάνατον· εἶτα εἰ καὶ ἠπιστά‐ μην, ταύτῃ μάλιστα ἐφοβούμην ἀφαιρεθῆναι τοῦ παιδὸς, μόνου ὄντος, μόνου διέποντος τὴν οἰκείαν, συγκάμνοντος, παραμυθουμένου ἐν ταῖς δυστυχίαις, ἀρκοῦντος πρὸς λύ‐ σιν τῶν συμφορῶν, ἐν ταῖς εὐτυχίαις συνηδομένου· εἶτα
30ὅτι καὶ πεφύκασιν ἅπαντες δυςαποσπάστως ἔχειν πρὸς
τὸ γένος, καὶ μάλιστα πρὸς τοὺς παῖδας· ὥστε τοῦτον235

8

.

236

διακείμενος τὸν τρόπον πῶς ἠδυνάμην εἰπεῖν; πῶς δ’ ἂν ἐκαρτέρησα τὸν χρησμὸν ἐννοῶν, ἀνατροφὴν τοῦ παι‐ δὸς, παίδευσιν, ἀναγωγὴν, χωρισμὸν, θάνατον; ταῦτα παρεσκεύασέ μοι τὴν σιωπὴν, ταῦτα τὸν χρησμὸν μὴ
5καταμηνῦσαι πεποίηκε, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις τὴν μετάληψιν· ἄλλ’ ἔδει, φησὶ, προτιμῆσαι τὴν πόλιν. Ἡ Λύσις ἐκ τῶν ὑποκειμένων κατὰ συνδρομήν· ὅτι φημὶ καὶ αὐτός· καὶ γὰρ οὕτως ἤχθην καὶ τῷ παιδὶ ταῦτα παρήγγελλον· ἀλλ’ ἡ φύσις ἀναγκαιοτέρα· καὶ ὅτι
10αὐτὴ ἄγει καὶ ἄγχει τὰ σύμπαντα· καὶ ὅτι με κατηνάγ‐ κασεν· εἶτα καὶ ἐκ παραδειγμάτων τοῦτο πίστωσαι· ὅτι καὶ τὰ θηρία ὁρῶμεν καὶ πᾶν ἄλογον ζῶον ἀγόμενον ὑπὸ τῆς φύσεως, καὶ μάλιστα πάντων τοῦ γένους προ‐ νοούμενον διὰ τὴν φύσιν, καὶ ἀπομαχόμενον ὑπὲρ τῆς
15φύσεως, καὶ κινδυνεῦον πολλάκις, καὶ ὅσα τοιαῦτα· εἶτα ἐρεῖς, οὕτως καὶ αὐτὸς ἤχθην ὑπὸ τῆς φύσεως, κατηναγ‐ κάσθην ἐπὶ ταύτην ἐλθεῖν τὴν ἐγχείρησιν· καὶ ὅτι πολ‐ λοὶ ὑμῶν πολλὰ παρορῶσι κατὰ τὴν φύσιν· καὶ ὁ μὲν ζημίας ὑπερεῖδε πολλάκις, ἵνα τί χαρίσηται τῷ παιδὶ· ὁ
20δὲ προςέσται, πάντα διὰ τὴν τούτου σωτηρίαν ἐπίσταται· καὶ ὅτι ἀκόλουθόν ἐστιν, οὕτω διακεῖσθαι μέρους τινὸς
τῶν παίδων ὄντων ἡμῶν, καὶ τὰ τοιαῦτα, τὰ μὲν φυ‐236

8

.

237

σικῶς ἐξετάζων ἐρεῖς, τὰ δὲ γνωμικῶς, τὰ δὲ ἐκ παρα‐ δειγμάτων, τὰ δὲ ἐκ παραβολῶν· εὑρήσεις δὲ πολλὰ πρὸς τοῦτο νοήματα. ΜΕτὰ ταῦτα θήσεις ἄλλην μετάληψιν· οἷον, ἀλλ’ ἔδει ἀπαγγείλαντα δεηθῆναι τῆς πόλεως ὡς
5ἐπανέρεσθαι τὸν θεόν. Ἡ λύσις κατὰ ἀναίρεσιν· ὅτι οὐδεὶς ἄν μοι συνεχώρησε τοῦτο ποιῆσαι· οὐδ’ ὑμεῖς ἄν μου ἠνέχεσθε δεομένου καὶ λιπαροῦντος ἔρεσθαι τὸν θεόν· καὶ ὁ ἔχων λοιμὸς αὐτοὺς καὶ ἡ νόσος οὐδὲ ἕνα ἔδωκεν ἄν μοι καιρὸν παρακλήσεως, τοῦ μὲν κειμένου,
10τοῦ δὲ μέλλοντος· εἶτα ὅτι πάντες οἱ νοσοῦντες περιέ‐ στησαν ἀντιλέγοντες. οὐδ’ ἂν ἠνέσχοντο ἔτι πλείονα χρό‐ νον τῇ νόσῳ συμπλέκεσθαι· ἕως πάλιν ἀπελθὼν δεηθῶ τοῦ θεοῦ· εἶτα ὅτι καὶ εἷς ὢν ὁ παῖς ἀντὶ τοσούτων ἀπ‐ ελθεῖν οὐδὲν δεινὸν ὑμῖν ἐνομίσθη ἀντὶ παίδων, ἀντὶ
15γυναικῶν, ἀντὶ πρεσβυτέρων, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα οἱ ἐπίλογοι· ὁ ἐπίλογος τοῦ μὲν στρατηγοῦ· ὅτι πολλὰ κέκμηκα ὑπὲρ ὑμῶν, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν· καὶ μάλιστα πολλοὺς ἐτήρησα· καὶ ὅτι οὐδέποτε τοῦ οἰ‐ κείου ἐγενόμην, καὶ ὅτι οὐδεμίαν μάχην ἥττημαι, καὶ ὅτι
20οὐδὲ παῖς ὑμῶν δι’ ἐμὲ ἐδούλευσεν· τὸ διὰ τούτων καὶ τῶν τοιούτων τὸ μὴ ἀποχειροτονηθῆναι αὐτὸν οἰκονο‐ μήσεις· εἶτα ἐρεῖς· ὅτι, ἀλλ’ ἐπειδὴ ἅπαξ ὁ παῖς ἀπέ‐ θανεν, συγχωρήσατέ μοι γενέσθαι περὶ τὸν τάφον· συγ‐ χωρήσατέ μοι σχολάσαι τοῖς πάθεσιν, ἐναπολαῦσαι τῆς
25συμφορᾶς, καὶ τὰ τοιαῦτα· εἶτα ἐρεῖς· δεῦτε πάντες περὶ τὸν τάφον, χοὰς ἐνέγκωμεν, ὁ μὲν ὑπὲρ παίδων, ὁ δὲ ὑπὲρ γυναικός· εἷς οὗτος, ἄνδρες, ὑπὲρ ἡμῶν ἐκινδύνευ‐ σεν· εἷς οὗτος τὸν λοιμὸν τὸν καθ’ ἡμῶν ἀπεκώλυσεν·
οὗτος καὶ τοῦ πατρὸς εὐτυχέστερος· οὗτος ὡς ἀληθῶς237

8

.

238

εὐδαίμων· εἶθ’ ὅτι τοιόνδε καὶ τοιόνδε τὸν τάφον κατα‐ σκευάσωμεν· ἐπιγράψωμεν τοῦτον εὐεργέτην, σωτήριον, ἀλεξίκακον· ἐπιγράψωμεν τῷ τάφῳ, οἷον ὁ λοιμὸς ἦν, ἵνα τοῖς μετὰ ταῦτα μένῃ τῆς εὐεργεσίας τὸ γνώρι‐
5σμα· ἵνα ζηλῶσιν ἅπαντες, ἵνα γινώσκωσιν, οἷος ὁ παῖς μετὰ τὴν ἀναίρεσιν ἔτυχεν· εἶτα ἐρεῖς, ὅτι σπουδά‐ σωμεν ἵλεων τοῦτον ἔχειν καὶ εὐμενῆ διὰ τῶν τιμῶν, διὰ τῶν ἐναγισμῶν· διὰ γὰρ τῶν τοιούτων καὶ τοσούτων νοημάτων τὸ ὅτι ἐάν με ἀποχειροτονήσητε τῆς
10[σιωπῆς, λυ—]πηθήσεται ὁ παῖς ἐμφανής· ἐρεῖς οὖν, ἔστι τοῖς τελευτήσασι καὶ μετὰ θάνατον αἴσθησις· γινώσκου‐ σιν ἅπαντα· ἐπισκοποῦσι τὰ γιγνόμενα· πάντως που καὶ παρὰ τὸ δικαστήριον ἕστηκε· πάντας ὑμᾶς ψηφο‐ φοροῦντας ὁρᾷ· εἶτα ἀποστρέψας τὸν λόγον πρὸς τὸν
15παῖδα, κατάκλινον εἰς εὐχὴν τὸν λόγον· ἀλλ’ ὦ παῖ πρὸς τὸ δεινὸν εὐτολμότατε· ὦ μεγαλοψυχίᾳ νικήσας τὰ σύμπαντα· εἴτε παρὰ τὸ δικαστήριον ἕστηκας, εἴτε ἄνω‐ θεν ἡμᾶς ἐπισκοπεῖς, καὶ δήμου τὸν λοιμὸν ἀπελαύ‐ νεις ἀεὶ, πόῤῥω τῆς πόλεως τὴν συμφορὰν, καὶ προξε‐
20νοίης τὰ μέγιστα, ἵνα ταῖς περὶ τὸν δῆμον χάρισι
τοὺς φθάσαντας ἅπαντας εὐεργέτας νικήσειας.238

8

.

239

ΑΛΛΗ ΣΥΓΓΝΩΜΗ.
2aἈλεξάνδρου ἐπίοντος, ἔπεμψαν Θηβαῖοι πρὸς Μεσσηνίους, συμ‐
3aμαχίας δεόμενοι· οὐκ ἐπηγγείλαντο τὴν βοήθειαν· κατεσκά‐
4aφησαν Θηβαῖοι· καὶ κρίνονται μετὰ τὸν ἀνοικισμὸν ὑπ’ αὐτῶν
5aἀχαριστείας Μεσσήνιοι.
6 Ὁ λόγος πομπείας μεστὸς καὶ τῆς Θηβαίων μεγα‐ λοψυχίας ἐπάξιος· σκοπὸς δὲ αὐτοῖς οὗτος· οὐ τοὺς Μεσσηνίους ἑλεῖν, ἀλλὰ φοβῆσαι πάλιν Λακεδαιμονίους· ὡς τὴν ἀρχὴν πάντες καὶ τὴν δυναστείαν ἀνειληφότες·
10ὅθεν αὐτοῖς ἡ κατάστασις ἕξει πῶς διακειμένων Μεσ‐ σηνίων πρὸ τοῦ, καὶ τίνα σχόντων ὑπὸ Λακεδαιμονίων, αὐτοὶ προὔστησαν, ἠλευθερώθησαν· εἶτα μετὰ τὴν τῆς τοιαύτης εὐεργεσίας αὔξησιν τὰ κατ’ Ἀλεξάνδρου ἐρεῖς, καὶ τὴν ἔφοδον καὶ τὴν πρεσβείαν τὴν πρὸς Μεσση‐
15νίους· εἶθ’ ὅτι οὐκ ἐδέξαντο, ἀλλ’ ἀμνήμονες τῶν παρ’ ἡμῶν αὐτοῖς ὑπαρξάντων γεγένηνται. εἶτα ἐρεῖς τὴν κα‐ τασκαφὴν, καὶ τὸ μετὰ ταῦτα ἀνακτήσασθαι τὴν πόλιν, καὶ τὴν νῦν οὖσαν γραφήν. ΟΡΙΚὰ παραγραφικὰ ἐξ ἀντιθέσεως· ἀλλ’ οὐκ ἠμνημονήσαμεν, φησὶ, τῆς χά‐
20ριτος, οὐδὲ τῆς παρ’ ὑμῶν ἐπιμελείας ἐπιλελήσμεθα· τῷ γὰρ λέγειν, τί ἐστιν ἀχαριστῆσαι, τὸ μηδὲ ἐμ‐ βαλεῖν εἰς τὴν ὑμετέραν, τὸ μὴ δῃῶσαι, τὸ μηδὲν τοιοῦ‐ τον ἐργάσασθαι, οὐκ ἔστι τὸ τῆς ἀχαριστείας ἔγκλημα ἀκόλουθον, ἀλλ’ εἰ ἄρα ἀδικίας ἐκρίνοντο. ΛΥσεις, ὅτι
25οὐ μόνον ταῦτά ἐστιν, ἀλλὰ τὸ πολεμουμένοις ὑμῖν μὴ239

8

.

240

βοηθῆσαι, καὶ Ἀλεξάνδρου ἐπιόντος μὴ προαπαντῆσαι διατύπωσις ἦν τῆς πολιορκίας, καὶ τῆς ἐφόδου Ἀλεξάν‐ δρου, καὶ τῆς αὐτῶν καρτερίας· καὶ ποικίλοις σχήμασιν αὔξων ἀποδείξεις τοῖς ὁρικοῖς τόποις τοῦτο εἶναι ἀχα‐
5ριστείαν. ΜΕΤΑ ταῦτα παραγραφικὰ θήσεις, τὸ ἔγ‐ κλημα προηγουμένως αὐτὰ κατασκευάζων· ὅτι καλούμε‐ νοι οὐχ ὑπηκούσατε, οὐδὲ ἀπηντήσατε πρὸς τὴν μάχην, οὐδὲ συνεβάλεσθε ἡμῖν κάμνουσιν. ΕΙτα κατασκευάσεις αὐτὰ τῇ διανοίᾳ· εἰδότες ὅτι πόλεις καὶ ἀγροὺς δηλεῖ‐
10ται, καὶ τείχη πυρπολεῖ, καὶ δῃοῖ χώραν, καὶ παντά‐ πασιν ἀναιρεῖ τὴν πόλιν, καὶ τὰ τοιαῦτα. ΕΙΤΑ ὁ βί‐ αιος ὅρος· ὅτι καὶ τούτῳ μάλιστα αὐτό ἐστι τὸ ἀχαρί‐ στους εἶναι. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν συγγνωμο‐ νικήν· ἀλλ’ ἐφοβήθημεν, φησὶ, τὸν Ἀλέξανδρον. Ἡ Λύ‐
15σις κατὰ ἀναίρεσιν· πρῶτον ἐφοβήθητε, μὴ δῃώσῃ τὴν πόλιν ὑμῶν· μὴ γὰρ εἰς τὴν ὑμετέραν ἐνέβαλεν· μὴ γὰρ ὑμῖν ἐπὶ τῆς χώρας ὁ κίνδυνος ἦν· εἶτα ὅτι ἔδει καὶ συμ‐ παθεῖν ἡμῖν, ὅπερ ἐστὶ τῆς μεταλήψεως· εἶτα ἐπάξεις μετὰ τῆς μεταλήψεως τὴν κατασκευήν· εἰ δὲ μὴ βοηθεῖν
20ἠβούλεσθε φοβούμενοι Ἀλέξανδρον, τί πρὸς αὐτὸν ὑπὲρ ἡμῶν οὐκ ἐπρεσβεύετε; τί μεθ’ ἱκετηρίας αὐτοῦ οὐκ ἐδέ‐ εσθε; τί τῆς ὀργῆς αὐτὸν οὐκ ἐκωλύετε; ΜΕΤΑ ταῦ‐
τα θήσεις ἀντίθεσιν στοχαστικὴν παρὰ Μεσσηνίων· ἀλλ’240

8

.

241

εἰκὸς ἦν φιλονεικότερον γενέσθαι καθ’ ἡμῶν τὸν Ἀλέ‐ ξανδρον· ἢ οὕτως, ἀλλ’ εἰκὸς ἦν μηδὲν ἡμᾶς ὠφελῆσαι πρεσβευσαμένους πρὸς τὸν Ἀλέξανδρον. Ἡ Λύσις κατὰ ἀνατροπὴν, ὅτι παρακαλούμενοι οἱ ἄνθρωποι καὶ ἱκε‐
5τευόμενοι πεφύκασι μεταβάλλεσθαι· καὶ ὅτι ἅπαν ἔρ‐ γον λύει ὀργὴν ἱκέτης φαινόμενος· καὶ ὅτι εἰ ἐν τῷ πολέμῳ τοὺς ἱκέτας σώζουσι, πολλῷ πλέον πρὸ τοῦ πο‐ λέμου παρακαλούμενοι· εἶθ’ ὅτι καὶ νόμος ἐστὶ τοὺς ἱκέτας σώζειν ἐν πολέμοις, καὶ ὅτι πάντες ἄνθρωποι
10τοὺς ἱκέτας αἰσχύνονται, καὶ ὅτι καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ τοὺς ἱκέτας αἰδούμεθα, καὶ ὅσα τοιαῦτα. ΜΕΤΑ ταῦτα ὁ ἐπίλογος Θηβαίων· ἔχει δὲ φιλοτιμίαν πολλὴν καὶ ἐπίδειξιν· μηδεὶς ἔτι ὑμῶν ταραττέσθω· γινώσκετε, ὅτι Θῆβαι ἔῤῥωνται, ἂν ἀδικῶσι Λακεδαιμόνιοι· πρεσ‐
15βεύσατε καὶ ὑπακουσόμενοι, βοηθήσομεν οἱ ἡγεμόνες, τοῦ γένους ἡμεῖς οὐ περιοψόμεθα· καὶ ἐκ τούτων ἅπαντα εὑρήσεις τὰ ἐπιλογικά.
17 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ ΟΙ ΜΕΣΣΗΝΙΟΙ. Ἡ κατάστασις Μεσσηνίων ἔχει τὴν βαρύτητα Λακε‐
20δαιμονίων καὶ τὴν ἐλευθερίαν Θηβαίων· φαινέσθω γὰρ διόλου Μεσσήνιος εὐγνώμων, ἵνα ἀπ’ ἐναντίας ὁ λόγος ᾖ τῷ ἐγκλήματι· εἶτα λεγέτω μετὰ βαρύτητος σφόδρα τὴν τῆς φρουρᾶς ὑπὸ τοῦ Φιλίππου κατάστασιν· καὶ ἀπο‐ στρεφέτω τὸν λόγον πρὸς τοὺς Θηβαίους· ὅτι ὑμεῖς τού‐
25των αἴτιοι· τί γὰρ ἐδέχεσθε τὴν φρουράν; τί ἀνάξια τῆς Βοιωτίας ἐπράττετε; καὶ εἴσω τῶν πυλῶν ἐδέχεσθε τὸν Φίλιππον; εἶτα μετὰ ταῦτα τὴν ἐξ ἀκολουθίας Ἀλεξάν‐
δρου ἐπήρειαν· ἐν ᾧ μέρει αὐξήσεις τὴν δύναμιν τὴν Ἀλε‐241

8

.

242

ξάνδρου· καὶ ὅτι πᾶσι φοβερὸς ἦν τοῖς Ἕλλησι, καὶ λάθρα τὴν συγγνώμην τῇ καταστάσει τοῦτον ἐγκατάσπειρον τὸν τρόπον. ΕΙΤΑ ἔπαγε τὴν ἔφοδον καὶ τὴν πρεςβείαν μετὰ τοῦ λέγειν· ὅτι ὥσπερ σκηπτοῦ ἢ ζάλης ἤ τινος
5δαιμονίου ἐπιόντος πρὸς βοήθειαν ὑμεῖς ἐπρεσβεύσατε. ΕΙΤΑ τὴν κατασκευὴν καὶ μετὰ πολλῆς ἡδονῆς τὴν ἀνοί‐ κησιν καὶ περιχαρείας λέγων· ἀλλὰ καὶ χάρις τοῖς κρείτ‐ τοσι τοῖς ταχέως τὴν Βοιωτίαν ἀναστήσασι, καὶ τὰ τοι‐ αῦτα, ΕΙτα ὅτι μετὰ τὸν ἀνοικισμὸν ἡμᾶς ὡς ἀχαρί‐
10στους γράφονται. ΜΕΤὰ ταῦτα ἐρεῖς τὸ ὁρικὸν παρα‐ γραφικὸν προηγουμένως κατασκευάζων· καί τοι τί ἀχα‐ ριστείας ἡμεῖς ἐνεδειξάμεθα ἔγκλημα; τί τῆς τοιαύτης κατηγορίας καθ’ ἑαυτῶν ἐξηνέγκαμεν; οὐχ ὁμολογοῦ‐ μεν τοὺς εὐεργέτας; τοὺς ἐλευθερωτὰς οὐ γνωρίζομεν;
15οὐκ ἴσμεν ὅτι Λακεδαιμονίων ἡμᾶς ἐξέλεσθε; ταῦτα ὁμο‐ λογοῦμεν, ταῦτ’ ἴσμεν, ταῦτα κηρύττομεν ἅπασι, καὶ ὅσα τοιαῦτα. ΕΙΤα ἐξ ἀντιθέσεως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλ’ οὐχ ὑπηκούσατε, φησὶν, ἡμῖν καλούμενοι. Ἡ Λύσις τῇ συγγνώμῃ· ὅτι ἐφοβήθημεν Ἀλέξανδρον· οὐκ
20ἠνέγκαμεν αὐτοῦ τὴν κατὰ πάντων Ἑλλήνων ἀλαζονείαν. διὰ τοῦτο οὐχ ὑπηκούσαμεν, τῶν μὲν ἀναιρουμένων, τῶν δὲ δουλευόντων, τῶν δὲ μεθισταμένων, ἐκείνου δὲ καθάπερ ἐξ οὐρανοῦ τοῖς ἅπασιν ἐπιτάττοντος, ἐφοβή‐ θημεν ἄνθρωπον ὑπερβαίνοντα τὴν τύχην, καὶ τὴν οἱ‐
25κείαν φύσιν οὐκ ἐπιγινώσκοντα, ἀλλὰ θεοὺς ἑαυτοῦ πα‐ τέρας ἐπιφημίζοντα· ταῦθ’ ὁρῶντες, ταῦτα μανθάνον‐ τες, ἐφοβήθημεν ἀντιστῆναι, καθάπερ σκηπτῷ ἐπιόντι τῷ μειρακίῳ. καὶ ὅσα τοιαῦτα. ΕΙΤΑ τῇ διανοίᾳ. εἰ γὰρ μὴ δι’ Ἀλέξανδρον ὑμῖν οὐχ ὑπηκούσαμεν, τίνος
30ἕνεκα οὐκ ἐβοηθοῦμεν τοῖς εὖ ποιήσασιν. οὐκ ἄνωθεν242

8

.

243

ὑμῖν ὑπηκούσαμεν; οὐ διὰ παντὸς ἐμείναμεν εἰς ἅπαντα Θηβαίοις πειθόμενοι; ΕΙΤΑ τὸν ἔμπροσθεν χρόνον οὕ‐ τω πρὸς ὑμᾶς διατεθέντες, τίνος ἕνεκα νῦν οὐκ ἐβοη‐ θοῦμεν ὑμῖν; ἀλλ’ ἔστι πρόδηλον τὸ δεινόν· καταφανές
5ἐστι τὸ κώλυμα. Ἀλέξανδρος οὖν ὁ κωλύων φανῆναι Μεσσηνίων τὴν πρὸς ὑμᾶς διάθεσιν. ΕΙτα τῷ βιαίῳ ὅρῳ, ὅτι οὐδὲ τοῦτο ἀχαριστία ἐστὶ, τὸ κινδύνου τοσού‐ του ἐπηρτημένου φυλάξασθαι, ὡσανεὶ πυρὸς ἢ σκη‐ πτοῦ ἐπιόντος τὸ καθ’ ἑαυτὸν ἑκάστου ποιουμένου τι
10τῶν δεινῶν, καὶ αὐτὸ τὸ μέρος οὐ μετελάμβανε, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις τὴν ἀντιληπτικὴν ἀντί‐ θεσιν. ἀλλ’ ἔδει, φησὶ, συμπαθεῖν. Ἡ Λύσις, καὶ τί τὸ κέρδος ἡμῖν; τί δὲ ὄφελος εἰ κείμενοι Μεσσήνιοι μετὰ Θηβαίων ἐφάνησαν; τί γὰρ παθόντες ἡμεῖς ὑμᾶς ἀπεῖρ‐
15ξαι τῆς συμφορᾶς ἐμέλλομεν; καλῶς εἶχεν οὗτος ὁ λόγος· εἰ δὲ καὶ παθόντων ἡμῶν ὑμεῖς κινδυνεύειν ἠμέλλητε, τί‐ νος ἕνεκα καὶ συμπαθεῖν ἡμᾶς ἐβούλεσθε; ὥσπερ ἂν εἴ τις ναύκληρος χειμαζομένης αὐτῷ τῆς νεὼς καλοίη ναύ‐ κληρον ἕτερον τῶν κινδύνων αὐτῷ κοινωνεῖν. καὶ ἄλλα
20παραδείγματα, νοσοῦντα, κινδυνεύοντα, ζημιούμενον, καὶ οὐδεμία ῥοπὴ ἦν ἐκ τῆς προσθήκης ἡμῶν Ἀλεξάνδρου καθ’ ἡμῶν τόσου καὶ τόσου ἐπαγομένου. ΑΛΛη μετα‐ ληπτικὴ ἀντίθεσις· ἀλλ’ ἔδει δεηθῆναι Ἀλεξάνδρου. ΛΥσις συγγνωμονική· ὅτι ἐφοβήθημεν μὴ ἀποτύχωμεν
25καὶ προςελθόντες ματαιοπονήσωμεν, καὶ πρὸς τῇ ζημίᾳ καὶ αἰσχύνην ὀφλήσωμεν, κερδάναντες μὲν μηδὲν, χλευα‐ σθέντες δὲ, ἐξ ὧν οὐκ ἐπείσαμεν. εἶτα ὅτι καὶ φιλονει‐ κότεροι πάντες εἰώθασι γίγνεσθαι, ὅσοι συνίσασιν αὐ‐ τοῖς μᾶλλον δυναμένοις. εἶτα ὅτι καὶ εἰκὸς ἦν ἀγανα‐
30κτῆσαι πλέον καὶ χαλεπώτερον γενέσθαι καθ’ ὑμῶν, καὶ
τὰ τοιαῦτα. ΕΠίλογοι· οἱ ἐπίλογοι τῶν Μεσσηνίων φι‐243

8

.

244

λοτιμίας μεστοὶ, χάριν ὁμολογούντων τοῖς κρείττοσιν, ὅτι πάλιν αἱ Θῆβαι ἀνέστησαν, ὅτι πάλιν Μεσσήνιοι τοὺς αὐτῶν ἐλευθερωτὰς ἀπειλήφασιν· ὅτι Λακεδαιμόνιοι τοὺς ἡγεμόνας μετὰ πάντων Ἑλλήνων ἔχουσι. καὶ χάρις ὅτι
5Θῆβαι οὐκ ἔμειναν ἔρημοι· ἡ Βοιωτία δὲ γεωργουμένη μεμένηκε γῆ, ἡ Ἡρακλέα καὶ Διόνυσον ἐνέγκασα, ἡ τὸ μέγα τρόπαιον κατὰ Λακεδαιμονίων ἐγείρασα, ἡ τῶν Ἑλ‐ λήνων καὶ παντὸς ἅμα τοῦ γένους ἡγεμονεύσασα, καὶ τὰ τοιαῦτα.
9
10aΠατὴρ τῷ ἑτέρῳ παίδων ἐνεχείρησε τὸν υἱὸν ἀνελεῖν· ὁ δὲ ἐκ‐
11aπέμψας αὐτὸν εἰς τὴν ἀλλοδαπὴν ἀποκηρύττεται.
12 Ἡ κατάστασις τοῦ πατρὸς ἔχει τὴν ἐπιθυμίαν τοῦ γάμου διὰ παῖδας, καὶ τὴν τῶν παίδων γένεσιν, καὶ τὴν ἀνατροφὴν αὐτῶν, καὶ τὰς αὐτοῦ συμβουλὰς, καὶ τὰ
15ἁμαρτήματα τοῦ ἑνὸς κατὰ ἔμφασιν, καὶ τὴν παραίνεσιν τὴν ἐπὶ τούτοις, καὶ ἀπειλῶν ἐνδεικνύμενος οὐκ ἐπαυό‐ μην, ἐλπίζων αὐτὸν ἐπιστρέφειν. ὡς δὲ πάσης ἐπιτιμή‐ σεως τὰ γιγνόμενα μείζονα ἦν, καλέσας τὸν λειπόμενον εἶπον. ἄτοπος μὲν ὁ λόγος, ἀλλ’ ὅμως ὑπάκουσον· ὑπερ‐
20ῇρεν ὁ ἀδελφὸς ἅπασαν ἐπιτίμησιν τοῖς ἑαυτοῦ πλημμε‐ λήμασι, νενίκηκεν ὀργὴν, πατρὸς ἀγανάκτησιν· τί οὖν εὗρον αὐτῷ τῆς ἀπαλλαγῆς ταύτην ὁδὸν, μίαν τῶν ἁ‐ μαρτημάτων διόρθωσιν, ἀναίρεσιν καὶ σφαγήν· σοὶ οὖν ἐγχειρίζω τὸν ἀδελφὸν, σοὶ τὴν τούτου πιστεύω σφαγήν·
25ὁ δὲ δεξάμενος οὐκ ἀνεῖλε μὲν, πεποίηκε δὲ ἐκποδὼν, καὶ τὴν τοῦ πατρὸς ἠκύρωσε πρόσταξιν, καὶ κατημέλησε τῶν ἐμῶν ἐντολῶν. ὅθεν εἰκότως ἦλθεν ἐπὶ τὸν νόμον· ἦλθον ἐπὶ τὸ δικαστήριον ἀποκηρύξαι τοῦτον, ὡς οὐκ ἐμὸν ὄντα προήγημαι· καὶ τὴν συγγνώμην ἐξ ἀντιθέσεως.
30ΑΛΛ’ ἠλέησα, φησὶ, τὸν ἀδελφόν. ΛΥσεις· τὸν δὲ πατέρα τοιαῦτα πεπονθότα οὐκ ἠλέησας· καίτοιγε πρὸ
πάντων ἔδει ἐλεῆσαι ἐμέ· εἶθ’ ὅτι προτιμότερος ἦν ἐγώ·244

8

.

245

κἀμοὶ μᾶλλον ἔδει συναγανακτῆσαι, καὶ οὐ τῷ ἀδελφῷ. εἶτα ὅτι εἰ καὶ ἠλέησας, οὐκ ἔδει παρακοῦσαι τοῦ πατρὸς, καὶ δεξάμενον μὴ ποιῆσαι τὸ κελευσθέν· εἶτα τῇ μετα‐ λήψει λυούσῃ τὴν συγγνώμην, ὅτι ἔδει τὴν ἀρχὴν μὴ λα‐
5βεῖν τὸν παῖδα, μηδὲ ἐγχειρισθῆναι τὴν ἀναίρεσιν· μηδὲ ὑπουργῆσαι τῷ πατρὶ, μηδὲ ἐκ τοῦ δέξασθαι συγκατα‐ θέσθαι τῷ τολμήματι· νυνὶ δὲ σκεψάμενος παραλαβὼν τὸν ἀδελφὸν ὁμολογήσας ἀνελεῖν οὐχ ὑπήκουσεν· οὐκ ἤνυσε τὸ προςταχθὲν, ἀλλὰ κατεφρόνησε τοῦ πατρός.
10παρεῖδε τὰς ἐμὰς ἐντολὰς, μίαν μοι ταύτην ὑπὲρ τρο‐ φῶν, ὑπὲρ ἀγωγῆς ἐδίδου τὴν χάριν· νῦν δὲ οὐδὲν ἀνύσας τῶν ἐμοὶ καθ’ ἡδονὴν καὶ ἠπάτησε· καὶ ἐκπέμψας, ὡς ἀνελὼν τὸν παῖδα οὕτω σοφίζεταί με· ἀλλὰ ταὐτὸν εἶναί φησιν παρά σοι ἀποδημίαν καὶ θάνατον. Ἢ Οὕτως·
15ἀλλ’ ἀφανῆ, φησὶ, κατέστησα τὸν παῖδα τῷ πατρὶ, ἐνα‐ γὴς γενέσθαι μὴ προαιρούμενος. ΛΥσεις μεταληπτικῶς· ἔδει παρακαλεῖν, οὐκ ἀπατᾷν οὐδὲ ψεύδεσθαι· οὐ γὰρ ταὐτόν ἐστι τεθνάναι καὶ ζῇν· οὐδὲ περιεῖναι καὶ διε‐ φθάρθαι. ΕΠίλογος κοινὸς τῇ ποιότητι τοῦ πατρὸς
20πρὸς τὴν ὀργὴν παροξυντικὸς, γνώμη ὅτι καλὸν, ὑπή‐ κοον ἔχειν υἱὸν, ὅτι δίκαιον αὐτὸν τιμωρήσασθαι, ὅτι συμφέρει, ἵνα ὦσιν οἱ παῖδες πειθήνιοι. ΜΕτάληψις· διαιρεῖται ἡ μετάληψις παραγραφικῷ ἀναγκαίῳ ὄντι, καὶ ἀεὶ ἐμπίπτοντι αὐτοῖς τοῖς κεφαλαίοις, ὁρικοῖς κεφαλαίοις,
25κατασκευάζουσι τὴν μετάληψιν ἢ ἀναγκάζουσι· μιᾷ τῶν λογικῶν, μεταλήψει δευτέρᾳ ἐὰν ἐμπίπτῃ. ἘΠιλό‐ γῳ· οἷον τὸ παραγραφικόν ἐστιν· οὐκ ὀφείλω κρίνεσθαι,
μοιχὸν ἢ ἄδικον ἢ προδότην ἤ τινα τοιοῦτον ἀνελών.245

8

.

246

ΕΙΤΑ οὐ μετάληψις· ἀλλ’ οὐ σοὶ δέδοται, ἢ ἀλλ’ οὐ νῦν σοι δέδοται ἀναιρεῖν, ἢ ἀλλ’ οὐκ ἐνθάδε σοι δέ‐ δοται ἀναιρεῖν, ἤ τι τοιοῦτον· οἷος ἐὰν ὑπάρχῃ ὁ τρόπος τῆς μεταλήψεως ἢ κατὰ χρόνον ἢ πρόσωπον ἢ τόπον ἢ
5ἀφορμήν· οἷον οὐ διὰ χρήματα ἀναιρεῖν. εἶτα τὴν μετά‐ ληψιν κατασκευάσεις τοῖς ὁρικοῖς κεφαλαίοις· ὥςπερ γὰρ ἐν τῷ ὅρῳ τὴν πρότασιν τοῦ ὅρου τὰ ἑξῆς κεφάλαια κα‐ τασκευάζει καὶ ἀνασκευάζει, ἐὰν ἔχῃ ἡ ὕλη τοῦ μελετω‐ μένου πλάσματος, εἴτε χρεία τοῦ κατασκευάζειν εἴη, εἴτε
10τοῦ ἀνατρέπειν τὰς προτάσεις ὁρικὰς, οὕτω καὶ ἐν τῇ, μεταλήψει κατασκευάσεις ὁρικοῖς κεφαλαίοις, ὅρῳ, συλ‐ λογισμῷ, πηλικότητι· οἷον τῆς μεταλήψεως οὔσης, οὐ σοὶ δέδοται ἀναιρεῖν, κατασευάσεις αὐτὴν οὕτω τοῖς ὁρικοῖς· ὅρῳ· ἕτερόν ἐστι τὸ τὸν δήμιον ἀνελεῖν, ἢ σέ·
15καὶ συλλογισμῷ, ὅτι οὐκ ἔστιν ἴσον τὸ τὸν δήμιον ἀνε‐ λεῖν, καὶ σὲ ἀνελεῖν· καὶ πηλικότητι· ὅτι δεινόν ἐστιν ὑπὸ σοῦ ἀναιρεθῆναι, ἐχθροῦ ὄντος. οὐδὲν δὲ τὸ ὑπὸ τοῦ δημίου· ὁ δὲ ἀντιλέγων ἤτοι ὁ φεύγων ἀνασκευάζων τὴν μετάληψιν, ὁμοίως τοῖς ὁρικοῖς τόποις, οὕτω χρή‐
20σεται ὅρῳ· οὐδὲν διαφέρει τὸ ὑπ’ ἐμοῦ ἢ τοῦ δημίου ἀναι‐ ρεθῆναι· εἶτα τῷ πηλίκῳ, ὅτι οὐδέν ἐστι τοῦτον τὸν τρό‐ πον ἢ ἐκεῖνον ἀναιρεθῆναι· μετὰ τὴν κατασκευὴν τῆς μεταλήψεως ἔστι μία τῶν λογικῶν· πάντως γὰρ κατὰ μίαν τούτων ἐστὶν ἡ μετάληψις· ἣν ἐὰν εὕρῃς, ῥᾷστα τὴν
25ἀντίθεσιν εὑρήσῃς τὴν ἐμπίπτουσαν· οἷον, ἢ ἀντεγκλη‐ ματική ἐστιν, ὡς ἐπὶ τῶν ἀνελόντων μοιχόν· καὶ ἐρεῖς ὅτι ἄξιος ἦν τοῦ ἀναιρεθῆναι, ἢ κατὰ ὅρον ἐστὶν, ὡς ἐπὶ τῆς ἱερείας τῆς μυούμενον ἀνελούσης τύραννον· ἐρεῖ γὰρ ὅτι οὐδὲ τύραννος ἦν οὗτος ὁ μυούμενος, καὶ ἐκτὸς
30ὢν δορυφόρων, καὶ αὐτῆς ἀκροπόλεως, καὶ σχήματος τυ‐246

8

.

247

ραννικοῦ, ἢ κατὰ στοχασμὸν, ἤ τινα ἄλλην στάσιν· εἶτα μετὰ τὴν τοιαύτην ἀντίθεσιν πίπτει πάλιν μεταληπτική· οὐκ ἀναγκαίως δὲ, οἷον ἔδει σε ἀνακοινώσασθαι τῷ δή‐ μῳ, ἔδει κατηγορεῖν, ἔδει ἀναμεῖναι, ἤ τι τοιοῦτον, πρὸς
5τὴν ἐμπίπτουσαν ὕλην· ὑποδείγματος γὰρ εἵνεκα καὶ χα‐ ρακτῆρος ταῦτα προείρηται· μετὰ ταῦτα ἐπίλογος· ἴδω‐ μεν οὖν ἐπὶ προβλήματος τὴν διαίρεσιν.
7
8aΝόμου ὄντος τοῦ κατὰ μοιχῶν, καταλαβοῦσα ἡ γυνὴ τὸν ἄν‐
9aδρα ἀπέκτεινε· καὶ κρίνεται φόνου.
10 Ἡ κατάστασις γυναικὸς, δῆλον δὲ ὅτι συνήγορος λέγει, ἔχει τὴν τῶν πατέρων ἀναγωγὴν, καὶ πλεονάζοντας τοὺς περὶ σωφροσύνην λόγους ὅτι ἔλεγεν, ἐντεῦθεν ἡ δη‐ μοκρατία συνέστηκεν, ἂν ταύτην ἔχῃς, ὦ τέκνον, ἕξεις ἅπαντα κατ’ ἀκολουθίαν ἑπόμενα· αὕτη σώζει τοὺς
15νόμους, αὕτη τὴν πολιτείαν συνίστησιν· εἶτα ἐρεῖς· ὅτι τούτοις ἡ γυνὴ ἐντραφεῖσα τοῖς λόγοις, ἐν τούτοις τὰ κατὰ τὸν βίον ἀναλώσασα, ἐπειδὴ πρὸς τέκνων σπορὰν ηὐτύχησεν σύνοικον, ἔρως ἦν καὶ ἐπιθυμία τοῦ φυλάτ‐ τειν τὰ παραγγέλματα, τοῦ ζητεῖν μετὰ σωφροσύνης τὴν
20συνοικίαν ἀσπάζεσθαι· ἀλλ’ οὐκ οἶδα πόθεν ἰδοῦσα τὸν ἄνδρα τοὺς νόμους παραβαίνοντα, καὶ τὸν τῆς πολι‐ τείας ἀναιροῦντα θεσμὸν, καὶ διαλύοντα τὰ παρ’ ἡμῖν νόμιμα, καὶ διαφθείροντα τὸ γένος, τὴν διαδοχὴν, τὴν διάθεσιν, τοῖς νόμοις ἐπήμυνε, καὶ τὰ τοιαῦτα· εἶτα
25ἔπαγε τὸ παραγραφικόν· προηγούμενον γὰρ αὐτὸ ἕξει ἡ γυνή· εἶτα μοιχὸν ἀνελοῦσα κρίσιν ὑπομένει καὶ δικα‐ στήριον· καὶ τῶν νόμων αὐτῶν προκατεγνωκότων τοῦ
δράματος, αὐτὴ κρίσιν ὑπομένει. καὶ τανῦν ὡς ἀδικοῦσα247

8

.

248

παρ’ ὑμῖν εὐθύνεται, δεδωκότων σαφῶς ἀναιρεῖν· καὶ ὅσα τοιαῦτα παραγραφικά. ΜΕτὰ τὸ παραγραφικὸν θήσεις τὴν μετάληψιν, ἥτις ἀεὶ καὶ ἀναγκαίως ἐμπίπ‐ τει, ἔστι γὰρ αὕτη ἡ χαρακτηρίζουσα τὴν τάσιν· ἔστι δὲ
5τῇ γυναικὶ ἐξ ἀντιθέσεως· ἀλλ’ οὐ σοὶ, φησὶν, ὁ νόμος δίδωσιν ἀναιρεῖν. ΛΥσεις πρῶτον τῇ διανοίᾳ· πᾶν γὰρ ῥητὸν ἀντιτιθέμενον ἐξ ἀνάγκης καὶ πάντως τῇ διανοίᾳ πρώτῃ λύεται· εἶθ’ οὕτως ταῖς ἐμπιπτούσαις λύσεσιν· οἷον ἀλλ’ οὐ διῄρηκεν ὁ νόμος, πότερον ἄνδρας ἢ γυναῖ‐
10κας δεῖ ἀναιρεῖν· εἶτα τοῦτο κατασκεύασον τοῖς ὁρικοῖς· οἷον, οὐδὲν διαφέρει ὑπὸ γυναικὸς, ἢ ὑπὸ ἀνδρὸς τὸν μοιχὸν ἀναιρεῖσθαι· ὅπου τὸ τέλος ἔνεστι καὶ ταὐτὸν, ἡ ἄλλη διαφορὰ παντελῶς ἐστι μάταιος· εἶτα ὅτι καὶ πάν‐ τες πρὸς τὸ τέλος ὁρῶσιν, οἱ πλέοντες, ὅπως ἂν κατα‐
15χθῶσιν· οὐ ζητοῦσιν οἱ νοσοῦντες τὸν τρόπον, ὅπως ἂν θεραπευθῶσιν, οὐ ζητοῦσιν πότερον τοιῶςδε ἢ τοιῶςδε τοῦ πάθους ἀπηλλάγησαν· εἶτα συλλογισμῷ· τοιγαροῦν καὶ ταὐτόν ἐστιν ὑπ’ ἀνδρὸς καὶ γυναικὸς δέξασθαι τὴν ποινὴν καὶ τὴν σφαγήν· εἶτα τῷ πηλίκῳ· ὅτι οὐδέν ἐστιν
20τοῦτον τοιῶςδε ἢ τοιῶςδε δρᾷν εἴρηται, ἀλλ’ εἰ προςηκόν‐ τως ἀνῄρηται, τοῦτο λογίσασθε· εἶτα ἐπειδὴ μοιχός ἐστι κατὰ μίαν τῶν ἀντιθετικῶν ἐμπίπτει ἀντίθεσιν, λέγω δὴ τῷ ἀντεγκλήματι· ὅτι ἄξιος ἦν ἀναιρεθῆναι λυμαινόμε‐ νος τῷ γένει, διαφθείρων τὴν τῶν γυναικῶν πρὸς ἄν‐
25δρας ὁμόνοιαν, τὴν τῶν παίδων παρὰ τῶν πατέρων διά‐ θεσιν, μὴ συγχωρῶν ὅτου οἱ παῖδες τυγχάνουσι διαγι‐ νώσκεσθαι, καὶ τὰ τοιαῦτα. διὰ ταῦτα ἀπέκτεινα, διὰ ταῦτα κατ’ αὐτοῦ τὴν ἑαυτοῦ ὥπλισα δεξιὰν, διὰ ταῦ‐ τα τὴν καιρίαν ἐπήνεγκα, ἄξιον εἶναι τοῦ θανάτου νο‐
30μίζουσα, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ τὸ ἀντέγκλημα θή‐248

8

.

249

σεις τὴν δευτέραν μετάληψιν· ἥτις οὐκ ἀναγκαίως ἐμ‐ πίπτει, ἀλλ’ ἐκ τῆς περιστάσεως εὑρίσκεται ὡς ἐνθάδε· οἷον, ἀλλ’ ἔδει, φησὶν, ἀνακοινώσασθαι περὶ τούτου τῇ πόλει. ΛΥσεις τῷ νόμῳ, ὅτι οὐδὲν πλέον ἦν· εἰ μὲν
5γὰρ ἀμφίβολος ἦν ὁ νόμος, καλῶς εἶχεν ἀνακοινώσασθαι τῷ δήμῳ· εἰ δὲ διαῤῥήδην διηγόρευσεν τὸ πρακτέον τὰ γράμματα, τί ἔδει τῷ δήμῳ δι’ ὄχλου γίνεσθαι; εἶτα ὅτι εἰ καὶ ἤγαγον τῷ δήμῳ πάντως ἂν κατὰ τοὺς νόμους περὶ τοῦτον ἔκρινε, καὶ τοῖς νόμοις ἀκολουθῶν οὕτω τὸ
10πρακτέον ὑπέβαλεν· ὥστε οὐδὲν ἄτοπον εἰ τοῦ δήμου τοῖς νόμοις μέλλοντος πείθεσθαι, αὐτὴ προβαλοῦσα τοῖς νόμοις κατηκολούθησεν· λοιπὸν ὅτι ἀπόδοτε τοῖς νό‐ μοις τὴν ἰσχὺν, ἀπόδοτε τῇ δημοκρατίᾳ τὸ προςῆκον· δείξατε, ὅτι διὰ σωφροσύνην ἡ δημοκρατία συνέστηκεν·
15καὶ ὅτι ἀποδημούντων τῶν ἀνδρῶν τὰς γυναῖκας πάν‐ τες τηρήσουσιν, ἀδελφοὶ, γυναῖκες, συγγενεῖς ἅμα καὶ γνώριμοι. γινωσκέτωσαν ἅπαντες, ὅτι διὰ σωφροσύνην ὁ νόμος καὶ τὰς γυναῖκας ὁπλίζειν προῄρηται καὶ τη‐ ρεῖν, καὶ αὐταῖς τὸν τῆς σωφροσύνης κίνδυνον ἐφίησιν.
20Εἶτα τῷ κοινῷ ἐπιλόγῳ, ὡς ἐν κοινῷ τόπῳ, μοιχὸς γὰρ, καὶ ἔχεις ἐκ τοῦ προγυμνάσματος ἅπαντας ἐναρμόσαι τοὺς τόπους.
22 ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ ΚΑΤΗΓΟΡΟΣ. Ἡ κατάστασις τοῦ κατηγόρου μικτὴν ἔχει τὴν διή‐
25γησιν, πῆ μὲν κατὰ τῆς γυναικὸς, πῆ δὲ ὑπὲρ τοῦ μοι‐ χοῦ· κατατρέχειν μὲν καὶ τῆς γυναικὸς εὔλογον ὡς ἀνε‐ λούσης παρὰ τὸν νόμον, ἀπολογεῖσθαι δὲ ὑπὲρ τοῦ
ἀνδρὸς ἐς δυνατὸν πιθανώτατα· ἐρεῖς οὖν ὅτι συνῴκουν249

8

.

250

ἀλλήλοις· καὶ ὅτι ἀνὴρ οὐδέποτε παρὰ τοῦ δήμου κατα‐ γνωσθεὶς καὶ ὅτι κατ’ ἀρχὰς αὐτὸν καὶ ἡ γυνὴ ἐπὶ σω‐ φροσύνῃ ἐθαύμαζεν· εἶθ’ ὅτι συντυχόντα γυναικὶ οὐκ οἶδ’ ὅπως οἷα εἰκὸς, ἄνδρα εὐθὺς, ὥσπερ τινὸς λαβο‐
5μένη δεινοῦ, οὐ συνεῖδε τὴν φύσιν, οὐ συνέγνω τῷ σφάλματι, ἀλλ’ εὐθὺς ἦλθεν ἐπὶ τὸν φόνον, ἦλθεν ἐπὶ τὴν σφαγὴν, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν κατάστασιν τὸ παραγραφικὸν, θήσεις δὲ ἐξ ἀντιθέσεως τῆς γυναι‐ κός· εἶτά φησιν, οὐκ ὀφείλω κρίνεσθαι μοιχὸν ἀποκτεί‐
10νασα. Ἡ ΛΥσις τῇ μεταλήψει· ἔστι γὰρ αὐτὴ τοῦ κα‐ τηγόρου· ὥςπερ ἡμῶν λεγόντων ὅτι μοιχὸς ὢν ἀναιρε‐ θῆναι οὐκ ὤφειλεν· οὐ γὰρ τοῦτό φησιν, ἀλλ’ ὅτι οὐκ αὐτῇ προςῆκεν ἐπιθεῖναι τὸ ξίφος· εἶτα μετὰ τὴν μετά‐ ληψιν λῦσον εὐθὺς τὴν ἀπὸ τοῦ νόμου διάνοιαν· οἷον,
15νῦν δὲ μετὰ τὸ παραβῆναι τὸν νόμον, ὑπεξηγεῖσθαι τολμᾷ πᾶσιν ἡμῖν τὰ γράμματα· καί φησι καθόλου πᾶσι δεδωκέναι τὸν νόμον τὴν κατὰ τῶν μοιχευόντων σφα‐ γήν. Εἶτα ἔπαγε τούτου τὴν λύσιν οὕτω γνωμικῶς· πᾶ‐ σα γὰρ διάνοια γνώμῃ λύεται· ἐγὼ δέ φημι, ὅτι μά‐
20λιστα μὲν διῄρηκεν ὁ νόμος σαφῶς, τίνι τιμωρεῖσθαι προςῆκεν μοιχόν· εἰδὼς γὰρ, τίνες εἰσὶ τὴν ὕβριν μά‐ λιστα πάσχοντες, καὶ ὅτι τὸ πάθος τῶν ἀνδρῶν ἐστιν, ἐκείνοις καὶ τὸ ἀμύνεσθαι συγκεχώρηκεν. εἰδὼς γὰρ, τίνας μάλιστα ἡ τῆς μοιχείας λυπεῖ συμφορὰ, καὶ ὅτι
25πᾶσι τυγχάνουσιν οἱ πεπονθότες κατάδηλοι, τούτοις καὶ τὸ τιμωρεῖσθαι κεκύρωκεν· ἂν δὲ καὶ δῷ τις τὴν τοι‐ αύτην ἀδιόριστον εἶναι παρὰ τῷ νόμῳ τῶν προςώπων
διαίρεσιν, τὸ τιμωρεῖσθαι τοῖς συγγενέσιν ὀφείλεται,250

8

.

251

τὸ τιμωρεῖν διαφθειρομένῳ τῷ γένει, τὸ μὴ συγχωρεῖν λυμαίνεσθαί τινα τῇ διαδοχῇ τοῦ γένους· εἶτα ἔπαγε τὰ ὁρικά· σὺ δὲ κατὰ μηδὲ ἓν τούτῳ προςήκουσα, ἀλλὰ παντάπασιν οὖσα ξένη τοῦ γένους τῇ τιμωρίᾳ σαυτὴν
5ὑπεύθυνον τῷ νόμῳ καταστῆσαι βεβούλευσαι· εἶτα τίς ἀγνοεῖ, ὅτι πολὺ διενήνοχεν ἄνδρα καταλαβεῖν ἐπὶ τῇ συνοίκῳ μοιχὸν, καὶ σὲ διαφθεῖραι τὸν μοιχεύοντα. εἶτα τῷ συλλογισμῷ· δῆλον γὰρ ὡς ἕτερον τἀνδρὸς τυγχάνει καὶ γυναικὸς τὸ πρόσχημα· καὶ ταὐτὸν οὐκ ἔστι παρὰ
10τοῖς νόμοις τὸ πρόςρημα. ταῦτα δὲ πάντα πλατῦναι δεή‐ σῃ παραδείγμασι, γνώμαις, παραβολαῖς, τοῖς τοιούτοις· εἶτα μετὰ τὸν συλλογισμὸν θήσεις τὴν πηλικότητα, ὅτι μέγιστόν ἐστι τοῦτο καὶ δεινὸν καὶ ὑπερβάλλον τῇ συμ‐ φορᾷ, τὸ τὴν γυναῖκα διαχρήσασθαι τὸν μοιχόν· εἶτα ἐκ
15τοῦ ἐναντίου· εἰ μὲν γὰρ ἀνὴρ ἦν, ᾧ παρὰ τῶν νόμων τὰ τῆς τιμωρίας ὀφείλονται, οὐδὲν ἀντείπομεν κειμένου τοῦ σώματος· ἐπειδὴ δὲ γυνὴ, ταύτην κατὰ τοῦ συνοίκου τὴν τραγῳδίαν ἐπλήρωσε, καὶ πλήρη τὴν ἑστίαν πεποίηκε συμφορῶν, δεινὸν, ἀφόρητον εἶναι νομίζω τὸ τόλμημα,
20καὶ ὅσα τοιαῦτα. Εἶτα μετὰ τὰ ὁρικὰ θήσεις τὴν ἀν‐ τεγκληματικὴν ἀντίθεσιν ἀπὸ τῆς γυναικός· ἀλλ’ ἄξιος ἦν τῆς σφαγῆς. ΛΥσεις τῇ μεταλήψει τῇ ὅτι ἔδει σε ἀνακοινώσασθαι τῷ δήμῳ· οἷον ἄξιος ἦν, φημὶ, καὶ αὐ‐ τὸς, ἀλλὰ παρὰ τοῦ δήμου παθεῖν, ὑπ’ αὐτῶν ἀναιρε‐
25θῆναι τῶν νόμων· σὺ δὲ τὸν δῆμον ἄκυρον μετὰ τὸν νόμον ποιήσασα, ἀφεῖσα ἐρεῖς τὴν ἀξίαν, τὸν τρόπον· ἄξιος ὁ μοιχὸς κολάσεως· ἀλλὰ παρὰ τοῦ δημίου παιόμε‐ νος, ὑπὸ τοῦ δημίου κρινόμενος, καὶ ὅσα τοιαῦτα. Εἶτα ἐρεῖς τὸν ἐπίλογον ὄντα κοινόν. οἷον τιμωρήσασθε
30αὐτὴν ὡς ἀνελοῦσαν παρὰ τὸ δίκαιον, ὡς καταφρονήσα‐251

8

.

252

σαν τῶν νόμων, καὶ ὡς ἐν κοινῷ τόπῳ πληρώσεις τὸν ἐπίλογον.
2
3aΚρινόμενός τις ὡς τὴν γυναῖκα ἀποκτείνας μόνην, τὸν δὲ μοι‐
4aχὸν οὐκ ἀνελὼν, ἔφη καὶ τὸν μοιχὸν ἀνῃρηκέναι· καὶ εἰ ζῇ προ‐
5aαγαγεῖν αὐτὸν ἠξίωσε τὸν κατήγορον· τῶν δικαστῶν ἀναβαλλομένων,
6aπροαχθέντα ἀπέκτεινε, καὶ κρίνεται φόνου.
7 Ἡ μετάληψις αὕτη κατὰ στοχασμόν ἐστιν, ἐκ τοῦ ἀνῃρηκέναι τὸν μοιχὸν, καὶ παραχθέντα νῦν ἀνελεῖν. Ἡ κατάστασις ἔχει τὸν τῆς σωφροσύνης ἔπαινον, καὶ τὸ περὶ
10αὐτὴν θαῦμα, καὶ τοὺς νόμους τοὺς ἐπὶ τούτῳ ἄγοντας, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι τούτοις ἐντραφεὶς καὶ ἀγα‐ γέσθαι ἠθέλησα, καὶ ὡς ἔνι μάλιστα σωφροσύνῃ ἐντρα‐ φεὶς, ζητήσας γύναιον, καὶ ὅτι συνὼν αὐτῇ μάλιστα πάν‐ των τοὺς νόμους τοὺς περὶ σωφροσύνης ἐδίδασκον, ἔλεγον,
15οἷον ἡ μοιχεία κακὸν, καὶ ὅσα ἐξ αὐτῆς τοῖς ἀνθρώποις συμβαίνει κακά. καὶ πρόςθες τὸ κατ’ εἶδος, διαφθορᾷ, ἀνατροπῇ τοῦ γένους, ἀμφιβολίᾳ τῶν παίδων, ὁμονοίας ἐναλλαγῇ, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι οὐκ οἶδα πῶς ἐξ‐ αίφνης ἐθεασάμην τὸ γύναιον ἀποστρεφόμενον, καὶ
20μηκέτι ὁμοίως μοι συνὸν, μήτε τὴν αὐτὴν ἀποσῶζον διάθεσιν, μήτε πρὸς ἐμὲ, μήτε πρὸς τοὺς παῖδας. καὶ ἔλεγον πολλάκις, μή τι τῶν κατὰ τὴν οἰκίαν λυπεῖ, μὴ δυσχερές τι περὶ τοὺς παῖδας ἀπήντηκεν· εἶτα ταύτην ἠθοποιΐαν ἐκτείνας πρόσθες μετὰ βαρύτητος ἅμα καὶ
25πάθους ἐξαίφνης εἰςελθὼν, ἀπορῶν ὅθεν ἀηδῶς μοι σύν‐ εστιν ἡ σύνοικος, τῶν πολιτῶν αὐτῇ συνόντα κατέλαβόν τινα, κατέλαβον οἴμοι ἀντ’ ἐμοῦ ἀγαγόμενον ἕτερον. εἶτα ὑπὸ τοῦ θεάματος ὠδίνας τὸν φόνον καὶ τὴν ψυ‐ χὴν πρὸς τὴν σφαγὴν παρορμηθεὶς ἐχρησάμην τῷ δεξιῷ,
30καὶ τῆς συμφορᾶς ἐγίγνετο τὸ συμβὰν χαλεπώτερον, διέ‐252

8

.

253

δρασκεν ὁ ἐκ τῆς ἐμῆς ἑστίας μοιχὸς, καὶ φυγὴν μετὰ τὸ δρᾶμα τὴν σωτηρίαν ἠσπάζετο, καὶ τοῦτ’ ἦν ἁπάν‐ των τῶν γεγενημένων τὸ χαλεπώτερον. μοιχὸς ἀπὸ τῆς ἐμῆς ἑστίας σωζόμενος· κείμενον μὲν ἐπὶ τῷ δράματι
5γύναιον. ὁ δὲ πρὸ πάντων ὀφείλων δοῦναι δίκην καὶ πρὸ τῆς γυναικὸς ὁπλίσαι τῷ ξίφει τὴν δεξιὰν, οὗτος ἀθῷος ἀπὸ τῆς ἑστίας ἐγίγνετο. τί οὖν ἐπὶ τούτοις ἐγώ; ἐθρήνουν, ἐδάκρυον, ἐζήτουν τὸν μοιχὸν πανταχοῦ· καὶ τὸ γιγνόμενον ἄπορον ἦν, ἄχρις οὗ ὁ δαίμων τὸν πονη‐
10ρὸν εἰς μέσον παρήγαγε, καὶ τῆς ἐμῆς πεποίηκε τὸ λει‐ πόμενον παρανάλωμα δεξιᾶς. γραψάμενος γὰρ οὗτός με ὁ κατήγορος ἐπὶ τῷ μόνον ἀνῃρηκέναι τὸ γύναιον ὡς δίκαιον, ὡς ἀληθῶς εὐεργέτην ἐπὶ κατηγορίαν καλεῖν ἀναγ‐ κάσει στενοχωρεῖν τῷ λόγῳ, ὅτι διεχρησάμην τὸν μοιχὸν
15ἀποκρίνεσθαι. καὶ πεποίηκεν εἰς τὴν τοῦ μοιχοῦ παρα‐ γωγὴν ἀναβάλλεσθαι τὸ δικαστήριον. ὡς οὖν ἦλθεν ἡ κυρία ἡμέρα, κἀκεῖνος, ὁ λυμεὼν τῆς ἐμῆς οἰκίας εἰς μέσον προήγετο, εὐθὺς ἦλθον ἐπὶ τὸ ξίφος, ὥπλισα τὴν δεξιὰν, προςέθηκα τοῖς ἐμαυτοῦ κακοῖς τὸ πάλαι ζητού‐
20μενον. καὶ νῦν τοῦ μοιχοῦ κειμένου γραφὴ καὶ δικαστή‐ ριον ἐπὶ τῷ φόνῳ, καὶ ὁ πάλαι κατηγορῶν καὶ μεμφό‐ μενος, ὅτι τὸν μοιχὸν οὐκ ἀνῄρηκα, νῦν ὅτι τὸν μοι‐ χὸν διεχρησάμην, ἐγράψατο· εἶτα ἔπαγε εὐθὺς τῇ κατα‐ στάσει τὰ παραγραφικὰ, ἀεὶ καὶ διὰ παντὸς καὶ ἀναγ‐
25καίως ἐμπίπτοντα. σχεδὸν γὰρ αὕτη ἐστὶ μετάληψις οὐχ ὁλόκληρος. ἂν γὰρ τούτοις ὁ τρόπος προςτεθῇ, κυρίως ἡ μετάληψις γίγνεται· ἐρεῖς οὖν ὅτι οὐκ ὀφείλω κρίνεσθαι, μοιχὸν ἀνελὼν κατεγνωσμένον ὑπὸ τῶν νό‐ μων· ὃν καὶ αὐτὸς ὁ κατήγορος οὐκ ἀρνεῖται μοιχόν·
30εἶτα φανεροῦ τοῦ ἀδικήματος ὄντος ἐφ’ ᾧ ἀνῄρηκα, καὶ253

8

.

254

τοῦτο καθομολογησαμένου τοῖς ἅπασιν ὅτι μοιχὸς ἐκεῖ‐ νος καὶ πονηρὸς, πῶς ὀφείλω κρίνεσθαι; ΜΕτὰ τὸ παραγραφικὸν θήσεις τὴν μετάληψιν ἐξ ἀντιθέσεως οὖ‐ σαν ἀεὶ τοῦ κατηγόρου. ἀλλ’ ἔδει, φησὶ, παραχρῆμα,
5μὴ νῦν ἀνελεῖν. Ἡ Λύσις πρώτη ἐκ διανοίας τοῦ ῥητοῦ· εἴπομεν γὰρ πολλάκις ὅτι ἀναγκαῖόν ἐστι τὸ ῥητὸν ἀεὶ πρώτῃ διανοίᾳ λύεσθαι, εἶτα ταῖς ἐκ τῆς ἀκολουθίας, λέγω δὲ τῶν ἐπιχειρηματικῶν καὶ μετρικῶν λύσεων· οἷον εἰς ἀεὶ δίδωσιν ὁ νόμος, καὶ οὐδαμοῦ διώρισεν, πότε δεῖ
10ἀναιρεῖν καὶ πότε μὴ, καὶ ὅτι εἰ εἶχέ τινα τοῦτο παρὰ τῷ νομοθέτῃ παρατήρησιν, προςέγραψεν ἄν. νῦν δὲ τὸ ἀεὶ καὶ διὰ παντὸς δεῖν ἀναιρεῖν τὸν μοιχὸν ἐπιστάμενος, οὐδὲ προςέγραψεν, οὐδὲ ἐπεσημήνατο τοιοῦτον οὐδέν. ἀλ‐ λὰ ἁπλῶς εἶπεν ἀναιρεῖσθαι τὸν μοιχὸν, καὶ δικαίως·
15οὐδὲ γὰρ ὁ ἅπαξ ἐγχειρίσας τοιούτῳ τινὶ, οὗτος χρόνου παρελθόντος τινὸς οὐκ ἔτ’ ἐστὶν πονηρός· καὶ ὅτι φο‐ νεὺς καὶ τυμβωρύχος, ἂν μὴ νῦν κολασθῇ, οὐκ ἔτι ὑπεύ‐ θυνός ἐστι τῇ τιμωρίᾳ, ἢ οὐκ ἔτι τοιοῦτός ἐστιν οἷος καὶ νομίζεται. ἀλλ’ ἀεὶ καὶ διὰ παντὸς ὁ φονεὺς ἠλλά‐
20ξατο τοῦτο τῆς ἐπωνυμίας τὸ πρόςρημα καὶ τυμβωρύχος ἀπὸ τοῦ τολμήματος τούτου ἔχει τὴν κλῆσιν ἀκόλουθον. ὥστε εἰ τὸ ὄνομα ἐκ τῆς πράξεως κατ’ αὐτῶν κύριον, καὶ ἡ τιμωρία μετὰ τῶν νόμων κατ’ αὐτῶν κυρία εἶναι ὀφεί‐ λει ἀεί· εἶτα λύσεις τοῖς ὁρικοῖς, ὅτι οὐδὲν διαφέρει τό‐
25τε καὶ νῦν ἀνελεῖν, καὶ ἐπὶ τῆς οἰκίας, καὶ νῦν ἐπὶ τῆς ἀγορᾶς. εἶτα τῷ συλλογισμῷ, ὅτι ἴσον ἐστὶ τὸ χθὲς καὶ πρώην ἀνελεῖν τῷ νῦν διαχρήσασθαι· εἶτα τῷ πηλίκῳ, ὅτι οὐδέν ἐστι τὸ χρόνον ὀλίγον καὶ μίαν ἡμέραν καὶ δευτέραν γενέσθαι ἐν μέσῳ· ἰστέον δὲ ὅτι ταῦτα τὰ
30ἀπὸ τοῦ ὅρου ἐπιχειρήματα νοήματά ἐστι, καὶ τόποι
ἀφορμὴν ἡμῖν διδόντες πρὸς ἐπιχείρησιν. ἐξ ὧν τόπων254

8

.

255

ὀφείλειν ὁρικῶς προςεπινοεῖν ἐπιχειρήματα· μετὰ τὴν με‐ τάληψιν οὖν τὴν τοῦ κατηγόρον καὶ τὴν λύσιν αὐτῆς τὴν ὁρικὴν ἐρεῖς λοιπὸν τὴν ἀντίθεσιν, τὴν ἀπὸ τῆς συμ‐ πλεκομένης στάσεως· ἔφαμεν δὲ πολλάκις ὅτι κατὰ μίαν
5γίνεται τῶν λογικῶν· ἐνταῦθα οὖν ἐστι κατὰ στοχασμὸν, πότερον ἀληθῶς ἀνῄρηκεν, ἢ οὔ. καὶ πότερον οὗτός ἐστιν ἢ οὔ. ΕΡεῖς οὖν στοχαστικῶς τῇ ὕλῃ ἀκολουθῶν τὰς ἀντιθέσεις· οἷον, ἀλλ’ ἔφης ἀνῃρηκέναι, φησὶ, τὸν μοι‐ χόν. καὶ πῶς οὐ τοῦτον ἀνῄρηκας; αὕτη γὰρ κατὰ στο‐
10χασμόν ἐστιν ἡ ἀντίθεσις. ζητούντων ἡμῶν τὴν γνώμην τῆς πράξεως καὶ τοῦ λόγου, ὡς ἐπὶ τῶν ἀπὸ γνώμης στοχασμῶν. ΛΥσεις δὲ οὕτως· ψευδόμενος εἶπον, καὶ βουλόμενος αὐτὸν φανερὸν γενέσθαι, καὶ θαῤῥῆσαι αὐ‐ τὸν θέλων, ὡς ἀπατωμένου μου καὶ νομίζοντος ἀνῃρῆ‐
15σθαι· καὶ τὸν μοιχὸν ἀνεπίφθονον δὲ λαμβάνειν τοὺς ἀδικήσαντας, καὶ ζητεῖν ὅπως δήποτε· ἡ γὰρ λύσις πᾶσα ἡ τῆς ἀντιθέσεως ἐκ τούτων καὶ τῶν τοιούτων ἐστί. Με‐ τὰ ταῦτα ἐρεῖς ἄλλην στοχαστικὴν, ἀλλ’ εἰκὸς μὴ τοῦ‐ τον εἶναι. Καὶ λύσεις τοῖς στοχαστικοῖς κεφαλαίοις, ὅσοις
20ἐστὶ δυνατὸν, ἐλέγχων ἀπαιτήσει, ἀντιληπτικῷ, χρώματι. οἷον αὐτὸς ἑαυτοῦ κατεμαρτύρησε, παρελθὼν, φανεὶς, καὶ ἐλθὼν ὡς μοιχός· ἐξὸν δὲ τοὺς τοιούτους τοῖς ἠδι‐ κημένοις ἀναιρεῖν· εἶτα τῷ χρώματι, ὅτι ὀργὴ καὶ πά‐ θος τὸν φόνον αὐτοῦ καθάπερ κωμάζοντος καὶ παρόν‐
25τος εἰς μέσον ἐπὶ τῇ καταφρονήσει τοῦ νόμου, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα πάλιν ἄλλη στοχαστικὴ ἐμπίπτει ἀντίθεσις· ἀλλ’ εἰκὸς μὴ εἰδότα ἐφ’ ᾧ ἤγετο ἀπηντηκέ‐ ναι. ἢ οὕτως, ἀλλ’ εἰκὸς παρακεκλημένον ἀπηντηκέναι. ΛΥσεις οὖν ὅτι οὐχ οἷόν τε ἦν αὐτὸν ἀγνοεῖν περιφανῶς
30οὕτω γενομένης τῆς χρήσεως. ἁπάντων εἰδότων τῶν πο‐255

8

.

256

λιτῶν τήν τε τῶν δικαστῶν κρίσιν, καὶ τὴν ἐμὴν ἀπό‐ κρισιν, καὶ τὴν σὴν ὑπόσχεσιν, καὶ τὴν τῶν δικαζόντων ἀναβολὴν, καὶ ὅτι ἅπαντες μὲν μάλιστα τὰ ἐν δικα‐ στηρίοις πραττόμενα ἴσασι. πολλῷ δὲ πλέον ἐὰν παρά‐
5δοξα ὦσι. σοῦ οὖν ὑποσχομένου, καὶ ἐπαγγειλαμένου τὸν μοιχὸν κομιεῖν, τίς οὐκ ἂν ἐγένετο μετέωρος; τίς τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως οὐ προσεδέχετο; τίνι δὲ τὸ γεγονὸς οὐ διήγγειλεν; οἶμαι ὅτι καὶ εἰς τὴν ὑπερο‐ ρίαν ἡ φήμη διέδραμεν, ὅτι ὁ μὲν ἔφη ἀνῃρηκέναι, ὁ δὲ
10ἐπηγγείλατο τὸν μοιχὸν κομιεῖν. καὶ ὅτι καθάπερ τι τέ‐ ρας ἅπαντες ἐνόμιζον εἶναι τὸν λόγον. καὶ ὅτι καθάπερ τι τῶν παραδόξων θεαμάτων ἰδεῖν ἅπαντες ἤλπισαν ἄν‐ θρωποι· καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα πεσεῖται ἄλλη ἀντίθεσις ἐκ τῆς πιθανῆς ἀπολογίας τοιαύτη. ἀλλ’ οὐκ
15ἀνῆλθε, φησὶν, εἰ ἑαυτῷ συνῄδει μοιχεύσαντι. ΛΥσις, ὅτι οἱ θεοὶ ἤγαγον, καὶ οἱ θεοὶ πεποιήκασι συμφέρον μοι συνιδεῖν. καὶ καθόλου λύσεις αὐτὴν ὡς πιθανὴν ἀπολογίαν. ταύτην μὲν οὖν τὴν ἀντίθεσιν τὴν ἐκ τῆς πιθανῆς ἀπολογίας λεκτέον. ΕΚείνην δὲ θήσεις τὴν
20μεταληπτικήν· ἀλλ’ ἔδει γνῶναι, τί κρίνουσιν οἱ δικα‐ σταὶ, καὶ γὰρ ἀναγκαῖά ἐστι καὶ ἐμπίπτει. ΛΥσεις· ὀργὴ, ἀγανάκτησις, τὸ θεάσασθαι τὸν μοιχὸν παρώξυνέ με καὶ τὰ τοιαῦτα. Ἐπίλογοί εἰσι παθητικώτατοι· καὶ ὅτι τηρήσατε τοὺς νόμους. δείξατε ὅτι διαφυγὼν μοιχὸς
25οὐκ ἔστιν ἀθῷος· ἀλλὰ καὶ φανεὶς δώσει τιμωρίαν· καὶ ὅτι συμβαίνει δόντος τοῦ κοινοῦ τὴν τιμωρίαν, σωφρο‐ σύνη κατὰ τὴν πόλιν, τῶν νόμων φυλακὴ, καὶ ὁ τῆς δη‐ μοκρατίας θεσμὸς μὴ καταλυόμενος καὶ ὅτι συμβήσεται τἀναντία, ἐὰν καταψηφισάμενοί μου δείξητε, ὅτι οὐκ
30ἐξόν ἐστι τὸν μοιχὸν ἀναιρεῖν. εἶτα διατύπωσις τοῦ πά‐
θους καὶ τῆς μοιχείας· καὶ ὅτι ἕκαστος ὑμῶν ἔχει σύν‐256

8

.

257

οικον, καὶ ὅτι ὡς ἑαυτοῖς δικάζοντες κάθησθε. ἄδηλον μήτις, ὅπερ ἀπείη, καὶ καθ’ ὑμῶν γενήσεται πονηρός. καὶ παροξύνει διόλου πρὸς τὴν τιμωρίαν τοὺς δικαστὰς, καὶ τὰ τοιαῦτα.
4
5 ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἡ κατάστασις ἡ τοῦ κατηγόρου πολλῆς ἐστιν οἰκο‐ νομίας μεστή. ἐπειδὴ γὰρ ὁ μοιχὸς παρελήλυθεν εἰς μέ‐ σον, καὶ τοῦτό ἐστι πρόδηλον, χρήσεται ὡς σφόδρα ἰσχυ‐ ροῖς τοῖς τοῦ φεύγοντος λόγοις, ὅτι αὐτὸς εἶπεν ἀνῃρη‐
10κέναι τὸν μοιχὸν, καὶ τοῖς τοιούτοις. ἐρεῖς οὖν· ἐπειδὴ γάρ τις ἐθρυλλεῖτο γεγενῆσθαι μοιχεία κατὰ τὴν πόλιν, καὶ περιβόητον ἦν τὸ δεινὸν, τοῦ μὲν ἀνδρὸς εὑρηκότος, φασὶ, τὸν τὴν οἰκίαν διορύξαντα, τῆς δὲ γυναικὸς, ὑπὸ τούτῳ κειμένης, ἐπῄνουν τὸν νόμον, ἐθαύμαζον τὴν πο‐
15λιτείαν ὅτι κατ’ ἀμφοτέρων μίαν τιμωρίαν ἐνομοθέτη‐ σε· καὶ δι’ ἑνὸς καιροῦ πίπτουσιν ἄμφω, ὅ τ’ ἐπείξας διαφθαρῆναι τὸ γύναιον, καὶ ἡ ταύτην ἑλομένη τὴν ἐγχείρησιν. ἐπὶ τούτοις ἠρώτων, ἐζήτουν, εἰ μετὰ τῆς γυναικὸς ὁ μοιχὸς συνανῄρηται. καὶ κατὰ τὸν νόμον
20ἀμφότεροι τὴν σφαγὴν μετὰ τὴν μοιχείαν κατέλαβον. ὡς δὲ κείμενον μὲν εἶδον τὸ γύναιον, τὸν δὲ μοιχὸν ἀφα‐ νῆ, ἐβόων, ἐλοιδορούμην τῷ δράσαντι· ὅτι πῆ μὲν τὸν νόμον ἐκύρωσε, πῆ δὲ παρέβη τὰ γράμματα. καὶ πῆ μὲν οἶδεν ὁπλίσαι τὴν δεξιὰν, πῆ δὲ τὴν καιρίαν κατώ‐
25κνησεν. ἔφασκον τοιγαροῦν ὅτι προσῆκον, ἢ μηδένα πεσεῖν, ἢ διαχρήσασθαι μετὰ τῆς ὑπηρετησαμένης τὸν δράσαν‐ τα. ὡς δὲ τούτων ἦν πλέον τῶν λόγων οὐδὲν, ἀλλ’ ἀνῄ‐ ρητο μὲν ἡ γυνὴ, ὁ δὲ μοιχὸς ἦν ἐκποδὼν, ἦλθον ἐπὶ
τοὺς νόμους καὶ γραφὴν πεποίημαι τὸ γενόμενον. ὁ δὲ257

8

.

258

παρελθὼν καὶ διὰ τοῦτο κρινόμενος ἔφη σαφῶς οὐ συν‐ ανῃρηκέναι τῇ γυναικὶ τὸν μοιχεύσαντα, καὶ κατ’ ἀμ‐ φοῖν μίαν ἐνηνοχέναι πληγήν. ὡς δὲ τὸν λόγον ἐθαύμα‐ σα, καὶ δοκιμάσαι τὴν ἀλήθειαν ἔγνωκα, σώζεσθαι τὸν
5μοιχὸν ἐβόων, ὡς δυνατὸν εἰς μέσον ἐστί. καὶ τούτων ὑμεῖς ἀκούοντες τῶν λόγων, εἰδότες αὐτοὶ καὶ τοῦ γνῶ‐ ναι εἰ ἀληθῶς ἀνῄρηται μετὰ τοῦτον τὸν λόγον τὴν κρί‐ σιν ἀνεβάλεσθε. ὡς δὲ κατὰ τὴν κυρίαν συνὼν ὤφθη ἑτέρῳ τινὶ, οὐ γὰρ οἶδα σαφῶς εἰ τοῦτον εἶχεν ἡ γυνὴ
10τὸν μοιχὸν, ὥρμησεν ἐξαίφνης, ἥρπασε κατὰ τοῦ πολί‐ του τὸ ξίφος, ἐχρήσατο κατὰ τοῦ ἀνδρός· ὦσε, φησὶ, κατὰ τοῦ μοιχοῦ τῇ δεξιᾷ. ἐπὶ τούτοις ἡ κρίσις, ἐπὶ τού‐ τοις τὸ δικαστήριον, ὅτι κατὰ μέσην τὴν πόλιν εἷς ἐξ ὑμῶν ἀνῄρηται, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν κατάστα‐
15σιν θήσεις τὸ παραγραφικὸν ἐξ ἀντιθέσεως, ὅπερ τοῦ φεύγοντος προηγούμενον ἦν. οἷον, ἀλλ’ οὐκ ὀφείλω κρί‐ νεσθαι μοιχὸν ἀνελών. Ἡ Λύσις γίνεται τῇ μεταλήψει, τοῖς ὁρικοῖς, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτι ἔφησεν ἀνῃρηκέναι, καὶ παρελθὼν πρὸς τὸ δικαστήριον παρόντων τῶν πολιτῶν,
20διεβεβαίους καὶ ἔφασκες συνανῃρῆσθαι τῷ γυναίῳ τὸν φθείραντα. ἔπειτα καὶ εἰ μοιχὸς ἦν, τότε σε ἔδει ἀναι‐ ρεῖν, καὶ μὴ νῦν, ὅτε μετὰ τῆς γυναικὸς ὤφθη συν‐ ανακείμενος, ὅτε παρὰ τοὺς νόμους ἐπεχείρει τοῖς πρά‐ γμασιν, ὅτε καὶ τὴν γυναῖκα ἀνῄρηκας· τοιγαροῦν οὐ‐
25δεὶς αἰτιᾶται, ὅτι τὴν γυναῖκα ἀνῄρηκας, ἀλλ’ ὅτι τότε τὸν μοιχὸν οὐκ ἀνελὼν, ἀλλὰ, φῂς, νῦν ἐχρήσω τῷ φό‐ νῳ. ὥσπερ εἰ τότε ἀφεὶς τὸ γύναιον καὶ παρὰ τὴν πρᾶ‐ ξιν καὶ τὴν ὀργὴν συνεχώρησας σώζεσθαι, μετὰ ταῦτα καὶ ὕστερον αὐτὸ ἀνῃρήκεις, ἐκρίνομέν σε ὡς παρανόμως
30τολμήσαντα, οὕτως ἐπειδὴ τότε, ὅτε καὶ οἱ νόμοι διδόα‐258

8

.

259

σι, τὸν μοιχὸν οὐκ ἀνῄρηκας, νῦν ἀνελὼν ὑπεύθυνος εἶ τῷ γράμματι· εἶτα λῦσον εὐθὺς αὐτοῦ τὴν τοῦ νόμου διάνοιαν· οὐ γὰρ ἁπλῶς εἶπε δεῖν τὸν μοιχὸν ἀναιρεῖν, ἀλλ’ ὅτε ἐκ τῆς πράξεως ταύτην ἔχει τὴν πρόςρησιν· εἰ
5μὲν οὖν ὡς σὺ φῂς τότε αὐτὸν ἀνῄρηκας, τί νῦν κατ’ αὐτοῦ τετόλμηκας; εἰ δὲ τότε ὅτε ἡ πρᾶξις ἦν ἐν χερ‐ σὶν, ὅτε ἡ θέα πρὸς ὀργὴν ἐκίνει πρὸς τὴν σφαγὴν, οὐκ ἀνῄρηκας, οὐδὲ νῦν αὐτὸν ὤφειλες ἀνελεῖν, ὅτε και‐ ρὸς, μᾶλλον δὲ σὺ τούτῳ ἐδεδώκεις τὴν ἄδειαν· εἶτα τοῖς
10ὁρικοῖς· δῆλον γὰρ ὡς ἕτερον ἦν τότε ἀνελεῖν τὸν μοι‐ χὸν, ἕτερον δὲ τὸ νῦν· καὶ ὅτι ὁ καιρὸς πολλὴν ἐν μέσῳ πεποίηκε τὴν διαφοράν. καὶ ὅτι ἁπλῶς αὐτὸν ὄντα ἐπὶ τῆς ἀγορᾶς ἀνῄρηκας τότε ὅτε ἀνῄρεις οὐκ ὄντα μοιχόν· ἡ γὰρ πρᾶξις δίδωσι τὴν προσηγορίαν τῷ δράσαντι. τῆς
15δὲ πράξεως οὐκ οὔσης, συναφανίζεται καὶ ἡ φύσις τολ‐ μήματι, καὶ τὰ τοιαῦτα. ΕΙΤΑ συλλογισμῷ, ὅτι οὐδὲν ἴσον ἐστὶ τότε καὶ νῦν ἀνελεῖν· τότε μὲν δὴ ἡ ὀργὴ, τὸ πάθος, ἡ συμφορὰ, τὸ ἔνδον ληφθῆναι ἐπὶ τῆς οἰκίας ἐποίει τὴν ἀναίρεσιν· νῦν δὲ ἐπὶ τῆς ἀγορᾶς μεθ’ ὁμο‐
20λογίαν καὶ κρίσιν, μετὰ τὸ εἰπεῖν ἀνῃρῆσθαι τὸν αὐτὸν μοιχὸν, λελυμένης τῆς ὀργῆς, πεπαυμένου τοῦ πάθους, τὴν πληγὴν ἐπήνεγκας. ΕΙΤΑ τῷ πηλίκῳ. εἶτα τοῦ‐ τον τούτων πεπραγμένων τὸν τρόπον, πῶς οὐ δεινὸν τὸ ἐγχείρημα, πῶς οὐκ ἀνόσιον τὸ πραχθὲν, καὶ μηδεμίαν
25ὑπερβαῖνον ὑπερβολήν; καὶ ἁπλῶς ὅλοις ἐξελεύσῃ τοῖς τοῦ πηλίκου τρόποις. ΜΕΤΑ τὴν λύσιν τοῦ παραγραφικοῦ ἐρεῖς, ἀλλὰ προτρεπόμενος εἶπον, ἵνα φανῇ ἡ λύσις. καίτοι πῶς οὐκ ἄτοπον καὶ πάσης μανίας γέμον καὶ παραχρῆμα
τιμωρίας ἄξιον τὸ λέγειν ἐψεῦσθαι τοὺς δικαστὰς, καὶ259

8

.

260

συκοφαντίας ψήφῳ καθ’ ἑαυτοῦ φέροντα ἑστάναι. εἶτα ὅτι εἰ τότε ἐψεύσω, πόθεν δῆλον, εἰ νῦν ἀληθεύεις; εἰ‐ κὸς γὰρ καὶ νῦν ψεύδεσθαί σε. οὐ γὰρ μοιχὸν ἀνῄρη‐ κας, ἀλλ’ ἁπλῶς ἄνθρωπον. πόθεν δῆλον, εἰ οὗτος μοι‐
5χός· ἔπειτα οὐ προςῆκεν ὡς αὐτὸς βούλεται διαπαίζειν τὸ δικαστήριον, καὶ ἀληθῶς καταλύειν τοὺς νόμους. καὶ ὥσπερ τινὶ τῶν θεῶν, οὕτω πιστεύειν λέγοντι· καὶ παρα‐ χωρεῖν μὲν ψευσαμένῳ, καὶ συντίθεσθαι τούτῳ, ὡς ἀλη‐ θῶς τοὺς δικάζοντας ἠπάτησε. νῦν δὲ ἀνελόντι πιστεύ‐
10ειν καὶ συγχωρεῖν τὴν αἵρεσιν· εἶτα ὅσα ἐκ τούτου ἐπι‐ χειρήματα δυνατὸν ἀνευρεῖν. ΑΛΛ’ αὐτὸς αὐτοῦ, φησὶ, τῇ παρουσίᾳ κατεμαρτύρησεν. Ἡ Λύσις ὁμοίως στο‐ χαστικὴ τοῖς ἐμπίπτουσι πρώτοις τόποις ἐκ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως. οἷον, οὐκ εἴ τις πάρεστιν ἁπλῶς,
15οὗτος ὡς μοιχὸς πάρεστιν. οὐδὲ εἴ τις συνακολουθεῖ τινι εἰς δικαστήριον, οὗτος ὡς δράσας παρέρχεται. εἰκὸς γὰρ αὐτὸν καὶ ἀγνοοῦντα ἐληλυθέναι καὶ μὴ γινώσκοντα εἰς ὅ τι καὶ πάρεστιν, ἀλλ’ ἁπλῶς ἀπηντηκέναι. τοῦτο δὲ οὐδεμίαν τινὶ φέρει κατάγνωσιν· εἶτα κατασκευάσεις τοῦ‐
20το παραδείγμασιν, ὅτι πολλοὶ ἀγνοοῦντες καὶ φίλοις ἀγνοοῦσιν ἀδικοῦσι συνέρχονται. ἆρ’ οὖν ἐπειδὴ ἠγνόη‐ σαν, εἰδότες εἰσὶν ὃ ἔπραττον, καὶ ὅτι ἀγνοοῦντες πολ‐ λοὶ καὶ εἰς οἰκίας ἀλλοτρίας εἰσίασι, καὶ εἰς τόπους ἀλ‐ λοτρίους. καὶ πολλά ἐστιν εἰπεῖν ἃ κατὰ ἄγνοιαν ἄν‐
25θρωποι σφάλλονται. εἶτα ἐρεῖς συγγνωμονικῶς τὸ πάλαι ῥηθέν· ὅτι φύσει σύμπαντες ἄνθρωποι εἰώθασιν ἐλάσσονα μὲν κατορθοῦν, πλείονα δὲ σφάλλεσθαι. εἶτα προςθήσεις τούτοις ἐκ τῆς πιθανῆς ἀπολογίας τὴν λύσιν, ὅτι εἰ συνῄδει ἑαυτῷ μοιχῷ ὄντι, οὐκ ἂν ἀπήντησεν, οὐκ
30ἂν ἦλθεν εἰς δικαστήριον· τίς γὰρ οὕτως ἄφρων ἢ ἠλί‐260

8

.

261

θιός ἐστιν, ὃς ἅπαξ ἐκφυγὼν τὴν σφαγὴν ἑαυτὸν εἰς προὖπτον φέρει κακόν. καὶ ὅτι πάντως εἰδὼς, πάντως πείσεσθαί τι κακὸν εἰ φανείη, οὐκ ἂν ἦλθεν· εἰ μὲν γὰρ ὅτι ἐλθὼν εἰς τὸ δικαστήριον τῷ ἀνδρὶ τῆς γυ‐
5ναικὸς οὐ συντεύξεται· καὶ οὕτως μὲν ἄτοπον. ὅμως δὲ ἔχει τινὰ τὸ ἑλέσθαι ἐλθεῖν. ἐπεὶ δὲ ἀναγκαίως ἦν τὸ σοὶ ὀφθῆναι, καὶ εἰς χεῖρας αὐτὸν τοῦ μέλλοντος ἀναι‐ ρεῖν αὑτὸν ἐμβαλεῖν, δῆλόν ἐστιν ὡς οὐκ ἂν ἠνέσχετο ἐλθεῖν, οὐδ’ ἂν ὤφθη ποτέ· ὥστε πῶς ἀνῄρηκας τοῦτον
10ὃν πανταχόθεν ὁ λόγος ἐλέγχει μὴ δικαίως ἀνῃρημένον. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν συγγνωμονικήν· ἀλλ’ ἐπιγνοὺς, φησὶ, τὸν μοιχὸν, πρὸς τὸν φόνον παρώξυμ‐ μαι. Ἡ Λύσις μεταληπτική· καίτοι γε μάλιστά σε ταύ‐ τῃ πρέπον ἦν ἀναμεῖναι τὴν κρίσιν, καὶ ἐκδέξασθαι τὴν
15παρὰ τῶν δικαστῶν κατάγνωσιν· καὶ ὅτι οὐχ οἷόν τε ἦν αὐτὸν διαφυγεῖν τὴν δίκην, εἰ ἀληθῶς ὁ μοιχὸς ἦν, ἔν‐ δον ὄντα τοῦ δικαστηρίου καὶ περὶ αὐτοῦ τούτου δικα‐ ζόμενον. καὶ ὅτι ἅπαξ αὐτοῦ διαφυγόντος, ἔδει γενέσθαι μετὰ κρίσεως τὴν σφαγήν. ΜΕτὰ ταῦτα θήσεις τοὺς
20ἐπιλόγους, ἔχοντας καταδρομὴν τοῦ ἀνελόντος μετὰ πολ‐ λῆς τῆς σφοδρότητος, καὶ ὅτι πάντα δεῖ τηρεῖν τοὺς δι‐ καστὰς, κἂν ἡ τύχη ἡμῶν τὴν ἐξουσίαν ἀνέληται μὴ φι‐ λονεικεῖν ἐναντία τῶν νόμων, ἀλλ’ ἐφ’ ὑμᾶς ἄγειν τὴν κρίσιν, καὶ παρ’ ὑμῶν τὴν τιμωρίαν ἐκδέχεσθαι, καὶ ζη‐
25τεῖν ὅπως ὁ μοιχεύσας ἀσφαλέστερον παράσχοι τὴν δί‐ κην· νῦν δὲ καθάπερ ἐν τυραννίδι ὁρώντων δικαζόντων ὑμῶν τετόλμηκεν, αὐτὸν κύριον καταστήσας φόνου. καί‐ τοι πῶς οὐκ ἄτοπον τούτοις συγχωρεῖν τοῖς τολμήμασι, καὶ δημοκρατίας προσχήματος, καὶ τὰ τοιαῦτα.
29
30aἌχειρ ἀριστεὺς προςέταξε τῷ παιδὶ μοιχὸν ἀνελεῖν. ἀνεῖλεν ὁ
31aπαῖς καὶ κρίνεται φόνου.
32Ἡ τοῦ παιδὸς κατάστασις ἔχει τὴν εὔνοιαν τὴν πε‐
ρὶ τὸν πατέρα, καὶ τὴν παρ’ αὐτοῦ παίδευσιν· καὶ ὅτι261

8

.

262

πολλῆς ἦν ἀμοιβῆς ἄξιος. εἶτα τὸν πόλεμον καὶ τὴν ἀλήθειαν φιλοτίμως· καὶ ὅτι ἄχειρ ἦλθεν ὑπὲρ ὑμῶν, ὑπὲρ τῶν νόμων τὰς αὐτοῦ χεῖρας ἀφεὶς, ἵνα παῖς μὴ ὑβρισθῇ, μηδὲ γυνὴ διαφθαρῇ, ἵνα μὴ δουλεύσῃ ἡ πόλις.
5εἶτα ὅτι συνῆν τῇ μητρὶ μετὰ πολλῆς εὐνοίας, μετὰ πολ‐ λῆς σωφροσύνης, ἄλλην τινὰ γυναῖκα οὐκ εἰδὼς, ἢ τὴν ἐμὴν μητέρα. εἶτα ὅτι ταῦτα ἡ μήτηρ οὐκ εἶδεν, οὐκ ἐμιμήσατο, οὐκ ἐζήλωσεν, ἀλλ’ ἕτερόν τινα τοῦ πατρὸς προετίμησε. καὶ αἱ πρὸς τοῦτο ἠθοποιΐαι. καὶ ὅτι ἐλήφθη
10ὁ μοιχός· καὶ οὐκ ἔχων ὁ πατὴρ χρήσασθαι ταῖς ἑαυτοῦ χερσὶ προςέταξέ μοι ἀνελεῖν, καὶ ἀνεῖλον κατὰ τὸν νό‐ μον. εἶτα ἐπισύναψον τῇ καταστάσει τὰ παραγραφικὰ, ὅτι ἄτοπον ὑπὲρ μοιχοῦ κρίνεσθαι οὕτω παρανόμως βιώ‐ σαντος, λυμηναμένου οἰκίαν τοιαύτην, καὶ ὅτι προκατε‐
15γνωσμένου ὑπὸ τῶν νόμων καὶ διαφθείραντος τὴν μη‐ τέρα, καὶ τοὺς τῆς φύσεως ἀνελόντος θεσμοὺς, καὶ τὰ τοι‐ αῦτα. Εἶτα θήσεις ἐξ ἀντιθέσεως τὴν μετάληψιν. ἀλλ’ οὐ σοὶ, φησὶν, ὁ νόμος δίδωσιν ἀναιρεῖν. ΛΥσεις πρῶ‐ τον τῇ διανοίᾳ. ἔφαμεν γὰρ πολλάκις ὅτι πᾶν ῥητὸν
20τῇ διανοίᾳ λύεται. ὁ νόμος ὁ τὸν μοιχὸν εἰπὼν ἀναιρεῖν οὐ διῄρηκεν, πότερον ὑπὸ τοῦδε, ἢ ὑπὸ τοῦδε δεῖν ἀναι‐ ρεῖσθαι, ἀλλ’ ἁπλῶς εἶπεν ἀναιρεῖν. εἰ γάρ τις ἦν τοι‐ αύτη διαφορὰ, ἐπεσημήνατο ἄν. νῦν δὲ μηδὲν διορισά‐ μενος ἅπασι δέδωκεν ἀναιρεῖν. εἶτα τοῖς ὁρικοῖς. τί γὰρ
25διαφέρει τὸν πατέρα ἢ ἐμὲ ἀνελεῖν, ἅπαξ εἰπόντος τοῦ νόμου τὸν μοιχὸν ἀναιρεῖν· καὶ συστήσεις τοῦτο παρα‐ δείγμασιν. ὥσπερ ἂν εἰ ναύκληρόν τις δεξάμενος ἕτερος ἀκούων παρ’ αὐτοῦ διευθύναι τὴν ναῦν, εἶτα ἐκεῖνος μὴ εὐθύνοντα τὴν ναῦν κρίνοι τὸν ἄνθρωπον. ἢ ἰατρὸς
30καιρὸν οὐκ ἄγων πρὸς τὴν θεραπείαν τῷδε ἢ τῷδε ἰά‐
σασθαι τὸ πάθος προςτάξειεν, εἶτ’ ἐκεῖνος λέγοι, οὐ262

8

.

263

παρὰ σοῦ μοι προςῆκον ἦν, ἀλλὰ παρὰ τοῦ ἰατροῦ γενέσθαι τὴν ἐπιμέλειαν, ταὐτὸν τοίνυν τοῦτο κἀνταῦθα. τί διαφέρει πότερον ὁ πατὴρ ἢ ἐγὼ τὸν πονηρὸν ἀνῄ‐ ρηκα; εἶτα τῷ συλλογισμῷ, ὅτι ταὐτόν ἐστιν, καὶ ὑπ’
5ἐμοῦ καὶ ὑπὸ τοῦ πατρὸς ἀναιρεθῆναι· τὸ γὰρ τέλος ὁρᾷν δεῖ, καὶ μὴ ζητεῖν τὴν ἀρχήν. καὶ τοῦτο αὐτὸ σύ‐ στησον ἐκ τῶν παραδειγμάτων. ἆρα ἂν ἡ πόλις τὸ ἢ τὸ προςτάξειέ τινι ποιῆσαι; εἶτα ἐκεῖνος προςτάξειέ τινι τῶν ἐν χερσὶν, ἆρ’ ὑπεύθυνός ἐστι τῇ πόλει ὡς παρακού‐
10σας τοῦ προςτάγματος; οὐδαμῶς· τὸ γὰρ τέλος ὁρῶσα οὐ ζητεῖ τὸν τρόπον τοῦ κατορθώματος· εἶτα ἡ πηλι‐ κότης· ὅτι οὐδὲν ἄτοπόν ἐστι τοῦτο τὸ ὑπ’ ἐμοῦ ἀναι‐ ρεθῆναι τὸν μοιχόν· οὐδὲ, ὥς φησιν ὁ κατήγορος, δει‐ νὸν καὶ ὑπερβάλλον. εἶτα τῷ ἀντεγκλήματι, ὅτι καὶ
15ἄξιος ἦν· ἡ γὰρ μεταχείρισις οὕτω σοι γενήσεται· ἔδει γὰρ κατὰ τὴν ἀξίαν αὐτὸν δοῦναι καὶ δίκην, καὶ τὰ τοιαῦτα. εἶτα ἐρεῖς καὶ τὸ τοῦ παιδός· ὅτι ἔδει πεισθῆ‐ ναι τῷ πατρί. καὶ κατασκευάσεις τοῦτο ἐκ τοῦ πάθους, ἐκ τῆς συμφορᾶς, ἐκ τοῦ πᾶσι τὴν σωφροσύνην φυλά‐
20ξαντα ἐπὶ τῆς οἰκίας μόνος μὴ εὑρεῖν ταύτην φυλαττο‐ μένην. εἶθ’ ὅτι ἐγκελευομένου τοῦ πατρὸς ὀργίζοντος, φλεγμαίνοντος, ὠδίνοντος καθάπερ ἐν πολέμῳ τὸν φό‐ νον, τί ἔδει ποιῆσαι; οὐχὶ πεισθῆναι τῷ πατρὶ, οὐδὲ ποιῆσαι τὸ κελευόμενον; οὐχὶ πρὸς τὴν χρείαν ὑπηρετή‐
25σασθαι; ἀλλ’ ἔδει ἀπιθῆσαι, ἀναχωρῆσαι, ἐᾶσαι τὸν φύσαντα, ἐᾶσαι τοιαύτην κατὰ τῆς ἑστίας παρανομίαν, ἀφεῖναι μοιχὸν ἐπ’ αὐτοῖς τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς, ἑστῶτος τοῦ πατρὸς ἐᾶσαι ἀθῷον, ἀπαθῆ τῆς οἰκίας τὸν πονηρευσάμενον, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα ἐμ‐
30πεσεῖται ἀντίθεσις παρὰ τοῦ κατηγόρου. ἀλλ’ ἔδει, φη‐263

8

.

264

σὶ, προτιμῆσαι τὸν νόμον. Ἡ Λύσις. ὅτι ἄχειρ ἦν ὁ πατὴρ, καὶ πῶς οἷόν τε προτιμῆσαι τῶν νόμων· εἰ γὰρ σωζομένης αὐτῷ τῆς δεξιᾶς, αὐτὸς ἑκὼν ἐπὶ ταύτην ἀπήντηκα τὴν ἐγχείρησιν, εἰκότως ὑπὸ σοῦ τοῦτ’ ἔχω τὸ
5ἔγκλημα· εἰ δὲ ἀδυνατοῦντος τοῦ πατρὸς, αὐτὸς ὑπηρετη‐ σάμην τῷ φύσαντι, ἀνθ’ ὅτου τοῦτ’ ἔχω τὸ ἔγκλημα· εἶτα ἐρεῖς, ὅτι μηδεὶς μηδὲ μιᾶς οὔσης ἀνάγκης βούλεται ἐναγὴς εἶναι, οὐδὲ λύθρῳ πληροῦν τὴν δεξιὰν, οὔτε ὡς ἔτυχεν ἐμβαλεῖν ἑαυτὸν εἰς τὸν φόνον, οὐδ’ ἐναγὴς
10εἶναι δοκεῖν· ἀλλ’ ἂν μὲν ἀνάγκη τις ἦν, οὐκ ἔγκλημα τὸ πραττόμενον· ἂν δὲ ἑκών τις ἑαυτὸν ἐπιφέρῃ τοῖς μὴ προςήκουσιν, ἀδίκημα τὸ γιγνόμενον· εἶθ’ ὅτι ἄτοπον δι’ ὑμᾶς αὐτοὺς ἀφαιρεθέντα τῶν χειρῶν, καὶ διὰ τὴν ὑμετέραν εὔνοιαν ὑπερασπίσαντα κοινῇ τοῦ δήμου παν‐
15τὸς μὴ τυχεῖν αὐτὸν καὶ παρ’ ἐμοῦ τῆς τοιαύτης ἐπι‐ κουρίας. ΕΞῆς θήσεις καὶ ἄλλην μεταληπτικὴν ἀντίθε‐ σιν ἐκ τοῦ κατηγόρου· ἄλλ’ ἔδει φρουρῆσαι, φησὶ, τὸν μοιχόν. ΛΥσεις· ὅτι ἄτοπον ἦν, τοῦ νόμου εἰπόντος ἀναιρεῖν, φρουρεῖν· ἡ δὲ κυριωτάτη λύσις ἐστὶ συγγνωμο‐
20νική· ὅτι ὠργίσθη, παρωξύνθη, ἅμα τὴν θέαν, τὴν σφαγὴν ὤδινε, καὶ τὰ τοιαῦτα. ΕΠίλογος κοινός.
21 ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἡ κατηγόρου κατάστασις καθαίρεσιν τῆς ἀριστείας, καὶ τῆς νίκης ἀναφορὰν εἰς τὴν τύχην, καὶ μετρίαν ἀπο‐
25λογίαν ὑπὲρ τοῦ μοιχοῦ ἐν διασυρμῷ· οἷον ἐπειδὴ γὰρ ἡ τῆς πόλεως τύχη πανταχοῦ τηρεῖ τὴν πόλιν ἀπὸ τῶν πο‐ λεμίων ἀπήμαντον, καὶ τῆς πολιτείας μετὰ τοῦ δήμου ποιεῖται τὴν πρόνοιαν, καὶ μανέντων τῶν ἐχθρῶν καθ’
ἡμῶν καὶ πολιορκήσας ἅπας ὁ δῆμος ἐξαναστὰς, καὶ264

8

.

265

προαπαντήσας ταῖς φάλαγξι, τοῖς φόνοις, τῇ δίκῃ τῶν τροπαίων, πρὸς σωφρονισμὸν ἀπέστρεφεν· ἐν ᾧ τροπαίῳ πάντων ἡμῶν κατὰ τὸ δυνατὸν ἐπαμυνόντων τῇ πόλει, μόνος οὗτος τὴν ἀριστείαν θρυλλεῖ. μόνος τὸ δι’ ἡμᾶς
5τῶν χειρῶν ἀφῃρῆσθαι προβάλλεται· καὶ οὐ τοῦτό φη‐ σιν ὅτι τὴν ἀριστείαν ἐψεύσατο, ἀλλ’ ὅτι βούλεται μό‐ νου τυγχάνειν τὸ τρόπαιον, ἁπάντων ἡμῶν στρατευσαμέ‐ νων, φανέντων μετὰ τῶν ὅπλων, δειξάντων μετὰ τῶν ὅπλων κατὰ τὴν μάχην κοινὴν τῆς πόλεως τύχην· ἀλλ’
10ἵνα μὴ δοκῶ φθόνῳ τινὶ διασύρειν τὸ τῆς ἀριστείας κα‐ τόρθωμα, σιωπῶ τὰ λοιπὰ, ἀφίημι τοῦτον μόνον ὡς ἀληθῶς τῆς ἐλευθερίας προστάτην· τί οὖν μετὰ τὴν μάχην, μετὰ τὴν ἀριστείαν, μετὰ τὸ κοινὸν τῆς πόλεως τρόπαιον μοιχὸν εἰληφέναι φησὶν, ὥσπερ ἀπὸ τῆς μά‐
15χης ἐπανελθὼν, ἵνα τοῦτον ἐπὶ τῆς ἑστίας θηράσῃ· λα‐ βὼν οὖν, ὥς φησι, διαφθείραντα κατὰ τὴν οἰκίαν τὸ γύναιον τὸν νόμον εἰδὼς τὸ κοινὸν τῆς πόλεως πρόςτα‐ γμα, ὥσπερ ἐν ἐξουσίᾳ καὶ τυραννίδι τῷ παιδὶ προςέτα‐ ξεν ἀναιρεῖν· καὶ τρόπον οὐδένα νομίσας πρὸς τὴν τι‐
20μωρίαν αὐτῷ νομικώτερον ἀντὶ δημίου τὸν παῖδα, ἀντὶ τῆς αὐτοῦ δεξιᾶς τῷ παιδὶ παρεστήσατο· καὶ τὸν νόμον ἐῤῥῶσθαι πολλὰ φράσας τῷ γράμματι μόνου τοῦ φό‐ νου γεγένηται· εἶτα δικαστηρίων τανῦν συγκροτουμένων καὶ νόμων, καὶ τῆς παρανομίας οὕτως ἐκδήλου οὔσης
25τοῖς ἅπασιν, οὐκ ὀφείλω, φησὶν, ὁ παῖς κρίνεσθαι, μοι‐ χὸν ἀνελών· μετὰ γὰρ τὴν κατάστασιν ἐπάγεις τὸ πα‐ ραγραφικόν· καὶ λῦσον τῇ μεταλήψει καὶ τοῖς ὁρικοῖς, ὥσπερ ἡμῶν τοῦτο ἐγκαλούντων, ὅτι καὶ μοιχὸς τυγχάνων ἀνῄρηται· ἀλλ’ οὐχὶ μὴ προςῆκον αὐτῷ ὁπλίσαι τῷ ξίφει
30τὴν δεξιὰν αὐτὸς τὸν φόνον τετόλμηκεν· μὴ γὰρ ζητῶ265

8

.

266

τὴν ἀναίρεσιν· μὴ γὰρ τὸν φόνον ὀδύρομαι· ἐγκαλῶ σοι τανῦν ὑπηρετησαμένῳ τῷ δράματι· διακονίαν ἣν ἐποιήσω μέμφομαι· κατὰ σοῦ γραφὴν τὴν τοιαύτην ὑπηρεσίαν ἐμποιῶ· εἶτα ἔπαγε καὶ τὴν λύσιν τῆς διανοίας αὐτοῦ·
5ὁ γὰρ παῖς λέγει, πᾶσι δέδωκεν ἀναιρεῖν ὁ νόμος τῷ εἰπεῖν, τὸν μοιχὸν δεῖ ἀναιρεῖν· εἰ μὲν γὰρ αὐτὸς ἦν ὁ παθὼν, καλῶς ἐβόα τὸν νόμον, καλῶς ὑπανεγίνωσκεν ἡ‐ μῖν τὰ γράμματα, ὡς ἅπασιν ἀναιρεῖν συγχωρήσαντα· εἰ δὲ μηδὲν αὐτὸς ἠδίκηται, τί τοῦ νόμου πρὸς αὐτὸν
10οὐκ ἀποτεινομένου τὴν κέλευσιν ἰσχυρίζεται μόνος, οὐ προςηκόντως τῷ δόγματι· εἰ γὰρ ἅπασι δέδοται ἀναιρεῖν, κἀμοὶ καὶ τῷ τυχόντι καὶ ξένῳ πόθεν τοῦτο ποιεῖν συγ‐ κεχώρηται; εἰ δὲ τοῦτο κελεύειν τὸν νόμον οὐκ ἂν συγ‐ χωρήσειας, τί σαφῶς εἰδὼς τὸ μὴ πᾶσιν ἐξὸν ὑπομεῖναι
15τετόλμηκας; εἶτα ἔπαγε τὰ ὁρικά· νῦν δὲ τοῦ νόμου τῷ πατρὶ κελεύοντος ἀναιρεῖν καὶ αὐτῷ τῷ παθόντι προς‐ τάττοντος, αὐτὸς, ὦ παῖ, μὴ προςῆκον τῷ φόνῳ διαχρή‐ σασθαι τὸν μοιχὸν οὐ κατώκνησας· καίτοι τίς τοῦτ’ ἀγνοεῖ ὡς ἕτερος σὺ τυγχάνεις· ἄλλος δέ τις ὁ παρα‐
20σχών σοι τὴν γένεσιν· καὶ διάφορα μὲν τὰ παρὰ τοῦ πατρὸς ἐνεργηθέντα πολλάκις· ἕτερα δὲ τὰ ὑπὸ σοῦ τοῦ παιδὸς μετ’ ἐκεῖνον πραττόμενα· εἶτα τῷ πηλίκῳ· ὅτι καὶ δεινὸν καὶ πολλῆς ἄξιον ἀγανακτήσεως τὸ πραχθὲν, καὶ ὅσα τοιαῦτα. ΕΙΤΑ θὲς τὴν ἀντεγκληματικὴν ἀν‐
25τίθεσιν τὴν παρὰ τοῦ παιδός· ἀλλ’ ἄξιος ἦν, φησὶν, ἀναιρεθῆναι παρ’ ἡμῶν ὁ μοιχός. Ἡ Λύσις κατὰ συν‐ δρομήν· εἶτα τῷ ἔδει προτιμῆσαι τὸν νόμον, ἄξιος τῆς κολάσεως ὁ μοιχὸς φημὶ καὶ αὐτός· ἀλλ’ οὐ τοῦτον ὑπο‐ μεῖναι τὸν τρόπον τὴν δίκην· οὐδ’ ὥσπερ ἐπὶ σκηνῆς
30ἕτερον ἠδικῆσθαι, ἕτερον δὲ τὴν τιμωρίαν παρασχεῖν·
καίτοι καὶ εἰ ἄξιος ἦν, προτιμῆσαι μᾶλλον τὸν νόμον266

8

.

267

ἐχρῆν, μὴ παρακοῦσαι τοῦ γράμματος· φύλαξαι τὴν ἐξουσίαν τῶν νόμων· νῦν δὲ τὸ πρακτέον ἀφεὶς ἐγκα‐ λεῖς ὡς ἀξίῳ τῷ μοιχῷ τοῦτο παθεῖν καὶ κατηγορίαν ἀντ’ ἀπολογίας ποιῇ· καὶ τούτῳ μὲν ἐγκαλούμενος ἀφεὶς
5ἀλλαχόθεν σαυτῷ πορίζῃ τοὺς λόγους, καὶ τὰ τοιαῦτα· ἀντίθεσις· ἀλλ’ ἔδει, φησὶ, πεισθῆναι τῷ πατρὶ, εἰ μὲν κατὰ νόμους, καλῶς, εἰ δὲ παρὰ τὸ πρέπον, οὐκ εὔλογον· καὶ ὅτι πεισθῆναι ἐχρῆν τοὺς λόγους φυλάσσοντα· καὶ ὅτι οὐχ ἅπαντα δεῖ πείθεσθαι τῷ πατρί· εἰ γὰρ ἅπαντα
10δεῖ πείθεσθαι, πάντα καὶ ὅσα κελεύουσι ποιεῖν δεῖ· εἰ δὲ τοῦτο ἀληθὲς, κἂν τυραννεῖν ἡμῖν κελεύσωσι, πράξω‐ μεν καὶ παραβῆναι τοὺς νόμους ἀκούσομεν· εἶτα, ὅτι οὐχ ἡ φύσις ἡμᾶς ἀναγκάζει ὑπακούειν τοῖς πατράσιν ἡμῶν καὶ πείθεσθαι, ἀλλὰ τὸ ὀρθὸν, καὶ τὸ συμβου‐
15λεύειν αὐτοὺς τὰ προςήκοντα, καὶ τὰ τοιαῦτα· ἐρεῖς γὰρ συγγνωμονικῶς τὰ μὲν, τὰ δὲ παραδειγματικῶς, τὰ δὲ ἐνθυμηματικῶς. Ἀλλ’ ἄχειρ, φησὶν, ἦν ὁ πατήρ. ΛΥσεις μεταληπτικῶς· ὅτι ἐχρῆν φυλάττοντα, δεομοῦν‐ τα, φυλακὴν ποικίλην ἐπινοοῦντα, καὶ τοῖς τοιούτοις·
20τί γὰρ οὐκ ἐφρούρεις τὸν ἄνθρωπον; τί δὲ τοῖς ἄρχου‐ σιν οὐ παρεῖχες πρὸς κόλασιν; εἶτα ὅτι ἔδει ἀνενέγκαι τῷ δήμῳ· ἔδει κατηγορῆσαι λέγοντα τὰ καὶ τὰ, ἠθο‐ ποιΐαν γὰρ πλάσεις ἐντεῦθεν· εἶτα ὅτι ἢ ἐπέτρεπέ σοι τὸ δικαστήριον ἢ οὔ· εἰ μὲν ἐπέτρεπεν, ἀνῄρεις· εἰ δὲ
25οὒ, ἀνεύθυνος ἦς μετὰ τοῦ τὸν μοιχὸν δοῦναι τὴν δί‐ κην· εἶτα ὅτι κατὰ πολλοὺς τρόπους δυνατὸν ἦν μὴ παραβῆναι τὸν νόμον, κατηγοροῦντα, γραφόμενον, συν‐ όντα, δεσμοῦντα, φυλάττοντα, καὶ τὰ τοιαῦτα. ΕΠί‐ λογος μετὰ ταῦτα κατὰ τοῦ παιδὸς, ὡς παραβάντος
30τοὺς νόμους καὶ σωφρονισθῆναι ὀφείλοντος· ἡ παρα‐
γραφικὴ ἓν μὲν ἔχει τὸ κύριον ὄνομα· συνέζευκται δὲ267

8

.

268

κατὰ εὐθυδικίαν πάντως ἄλλῃ τινὶ, ἢ μιᾷ τῶν λογικῶν, ἢ μιᾷ τῶν νομικῶν· γνώριμος δέ ἐστιν, οὐκ ἐκ τοῦ προςκεῖσθαι παραγράφεται· μὴ γὰρ τοῦτο μόνον ἴδιον αὐτῆς εἶναι νομίσῃ τις, ἀλλ’ ἐκ τοῦ δὶς περὶ τῶν αὐτῶν
5μὴ εἶναι κρίσιν, εἶτα δὶς περὶ τοῦ αὐτοῦ κρίνεσθαι, ἢ δὶς διδόναι τιμωρίαν, ἢ δὶς περὶ τοῦ τι ποιεῖν ἀναγκάζε‐ σθαι, ἤ τι τοιοῦτον· τοῦτο γὰρ μόνον παρατηρεῖν ἄξιος εἶ ἐπὶ τῷ αὐτῷ πράγματι· ποιῆσαι τί δεύτερον ὁ φεύγων ἢ δὶς παθεῖν ἀναγκάζεται· ὡς ἂν μὴ τοῦτο μὲν ᾖ προ‐
10ηγουμένως· ὑπάρχῃ δὲ προςκείμενον μόνον τὸ παραγρά‐ φεται, οὐχ ἕξει τὸν οἰκεῖον χαρακτῆρα ἡ γραφή· οἷον ὡς ἐπ’ ἐκείνου τοῦ πράγματος, τῷ ἀτίμῳ μὴ μετεῖναι δί‐ κης καὶ εἰς τὰς τῶν ὀρφανῶν δίκας οἱ ἐπίτροποι εἰςί‐ τωσαν· ἐπιτροπεύων τις ὀρφανοῦ ἠτιμώθη· ἐγράψατό
15τις ὡς ὑβριστὴν τὸν ὀρφανόν· ὁ ἐπίτροπος ἀξιοῖ λέγειν ὑπὲρ αὐτοῦ τὴν δίκην· ὁ δὲ παραγράφεται· τοῦτο γὰρ τὸ ζήτημα ἔστιν μὲν ἀντινομία· τὸ γὰρ παραγράφεται κεῖται ἐνταῦθα ἀντὶ τοῦ ἀντιλέγειν ἢ κωλύειν· αὐτὸς δὲ οὗτος ὁ δοκῶν παραγράφεσθαι, οὔτε ὡς γενομένης ἤδη
20κρίσεως περὶ τῆς ὕβρεως παραγράφεται, οὔτε τιμωρία τις ἐπὶ τούτῳ δευτέρα παρηκολούθησεν, οὔτε ἄτιμος ἂν ἦν γενόμενος, ὥστε δύνασθαι παραγράφεσθαι· οὔτε ὅλως ἐπὶ τῇ νῦν παρούσῃ γραφῇ φαίνεταί τις γενομένη πρώτη ἢ τιμωρία ἢ κρίσις ἤ τι τοιοῦτον· ὥστε ἐκ τούτου δῆλον
25ὅτι τινὲς ἥμαρτον τῶν τεχνογράφων, εἰπόντες ὅτι γνω‐ ρίζεται ἡ παραγραφὴ ἐκ τοῦ προςκεῖσθαι ὅτι παραγρά‐ φεται· διὸ προςῆκε μὴ τούτῳ προςέχειν, ἀλλὰ τῷ τῆς
παραγραφῆς ἰδίῳ· τῷ εἰ δίς τι περὶ αὐτοῦ γίγνεσθαι268

8

.

269

συμβέβηκεν· διαιρεῖται δὲ ἡ παραγραφὴ τῇ τοῦ ῥητοῦ θέσει· ὅτι ὁ νόμος κελεύει τὸν ἅπαξ κριθέντα δὶς περὶ τῶν αὐτῶν μὴ δικάζεσθαι· εἶτα λύσεις τοῦτο ἐκ δια‐ νοίας· γίγνεται δὲ ἡ διάνοια πρὸς τὸ συμφέρον τοῦ λέ‐
5γοντος· ἂν μὲν κρίσις ᾖ γενομένη, οὕτως ἐρεῖ ὁ χρώμε‐ νος τῇ διανοίᾳ, ὅτι νόμος κεκώλυκε, δὶς περὶ τῶν αὐτῶν τιμωρίαν μὴ γίγνεσθαι· κρίσιν δὲ εἶπε τὴν τιμωρίαν· ὁ τῇ διανοίᾳ χρώμενος λέγει, ὅτι νόμος δὶς μὴ γίγνεσθαι εἶπε διαδικασίαν· ἐὰν δὲ ἰδιωτικὸν ᾖ, λέγει, ὅτι ὁ νόμος
10οὐ πρὸς πρεσβύτας· καὶ καθόλου ὁ λύων τῷ ῥητῷ καὶ τῇ διανοίᾳ χρώμενος πρὸς τὸ ἑαυτῷ συμφέρον ἁρμόζει τὴν διάνοιαν, τὴν κρίσιν τιμωρίαν λέγων, καὶ τὴν τιμω‐ ρίαν κρίσιν· καὶ ὡς φθάνοντες εἴπομεν, καθ’ ἕκαστον μετατιθεὶς εἰς ἕτερον τὸ ῥητόν· εἶτα μετὰ τὴν θέσιν
15τοῦ ῥητοῦ καὶ τὴν ἐργασίαν τῆς διανοίας καὶ τὴν ἀπὸ τοῦ ῥητοῦ ἀπάντησιν τῇ ἐμπιπτούσῃ στάσει ἀπὸ τῆς εὐθυδικίας χρῆται· καὶ οἷα ἂν ἐμπίπτει στάσει τῇ ταύτης, κεφαλαίοις διαιρήσεις τὸ ὑπόλοιπον μέρος τοῦ ζητήματος· καὶ ἂν μὲν ᾖ στοχαστικὴ ἡ συνε‐
20ζευγμένη στάσις, τοῖς τοῦ στοχασμοῦ κεφαλαίοις διαιρεθήσεται, ἂν δὲ ὅρος, τοῖς ὁρικοῖς, ἂν δὲ μετάληψις, τοῖς τῆς μεταλήψεως, ἂν δὲ μία τῶν νομι‐ κῶν, τοῖς ἐκείνοις κεφαλαίοις· καὶ ἔστιν ἡ τῶν νομικῶν ἐργασία καθαρά· ὥσπερ γὰρ εἰς στοχασμὸν ἐμελετῶμεν
25ἢ μίαν τῶν νομικῶν, ἢ λογικῶν· οὐδὲν γὰρ ὅλως ἡ παραγραφὴ διαφέρει τῶν ἄλλων στάσεων κατὰ τὴν ἐρ‐ γασίαν, ὑφαιρεθέντων τῶν ἄλλων κεφαλαίων τῶν τῆς παραγραφῆς δηλωτικῶν, ὅτι ὁ νόμος κελεύει δὶς περὶ τῶν αὐτῶν μὴ κρίνεσθαι· καὶ τῆς τούτου λύσεως· ὅτι κρίσιν
30εἶπε τὴν τιμωρίαν καὶ τὴν διαδικασίαν. παρατηρεῖν δὲ269

8

.

270

ἄξιον μετὰ τὴν τοῦ ῥητοῦ θέσιν καὶ τὴν λύσιν τὴν ἀπὸ τῆς διανοίας, ὅπως ἀκολούθως εἰςβάλλῃς εἰς τὴν τῆς ἐμ‐ πιπτούσης στάσεως διαίρεσιν, καὶ μὴ ἀπηρτημένον ποιή‐ σῃς τὸν λόγον· διέλωμεν οὖν τὸ πρόβλημα, ἵνα σαφὴς ἡ
5διαίρεσις γένηται.
5
6aΠληγάς τις δούς τινι ἀπεκηρύχθη ὑπὸ τοῦ πατρός· καὶ εἰςά‐
7aγοντος τοῦ ὑβρισθέντος τὴν τῆς ὕβρεως γραφὴν, παραγράφεται κα‐
8aτὰ τὸν νόμον τὸν δὶς περὶ τῶν αὐτῶν κρίνεσθαι κεκωλυκότα.
9Ἐνταῦθα ἡ συνεζευγμένη κρίσις ἐστὶ μετάληψις· οὐ
10γὰρ τῷ ὑβρισθέντι δέδωκεν, ὥσπερ εἰπεῖν, ἀλλὰ τῷ πατρί· καὶ ἔστιν ἡ τῆς παραγραφῆς εὐθυδικία μετάλη‐ ψις· λέγοντος γὰρ τοῦ φεύγοντος, δέδωκα τὴν δίκην, ὁ κατήγορος λέγει, οὐκ ἐμοὶ δέδωκας, ἀλλὰ τῷ πατρί· ἔστι δὲ ἡ διαίρεσις αὕτη, μελετώντων ἡμῶν τὸν ὑβρισθέντα.
15Ἡ Κατάστασις ἔχει μετὰ αὐξήσεως καὶ ἐπαίνου, εἰ δεῖ τοὺς νόμους καὶ μέτριον τῆς πολιτείας ἐγκώμιον ἐν θέσει διεξιόντων ἡμῶν, ὅτι κακὸν καὶ χαλεπὸν ἡ ὕβρις· ἐρεῖς γὰρ ὅτι εἰδυῖα τοῦτο ἡ πόλις, ὅτι ἄλλως οὐχ οἷόν τε ἦν συγκροτεῖσθαι τὴν πόλιν, ἔθετο κατὰ τῶν ὑβριστῶν νό‐
20μους· ἵνα μὴ ὥσπερ ἐν ἐρημίᾳ τινὶ καὶ τυραννίδι ἕξῃ τοῖς μὲν ὑβρίζειν, τοῖς δὲ μὴ λαμβάνειν τὴν τιμωρίαν· ἀλλ’ οἱ μὲν τῆς αὐτῶν προπετείας ἀνέχοιντο· οἱ δὲ παθόντες κουφίζοιντο τῇ τιμωρίᾳ τὴν συμφοράν· ταῦτα εἰδὼς, ταῦτα ἐννοῶν, διῆγον κατὰ τὴν πόλιν, οὐδενὶ τῶν συντυγχανόν‐
25των μοι ἀπεχθὴς, οὐδενὶ τῶν πολιτῶν βαρὺς, ἀλλ’ ἴσος ἐδόκουν εἶναι πρὸς πάντας καὶ πρᾷος, καὶ πρὸς οὐδένα τῶν πολιτῶν μηδεμίαν ἔχων δυςμενείας ὑπόθεσιν, ἀλλὰ φίλος καὶ προσηνὴς παρὰ πάντων ὀνομαζόμενος· ἔτι μᾶλλον ἐμοὶ πρὸς τὸν τοιοῦτον βίον παρεσκεύαζε, λέγων
30δεινὸν ἡ ὕβρις· αὕτη τὰς ἔχθρας, αὕτη τοὺς πολέμους270

8

.

271

ἀνακινεῖ, διὰ ταύτην πολιορκίαι καὶ μάχαι, διὰ ταύτην ἔχθραι καὶ πόλεμοι· ἂν ταύτην φύγῃς, οὐκ ἔσται σοι κατὰ τὸν βίον συμφορῶν ὑπόθεσις· τούτοις ἐμαυτὸν ἀεὶ παιδεύων τοῖς λόγοις, τούτοις πρὸς τὴν καθ’ ἡμέραν
5τῶν πολιτῶν συνουσίαν ἀσκῶν περιπέπτωκα τοῖς ἀπ’ ἐναντίας ἐμαυτῷ κακοῖς καὶ πάσης πεῖραν ἐξαίφνης ἐλάμβανον ὕβρεως· ἄνθρωπος οὐδὲ πώποτε παθὼν τοι‐ οῦτον οὐδὲν ὑβριζόμην, ἐλοιδορούμην· εἶτα κατ’ ὄνομα τὴν ὕβριν αὐξήσας εἰπὲ, ὅτι ἐμαυτὸν παρεμυθούμην,
10ἐπέχειν συμβουλεύων, ἐμαυτῷ λέγων, ὅτι ἐὰν ἐπιπλέον καρτερήσω, τούτου μὲν ἅπαντες καταγνώσονται· ἐμὲ δὲ τῆς ἀνεξικακίας θαυμάσουσι· καὶ ὅτι οὐχ ἅπαξ, οὐ δεύ‐ τερον ἐκεῖνος μὲν ὕβρισεν, ἐγὼ δὲ ἐκαρτέρησα· ὡς δὲ εἶδεν, ὅτι οὐδὲν πλέον ἐμαυτῷ τῆς ὕβρεως, ὥσπερ τῆς
15ἡσυχίας μοι βασκαίνων πληγὰς ἐνεφόρησεν· ἐν ᾧ καὶ αὐξήσεις πάλιν τὰς ὕβρεις, τὰς πληγὰς, ὡς ὁ Δημοσθένης τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ· εἶτα ὅτι οὐκ οἶδα, πῶς ὁ πατὴρ αὐτὸν ἀπεκήρυξεν· οἰκονομήσεις δὲ τοῦτο τῷ κατ’ ἔμφασιν σχήματι, ἐνδεικνύμενος, ὅτι οὐ διὰ
20σεαυτὸν ἀπεκήρυξεν· εἶτα ὅτι εἰςάγω τὴν γραφὴν κατὰ τοὺς νόμους, καὶ τὸ κελευσθὲν ὑπὸ τῶν νόμων ποιῶν οὐ συγχωροῦμαι. Μετὰ τὴν κατάστασιν θήσεις τὴν παρα‐ γραφὴν· ἔστι δὲ τὸ μὲν ῥητὸν ἐξ ἀντιθέσεως, ἡ δὲ διά‐ νοια λυτικὴ τοῦ ῥητοῦ τυγχάνουσα τοῦ μελετωμένου·
25οἷον ἀλλ’ ἅπαξ, φησὶ, δέδωκε τὴν δίκην· νόμος δὲ οὐ‐ δεὶς περὶ τῶν αὐτῶν τιμωρεῖσθαι κελεύει· καὶ δεύτερον ἡ λύσις τῇ διανοίᾳ· ἰστέον δὲ ὅτι οὐ μιᾷ μόνῃ, ἀλλὰ καὶ πλείοσιν ἂν εὑρίσκοι τις διανοίας· λύσει τὸ ῥητὸν μόνον, ἂν μὴ ὦσιν ἐναντίαι· ἰσχυρίζεται δὲ ἐκεῖνος τῇ τιμωρίᾳ· σὺ
30τῇ διανοίᾳ χρώμενος λέγε, ὅτι κρίνεσθαι εἶπεν ὁ νόμος ἅπαξ·
λύσεις οὕτως· δέδωκα, φησὶ, δίκην ἄνθρωπος μὴ κριθεὶς,271

8

.

272

ἄνθρωπος μὴ καθίσας ἐφ’ ἑαυτῷ δικαστήριον· καί τοι πῶς οἷόν τε τιμωρίαν λαβεῖν, μήτε τινὸς κατειπόντος, μήτε αὐτοῦ ἀπολογησαμένου, μήτε κληρωθέντων τῶν δικαστῶν· εἶτα ἄλλῃ διανοίᾳ χρῆσαι· καί τοι ὁ νόμος
5εἶπε δὶς περὶ τῶν αὐτῶν τιμωρεῖσθαι μηδένα, δεικνὺς ὅτι δὶς περὶ τοῦ αὐτοῦ γίγνεσθαι κρίσιν οὐ προςῆκεν· ἀκόλουθον γὰρ ἐφ’ ἑκάστῳ τῶν τοιούτων δίκην καὶ τι‐ μωρίαν ἐπακολουθεῖν· εἰ μὲν οὖν ἐτιμωρήθη κατὰ τὸν νόμον, εἰπὲ τὸν καταψηφισάμενον δικαστήν· εἰπὲ τοῦ
10δικαστηρίου τὸν τόπον· εἰπὲ πόσοι συνήχθησαν δικα‐ σταὶ, πῶς δὲ τὰς ψήφους οἱ κρίνοντες ἤνεγκαν· νῦν δὲ τούτων καὶ μέρος εἰπεῖν ἀπορῶν, καὶ χρήσασθαί τι μὴ δυνάμενος ἁπλῶς σοφίζῃ τὸν νόμον, καὶ καταλύεις τὴν πολιτείαν σοφίσμασι, δεδωκέναι μὲν τὴν τιμωρίαν
15βοῶν, οὐκ ἔχων δὲ τοὺς καταψηφισαμένους εἰπεῖν δικα‐ στάς· εἶτα εὐφυῶς καὶ ἀκολούθως ἐκ τῆς διανοίας ἔμ‐ βαλε εἰς τὴν μετάληψιν· ἥτις ἐστὶν ἡ εὐθυδικία· ἵνα δὲ μὴ ἀπηρτημένος σοι ὁ νόμος γένηται, πρόςθες, ἀλλ’ ἔστω δεδόσθω δεδωκέναι τὴν δίκην, καὶ τιμωρίαν ὑπε‐
20σχηκέναι τῆς ὕβρεως· λογίζομαι γὰρ ὡς ἀπό τινος δι‐ καστηρίου τὴν ἀποκήρυξιν· τίνι ταύτην εἰπέ μοι τὴν τιμωρίαν παρέσχηκας; τίνι δέδωκας τὴν δίκην; τῷ πατρὶ πάντως ἐρεῖς· οὗτος οὖν παρὰ σοῦ καὶ τὴν ὕβριν ὑπέ‐ μεινεν· οὗτος ἐπὶ τοῦ σώματος ἤνεγκε τὰς πληγάς· καὶ
25τοῦτον αἰκισάμενος τὴν δίκην κατ’ ἀκολουθίαν ὑπέμει‐ νας· ἀλλ’ οὐδαμῶς ἀπαναισχυντήσεις πρὸς ταύτην τὴν ἀπόκρισιν· οὐδὲ τὸν ἀληθέστατον τουτονὶ λόγον εἰς τὸ ἐναντίον μεταβαλεῖς· εἶτα κατασκευάσεις τοῦτο
τοῖς ὁρικοῖς, ὡς διαιροῦντες καὶ τὴν μετάληψιν εἴπομεν,272

8

.

273

ὅτι πᾶσα μετάληψις τοῖς ὁρικοῖς καὶ κατασκευάζεται καὶ ἀνατρέπεται· ἐρεῖς οὖν ἀπὸ τοῦ ὅρου, ὅτι οὐκ ἔστι ταὐ‐ τὸν τῷ πατρὶ δοῦναι τὴν τιμωρίαν κἀμοὶ, ἀλλ’ ἕτερος μὲν ἐκεῖνος, ἕτερος δὲ ἐγὼ, καὶ ὅτι ἐκεῖνος μὲν οὐχ ὑβρι‐
5σμένος ἀνέλαβεν τὴν δίκην, καὶ τοῖς τοιούτοις· εἶτα τῷ συλλογισμῷ, ὅτι οὐκ ἴσον τὸ ἐκείνῳ δοῦναι τιμωρίαν κἀ‐ μοί· ἐγὼ μὲν γὰρ ἂν ὥσπερ εἰπεῖν ἐκουφιζόμην τῆς λύ‐ πης· ἐκεῖνος δὲ ὁ αὐτός ἐστι νῦν τοῖς πρὸ τούτου· εἶτα τῷ πηλίκῳ, ὅτι οὐδὲν τοῦτο πραχθὲν, ἀλλὰ κατὰ πολὺ
10μέγα, τὸ μὴ ἐμοὶ δοθῆναι τὴν τιμωρίαν, καὶ τοῖς τοιού‐ τοις, ἵνα μὴ ταυτολογῶμεν τοῖς ἐπιχειρήμασι· μετὰ ταῦ‐ τα θήσεις τὴν μεταληπτικὴν ἀντίθεσιν, ἀπὸ τοῦ κατη‐ γόρου· ἀλλ’ ἔδει πρὸ τῆς ἀποκηρύξεως κατηγορεῖν· ἡ λύσις γίγνεται· πρῶτον μὲν τὸ ὅτι ἠπείχθη σε ἀποκηρύ‐
15ξαι ὁ πατήρ· ἔπειτα ὅτι καὶ ἐνόμισέ με ἐκ τούτου παῦ‐ σαι τῆς γραφῆς· εἶτα ὅτι ἔξεστιν ὅταν βούλωμαι κατη‐ γορεῖν, καὶ οὐδεὶς νόμος τῆς κατηγορίας οὔτε καιρὸν, οὔτε χρόνον ὁρίζει· ἀλλ’ ἐπὶ τοῖς παθοῦσιν ἐστὶ τὸ εἰς‐ ελθεῖν ὅτε καὶ βούλονται τὴν δίκην· καὶ εἰκότως· ἐπειδὴ
20γὰρ οἱ ἄνθρωποι πολλάκις ἄπειροι ὄντες τῶν πραγμά‐ των ἐπὶ πλέον βούλονται βουλεύεσθαι, ἢ χρόνου πρὸς παρασκευὴν χρῄζουσιν, εἶπεν ὁ νόμος ἐξεῖναι κατηγορεῖν, ὅτε καὶ βούλονται, ἵνα ἐπὶ τοῖς ἠδικημένοις γένηται τὸ δικάζεσθαι, καὶ μὴ, καὶ διόλου κατασκευάσεις ὡς ἀντι‐
25ληπτικὸν κεφάλαιον· καὶ μετὰ ταῦτα προςθήσεις τῇ λύσει καὶ στοχαστικὰ ἐπιχειρήματα· ἐρεῖς γὰρ, ὅτι εἰκός σε καὶ δι’ ἄλλας ἀποκεκηρύχθαι αἰτίας· πάλιν ἁμαρτή‐ σαντός σου κατὰ τὴν οἰκίαν, ἢ λόγον εἰπόντος σου πρὸς αὐτὸν τὸν μὴ προςήκοντα, ἢ καὶ ἁψαμένου τῇ χειρί·
30εἶτα ἔπαγε βίαιον νόημα πρὸς κατασκευὴν τούτου· οὐδὲ273

8

.

274

γὰρ ἂν ὤφθης κατὰ τὴν ἀγορὰν τοιοῦτος, εἰ μὴ καὶ κατὰ τὴν οἰκίαν ἦς παραπλήσιος· πεφύκασι γὰρ ἅπαν‐ τες ἄνθρωποι, οἷοι ἂν ὦσιν ἐπὶ τῶν οἰκιῶν τρόπον, τοι‐ οῦτοι κἀπὶ τῆς ἀγορᾶς φαίνεσθαι· ὅτι οἱ ἔνδον ἡσύχιοι
5καὶ πρᾷοι καὶ ἐπὶ τοῦ δημοσίου τοιοῦτοί τινές εἰσι, καὶ ὅτι οὐδέποτ’ ἂν ὀφθεῖεν οὗτοι τὴν ἑαυτῶν ἀγωγὴν παραβαίνοντες, οἱ δὲ ἐπὶ τῆς ἀγορᾶς ὑβρισταὶ καὶ τὸν τρόπον ἀηδεῖς δηλονότι καὶ ἑαυτοῖς εἰσι, καὶ ἐπὶ τῆς ἑστίας παραπλήσιοι· καὶ ὅτι εἰ μὴ καὶ τοῦτ’ ἐστιν ἀλη‐
10θὲς, ἐπὶ προσχήματί σε ἀπεκήρυξεν ὁ πατὴρ, ἵνα πάλιν ἀναλάβῃ· ποία οὖν αὕτη δίκη ἢ ποία τιμωρία, ἡ ἐπὶ προσχήματι γενομένη, ἡ ἀπατῶσα τοὺς ἠδικημένους, καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα οἱ ἐπίλογοι προτρεπτικοὶ τῶν δικαστῶν, καὶ συμβουλευτικοὶ μὴ δέξασθαι τὴν παρα‐
15γραφὴν, ἵνα μὴ πρόφασις ἅπασι γένηται, τοῦτον ἐκφεύ‐ γειν τὸν τρόπον τὴν τιμωρίαν, καὶ ὅτι καὶ ἑτέρους ὑβρί‐ σας τῇ αὐτῇ ἀγωγῇ διαφεύξεται· καὶ οὕτω συμβήσεται πάντας μὲν τοὺς κατὰ πόλιν ὑβρίζεσθαι, τιμωρίαν δὲ μὴ κατακολουθεῖν ἐκ τῶν νόμων, καὶ ὅσα τοιαῦτα προ‐
20τρεπτικὰ πρὸς τὴν τιμωρίαν ὑβριστὴς καὶ ὁμολογούμε‐ νος· διὸ καὶ τὴν καταφορὰν οἰκείαν ἕξει.
21 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΑΠΟΚΗΡΥΚΤΟΣ. Ὁ ἀποκήρυκτος ἐπιείκειαν ὑποκρίνεται τῷ λόγῳ, καὶ πρὸς τοὺς δικαστὰς τρόπον χρηστόν· ἀπὸ γὰρ προοιμίων
25τοῦτο παραθήσῃ αὐτῷ, ἵνα τὴν γενομένην διὰ τῶν ἔρ‐ γων κατάγνωσιν διαλύσῃ τῷ λόγῳ, καὶ δόξῃ δι’ ὀργὴν τοῦ πατρὸς καὶ τραχύτητα μᾶλλον, ἢ διὰ τὰς πληγὰς ὑπομεῖναι τὴν ἀποκήρυξιν· ὅθεν ἡ κατάστασις αὐτῷ πολλὴν ἕξει τὴν τοῦ πατρὸς ὀργὴν ἐπὶ τοῖς πραττομέ‐
30νοις, καὶ ἐπὶ τοῖς ἐλαχίστοις ἁμαρτήμασιν ἀπαραίτητον·
καὶ φόβον ἐπὶ τούτοις αὐτοῦ κατὰ τὴν οἰκίαν πο‐274

8

.

275

λὺν, καὶ ἤθους τραχύτητα· πρὸς δὲ τούτοις ἐρεῖς, ὅτι οὐκ οἶδα πῶς τύχη τις ἐπεβούλευσε σκαιὰ, καὶ δαιμόνιον εἰς ταύτην με τὴν τύχην κατήγαγεν· εἶτ’ ἐπὶ τούτοις μι‐ κρὸν παθηνάμενος εἰς ταυτὴν εἰςβαλεῖ τὴν τῶν πραγμά‐
5των διήγησιν· ἐρεῖ γὰρ ὅτι συνουσία τις ἦν καὶ κοινωνία φιλικὴ, καὶ οἷα εἰκὸς ἦν ἐν συνόδῳ πολλάκις τοὺς νέους ποιεῖν, λόφος ἦν καὶ παιδιά· τὴν γὰρ ὕβριν ὁ ἀποκή‐ ρυκτος καὶ τὰς πληγὰς παιδιὰν ἐρεῖ· εἶτα ὅτι τραχὺς οὗτος ὢν καὶ πρὸς παιδιὰν ἀνάρμοστος ἐξήχθη πρὸς ὀρ‐
10γὴν, καὶ τὴν συνουσίαν οὐκ ἤνεγκεν. ἀλλ’ εἰδὼς ὅτι ἀπα‐ ραίτητός ἐστιν ὁ πατὴρ, καὶ πρὸς τὰ τοιαῦτα ἀσύγγνω‐ στος, κατεῖπε, κατηγόρησεν, ἀνήγαγε τῷ πατρί· εἶτ’ ἐκεῖ‐ νος καταγνοὺς ἀπεκήρυξε, καὶ μείζονα τὴν τιμωρίαν τῆς ἁμαρτίας ἐξήνεγκεν. διαθήσει γὰρ ὁ ἀποκήρυκτος περὶ
15τούτων λόγον, ὡς κατειπόντος, ὡς προςελθόντος τῷ πα‐ τρὶ, ὡς κατηγορήσαντος, ὡς ἐν τρόπῳ δικαστηρίου [τρό‐ πῳ] καταγνόντος τοῦ πατρὸς, καὶ κακωθέντος, καὶ διακούσαντος ἀμφοτέρων, καὶ τὴν τῆς ἀποκηρύξεως οὕτω ψῆφον ἐξενέγκαντος· εἶτα ἐπὶ τούτοις ἐρεῖς, ὅτι τούτων
20τοῦτον πραχθέντων τὸν τρόπον, πάλιν εἰςάγει τὴν ὕβριν, πάλιν κατηγορεῖ, καὶ εἰςβάλλει εὐθὺς πρὸς τὴν παραγρα‐ φήν· καὶ τὸ ἀπὸ τοῦ νόμου ῥητὸν, ὅτι τῶν νόμων εἰρη‐ κότων ἅπαξ ἐπὶ τοῖς ἁμαρτήμασι κρίνεσθαι, καὶ δὶς ἐπὶ τοῖς αὐτοῖς οὐ συνάγεσθαι τὸ δικαστήριον. καὶ ἀπὸ
25γνώμης εὐθὺς κατασκεύασον τὸ ῥητὸν λέγων. εἰκότως· ἵνα μὴ περιπεσὼν πλημμελήματι πολλάκις τὴν τιμωρίαν διδῷ, μηδὲ ἐπὶ τοῖς αὐτοῖς καὶ ἅπαξ τις τιμωρεῖται καὶ
δεύτερον, καὶ τὰ τοιαῦτα· εἶτα θήσεις τὴν ἀπὸ τῆς δια‐275

8

.

276

νοίας ἐκείνου ἀντίθεσιν. ἀλλ’ οὐκ ἐκρίθης, φησί· καὶ λύσεις τοῖς ἀπὸ τοῦ πατρὸς γενομένοις ὁρικοῖς, ὅτι κρί‐ σις ἦν τὸ μαθεῖν τὸν πατέρα, τὸ δέξασθαι τὴν ἀκοήν· ὥσπερ κατηγορίαν τὸν φύσαντα· εἰ γὰρ μὴ σὺ κατεῖ‐
5πες τῷ πατρὶ, ἀλλ’ ὡς εἰπὼν τῷ πατρὶ τὴν αὐτὴν ἂν σύνταξιν ἐπλήρου, τὸ καταψηφίσασθαι τὸν πατέρα, τὸ ἀποκηρύξαι, καὶ ὅσα τοιαῦτα. Εἶτα ἐλεύσῃ ἐπὶ τὴν με‐ τάληψιν, τιθεὶς αὐτὴν ἐξ ἀντιθέσεως, ἢ λύων μόνον· ἐπὶ σοὶ γὰρ ἔσται σχηματίσαι ὡς προῄρηται· ἀλλ’ οὐκ ἐμοὶ,
10φησὶν, ἔδωκας τὴν δίκην. Ἡ Λύσις· οὐκοῦν ἐχρῆν πρὸ τῆς ἀποκηρύξεως κατηγορεῖν, πρὶν ὁ πατὴρ ταύτην ὑπὲρ σοῦ ζητήσει τὴν κόλασιν, πρὶν ἀλλότριος τοῦ γένους γέ‐ νωμαι, πρὶν τῆς οὐσίας ἀποστερηθῶ, καὶ τὰ τοιαῦτα· εἶθ’ ὁρικὴ, ὅτι σὺ ἐδέξω· ἐπὶ γὰρ τῇ ὕβρει ἡ ἀποκήρυ‐
15ξις γέγονεν. καὶ ὅτι πῶς λέγεις τὸ μὴ σοὶ δεδόσθαι τὴν δίκην· εἰ μὴ ἄρα τὸ μὴ εἰς χεῖρας νομίζεις τὴν τιμωρίαν λαβεῖν καὶ σέ· ὅρα γὰρ ἐπὶ τίνι ἡ ἀποκήρυξις· καὶ ὅτι ἡ ὑπόθεοις τῆς ἀποκηρύξεως δείκνυσιν, ὅτι σὺ τὴν τι‐ μωρίαν εἴληφας. εἶτα τῇ πηλικότητι, ὅτι μεῖζον ἢ κατὰ
20ὕβριν ἡ δίκη, καὶ χρήσῃ ὅσα αὐτῷ πρόςεστιν ἐκ τῆς ἀπο‐ κηρύξεως, καὶ ὅτι οἱ δικασταὶ οὐκ ἂν ταύτην τὴν τιμω‐ ρίαν ἐζήτησαν, καὶ ὅτι πολλῷ ταύτης ἐλάττονα ἀνέλαβον τιμωρίαν, καὶ τὰ τοιαῦτα. Εἶτα μετὰ ταῦτα θήσεις τὴν ἀντίληψιν· ἀλλ’ ἔξεστίν μοι, φησὶ, κατηγορεῖν, ὅτε καὶ
25βούλομαι. Ἡ Λύσις μεταληπτική· δῆλον γὰρ ὅτι πᾶσα ἀντίληψις τῇ μεταλήψει λυθήσεται· ἔξεστίν μοι καὶ αὐ‐ τός φημι, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἤδη κεκολασμένοις, οὐδὲ ἐπὶ τῶν ἤδη τετιμωρημένων· καὶ πρὸς τὴν τοιαύτην δυνατόν ἐστι λύσιν εὑρεῖν ἐπιχειρήματα· ἀλλ’ ἠπείχθη σε, φησὶν,
30ἀποκηρύξαι ὁ πατήρ. λύσεις· τίνος γενομένου, τίνος ἁμαρ‐
τήματος, ποίας μέμψεως; ἅμα γὰρ λύσεις μετὰ ταύτης276

8

.

277

καὶ ἄλλην ἀντίθεσιν τὴν ὅτι εἰκός σε ἐπ’ ἄλλοις ἀπο‐ κεκηρύχθαι ἐγκλήμασι. Μετὰ ταῦτα θήσεις τὴν στοχα‐ στικήν· ἀλλ’ εἰκὸς ἐπὶ προσχήματί σε τοῦ πάλιν ἀνα‐ λαβεῖν ἀποκηρύξαι τὸν φύσαντα. ΛΥσεις στοχαστικῶς·
5ἢ οὐκ εἰκὸς ἅπαξ ἐκβαλόντα τῆς οἰκίας, ἅπαξ ἄτιμόν με ποιήσαντα. καὶ καθόλου πᾶσιν ἐπεξελεύσῃ τοῖς ἀπὸ τῆς βουλήσεως ἐπιχειρήμασιν· εἶτα ὅτι εἰ ὅλως ἐπὶ τούτῳ με ἀπεκήρυττε, τίνος ἕνεκα καὶ τὴν ἀρχὴν ἐνέβαλλε, καὶ τὰ τοιαῦτα. Ἐπίλογος παθητικὸς, καὶ τοὺς δικαστὰς κινῶν
10εἰς ἔλεον, καὶ διατυπώσει τῶν καθ’ ἑαυτῶν χρώμενος, καὶ ὅσας ἔχει συμφορὰς, παρὰ πάντων ὀνειδιζόμενος, ὑβριζόμενος, ἐκβαλλόμενος, καὶ τὰ τοιαῦτα.
12 ΔΙΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ ΜΗ ΕΙΝΑΙ ΔΙΚΑΣ.
14aΚρινόμενός τις λῃστείας ἠφείθη· ἕτερός τις ἐπὶ τῇ αὐτοῦ λῃ‐
15aστείᾳ βασανιζόμενος κατεῖπεν αὐτοῦ ὡς κεκοινωνηκότος. πάλιν κρί‐
16aνεται, ὁ δὲ παραγράφεται.
17 Τοῦτο τὸ ζήτημα τὴν εὐθυδικίαν ἔχει στοχαστικήν. ἀπὸ γὰρ τοῦ εἰπεῖν τὸν κλέπτην βασανιζόμενον ἐκεῖνος κρίνεται. διὸ μετὰ τὸ ῥητὸν τοῦτο ἀπὸ τῆς παραγραφῆς,
20καὶ τὴν λύσιν αὐτῆς τὴν τῆς διανοίας ἀκολούθως ἕξεις ἐπὶ τὰ ἐμπίπτοντα τοῦ στοχασμοῦ τὰ κεφάλαια· ἔστιν οὖν ἡ κατάστασις τοῦ κατηγόρου φανερά· αὔξησιν ἔχει καὶ καταδρομὴν τοῦ κακοῦ, καὶ δείνωσιν τῆς τοιαύτης συμφορᾶς, καὶ ὅτι εἰδότες οἱ νόμοι ὅτι πολλοὶ τῶν ἀν‐
25θρώπων τῶν ἀλλοτρίων ἐφίενται, καὶ τιμωριῶν οὗτοι καὶ κολαστηρίων οἱ τοιοῦτοι χρῄζουσιν, πρὸς σωφρο‐ νισμὸν ἔθεσαν τὸν νόμον. εἶτα ἐρεῖς ὅτι εἰς τὴν πολι‐ τείαν οὗτοι σώζουσι καὶ τὴν δημοκρατίαν, καὶ τὰ τοι‐
αῦτα. εἶτα ἐρεῖς, ὅτι πολλοὶ ληφθέντες ἐκολάσθησαν,277

8

.

278

τοιγαροῦν καὶ οὗτος αὐτὸς ληφθεὶς καὶ μέλλων κολάζε‐ σθαι, οὐκ οἶδα πῶς ἀπάτῃ καὶ ψευδολογίᾳ διέφυγεν καὶ τὸ δικαστήριον διαδρὰς πιθανὴν ἀπολογίαν αὐτῷ πρὸς τὰς μετὰ ταῦτα λῃστείας πεπόριστο. τοιγαροῦν
5ληφθέντος τινὸς καὶ κρινομένου κατὰ τὸν νόμον, οὐ μόνον ὑμεῖς αὐτὸν ἐξηλέγξατε, ἀλλὰ καὶ τοὺς κεκοι‐ νωνηκότας ἐγνώκατε. βασανιζόμενος γὰρ ἐκεῖνος, καὶ πολλάκις παρ’ ὑμῶν ἐρωτώμενος μίαν ἔφη ταύτην φω‐ νήν· οὗτος ὁ παρ’ ὑμῶν ἀφεθεὶς, ὦ ἄνδρες δικασταὶ,
10μοὶ συνέγνωκεν, οὗτος ἐμοὶ τῆς λῃστείας μετέσχηκεν, οὗ‐ τος ὁ παρ’ ὑμῶν δόξας τῶν τοιούτων ἐγκλημάτων ἀνεύ‐ θυνος, καὶ τὰ τοιαῦτα. τοιγαροῦν ἡμεῖς, ἐπειδὴ κατὰ τὸν νόμον ἀκόλουθον ἦν, τὰ γράμματα πάλιν τῆς λῃ‐ στείας αὐτὸν παρελθεῖν, διὰ τῆς κατηγορίας εἰς ὑμᾶς
15πάλιν κατηνέγκαμεν· καὶ χάρις γε τοῖς θεοῖς ὅτι μὴ διέ‐ φυγεν ὑμᾶς ὁ πονηρός. ἀπὸ τούτου δὲ καὶ προοίμιον ἕξεις ἁρμόττον τῇ ὑποθέσει. Εἶτα μετὰ τὴν κατάστα‐ σιν θήσεις ἐξ ἀντιθέσεως τὴν παραγραφήν, οἷον, ἀλλ’ ἐκρίθην, φησί· νόμος δὲ δὶς περὶ τῶν αὐτῶν εἶναι τὰς
20δίκας ἐκώλυσεν. Ἡ ΛΥσις τῇ διανοίᾳ τοῦ νόμου, ὅτι δίκας εἶπε τὰς τιμωρίας ὁ νόμος· εἰ μὲν οὖν αὐτὸς τε‐ τιμώρησαι, καλῶς κέχρησαι τῷ νόμῳ. εἰ δὲ οὐδέ πω τιμω‐ ρίαν παρέσχηκας, ἀνθότου τοῦτον ἀντ’ ἀπολογίας προ‐ βάλλῃ τὸν νόμον; εἰ μὲν γὰρ ἤρκει τοῦτον ἀναγνῶναι
25πρὸς τὴν κατηγορίαν τὸν νόμον, ἅπαντες ἂν τὴν ἀρχὴν εὐθυνόμενοι, εἶτα διαδρᾶναι τὴν κατηγορίαν τολμήσαν‐ τες, ἀνεύθυνοι τοῦ λοιποῦ τῶν ἐγκλημάτων ἐγίγνοντο. ἐπειδὴ δὲ τοῦτον ἀπόχρη τὸν λόγον εἰπεῖν, πάλιν κρίσεις καὶ τὰ δικαστήρια, καὶ μάλα γε εἰκότως. ἐπειδὴ γὰρ εἴ‐
30δηλον ἦν, ὅτι πᾶσα καταλύεται πολιτεία τοῦτον τὸν τρό‐278

8

.

279

πον, καὶ νόμοι καὶ δικαστήρια διαφθείρονται, ἂν τοῦ‐ τον ἰσχύσωσι τὸν τρόπον παραπέμψασθαι τὰς γραφὰς οἱ πονηροὶ, ἐδέξασθε παρ’ ἐμοῦ ταύτην τὴν πρόςοδον, καὶ πάλιν τοῦτον παραδοῦναι τοῖς νόμοις συγκεχωρήκατε,
5ἵνα πανταχόθεν σώζηται τῇ δημοκρατίᾳ τὸ προςῆκον, καὶ μή τις τῶν πολιτῶν ἀδικούμενος τοῦ λαβεῖν παρ’ αὐ‐ τοῦ δίκην ἐκκρούηται. εἰ μὲν οὖν τετιμώρηται παρ’ ὑμῶν, εἰπάτω τοὺς καταψηφισαμένους δικαστὰς τὴν τιμωρίαν, ἣν τοῖς δικάζουσιν ἡμῖν παρέσχον. ὅτε δὲ τούτων οὐδέ‐
10τερον εἰπεῖν εὐτυχεῖ, ἀνθότου τὸν νόμον, ἀνθότου προβάλλεται τὰ γράμματα, καὶ τὰ τοιαῦτα. εἶτα ἐντεῦ‐ θεν ἀκολούθως εἰςβάλλεις εἰς τὴν τῆς εὐθυδικίας στό‐ χασιν, καὶ ἐρεῖς εὐθὺς τὴν τῶν ἐλέγχων ἀπαίτησιν. καὶ τίς μου καταμαρτυρεῖ, φησὶν, ὅτι τῷ λῃστῇ κεκοινώνη‐
15κα; Ἡ ΛΥσις φανερὰ ἐκ τῶν στοχαστικῶν ζητημάτων. πρῶτον μὲν, ἐκβολῇ τῶν μαρτύρων, καὶ ὅτι οὐ δεῖ τού‐ τοις ἰσχυρίζεσθαι. εἰδότες γὰρ ὑμεῖς τὰς κατηγορίας τού‐ τους μάλιστα πρὸς ἔλεγχον λανθάνειν σπουδάζετε. καὶ ὅτι εἰ καὶ παρῆσαν, εἶπεν ἂν καταψευδομαρτυρεῖσθαι,
20καὶ ὅτι τὰ πράγματα ἰσχυρά. καὶ ἔπαγε τὴν βούλησιν, εὐθὺς συνάψας αὐτὴν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, του‐ τέστι τῷ κατειπεῖν· οὐ γὰρ ἂν ἠβουλήθην σου κατει‐ πεῖν ἄνθρωπος ἐν κρίσεσιν ὢν καὶ βασάνοις, καὶ εἰδὼς ὅτι ψευσάμενος μὲν ἐπὶ πλέον ἑαυτὸν τιμωρήσεται. τἀ‐
25ληθῆ δὲ εἰπὼν οὐδὲν τοιοῦτον πείσεται· καὶ πρὸς τού‐ τοις οὔτε ἐχθρὸς ὢν, οὔτε διαφορὰν ἔχων πρὸς σέ τινα, τούτους εἰπεῖν ἂν τοὺς λόγους προήχθη. ἀλλ’ ὑπ’ αὐ‐ τῆς ἂν τῆς ἀληθείας καὶ τῶν γεγενημένων σοι σὺν αὐτῷ λῃστειῶν. πεφύκασι γὰρ ἅπαντες ἄνθρωποι ἐν ταῖς
30βασάνοις μάλιστα τἀληθῆ εὑρίσκειν, ὅτι αὐτὸ τὸ δικα‐
στήριον, ὁ φόβος, αἱ βάσανοι, οὐκ ἂν αὐτὸν συνεχώρη‐279

8

.

280

σαν ψεύσασθαι, καὶ τὰ τοιαῦτα, ὅσα ἂν εἰς τὸν στο‐ χασμὸν μελετῶν ἔλεγες. ΜΕτὰ τὴν βούλησιν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, δύναμις γὰρ οὐκ ἐμπίπτει, ἐρεῖς ἐξ ἀντιθέσεως τὸ χρῶμα. ἀλλὰ παῦσαι, φησὶν, αὐτὸν
5τῶν βασάνων βουλόμενος ἐπὶ τοῦτον ἦλθε τὸν λόγον. ΛΥσεις ὡς χρῶμα λύων ἐν στοχασμῷ, ὅτι οὐκ ἂν ἑαυ‐ τὸν μᾶλλον ἂν ἔπαυσεν, ἀλλὰ πλέον ἐν ταῖς βασάνοις συνέκλειεν ἂν, εἰ τοῦτον τὸν τρόπον διακείμενος κατεῖ‐ πεν. εὑρόντες γὰρ οἱ δικασταὶ τὴν ἀλήθειαν, πλέον ἂν
10αὐτὸν ἐβασάνισαν, εἶτα ὅτι οὐχ ἅπαξ εἶπεν, ἀλλ’ ἀπ’ ἀρ‐ χῆς καὶ τούτου οὐ μεταπέπτωκε τοῦ λόγου. καὶ ὅσα τοι‐ αῦτα πρὸς λύσιν ἐστὶν τοῦ χρώματος ἁρμόττοντα. ΜΕ‐ τὰ τὸ χρῶμα πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει· ἀλλ’ ἑξῆς ἔχει τοὺς ἐπιλόγους. εἰσὶ δὲ οἱ ἐπίλογοι προτρεπτικοὶ πρὸς
15τὸ μὴ προςέχειν τῇ παραγραφῇ· καὶ ὅτι ἐξ αὐτῆς εὕρηται τῆς ἀληθείας ὑπεύθυνος. καὶ ὅτι κοινωνός ἐστι τῆς κλο‐ πῆς, καὶ ὅτι ἐργαστήριόν ἐστιν αὐτῶν, καὶ πρὸς τὴν τοι‐ αύτην ἐργασίαν ὁλόκληρος σύλλογος. καὶ ὅτι ἂν τιμωρή‐ σησθε, ἐκκαθήρατε τῶν πονηρῶν τὴν πόλιν. εἶτα διατύ‐
20πωσιν τῶν ἀπολλύντων καὶ συλουμένων, καὶ αὔξησιν τοῦ πάθους. ὁ μὲν ἔτι κεκτημένος ἀπώλεσεν, ὁ δὲ ἀλλότρια ἔχων ἀφῄρηται, καὶ τὰ τοιαῦτα, ὅσα ἐστὶν ἐπιλογικά.
22
23aἘγράψατό τις ἐπίτροπός τινα φόνου ἐπὶ τῷ πατρὶ τοῦ ἐπι‐
24aτροπευομένου ὡς ἄκοντα ἀποκτείναντα. καὶ εἷλεν. ἐν ἡλικίᾳ γενό‐
25aμενος ὁ παῖς ἐγράψατο τὸν ἐπίτροπον καθυφέσεως· καὶ εἷλε κα‐
26aτελθόντα ἐκεῖνον, μετὰ τὴν πενταετίαν κρίνει ὡς ἑκόντα ἀποκτεί‐
27aναντα. ὁ δὲ παραγράφεται.
28 Ἡ συνεζευγμένη στάσις τῇ παραγραφῇ στοχαστικὴ τυγχάνει, καὶ οὐχ ἁπλῶς στοχαστικὴ, ἀλλὰ καὶ ἀπὸ γνώ‐
30μης· ἡ γνώμη γὰρ ζητεῖται τοῦ ἐπιτρόπου· πότερον ἑκὼν280

8

.

281

καθυφῆκεν, ἢ ἄκων· ἡ οὖν κατάστασις τοῦ παιδὸς πά‐ θος ἕξει, ὡς ἐπὶ πατρὶ ἀναιρουμένῳ ποιουμένου τὴν γρα‐ φὴν, καὶ βαρύτητα, ὅτι καθυφῆκεν ἐπίτροπος· ἔχεις γὰρ ὅτι εἷλε καθυφέσεως τὸν ἐπίτροπον. καὶ ὅλος αὐτῷ
5διατεθήσεται ὁ λόγος, μικτὸς πάθους καὶ βαρύτητος αὐτῷ πληρούσης τὸν λόγον. ἕξει δὲ καὶ συμφορὰς ἐν τῇ καταστάσει τοιαύτας· ὅτι μικρὸς καὶ πάνυ, κατὰ δὲ τὴν ἡλικίαν παρὰ τῶν πατρῴων καταληφθεὶς ἕνα τοῦτον ἐνόμιζον εἶναι πατέρα καὶ συγγενῆ καὶ ἐπίτροπον, καὶ τὰ
10τοιαῦτα· εἶτα ὅτι ἤκουον παρ’ αὐτοῦ καὶ τῶν συνοι‐ κούντων παίδων ἡμῖν, ὅτι ὁ τὸν πατέρα τὸν σὸν ἀπο‐ κτείνας οὗτός ἐστιν. καὶ ἐζήτουν ἀεὶ γενέσθαι μοι δικα‐ στηρίου τὸν καιρὸν πρὸς τὸ ἀμύνασθαι, καὶ ὅσα τοιαῦτα· εἶθ’ ὅτι ἐμοῦ πάλιν θρηνοῦντος, δακρύοντος, ὀδυρομέ‐
15νου τὴν τοῦ πατρὸς ἀποβολὴν, ὁ ἐπίτροπος πρότερον τὸ μέλλον στοχαζόμενος, καὶ χαρίσασθαι τἀνδρὶ βουλό‐ μενος, ἀφίημι γὰρ τὸν τρόπον τῆς καθυφέσεως, ἀκου‐ σίου φόνου τοῦ ἀνδροφόνου ἐγράψατο· εἶθ’ ὅτι ὁρῶν τὸ γιγνόμενον ἔστενον, ἐσιώπων, καιρὸν γενέσθαι βουλόμε‐
20νος τῆς δίκης, καὶ τὰ τοιαῦτα. εἶθ’ ὅτι, διατυπώσαντες οὖν ὡς ἠβούλοντο τὴν γραφὴν, ὡς τῇ ὁσίᾳ πληρώσας· τὸ γὰρ προςῆκον οὕτω διέκειτο· εἶθ’ ὅτι μὴ φέρων ἐγὼ ἐγραψάμην αὐτὸν καθυφέσεως, καὶ πρὸς ὑμᾶς εἰςήγα‐ γον. τοιγαροῦν καὶ ἡμεῖς καλῶς καὶ μετὰ τοῦ δικαίου
25δικάζοντες συνείδετε τῆς κατηγορίας τὴν ὑπόκρισιν, καὶ τὴν σκηνὴν ὅλην ἐσκέψασθε τῆς γραφῆς, καὶ τοῦ ἐπι‐ τρόπου κατεχειροτονήσατε. ἐντεῦθεν ἐγὼ κατελθόντα τὸν τοῦ πατρὸς σφαγέα, τὸν ἀνδροφόνον, τὸν ἀλιτήριον εἰςαγαγεῖν πάλιν ἐσπούδασα, καὶ τὴν γραφὴν ἀληθε‐
30στάτην πεποίημαι, καὶ ἑκουσίου πρὸς αὐτὸν φόνου δικά‐
ζομαι· ὅθεν δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταὶ, μὴ περιΐ‐281

8

.

282

δητε τὸν πατέρα οὕτως οἰκτρῶς ἀνῃρημένον, μηδὲ συγ‐ χωρήσατε τούτῳ ἀνδροφόνῳ μὴ δοῦναι δίκην, ἀλλ’ ἀνέ‐ λετε, καὶ καθάρατε τῶν ἀνδροφόνων τὴν πόλιν, καὶ ψῆ‐ φον ἐνέγκατε τὴν προςήκουσαν, καὶ τὰ τοιαῦτα. ΜΕ‐
5τὰ τὴν κατάστασιν θήσεις τὴν παραγραφήν. ἀλλ’ ἐκρί‐ θην, φησί· νόμος δὲ μὴ κρίνεσθαι περὶ τῶν αὐτῶν οὐδένα κελεύει καὶ δεύτερον. ΛΥσεις τῇ διανοίᾳ ἐκ τοῦ ἐναντίου, τρόπῳ λέγω καὶ προςώπῳ· ὅτι εἰ μὲν ἀκουσίου πάλιν ἔκρινον, καλῶς πρὸς τὴν κατηγορίαν ἀνθίστασο.
10ἐπειδὴ δὲ ἑκουσίου τοῦτον οὐκ ἀφεὶς, τανῦν προφέρει τὸν νόμον· καὶ εἰ μὲν πάλιν ὁ ἐπίτροπος ἔκρινε, καλῶς ἐμέμ‐ φου τὴν προαίρεσιν. ἐπειδὴ δ’ ἐγὼ ὁ μήτε κρίνας πρὸ τούτου, μήτε πρὸς σὲ δικασάμενος, τίνος ἕνεκα τοῦ‐ τον προβάλλῃ τὸν νόμον; εἶτα καὶ ὁ νόμος εἶπε μηδέ‐
15να κρίνεσθαι περὶ τῶν αὐτῶν, ἵνα μηδ’ εἰς ἀπέραν‐ τον τὰς κατηγορίας ἐκτείνωσιν, ὑπὸ δ’ ἑτέρων κρίνεσθαι πάλιν ὡς κατηγόρησε· καὶ ὅτι εἰ ἰσχυρὸν ἦν τοῦτο τὸ ὑφ’ ἑτέρου κριθέντα ὑπ’ ἄλλου πάλιν μὴ κρίνεσθαι, οὐ‐ δὲν ἂν ἐκώλυσεν ἅπαντας τοὺς φονεύοντας μὴ διδόναι
20δίκην καθιέντας καθ’ ἑαυτοὺς κατηγόρους τινὰς, καὶ σχήματι μόνῳ τὴν γραφὴν προβαλλομένους, εἶτα ἀπο‐ φεύγοντας καὶ τῆς μετὰ ταῦτα τιμωρίας αὐτοὺς ἀπαλ‐ λάττοντας· εἶτα ἀκολούθως τούτῳ τῷ νοήματι εἴςβαλλε εἰς τὸν στοχασμὸν τὸν τῆς εὐθυδικίας τὴν τῶν ἐλέγχων
25ἀπαίτησιν παρείς· ἔφαμεν γὰρ πολλάκις, καὶ ὅτε τὰ στο‐ χαστικὰ διῃροῦμεν, ὅτι ἐν τοῖς ἀπὸ γνώμης στοχασμοῖς οὐδέποτε ἐμπίπτει ἐλέγχων ἀπαίτησις· καὶ τὴν αἰτίαν
ἐκεῖ προείπομεν· ἐρεῖς οὖν, ὅτι δῆλον γάρ ἐστι καὶ νῦν,282

8

.

283

ὅτι τοῦτον τὸν τρόπον ὑπὸ τοῦ ἐπιτρόπου κριθεὶς ἀπέ‐ φυγε τὴν τιμωρίαν, καὶ τὰ τοιαῦτα. ΕΙΤα ἐξ ἀντιθέ‐ σεως τὴν βούλησιν. ἀλλ’ οὐκ ἂν ἠβουλήθη, φησὶν, ἑκόν‐ τα με ἀποκτείναντα ἀκουσίου γράφεσθαι φόνου. ΛΥ‐
5σεις, ὅτι εἰκὸς βεβουλῆσθαι, καὶ διὰ φιλανθρωπίαν κα‐ τὰ μηδὲν αὐτῷ τοῦ τελευτήσαντος διαφέροντος· πληρώ‐ σας καὶ τῇ ὁσίᾳ τὸ νομιζόμενον, καὶ σὲ μὴ ἀνελεῖν. εἶ‐ τα ὅτι πεφύκασιν ἅπαντες ἐν οἷς αὐτοῖς κέρδος οὐδὲν ὑπολείπεται μᾶλλον εἰς φιλανθρωπίαν ῥέπειν· καὶ κατα‐
10σκευάσας τὴν βούλησιν ἔπαγε εὐθὺς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· δύναμις γὰρ οὐκ ἐμπίπτει. ὅτι τοιγαροῦν ἐγρα‐ ψάμην καθυφέσεως αὐτὸν καὶ εἷλον, καὶ δῆλον ὅτι κἀκεῖνος ἑκὼν καθυφῆκε τὴν κρίσιν, ἵνα μὴ δῷς κατη‐ γορίαν, καὶ ὅτι οἱ δικασταὶ ἐπιγνόντες τὴν ὑπόθεσιν
15ἅπασαν εὐθὺς καὶ παραχρῆμα κατεψηφίσαντο. ὅθεν ἐκ τούτου προςῆκόν σε νῦν δοῦναι κατηγορίαν, ὡς ἑκόντα τὸν πατέρα διαχρησάμενον. ΜΕΤὰ ταῦτα λύσει ἐξ ἀν‐ τιθέσεως ὁ παραγραφόμενος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τῷ χρώματι. οἷον, ἀλλὰ τοιαύτη, φησὶ, τῶν δικαστη‐
20ρίων ἡ τύχη, τῶν μὲν νικώντων, τῶν δὲ ἡττωμένων. ΛΥσεις, ὅτι οὐκ ἐκ τύχης τινὸς ἐνίκησα τὸν ἐπίτρο‐ πον, ἀλλ’ ἐκ τῆς ἀληθείας αὐτῆς, καὶ τοῦ δικαίου τὴν δίκην προξενοῦντος. καὶ ὅτι οἱ τοιοῦτοί εἰσιν ὡς δι‐ κάσαντες, ὡς τύχῃ διδόναι τὰς κρίσεις. ἀλλ’ ἀκριβῶς ἐπεξ‐
25έρχονται, καὶ καθ’ ἕκαστον ἐρευνῶσι τὰ λεγόμενα. καὶ οὐχ οἷόν τε παρακρούσασθαι, ἂν μετ’ ἀληθείας τις χρή‐ σηται τοῖς λόγοις, καὶ τοῖς τοιούτοις πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει. ἀλλ’ ἥξεις εὐθὺς ἐπὶ τοὺς ἐπιλόγους πα‐ θητικοὺς ὄντας, καὶ καταδρομὴν πολλὴν ἔχοντας τοῦ
30φονεύσαντος ἐπιτρόπου. καὶ ἠθοποιΐας πρὸς τὸν ἐπίτρο‐
πον· ὅτι δεῦρο ὅρα καταψηφισαμένους τοὺς δικαστὰς,283

8

.

284

τιμωρουμένους τὸν ἀνελόντα· καὶ ὅτι τάχα που πάντως καὶ ὁ πατὴρ ἐπισκοπεῖ τὰ γιγνόμενα. καὶ ἠθοποιΐα πρὸς αὐτὸν ἁρμόττουσα· ὅτι τοῦ φῦσαι ταῦτα καὶ εἰς φῶς ἀγαγεῖν ἀποδίδωμί σοι τὰς χάριτας. τῶν γὰρ τροφείων
5διὰ τῶν ἀνδροφόνων τούτων οὐ συγκεχώρημαι. καὶ ὅσα τὰ τοιαῦτα.
6
7aΝόμον τις εἰσέφερεν, ἄλλος αὐτὸν ἐγράψατο· ὁ τὸν νόμον
8aεἰςενεγκὼν ἀριστεύσας ᾔτησεν ἀναιρεθῆναι τὴν γραφήν· ἔλαβεν αὖ‐
9aθις, τὸν αὐτὸν εἰσφέρει νόμον. γράφεται αὐτὸν πάλιν ἐκεῖνος. ὁ
10aδὲ παραγράφεται κατὰ τὸν νόμον, τὸν δὶς περὶ τῶν αὐτῶν μὴ εἶ‐
11aναι κρίσεις κελεύοντα.
12 Ἡ εὐθυδικία κατὰ ἀντίληψιν, τὸ χρῶμα ἔχουσα ἀν‐ τιστατικόν· ὅτι ὑπὲρ τῆς πόλεως εἰςφέρει τὸν νόμον. διὸ καὶ ἡ κατάστασις ἔχει ἐν ἀρχῇ τὴν σύστασιν τῆς πολι‐
15τείας ἐκ τῶν νόμων. καὶ ὅτι ἄλλως οὐχ οἷόν τε δημοκρα‐ τεῖσθαι, εἰ μὴ πάντως οἱ νόμοι συγκροτῶνται. εἶτα ὅτι τοῦτο εἰδὼς εἰςῆγον τὸν νόμον ὑπὲρ τῆς πόλεως, ὑπὲρ τῆς δημοκρατίας, ἵνα πάντες ὠφελῶνται διὰ τοῦ γράμ‐ ματος. διὰ γὰρ τοῦ λέγειν, ὅτι σφόδρα ὠφέλιμος ἦν ὁ
20νόμος, δεικνύεις ὅτι ἡ ἀντίῤῥησις κατὰ δύςνοιαν ἐγένετο. εἶτα ὅτι ἀντεῖπέ τις ὑμῶν πεπραγμένων, συγκαταθεμέ‐ νων τῷ νόμῳ. μεθ’ ὃ τὸν πόλεμον καὶ τὴν τῶν πολε‐ μίων ἔφοδον καὶ τὴν παρασκευὴν καὶ τὴν νίκην καὶ τὸ τρόπαιον. εἶθ’ ὅτι προκειμένης δωρεᾶς μετὰ τὸ τρόπαι‐
25ον οὐδαμῶς τι κατ’ ἐμαυτὸν ἐζήτησα. ἐν ᾧ καὶ ἠθο‐ ποιΐα, ὅτι βέλτιον προκρίνειν τὰ δημόσια, ἢ τὰ ἴδια ὠφελεῖν· εἶθ’ ὅτι τούτους τοὺς λόγους σκεψάμενος οὐκ ᾔτησε σίτησιν, οὐ χαλκῆν εἰκόνα, οὐ στέφανον, οὐδέ τι τοιοῦτον ἕτερον, ἀλλ’ ἀναίρεσιν τῆς γραφῆς, ἵν’ ὁ νό‐
30μος ὑπὲρ ἡμῶν κείμενος ἀντ’ ἄλλης τινὸς εὐεργεσίας
μένῃ τῇ πόλει· εἶτα ὅτι τοιγαροῦν ὅτι καὶ νῦν μετὰ284

8

.

285

τὴν ἀναίρεσιν τῆς γραφῆς, οἰόμενος πεπαῦσθαι τῆς ἀ‐ νοίας τὸν κατήγορον, καὶ λοιπὸν τὰ λοιπὰ τῆς πόλεως φρονεῖν δίκαια, εἰςήγαγον εἰς ὑμᾶς πάλιν τὸν νόμον, καὶ τὰς αὐτὰς ἀφιέντος μου φωνὰς, ὥσπερ καὶ πρότε‐
5ρον, ἐνίσταται κατηγορῶν, οὐ συγχωρεῖ κυρωθῆναι γράμματα. ΜΕΤΑ τὴν κατάστασιν θήσεις τὴν διά‐ νοιαν ἐξ ἀντιθέσεως· τὸ γὰρ ῥητὸν τοῦ νόμου τοῦ γρα‐ φομένου τυγχάνει. οἷον, ἀλλ’ οὐκ ἐκρίθη, φησὶν, οὐ‐ δεμία γὰρ παρὰ τῶν δικαστῶν ὑπὲρ τοῦ νόμου ψῆφος
10ἐνήνεκται. ΛΥσεις τῷ νόμῳ, καὶ τοῖς γενομένοις εἰς‐ αχθεὶς ἅπαξ, καὶ γνωσθεὶς τοῖς δικασταῖς καὶ φανερὸς γενόμενος κρίσιν ἔσχεν πρὸς αὐτὸν τὴν προςήκουσαν. ὅθεν καὶ ὁ νόμος δὶς περὶ τῶν αὐτῶν λέγει μὴ κρίνε‐ σθαι οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μὴ δὶς περὶ τοῦ αὐτοῦ γρα‐
15φὴ ἐν δικαστηρίοις γίγνηται. μηδὲ πολλάκις τῆς αὐτῆς δίκης ἀκούωσιν οἱ δικασταί. εἶτα τοῖς ὁρικοῖς, ὅτι ταὐ‐ τόν ἐστι νῦν ὥσπερ καὶ πρότερον. καὶ ἡ αὐτὴ κρίσις γίγνεται νῦν, ἥπερ καὶ πρότερον· τοῦτο δὲ ἀπαγορεύει ὁ νόμος· εἶτα ὅτι καὶ ἴσον ἐστὶ τὸ νῦν γιγνόμενον τοῖς
20πρὸ τούτου. πάλιν γὰρ καθεσθέντες ἔχουσιν ἀκοῦσαι τῆς γραφῆς καὶ τῆς αὐτῆς ἀνασχέσθαι φλυαρίας, καὶ πάλιν σου γνῶναι τὴν συκοφαντίαν, ὅπερ καὶ πρότερον γέγονεν· εἶτα τῷ πηλίκῳ, ὅτι δεινόν ἐστι τοὺς αὐτοὺς κατηγόρους δέχεσθαι ἐπὶ τοῖς αὐτοῖς· εἶτα πιθανῶς καὶ
25ἀκολούθως σύμβαλε εἰς τὴν ἀντίληψιν. κἂν συνεχῶς τις ὑπὲρ ὑμῶν νομοθετεῖν θέλῃ, ὅπερ ὑπὸ τῶν προτέρων γενομένων νόμων κυρίων συγκεχώρηται· καὶ κατασκευά‐ σεις διόλου ὡς ἀντίληψιν. ΕΙΤΑ μετὰ τὴν ἀντίληψιν θήσεις τὸ μεταληπτικόν· ἀλλ’ οὐ τοῦτον, φησὶν, ἔδει σε
30τὸν νόμον εἰςφέρειν. ΛΥσεις τῷ χρώματι. εἰδὼς αὐτὸν χρήσιμον ὄντα τῇ πόλει εἰςήνεγκα, καὶ δυνάμενον ἅπαν‐
τας ὠφελεῖν, καὶ ὅσα τοιαῦτα κατασκευαστικὰ τοῦ χρώ‐285

8

.

286

ματος. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους κοινοὺς, ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος.
2
ΠΡΑΓΜΑΤΙΚΑ. ΝΟΜΟΣ ΤΟΝ ΑΡΙΣΤΕΑ ΛΑΜΒΑΝΕΙΝ ἣν
5βούλεται δωρεάν.
6aΠένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ἠρίστευσεν ὁ πλού‐
7aσιος· ἔλαβε δωρεὰν κατὰ τὸν νόμον τὸν πένητα, πολέμου προςδο‐
8aκωμένου, καὶ δεύτερον ἀξιοῖ τις στρατεύεσθαι τὸν πένητα.
9Μέσον ἐστὶ τὸ ζήτημα ἤθους καὶ σχήματος· ἤθους
10μὲν, ἐν οἷς ὑπὲρ τῆς πόλεως ὁ λέγων ἀξιοῦν ὑποκρίνε‐ ται, καὶ τοῦ τῆς πόλεως συμφέροντος οὐ τοῦ πένητος ἔχεται, σχήματος δὲ ἐν οἷς ἐγκωμιάζει τὸν πλούσιον, καὶ πρὸς τὴν ἄφεσιν τοῦ πένητος ἐπάγεται· χρῄζει γὰρ αὐ‐ τοῦ τανῦν ὁ δημηγορῶν, καὶ πρὸς τὴν σπουδὴν ἀντι‐
15πράττοντος· διὸ καὶ καιρὸν ἔχει τὸν πλούσιον ἐπαινεῖν ὡς φιλάνθρωπος· ὅτι παρὰ τοῦ δήμου τὴν χάριν εὑρά‐ μενος τὸν ἐχθρὸν οὐκ ἀνῄρηκεν. ἐπιεικοῦς γὰρ λόγου καιρός· ἐν οἷς ἡμῖν συλλαβέσθαι τὸν πλούσιον παρακαλοῦ‐ μεν. ὡς ἐὰν πρὸς τὸν πλούσιον μαχώμεθα παροξύναντες αὐ‐
20τὸν, τοὐναντίον ἢ βουλόμεθα πράξομεν· διὸ τῆς ἀντιπολι‐ τείας αὐτὸν μεμνῆσθαι καλὸν, ἀνασκευάσομεν γὰρ τὸ προκείμενον εἰς ὑπόμνησιν τὴν ἔχθραν ἄγοντες. οὔτε τὴν τοῦ πλουσίου ἀριστείαν ἐξαιρήσομεν· ἀφελῶς γὰρ αὐτῆς ὡς γενομένης χάριτος καθαψόμεθα. οὔτε μὴν ἀ‐
25ριστεύειν ἐπαγγελλόμεθα τὸν πένητα, ἵνα μὴ τῆς τοῦ πένητος ἀριστείας ἐλπίδα ποιήσαντες δῶμέν τι τῷ πλου‐ σίῳ πρὸς φόβον ὡς καὶ τοῦ πένητος ἂν μετὰ τὴν ἀρι‐ στείαν τὸν πλούσιον ἀνταιτήσαντος· παρατηρητέον δὲ,
ὅτι βαρὺ καὶ ἐπαχθὲς εἶναι δοκεῖ τὸ τὸν πλούσιον ἀντι‐286

8

.

287

λέγειν ὑπὲρ τῆς ἑαυτοῦ δωρεᾶς, καὶ ταῦτα ἀριστέα ὄντα. καὶ τὸ σαυτοῦ μᾶλλον ἢ τὸ τῆς πόλεως προκρίνειν δοκεῖ. βέλτιον οὖν καὶ ἄλλον ἀντιλέγειν, καὶ τὰς ἀντιθέσεις μὴ ἀπὸ τοῦ προσώπου τοῦ πλουσίου τιθέναι. ΠΡΟοι‐
5μίοις γὰρ χρησόμεθα τοῦτον τὸν τρόπον· ἕως ὅτου πρὸς τὸ βουλεύσασθαι παρέσχεν, ὦ πολῖται, καιρὸν ἡμῖν ἡ τύχη, καὶ μηδέπω πάντας ἡμᾶς ἀφῄρηται τὴν ὑπὲρ τῶν κοινῶν σκέψιν ὁ πόλεμος, ἀλλ’ ἔτι σκοπεῖν ὑπὲρ τῶν ἐν χερσὶν ἡμῖν συγκεχώρηται. κρίνατέ τι τῆς δημοκρα‐
10τίας ἐπάξιον, καὶ τὸν πένητα κατὰ τῶν πολεμίων ἐκπέμ‐ ψατε, ἵνα μὴ πάντων ὁπλιζομένων ἡμῶν εἷς τῶν παρ’ ἡμῖν εὔνους καὶ φιλοκίνδυνος τῶν ὑπὲρ τῆς πολιτείας ἀγώνων στερίσκηται· εἰ γὰρ μὴ καλούσης τῆς χρείας, μόνος ἐπὶ ταύτην ἀπήντων ἐγὼ τὴν προαίρεσιν, καὶ τοῦ
15καιροῦ σιωπῶντος τὸν πένητα συνῆγον ἐπὶ τὴν ἐκκλησίαν τοὺς ἅπαντας, περιττὸν ἂν ἦν ψῆφον ἐπιζητῶν παρ’ ὑμῶν εἰ‐ ρήνην λαβεῖν πρὸς τὸ παρὸν οὐ κατήπειγεν· ἐπειδὴ δὲ κίνδυνος ἐφώρμα τῇ πόλει καὶ δεύτερον· καὶ δὴ καθέκα‐ στον ἅπαντας ὑπὲρ τῶν νόμων συμβάλλεσθαι, γενέσθω
20τι πρὸ τῆς ἀγωνίας τῷ πένητι σύνθημα· καὶ μετὰ τῆς ἀσπίδος τοῦτον τῆς ἐκκλησίας προπέμψομεν· ἵνα δοῦ‐ λον ἀπὸ τοῦ βήματος ἐξορμήσαντες νικῶντα ἀριστέα με‐ τὰ τὴν ἀγωνίαν δεξώμεθα. ΔΕΥτέρῳ δὲ χρήσῃ τοι‐ ούτῳ· ὁ μὲν οὖν πένης τὴν συμφορὰν μᾶλλον φέρει καὶ
25πείθεται· καὶ παρέστηκε σιωπῶν, καθ’ ἣν τοῦτο λυπού‐ μενος, ὅτι μὴ προλαβὼν τοὺς ἐναντίους κεχείρωται. ἀλλ’ ἀναμένει τὸν πλούσιον, καὶ πρὸ τῶν νόμων· τοῦτον ὡς δεσπότην δορυφορεῖ· ἡμεῖς δὲ τοῦ πολέμου τὸ δεινὸν ἀπο‐ κηρύττοντος, καὶ μελλόντων ὅσον οὐδέπω τῶν φόβων
30ἀγλαὸν γενέσθαι τινὰ περὶ τὴν πόλιν, κατοκνοῦμεν287

8

.

288

ψηφίσματι· καὶ στρατιώτην κατὰ τῶν πολεμίων ὠδίνοντα τῇ παρ’ αὐτῶν ἐπέσχομεν ἡμεῖς μόνῃ βραδυτῆτι· ὃ μὴ πάθοιτε νῦν, οὐ γὰρ εὔλογον εὖ μέν τινα τὸ γένος προ‐ αιρεῖσθαι ποιεῖν, ἀποφοιτᾷν δὲ τῶν ἔργων τῷ μὴ τὸν
5δῆμον συναίρεσθαι· εἰ γὰρ τοῦ μὲν δράσαντος ὁ κωλύ‐ σας μεμπτότερος, τοῦ πράξαντος εὖ ὁ παρασχὼν τὴν ἀφορμὴν δικαιότερος· ὥστε εἰ τούτῳ παράσχοιμεν ὑπὲρ τῶν κατειληφότων τὴν ἄδειαν, αὐτοῖς ἡμεῖς τὴν ἐλευθε‐ ρίαν, οὐ τῷ πένητι πρυτανεύσομεν· πολλάκις ἐπεσημη‐
10νάμην, ὅτι τὰ κωλοειδῆ καιρὸν ἐν προοιμίοις οὐκ ἐμ‐ πίπτει. ἀλλὰ κατάγνωσιν φέρει τιθέμενα. τρίτον δὲ τοι‐ οῦτον ἐρεῖς· οἱ μὲν οὖν κακοδαίμονες ἐκεῖνοι πολέμιοι τάχα που πάντως ἔκδοτον τὸν πένητα γεγενῆσθαι νενο‐ μίκασι, καὶ θαῤῥοῦντες, ὡς εἰκὸς, ἐπὶ τὴν ἀγωνίαν
15σπουδάζουσιν, ἅτε δὴ μηδενὸς αὐτοῖς πρὸς τὴν καθ’ ἡμῶν ἐπιβουλὴν ἀντιπράττοντος· ὑμέτερον οὖν ἔργον ἐκείνοις μὲν ἀποτειχίσαι τῇ τούτου προθυμίᾳ τὴν πόλιν, ἐπιδεῖξαι δὲ προδόταις τοῖς παρ’ ἡμῖν, ὅτι καὶ πρότερον οὐ προςηκόντως εὔνουν πολίτην καὶ δημοτικὸν προέμενοι,
20νῦν ὅτε τῇ πείρᾳ τὰ σφάλματα μεμαθήκαμεν, ἑκόντες τὸ λυσιτελὲς οὐκ ἀφήκαμεν. ἑτέρα δὲ ἔννοια προοιμιακὴ ἐκείνη ἂν εἴη· ὁ μὲν οὖν πλούσιος ἔκδοτον τὸν πένητα παρὰ τοῦ δήμου καὶ ζῶντα μέχρι τοῦ δεῦρο κατέσχηκε, καὶ τυχὸν τοῦτον ὑπὲρ τῆς πολιτείας τετήρηκεν. εἶτα
25κατασκευάσεις τοῦτο αὐτὸ οὕτως. ὅπου γὰρ ἐξὸν ἀνελεῖν ἐφείσατο, πῶς οὐ δῆλον, ὅτι ὑπὲρ ἡμῶν προνοῶν οὐ προπετῶς τοῦτον ἀνῄρηκεν; εἶτα συμπεραίνεις· οὐκοῦν εὔλογον τοῦτον ἀφεῖναι, ὃν καὶ ὁ ἐχθρὸς τῇ πόλει διεφύ‐ λαξεν. ΔΥΝατὸν καὶ οὕτως εἰπεῖν· ᾤμην μὲν, ὦ πολῖ‐
30ται, τὸν πλούσιον ἀφ’ ἑαυτοῦ παρασχήσειν τὸν πένητα288

8

.

289

πρὸς τὸ μέγεθος τῶν κατειληφότων φιλοτιμούμενος. ἐπειδὴ δὲ πρὸς τὸ πρέπον βραδὺς, ὡς ἔοικεν, οὗτος ἐλή‐ λεγκται, αὐτὸς ἥκω γράφων ἐξιέναι τὸν πένητα, καὶ τὰ τοιαῦτα. ΔΥΝατὸν καὶ οὕτως· εἰ μὲν οὖν πρὸ τοῦ πο‐
5λέμου μάθοιεν οἱ πολέμιοι τὸν πένητα στρατευόμενον, τάχα πρὸ τῆς συμφορᾶς, οἶμαι, τῇ πόλει παραχωρήσου‐ σιν. ἐπειδὴ δὲ τέως τοῦτον ἰδεῖν οὐκ ἐλπίζουσι στρατευ‐ όμενον, ἡμεῖς αὐτὸν ἐξαίφνης μετὰ τῶν ὅπλων ἐπὶ τὸν πόλεμον ἐξορμήσομεν, ἵνα στρατιώτης παρ’ ἐλπίδα φα‐
10νεὶς μετὰ τῶν ἔργων ἐν τῷ πολέμῳ γένηται φοβερώτε‐ ρος. Ἡ ΚΑτάστασις· ὁ καθιστάμενος οὐκ εὐκαίρως τῆς ἀντιπολιτείας μνησθήσεται. καὶ γὰρ ἐὰν λέγῃ ὅτι δεινὰ ποιῶν καὶ παρανομῶν ὁ πλούσιος τὸν πένητα ἔσχε κωλύοντα, αὐξήσει μὲν τὴν τοῦ πλουσίου θρασύτητα.
15ἐκτείνων δὲ τὴν πολιτείαν τοῦ πένητος παροξύνει διὰ τῆς μνήμης τὸν πλούσιον δηλονότι. ἐκεῖνος δὲ λαβὼν τὸν πένητα δωρεὰν, καὶ τῆς πρότερον λαμβάνων ἔχθρας ὑπόμνησιν, οὐκ ἀφήσει τὸν πένητα. ἔστιν οὖν ἡ κατά‐ στασις τοιαύτη ἔχουσά τι πρὸς ἐγκώμιον πλουσίου, καὶ
20μετὰ βαθύτητος διασυρμὸν, ὡς καὶ τοῦ πολέμου διὰ τὸν πλούσιον γενομένου, καὶ τῆς ἀριστείας ἐξ ἐπιβουλῆς αὐτῷ προςγενομένης· οἷον, ἐπειδὴ γὰρ ἅπαντα μετὰ τῆς ἀγαθῆς τῆς πόλεως τύχης ὁ πλούσιος πολιτευόμενος ὑπῆρχεν, ὡς εἰκὸς, καὶ λόγοις καὶ χρήμασι χρήσιμος, καὶ
25τῶν κοινῶν οὐδὲν ἐνόμιζε προυργιαίτερον, οὐκ ἔχθραν, οὐ κέρδος, οὐ φιλοτιμίαν, οὐκ ἔρωτα πολέμου ποθὲν συμβεβηκότος τῇ πόλει, καὶ τὴν φύσιν προλαβόντος τοῦ πράγματος, εὐθὺς μετὰ τῶν ὅπλων ἀπαντήσας ἐπὶ τὸν πόλεμον, καὶ αὐτὸν προλαβὼν τὸν πένητα, μᾶλλον δὲ καὶ
30τὴν ἁπάντων παράταξιν, ἀγνοούντων ἔτι τῶν πολλῶν τὸ289

8

.

290

δεινὸν, καὶ τοῦ θορύβου τὴν πρόφασιν τινῶν βουλομένων μαθεῖν, μετὰ τῶν τροπαίων ἀριστεὺς ἐπανήρχετο. καὶ συνῆπτε τῇ φύσει τὸ τρόπαιον, καὶ τοὺς λόγους ἡ ἀρι‐ στεία κατελάμβανεν. τότε μὲν οὖν ἁπάντων θαυμαζόν‐
5των ἡμῶν καὶ τὴν τῶν πολεμίων παράταξιν καὶ τοῦ πλουσίου τὸ τρόπαιον, καὶ κατ’ αὐτὸν ἐκπληττομένων, ἀριστείας ἅμα καὶ πολέμου ταχύτητα παρὰ τῆς δωρεᾶς κατὰ τὸν νόμον ἡδόμενοι συνηρχόμεθα. καὶ τοῦ γέρως προςτιθέντες τὴν αἴτησιν ἕνα τινὰ πάντες εἶχον σκο‐
10πὸν τῷ πλουσίῳ χαρίσασθαι· τί γὰρ οὐκ ἔμελλον θᾶτ‐ τον οὕτως ἄνθρωποι τὴν ἐλευθερίαν ἀπειληφότες, οὐ ταχθέντες μετὰ τῶν ὅπλων, οὐ περὶ τῆς τοῦ πολέμου τύχης εὐλαβηθέντες, καὶ τέλος οὐ τραυματίας ἰδόντες τοὺς ἑαυτῶν γνωρίμους καὶ φίλους. τοιγαροῦν ἐπειδὴ
15ἐζήτησε τὸν πένητα, καὶ τὴν αὐτοῦ προαίρεσιν ἅπαντες μεμαθήκαμεν, οὐκ ἀντείπομεν πρὸς τὴν ἐπιθυμίαν, μεμ‐ ψάμενοι τὴν δωρεὰν οὐκ ἠχθέσθημεν. τί δέ μοι τούτων τῶν λόγων αὐτὸς ἑαυτὸν ἑκὼν ἐπεδίδου μετὰ τὴν αἴτησιν καὶ τὴν τῶν πολλῶν ψῆφον ὁ δῆμος προὐλάμβανεν, οὐ
20δυςχεράνας, οὐ τῷ κοινῷ τι μεμψάμενος, οὐ τῆς ἑαυτοῦ ποιήσας πολιτείας κατάλογον. εἶτα τὰ τοιαῦτα πιθανῶς διασκευάσας, ὡς μηκέτι παροξυσμὸν εἰπεῖν πρὸς τὸν πλού‐ σιον, ἀλλὰ καὶ βαθέως αὐτοῦ τε καὶ τοῦ δήμου καθά‐ ψασθαι, ἔπαγε· εἰ μὲν οὖν μέχρι τούτων εἱςτήκει τὰ
25πράγματα, περιττὸς ἂν ἦν γράφων τανῦν, ἃ μηδὲ ὁ καιρὸς κατηνάγκασεν· ἐπειδὴ δὲ πρόδηλοι τυγχάνουσιν οἱ πολέμιοι, μετὰ παρασκευῆς ἐπερχόμενοι πλείονος, καὶ καταχθέντες οὕτως, ὡς καὶ πρὸς πᾶσαν τὴν πόλιν ἀντισχεῖν, εἰ στρατεύοιτο δὲ, αἰτῶ κοινῇ μεθ’ ἡμῶν
30συμπονῆσαι τὸν πένητα. γράφω καὶ τὸν δοῦλον συ‐290

8

.

291

στρατεύεσθαι. εἰς ταύτην γάρ με κατέστησε τὴν ἀνάγκην ὁ πόλεμος. ὅθεν δ’ ἂν γλαφυρά τις ἡ κατάστασις γέ‐ νοιτο, καὶ ἀπὸ ποίων νοημάτων τούτου εὐπορήσομεν, σκοπῶν κατὰ μέρος τὴν κατάστασιν εὑρήσεις. οἷον εὐ‐
5θὺς ἀπὸ τοῦ ψηφίσματος εἰπὼν ὅτι διὰ τὸ πάντας τοὺς πολεμίους παρεσκευασμένους παρέρχεσθαι. δεύτερον δύ‐ νασαι τὸν λόγον ἀποστρέψαι πρὸς τὸν πλούσιον, καὶ εἰ‐ πεῖν αὐτὸ ὑπὲρ ἐμοῦ τοῦτο· συμβούλευσον, πλούσιε, αὐτὸς ἀκριβέστερον τὰς τοῦ πολέμου τύχας μεμάθηκας·
10ὅμοιόν τι τοῖς πρότερον αὐτοῦ πεπολίτευσαι κατορθώ‐ μασιν, ἀντὶ λειτουργείας, ἀντὶ εἰσφορᾶς, ἀντὶ χρημά‐ των, ἀντὶ δωρεᾶς ἑτέρας καὶ χάριτος κοινήν τινα πρὸς τὴν πόλιν φιλοτιμίαν ὑπόμεινον, καὶ τὰ τοιαῦτα. μὴ ἐπὶ πολὺ δὲ, ἐπειδὴ ἐπίλογον ποιεῖς. μετὰ ταῦτα θήσεις
15παραγραφικὴν ἀντίθεσιν τὴν ἀπὸ τῆς δουλείας τοῦ πέ‐ νητος· ὅτι ἄτιμός ἐστι καὶ οὐ μέτεστιν αὐτῷ στρατείας. αἱ λύσεις ἀπὸ τῆς τοῦ πένητος ποιότητος· ὅτι εὔνους τῇ πόλει, καὶ οὐδὲ πώποτε καταγνωσθεὶς ἀπὸ τῶν πολε‐ μίων, ἀπὸ τοῦ καιροῦ καὶ τῆς χρείας· ἀπαντήσεις δὲ ἐν‐
20στατικῶς· οἷον καὶ πότε διακρίνει τοιαύτην πόλεμος συμ‐ φοράν· πότε δὲ τοιαύτην ἀρετὴν ἐξετάζει τύχη, καὶ πταίσματα οὐκ οἶδεν ἀνδρεία μηκέτ’ εἶναι δουλείας προσχήματι, καὶ οὐδ’ ἀτιμία φεύγει κατόρθωμα. εἶτα ἔπαγε τοῦ καὶ τοὺς ἀτίμους πολλὰ κατορθοῦν παραδεί‐
25γματα. οἷον ὅτι πολλοὶ καὶ φύγαδες δυστυχούσῃ πόλει συνήλγησαν, καὶ ψήφῳ ξένοι τῆς πολιτείας γενόμενοι ταὐτὰ τοῖς ἐπιτίμοις κατώρθωσαν. καὶ ἀπ’ αὐτοῦ τὸ
εὐθὺς ἀγωνιστικὸν ἐννόημα· εἰ μὲν γὰρ τοῦτο φῂς, ὡς291

8

.

292

τοὺς ἀξίους κρίνουσιν οἱ πολέμιοι, καθάπερ τοὺς ἐν ἀρ‐ χαιρεσίαις ἡ πόλις, καὶ τοὺς μαχομένους ἅπαντας πρὶν εἰς χεῖρας ἐλθεῖν δοκιμάζουσι, καλῶς τὴν μάχην ἀπα‐ γορεύῃς τῷ πένητι· εἰ δὲ πρόςκειται τοῖς τολμῶσιν ἐπί‐
5σης ἡ τύχη, καὶ δεύτεροι πολλάκις ἄπεισι τῶν ἐλασσό‐ νων οἱ κρείττονες, τί τηνάλλως περιεργάζῃ τὰ πράγμα‐ τα, καὶ τὴν τοῦ δήμου πολυπραγμονεῖς δωρεὰν, καὶ δεύτερον ἐργάζῃ τῷ δυστυχήσαντι συμφοράν. εἶτα ἀνά‐ δραμε ἐπὶ τὸ παράδειγμα· πόσοι ξένοι πολλάκις πολεμοῦν‐
10τες μεμίσθωνται, καὶ δεξάμενοι μεθ’ ἑαυτῶν φάλαγγα μὴ προσήκουσαν ἀτίμους συστρατευομένους ἐσχήκασι· καὶ τὴν αὐτὴν ὀδυρομένους τῷ πένητι συμφορὰν, κοινωνοὺς αὐτοὺς τῶν κατορθωμάτων ἐπέδειξαν· καὶ πρὸς τοῦτο ἕτερον Δημοσθενικὸν παράδειγμα· ὅτι χορηγοῦσι καὶ
15ξένοι καὶ ἄτιμοι. καὶ οὐδεὶς οὐδὲ πώποτε ἐπέλαβεν. ἀλλ’ ἐκ τίνος; ὀκνεῖ τῆς ἀσελγείας ταύτης αὐτόχειρ ὀφθῆναι γιγνόμενος. εἶτα τύχην τοῦ μισθουμένου μὴ κρίνοντος, ὥςπερ ἐν χρυσῷ τινα βάσανον κατὰ τῶν στρατευομένων ἐπιζητεῖς, καὶ γίγνῃ τοῦ δήμου τῷ πένητι μετὰ τὴν συμ‐
20φορὰν χαλεπώτερος. μᾶλλον δὲ τὴν χάριν μετὰ τοὺς πόνους λαβὼν προθύμως οὐκ αὐτοῖς ἐπαμείβῃ τὴν πόλιν. οὐδὲ συγχωρεῖς ἀπαλλαγῆναι τὸν δῆμον τῶν δει‐ νῶν εὐχερέστερον. ἀλλ’ ἵνα μείνῃ τις ἡμῶν κατορωρυγμέ‐ νος ἐν σκότῳ, καὶ μηδεμίαν εὕρῃ τῶν κατεχόντων ἀπ‐
25αλλαγὴν, ἐπιπολὺ διαγενώμεθα πολεμούμενοι, καὶ τοῦ παθεῖν εὖ παρὰ πόδας κειμένου, συμβῇ τι τῶν ἀβουλή‐ των διὰ τὴν σὴν ἔχθραν τῇ πόλει ποιεῖσθαι. τοιαύτην
ἄνωθεν, εἰπέ μοι, τὴν πολιτείαν μεμάθηκας; τοῦτόν292

8

.

293

ποτε δημαγωγουμένους ἡμᾶς ἔγνως τὸν τρόπον; ἢ τῶν σαυτοῦ προγόνων οὕτω πρὸς τὴν χρείαν σμικρολογου‐ μένων; εἶτα θὲς πάλιν τὴν ἀντίθεσιν, λῦσον ὡς ἐν δια‐ νοίᾳ· τῶν ὅπλων οὐ μέτεστιν. φῂς, εἰ μὲν ἐν εἰρήνῃ,
5καλῶς· εἰ δὲ ἐν πολέμῳ μὴ συμμαχεῖν τὴν ἀνάγκην ἀφεὶς, ἀκαίρως γίγνῃ τοῦ παρόντος κριτής· εἰ γὰρ χρη‐ στὴ πολλάκις προαίρεσις μεῖναι βεβαίαν τὴν ὑπόληψιν οὐκ ἐᾷ, πῶς ὁ σφόδρα σπουδαῖος ἐν δευτέρῳ τὴν τῶν ἄλλων κατάγνωσιν παρὰ τὴν χρείαν οὐ θήσεται; εἶτα
10ἁπλοῖς τὸ κεφάλαιον καταχρηστικῶς· ὁ πόλεμος ἐπιτα‐ ράττει τὴν πόλιν καὶ δεύτερος, καὶ τῶν ἔργων ὁ φόβος ἅπασιν ἐμπέπτωκε χαλεπώτερος, καὶ πολίτην εὔνουν τις οὐκ ἐᾷ τοὺς πολεμίους λυμήνασθαι. οὐδὲ στρατιώτην τις ἐν τοῖς κινδύνοις αἱρεῖται μᾶλλον πιστότερον. ἀλλ’ ἀφεὶς
15ἐν τῷ πολέμῳ τὸν βέλτιστον, ἀμφίβολον αἱρεῖται συμ‐ παραστάτην μαχόμενος· καὶ προςφυλάττει καὶ πολεμού‐ μενος. καὶ πρὸς τὴν τύχην οὐ σπένδεται, αὐτῇ πρὸ τῶν ἔργων ἐξιλεούμενος. πεῖραν πολλάκις τῆς αὑτοῦ γνώμης δέδωκεν ἄνθρωπος. καὶ δημηγορῶν ἐπὶ τοῦ βήματος ὡς
20πονηρὸς οὐχ ἑάλωκεν· οὐδὲ διέφθειρε τούτου διαβολὴ τὴν προαίρεσιν, εἶτ’ ἔχοντες ὁπλίτην, εὔνουν, σπουδαῖον, φι‐ λόπολιν, ἑκόντες ἀποστῶμεν τοῦ πρέποντος, καὶ κακοή‐ θεις περὶ ὑμᾶς αὐτοὺς οὕτω γενώμεθα· ἐπιδεῖξαι πά‐ λιν τὴν πρὸς τὴν πόλιν διάθεσιν ὁ πένης ἐπείγεται καὶ
25δεξιὰν ἐκ πολλοῦ τῶν πολεμίων σχολάσασαν γυμνάσαι προῄρηται. ἀλλάξας, ὦ πολῖται, τὴν τύχην τὴν πρὸς τὴν πόλιν γνώμην οὐκ ἤμειψεν, ἀλλὰ καὶ δοῦλος γενό‐ μενος τὴν πρώτην ἐτήρησεν εὔνοιαν· εἶτα τὴν ἀτιμίαν προφέρει, τίς ὁπλιζόμενος καὶ θᾶττον αὐτόχειρ γενέ‐
30σθαι τῶν ἐχθρῶν ἐπειγόμενος δυστυχοῦντα περιεργάζε‐293

8

.

294

ται πένητα, καὶ τῆς μάχης ἄνθρωπον ἀπωθούμενος ἐᾷ τοὺς πολεμίους θρασύνεσθαι; οὐδεὶς δούλῳ πρὸ τῶν πολεμίων δικάζεται. οὐδὲ τῶν παρόντων ἕτερα νενόμικε προὐργιαίτερα· εἰ γὰρ τοῦ κατεπείγοντος ἅπαντες ἀμε‐
5λήσομεν, ἄλλο τι θέμενοι τῶν ἐν χερσὶ τιμιώτερον, εἶτα ἀφῶμεν ὡς μὴ λυποῦντα τὸν πόλεμον, δουλείαν σαφῶς, οὐκ ἐλευθερίαν τιμήσομεν. μετὰ τὴν παραγραφικὴν ἀντίθεσιν ἐμπεσεῖται λοιπὸν ἑτέρα ἀντίθεσις τοιαύτη. ἀλλ’ ἄτοπον τῆς δωρεᾶς ἀφαιρεθῆναι τὸν πλούσιον. ἔστω
10δέ σοι ἐπιμελὲς μὴ πάσας ἑνὶ σχήματι τιθέναι, μηδ’ εἰς τὸ ἐναντίον ἀεὶ χρηματίζειν αὐτὰς, ἀλλὰ πολυτρόπως καὶ ποικίλως τάττειν αὐτὰς, ποτὲ μὲν ἀορίστῳ σχήματι, ποτὲ δὲ ὡς ἀπ’ ἐνδόξου κρίσεως, ποτὲ δὲ ὡς ἀπ’ αὐτῶν τῶν ἀντιλεγόντων· οὕτω γὰρ ἔσται σοι μᾶλλον ὁ λόγος εὐ‐
15σχημάτιστος. οἷον ἀορίστως εἶπε τὴν ἀντίθεσιν. ΑΛΛ’ ἄτοπον τῆς δωρεᾶς ἀφαιρεθῆναι τὸν πλούσιον. Λύσεις ἐνστατικῶς· καὶ πῶς αἰτοῦντι τὸ κατ’ ἀρχὰς τοιαύτην οὐκ ἀφῆκε, τίς τότε φωνὴν οὐκ ἄτοπον εἴρηκε, τὴν ἐλευ‐ θερίαν μεταμαθεῖν ὀψέ ποτε πένητα, ἀλλ’ ἀφειδῶς οὕτω
20πολίτου τὸν δῆμον ἀφείλετο καὶ δημαγωγοῦ πένητος ἰδεῖν ἔρημον τὴν πόλιν τετόλμηκεν. οὐκοῦν οὐδὲ λέγειν καλόν· ὅτι δεσπότης γενόμενος ἀπαλλοτριοῦται τοῦ κτή‐ ματος· οὐδ’ ἐφ’ ἑαυτοῦ μέν τινα φυλάττειν τὸ προςῆκον, τῇ πόλει δὲ μὴ τετηρηκέναι τὸ δίκαιον. εἰ μὲν γὰρ αὐ‐
25τοῦ τανῦν ἄτοπον ἀφαιρεθῆναι τῆς δωρεᾶς δηλονότι, πολὺ πρὸ τούτου τὴν πόλιν ταὐτὸν τοῦτο παθεῖν εὐλο‐ γώτερον. εἰ δὲ μηδὲν ἡμᾶς δυςχερὲς ἔχειν πιστεύων, εἰδὼς ὅτι τοιαύτην παρ’ ὑμῶν εἴληφε δωρεὰν, τί τηνάλλως ἀκριβολογεῖται τανῦν δρῶν μᾶλλον αὐτὸς ἢ πάσχων πα‐
30ρὰ τὴν χρείαν τὰ μὴ προσήκοντα. ξενίζεις ἡμᾶς, ὦ294

8

.

295

πλούσιε, νῦν ἐν πολέμῳ μικρολογούμενος. καὶ πάντα φιλοτιμησάμενος χρόνον τὸν ἔμπροσθεν, οὐκ οἶδα πόθεν ἡμῖν οὐ συναγωνίζῃ φροντίζουσιν οὐδ’ ἐπὶ ταύ‐ την ἥκεις τὴν χάριν αὐθαιρέτως. τῆς τοῦ δήμου ταύ‐
5της ὑπομνήσθητι δωρεᾶς, τῆς τιμῆς τὸν τρόπον ἐπί‐ σκεψαι. οὐκ οἶδα πῶς τότε τοὺς νόμους ἡ παρὰ πάντων πρὸς σὲ νενίκηκεν εὔνοια. καὶ παρεῖδεν ἡ πόλις τοῦ πρέ‐ ποντος, ἵνα σοὶ μᾶλλον παρὰ τὴν ἀριστείαν χαρίσηται, ἔκδοτον ἀπ’ ἐκκλησίας γενέσθαι πρὸς ταύτην αὐτῆς συγχω‐
10ρήσασα, καὶ δοῦλον τὸν περὶ τῆς δωρεᾶς μετ’ αὐτῆς βουλευ‐ σάμενον· εἶθ’ ὑποβάλλει τις ὡς ἄτοπον καὶ μεταποιεῖται τοῦ πένητος· ἢ γὰρ ἐκ καταδίκης ὑπήκουσε, καὶ τὸ δου‐ λεύειν αὐτῷ πονηρίας γέγονε τίμημα· ἢ μέμψιν ἔσχε τι‐ νὰ, τὴν ἀτιμίαν ταύτην αὐτῷ πρυτανεύουσαν, οὐκ ἔστιν
15εἰπεῖν. τίς γὰρ ἦν τῷ πένητι τότε παρὰ τῷ δήμῳ κατά‐ γνωσις; ποίας προδοσίας γραφή; τίνα πρὸς τιμωρίας ἐγκλήματα; ἐπειδὴ γὰρ οὐ τότε, νῦν ἀνελθών τις εἰπάτω, τίς λόγος, τίς ἀγανάκτησις ἐπὶ ταύτην αὐτὸν τὴν τύχην κατήγαγε; ποία πολιτείας γραφή; τίς λοιδορίας ὑπόθε‐
20σις; παῤῥησιάσομαι γὰρ, κἂν δοκῶ παρὰ τὸ πρέπον θρασύνεσθαι· καὶ πρὸς θεῶν ἀχθέσθητε μηδὲν, ἂν μι‐ κρὸν τοῖς λόγοις χρήσωμαι καὶ τολμηρότερον. καὶ τοῦ δήμου κατηγορήσω παντὸς, ὅτι δουλεῦσαι τοῖς ἐχθροῖς φυλαττόμενον ἄνθρωπον εὔνουν περιεῖδε δουλεύοντα, καὶ
25πολίτην ἔσχε μετὰ τὴν νίκην αἰχμάλωτον, καὶ δημαγω‐ γὸν εἶδεν οὐχ ὑπὸ τῶν πολεμίων ἀλλ’ ὑπ’ ἀριστέως ἀγόμενον. εἰ μὲν γάρ ἐστιν εἰπεῖν, ὡς οὐδεμία ἦν τὸ γιγνόμενον συμφορὰ, ἀλλ’ ἔσχε τι τὸ πάθος καὶ καθ’ ἑαυτὸ μετριώτερον, μεταβολὴν τὸ δεινὸν ἦν ἐκ ταὐτο‐
30μάτου λαβεῖν, οὐδ’ οὕτως ὑπερορᾷν καλῶς εἶχε τοῦ χρή‐295

8

.

296

ματος ἂν, ἀλλὰ καὶ νόμων τὴν χρείαν καὶ ψηφισμά‐ των ἐπίπροσθεν τίθεσθαι. ἐπειδὴ δὲ τὸ δεινὸν ἐμμένον τοῖς δεδογμένοις ἐστὶν ἐμποδὼν, καὶ κρατεῖ τῶν ἔμπροσθεν τὸ παρὸν, μαθέτω τοῦτο παρ’ ὑμῶν προχείρως ὁ πλού‐
5σιος. εἶτα κατασκεύασον ὁρικῶς, ὅτι οὐδὲ ἀφαιρεθῆναί ἐστι τοῦτον ἅπαξ λαβόντα καὶ χρησάμενον. ὅτι καὶ σώζει τὴν δωρεὰν, καὶ τοῦτον αὐτὸν οὐδεὶς ἀφαιρεῖται τοῦ πένητος· εἰ μὲν γὰρ αἰτοῦντι τὴν χάριν ἦμεν ἡμεῖς ἐμποδὼν, καλῶς ἂν εἶχε λέγειν πλεονεκτεῖσθαι τὸν πλούσιον· ἐπεὶ δὲ καὶ τὴν
10παρ’ ἡμῶν δωρεὰν, καὶ τῆς τιμῆς ἀπήλαυσεν οὐ φθο‐ νούμενος, καὶ γὰρ ἔσχε τὸν πολίτην δουλεύοντα, καὶ σιω‐ πῶντα τὴν τύχην, καὶ πρὸς τὴν αἴτησιν οὐ μαχόμενον, ἀλλ’ ἀκολουθοῦντα τῷ δόγματι, καὶ τὴν ψῆφον δεχόμε‐ νον, τί τὴν παρ’ ἡμῶν σοφιζόμενος αἴτησιν λαμβάνειν
15ὑπολαμβάνει τεχνιτευόμενος; καὶ ταῦτα τὴν καλὴν εἰσφο‐ ρὰν ἀφαίρεσιν ὀνομάζει τῆς χάριτος, αὐτὸς φυλάξας μὴ τὴν αἴτησιν ὡς ὀφειλόμενον σώζεσθαι, καὶ τηρήσας ἀκέ‐ ραιον ὡς χρηστὸς πολίτην καὶ σώφρονα, ὦ τοῦ δήμου παντὸς φιλανθρωπότατε πλούσιε, ὦ στρατιώτην τηρή‐
20σας ἡμῖν, ὃν ὁ δῆμος αὑτῷ μὴ τετήρηκε, καὶ φυλάξας ἄνθρωπον, ὃν εἰς σφαγὴν ἅπαντες ἐκδεδώκασιν. ἕτερον ἀπὸ τῆς σῆς οἰκίας ὁπλίτην ἐπιζητῶ. ὑπὲρ τοῦ πολέμου τοῦτον ἀνείληφας. ὑπὲρ χρείας τῆς αὐτῆς παραχώρησον· καὶ γενέσθω τι καινὸν ἐπὶ σοὶ φιλοτίμημα. παραταττέ‐
25σθω κατάδικος μὴ φιλονεικοῦντος δεσπότου. μετὰ ταύ‐ την τὴν ἀντίθεσιν νομικὴ πεσεῖται ἑτέρα ἀπὸ τοῦ δι‐ καίου ἐγγράφου. ἢ ὅτι ἐδεξάμην κατὰ νόμον τὴν δω‐ ρεὰν λαβών. Γλαφυρὰ δὲ πανταχοῦ αὕτη ἡ ἀντίθεσις πίπτουσα. καὶ γὰρ χρήσῃ τῇ διανοίᾳ τοῦ νόμου. καὶ πο‐
30λιτείας ἔξεστιν ἐξετάσαι, ὅτι οὐδαμοῦ δουλεία τετίμηται. καὶ ἀπὸ τοῦ πένητος οἷόν τε λαβεῖν, ὡς μὴ προσηκόν‐
τως δουλεύοντος, καὶ ἀπ’ αὐτῆς τῆς τοῦ πράγματος ἀτο‐296

8

.

297

πίας, καὶ ἀπ’ αὐτῆς τῆς τοῦ νόμου ἀναγνώσεως, ὅτι οὐ λέγει δουλεύειν, καὶ ἀπὸ τῶν μετὰ ταῦτα, ὅτι οὐδεὶς ἔτι ἕλοιτ’ ἂν εὐνοεῖν τῇ πόλει, τοιαύτας ὁρῶν ἐν ἡμῖν οὔσας τὰς ἀμοιβὰς, καὶ ὅλως ὅπου δ’ ἂν τοιαύτη ἐμπέσῃ ἀντί‐
5θεσις, γλαφυρωτάτην αὐτὴν οὖσαν εὑρήσεις. ἵνα δὲ μὴ πάσας ἐξ ἀντιθέσεως θῶμεν, ἐπὶ τοῦ παρόντος τὰς λύ‐ σεις τάξομεν, προηγουμένως τὴν ἀντίθεσιν λύοντες· νῦν δὲ τῆς ἀπὸ τοῦ πένητος ἀφελείας λόγος ἅπασιν οὐδὲ εἷς. ἀλλὰ τοὺς νόμους κομπάζοντες οἴονται λύσειν καθάπερ
10ἐν θήρᾳ τῶν ἐμπιπτόντων ἐχόμενοι, καὶ δεδόσθαι θρυλ‐ λοῦντες κατὰ τὸν νόμον τὸν πένητα. ὥσπερ ἡμῖν τι χρηστὸν ἐπιγράφοντος τὴν ἀπὸ τοῦ ῥήματος ἀδοξίαν οὐ φεύγουσιν οὐδὲ σκοποῦσι κείμενα παρ’ ἡμῖν ἐπ’ ἐλευθε‐ ρίᾳ τὰ γράμματα· καὶ τῆς δωρεᾶς ἐπ’ αὐτονομίᾳ κειμέ‐
15νης οὐχ ὁρῶσιν ἕνα τινὰ τῶν παρ’ ἡμῖν πολίτην δου‐ λεύοντα· εἶτα τὴν πολιτείαν ποιήσαντες παροιμίαν αἰνί‐ γματι καὶ καθάπερ ἐπὶ σκηνῆς τὸ δεινὸν, πῆ μὲν ἐκ‐ κλίνοντες, πῆ δὲ δεχόμενοι, παίζοντες καὶ εἰς τὴν τύχην ἐλέγχονται· φέρε γὰρ αὐτόν μοι τις ὑπαναγνώτω τὸν νό‐
20μον καὶ τὴν ἐκείνου φωνὴν ἐπὶ τοῦ παρόντος ὑποκρινά‐ μενος εἰπάτω, δουλείαν ὀνομάζει τὰ γράμματα. δεχέσθω, φησὶν, ἣν βούληται δωρεὰν καλῶς· τί τοίνυν ὁ τὸν νό‐ μον δοὺς ἐπὶ τούτῳ προῄρηται; ἢ τίνι τῶν παρ’ ἡμῖν τιμᾶσθαι τοὺς ἀριστεύσαντας βούλεται; ἀλλὰ μήπω τού‐
25τῳ τὴν δεσποτείαν, ᾗ χρησάμενοι πρῶτον οἱ πρόγονοι, τὸν νόμον τουτονὶ κεκυρώκασι, καὶ τῶν θεσμῶν ὑπο‐ μνησθέντες τῶν προτέρων οὕτως ἐξετάσωμεν τὸ παρὸν ἀκριβέστερον· ἐξ ἀρχῆς τοίνυν πολιτεία τις ἦν, τῶν πά‐ νυ τις ἀποκρινάσθω σοφῶν· ἢ πάντως διασύρας ταυτηνὶ
30τὴν ἐρώτησιν δημοκρατίαν ἐρεῖ· καὶ τῇ φωνῇ σεμνότερον297

8

.

298

προςχρησάμενος τὴν αὐτὴν ἄνωθεν εἴποι κατάστασιν ἔχειν ἡμᾶς. οὐκοῦν δοκεύειν ταῖς πολιτείαις οὐ πάτριον, ἀλλὰ ταύταις χρῆμα τοῦτο ἁπάντων ἐχθρότατον· εἰ γὰρ ἴσον δεῖν ἔχειν ἅπαντας νεμομίκασι, καὶ τὴν ἰσηγορίαν
5ταύτην εἶναι πιστεύουσι, δουλεία τούτοις ἀπεναντία ὑπάρχουσα μὴ νόμιμον εἶναι διδάσκει τὴν αἴτησιν. πα‐ ρὰ τίσι γὰρ ἑτέροις, ἢ παρὰ τοῖς ἐλευθέροις οἱ νό‐ μοι; καὶ τίνες μᾶλλον ἑτέρων κέχρηνται δόγμασιν ἀλη‐ θέστερον. οὐ παρ’ οἷς ἐστι τὸ δουλεύειν ἀπάνθρωπον,
10οὐ παρ’ οἷς δουλείας θάνατος αἱρετώτερος; πῶς τοίνυν εἰκάζειν καλὸν, ὅτι δεδωκότος τοῦ νόμου λαμβάνειν, ἣν βούλεται δωρεὰν, καὶ τὸ τοιαύτην περιθεῖναί τινι συμ‐ φορὰν συγκεχώρηται; εἰ μὲν γάρ ἐστιν εἰπεῖν ὡς ἔν τινι τῶν ἄλλων, στρατηγίας, ἢ ναυαρχείας, μᾶλλον δὲ
15δεσμῶν ἢ τιμωρίας ἑτέρας, καὶ τὸ δουλεύειν ἦν παρα‐ πλήσιον καλῶς ἐκ τῶν ἐνόντων λαμβάνειν, ἔφασκέ τις λαμβάνειν ὃ βούλεται. εἰ δ’ ὑπακούειν οὐ σύνηθες, πῶς τὸ μὴ ὂν ὡς ὑπάρχον σοφίζεται; ἐπεὶ φρασάτω τις ἐμοὶ παρελθών. πόθεν ἄλλοθεν ἄνθρωπος τοὺς πολεμίους
20ἀμύνεται μεθ’ ὅπλων μὲν, ἀπελαύνει τὸν πρὸς τὴν χώ‐ ραν φαινόμενον. εἴ τις τοῦ τείχους οὐ δέχεται μετὰ τῆς ἀσπίδος ἀλλόφυλον, οὐκ ἐλευθερίας ἐκπεσεῖν φυλαττό‐ μενος, οὐ τηρῶν τὴν αὐτονομίαν τῷ γένει, καὶ φεύγων μὲν παθεῖν τῷ πένητι παραπλήσια, κεῖσθαι δὲ μᾶλλον
25ἐθέλων, ἢ μεταλλάξαι τὴν τύχην. διὰ τοῦτο τραυμα‐ τίαι πάντες ἀπὸ τῶν πολεμίων οἱ φιλοκίνδυνοι. καὶ τρο‐ φαὶ μὲν τοῖς μαχομένοις καὶ χρήματα, τιμαὶ δὲ καὶ γέρα
μετὰ τὴν νίκην τοῖς ἀριστεύσασιν· οὕτω τοὺς προδότας298

8

.

299

κακίζομεν. οὕτω τοὺς λείποντας τὴν τάξιν ἐκβάλλομεν· καὶ φρουροῦμεν τὴν μὲν πόλιν τοῖς τείχεσι, πόνοις δὲ τὴν ἐλευθερίαν ἀκέραιον, καὶ δημοκρατούμενοι τοὺς πολέ‐ μους οὐ φεύγομεν, ὀλιγαρχούμενοι δὲ τὴν δουλείαν πεφρί‐
5καμεν· ἄλλ’ ἴσμεν πολιτείαν, ἐν ᾗ τὸ δουλεύειν φιλάνθρω‐ πον. οὐδὲ δεσμὸν, ἐν ᾧ μὴ πάντες τοὺς παθόντας οἰ‐ κτείρουσιν. αὕτη καὶ βαρβάρῳ πολέμιος, αὕτη καί τισι τῶν ἀλόγων οὐ πρέπουσα. κἂν τῶν ἁπάντων εἴποις ἐχθρό‐ τατον τύραννον, οὐδὲ τοῦτον εὑρίσκεις δεχόμενον. εἶτα
10πανταχόθεν τῆς τοιαύτης ἀπελαυνομένης συμφορᾶς, λέ‐ γει τις οὐκ ἐᾷν τὸν νόμον τύχην χαρίζεσθαι. καὶ συκο‐ φαντεῖ προχείρως οὕτω τὰ γράμματα καὶ τῆς τοῦ νό‐ μου φωνῆς καταψεύδεται· μὴ γὰρ οὐκ ἐνῆν εἰπεῖν δου‐ λείαν χαρίζομαι· μὴ γὰρ οὐκ ἐνῆν εἰπεῖν γιγνέσθω καὶ
15πολίτης τοῖς ἀριστεύουσιν ἔκδοτος. ἀλλ’, οἶμαι, τὸ δεινὸν σεσιώπηκεν, οὕτως ἀπάνθρωπον ἔσεσθαι πολίτην οὐ προςδεχόμενος. ἐλπίσειν οὐδένα ποτὲ τοιαύτην ὁ νομο‐ θέτης ἤλπισε δωρεάν· οὐδ’ ἐπὶ ταύτην ἐλθεῖν ποτε τὴν τιμὴν εὔνουν πολίτην καὶ σώφρονα. εἰ δ’ εὕρασθαι
20τὴν ἀρχὴν οὐχ ὑπώπτευσεν, πῶς οὐ σφόδρα δοῦναι τὸν δῆμον κεκώλυκεν; εἰ γὰρ ὅρον νομίζει τις εἶναι τῶν τιμῶν τὴν προαίρεσιν, καὶ περιγράφει τὴν χάριν τῷ λαμ‐ βάνειν ἃ βούλεται, δεχέσθω καὶ πολιτείας κατάλυσιν· γιγνέσθω μετὰ τὴν ἀριστείαν καὶ τύραννος. καὶ δορυ‐
25φόρους αἰτείτω, καὶ μετ’ ἐκεῖνον πολιτῶν ἀναίρεσιν ἕτε‐ ρος· τί γὰρ ἄτοπον καὶ τοιαύτας δίδοσθαι δωρεὰς, καὶ πληροῦν τὴν προθυμίαν ἐνδιδόντας τοῖς ἅπασιν. εἰ γὰρ ὅτι τις βούλεται, δώσομεν, καὶ μηδὲν ἀντεροῦμεν αἰτού‐ μενοι, τοῦ τιμᾷν ἐξ ἀνάγκης συμβαίνοντος, καὶ τούτῳ
30τι τῷ βουλομένῳ παραχωρήσομεν, νῦν δ’ οἶμαι σίτησιν299

8

.

300

προξενεῖν ἀτέλειαν συγχωροῦντος τοῦ νόμου, ἡμεῖς δου‐ λείαν δεδώκαμεν, καὶ χαλκοῦς ἐπ’ ἀγορᾷ στῆναι τοὺς εὐ‐ εργέτας εἰ βούλοιντο, ἔκδοτον γενέσθαι πένητα παρὰ τὸν νόμον ἀφήκαμεν. ὢ τῆς παραδόξου ταύτης καὶ λυμηνα‐
5μένης ἅπασι δωρεᾶς. σωθείς τις ἀπόλλυσιν ἕτερον· καὶ τραυματίας ἵνα μὴ δουλεύσῃ γενόμενος, δεσπότης μετὰ τὴν νίκην νομίζεται καὶ τὸν ἐχθρὸν ἀποφαίνει τοῦ παρ’ ἡμῖν πένητος εὐτυχέστερον. βουλευσόμεθά τι κἂν νῦν πρεπωδέστερον, καὶ διορθώσομεν δευτέρᾳ ψήφῳ τὰ πταίσ‐
10ματα καὶ τῇ χρείᾳ πρὸς βουλὴν ἀρίστην χρησάμενοι δια‐ βολὴν τῶν καθ’ ἑαυτῶν ἐπικρύψομεν. φανείτω τοῖς πολεμίοις ὁ πένης παραταττόμενος· ἵνα μὴ μαθόντες ἐκεῖνοι τὴν ἔκδοσιν τὰς ἀπὸ τοῦ πολέμου τύχας ἡμᾶς αὐ‐ τοὺς κατεγνωκέναι νομίσωσιν. ἐνῆν καὶ ἔτι πλατύτερον
15ἐκτεῖναι τὰ νοήματα λέγοντα, ἂν αἰτήσῃ τις σίτησιν, οὐ βασκαίνομεν, εἰκόνα χαλκῆν οὐκ ἀντιλέγομεν. πόσοι πολλάκις τετίμηνται παρ’ ἡμῖν, πολλοὶ καὶ τῶν δικαζόν‐ των ἡμῶν δωρεᾶς τετυχήκασιν· ἀλλ’ οὐδεὶς οὐδέποτε παρὰ τοῦ δήμου τοιαύτην χάριν ἀνείληφε. κἂν ἐρωτήσῃ
20τις ἡμῶν τὸν ἕτερον, σίτησιν εὑρήσει τὴν δωρεὰν, ἀτέ‐ λειαν τὴν χάριν, εἰκόνα χαλκῆν, ἀστρατείαν, ἄλλα μυ‐ ρία· τί τοίνυν πρὸς τὴν νῦν δωρεὰν, ποῦ τοιαύτην ἡμῶν τις κεκάρπωται. εἶτα καὶ ὅτι ἄτοπόν ἐστιν ὑπὲρ τοῦ μὴ δουλεῦσαι τοὺς παῖδας ἢ τὸ γένος ἡμῶν ποιουμένους τὸν
25πόλεμον, συγχωρεῖν τὰς τοιαύτας αἰτήσεις βούλεσθαι. ἔτι δὲ καὶ τὰ κυριώτατα νοήματα λυτικὰ τῆς ἀντιθέσεώς ἐστι. τί οὖν καὶ νῦν ἄρα ἐπαγγελλόμεθα τοιαύτην τινὶ δωρεάν; ἆρ’ ἐὰν καὶ νῦν ἀριστεύσωσιν ἕτεροι, πάλιν τι‐ νὰς τῶν πολιτῶν ἐκδότους ποιήσωμεν; εἶτα ἁπλοῖς χρη‐
30σάμενον νοήμασιν, ὅτι ἐντεῦθεν προλέγομεν, ὅτι τοιαύ‐
την οὐδεὶς λήψεται δωρεὰν, ὅτι τῶν πολιτῶν τινας οὐ300

8

.

301

προδώσομεν. καὶ ἔπαγε ἐκεῖνα τὰ νοήματα, μάλιστα πληκτικὰ τυγχάνοντα, ἃ καὶ τὴν πρώτην ἀριστείαν κακούρ‐ γως γενομένην αἰνίττεται· κηρύξωμεν ὅτι τοὺς λείποντας τὴν τάξιν ἐκδώσομεν· ἐγὼ προλέγω πρὸ τῶν ἔργων τοῖς
5ἀριστεύουσιν, ἂν ἀφῇ τις τῇ ἀ τοῦτον ἐκδίδωμι. ἂν προδότης ἁλῷ, τοῦτον κἀγὼ τοῖς αἰτοῦσι χαρίζομαι· ἂν δειλὸς, ἂν τρέσας τὸν κίνδυνον, τοῦ‐ τον ποιῶ τῆς πολιτείας ἐκτός· τοῦτον ἐπὶ βήματος οὐκ ἐάσω δημηγορεῖν, κἂν ὁ κῆρυξ καλῇ, κἂν ἀπαιτῇ
10πολλάκις ἡ χρεία, καὶ τὰ τοιαῦτα πλατύτερον, ἃ μάλι‐ στα πλήττει τὸν πλούσιον. ἕξεις τὴν ἀντίθεσιν λυομένην μάλιστα τεχνικώτερον. μετὰ ταῦτά τις ἄλλη ἐμπεσεῖται ἀντίθεσις ἀντεγκληματικὴ, ὅτι ἄξιος ἦν ἐξαιτηθῆναι παρ’ ἐμοῦ ἐχθρὸς ὢν, ἣν λύσεις τῇ τοῦ προσώπου ποι‐
15ότητι, τῇ τῆς πολιτείας ἀφορμῇ. ὅτι διὰ τὸ τὰ τῆς πόλεως φρονεῖν ἡ ἔχθρα γέγονεν. εἶτα τῷ χρόνῳ, ὅτι πρὸ τῆς πολιτείας ἐχθρὸς ἦν· τῷ τε μεταληπτικῷ καὶ τοῖς ἄλλοις ἐμπίπτουσι νοήμασιν. οἷον, ἀλλ’ ἐχθρὸν ὄν‐ τα, φησὶ, μετὰ τὰς ἀριστείας ἐζήτησα. ἡ λύσις ἔστω
20γοργοτέρα καὶ εὔθικτος, καὶ ποῦ γένοιτ’ ἂν τούτων ἐν εἰρήνῃ μετὰ τὴν ἀριστείαν ὠμότερον; ἢ οὕτως, καὶ πῶς ἐν ταὐτῷ μετὰ τοῦ πένητος ἡ πόλις στενάζει τὴν συμφοράν; πῶς δὲ χρηστοῦ πολίτου μετὰ τὴν νίκην ἀφῄ‐ ρηται; ἢ πῶς τὴν ἔχθραν αὐτὸς εἰς τὸν βίον μετέστη‐
25σας; καὶ τὸ κοινὸν τῶν δεινῶν συναπέλαυσας ἐξαιτου‐301

8

.

302

μένου τοῦ πένητος· καὶ πληγὴν κατ’ ἄμφω μίαν καὶ τὴν αὐτὴν ἀγαγὼν τὸν σύμβουλον ἅμα καὶ τὴν ἐκκλησίαν ἠδίκηκας· εἰ μὲν γάρ τι βίᾳ τῶν σῶν ὑπεξῄρηται, ἢ τῶν κτημάτων ἀποστερήσας τὴν πρόσοδον τῆς τρυφῆς ἀφῃ‐
5ρεῖτο τὸν πλούσιον, καλῶς, ὦ ἄνδρες, ὡς ἐχθρὸς ὁ πένης μεμίσηται. πολέμιος ὄντως ὁ τὸν εὐδαίμονα μὴ συγχω‐ ρῶν ἀπολαύειν τῆς τύχης, καὶ φιλαπεχθήμων ἀληθῶς ὁ βασκαίνων τοῖς κρείττοσιν· εἰ δέ τις συμμετρησάμενος τοῦ μὲν καθ’ ἑαυτὸν βίου τὴν ἐπιείκειαν, τῇ δὲ πόλει
10τὴν εὔνοιαν τὴν ἑαυτοῦ πόλιν δημοσιεύειν ἠπίστατο, καὶ βουλῆς προκειμένης τοῖς ἅπασι τὸ συμφέρον οὐκ ἀπε‐ κρύπτετο, τί μὴ παθόντες, ἃ παρ’ ἐχθρῶν εἰκὸς ἦν, τῇ δυσμενείᾳ τὸν φόβον καλύπτομεν. καὶ πρὸς τὸν δῆμον ἀχθόμενοι κλέπτομεν ἀλλοτρίοις πάθος ἐγκλήμα‐
15σιν; οὐδεὶς ἐχθρὸς ὁ μὴ λυπήσας ἰδίᾳ τὸν ἕτερον, οὐ φανερὸς δυσμενὴς ὁ μὴ τοῖς τοῦ πλουσίου ἐπιβουλεύσας πλεονεκτήμασιν. εἶτα τῶν τοιούτων ὄντων ἐχθρῶν καὶ νομιζομένων παρὰ πᾶσι, τί σαφῶς ὁ πένης ἠδίκησεν, ἢ τί τῶν τοῦ πλουσίου καλῶν ἐξαίφνης ἀφῄρηται· μᾶλλον
20δὲ τίνι τῶν ἁπάντων ἡμῶν ὡς πονηρὸς ὁ δοῦλος λελύ‐ μανται, ἢ τίνα τιμῆς ὀφειλομένης ἢ κέρδους ἀφείλετο; εἰ δὲ τούτων τις οὐδὲν ἐγκαλεῖ, οὐδὲ σκῆψιν ἔχει τοιαύ‐ την εἰπεῖν, φιλονεικήσας ὁ πλούσιος, ἐκ τίνος ἢ πόθεν ἐχθρὸς μαθεῖν ἐστι τὸ λειπόμενον. νῦν δ’ οἶμαι τοιαύ‐
25την αὐτῷ τύχην ἡ πρὸς ἡμᾶς προὐξένησεν εὔνοια, καὶ παρὰ πάντα τὸν βίον ἔσχε πολεμοῦντα τὸν πλούσιον. σιωπᾷν οὐκ ἔγνω τὸ παριστάμενον, οὐδ’ ἀφῆκέ ποτε φω‐
νὴν ἑτέροις χαριζομένοις ἃ βούλονται. ἀλλ’ ἐξήλεγχεν302

8

.

303

ἅπαντας· ἐτιμώρει βλαπτομένῃ τῇ πόλει. καὶ μὴ πράττων ὑπὲρ ἡμῶν οὐδ’ ἂν ταύτην ὁ δυστυχὴς οὗτος ὠδύρετο συμφοράν. οὐδ’ ἔσχεν αὐτῷ τινα προςκαθήμενον· ἀρκεῖ βίος ταύτην ἐπιδεῖξαι τὴν τύχην ὁ πρότερος· τότε τοίνυν
5καθ’ ἑαυτὸν ζῶντι τῷ πένητι καὶ μηδέπω προςαπτο‐ μένῳ τοῦ βήματος, μὴ μεταδιοικεῖν τι τῶν ἡμετέρων με‐ τειληφότι, ἦν μὲν πολέμιος οὐδὲ εἷς. τῷ δὲ πλουσίῳ τοιοῦτον ἔχθρας μετῆν, ὡς τιμᾷν ἐπαινεῖν οὐκ ἔχειν ὅ τι προςείπῃ κατ’ ἀξίαν τὸν πένητα, παρεχούσης μὲν ἐν
10μέρει τῆς ἐπιεικείας τὰ θαύματα, τῆς δὲ σωφροσύνης τὴν ἔκπληξιν. ἀλλ’ ἐπειδὴ τὸν κοινὸν ἔδει προστάτην νομίζεσθαι, καὶ δημηγόρον ἐπ’ ἐκκλησίας εἶναι καὶ σύμ‐ βουλον, τότε τὸ μῖσος κατ’ αὐτοῦ δυσχεραίνοντα, σα‐ φῶς δὲ τὴν ἐξαίτησιν φανταζόμενον, ἐνταῦθα δυνατὸν
15καὶ ἠθοποιΐαν πλάσαι, ὅτι αἰσθανόμενος ἔλεγον πρὸς ἐμαυτὸν, ὅτι ἀκράτῳ τῇ πρὸς τὴν πόλιν εὐνοίᾳ ὁ πένης κέχρηται. κινήσει τινὰ κατ’ αὐτοῦ πάντως ἐπὶ τοῦ βήμα‐ τος πόλεμον. δεινὸς ὁ φθόνος, οἶδε βασκανία πόρον εὑ‐ ρεῖν κακουργήματος, οἶδε σπουδῇ πολλοὺς παρασκευάσαι
20πρὸς μάχην, καὶ τὰ τοιαῦτα. Ἐὰν θέλῃς, ἐν ταὐτῷ καὶ πρὸς τὸν πένητα κατὰ ἀντιστροφὴν ἐρεῖς, ἐπίσχες μικρὸν, φείδου τῶν λόγων· μὴ πάντα τὸν τρόπον πρὸς τὸν δῆμον ἐνδείκνυσο, τοὺς πλησίον ὅρα, τοὺς παρι‐ σταμένους ἐπίσκεψαι, καὶ τὰ τοιαῦτα· εἶτα τῆς πολι‐
25τείας, ὦ πλούσιε, τῆς ἔχθρας παρασχούσης τὴν πρόφα‐ σιν ταύτην, προσῆκον ἦν ἐπενεγκεῖν τῇ φιλονεικίᾳ τὴν δίκην, καὶ σπουδὴν τοιαύτην δουλείας τιμήσασθαι. ὡς
οὐ δέον αὐτὸν ἅμα καὶ καθάπαξ ἀπολωλέναι, προςκρού‐303

8

.

304

σαντα καὶ λυπήσαντά τι μηκέτ’ εἶναι κατὰ τὸν δῆμον ἐλεύθερον· ἢ καθάπερ ἄφωνον ἡσυχῆ μένειν, καὶ δευ‐ τέραν ἀτιμίαν ἔχειν τὴν σιωπήν. μὴ γὰρ οὐκ ἦν, ὦ ἄν‐ δρες, τοῦτον ἑτέρως κατὰ τὴν πόλιν ἀμύνασθαι; μὴ
5γὰρ οὐκ ἐνῆν πολεμεῖν, φιλοτιμίαν ἐκ τῆς μάχης καρ‐ πούμενον; καὶ λυπεῖν τῷ δοκεῖν εἶναι μὴ παρὰ τούτῳ μόνῳ τὴν εὔνοιαν, καὶ ζηλοῦν ἀκολουθοῦντα τοῖς νόμοις τὸ λυσιτελοῦν εἰςηγούμενον, τῶν δικαίων μηδαμῶς ἀφι‐ στάμενον. ἐν ᾧ ὅτι εἰ ἔγραφε νόμον, συλλειτουργεῖν ὤφει‐
10λε χρήμασι· καὶ ψηφίσμασι μὲν ἀντιτιθέναι τὰς συμ‐ φορὰς, γνώμαις δὲ χορηγίας καὶ χρήματα, καὶ τὰ τοι‐ αῦτα. τούτοις στενοχωρεῖν ἐκεῖνον προσῆκον ἦν, τούτοις πολεμεῖν πολιτευόμενον πένητα τῷ γράφειν ἃ δεῖ, τῷ συμβουλεύειν τὰ πρέποντα, τῷ πείθειν τὰ κάλλιστα, τῷ
15πανταχοῦ συνεισφέρειν τὴν εὔνοιαν, οὕτω καὶ χοροὶ πολ‐ λάκις πρὸς ἀλλήλους πεπολεμήκασιν, οὕτω νικᾷν τοὺς ἐναντίους νομίζουσιν, ὅταν αὐτοὶ μᾶλλον τῶν ἐναντίων θαυμάζωνται· εἰ μὲν γὰρ δεῖ μηκέτ’ εἶναι τὸ ἐναντίον καὶ βλάπτεσθαι, τί μὴ νόμος κυροῦται καινὸς, δύο τοὺς
20αὐτοὺς μὴ μετέρχεσθαι ἐπιτηδεύματα. εἰ καθάπαξ τοὺς ἀντικειμένους ἡμῖν ἀναρπάζομεν, ἀλλὰ συγχωροῦντες χο‐ ρηγεῖν, καὶ τοὺς αὐτῶν συγκροτεῖν οὕτως ἡμεῖς τὰς ὑπερβολὰς τῶν καλῶν τῶν παρ’ ἐκείνοις θησείομεν· καὶ τοῖς ὁμοίοις πανταχοῦ τῇ χορηγίᾳ χρησάμενοι κόσμῳ
25καὶ παρασκευαῖς πλείοσιν, τοὺς πολεμίους ὑπερακοντίζειν σπουδάσομεν· τίς τοίνυν τὴν ὁμοίαν σε καθιέντα σπου‐ δὴν οὐκ ἂν ἐθαύμασε, πλούσιε, καὶ κέρδος εἶναι τὴν τοιαύτην φιλονεικίαν ἐπίστευσεν, ἀμφοῖν ἡμῶν αἱρουμέ‐ νων τὰ κάλλιστα, φαύλου δὲ παρ’ ὑμῶν τῇ πόλει συμ‐
30βαίνοντος μηδενὸς, εἶτα τὴν χρηστὴν ἔριν καὶ μάχην
ἀφεὶς παρ’ ἡμῶν ἐξαιτεῖσθαι τοῦτον τετόλμηκας· καὶ304

8

.

305

τούτου τοῦ πάθους ἄξιον νομίζειν τὸν πένητα. εἶτα ὅτι οὐδὲ ἄξιος ἦν ταύτης τῆς ἐξαιτήσεως. δεξάμενος γὰρ οὐκ ἀπέκτεινας· εἶτα ἔπαγε. οὕτω θανάτου φῂς καὶ τοιαύ‐ της δωρεᾶς ἄξιος ὁ παρὰ σοὶ μέχρι καὶ δεῦρο σωζόμε‐
5νος, ὁ τῷ δήμῳ παρὰ σοῦ τετηρημένος μετὰ τὴν χάριν, ὁ παθὼν μετὰ τὴν δουλείαν ἀνήκεστον παρὰ σοῦ μη‐ δὲ ἕν. εἰ μὲν γὰρ αὐτόχειρ, ὦ ἄνδρες, μετὰ τὴν δόσιν παραχρῆμα γεγένοιτο, ἀληθῶς ἂν ἔδοξεν εἶναι τυχὸν τῆς ἀξίας κριτής· νῦν δὲ φυλάξας οὗτος ὃν ὁ δῆμος ἐπ’
10ἀναιρέσει προήκατο, τοῦ μὴ καλῶς ἐπὶ τῷ πένητι γε‐ γενῆσθαι τὴν ἀρχὴν τοιαύτην δωρεὰν, ἀπὸ τῶν δευτέ‐ ρων ᾐνίξατο· ἀλλ’, οἶμαι, τοῦτον μὲν πρὸς τὸν δῆμον, ὦ πλούσιε, τὸν λόγον ἐρεῖς· οὐδὲ προπετῶς οὕτω λοιδο‐ ρήσεις μετὰ τὴν δουλείαν τῷ πένητι· μηδὲ γὰρ εἶναι κα‐
15λὸν ποιεῖν ἀπεχθέστερα τῷ λόγῳ τὰ δυστυχήματα· συγ‐ χώρει δὲ λοιπὸν ἐπ’ ἀδείας μετὰ τὴν ἐκκλησίαν στρα‐ τεύεσθαι, καὶ τὴν ἀσπίδα λαβεῖν, ὑπὲρ ἐλευθερίας καὶ νόμων γενέσθω σοι κατὰ τὸν πόλεμον παραστάτης, ὦ πλούσιε· μαθέτω τὸ πονεῖν παρὰ τὴν μάχην πεπαιδευ‐
20μένος, καὶ συμπλέκεις μὲν τοῖς ἀλλοφύλοις παρατατ‐ τόμενος· οὐ παραχωρεῖς δὲ τῆς νίκης τοῖς πολεμήσα‐ σιν. οὕτω τὸν δῆμον μετὰ τοὺς πόνους διδαξάτω τὴν εὔνοιαν καὶ διηγησάσθω τὰ σὰ μετὰ τὸν πόλεμον κατορθώματα. τῶν σῶν ἔργων αὐτόπτης, ἐξηγητής σου
25τῶν ἔργων μετὰ τὸ τρόπαιον γένηται. μετὰ ταῦτα θήσεις ἀντίθεσιν ἀπὸ τῆς ὕλης ἐμπίπτουσαν. ἀλλ’ οὐδὲν ὠφελή‐ σει μόνος ἡμῖν προςτιθέμενος, ἣν λύσεις αὐξητικῶς πολ‐ λοῖς καὶ διαφόροις ἐπιχειρήμασιν, πρῶτον τῷ κατὰ τὸν
πλούσιον, ὅτι καὶ αὐτὸς μόνος νενίκηκε, καὶ μόνος ἀρι‐305

8

.

306

στεύσας ἔλαβε δωρεάν· εἶτα ἡ προθυμία τοῦ πένητος ἱκανή ἐστι μεγάλην ποιῆσαι ῥοπὴν, καὶ ὅτι εὔνους στρα‐ τιώτης πλεῖστα κατὰ τὸν πόλεμον ὠφελεῖ· τοῦ μὲν εἰςη‐ γουμένου, τοῦ δὲ ἔργῳ τὸ λεχθὲν πληροῦντος. εἶθ’ ὅτι
4bisκαὶ οἱ πολέμιοι φοβηθήσονται, εἰ πρὸς σὲ μόνον οὐκ
5ἀντισχόντες νῦν σχήσουσιν ἀνταγωνιστὴν καὶ τὸν πένη‐ τα· εἶθ’ ὅτι καὶ στρατιῶται πάντες προμαχέσονται προ‐ θυμότερον, πολλῶν ὄντων τῶν συναιρομένων πρὸς τὸ τρόπαιον· μετὰ ταῦτα χρήσῃ καὶ διατυπώσει, λέγων ὅτι ὁ μὲν τοῦ δεξιοῦ κέρως ἡγήσεται, ὁ δὲ θατέρου προ‐
10στήσεται, καὶ ὁ μὲν φυλάξει, ὁ δὲ τοὺς ἀντιτεταγμένους λοχήσει· καὶ ὁ μὲν διώξει, ὁ δὲ στήσει τὸ τρόπαιον· καὶ ὅτι πολλῶν ὄντων τῶν ἔργων κατὰ τὸν πόλεμον, τοὺς πόνους μερίσεσθε, καὶ τὰ τοιαῦτα. μετὰ ταῦτα ἐμπίπτει, ὅτι δέος μὴ μνησικακήσῃ μετὰ τὴν μάχην· ἣν λύσεις τῇ
15εὐνοίᾳ. Εἶθ’ οὕτω τοὺς ἐπιλόγους ἐρεῖς ἔχοντας πολλὴν εὐπορίαν ἐπαγγελιῶν, προτροπῆς δωρεὰν, τὸ μηκέτι τοὺς πολεμίους στρατεύεσθαι, τῇ τῆς εἰρήνης πολιτείᾳ· ὅτι συννομούμενοι διώξομεν τῇ φιλίᾳ τῇ πρὸς τὸν πλούσιον· ὅτι φίλοι ὄντες πολλὰ τὴν πόλιν ὠφελήσετε.
19
20ΕΙΣΑΓΓΕΛΙΑ.
21aΤὸν ἀριστέα γέρας λαμβάνειν, καὶ τοῦτο ἀναφαίρετον εἶναι,
22aκαὶ ὁ βουλόμενος ἀποθανεῖν ἑαυτὸν τῇ βουλῇ προςαγαγέτω. ἐφημί‐
23aζετό τις ἐπὶ τῇ τοῦ υἱοῦ γυναικί· πολέμου ἐπιστάντος, ἐξῆλθον εἰς
24aπόλεμον ὅ τε πατὴρ καὶ ὁ υἱὸς, ἔλιπε τὴν τάξιν· ᾔτησεν ὁ πατὴρ
25aτοῦ υἱοῦ τὴν σωτηρίαν, ἔλαβε· μετὰ ταῦτα προςαγγέλλοντος ἐκείνου
26aἑαυτὸν, ὁ πατὴρ ἀντιλέγει.
27Ἐσχηματισμένον τὸ ζήτημα· τῶν γὰρ κατ’ ἔμφασίν
ἐστι· καὶ δῆλον ὅτι διὰ τὴν τοῦ πατρὸς φήμην ἑαυτὸν306

8

.

307

ὁ νεανίσκος προςήγγειλεν, ὡς εἰ μὴ τὸν πατέρα περὶ τὴν τοῦ παιδὸς γυναῖκα διέβαλλον, οὐδ’ ἂν ἀποθανεῖν ὁ παῖς ἐπεθύμησε· καὶ τοῦτο ὡμολόγηται· οὐδεὶς γὰρ οὐδέποτε τὰ δεινότατα τυγχάνει διαπραξάμενος, δυνη‐
5θεὶς σώζεσθαι, πρὸ τῆς σωτηρίας αἰτεῖται τὸν θάνατον, διὸ προςῆκον ἐπικρύπτειν μὲν πανταχοῦ τὴν προαίρεσιν καὶ δηλοῦν τὴν φήμην κατ’ ἔμφασιν, ἵν’ ἐκ τοῦ φανεροῦ μηδὲν τῶν θρυλλουμένων κατηγόρων ἔχωσι πάντες μαν‐ θάνειν τὸ περὶ τὴν γυναῖκα δυςτύχημα· τὴν κατάστασιν
10εὑρήσεις ἐκ τῆς πολιτείας καὶ τῆς τοῦ πατρὸς ἀγωγῆς· ἐν ᾗ δυνήσῃ διασκευάσαι τὸ κατὰ τὴν φήμην· λέγων ὅτι σωφρονεῖν ἡμᾶς ἐδίδασκε, μηδενὸς παρὰ τοὺς νόμους ἐπιθυμεῖν, ὑπὲρ τῆς πατρίδος πάντα ποιεῖν, πολεμεῖν, ἀριστεύειν, στρατεύεσθαι· ἐπεὶ οὖν λιπεῖν με τὴν τάξιν
15συμβέβηκεν, ἀξιῶ ἀποθανεῖν, καὶ τὰ τοιαῦτα· ἰστέον δὲ, ὅτι πανταχοῦ πρὸ τῆς ἐμπιπτούσης ἀντιθέσεως μεταλη‐ πτικῆς, τῆς οὐδέν σοι πέπρακται θανάτου ἄξιον, ἐνταῦθα ἐκλέλοιπεν αὕτη ἡ ἀντίθεσις· ἔλιπε γὰρ τὴν τάξιν. ΠΡώτη οὖν ἐμπεσεῖται ἀπὸ τοῦ δικαίου· οὐ σοὶ δίδωσιν
20ὁ νόμος προςαγγέλλειν αὑτὸν ὑπὸ πατρὶ τυγχάνοντι. ΛΥσεις ἀντιληπτικῶς· ὅτι πᾶσιν ὁ νόμος τοῖς βουλομέ‐ νοις προςαγγέλλειν ἐκέλευσεν, ἐν ᾧ σχηματίσεις καὶ τὰ κατὰ τὴν γυναῖκα· ἐὰν οὖν δυστυχῇ, ἐὰν δὲ τὴν γυναῖκα μοιχευομένην αἰσθάνηται, ἢ τοὺς παῖδας ὁρᾷ μὴ γνη‐
25σίους ὑπάρχοντας, οὐχ αὑτὸν αἱρεῖται μᾶλλον ἢ τὸ γέ‐ νος ἰδεῖν ἀπολλύμενον. ΑΛΛ’ ἡ νεότης αἰτία τοῦ λιπεῖν σε τὴν τάξιν γεγένηται. ΛΥσεις κατὰ συνδρομὴν, διὰ τοῦτο μᾶλλον ὀφείλω ἀποθανεῖν. ΤΡίτη· ἀλλ’ ἀφαιρήσῃ τὴν τοῦ πατρὸς δωρεάν. ΛΥσεις ὁρικῶς· οὐκ ἔστι τοῦτο
30ἀφελέσθαι, εἴληφε γὰρ, εἰ δ’ ἐγὼ οὐ βούλομαι, πῶς ἐκεῖ‐307

8

.

308

νον ἀφαιρεῖται τῆς χάριτος. ΤΕτάρτη· ἀπολογήσῃ τῷ δήμῳ στρατευσάμενος δεύτερον. ΛΥσεις· εἰ δὲ μηδεὶς μὴ γένοιτο πόλεμος, αὐτὸς τὴν οὖσαν διαβολὴν οὐκ ἐκ‐ φεύξομαι. ΠΕμπτη· ἀλλ’ οὐδεὶς γηροκομήσει τὸν πα‐
5τέρα· ἐν ᾗ τὸ πᾶν σχῆμα εὐπορώτερον διαθήσεις, κατ’ ἔμφασιν λέγων, ἔχεις τὴν γυναῖκα, πάτερ, ἔχεις τοὺς παῖδας· αὐτοί σε γηροκομήσουσιν, αὐτοί σοι θεραπείαν δώσουσι τὴν προςήκουσαν, καὶ τὰ τοιαῦτα. ΕΠΙλογος μετὰ ταῦτα· αἱ δὲ ἀντιθέσεις αἱ προειρημέναι πᾶσαι
10ἀπὸ τοῦ δικαίου τυγχάνουσι· δυςχερὲς γὰρ ἀπὸ τοῦ συμ‐ φέροντος ἐμπεσεῖν.
11
12aΦιλάργυρος πωλήσας χωρίον, τοῦ πριαμένου αὐτὸ θησαυρὸν
13aεὑρόντος, ἑαυτὸν προςαγγέλλει.
14Σκοπός ἐστι τῷ φιλαργύρῳ τὸν θησαυρὸν ἀπολα‐
15βεῖν· διὸ καὶ ἐπὶ τὴν προςαγγελίαν ἐλήλυθεν· ἵνα διὰ τοῦτο κατασκευάσας τὸ αὐτοῦ εἶναι χρήματα τὸν ὠνη‐ σάμενον τῶν ἑρμαίων ἀφέληται. Ἡ Κατάστασις φανε‐ ρά· ὅτι καλὸν χρῆμα νομίσας τὰ χρήματα ἔσπευδον μὲν περὶ ταῦτα, ἵνα τι καὶ πλέον καρπώσωμαι, καὶ περὶ τὸν
20ἀγρὸν ἐπενόουν· ὡς δὲ οὐκ ἐπλήρου μου τὴν ἐπιθυμίαν ἡ τύχη, προηκάμην τὸ γήδιον· ἐκεῖνος λαβὼν εὗρε τὰ χρήματα. ΠΡώτη ἀντίθεσις μεταληπτικὴ ἀεὶ ἐμπίπτου‐ σα, ἀλλ’ οὐδέν σοι θανάτου πέπρακται ἄξιον. Ἡ ΛΥ‐ σις ἐνστατικῶς· καὶ τί τούτου γένοιτ’ ἂν χαλεπώτερον·
25καὶ τὸ λαβεῖν ἕτερον ἐκ τῶν ἐμῶν κτημάτων τὰ χρήμα‐ τα. ΔΕύτερον· ἀλλ’ ἔχεις τοῦ χωρίου τὸ τίμημα. ΛΥ‐ σεις διασυρμῷ καὶ τῷ ποσῷ· καὶ ὅτι τὴν ἐμὴν ἐπιθυ‐ μίαν ἂν ἐπλήρωσεν ὁ θησαυρός· νῦν δὲ ἄλλου λαβόντος τί τοιοῦτόν με ὠφελεῖ τοῦ χωρίου τὸ τίμημα. ΤΡίτη·
30δύνασαι περὶ τῶν χρημάτων δικάσασθαι. ΛΥσεις οὕ‐308

8

.

309

τως· ὅτι τοῦτο χαλεπώτερον τὸ μὴ εὑρεῖν· ἔστι γὰρ ἐν τῷ δικάζεσθαι καὶ τὰ ὄντα προςαναλῶσαι. ΤΕΤάρτη· οὐδεὶς προςαγγέλλει χρημάτων ἕνεκα ἑαυτόν. ΛΥσεις θετικῶς· ὅτι τὰ χρήματα μετὰ τὰ κτήματα κάλλιστόν
5ἐστι χρῆμα· ἐὰν οὖν τούτου τις ἀποτύχῃ, οὐδέν ἐστι τὸ λειπόμενον· διὸ πρέπον τούτου χάριν πᾶν ὁτιοῦν ὑφίστα‐ σθαι. Ο ΕΠίλογος ἔχει διασκευὴν καὶ ἔκφρασιν καὶ δια‐ τύπωσιν ὑπηρεσίας, χρημάτων, πλούτου, δορυφόρων, καὶ τῶν τοιούτων.
9
10aΒιασάμενός τις κόρην ἔτρωσε· ἀποθνήσκουσα ἐκ τῆς πληγῆς ἡ
11aκόρη ἐπέσκηψε τῷ πατρὶ μὴ ἐπεξελθεῖν τῷ τρώσαντι· οὐκ ἐπέξεισιν·
12aπροσαγγέλλει ἑαυτὸν ὁ βιασάμενος· ἀντιλέγει ὁ πατὴρ τῆς κόρης·
13aοὐδὲν ἄξιον πέπρακται. δευτέρα· ἐρῶν ἔπραξας. τρίτη· ἀφῆκέ σε
14aἡ κόρη τῆς γραφῆς. τετάρτη· πολλοὶ καὶ ἄλλοι βουλόμενοι γυναῖ‐
15aκα λαβεῖν ἀπέτυχον.
16aΦιλάργυρος ἑταίρας ἐρασθεὶς ἔδωκεν αὐτῇ τάλαντον· καὶ ἑαυ‐
17aτὸν προςαγγέλλει.
18 Σκοπὸς τῷ φιλαργύρῳ τὸ χρυσίον ἀπολαβεῖν· καὶ τοῦτο διὰ τῆς προςαγγελίας ἑαυτῷ πρυτανεύεται· διὸ
20καὶ τὸ εἶδος ἠθικὸν τυγχάνον τοῦ λόγου σχήσει πολλάκις τὸν φιλάργυρον πρὸς τὴν δόσιν ἀποδυρόμενον· κατάστα‐ σις ὅτι ἀθρόως ὢν περιπέπτωκα πάθει τῇ φιλαργυρίᾳ· καὶ διὰ τοῦτο οὔτε εἰς συμπόσια, οὔτε εἰς ἑτέρας ἀπήν‐ των συνόδους, φυλαττόμενος ἐλαττῶσαι τὰ χρήματα·
25τοὺς οὖν τούτων τι ποιοῦντας ἠλέουν αὐτοὺς, σωφρονῶν αὐτὸς, τὰς τοιαύτας ἀποστρεφόμενος ἡδονὰς, καὶ τὰ τοι‐ αῦτα· τοὺς δὲ ἑταιρῶν γιγνομένους ἐραστὰς δυστυχεῖν ἐνόμιζον ἐπὶ πλέον· ἀλλ’ ὅμως οὕτω διακείμενος οὐκ οἶδα πῶς ἠράσθην ἀθλίου γυναίου καὶ κακοδαίμονος·
30καὶ δυςχεράνας ἐπὶ πλέον κατ’ ἐμαυτὸν ἔλεγον. ἐρῶ·309

8

.

310

πόθεν οὐκ οἶδα πρὸς τοῦτο ῥέποντα φιλάργυρον· οὐκ ἔστιν ἐραστὴς ὁ χρημάτων φειδόμενος, καὶ τὰ τοιαῦτα· ἀλλ’ ὅμως προςῆλθον ἀνέχειν ἐπιπολὺ μὴ δυνάμενος, καὶ προςήδρευον, παρέμενον· ὡς δὲ οὐδὲν ἤνυον, προςῆλθον,
5εἶπον, ἔχεις ἔκδοτον τὸν φυλάργυρον, δοῦλον, ὑπήκοον, συγχωρῶ σοι καὶ τὸ σῶμα προςλαβεῖν, καὶ τὰ τοιαῦτα· εἶτα χρησάμενος ἀνακλήσεσιν ἐπ’ ὀλίγον, καὶ τούτους αὐτοὺς ἄφες τοὺς λόγους· πρὸς τὴν ἑταίραν οὐκ ἠλλα‐ ξάμην μετὰ τὴν συνουσίαν παραχρῆμα τὸν θάνατον·
10οὐδὲν παραβαίνων τὸν ἐμαυτοῦ τρόπον ἐγίνωσκον· ἀλλ’ ἀφεὶς ᾐσθανόμην παραδοξότερα ῥήματα, οἴμοι τῆς τύ‐ χης, φιλάργυρος ἐραστὴς οὐκ ἐφοίτων πρὸς θάνατον, καὶ τὰ τοιαῦτα. νῦν δὲ οὐκ οἶδα, πόθεν μεθύων ὑπὸ τοῦ ἔρωτος ἐπηγγειλάμην καὶ τάλαντον· εἶτ’ ἐπὶ τούτῳ
15μικρὸν παθηνάμενος ἐπάξεις τοὺς ἀγῶνας, πρώτην ἀπὸ τοῦ δικαίου ἀντίθεσιν· ὡς ἐπὶ πλεῖστον καὶ ἀπὸ τούτου τοῦ κεφαλαίου πᾶσαι ἐμπίπτουσαι. ΠΡώτη μεταληπτι‐ κὴ παραγραφική· ἀλλ’ οὐδέν σοι θανάτου πέπρακται ἄξιον. Ἡ ΛΥσις ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ
20τῆς τοῦ φιλανθρώπου ποιότητος, καὶ τοῦ ἠλαττῶσθαι τὴν οὐσίαν, καὶ τοῦ τὴν ἑταίραν τοῖς τοῦ φιλαργύρου χρήμασιν ἐντρυφᾷν· καὶ ἀπὸ τῆς πηλικότητος· ὅτι πο‐ λὺ καὶ μέγιστον τὸ δοθὲν, καὶ τῶν τοιούτων. ΔΕΥτέρα ἀντίθεσις μεταληπτική· οὐ δεῖ ὑπὲρ χρημάτων ἀπόλλυ‐
25σθαι. ΛΥσεις κατὰ διασυρμὸν διατιθεὶς τὴν προτέραν οὐσίαν καὶ τὴν νῦν ἀπορίαν· ἐν αἷς ἐρωτήσεις συνεχέ‐ στερον, τὸ εἰ οὐ δεῖ ὑπὲρ χρημάτων ἀπόλλυσθαι, δεικνὺς πανταχοῦ τὴν ἀτοπίαν τῆς ἀντιθέσεως. ΤΡίτη ἀντεγ‐ κληματική· σὺ σαυτῷ αἴτιος τοσοῦτον δούς. Ἡ ΛΥσις
30κατὰ συνδρομὴν, ὅτι διὰ τοῦτο μάλιστα θανάτου ἐπι‐
θυμῶ, ὅτι ἀπάτῃ ζημιωθεὶς μετὰ τὴν πεῖραν ἔγνων τὴν310

8

.

311

συμφοράν· προςθήσεις δὲ ἑξῆς καὶ παραδείγματα τὸν σκοπὸν ἀνύων τὸν σεαυτοῦ· ἐν οἷς ἐρεῖς, ὅτι ἄλλοι μὲν ζημίᾳ παραπεσόντες ἔσχον παραμυθίαν, ἢ πλῆθος χρη‐ μάτων ἀποκείμενον, καὶ πόρους ἑτέρους, ἢ φίλων πα‐
5ραμυθίαν, ἐμοὶ δὲ τούτων μηδὲν, ἀλλ’ ὅσα τῷ πόνῳ καὶ τῷ χρόνῳ συνήγαγον, ταῦτά μου γύναιον ἐξαίφνης ἀφεί‐ λετο· δυνήσῃ δὲ καὶ παθήνασθαι πάλιν συγκριτικώτερον αὔξων τὴν συμφοράν· αἱ συγκρίσεις τὴν αὔξησιν ἐργά‐ ζονται· λέγων ὅτι ποῦ τοιοῦτον λυπηρόν· τίς τοιαύτη
10τῶν πολεμίων ἐπιδρομή; λάφυρον ἐν εἰρήνῃ τῆς ἑταίρας ἐγενόμην ὁ δυςτυχὴς, καὶ τὰ τοιαῦτα. ΤΕτάρτη ἀντι‐ στατική· ὑπὲρ σαυτοῦ δέδωκας. ΛΥσεις κατὰ εἰρωνείαν λέγων· ποῖον κέρδος μοι προςγέγονε, πάντα τὰ ἄλλα τῶν ἀνθρώπων κέρδη διεξιών· τὰ δὲ κατὰ τὴν λύσιν τοῦ
15ἔρωτος μὴ λέγων· εἶθ’ ὅτι καὶ αὐτὸ τοῦτο τὸ ἀπαλλαγῆναι τοῦ ἔρωτος ἄλλως ἐνῆν πρυτανεύσασθαι, καὶ γὰρ χρόνος καὶ φίλων συμβουλὴ καὶ ἀποδημία καὶ ὅσα τοι‐ αῦτα. Πέμπτη ἀντίθεσις· δυνατὸν πάλιν κτήσασθαι χρήματα. Ἣν λύσεις τῇ δυςχερείᾳ, τῷ χρόνῳ, τῷ μὴ
20ῥᾳδίως εἶναι, τῷ πολλάκις τὴν τύχην ἐναντιοῦσθαι. ΕΠίλογος πάθους μεστὸς διὰ τὴν ζημίαν, ἄλλη τοῦ αὐτοῦ ζητήματος διαίρεσις. ΤΡΙΤΗΝ θήσεις ἀντίθεσιν, καὶ ταύτην οὖσαν ἀντιστατικήν· ἀλλ’ ἀπηλλάγης τοῦ ἔρω‐ τος. ἫΝ λύσεις διασύρων· ἀλλὰ προςαπώλεσα τάλαν‐
25τον καὶ ὁρικῶς· ὅτι οὐκ ἔστι τοῦτο ἀπαλλαγῆναί τινος, τὸ τὸ ἕτερον προςαπολέσαι, καὶ τὰ τοιαῦτα. ΤΕτάρτην θήσεις ἀντεγκληματικήν· ἀξίαν αὐτὴν σὺ τοσούτου ἔκρι‐ νας. ἫΝ λύσεις ἐνστατικῶς τῷ πάθει, ὅτι μὴ συνορῶν μηδὲν, μηδὲ ἐν ἑαυτῷ τυγχάνων διὰ τὸν ἔρωτα, οὗτος
30τὴν ἀξίαν οὐκ οἶδε. ΠΕμπτη μετὰ ταύτην, ὅτι καὶ ἄλ‐311

8

.

312

λοι μετὰ ταύτην χρήματα ἀπώλεσαν. ἫΝ λύσεις τῇ αἰτίᾳ καὶ τῷ τρόπῳ. ΕΠίλογος παθητικὸς τῆς ἀπολο‐ γίας τῶν χρημάτων.
3
4aὉ κατὰ τῶν μοιχῶν νόμος, καὶ ὁ τῆς προςαγγελίας ἐραστὴς
5aτὸν ἐρώμενον μοιχὸν καταλαβὼν καὶ ἀποκτείνας ἀμφότερα τὰ σώ‐
6aματα ἑαυτὸν προςαγγέλλει.
7 Σκοπός ἐστι τῷ ἑαυτὸν προςαγγέλλοντι παραμυθίας παρὰ τοῦ δήμου τυχεῖν. ἔτι γὰρ καὶ νῦν ἐρᾷ τοῦ παι‐ δὸς, καὶ τὴν ἀπὸ τοῦ πράγματος διαβολὴν ἐκκλῖναι βού‐
10λεται, ὅτι ἐραστὴς ὢν ἀπέκτεινε τὸν ἐρώμενον· διὸ καὶ τοῦτο καθιστάμενοι οἰκονομήσομεν τὸν μὲν κατὰ τῶν μοιχῶν νόμον καὶ τὴν μοιχείαν οὐκ ἐπεκτείνοντες· ἐναν‐ τίον γὰρ τῇ ποιότητι τοῦ ἐραστοῦ τὸ τὰ τῶν ἐρωμένων αὔξειν ἐγκλήματα· τῇ δὲ ὀργῇ καὶ τῷ θυμῷ χρήσασθαι
15τῷ ξίφει λέγοντες οὕτως ἂν μᾶλλον συγκρύπτοιμεν τὸ περὶ τὸν ἐρώμενον πάθος· ἡ μὲν οὖν κατάστασις δήλη· ἔχει γὰρ ἐγκώμιον τοῦ ἐρωμένου. ὅτι τῶν καλῶν ἄνωθεν ἐραστὴς ὢν καὶ τιμῶν σφόδρα τὰ κάλλιστα, ἄλλων ἐρώντων καὶ ἀψύχων πολλάκις, αὐτὸς ἠράσθην γε, ἐν ᾧ
20ὅτι χρηστὸς ἦν, ἐλεύθερος, πρὸς ἀρετὴν νενευκώς· οὕτω γὰρ καὶ συνεῖναί μοι τὸν νέον προὔτρεψα καὶ μετὰ τῶν φιλτάτων συνδιατρίβειν συγκεχώρηκα· ἀλλ’ οὐκ οἶδα πόθεν δαίμων ἐπικωμάσας ἐμοὶ καὶ βασκήνας τοῦ ἔρωτος δρᾶμα καινὸν ἐπὶ τὴν ἐμὴν ἐτόλμησεν οἰκίαν.
25καὶ σιωπῶ τὸ πάθος· τί γὰρ ἐμαυτὸν ὑπομιμνήσκω τὰς συμφοράς; καὶ μᾶλλον ἐμαυτὸν τοῖς λόγοις παροξύνω πρὸς δάκρυα; ἐδεξάμην τὸ πλῆθος, ἀνεῖλον ἄμφω τὰ σώματα· ἐν ᾧ ὅτι καὶ τετόλμηκα ἰδεῖν προςκείμενον τὸν ἐρώμενον ἐπὶ τῆς οἰκίας, καὶ τῶν παιδικῶν αὐτόχειρ
30ὀνομαζόμενος θανάτων ταύτην λῦσαι προῄρημαι τὴν συμ‐312

8

.

313

φοράν· γνωστέον δὲ ὅτι ἐν ταῖς προςαγγελίαις συντόμους δεῖ μᾶλλον τὰς καταστάσεις ἐργάζεσθαι. ΠΡώτη μετὰ τὴν κατάστασιν ἡ συνήθης ἀντίθεσις· οὐδέν σοι θανά‐ του πέπρακται ἄξιον. ἫΝ λύσεις ὥςπερ τὰς ἄλλας.
5ΔΕΥτέρα ἀντιληπτικὴ ἀπὸ τοῦ νόμου τοῦ περὶ τῶν μοι‐ χῶν· ὅτι κατὰ τὸν νόμον ἀπέκτεινας. ἫΝ λύσεις μετα‐ λήψει· ὅτι ἄλλως ἔδει κρῖναι· ἐν γὰρ τῷ ἀνατρέπειν τὴν ἀντίληψιν ἄξιον αὐτὸν μᾶλλον τοῦ θανάτου κα‐ τασκευάσει. ΤΡίτη ἀντεγκληματική· ἀλλ’ ἄξιος ἦν· ᾧ
10ἀπαντήσεις δυςχερῶς· ἄξιος ἦν παρ’ ἐραστοῦ ταύτην δέ‐ ξασθαι τὴν σφαγήν· ὡπλισμένον ἰδεῖν τὸν συνήθη καὶ φίλον, καὶ τὰ τοιαῦτα. ΕΙΤΑ τὴν ἐκ τοῦ σκοποῦ ἀνα‐ κύπτουσαν ἀντίθεσιν· ἀλλ’ ὁ χρόνος σε παραμυθήσεται, ἢ ὅτι λύσει σοι τὸν ἔρωτα ἡ τῶν ἀδικημάτων ὑπόμνησις,
15ἤ τι τοιοῦτον. ἫΝ λύσεις ἐν τῷ φάσκειν, ὅτι οὐδ’ ἕτε‐ ρον λύσει τὸν ἔρωτα ἢ θάνατος· ἐξετάσεις καὶ τὸν νό‐ μον, ὅτι διὰ τοῦτο κεῖται ὁ τῆς προςαγγελίας, ἵνα ἐπὶ τοῖς ἀνιάτοις ἀποθνήσκειν, εἰ θέλοι τις, ἐπιτρέπῃ, καὶ τὰ τοιαῦτα· ἔστι δὲ καὶ ἀπὸ παραδειγμάτων καθ’ ἕκα‐
20στον κεφάλαιον πλειόνων εὐπορῆσαι λύσεων. ΜΕτὰ ταῦτα θήσομεν ἐπιλόγους διασκευὴν ἔχοντας τοῦ πά‐ θους καὶ τῆς σφαγῆς καὶ λόγους τοῦ ἐρωμένου, καὶ τὰ τοιαῦτα.
23
24aΤρεῖς τις ἔχων παῖδας, τοὺς δύο κατὰ τὸν τῶν ἀκρίτων νόμον
25aἀπέκτεινεν· ὁ τρίτος ἑαυτὸν προςαγγέλλει.
26 Σκοπὸς τοῦ ζητήματος οὐχ ὁ φαινόμενος, ἀλλ’ ἕτε‐ ρος· τὸν γὰρ πατέρα πεφόβηται καὶ τὸ ἐλπίζειν ἀναι‐ ρεθῆναι καὶ αὐτόν· διὸ ἀσφάλειάν τινα παρὰ τοῦ πατρὸς
ἑαυτῷ πρυτανεύσασθαι βούλεται· τὸ δὲ εἶδος παθητι‐313

8

.

314

κόν· ἀδελφοὶ γὰρ δύο παρὰ τοῦ πατρὸς ἀνῄρηνται· ὁ δὲ τρίτος ἀποθανεῖν προςποιεῖται· ἵν’ εἰ βούλει τὴν ἀ‐ σφάλειαν αὐτῷ πρυτανεύσηται· ἡ μὲν οὖν κατάστασις σχήσει τὸν πρότερον βίον τὸν τοῦ πατρὸς οἷος ἦν· καὶ
5ὅτι εὐσθενεῖν ἐδόκει οἰκίαν, καὶ ὅτι πλήρης ἦν κόσμου, σεμνότητος, ἁπάντων ἡμῶν τὴν πρὸς τὸν πατέρα εὔνοιαν ἀποπληρούντων, καὶ ζητοῦντος τοῦ ἑτέρου ὑπερβαλέσθαι τὸν ἕτερον, καὶ τὰ τοιαῦτα· εἶτα, ὅτι μηδενὸς ὄντος ἐγ‐ κλήματος ὁ πρῶτος ἀνῄρηται· ἐν ᾧ δυνήσῃ καὶ πομπι‐
10κώτερον τῷ λόγῳ χρήσασθαι· σχηματίζων τὸν λόγον ἐλεγκτικώτερον, εἰπὲ, πάτερ, ὁ πρῶτος τί δέδρακεν; τί παρὰ τὴν σὴν τολμῆσαι προαίρεσιν ἀναπέ‐ πεισται; τί σοι μὴ καθ’ ἡδονὴν οὐ πεπλήρωκεν; ἀλλ’ ἐκεῖνος μὲν ἐάσθω εἴτε διαβληθεὶς, εἴτε δαιμονός τινος
15πονηροῦ τοῦτο πρυτανεύσαντος· εἶθ’ ὁπωσοῦν οὐδὲν πο‐ λυπραγμονῶ οὐδ’ ἐπιζητῶ· τὴν αἰτίαν ἀφίημι· ἀλλ’ ὁ δεύτερος, κἂν συγχωρήσω τὸ πάθος ἀναμιμνήσκει μου· εἶτ’ ἐλεγκτικῶς χρηματίσας καὶ ἐπὶ τοῦ δευτέρου τὸν λόγον ἐρεῖς· ὅτι διὰ τοῦτο τοίνυν καὶ αὐτὸς ἀποθανεῖν
20ἐπιθυμῶ, ἵνα μὴ ἔργον γένωμαι πατρός· ἐν ᾧ ἁπλᾶ ποι‐ κίλα θήσεις· σχήσεις, πάτερ, μόνος σου τὴν οἰκίαν· οὐ‐ δεὶς ἔτι σοι διοχλήσει παῖς. ΠΡώτη μὲν οὖν μεταληπτι‐ κὴ ἀντίθεσις· οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις ὁμοίως ταῖς ἄλλαις, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους·
25καὶ ὅτι ὕποπτος γέγονας κἀμοί· καὶ ὅτι τοὺς δύο ἀνελὼν οὐδὲν ἐμοὶ ζῇν συγχωρεῖς· καὶ ἡ σφαγὴ τῶν πρώτων συν‐ ήθειαν πεποίηκε, καὶ τὰ τοιαῦτα. ΔΕΥτέρα ἀντίθεσις· ἀλλ’ ἐξῆν πατρὶ ὄντι καὶ τοὺς παῖδας ἀνελεῖν. ἫΝ λύσεις τῇ περιστάσει καὶ τῷ νόμῳ, ὅτι ἔξεστιν ἐὰν ἁμάρ‐
30τῃ τι. καὶ ὅτι ὁ νόμος τοῦτο εἰδὼς ὡς εἰλικρινὴς γένοιτ’314

8

.

315

ἂν δικαστὴς ὁ πατὴρ, τοῦτο προςέταξεν· ἐφ’ ὅσον οὖν ὁ πατὴρ οὐδεμίαν αἰτίαν λέγει, περιττὸν τὸ λέγειν ἔξεστι. ΤΡίτη· ἀλλ’ ἄξιοι ἦσαν. ἫΝ λύσεις ὁμοίως τῷ διαπο‐ ρεῖν, τί πρόσθεν ἔδρασαν· τί λόγῳ ἢ ἔργῳ ἐξήμαρτον· τί
5προςέκρουσαν ὅλως τῷ πατρί· τί δράσαντες ἀνῃρέθησαν· καὶ τῷ ὅτι οὐδεὶς λέγει ὅτι ἄξιος ἦν οὐ προςτιθεὶς τὸ ἁμάρτημα. ΜΕτὰ ταύτην ἐρεῖς, ὅτι μόνος εἶ τῷ πατρί. ἫΝ λύσεις, ὅτι ἀδιάφορον καὶ αὐτό· κἀμὲ γὰρ τυχὸν ὁμοίως ἐκείνοις ἀναιρήσει. ΜΕτὰ ταύτην ἐρεῖς, ὅτι γη‐
10ροκόμον οὐχ ἕξει μετὰ τὸν θάνατον ὁ πατήρ. ἫΝ λύ‐ σεις διασυρμῷ· ὅτι δυνατὸν ἦν ἐφ’ ἑκάστῳ τοῦτον αὐτὸν ἀφεῖναι τὸν λόγον, ἀλλ’ ὅμως ἀπέκτεινε. ΜΕτὰ ταῦτα θήσομεν τὸν ἐπίλογον, παθητικὸν, πληκτικὸν, ἐν δια‐ σκευῇ τῆς ἀναιρέσεως, ἐν ἠθοποιΐα τῶν παίδων, ἐν θαύ‐
15ματι· ὅτι οὐκ ἠλέησεν ὁ πατὴρ, ὁρῶν δακρύοντας, ἐλεει‐ νολογουμένους οὐ τῶν ἐκτὸς τῶν πολλῶν διαβολὴν, οὐ τὴν ἀπανθρωπίαν τοῦ πράγματος, ὅτι φύσει πολεμεῖ, καὶ τὰ τοιαῦτα.
18
19aΤὸν εὑρόντα θησαυρὸν διδόναι χιλίας· φιλάργυρος εὑρὼν πεν‐
20aτακοσίας δέδωκε χιλίας, καὶ ἑαυτὸν προςαγγέλλει.
21 Σκοπός ἐστι τῷ φιλαργύρῳ, τὰς χιλίας ἀπολαβεῖν· διὸ καὶ προςαγγέλλει ἑαυτὸν, ἵνα τούτῳ θηράσας τὴν ἐκ‐ κλησίαν ἀπολάβῃ τὰ χρήματα· ἠθικὸν δὲ διόλου τὸ ζή‐ τημα, ἥ τε τοῦ φιλαργύρου ποιότης ταύτην ἀπαιτεῖ τὴν
25τάξιν καὶ ἡ τοῦ δεδωκέναι τὰ χρήματα δυςχέρεια· διὸ καὶ προςαγγέλλει ἑαυτόν· καὶ ἦθος οὕτω περιποιεῖ τῷ λέγοντι· ἡ μὲν οὖν κατάστασις καὶ ἐκ τῶν πρώτων δι‐ αιρέσεων τῶν ζητημάτων ἐστὶ φανερά· ἡ δὲ τάξις τῶν ἀντιθέσεων τοῦτον ἔχει τὸν τρόπον. ΠΡώτη μεταληπτι‐
30κή· οὐδέν τι θανάτου πέπρακται ἄξιον. ΔΕΥτέρα· κα‐
τὰ τὸν νόμον δέδωκας τὰς χιλίας. ἫΝ λύσεις τοῖς ἀπ’315

8

.

316

ἀρχῆς ἄχρι τέλους· ὅτι αὐτή ἐστι τῆς προςαγγελίας ἡ πρόφασις· θησαυρόν τις εὑρὼν προςζημιοῦται οἴκοθεν· καὶ νομίζεται μὲν ἑρμαίῳ περιπεσεῖν, προςαπόλλυσι δέ τι καὶ οἴκοθεν, καὶ τὰ τοιαῦτα. ΤΡΙΤΗ· πολλοὶ καὶ ἄλ‐
5λοι χρήματα ἀπώλεσαν. ἫΝ λύσεις· ὅτι ἄλλου δόξαντες τυχεῖν ἄλλα προςαπώλεσαν. ἫΝ λύσεις· οὐδὲ τοῖς ἔξωθεν περιπεπτώκασι δυςτυχήμασιν, οὐδὲ ὄντες φι‐ λάργυροι. ΤΕΤΑΡτη· ὅτι οὐ δεῖ θανάτου τούτου χάριν ἐπιθυμεῖν. ἫΝ λύσεις τῇ ποιότητι· καὶ ὅτι ὅταν τις ἃ
10νομίζει τίμια ἀπολέσῃ, δηλονότι οὐδὲ εἶναι ἔτι βούλε‐ ται. ΜΕτὰ ταῦτα θήσομεν καὶ τὸν ἐπίλογον.
11
12aΠένης καὶ πλούσιος ἐκ πολιτείας ἐχθροί· λιμοῦ γενομένου ὁ
13aπλούσιος ἔφη θρέψειν τὸν δῆμον, εἰ λάβῃ τὸν πένητα πρὸς σφαγήν·
14aἐψηφίσατο ὁ δῆμος χρόνον τινά· ὥρισεν ἀφ’ οὗ δώσει τὰς τροφάς·
15aἐξῆλθεν ὁ πλούσιος ἐπὶ σίτου συλλογῇ· οὐκ ἦλθε κατὰ τὸν ὡρι‐
16aσμένον καιρόν· καὶ ὁ πένης ἑαυτὸν προςαγγέλλει.
17 Σκοπός ἐστι τῷ πένητι λῦσαι τὴν δωρεάν· καὶ γὰρ ἡ προθυμία παρῆλθε· καὶ τὰς τροφὰς οὐδέπω τῷ δήμῳ παρέσχεν ὁ πλούσιος, καὶ πρὸς τὴν ψῆφον ὀνειδίσαι τῇ
20πόλει προῄρηται· ὅτι δὲ παθητικὸν ὅλον τὸ ζήτημα μὴ καὶ περιττὸν εἴη λέγειν. Ἡ Κατάστασις ἔχει τὴν ἀντι‐ πολιτείαν καὶ πλαγίως τὸν λιμὸν γεγενημένον διὰ τὸν πλούσιον· ὅτι σῖτον ἔχων οὐκ ἐπίπρασκεν, ἀλλὰ συνῆγε, καὶ τοὺς θησαυροὺς στενοχωρῶν οὐκ ἐπαύετο· τὸ δὲ τῶν
25πολιτῶν διὰ τὸν λιμὸν πάθος οὐ πάνυ αὐξήσομεν, θή‐ σομεν γὰρ ἐντεῦθεν ἀντίθεσιν· εἶθ’ ὅτι ᾔτησεν ἐμὲ πρὸς σφαγήν· δέδωκε δὲ ὁ δῆμος, οὐχ ἧκε κατὰ τὸν ὡρισμέ‐ νον χρόνον, καὶ προςαγγέλλω ἐμαυτόν. ΠΡώτη ἀντίθε‐
σις· οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις316

8

.

317

ὡς ἔθος. ΔΕΥτέρα μεταστατικὴ, ὁ λιμὸς αἴτιος. ΤΡί‐ τη, ἀπὸ τῆς ἐκδόσεως, ὅτι οὐδὲν πέπρακας ἄξιον παρὰ τοῦ πλουσίου μετὰ τὴν ἔκδοσιν. ἫΝ λύσεις, ὅτι τῷ χρόνῳ πλέον ἐκόλασε, καὶ τοῖς τοιούτοις. ΤΕτάρτη με‐
5ταστατική· εἰκὸς καὶ ἐπανελθόντα φείδεσθαι. ΠΕμπτη, ἀπὸ τοῦ παραβεβᾶσθαι τὸν χρόνον ἀνεξόμεθά σου ὡς παραβάντος τοῦ πλουσίου τὸν χρόνον. ἐγὼ δὲ ἀπὸ τοῦ χρόνου ἔθηκα τοιαύτην ἀντίθεσιν· λέλυται τοῦ δήμου διὰ τὸν χρόνον ἡ δωρεά· εἶθ’ ὅτι ἄλλην ἂν ἔλθῃ δώ‐
10σομεν.
10
11aΠεπηρωμένῳ τινὶ ἔχρησεν ὁ θεὸς, ἀναβλέπειν, εἰ ὁ παῖς
12aαὑτὸν ὑπὲρ αὐτοῦ ἐπιδοίη. πυθόμενος ὁ παῖς ἀνῄρηκεν ἑαυτόν·
13aἀνέβλεψεν ὁ πατὴρ, καὶ μετὰ ταῦτα ἑαυτὸν προςαγγέλλει.
14Ἡ κατάστασις ἔχει τοῦ παιδὸς τὴν γένεσιν μετὰ
15σπουδῆς γενομένην, τὸ πάθος τοῦ παιδὸς, τὸν θάνατον. θήσεις δὲ καὶ τὴν ἀρετὴν τοῦ παιδὸς, καὶ τὴν πρὸς τὸν πατέρα διάθεσιν. ΠΡώτη ἀντίθεσις· οὐδέν σοι θανά‐ του πέπρακται ἄξιον. ΔΕυτέρα· ἐπείσθη τῷ χρησμῷ ὁ παῖς. ΤΡίτη· ὑπὲρ σοῦ τοῦτο πεποίηκε. ΤΕτάρτη·
20ἔχει τὴν δόξαν ὁ παῖς. Πέμπτη, ἔδει φυλάττεσθαι. Ἕκ‐ τη· πολλοὶ καὶ ἄλλοι παῖδας ἀποβεβλήκασιν. Ἐπίλογος.
21
22aΔέκα νέοι συνέθεντο τύραννον ἀνελεῖν· ἕνα αὐτῶν λαβὼν ὁ
23aπατὴρ ἐπυνθάνετο τί συντέθεινται· μὴ λέγοντα ἀπέκτεινεν· οἱ ἐν‐
24aνέα ἐτυραννοκτόνησαν, καὶ ἐτιμήθησαν· ὁ πατὴρ τοῦ ἀναιρεθέντος
25aπροςαγγέλλει ἑαυτόν.
26 Σκοπός ἐστι τῷ πατρὶ οὐκ ἀληθῶς ἀποθανεῖν· δῆ‐ λον γὰρ ὅτι οὐ τοῦτο προῄρηται, ἀλλὰ τιμηθῆναι παρὰ τῆς πόλεως· ὡς καὶ τοῦ αὐτοῦ παιδὸς κεκοινωνηκότος τοῦ
σκέμματος, καὶ τυραννοκτονήσαντος ἂν εἰ περιῆν· οὗτος317

8

.

318

γὰρ διόλου τοῦτον ἔχων τὸν σκοπὸν ἐκφαντικῶς αὐτὸν, μᾶλλον δὲ μετὰ παῤῥησίας καὶ τυραννοκτόνον καλεῖ. καὶ διόλου πρὸς τοῦτο τεινούσας ποιεῖται τὰς κατασκευὰς τοιαύτας· ὅθεν καὶ ἡ κατάστασις τῷ πατρὶ τὴν ἀγωγὴν
5ἔχει καὶ τὴν ἄλλην παίδευσιν, καὶ τὴν τοῦ παιδὸς πρὸς τὸν δῆμον εὔνοιαν· εἶτα ὅτι ἑώρων αὐτὸν μετὰ ταῦτα ὀργιζόμενον πολλάκις, ἑαυτῷ προςομιλοῦντα, ἐπὶ τὸ ξίφος ὁρμῶντα, καὶ τὰ τοιαῦτα· διὰ γὰρ τούτων κατασκευά‐ σεις, ὅτι ἐτυρραννοκτόνει ἂν καὶ αὐτὸς εἰ περιῆν· ἐν οἷς
10καὶ ἠθοποιΐαι τοῦ πατρὸς πρὸς αὐτὸν ἔχουσαι τὴν ἐρώ‐ τησιν· εἶτα ὅτι ὡς οὐδὲν ἐμάνθανον ἔξωθεν περιεργαζό‐ μενος, ἔμαθον τὴν συνωμοσίαν· εἶτα ἐπὶ πολὺ αὐτῷ ἐπετέθην· πάλιν αὐτὸν ἐν τοῖς αὐτοῖς ὁρῶν παροξυνό‐ μενον σχήμασιν καὶ πῆ μὲν θερμαινόμενον, πῆ δὲ πα‐
15ρὰ τὴν ἑστίαν ἐπὶ τὸ ξίφος ὁρμῶντα· ὡς δὲ ἐπὶ πολὺ ἐρωτῶν οὐκ ἐμάνθανον, ἀπέκτεινα, οἱ δὲ λοιποὶ ἐτυραν‐ νοκτόνησαν, ἃ μηκυνεῖς ὡς οἷόν τε· διὰ ταῦτα ἐμαυτὸν ἀνελεῖν προῄρημαι· διὰ ταῦτα ἐπὶ τὸν θάνατον ἔσπευσα. ΜΕτὰ τὴν κατάστασιν πρώτη ἀντίθεσις· ἀλλ’ οὐδέν σοι
20θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, παῖδα ἀνελὼν τυραννοκτόνον καὶ τοιόνδε καὶ τοιόνδε ἀκούω, ὅτι οὐδέν μοι πέπρακται θανάτου ἄξιον. Κατασκευάσεις δὲ αὐτὴν διὰ τῶν ἐγκωμιαστικῶν τόπων τοῦ παιδός· εἶτα ἐρωτηματικῶς· τί οὖν ποιήσας
25ἄρα θανάτου ἦν ἄξιος; καὶ ἐπάγεις εὐτελῆ τινα, ἃ φα‐ νερὰν ἔχει τὴν ἐπίδειξιν· ὅτι οὐ δεῖ ἐπὶ τοιούτοις προςαγγέλλειν ἑαυτὸν, ἀλλ’ ἐπὶ μεγάλοις τισίν· οἷον παῖδα ἀνελὼν τυραννοκτόνον, παῖδα εὔνουν δημοτικὸν, καὶ τὰ τοιαῦτα· ὁ μέντοι σοφιστὴς Ἱμέριος ἔφη· ταύτην ἐγὼ
30τὴν ἀντίθεσιν μελετῶν οὐδέποτε ἔθηκα, ἀλλ’ ἀεὶ ἔλυσα.318

8

.

319

διότι καὶ τὰ τέλη τῆς καταστάσεως ταύτης ἐστὶ λυτικὰ τῆς ἀντιθέσεως. ΔΕυτέρα ἀντίθεσις· ἀλλ’ αὐτὸς ἑαυτῷ παῖς αἴτιος ἦν. ΛΥσεις, τοῦτο γάρ ἐστι τὸ χαλεπώτερον· καὶ διὸ μάλιστα πρὸς ταύτην τὴν προςαγγελίαν ἀπήν‐
5τησα, ὅτι οὐκ εἶπεν, ὅτι τὴν γνώμην φανερὰν οὐκ ἐπέ‐ στησεν· ἀλλὰ σιωπήσας ἕτερά μοι δέδωκεν ὑπονοεῖν· καὶ χαλεπάς μοι περὶ αὐτοῦ ὑποψίας παρέσχετο, οὐκ εἰπὼν, οὐκ αἰνιξάμενος, καὶ ὅσα τοιαῦτα· ἰστέον δὲ ὅτι ἐὰν οἱ συνομόσαντες παῖδες ὦσι κρίνοντες τὸν πατέρα φόνου,
10οὐ τεθήσεται αὕτη ἡ ἀντίθεσις, ἀλλὰ τοὐναντίον οἱ παῖ‐ δες ἀποδέξονται. καὶ θαυμάσουσιν αὐτὸν μὴ ἐξειπόντα· καὶ τοὐναντίον ἐπὶ τῇ σιωπῇ ἐγκωμιάσουσιν· ὅθεν καὶ τὰς προοιμιακὰς ἐννοίας τοιαύτας οἱ παῖδες ποιήσονται· ὁ μὲν πρὸ ἡμῶν ὡς ἀληθῶς τυραννοκτόνος καὶ τῇ καρ‐
14bisτερίᾳ νικήσας τὴν παρὰ τοῦ πατρὸς ἀπειλὴν παρὰ τὴν
15ἀξίαν ἀνῄρηται· νῦν δὲ ἐπειδὴ ἀόριστόν ἐστι τὸ τοῦ κα‐ τηγόρου πρόσωπον, ταύτην τεθείκαμεν τὴν ἀντίθεσιν. ΤΡίτη ἀντίθεσις· ἀλλ’ ἐφοβήθη μὴ ἔκπτυστος ἡ συν‐ θήκη γένηται. ΛΥσεις ὅτι οὐχ οἷόν τε ἦν· πατὴρ γὰρ ὢν καὶ εἰς τὰ τοιαῦτα ἐπιτηδεύματα αὐτὸν ἀναθρεψά‐
20μενος καὶ τῶν τοιούτων αὐτῷ ἐπιθυμιῶν διδάσκαλος γε‐ νόμενος οὐκ ἂν ἐξεῖπεν οὐδὲ τὴν γνώμην ἐδημοσίευσεν. ΤΕτάρτη ἀντίθεσις· ἀλλὰ κοινώσας τοῦ σκέμματος πα‐ ραμυθεῖταί σου τὴν συμφοράν· ἢ οὕτως· ἀλλὰ καὶ αὐ‐ τὸς τῇ προαιρέσει τυραννοκτόνος γεγένηται· αὕτη δὲ ἡ
25ἀντίθεσις οὐχ ἁπλῶς ἐτέθη, ἀλλ’ ἀπὸ τοῦ σκοποῦ· διὸ καὶ δοκῶν λύειν μᾶλλον αὐτὴν κατασκευάσει ὡς ἀληθῶς τοῦ παιδὸς τυραννοκτονήσαντος. Ὅτι οἶδα μὲν καὶ αὐ‐ τὸς ὅτι εἷς τῶν τυραννοκτόνων ἐστὶ καὶ ὁ παῖς ὁ ἡμέτε‐ ρος· ἀλλ’ οὐ διὰ τοῦτο λυπεῖσθαι οὐκ ὀφείλει, ἀλλὰ
30πολὺ πλέον· ὅτι τοιόνδε καὶ τοιόνδε ὄντα αὐτὸν ἀπέκ‐319

8

.

320

τεινα. ΠΕμπτη ἀντίθεσις, ἀλλὰ παραμυθήσεται. ΛΥ‐ σεις ὁμοίως τῇ πρώτῃ· οἶδα μὲν τὸ τῆς πόλεως μεγαλό‐ δωρον, καὶ τὸ πρὸς τοὺς εὔνους φιλότιμον· ἐξ ὧν καὶ τοὺς ἑτέρους παῖδας τετίμηκεν, ἀλλὰ τί μοι τῆς δωρεᾶς
5ὄφελος; ποῖον κέρδος τῆς ἀμοιβῆς; ποία παραμυθία τοῦ γήρως τοῦ παιδὸς κειμένου· ἑνὸς οὐ τῶν τυραννοκτόνων τετελευτηκότος, μέλλοντι ἐν τάφῳ διάγειν, θρηνεῖν, δα‐ κρύειν τὸν παῖδα. ΕΠίλογος πάθους μεστὸς καὶ συν‐ εχῶν τῶν ἀνακλήσεων· καὶ ὅτι διὰ τάφου, διὰ τῶν χοῶν
10τῷ παιδὶ ἀπολογήσομαι· καὶ ὅτι τὸν τάφον οἰκήσω· καὶ ὅτι τάχα που παρέστηκε· καὶ ὅτι ἀπελογήσω, παῖ, διὰ τῶν συνωμοτῶν. καὶ ὅτι ἀπελογήσατο τὰ ἔργα ὑπὲρ σοῦ, πέπεισαι ὅτι ἡ συνεχὴς ὀργὴ καὶ ὁ πολὺς ἐκεῖνος παρο‐ ξυσμὸς καὶ ἡ εὔνοια οὐ δι’ ἑτέραν τινὰ αἰσχρὰν ἦν
15πρόφασιν, ἀλλὰ διὰ τὸν τύραννον, διὰ τὴν πρὸς τὴν πό‐ λιν εὔνοιαν· καὶ ὅτι οὐ χοὰς ἀποδώσω κοινῇ, καὶ ὅσα τοιαῦτα· μετὰ τῶν ἄλλων παίδων τάφον ἐγείρω πολύτι‐ μον· ἅπαντα ὅσα προςῆκον, εἰκόνα γράψω ἐν τῷ τυραν‐ νοκτόνου σώματι· διὰ τούτων σοι, ὦ παῖ, τῶν ἔργων ἀπο‐
20λογήσομαι.
20
21aΣὺν δυσὶ παισὶν ἀριστεύσας τις ἐδεῖτο ἑτέρου παραχωρῆσαι
22aτῷ ἀδελφῷ τοῦ γέρως· μονομαχήσας ἀπέκτεινε τὸν ἀδελφόν· καὶ
23aἐξίσταται τῷ πατρὶ δωρεᾶς· ὁ δὲ ἀξιοῖ μονομαχεῖν.
24Σκοπός ἐστιν ὀνειδίσαι τῷ πατρὶ τὴν ἀδελφοκτο‐
25νίαν· καὶ ὅτι οὐκ ἐπείσθη τῷ πατρί. διὸ καὶ ἡ κατά‐ στασις αὐτῷ μετὰ τὴν ἀγωγὴν καὶ τὸν πόλεμον καὶ τὴν ἀριστείαν ἐν ἠθοποιΐαις ἔχει τὴν συμβουλὴν, τὴν περὶ τοῦ δεῖν παραχωρῆσαι τῆς δωρεᾶς· εἶθ’ ὅτι οὐκ ἐπείσθη
συμβουλεύοντι· ἃ βαρυτάτως ἐρεῖς λέγων, ὅτι ἔφην· τί320

8

.

321

ταῦτα, ὦ παῖ, οὐ πείθῃ περὶ τούτων τῷ πατρὶ, οὐδὲ πα‐ ραχωρεῖς ἀδελφῷ, ἀλλ’ ἀδελφοκτόνος ὀνομάζεσθαι θέλεις· ἐν οἷς αὐξήσεις μετὰ τὴν μονομαχίαν τὴν συμφοράν· ἔτι δὲ καὶ τὰ ἐν τῇ μονομαχίᾳ γενόμενα πάθη ἐκφράζων
5πληγὰς, σχήματα, ὀργὰς, πτώσεις, καὶ ὅσα τοιαῦτα· εἶτα ἡ κατὰ τὸν νόμον ἀξίωσις τοῦ πατρός. ΠΡώτη ἀντί‐ θεσις ἐκ διανοίας τοῦ νόμου· ὁ νόμος εἶπε μονομαχεῖν ἂν βούλωνται. ΛΥσεις τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· νῦν οὖν οὐ προῄρησαι, ἀλλ’ ὅτε ὁ ἀδελφὸς ἦν, πολλὴν
10ἐπεδείξω τὴν προθυμίαν· νῦν δὲ περὶ τοῦ πατρὸς ἀνα‐ χαιτίζεις τὴν μάχην. Δευτέρα ἀντίθεσις, ἐξῆν μοι μὴ πείθεσθαί σοι. Ἡ ΛΥσις μεταληπτική· ἐγὼ δὲ πρώτην ἀντίθεσιν εἶπον ἐκ διανοίας, ὅτι οὐ δεῖ πατράσι μονο‐ μαχεῖν, πολλῷ πλέον οὐδὲ ἀδελφοῖς. δεῖ οὖν, φησὶ,
15διάνοιαν τοιαύτην λαβεῖν, ἥ τις καὶ τὸ πρῶτον ἰσχυρὸν ἐᾷ, καὶ τὸ νῦν μὴ θέλειν οὐκ ἀναιρεῖ. πῶς οὖν ἐρεῖς, φη‐ σὶν, ἂν θῇς οὕτω τὴν διάνοιαν· νόμος δέδωκε μονο‐ μαχεῖν ἂν βούλωνται. τὴν δευτέραν εἶπον ἀντιληπτι‐ κήν· ἔξεστι παραχωρεῖν μοι τῆς δωρεᾶς· ὁ δὲ εἶπεν, οὕτω
20μᾶλλον ἔξεστίν μοι μὴ πείθεσθαι, διότι παρακληθεὶς οὐκ ἀνεχώρησε. καὶ διὰ τοῦτο νῦν ὁ πατὴρ ἀξιοῖ μο‐ νομαχεῖν. ΤΡίτη ἀντίθεσις· ἔδει κἀκεῖνον παρακαλεῖν. Ἡ ΛΥσις, ὅτι οὐκ ἂν ἤρκουν ἐγώ. εἶτα ὅτι καὶ πολλῷ προτιμότερος ἦν ὑπὲρ τοῦ ἀδελφοῦ παρακαλῶν·
25καὶ ὅτι ἡ φύσις ἱκανὴ ἦν δυςωπῆσαι· καὶ ὅτι τοῦτο θαῤ‐ ῥῶν οὐκ ἠξίωσα, καὶ ὅσα τοιαῦτα. ΥΠὲρ τῆς εὐδοξίας
ἐποίησα. Ἡ Λύσις μετὰ διασυρμοῦ· τί οὖν κωλύει καὶ321

8

.

322

νῦν πρὸς τὸν πατέρα μονομαχεῖν ὑπὲρ τῆς εὐδοξίας; ἐπαχθὲς, νεμεσητὸν, ἀμφοτέροις μονομαχεῖν. Ἢ οὕ‐ τως ἀπαραμύθητος ἡ συμφορὰ, ἀδελφῷ καὶ πατρὶ μο‐ νομαχεῖν. Ἡ ΛΥσις, ὅτι τὴν ἀρχὴν οὖν οὐκ ἦν νεμε‐
5σητὸν, ὅτι τὸν ἀδελφὸν ἑώρας ὑπὸ τῆς σῆς ἀναιρού‐ μενον δεξιᾶς, καὶ ὅτι σὺ τὴν ἀρχὴν δέδωκας. καὶ εἰ τὸ πρᾶγμα νεμεσητὸν, ἀλλ’ οὖν γε σὺ τὴν αἰτίαν παρέσχες. ΕΠίλογος παθητικὸς πρὸς τὴν μονομαχίαν ὀνειδιστικὸς ἐν τῷ λέγειν. καλέσω τὸν ἀδελφὸν, αὐτός μοι μαχομέ‐
10νῳ παρασταθήσεται. δεῦρο, παῖ, ὁπλίσθητι πάλιν τὴν δεξιάν· μὴ νομίσῃς δειλίᾳ νενικῆσθαι τὸν ἀδελφόν· ᾐ‐ δέσθη τὴν φύσιν, καὶ τὰ τοιαῦτα.
12 ΤΟΝ ΛΙΠΟΝΤΑ ΤΗΝ ΤΑΞΙΝ μονομαχεῖν, καὶ τοὺς νικήσαντας φεύγειν.
15aΠένης μετὰ δύο υἱῶν ἔλιπε τὴν τάξιν. ἐμονομάχησε καὶ ἐνί‐
16aκησεν· καὶ πλούσιος ἐχθρὸς ἠριστευκὼς αἰτεῖ γέρας μένειν αὐτόν·
17aὁ δὲ φεύγειν ἀξιοῖ.
18 Κατ’ ἀντινομίαν ἐστὶν ἡ ὕλη τοῦ ζητήματος· διὸ καὶ κατὰ τὴν διαίρεσιν πῆ μὲν συγκριτικῶς προάξεις τὰς
20ἀντιθέσεις, πῆ δὲ ἀπὸ τοῦ πάθους τῶν παίδων· ἀφορῶν ὅτι τὸ φεύγειν ἀντὶ τῆς τιμωρίας νενομοθέτηται· ὁ δὲ σκοπὸς μένειν ὡς ἀληθῶς ἐν τῇ πόλει τὸν πένητα· βού‐ λεται γὰρ ἐχθρὸς ὢν ἐν τοιαύταις ἂν καταναλίσκεσθαι συμφοραῖς· ἡ δὲ κατάστασις πολλὴν ἔχει τὴν μεταχείρι‐
25σιν. ἐσχηματισμένως γὰρ προάξεις τὸν λόγον, πῆ μὲν δοκῶν ὑπὲρ τοῦ πένητος ταύτην αἰτεῖν τὴν δωρεὰν, πῆ δὲ λανθανόντως ἐμφαίνων τὸ διάφορον· εἶτ’ ἐπάξεις τὸ λι‐ πεῖν τὴν τάξιν κατὰ βαρύτητα· καιρὸν γὰρ ἔχει νῦν καὶ ἐν ἠθοποιΐας σχήματι εἰπεῖν, ὅτι ἐθαύμασα τὸν δημοτι‐
30κὸν, τὸν εὔνουν ὀνομαζόμενον λιπόντα τὴν τάξιν· ἐν οἷς322

8

.

323

εἶπον πρὸς ἐμαυτόν· τί ταῦτα; ὁ πάντας ἀκριβῶς τοὺς νόμους εἰδὼς, ὁ τοὺς ὡς παρανομοῦντας πολιτευομένους γραφόμενος, ὁ δημοτικὸς, ὁ φιλόπολις, ἐπεὶ τὴν αὐτοῦ δόξαν ἐξήλεγξε, πῶς λιπεῖν τὴν τάξιν ἐτόλμησε; καὶ τὰ
5τοιαῦτα· αἰτήσεις τὴν δωρεὰν μετὰ τὴν κατάστασιν. ΠΡώτη ἀντίθεσις· ὁ νόμος δίδωσι λαβεῖν ἣν βούλομαι δωρεάν. Ἡ ΛΥσις μεταληπτικὴ, ἀλλ’ οὐ παράνομον· ἀλλ’ οὐ λυμαινομένην δόγμασιν· οὐ γὰρ πᾶσαν ἁπλῶς ἔξεστιν αἰτεῖν· ἦ γὰρ ἂν οὗτος καὶ κατάλυσιν αἰτήσῃ
10τῶν νόμων, καὶ τὰ τοιαῦτα· εἶτα ἐπειδὴ ἡ ὕλη ἀντινο‐ μικὴ ἐκ συγκρίσεως, θήσεις τῶν νόμων τὴν δευτέραν ἀν‐ τίθεσιν. ἀλλ’ ὁ τοῦ ἀριστέως νόμος προτιμότερος. ἀλλ’ ἐπίσης κατὰ τὴν ἰσχύν εἰσιν ἅπαντες. καὶ οὐκ ἐὰν τὸν σόν τις φυλάξῃ νόμον, οὗτος οὐ παραβέβαται· ἔξεστι
15δὲ καὶ τοῦτον φυλάξαι, καὶ σὲ λαβεῖν δωρεὰν ἣν βούλει. ἐν οἷς καὶ τὰ πάθη κινήσεις ὅτι μέρος ἐγένετο τοῦ νό‐ μου· ἐμονομάχησα, τοὺς παῖδας ἀνεῖλον· ἐνίκησα νίκην, τραγῳδίας ὑπόθεσιν, καὶ κατὰ μὲν τῶν πολεμίων οὐκ ἴσχυ‐ σα ταύτην τὴν νίκην ἄρασθαι. κατὰ δὲ τῶν νέων νικηφόρος
20γεγένημαι· ἔασον οὖν καὶ τὰ ἀκόλουθα κυρωθῆναι τοῦ γράμματος. ΑΛΛὰ κατὰ τὸν νόμον πεποίηκας. Ἡ ΛΥσις κατὰ συνδρομήν. τούτου γὰρ φημὶ, ὅτι γενομένης μοι ταύτης κατὰ νόμον τῆς συμφορᾶς· τὸ μένειν οὐκ ὀφείλει μοι γενέσθαι παράνομον, αὐτάρκη δέδωκας δίκην. Ἡ ΛΥ‐
25σις κατὰ διασυρμόν· ὅτι ἐχθρὸς ὢν ἐλεεῖς καὶ φιλανθρω‐ πεύῃ τὸν πένητα. καὶ κόρον τῶν ἡμετέρων λαβὼν συμ‐ φορῶν μέχρι τούτου ἵστης μοι τὰς συμφορὰς, καὶ τὰ τοιαῦτα· οὐδείς σοι ὀνειδιεῖ· καὶ πῶς οἷόν τε, εἰ μὴ καὶ τὴν μνήμην ἀφαιρεθήσονται πάντες ἄνθρωποι· ἀλλ’ ἂν
30ὀλίγη μοί τις ὑπάρξῃ διαφορὰ εἰς τὰς συμφορὰς, εἰ
προςφέρουσιν ἅπαντες τὸν παιδοκτόνον, τὸν λιπόντα τὴν323

8

.

324

τάξιν ὀνομάζοντες. Εἶτα ὅτι ἀφόρητα ταῦτά ἐστι, καὶ τὰ τοιαῦτα χρησιμεύσει τῇ πόλει. Ἡ ΛΥσις στοχαστι‐ κή. καταπονηθέντα καὶ συντριβέντα τοῖς πάθεσιν, πῶς ἔτι εἰκὸς χρήσιμον γενέσθαι τῇ πόλει. Ὁ ΕΠίλογος πα‐
5θητικός· ὁ δὲ τοῦ πλουσίου φιλοτιμίαν ἔχων, πομπείαν παράγων, εἰς τὰς ἐκκλησίας τὸν πένητα σωφρονεῖν συμ‐ βουλεύων, πείθων φρονεῖν μέτρια εἰδότα ὅτι ἡ τύχη πολ‐ λάκις οὐκ ἀκόλουθα ταῖς διανοίαις ἡμῖν πρυτανεύεται, καὶ τὰ τοιαῦτα.
9
10aΤύραννος τὰ γεννώμενα ἐπώλει, καταλυθείσης τῆς τυραννίδος,
11aἀξιοῦσιν ἐπὶ τῶν ἀμφικτυόνων οἱ πατέρες τὰς τιμὰς καταθέμενοι
12aἀπολαμβάνειν τοὺς παῖδας, οἱ δεσμῶται ἀντιλέγουσιν.
13 Ἔοικε κατὰ διαίρεσιν τοῦτο τὸ πρόβλημα ἐκείνῳ τῷ ὅρῳ· ἐκτίθενται Ἀθηναῖοι ἐπὶ τῶν τριάκοντα, καὶ
15καθαιρεθείσης τῆς τυραννίδος αἰτοῦσι τὰ βρέφη· σκοπὸς δὲ οὐδεὶς ἕτερος ἢ ὁ φαινόμενος. Ἡ Κατάστασις ἔχει τὴν πολιτείαν καὶ τὴν ἐν αὐτῇ ῥᾳστώνην. εἶτα μετὰ τῆς προςηκούσης κατασκευῆς τὴν τυραννίδα· ἐν ᾗ θήσεις καὶ τὰς γινομένας δι’ αὐτὴν συμφοράς. εἶτα τὴν πρᾶσιν
20τῶν βρεφῶν· εἶτα τοὺς δεξαμένους τὴν αἴτησιν. ΠΡώτη ἀντίθεσις· ἀλλ’ ἐπριάμεθα, φασὶ, τοὺς παῖδας τοῦ τυ‐ ράννου πωλήσαντος. ἔοικε δὲ ἡ ἀντίθεσις αὕτη τιθεμένη πολλάκις ἐν πολλοῖς ζητήμασιν, ἀλλ’ ἔδοξεν ἅπαξ. ὅθεν καὶ ἡ λύσις ἀμφοτέραις μία μεταληπτική. ΕΠρίασθε,
25ἀλλ’ οὐ τοῦτο δεῖ ζητεῖν εἰ ἐπρίασθε, ἀλλ’ εἰ καλῶς καὶ προςηκόντως νῦν ἔχετε, καὶ τί κωλύει λαμβάνειν, εἶτα ἀποδοῦναι τοῖς οἰκείοις; καὶ ὅσα τοιαῦτα. Δευτέρα ἀν‐ τίθεσις. ἀλλ’ ὑπὲρ ὑμῶν πεποιήκαμεν. ΛΥσις μεταλη‐ πτική· ἔδει οὖν εὐθὺς ἀποδιδόναι. ἔδει μὴ ἀναμεῖναι
30τὴν αἴτησιν· νῦν δὲ οὐδὲ αἰτούντων δίδονται, καὶ τὰ324

8

.

325

τοιαῦτα. Τρίτη ἀντίθεσις· ἀλλ’ ὡς ἐλευθέροις αὐτοῖς προςφερόμεθα. καὶ πῶς οἷόν τε τοῦτο, ὅπου πᾶσίν εἰσιν ὡς ἀργυρώνητοι φανεροὶ, ὅπου παραμένουσιν ὡς δοῦλοι ὑπηρετούμενοι. Οἱ ἐπίλογοι· καλέσει μοί τις τοὺς παῖ‐
5δας· καλῶς μὲν πεποιήκασιν ὑμᾶς καὶ οὗτοι ὑποδεξά‐ μενοι· ὅμως δὲ ὑμεῖς ἐπίγνωτε τὴν φύσιν, καὶ τὰ τοι‐ αῦτα.
7
8aΜισθοφόροι τινὲς οὐκ ἔχοντες ἀποδοῦναι μισθὸν γῆν ἔδοσαν·
9aοἱ δὲ πόλιν ἔκτισαν· μετὰ ταῦτα χρημάτων εὐπορήσαντες τὸν μι‐
10aσθὸν ἀξιοῦσι δοῦναι, καὶ τὴν γῆν κομίσασθαι.
11 Σκοπὸς λαβεῖν ἀληθῶς τὴν πόλιν· ἡ κατάστασις ἔχει τοῦ πολέμου αὔξησιν, καὶ τῶν ἐν αὐτῷ γεγενημέ‐ νων κακῶν, εἶτα τὴν ἐπὶ τοὺς μισθοφόρους πρεςβείαν, ὡς μίαν αὐτοῖς ταύτην οὖσαν μόνην παραμυθίαν, εἰ
15βοηθήσαιεν. εἶτα ὁμολογία χάριτος. ὅτι ἦλθον προθύ‐ μως ἡμῶν ἐπαγγελομένων δώσειν χρήματα. εἶτα οἷα εἰ‐ κὸς ἐν πολέμῳ καταδαπανηθέντες, καὶ μὴ ἔχοντες ἀπο‐ δοῦναι, διὰ τὸ μὴ βούλεσθαι δοκεῖν τινες τυγχάνειν ἀ‐ γνώμονες γῆν ἀντὶ χρημάτων δεδώκαμεν, καὶ τὰ τοι‐
20αῦτα. ΠΡώτη ἀντίθεσις· ἀλλ’ ἄτοπόν ἐστιν αὐτοὺς τῆς πόλεως ἐκβαλεῖν. ΛΥσεις ὁρικῶς· ὅτι εἰ μὲν τῆς οἰκείας, καλῶς. εἰ δὲ τῆς χώρας τῆς ἡμετέρας, καὶ ἣν ὥσπερ ἀντ’ ἐχθροῦ τινος εἰλήφασι, πῶς ἄτοπον τὸ ἐκ‐ βαλεῖν; εἶτα ὅτι οὐδὲ τοῦτο ἐκβολή ἐστιν ἀλλ’ ἀπόδοσις,
25καὶ τὰ τοιαῦτα. ΑΛΛὰ κύριοι μὲν κεχρῆσθαι ὡς ἠβου‐ λόμεθα τῇ χώρᾳ. καὶ ἔδει κωλύειν τειχίζοντας. ΛΥσις, οὐκ ἂν εἰλήφειμεν ἑαυτοὺς, καὶ περὶ τὰ οἰκεῖα ἠσχολού‐ μεθα γένη. καὶ ὑπωπτεύομεν ἔχθραν, καὶ πολλὰ ἦν ἐξ
ἀρχῆς ἡμῖν ἐναντιώματα, καὶ ἄτοπον ἦν εὐθὺς μετὰ τὸ325

8

.

326

λυθῆναι τὸν πόλεμον κωλύειν, καὶ τὰ τοιαῦτα. καὶ με‐ ταληπτικῶς ἐν ἀρχῇ σπείρειν ἔδει, γεωργεῖν, καρποῦ‐ σθαι, καὶ τὰ τοιαῦτα· καὶ ὅτι κωλύειν ἔδει εἰ καὶ κα‐ κῶς τῇ χώρᾳ ἐκέχρησθε, καὶ τὰ τοιαῦτα. ΑΛλ’ οὐκ ἐπὶ
5τῷ πόλιν ποιῆσαι δεδώκατε. ΛΥσις· ἀλλ’ ἐπὶ συνθή‐ καις ἄλλαις, ὥστε, εἰ εὐπορήσομεν χρημάτων, τὴν χώ‐ ραν ἀπολαβεῖν· καὶ φανερὸν ὅτι ἐπὶ τούτῳ δίδομεν, οἱ γὰρ ὁμολογήσαντες δώσειν χρήματα, εἶτα μὴ δόντες διὰ τὸ μὴ ἔχειν δηλονότι εὐπορήσαντες δώσειν ἔμελλον, καὶ
10τὰ τοιαῦτα. Ἀλλὰ χρήσιμοί ἐσμεν παροικοῦντες ὑμῖν. Λύσεις κατὰ συνδρομὴν, ὅτι οἴδαμεν, ἀλλὰ προςῆκον, μὴ διὰ τὸ δοκεῖν βλάπτειν, καὶ τὴν πόλιν ἔχειν χρησιμεύειν, ἀλλ’ οἴκοθεν καὶ διὰ τὴν οἰκείαν προαίρεσιν. Ὁ Επί‐ λογος πραγματικώτερος καὶ ἐναγώνιος.
14
15 ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ ΟΙ ΜΙΣΘΟΦΟΡΟΙ. Ἡ κατάστασις αὔξησιν ἔχει τῆς συμμαχίας, καὶ βα‐ ρύτητα τῆς αἰτήσεως τῆς χώρας. ΠΡώτη ἀντίθεσις· ἀλλ’ ἥκομεν μισθὸν ἀποδώσοντες· ἢ οὕτως· ἀλλ’ ἄξιον ἀπο‐ δοῦναι τὴν χώραν, λαβόντας τὰ χρήματα. Ἡ ΛΥσις,
20ὅτι εἰλήφαμεν τὸν μισθὸν, καὶ οὐκ ἔτι μισθὸς οὗτος, καὶ τῆς χώρας οὐκ ἔστιν ἐκβαλέσθαι δίκαιον. Δευτέρα ἀντί‐ θεσις· ἀλλὰ τὴν γῆν δεδώκαμεν, ἕως ἂν πορισώμεθα χρήματα. ἀλλὰ πίστεως ἕνεκα τὴν χώραν δεδώκαμεν. Ἡ ΛΥσις ἢ οὐ πίστεως· οὔτε γὰρ προειρήκατε, οὔτε διδόν‐
25τες οὕτως ἐδίδοτε, οὔτε ὅλως ἐνεχύρου λόγῳ τὸ διδόμε‐ νον ἦν, ἀλλὰ τῶν μισθῶν ἀπόδοσις. Τρίτη ἀντίθεσις· ἀλλ’ οὐκ ἔδει τειχίζειν τὴν μὴ προςήκουσαν. Ἡ Λύσις ὅτι κύριοι ἦμεν, καὶ ἔδει ἡμᾶς τειχίζειν, καὶ κεχρῆσθαι
τῇ γῇ καθ’ ὃν ἂν βουλώμεθα τρόπον. Ἔδει ἀνακοι‐326

8

.

327

νοῦσθαι. Ἡ Λύσις ὅτι περιττὸν ἦν ἅπαξ λαβόντας, ἔχοντας ἐξουσίαν ἀνακοινοῦσθαι περὶ ὧν ὑμεῖς ἐχαρίσα‐ σθε. Ἀλλὰ δέος μή τι κακὸν ἐργάσησθε παροικοῦντες ἡμᾶς. Ἡ Λύσις στοχαστική· ὅτι οὐκ εἰκὸς τοιοῦτόν τι
5εἰς ὑμᾶς τολμῆσαι ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον εὐποι‐ ῆσαι, καὶ καθόλου βουλήσει καὶ δυνάμει κατασκευάσεις τὸ κεφάλαιον. ΕΠίλογος ἐπαγγελίαν ἔχων συμμαχίαν βοηθείας· καὶ ὅτι ἡμᾶς οὐκ ἔτι καλοῦσα περιελεύσεται, ἀλλ’ αὐτόθεν ἁρπάσω τὸ ξίφος, τὴν ἀσπίδα λήψομαι,
10καὶ τὰ τοιαῦτα.
10 ΤΟΝ ΥΠΕΡΗΜΕΡΟΝ ΔΟΥΛΟΝ ΕΙΝΑΙ.
12aὙπερήμερος συνέπλει τῷ δανειστῇ· χειμῶνος ὄντος καὶ τοῦ
13aκυβερνήτου τὴν σωτηρίαν ἀπαγορεύοντος, μὴ γενομένης ἐκβολῆς,
14aἐξέῤῥιψε τὸν ὑπερήμερον ὁ δανειστής· ὁ δὲ σωθεὶς ἀξιοῖ ἐλεύθερος
15aεἶναι. ὁ δανειστὴς ἀντιλέγει.
16 Ἡ κατάστασις ἔχει τὴν χρῆσιν τοῦ δανείου, τὴν ἀπαίτησιν, ἐν ᾗ καὶ ἠθοποιΐα βάρος ἔχουσα, διότι μὴ ἀπολαμβάνει, καὶ συμβουλευτικά τινα, ὅτι προςῆκον ἀποδοῦναι διὰ τὰς συνθήκας τὰς τῆς προθεσμίας, καὶ
20τὸν νόμον οἶδας τὸν περὶ τῶν χρεῶν κείμενον, καὶ τὰς τῶν ὑπερημέρων τύχας, καὶ τὰ τοιαῦτα. εἶτα ὅτι ὑπερή‐ μερος ὢν συνῆν μοι, διῆγε, μηδενὸς ἐπαχθοῦς πειρώμε‐ νος. εἶτα ὅτι δεῆσαν πλεῦσαι, ἔπλευσε χειμῶνος γενο‐ μένου καὶ κινδυνευόντων ἡμῶν ἐξεῤῥίφθη. εἶτα σωθεὶς
25δουλεύειν οὐ βούλεται, οὐδὲ δεύτερον εὐεργετηθεὶς ἐπί‐ σταται, διὰ τὸ χρέος μὲν ἐν δουλείᾳ σχὼν μηδὲν ἐπαχθὲς, νῦν δὲ σωθεὶς καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν κατάστασιν θήσεις παρὰ τοῦ ὑπερημέρου πρώτην ἀντίθεσιν. ἀλλ’
ἅπαξ με, φησὶ, τῆς νεὼς ἐξέῤῥιψας. ΛΥσεις πρῶτον327

8

.

328

ὁρικῶς, ὅτι ἐκριφθεὶς οὐδὲν ἐλευθερίας ἔτυχες. εἶτα ἀν‐ τιστατικῶς καὶ ἀντιληπτικῶς. Δευτέρα ἀντίθεσις· ἀλλὰ δι’ ἐμὲ ἐσώθητε. ΛΥσεις ἐνστατικῶς, ὅτι οὐ διὰ σὲ, ἀλ‐ λὰ διὰ τὴν τύχην· καὶ διὰ τὸ οὕτω συνενεχθῆναι, καὶ
5ὅσα τοιαῦτα. Τρίτη ἀντίθεσις. ἀλλ’ ἡ τύχη με ἔσωσε. ΛΥσεις ὅτι κἀμοὶ πρὸς τὴν δουλείαν ἡ τύχη σε ἔσωσε. διὰ τοῦτο ἄρα πρὸς ἐλευθερίαν ἀποστεῖλαι ὀφείλεις, καὶ ὅσα τοιαῦτα. ΕΠίλογος κοινός.
8 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΥΠΕΡΗΜΕΡΟΣ.
10 Ὁ ὑπερήμερος μετὰ βαρύτητος χρήσεται τῷ λόγῳ τὴν τύχην καταμεμφόμενος, ὅτι διὰ πενίαν ὑπερήμερος ἐγένετο. εἶτα χάριν ὁμολογήσαντι τῷ δαίμονι τῷ σώ‐ σαντι. ὅτι διὰ τοῦ κατὰ θάλασσαν κινδύνου αὐτὸν εἰς ἐλευθερίαν πάλιν ἐπανήγαγε. ΠΡώτη ἀντίθεσις παρὰ
15τοῦ πλουσίου. δοῦλος ἐμὸς εἶ. ΛΥσεις ὁρικῶς, ὅτι οὐκ ἔτι δοῦλος ἐκριφθεὶς, καταφρονηθεὶς, ὁ τῇ θαλάττῃ δοθεὶς καὶ τῷ κύματι, δοῦλος ἔτι, καὶ τὰ τοιαῦτα. Δευτέρα ἀντίθεσις· διὰ τὸν κίνδυνον ἔῤῥιψα. Οὐκοῦν ὁμολογεῖς δι’ ἐμοῦ τὴν σωτηρίαν εὐτυχηκέναι. ὅτι κινδυ‐
20νεύων ἀφεὶς ἐμὲ τὴν σωτηρίαν ἀντείληφας, καὶ τιμὴν ἀπέλαβες πολλῷ τιμιωτέραν τοῦ δανείσματος, καὶ ὅσα τοιαῦτα. ΤΡίτη ἀντίθεσις, καὶ σωθεὶς ἐμὸς εἶ. Λύσεις βαρέως, ὅτι καὶ τύχης με ἀφαιρεῖται, καὶ τοῦ συμβεβη‐ κότος ἑρμαίου, καὶ τῆς περιστάσης με παραδόξου σωτη‐
25ρίας· ἡ τύχη μοι τὴν ἐλευθερίαν προὐξένησε, καὶ σὺ κω‐
λύεις τὸ εὐεργέτημα, καὶ τὰ τοιαῦτα.328

8

.

329

ΑΛΛΑ ΠΡΑΓΜΑΤΙΚΑ ΠΡΟΒΛΗΜΑΤΑ.
2aΠένης πλουσίῳ ἐξ ἀντιπολιτείας ἐχθρῷ διαλλαγεὶς, τρεῖς υἱοὺς
3aἔχων ἔδωκε θέσθαι. οἱ δύο ἐπ’ ἀμφιβόλοις σημείοις φαρμάκων
4aτεθνήκασιν, αἰτεῖ τὸν τρίτον ὁ πένης.
5 Σκοπὸς διαβαλεῖν τὸν πλούσιον ὡς ἐπιβουλεύσαντα τοῖς παισὶ, καὶ διὰ τοῦτο τὴν φιλίαν ὑποκρινόμενον· μι‐ κτὸς οὖν ὁ λόγος ἐκ πάθους καὶ βαρύτητος· πάθους μὲν διὰ τοὺς παῖδας· βαρύτητος δὲ διὰ τὸ ἠπατῆσθαι ὑπὸ τοῦ πλουσίου. ΤΑ προοίμια μετὰ βαρύτητος. Ἡ Κατά‐
10στασις ἐκ τῆς ἀντιπολιτείας καὶ διαλλαγῆς καὶ τῆς τῶν παίδων εἰςποιήσεως καὶ τῶν ἑξῆς ἔχει ἠθοποιΐαν μετὰ βαρύτητος τῆς κατὰ φιλίαν· ἀπὸ τῆς πρώτης μὲν εὐθὺς μετὰ τὴν ἀντιπολιτείαν, ὅτι νενίκητο ὁ πλούσιος· καὶ λοι‐ πὸν ᾤμην χρήσιμον αὐτὸν εἶναι τῇ πατρίδι, ζηλοῦντα τὸν
15πένητα, καὶ πίστιν ᾤμην εἶναι τούτου τὴν πρὸς ἐμὲ φι‐ λίαν αὐτῷ· ἔχεις δὲ καὶ ἄλλην ἠθοποιΐαν παρὰ τοῦ πλου‐ σίου· προςελθὼν γὰρ εἶπεν, ἐσφάλην, ἔγνων ὅτι τῇ πα‐ τρίδι πολιτεύεσθαι δεῖ, τοῖς νόμοις πείθεσθαι, κοινώ‐ σασθαί σοι τὰ πάντα βούλομαι. ἐγώ σοι τὸν πλοῦτον,
20σύ μοι τὸ γένος. ὠφελησάτω τι τοὺς σοὺς παῖδας ἡμῶν ἡ διαλλαγή· ἔστωσαν ἀμφοτέρων υἱεῖς· σοῦ μὲν τῇ φύ‐ σει· ἐμοῦ δὲ τῷ νόμῳ· ταῦτ’ εἰπὼν ᾤχετο. ἀπώλοντο οἱ δύο. αἰτῶ τὸν λειπόμενον· μετὰ δὲ ταῦτα ἀποστρο‐ φαῖς καὶ αἰτήσεσι τοῦ παιδὸς τέως οὐ χρήσεται. ἄκαιρον
25γὰρ πρὶν τὸν ἀγῶνα κρατεῖν. ἀλλὰ δέδωκας ἅπαξ, καὶ οὐκ ἔστιν οἷόν τε οἰκεῖν. γνωστέον ὅτι καὶ ἐπὶ ταύτης τῆς ἀντιθέσεως ἐμπεριέχεται καὶ τὸ, ὅτι οὐκ ἔξεστιν αἰ‐ τεῖν. ἐμοὶ γάρ εἰσιν οἱ παῖδες τῇ ποιήσει. πᾶσα δὲ ἡ τοιαύτη ἀντίθεσις ἐνστατικοῖς λύεται· καὶ ἀγῶνα ἥττονα
30μὲν ἐν οἷς ἂν τὸ πάθος ἐπικρατῇ, δέχεται δ’ οὖν ὅμως329

8

.

330

διὰ τὸ τῆς ἀντιθέσεως ἰσχυρὸν καὶ φανερόν· ὡς εἰ μὴ τοιοῦτον εἴη, ὁ ἀγὼν ἐπὶ πλέον γενήσεται, τὰ δὲ περι‐ στατικά ἐστιν αὐτὰ τὰ ἐπιγενόμενα. οἷον οὐκ ἐπὶ τῷ ἀπολέσθαι δέδωκα, οὐχ ἵνα τοιαύτην ἐργάσωμαι κατ’
5ἐμαυτοῦ συμφορὰν, καὶ τὰ τοιαῦτα. ΔΕΥτέρα ἀντί‐ θεσις· εἰκός τινας τῇ φιλίᾳ βασκαίνοντας καὶ διαλῦσαι πειρωμένους ἐπιβεβουλευκέναι. ἫΝ λύσεις μεταλήψει. λέγοντος τοῦ φύσει πατρὸς ὡς φρουρεῖν ἔδει. καὶ οὐκ ἄν τι τοιοῦτον ἔπαθον οἱ παῖδες, ὥσπερ ὄντες παρὰ ἐμοὶ
10οὐδὲν τοιοῦτον ἔπαθον, οὕτω καὶ παρά σοι ὄντες ἐσώ‐ θησαν ἄν. αἱ τούτων ἀφορμαὶ ἐκ τῆς τοῦ πλουσίου χορηγίας εὑρέθησαν. φρουροὺς παιδαγωγοὺς ἐπιστῆναι δυνατὸν ἦν. ΤΡίτη ἀντίθεσις· ἀλλὰ φρουρήσω τὸ λει‐ πόμενον. ΛΥσομεν στοχαστικῶς. ὅτι νῦν οὐκ ἔθ’ οἷόν
15τε γενήσεσθαι φρουράν. ὅτι μὲν γὰρ τοὺς πρώτους οὐκ ἐφρούρησας ὁμολογεῖς· ἀμελήσας δὲ ἐκείνων οὐ δίκαιος εἶ τὸν τρίτον ἔχειν. καὶ ὅτι εἰ τοὺς πρώτους φρουροῦντας ἀλλήλους ἔλαθέ τις, πολλῷ πλέον ὅτε μόνος ἐστὶν ὁ παῖς. ἅπαντα δὲ τὰ ἐπιχειρήματα ἐκ τούτων εὑρήσομεν. ΤΕ‐
20τάρτη ἀντίθεσις κατὰ ἀντίθεσιν· ὅτι εἰκὸς αὐτὸν παρά σοι ὄντα ἐπιβουλευθῆναι, ταύτην δὲ, ὡς ἔφην, κατὰ ἀ‐ ναίρεσιν εἴςαγε. διότι καὶ ἀσθενεστέρα δοκεῖ. οὐδὲν γὰρ διαφέρει τῷ πένητι εἰ πάθοι καὶ παρ’ αὐτῷ τυγχάνων ὁ παῖς· ὁ γὰρ λόγος ὁ νῦν ὁ περὶ τοῦ δοθῆναι τὸν παῖ‐
25δά ἐστι, καὶ οὐ περὶ ἑτέρου τινός. ΛΥσεις στοχαστικῶς· εὐλαβηθήσεται πατέρα ὄντα· καὶ ὅτι εἰδὼς ὡς ἡ φύσις ἱκανὸς φρουρὸς, καὶ ὅτι αὐτὸς ἐγὼ δι’ ἐμαυτοῦ φρου‐ ρήσω, οὐκ ἐπαγόμενος πλούτῳ καὶ περιουσίᾳ, οὐδὲ τρυ‐ φῇ, οὐδὲ τῶν τοιούτων οὐδενί. γνωστέον δὲ ὅτι ταῦτα
30πάντα πανταχοῦ κατασκευάζει κακεμφάτως, ὥσπερ εἴρη‐330

8

.

331

ται ἀκολούθως τῷ σκοπῷ. ΠΕΜπτη μετὰ ταύτην ἀντί‐ θεσις· ἀλλ’ ἀποστερήσεις πλούτου τὸν παῖδα. Ἡ Λύ‐ σις κατὰ ἀντίστασιν· ἀρκεῖ αὐτῷ τὰ παρ’ ἐμοί· τουτέ‐ στιν εὔνοια πρὸς τὸν δῆμον, καὶ παρ’ ἐκείνου αὐτῷ· καὶ
5ὅτι προτιμοτέρα ἡ σωτηρία τῶν χρημάτων· καὶ ὅτι οὐ‐ δὲν ὄφελος αὐτῷ ἀπολλυμένῳ τῶν χρημάτων. καὶ ὅτι δύναται καὶ παρ’ ἐμοὶ ὄντι δοῦναι χρήματα. ΕΠίλογος ἐπὶ τούτοις ἔσται παθητικὸς περὶ τῶν παίδων τῶν ἀπο‐ λωλότων, ὅτι ἐστέρηται. καὶ παραινετικὸς πρὸς τὸν
10πλούσιον, ὥστε ἐκστῆναι αὐτὸν τοῦ παιδός· κινήσεις δὲ μάλιστα καὶ ἔλεον ὑπὲρ αὐτοῦ τὴν ἐρημίαν καὶ τὴν πε‐ νίαν, καὶ τὸ ἀπαραμύθητον προβαλλόμενος· τοῦτο γάρ ἐστι τοῦ ἐπιλόγου μάλιστα τὸ κυριώτατον· χρήσεται δὲ καὶ ἐσχηματισμέναις ἠθοποιΐαις, ὡς ἐπὶ τοῦ πλουσίου·
15θάρσει, ὦ πλούσιε· οὐ περιεργάζομαι τὸν παῖδα. οὐκ ἐρωτῶ πῶς ἀπέθανον οἱ ἀδελφοί, καὶ τὰ τοιαῦτα. κα‐ ταλύσεις δὲ τὸν ἐπίλογον οὕτως· λαβὼν ἔχω παρ’ ἐμαυ‐ τοῦ τὸν υἱόν· ὑπὲρ τῆς φιλίας τοῖς κειμένοις ἀπολογη‐ σάμενος, ὡς οὐκ εὐτυχῶς αὐτοῖς ἐσπεισάμην· ἂν συγχω‐
20ρῇ τὸ δαιμόνιον, ἐπιδώσω τὸν τρίτον τῷ βήματι.
20
21aΠατὴρ τριῶν παίδων τοὺς δύο τυραννήσαντας ἀνελὼν αἰτεῖ
22aγέρας, φεύγειν τὸν τρίτον. ἀντιλέγει τις.
23 Σκοπὸς οὐκ ἀπολογήσασθαι τῷ πατρὶ, περιττὸν γὰρ, ἐπειδὴ τυραννοκτόνος γεγένηται, ἀλλὰ βούλεται φυ‐
25λακὴν γενέσθαι τῷ παιδί· καὶ τυχὸν σκοπὸς ὁ φαινόμε‐ νος ἀσφαλίσασθαι πρὸς τὸ μὴ τυραννῆσαι τὸν παῖδα τὸ φεύγειν καθεστηκέναι· εἰ γὰρ καὶ μόνον ἔχων, ἔτι διὰ τῆς φυγῆς ὡς εἰπεῖν καὶ τούτου στερίσκεται. ἀλλὰ πλέον φιλόπολις ἢ εἴπερ φιλόπαις ἐκ τῶν ἔργων φαίνεται. διό‐
30περ οὐχ ὑποθετέον ἕτερον αὐτῷ τινα τὸν σκοπὸν, ἢ τὸν331

8

.

332

φαινόμενον εἴπερ προείπομεν, συντεινέτω δὴ οὖν αὐτῷ τὰ προοίμια πρὸς τὸ παθαίνεσθαι· τὴν γὰρ αὐτῶν τυ‐ ραννοκτονιῶν φιλοτιμίαν οἱ τύραννοι παῖδες ὄντες ἐπι‐ θραύουσιν. Ἡ Κατάστασις τὴν ἀγωγὴν ἔχει τῶν παί‐
5δων ἐπὶ πλέον παρατείνουσαν, καὶ περὶ τοῦτο διατρί‐ βουσαν μάλιστα. ποιήσει γὰρ οὕτως ἑκάτερον· καὶ ὡς χρηστὸς πατὴρ καὶ ὡς ἅμα φιλόπολις. πρὸς τὸ μηδὲν παρ’ αὐτοῦ μοχθηρὰν ἀγωγὴν ἐπιδείκνυσθαι τοὺς παῖ‐ δας τετυραννηκότας, ἀλλὰ τύχης εἶναι καὶ βασκανίαν
10τινὰ δαίμονος τὸν ἐπὶ τυραννίδι τῶν παίδων φόνον. ὅθεν εὔκαιρός τις καὶ ἠθοποιΐα γίγνεται μετὰ τὴν τοῦ πρώτου παιδὸς γεγενημένην ἀναίρεσιν. οἷα τοῖς λειπομέ‐ νοις προήγγειλεν, ὅπως αὐτοῖς τὸ ξίφος τῆς τυραννοκτο‐ νίας ἐδείκνυεν· καὶ ὅλως οὐδὲν ἂν παραλείψειας καθιστά‐
15μενος, ὃ μὴ διὰ τῆς παιδοφιλίας αὐτὸν καὶ φιλόπολιν ἀποδείκνυσιν· ἀλλήλοις γὰρ ἄμφω συμπλεκόμενα ὁμοῦ καὶ βαρύτερον ποιεῖ λόγον καὶ ἀνύει τὸ σπουδαζόμενον· ἐπειδὴ δὲ ὑποθετέον αὐτὸν καὶ φιλόπαιδα, τὸ γὰρ μὴ τοῦ τρίτου τὴν σφαγὴν διὰ τῆς φυγῆς ταμιεύεσθαι, πρᾷος
20ἔστω πρὸς τὸν παῖδα καὶ ὑφειμένος τῷ λόγῳ, καὶ τὸ κέρδος τῷ παιδὶ δεικνύων· οἷον οὐ κατεγνωσμένος ἀπε‐ λεύσῃ τῆς πόλεως, ὦ παῖ, νικήσεις διὰ τῆς φυγῆς μετὰ τοῦ πατρὸς τὸν δαίμονα. στῆσον ἡμῖν τὰ δυστυχῆ κατορθώματα· ἀλλήλοις τι διὰ τὴν φύσιν χαρισόμεθα.
25ἐγώ σοι τὸ μὴ τυράννῳ γενέσθαι διὰ τῆς φυγῆς· σύ μοι τὸ μὴ παιδοκτόνῳ διὰ τῶν αὐτῶν τούτων χαρίζεσθαι δίκαιον. τοιαῦται μὲν αἱ καταστάσεις· αἱ δὲ ἀντιθέσεις εἰσὶ μὲν αἱ αὐταὶ ἐκείνῳ τῷ πλάσματι, ἐν ᾧ πολλῶν ἀπὸ
τοῦ γένους τυραννούντων, γράφει τις ἐλαύνεσθαι τὸ γέ‐332

8

.

333

νος· πλὴν ὅσον ἐκεῖ μὲν ἐπὶ τιμωρίαν γράφει τὴν φυγὴν, ἐνταῦθα δὲ οὔ. Ἡ τοίνυν πρώτη ἐνταῦθά ἐστιν· ἀλλ’ ἄτοπον αἰτεῖς δωρεάν· ἐμπεριέχεται δὲ ταύτῃ τῇ ἀντι‐ θέσει τὸ οὐδὲν αὐτῷ πέπρακται φυγῆς ἄξιον. Ἡ Λύσις
5κατὰ συνδρομὴν· τὸ συμφέρον ἐν τῇ λύσει προβάλλεται· ὑπὲρ πάντων ὁμοῦ, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τοῦ παι‐ δὸς, ὑπὲρ ἐμαυτοῦ· αὕτη δὲ ἡ δωρεὰ δίδοσθαι πρέπου‐ σα καὶ τῷ νόμῳ χρήσεται, πρὸς ἀπόδειξιν τοῦ δεῖν λαμ‐ βάνειν. εἶθ’ ὅτι καὶ πατήρ ἐστι, καὶ δίχα τοῦ νόμου
10τούτου ἐξουσίαν ἔχει. καὶ οὐδὲν ἐκ τῆς φυγῆς βλάβος, μήτε πονηρίας ἐξεληλεγμένης, μήτε ἑτέρου τινὸς ἐγκλή‐ ματος· καὶ ὅτι οὐδὲ φεύγειν τοῦτό ἐστιν, ἀλλὰ φυλάξα‐ σθαι τῆς τυραννίδος τὸ δέος· τάχα δὲ καὶ μαρτυρία χρη‐ στότητος, ἀτυχίας δὲ τὸ μὴ φεύγειν. Δευτέρα ἀντίθε‐
15σις· ἀλλ’ εἰκὸς αὐτὸν σωφρονισθῆναι· ἔνθα καὶ εὐμε‐ θόδως καὶ ὑπὲρ τῶν προτέρων ἀπολογήσεται· ὡς οὐδὲ ἐκεῖνοι τοῦτο βεβούληνται. καὶ πίστις τούτου τὸ δεύτε‐ ρον ἐπιθεῖναι τῇ τυραννίδι, τοῖς τοῦ προτέρου σωφρονι‐ σθέντα πάθεσι. καί τοι οὐδέν ἐστι δεινὸν ὃ ὑπερβαίνει
20θάνατον. ἀλλ’ ὅμως ἐπειδὴ καὶ τοῦτο παράλογον, ὁ δεύ‐ τερος τέθυται. δῆλον ὅτι πονηρία τύχης ἐστὶν, οὐ κα‐ κίας ἐπιθυμία τῶν παίδων τὸ ἔγκλημα. ταῦτα οὖν καὶ περὶ τρίτου δέδοικα οὐ καταγινώσκων τῆς ὑποθέσεως, ἀλλὰ δεδοικὼς τὴν ἠθοποιΐαν τοῦ δαίμονος· ἐν ᾧ καὶ
25ἠθοποιΐα ἁρμόσει σοι ὡς ἐν ἀγῶνι σύντομος. ὅτι διὰ τοῦτο μετὰ τὴν τοῦ πρώτου σφαγὴν οὐδὲν περὶ τῶν λει‐ πομένων τούτων ἠξίωσα. ἐλογισάμην γὰρ κατ’ ἐμαυτὸν, ὡς ἀδελφοὶ τὴν φύσιν ἀλλ’ οὐ τὴν προαίρεσιν· τοῖς πταίσμασι τὸ λειπόμενον σωφρονήσει τοῦ γένους.
30ὥστε μή μοί τις λεγέτω ταῦτα, οἷα ἀπατηθεὶς ἐδυςτύχη‐333

8

.

334

σα. Δεύτερον. ἀλλὰ συγχωρείτω τὴν χάριν εἴτε πατέρα δυςτυχῆ, εἴτε τυραννοκτόνον ἀτυχέστατον, εἶτα ὅ τι καὶ βούλεται τρίτην τις συμφορὰν, ὑποτέμνοντος πατρὸς ἅμα καὶ πόλεως. ΤΡίτη ἀντίθεσις· ἄλλως αὐτὸν φυλάξομεν·
5Αἱ λύσεις καὶ φανεραὶ καὶ σύντομοι ἐρωτῶντος τὸν τρό‐ πον τῆς φυλακῆς. βουλομένῳ μαθεῖν ἀκούειν ἐστίν. καὶ ὅτι ὁμολογήσει τῆς δωρεᾶς μείζονα τῷ τρόπον ὑποτιθε‐ μένῳ δι’ οὗ καὶ ὁ παῖς μένει, καὶ ἡ πόλις οὐ τυραννη‐ θήσεται. καὶ καθ’ ἑκάστην μελετητότερον ποιήσεται τῶν
10φρουρῶν τὴν ἐξέτασιν· οἷον, τοὺς φρουροῦντας περιστή‐ σομεν. ἀλλὰ ταῦτα μάλιστα ἂν φοβήσειε, μὴ τῆς τυ‐ ραννίδος αὐτῷ τοὺς φρουροῦντας ὁ δαίμων δορυφόρους παραστήσειε. καὶ τὰ ἀπὸ τῆς ἱστορίας ἀορίστως λέγε· οἷον, ὅτι πολλοὶ φρουρὰς δεξάμενοι ἀορίστως κατέλαβον
15τὰς ἀκροπόλεις. οὐκοῦν τοῦτο ἐχέγγυον. εἶτα ἐφ’ ἕτερον φρουρᾶς τρόπον δήσομεν ἢ καθείρξομεν ἐν οἰκήματι. ἔπα‐ γε λύσεις σχετλιαστικάς· οἷον ἄπαγε τοῦ ῥήματος· τοῦ‐ το τῶν πονηρῶν ἐστιν ἐπιτίμιον, καὶ ἡ φυγὴ αἱρετώτε‐ ρον· τὸ μὲν γὰρ καὶ πόνον καὶ βάσανον καὶ τὰ τοιαῦτα
20ἔχει. καθάπερ ἑαλωκὼς ἐπὶ τῷ πονηρῷ τινι ἐπὶ τῷ δι‐ δόναι τὴν δίκην διὰ παντὸς γενήσεται. τὸ δὲ τῆς φυγῆς ἅπασιν ἐλευθερίαν ἔχει, ἀποδημίαν ἔχει· ἀποδημίαν εἶ‐ ναί τις τοῦτο νομίσειε. τύχης ἐστὶν ἔργον τοῦτο οὐκ ἀ‐ δικήματος. αἱρετώτερον δὲ τὸ παρὰ τῆς τύχης ἀδικεῖν
25μᾶλλον, ἢ κατὰ γνώμην δοκεῖν πονηρεύεσθαι, καὶ τὰ τοιαῦτα. ΤΕτάρτη ἀντίθεσις· ἀλλ’ ἂν τυραννήσῃ, δώ‐ σει τὴν δίκην. Αἱ λύσεις συγκριτικαί· τί αἱρετώτερον τὸ ὑπομεῖναι τὴν πεῖραν, καὶ τὴν δίκην ἀκολουθεῖν, ἢ τὸ ἑκατέραν τὴν ἀρχὴν μὴ γίγνεσθαι; καὶ ὅτι τούτου τὴν
30πρόνοιαν ἔχει ἡ νῦν αἴτησις τῆς δωρεᾶς· ὁ δὲ λέγων τῇ
τυραννίδι ἐπακολουθήσειν τὴν τιμωρίαν, αὐτὴν λέγει τὴν334

8

.

335

ἀνάγκην, δι’ ἣν λαβεῖν τὴν δωρεὰν ὀφείλομεν. ἑκατέρᾳ γὰρ τὸ δεινὸν ἀφόρητον, καὶ τῇ πόλει καὶ τῷ παιδί· τῇ μὲν εἰ τυραννηθήσεται, τῷ δὲ εἰ τὴν ἐπὶ ταύτῃ περιμε‐ νεῖ δίκην· εἰ δὲ δὴ προςθείη τις, ὃ μή τις θεῶν ποιήσειε,
5καὶ κατὰ τοῦ πατρὸς γενέσθαι τὴν σφαγὴν, ὅσα δεινὰ, ὅσα ἄτοπα, ἐξὸν πᾶσι χαρίζεσθαι διὰ τῆς δωρεᾶς. Ἐπί‐ λογος πάθος ὁμοίως ἔχει καὶ παραίνεσιν πρὸς τὸν παῖδα, ὅπως ἂν πρᾴως, ὅπως ἂν μὴ χαλεπὸν εἶναι τὸν παῖδα δοκῇ, ἀναμιμνησκόμενος παιδεύσεως, ἀγωγῆς, γενέσεως,
10συντόμως ταῦτα ἀναφωνικῶς καὶ ἁπλῶς, ἵνα μὴ τοῖς ἐν τῇ καταστάσει περιπίπτοιμεν φανερῶς. καὶ κινήσει καὶ πάθος ἄξιον, καὶ ἱκετεύειν τὸν παῖδα, ἐπιστέλλειν τῷ πατρὶ τὰς ἑαυτοῦ τύχας, τοῦ βίου τὸν τρόπον, καὶ δεήσεις πρὸς αὐτὸν μὴ τοῦ ἀδελφοῦ διηγεῖσθαι τὸν θάνατον,
15μηδὲ τυραννοκτόνον ὀνομάζειν τὸν φύσαντα. ἀλλ’ εἰ δο‐ κεῖ, τὶ καὶ καταψεύδου πρὸς τοὺς ἐρωτῶντας τοῦ πα‐ τρὸς, ὡς χαλεπὸς, ὡς ἀπηνὴς, ὡς ἀπαραίτητος, ὡς ἐπὶ τοῖς μικροῖς μεγάλας [πρὸς] ὀργὰς τοῖς ἔργοις ἐπι‐ δεικνύμενος, ταύτην λέγε τῆς φυγῆς τὴν πρόφασιν· καὶ
20ὅτι οὐδὲν τῶν δεόντων ἐπιδείξει· τί μέλλεις, πρὸς ποίαν πόλιν, δοκεῖς, κατὰ νῆσον, κατ’ ἤπειρον ποιήσει τὴν φυγὴν ἀνεπαχθεστέραν, ἡ βούλησις, καὶ ὅσα τοιαῦτα. καταλύσεις δὲ οὕτως. ἂν δέ τις γιγνώσκων τὴν δωρεὰν, τὴν αἴτησιν, ταύτης τὴν πρόφασιν τῇ φυγῇ προςφερῆ,
25καὶ τὰς ἐκ τῆς ἑστίας τυραννίδας ἡμῖν, καὶ τὸν τοῦ τυ‐ ραννοκτόνου γε πῶς ὀνομάζει τὸν πατέρα· μίαν μοι τῶν πάντων καὶ φεύγων ἀπόδος τὴν χάριν, τύχης εἶναι μετὰ
τῶν κατορθωμάτων λέγε τῆς ἑστίας τὰ σφάλματα.335

8

.

336

ΤΩι ΕΚ ΠΡΟΣΑΓΓΕΛΙΑΣ ΑΠΟΘΝΗΣΚΟΝΤΙ παρεῖναι τὸν στρατηγὸν, καὶ διδόναι τὸ φάρμακον.
3aἈποκήρυκτος, στρατηγοῦντος αὐτῷ τοῦ πατρὸς, ἑαυτὸν προς‐
4aαγγέλλει.
5 Ἐσχηματισμένον τὸ ζήτημα· οὐ γὰρ ἀποθανεῖν, ἀλλ’ ἀναληφθῆναι βούλεται φοβῶν τῷ νόμῳ τὸν φύσαντα, καθ’ ὃν ὁ πατὴρ αὐτὸς ἀναγκάζεται δοῦναι τὸ φάρμα‐ κον· ἔχει δὲ ἅμα καὶ ἀπολογίαν λεληθυῖαν ὑπὲρ τῆς ἀπο‐ κηρύξεως. δι’ ἧς ἀνύει τὸ συναμφότερον· καὶ εἰς τὴν
10τῆς ἀποκηρύξεως μετάνοιαν ἄγει τὸν πατέρα καὶ ἀπο‐ τρέπει πολλῷ μᾶλλον δοῦναι τὸ φάρμακον. ὅπου γὰρ, εἰ καὶ ἦν εὐλόγως ἀποκηρυχθεὶς, παρῃτήσατο ἂν ὁ πα‐ τὴρ αὐτὸς διδόναι τὸ φάρμακον, πολλῆς πλέον τῆς ἀπο‐ λογίας ὑποτρεχούσης τὸ ζήτημα, τοῦτο ποιεῖν ἀποτρα‐
15πήσεται· ἀπεκήρυξε μὲν γὰρ, ἀποθανεῖν δὲ οὐ προῄρη‐ ται. καὶ γὰρ αὐτὰς ποιοῦνται τὰς ἀποκηρύξεις σωφρο‐ νισμοῦ, καὶ οὐχ ἑτέρου τινὸς ἕνεκα· ὁ σκοπὸς τοιοῦτος, ἡ μέθοδος αὕτη· πρὸς τοῦτο τὰ προοίμια. ἐκ τούτων γὰρ τῶν προειρημένων καὶ πρὸς ταῦτα. Ἡ κατάστασις
20ἀγωγὴν ἔχει τοῦ παιδὸς, φιλοστοργίαν, κηδεμονίαν εἰς ταὐτὸν τοῦ πατρὸς, εἰς εὔνοιαν, ὅπως τε τῆς τῶν πονη‐ ρῶν κοινωνίας ἐκώλυεν, οὐ κοινωνοῦντα μὲν, οἷς δὲ πρὸς τὸ εὖ ἔχον ἤγαγε, τούτοις καὶ τὴν ἀρχὴν ὅλως τῆς πρὸς τοιούτους συντυχίας ἀπεκώλυεν· ἐπαινετοὶ ἦμεν ἑκάτεροι
25ἐν τῇ πόλει· καὶ τὸν μὲν τῆς εὐπαιδευσίας πάντες ἐθαύ‐ μαζον· ἐμὲ δὲ τῆς τοῦ πατρὸς εὐνοίας εὐδαιμόνιζεν ἕκα‐ στος· ἐντεῦθεν διέβαλλόν με πρὸς τὸν πατέρα τινὲς χρη‐ στὸν ὄντα, συνήρπασαν τὸν πατέρα· οὗτος ἀνέγνω τὸν νόμον ἐμοῦ σιωπῶντος, καὶ πάντα ἀνεχομένου ποιεῖν,
30καὶ καρτεροῦντος ὅσα ἂν ὁ δαίμων καὶ ὁ πατὴρ βούλε‐336

8

.

337

ται. ἐπειδὴ δὲ οὐδὲ ζῇν ἐμοὶ καλὸν τὴν τῶν ἀποκηρύκτων προςηγορίαν ἀτυχήσαντι, καὶ τοῦ πατρὸς πρὸς ὀλίγον κεχωρισμένῳ· στρατηγεῖ δὲ ὁ πατὴρ, καὶ νόμος ἐστὶ τῆς πολιτείας ἡμῶν ἄξιος, ὅπερ ἐστὶ τῷ παιδὶ κεφάλαιον
5προηγούμενον, ὁ τοῖς δυστυχοῦσιν ἐπικουρῶν. οὐ γάρ ἐστιν ἀποθνήσκειν ἐθέλειν μὴ δυστυχήσαντα· κελεύει δὲ οὗτος ὑπὸ τοῦ στρατηγοῦ τὸν ἀποθανεῖν προῃρημένον λαμβάνειν τὸ κώνειον. τούτου ἕνεκα ἐμαυτὸν προςαγ‐ γέλλω· ὁ στρατηγὸς πεισθήτω τῷ νόμῳ, διδότω κατὰ
10τοῦτον τὸ φάρμακον. ΠΡώτη ἀντίθεσις, ἀλλ’ οὐ τοῖς ἀποκηρύκτοις τοῦτο ὁ νόμος δίδωσιν. ΛΥσεις κατ’ ἔνστασιν· καὶ τούτοις μάλιστα καὶ αὐξήσει τὴν ἀποκή‐ ρυξιν, ὡς πάντων δεινότερον· καὶ συλλογιεῖται ἐκ τοῦ νόμου· ὅτι μάλιστα αὐτῶν δίδωσι τὴν προςαγγελίαν
15ταῦτα καὶ τὰ τοιαῦτα. Δευτέρα ἀντίθεσις· πολλοὶ καὶ ἄλλοι ἀπεκηρύχθησαν. Ἡ Λύσις τῇ διαφορᾷ· οἱ μὲν κατεγνωκότες καὶ ἔχοντες εἰδέναι τῆς ἀποκηρύξεως τὴν πρόφασιν, καὶ ἐλπίζοντες εἰ σωφρονίσειεν, ἀναληφθή‐ σεσθαι· ἐγὼ δὲ ἐπ’ οὐδενὶ ἐγκλήματι, ἀλλ’ ἐπὶ βουλήσει
20πατρός· ἔπειτα ὅτι καὶ τοῖς ἄλλοις ἑξῆς εἰ ἐβούλοντο προςαγγέλλειν ἑαυτούς· νῦν δὲ τυχὸν εἶχον παραμυθίαν τῶν ἀτυχημάτων· δι’ ἣν τὸ ζῇν αὐτοῖς αἱρετὸν ἴσως ἐτύγχανεν, ἐμοὶ δὲ ἀφόρητον τὸ γιγνόμενον· ὥσπερ οὖν οὐδεὶς ἐκείνους ἐπὶ τὴν προςαγγελίαν ἰέναι κατηνάγκα‐
25ζεν, οὕτως οὐδὲ ἐμὲ κωλύειν βουλόμενον εὔλογον· καὶ ἐξ αὐτοῦ δὲ τοῦ νόμου, ὅτι τῷ προαιρουμένω δίδωσι τὴν ἄδειαν· οὐκ εἰμί τις πρότερος, ἀνέγνω τὸν νόμον τὰ αὐτὰ παθὼν ἤδη, καὶ τὸν τοῖς ἴσοις περιπεπτωκότα κε‐ κώλυκεν· κατὰ γὰρ τοῦτον τὸν νόμον ἢ πάντας ἔδει τοὺς
30ἀφισταμένους τὰ ἴσα ἀπόλλυσθαι, ἢ οὐδένα ὅλως· ἀλλ’
ἄτοπον· πολύτροπος γὰρ οὖσα τῶν ἀνθρώπων ἡ φύσις337

8

.

338

τοὺς μὲν εὐχερῶς ἔχει τὰ δεινὰ δυναμένους ὑφίστασθαι, τοὺς δὲ καὶ ἐπὶ τοῖς κουφοτέροις ἀπαγορεύοντας· διόπερ οὐ πρὸς ἑτέρους ὁ νόμος ἀπεῖδεν, ἀλλὰ τῷ βουλομένῳ τῆς τελευτῆς παρέχει τὴν ἄδειαν· ἐπάξεις δὲ καὶ παρα‐
5δείγματα. οἷον εἴ τις ἠρίστευσεν, ἐπὶ πολλοῖς ἄλλοις προ‐ τέροις ἀριστεύμασιν, εἶτα αἰτοίη τὴν δωρεάν· ἆρα τὴν αὐτὴν τῷ προτέρῳ λήψεται, ἢ ἣν ἔχειν αὐτῷ καὶ συμ‐ φέρον νομίσειεν; καὶ ἐν ἄλλοις οἷον τῶν ἀνδροφόνων οἱ μὲν ἀειφυγίᾳ, οἱ δὲ δημεύσει, οἱ δὲ θανάτῳ ἐζημιώθη‐
10σαν· καὶ οὐ πάντες τὴν αὐτὴν ὑπέσχον δίκην· τὸ δὲ πρότερον παράδειγμα δοκεῖ μὴ ἕτερον εἶναι πρὸς τὸ ὑπο‐ κείμενον· διότι ἐπὶ κατορθώσαντι εἴληπται· τὸ δὲ προ‐ κείμενον θανάτου ἔχει τὴν ζήτησιν. ΤΡίτη ἀντίθεσις· ἀλλὰ σωφρονισμοῦ σου ἕνεκεν ἀπεκήρυξα. ΑΙ λύσεις
15μεταληπτικαί· ποίου σωφρονισμοῦ, καὶ ἐπὶ ποίοις ἀδική‐ μασιν, ἢ ποίων ἐγκλημάτων, ἢ ὅτι ἐξῆν ἑτέρως πληγαῖς, ἀπειλαῖς. καὶ ὅτι αὐτὴν τὴν ἀποκήρυξιν ἦν ἀνελεῖν, καὶ ὅτι χρόνου παρελθόντος οὐκ ἐπεκλάσθη πρὸς τὴν ἀτυ‐ χίαν, καὶ ἵνα τῷ πατρὶ χαρίσωμαι κρείττω σωφρονισμοῦ
20τὰ ἐμὰ ἁμαρτήματα· οὐ γὰρ ἂν εἰς τοῦτο ἦλθεν ὁ πα‐ τὴρ, εἰ μὴ τηλικαῦτα ἔγνω τυγχάνοντα. ΤΕτάρτη ἀντί‐ θεσις· ἀλλ’ εἰκὸς ἀναλαβεῖν. ΑΙ Λύσεις. οὐκ ἂν ἕλοιτο εὐμετάβολός τις καὶ εὐχερὴς εἶναι δόξαι νῦν ἀποκη‐ ρύττων, ἀναλαμβάνων ὕστερον. εἰ δ’ ἄρα καὶ ἕλοιτο,
25ἐμοὶ καὶ τῆς ἀναλήψεως ὁ θάνατος αἱρετώτερος· οὐ γὰρ δυνατὸν τὴν τῆς ἀποκηρύξεως ἀνελεῖν ἀδοξίαν καὶ μνή‐ μην· οὐδὲ ἐὰν εἰςποιήσηται πάλιν τῷ γένει τὰ ὀνείδη ἀφόρητα, ἃ πρὸς ἁπάντων ἀκούειν ἐστίν· ἀποκήρυκτος ἐξ ἐλέου πατρὸς ἀναληφθείς· πρὸς δὲ τούτοις ἔτι καὶ
30πάλιν οἱ διαβάλλοντες, οἱ φθονοῦντες, πάλιν παροξύνου‐338

8

.

339

σιν αὐτὸν, καὶ πάλιν ἐπὶ τὴν αὐτὴν ἴσως ἀποκήρυξιν ἐλεύσεται ἔχων τὴν ἐξουσίαν· ὅπου γὰρ τὸ πρῶτον ἐτόλ‐ μησεν, δῆλον ὡς καὶ τὸ δεύτερον εὐχερέστερον τολμήσειεν ἄν· ὃ αἱρετώτερον θανάτου, ἐφ’ ὃν ἐλήλυθα· δότω οὖν
5τὸ φάρμακον· περὶ τούτου προςελήλυθα, οὐ περὶ ἀνα‐ λήψεως· μηδεὶς λυπείτω τὸν πατέρα, μηδὲ ἀνάγκῃ ποι‐ είτω τὴν ἀνάληψιν· ἀποκηρύκτου πατὴρ ἀκήκοεν. ὀνο‐ μαζέσθω καὶ τοῦ προςαγγείλαντος. ΠΕμπτη ἀντίθε‐ σις· οὐ τοῖς πατράσι κελεύει δοῦναι τὸ φάρμακον. ΑΙ
10λύσεις ὁριστικαί. ἢ οὐκ εἰμὶ παῖς ἀποκήρυκτος ὤν; καὶ τοῖς τοῦ ὅρου πᾶσι, τελευταῖον δὲ φυλάξει ὁ νῦν νόμος μετὰ τὸ πρῶτον. καὶ ὅτι ὁ νόμος οὐ πρὸς ἓν διώρισεν, τίνι δοτέον, καὶ τίνι μή· εἰ μὲν γὰρ ἔτι παῖς ὢν προς‐ ῄειν, καλῶς ἐλέγετο ταῦτα· ἐπειδὴ δὲ ἀποκήρυκτός εἰμι
15καὶ ξένος τοῦ στρατηγοῦ, οὐ προςηκόντως λέγεται· καὶ ὅτι παραβῆναι τὸν νόμον ἄτοπον. ΕΠίλογος παθητι‐ κός· δὸς τὸ φάρμακον, μὴ μέλλε· ἐγὼ δὲ καὶ ἐν προσώπῳ σου καὶ ὁρῶντος ἐμφορηθήσομαι τοῦ φαρμάκου, καὶ ἀν‐ τιλήψομαι· χάρισαί μοι τοῦτο τελευτήσαντι· σπεῖσαί μου
20διὰ τοῦ θανάτου μέσου διάστειλον, τὰ νομιζόμενα ποίη‐ σον, μηδαμοῦ καλῶν τὸν ἀποκήρυκτον· ἀπολογήσομαί σοι καὶ τοῖς ἅπασι διὰ τῆς τελευτῆς ἐλεηθήσομαι· ἂν δέ τις λέγῃ, σὺ δέδωκας τὸ φάρμακον, λέγε τὸν νόμον· μὴ λυπηθῇς ἐπὶ τῷ πάθει. γνωστέον δὲ ὅτι μικρός ἐστι
25καὶ ἄπειρος ὁ ἐπίλογος.
25
26aΠλούσιος ἀριστεύσας ᾔτησε πένητος θυγατέρα πρὸς γάμον·
27aἔλαβεν· ἀνήρτησεν ἑαυτὴν ἡ κόρη, τὴν ἑτέραν αἰτεῖ· ἀντιλέγει ὁ
28aπένης.
29Δῆλός ἐστιν ὁ σκοπός· οὔτε γὰρ δοῦναι βούλεται,
30καὶ ὀνειδίσαι τῷ δήμῳ διὰ τὴν προτέραν. τὸ δὲ εἶδος339

8

.

340

τοῦ λόγου παθητικώτερον διὰ τὴν τῆς θυγατρὸς ἀπώ‐ λειαν. καὶ πολλῷ πλέον, ὅσῳ καὶ σφόδρα μισῆσαι τὸν τοῦ πατρὸς ἐχθρὸν διὰ τοῦ ἑαυτὴν ἀναρτῆσαι ἐπιδείκνυ‐ σι· μετέχει δέ τι καὶ ἀγῶνος τῷ κατασκευάζειν, ὡς εἴ‐
5ληφε τὴν δωρεὰν ὁ πλούσιος. τὴν δὲ νῦν αἴτησιν καὶ διὰ τούτου, καὶ διὰ τοῦ προγεγενημένου πάθους ἀνα‐ τρέψαι πειράσεται· ὁ μὲν οὖν σκοπὸς καὶ τὸ εἶδος τοι‐ οῦτόν ἐστι. ΤΑ προοίμια παθητικώτερα· ἐκ τούτων γὰρ καὶ πρὸς ταῦτα ἡ κατάστασις, ἡ ἔχθρα, ἡ πολιτεία·
10τῶν δύο ἡ ἀριστεία καθαιρουμένη· ἐπὶ τούτοις ἡ αἴτη‐ σις, ἣν ἀφηγούμενος καὶ πλήξεις τὸν δῆμον βαρύτε‐ ρον· τοῦτο δὲ οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ πρὸς τὰ νῦν αὐτῷ κατ’ ἀπόῤῥητόν τινα χρησιμεύει μέθοδον· οἱ γὰρ γνόντες ὅτι καὶ ἐπὶ τῆς προτέρας ἐξήμαρτον καὶ φθόνου παρ‐
15αίτιοι τῷ δοῦναι γεγόνασιν· εἰς ταὐτὸ καὶ δεύτερον ὄνει‐ δος ἐμπεσεῖν παραιτήσονται· ἑξῆς μετὰ τὴν κατάστασιν ὁ πένης ἕξει διπλοῦν προηγούμενον. ἓν μὲν ὡς ἔλαβεν· ἕτερον δὲ, ὅτι κύριος ὁ πατὴρ τοῦ δοῦναι καὶ μή· ὃ κα‐ τασκευάσει αὐτὸν καταιτιώμενος, καὶ ποιῶν τὸν λόγον
20βαρύτερον, ὅτι μὴ καὶ ἐπὶ τῆς προτέρας ἀντεῖπεν. ἐδί‐ δου γὰρ αὐτῷ τὴν ἐξουσίαν ἡ φύσις· εἰ μὲν γὰρ ᾔτει ἔκ‐ δοτον πρὸς θάνατον ὁ δῆμος τὴν κόρην τοῦ δοῦναι καὶ μή. ἐπειδὴ δὲ πρὸς γάμον, κύριος ὁ πατὴρ τοῦ δοῦναι καὶ μή· οὐ ῥητέον δὲ ταῦτα· ἀλλὰ τούτῳ ἀκολουθοῦν‐
25τα γράφειν τὸ προηγούμενον· παράδειγμα γάρ ἐστι τοῦ πῶς κύριος ὁ πατήρ. ΠΡώτη ἀντίθεσις· ἀλλ’ οὐκ ἐχρη‐ σάμην τῇ δωρεᾷ. Ἡ Λύσις· ὅτι πεπλήρωται ὁ νόμος καὶ εἴληφε τὴν δωρεάν· καὶ ἀναγνώσεται τὸν νόμον τὸν κελεύοντα λαμβάνειν μίαν, οὐ πλείους δωρεάς· τοῖς τοῦ
30ὅρου λόγοις ἑξῆς πᾶσιν ὥσπερ ἀπ’ ἀρχῆς ἄχρι τέλους340

8

.

341

ὁρμωμένου τοῦ πένητος ἐκ τῶν γεγονότων· λέγω δὲ τῆς ἐκκλησίας, τῆς δόσεως, τοῦ ψηφίσασθαι τὸν δῆμον, τοῦ ἀποστερῆσαι τοῦ πατρὸς, τοῦ παρ’ ἑαυτῷ λαβεῖν, τοῦ ἀναρτῆσαι ἑαυτὴν τὴν κόρην. ἐκ τούτων κατασκευάσεις
5τὰ ὁρικὰ πάντα· ἡ γὰρ λύσις ὥσπερ ἔκποθεν ὁρική. ΔΕΥτέρα ἀντίθεσις μεταστατική· αὐτὴ ἑαυτῇ τοῦ πά‐ θους αἰτία. Ἡ Λύσις ὁμοίως μεταστατική· σὺ παρέσχες τοῦ θανάτου τὴν ἐπιθυμίαν γάμον ποιήσας ἐξ ἐπιτάγμα‐ τος· καὶ ταῦτα συμβαίνοντα τῷ σῷ τρόπῳ· τί γὰρ πέ‐
10νης καὶ πλούσιος· καὶ τὴν ἔχθραν παρίημι, ἥ τις ἐφόβει τὴν παῖδα καὶ ὄνειδος οὐκ ὀλίγον ἐκ τῆς κοινωνίας παρίστη τῷ παιδὶ, ἔκδοσιν νομιζούσῃ καὶ εἰς γάμον τὸ γιγνόμενον πρὸς ἄμυναν ἔχειν πατρῴας πολιτείας ἐνόμι‐ ζεν, οὐ πρὸς βίου κοινωνίαν· καίτοι γε εἰ μὴ ἔχθρα ἦν,
15οὐδ’ οὕτως ἐκτὸς ὑποψίας ἦν τὸ πραττόμενον· τὸ γὰρ ἄνισον τῆς τύχης πονηρὰν ἐκίνει τὴν ὑπόνοιαν· ὅτε δὲ καὶ καθ’ ἑαυτὸ μόνον ἀφόρητον ἂν τοῖς σωφρονοῦσι τὸ τοιοῦτον δοκῇ, πῶς ταῖς σώφροσιν, ὅταν ἔχθρα προσῇ, τὰ τῆς συνοικίας οὐχὶ καὶ θανάτου βαρύτερα; εἶτα ὅτι
20ἐκ τῶν φθασάντων δῆλον ὡς δι’ αὐτὸν ἐπὶ τὴν ἀγχόνην ἢ τὸν βρόχον ἐλήλυθε· τί γὰρ μὴ πρὸ τούτου ἑαυτὴν ἀνήρτησε; τί δὲ μὴ ἐπεθύμει θανάτου; ἀλλ’ ἔμενεν ἐν λιτότητι πενίαν ἀγαπῶσα καὶ βίον· ἔμεινεν ἂν καὶ νῦν κἀμοὶ σωζομένη καὶ τοῖς αὐτοῖς ἤθεσι διοικουμένη καὶ
25τρόποις, εἰ μὴ τὰ τῆς αἰτήσεως τὴν αἰσχύνην προὐξένει· ὥσπερ οὖν σοῦ μὴ αἰτήσαντος περιῆν ἂν ἐμοὶ καὶ ἐσώ‐ ζετο, οὕτως ἐπειδὴ διὰ τὴν αἴτησιν ἑαυτὴν ἀνήρτησεν, ὁ τὴν αἴτησιν ποιησάμενος καὶ τῆς ἀπωλείας αἴτιος. εἶτα ἑξῆς· τίς γὰρ ἐρᾷ θανάτου, τίς δὲ ἀπροφασίστως ἐπὶ
30τοῦτον ἔρχεται, τίς μεγάλου τινὸς ὄντος κακοῦ ἀπαλλα‐
γῆναι τοῦ βίου προῄρηται; καὶ ὅσα τοιαῦτα. οἷον, ὅ τι341

8

.

342

καὶ ἐκ τούτων δὲ δῆλον, ὡς οὐκ αἰτεῖν σοι μέτεστι τὴν δευτέραν· ἠμύνω τὸν ἐχθρόν· διείλου πρὸς ἐμὲ τὸ γέ‐ νος. πάντων πανηγυρισάντων, ἐν θυσίαις ὄντων, καὶ προσόδων γιγνομένων τοῖς θεοῖς· μόνον εἶδες θρηνοῦντα
5τὸν πένητα, μόνον τὴν σὴν δωρεὰν ὀδυρόμενον. πῶς αἰ‐ τεῖς καὶ δευτέραν, ὑπὲρ ἑνὸς τροπαίου δύο δωρεὰς, ὑπὲρ εὐημερίας τινὸς ἐκ μιᾶς αἰτίας διττὰς κόρας ἐκδότους αἰτεῖς· μὴ πρὸς τοῦ τροπαίου, πλούσιε, φύλαξον ἀρι‐ στεύσας τοὺς νόμους, ἰσαρίθμους ταῖς νίκαις τὰς δω‐
10ρεὰς οἰόμενος, τροπαίῳ καὶ δεύτερον, καὶ λαμπρὸς ἐπ‐ ανέλθῃς ἀπὸ τῆς τάξεως· αἴτει τότε δευτέραν, μηδὲν τότε τῶν πενήτων τὰς ἑστίας περιεργαζόμενος, τότε προς‐ ιὼν τῷ δήμῳ δέχου χάριν ἀδάκρυτον· πλουσίου τινὸς ἀριστέως ζήτει παρθένον, αἴτει καὶ κήρυγμα, δέχου στε‐
15φάνους, σιτήσεως ἀτέλειαν. αἴτει πρεπούσας τιμὰς τοῖς κατορθώμασιν· παράδος σου καὶ γραφῇ τὸ κατόρθωμα. ποίει τοὺς πολεμίους ὡς ἦσαν τοῖς ἔργοις μαχόμενοι. δεῖ‐ ξον καὶ τὴν πόλιν ἐξιοῦσαν μετὰ τῶν ὅπλων καὶ τρέχου‐ σαν καὶ σαυτὸν μετὰ ξίφους τὸν πλούσιον. ποιείτω σε
20πανταχοῦ τοῖς χρώμασιν ὁ ζωγράφος φαινόμενον, νῦν μὲν ἐξορμῶντα τῆς φάλαγγος, νῦν δὲ κατὰ τῶν πολεμίων χορεύοντα, ἀπιστούμενον ὑπὸ τῶν ὁρώντων ποτέροις μά‐ χῃ, ποτέροις συναγωνίζῃ κατὰ τὸν πόλεμον. ἀλλὰ τί μοι ταῦτα; νῦν αὐτὸς ὑποθήσῃ τῷ ζωγράφῳ τὴν τῶν κατορ‐
25θωμάτων ὑπόθεσιν ἀκριβέστερον· ἐμὲ δὲ μὴ βιάζου πρὸς δευτέραν τὴν συμφοράν· ἔασον ἀπελθεῖν με τῆς ἐκκλη‐
σίας. τὴν μὲν, ἵνα θρηνήσω κειμένην. τὴν δὲ, ἵνα φυ‐342

8

.

343

λάξω καὶ ζῶσαν ἐπὶ τῆς ἑστίας, εἰ ἔτι καταλάβω μετὰ τὴν αἴτησιν· ὡς δέδοικά γε μὴ μελλόντων ἡμῶν, ὦ πολῖ‐ ται, καὶ βουλευομένων ἔτι, ὑποπτεύσῃ μὲν ἡ παῖς ἡ λειπομένη τῇ προτέρᾳ τὰ παραπλήσια. φθάσῃ δὲ τὴν
5ἐκκλησίαν ἑαυτὴν διαχρησαμένη, καὶ μηδέν μοι πρὸς πα‐ ραμυθίαν ἔτι τῶν πρώην ὑπολειφθῆναι. αἰτῶ χάριν ὑμᾶς καὶ αὐτὸς, ὦ πολῖται, οὐχ οἵαν ᾔτησεν ἀριστεύσας τις πλούσιος· ἀλλ’ οἵαν ἂν πένης τυχὸν πρὸς παραμυθίαν λαβεῖν ἄξιος εἴη. τιμήσατέ μου τὴν πολιτείαν ἀτυ‐
10χήσασαν· δότε μοι κοινωνὸν τοῦ πάθους· ἤρας ἐκείνης, ὦ πλούσιε; ἔασον ὑπὸ τῆς ἀδελφῆς τυχεῖν τῶν νομιζομέ‐ νων κειμένην· ἀλλήλοις ἐπὶ τοῦ τάφου συγκλαύσωμεν· ἐκείνη μὲν τὴν ἐμὴν πολιτείαν, ἐγὼ δὲ τῆς ἀπελθούσης τὸν θάνατον. ταύτην ὑπὲρ τῶν νόμων, ταύτην ὑπὲρ ψη‐
15φισμάτων, ὑπὲρ δημηγοριῶν καὶ πόνων πολλῶν, ὧν ὑπέ‐ στην ἐπὶ τοῦ βήματος, χαρίσασθέ μοι τὴν ἄδειαν. μη‐ δὲν παρ’ ἡμῶν ἐπιζήτει περαιτέρω, πλούσιε· δίδωμί σοι κἀγὼ μετὰ τὸν δῆμον ἐκ τῆς ἐμαυτοῦ προαιρέσεως, εἰ δοκεῖ, καὶ δευτέραν δωρεάν· οἰκήσω μετὰ τῆς θυγατρὸς
20τὸν τάφον. θάρσει σιωπήσω λοιπὸν σιωπὴν μακράν· οὐκ ἔτι μετὰ ταῦτα πολιτεύσομαι· ἐν δὲ τῇ θεωρίᾳ ἐπι‐ σημήνασθαι δεῖ, ὅτι περιττὸν τὸ τιθέναι· φυλάξω τὴν ἑτέραν. οὔσης τῆς ζητήσεως περὶ τοῦ εἰ δεῖ δοθῆναι· εἰ μὴ γὰρ ἐπαγγελλομένου τοῦ δῆμον ἐκώλυεν, εἰκότως
25ἂν ἔπιπτεν ἡ τοιαύτη ζήτησις· ἐπεὶ δὲ οὐδὲ αἰτεῖν συγ‐ χωρῇ, δῆλον ὡς ἰσχυριζόμενος, τὸ μὴ μετεῖναι δευτέρας αὐτῷ δωρεᾶς· πῶς οὐ περιττὸν παντί τῳ καταφαίνεται
τὸ περὶ ταύτης λέγειν.343

8

.

344

ΤΗΝ ΕΙΣΕΛΘΟΥΣΑΝ ΕΙΣ ΤΟ ΓΥΜΝΑΣΙΟΝ ΓΥΝΑΙΚΑ ἔδει κολάζεσθαι· καὶ ἐξεῖναι καὶ μητρά‐
σιν ἀκρίτους ἀναιρεῖν τοὺς παῖδας.
4aΠορνεύοντα τὸν υἱὸν ἐδίωκεν ἡ μήτηρ ἀναιρήσουσα· ὁ παῖς
5aἔφθη καταφυγὼν εἰς τὸ γυμνάσιον. συνειςελθοῦσα ἡ μήτηρ, διεχρή‐
6aσατο αὐτὸν ἐν τῷ γυμνασίῳ, καὶ ὑπάγεται νόμῳ.
7 Ταραχθείη μὲν ἄν τις ὡς ἀντινομίας οὔσης τοῦ πλάσματος, διὰ τὴν ἐν αὐτῷ τῶν νόμων ἐναντιότητα. ὅσοι δὲ ἀκριβέστερον καὶ μετὰ τέχνης κατανοεῖν τὰ τοι‐
10αῦτα παιδεύονται, ῥητὸν εἶναι καὶ διάνοιαν χαρακτη‐ ριοῦσιν αὐτό· οὐ γὰρ περὶ ἑνὸς πράγματος ἀμφότεροι τοὺς νόμους προβάλλονται, ὅπερ ἐπὶ τῆς ἀντινομίας ἔθος ὁρᾷν, ἀλλ’ εἰς τὴν τοῦ δοκεῖν καὶ μὴ παρανενο‐ μηκέναι πίστιν, τὰ ἑξῆς ἡ μήτηρ προβάλλεται· λέγω
15δὲ τὴν τοῦ νόμου διάνοιαν· οἷον, εἰςελήλυθας εἰς τὸ γυμνάσιον οὐκ ἐξόν. ὁ νόμος τὴν ἀπροφασίστως εἰσιοῦ‐ σαν, τὴν ἐπὶ τῇ κατασκοπῇ τῶν γιγνομένων λέγει. καὶ εἰς τούτου κατασκευὴν τὸ ὅτι ἐξῆν μοι διαχρήσασθαι τίθησι, καὶ τὰ ἑξῆς· γνωστέον δὲ, ὅτι πᾶν ῥητὸν καὶ
20διάνοια μετὰ τὴν ἀπὸ τοῦ νόμου πρότασιν καὶ τὴν διά‐ νοιαν, ἥ τις τοῦτο λύει, κατὰ μίαν τῶν δικαιολογικῶν στάσεων τὴν ἐμπίπτουσαν διαιρεῖται. ὥσπερ καὶ ἐπὶ τού‐ του τοῦ πλάσματος μετὰ τὴν ἀπὸ τοῦ νόμου πρότασιν, καὶ τὴν ἀπὸ τῆς διανοίας λύσιν. Ἡ ΕΜπίπτουσα στά‐
25σις ἐστὶν ἀντιληπτική· ἐξεῖναι γὰρ ἀναιρεῖν ἡ μήτηρ φησί. κατὰ ταύτην οὖν ἡ διαίρεσις· καὶ ἔστιν ὡς ἐν ὑπο‐ δείγματος τρόπῳ, τοιάδε τις τοῦ πλάσματος ἡ τομή. ΠΡώτη ἀντίθεσις ἡ ἀπὸ τοῦ νόμου. εἰςῆλθες παρὰ τὸν
νόμον εἰς τὸ γυμνάσιον. ΛΥσις τοῦ ῥητοῦ ἡ διάνοια.344

8

.

345

εἰσιέναι κωλύει τοῖς ἐπὶ περιεργίᾳ τὰς ἁπλῶς εἰσιούσας, τὰς ἐπὶ κατασκοπῇ, οὐχὶ τὰς διὰ χρείαν· ὅπερ ἐμοὶ συμ‐ βέβηκε· τιμωρήσασθαι δέον ἑταιροῦντα παῖδα, ὡς ἐφίη‐ σιν, ὅπερ ἐγὼ πεποίηκα. μέχρι τούτου ἐστὶν ἡ νομικὴ
5ζήτησις· ἑξῆς γὰρ εἰς τὴν τῆς διανοίας ταύτης κατα‐ σκευὴν ἡ μήτηρ τίθησι τὴν ἐμπίπτουσαν στάσιν, ὡς ἐν‐ ταῦθα τὴν ἀντίληψιν· ἐρεῖ γὰρ, ἐξῆν μοι ἀναιρεῖν κατὰ τὸν νόμον· εἶτα κατασκευάζων τὴν ἀντίληψιν ἅμα καὶ τὴν λύσιν πλατύνεις, καὶ τὴν διάνοιαν ἰσχυροτέραν ποι‐
10εῖς, οὐδὲν μὲν ἔτι τῆς διανοίας προςαπτόμενος. διὰ δὲ τῆς ἀντιλήψεως, ὅτι τὸν νόμον τὸν προβαλλόμενον οὐ παραβέβηκεν, δικαστὴς ἅμα συμπείθεται. ΜΕτὰ τοί‐ νυν τὴν ἀπὸ τῆς ἀντιλήψεως ἐργασίαν θετέον ἀντίθεσιν μεταληπτικήν· ἔδει ἄλλως τιμωρήσασθαι. ἫΝ λύσεις
15τῷ χρώματι, ὅ ἐστιν ἀντέγκλημα. εἶτα ἐπισυνάψεις τῷ ἀντεγκλήματι Ἑτέραν ἀντίθεσιν, τὴν ὅτι οὐκ ἐνταῦθα ἔδει. ἫΝ λύσεις τῇ συγγνώμῃ λέγων, ὅτι θυμῷ ἐπεις‐ ελθοῦσα ἔλαθεν ἐκ τῆς διώξεως. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους, ἐρεῖς, ἔχοντας γενναιότητα τῆς μητρὸς
20καὶ σωφροσύνην πολλὴν, καὶ ὅλως ἀνδρεῖον τὸ φρόνημα, πανταχοῦ ταύτης ὑποστήσασθαι δεῖ.
21
22aἈριστεὺς ἀπὸ πολέμου ἐπανελθὼν εὗρε τὴν πόλιν λοιμώττου‐
23aσαν· νόμος ἐντὸς ἡμερῶν τριάκοντα τὸν ἀριστέα λαμβάνειν τὸ γέ‐
24aρας· παυσαμένου τοῦ λοιμοῦ μετὰ τὴν προθεσμίαν αἰτεῖ τὴν δω‐
25aρεὰν ὁ ἀριστεύς.
26 Ἔλεος τὸν ἀριστέα καὶ λαμπρὰ τύχη μερίζεται, καὶ τὰ μὲν ἔξω ζηλωτὸς τοῖς κατορθώμασι· ταῖς δὲ λοιμοῦ συμφοραῖς τὴν πομπείαν ἀφῄρηται. τὸ γὰρ ἅμα τῷ
τροπαίῳ συμπεπτωκέναι τῶν ἀναγκαίων τὴν ἔνδειαν, καὶ345

8

.

346

μέχρι τῆς προθεσμίας τῆς κατὰ τὸν νόμον ἐπικεῖσθαι τῇ πόλει, καὶ τὴν χάριν τῆς νίκης ἀμβλυτέραν ἐργάζε‐ ται· καί τι καὶ πρὸς εὐσέβειαν καθέστηκεν ὕποπτον· ὥσπερ ἐπιτηδευτοῦ δαιμονίου τὸν λοιμὸν τῆς τιμῆς ἐπι‐
5θέντος ἐμπόδιον· ὅθεν αὐτῷ τις καὶ ἀντίθεσις κινηθή‐ σεται· ὡς δέος μὴ τῷ δαιμονίῳ κινήσωμεν ἀγανάκτη‐ σιν, τιμῶντες ὃν τιμᾶσθαι τῇ συμφορᾷ κεκώλυκεν· βαρυνόμενος οὖν πάθει καὶ νόμῳ ἐπιεικὴς μὲν ἔσται πρὸς τὴν αἴτησιν. τοιοῦτον γὰρ αὐτὸν ἡ λύσις τῆς ὑπο‐
10τρεχούσης ὑποψίας καθίστησι. Δημοσθενικῇ δὲ τῇ με‐ ταχειρίσει χρώμενος εἰς τοὐναντίον ὑποστήσει τὴν ὑπο‐ νοουμένην καθ’ ἑαυτοῦ τῆς τύχης ἐπήρειαν, καὶ κα‐ θάπερ ἐκεῖνος τύχης πεποιημένος διαίρεσιν ἰδίας καὶ κοινῆς ἔσχεν ἐν τῷ περὶ στεφάνου εὐνοίας χορηγίας τὸ
15ἔγκλημα, οὕτω δὲ καὶ ὁ νῦν μελετώμενος δράσει ταὐτὸ διπλῇ τῆς πατρίδος εὐεργέτην αὐτὸν μεθόδῳ δεικνὺς καὶ τοὺς ἔξω πολεμίους κεκρατηκότα τοῖς ὅπλοις, καὶ τὴν κοινὴν τύχην ἰδίοις τοῖς πόνοις ἐπανορθούμενον προ‐ νοίᾳ τῇ κρείττονι, ἣν τοῖς θεοῖς διηκονήσατο. Δημοσθε‐
20νικῶς δὲ καὶ τοῦτο θεώρημα, ἤδη δὲ καὶ εἰ βούλει καὶ Ἀριστείδειον· ὁ μὲν γὰρ ἐν τοῖς περὶ Θηβαίων, ὁ δὲ ἐν τῷ περὶ τεσσάρων αὐτῷ κατεχρήσατο, διακόνους γε‐ γενῆσθαι τοὺς ἄνδρας εἰπὼν εἰς τὰ καλὰ τοῖς κρείττο‐ σι· ταῦτα μὲν οὖν ὡς ἐν συντόμῳ λελέχθω τοῦ πλάσμα‐
25τος. ἡ δὲ λέξις ἔστω, καθάπερ προείρηται, ἐπιεικοῦς346

8

.

347

μὲν καὶ συναλγοῦντος τοῖς πρότερον· προϊόντος δὲ ἡδο‐ μένου καὶ μετρίως, εἴπου καιρὸς ἐμπίπτει, πομπεύοντος. ΤΟ πρῶτον προοίμιον ἐκ περιχαρίας. χάρις μὲν, ὦ ἄν‐ δρες πολῖται, τοῖς κρείττοσιν, οἳ καὶ τροπαίῳ δυςφοροῦ‐
5σαν ἐπὶ τῷ λοιμῷ τὴν πόλιν παρεμυθήσαντο, καὶ καιρὸν εὐγνωμοσύνης παρέσχοντο τὸ δεινὸν ἰασάμενοι· ἐκκλησία γοῦν, ὡς ὁρᾶτε, καὶ βουλευτήριον καὶ δῆμος μανθάνων ἀριστέως προθυμίαν ἅμα καὶ τρόπαιον· ἵνα μὴ τοῦ πο‐ λέμου λάθῃ τὰ διηγήματα καὶ τῆς πατρίδος εὐγνώμων
10τρόπος κηρύττοιτο. εἶτα ἡ κατασκευή· ἐπειδὴ δὲ εἰσί τι‐ νες καὶ τοῦ λοιμοῦ καὶ τοῦ πολέμου τῆς βασκανίας δει‐ νότεροι, καὶ τὸν δῆμον ἀγνωμονεῖν βιάζονται, συλλαβὰς μόνον ἀναγινώσκοντες, τὴν δὲ τοῦ νόμου σιωπῶντες προ‐ αίρεσιν, ἥκω μὴ συγχωρῇς ἀπατᾶσθαι τὴν πόλιν. εἰ γὰρ
15ἄτοπον ἀνδρείᾳ τοὺς πολεμίους καὶ κινδύνοις ἐλέγξαντα παριδεῖν ἀναξίους ὀφθῆναι τοῦ κατορθώματος· ὃ πα‐ θεῖν οὗτοι βιάζονται τὴν δωρεὰν ἀφαιρούμενοι· δευτέρα ἔννοια· μικροῦ μὲν οὖν οὐδ’ ἐπὶ τοῦ παρόντος προςῆλ‐ θον αἰτήσων τὴν δωρεὰν, αὐτὸν ἀναμείνας τὸν δῆμον
20μαθεῖν εἰ τὴν οἰκείαν σώζει μετὰ τὸ πάθος προαίρεσιν. τρίτη ἔννοια. ὁ μὲν οὖν ἀντιβαίνων ἡμῖν πρὸς τὴν αἴ‐ τησιν μάρτυς ἐστὶ τῆς φιλανθρωπίας τῆς ἐμῆς. οὐ φο‐ βεῖται διὰ τῆς τιμῆς δεσπότην ἀριστέα γιγνόμενον. Ἡ Κατάστασις δήλη· ἔστι γὰρ ἡ εὔνοια τοῦ ἀριστέως, καὶ
25φθόνος τοῦ δαίμονος, καὶ σύντομος διατύπωσις. Ἡ ΠΡώτη ἀντίθεσις· ἔδει πρὸ τῶν τριάκοντα ἡμερῶν αἰ‐ τεῖν. ΛΥσεις ἐπὶ τὸν λοιμόν· ἡ μετάστασις αὐξητικῶς πάνυ· αὕτη γὰρ τοῦ μὴ αἰτῆσαι ἡ πρόφασις· δῆλον δὲ, ὅτι προταξάντων ἡμῶν τὰς διανοίας τοῦ νόμου, ὅτι ὁ
30νόμος ἐὰν οὐδὲν κωλύῃ, καὶ ὅτι ἵνα λαμβάνωσιν ἐπάναγ‐
κες, οὐχ ἵνα μὴ μετὰ ταῦτα ἀποστερῶνται· εἰ γὰρ τοῦ‐347

8

.

348

το ἐδόκει τῷ νομοθέτῃ, εἶπεν ἂν προςθεὶς μὴ λαμβάνειν ἔτι μετὰ τὴν προθεσμίαν· νῦν δὲ, ἵνα καὶ ἐπὶ σχολῆς αἰτῶσιν ἃ βούλονται, καὶ ἵνα καὶ προςπίπτοντα παρα‐ μυθῶνται ταῖς δωρεαῖς, ὅσα συμβαίνει πολλάκις, ὁ
5νόμος τὴν προθεσμίαν ὥρισεν, ὥσθ’ οἷς καθ’ ἡμῶν τις ἀναγινώσκει τὸν νόμον, τούτοις ἡμῖν λανθάνειν συνη‐ γοροῦντα δεικνύς· ταῦτα πρῶτον μετὰ τὴν ἀντίθεσιν. εἶτα ἡ εἰς τὸν λοιμὸν μετάστασις αὐξητικῶς, δι’ ἣν αἰ‐ τίαν προείπομεν, μετὰ τὴν ἀντίθεσιν. Ἀλλ’ ἡ τύχη αἰ‐
10τία. Ἡ ΛΥσις κατὰ τὴν τῶν τυχόντων διαίρεσιν. πῶς οὖν ἠρίστευσα δυστυχῶν; πῶς δὲ ἡ ἰδία τύχη τῆς κοι‐ νῆς κεκράτηκεν, ἡ μικρὰ τῆς μείζονος; καὶ ὅσα Δημο‐ σθένης περὶ τύχης διεξῆλθεν. ΑΛΛη ἀντίθεσις· ἀλλ’ εἰκὸς ἀγανακτῆσαι τὸ δαιμόνιον, εἰ τιμήσομεν ὃν τιμᾶ‐
15σθαι τῇ συμφορᾷ κεκώλυκεν. Ἡ ΛΥσις στοχαστική· δῆλον καὶ αὐτὸν τὸν ἀριστέα μόνον κακῶς διέθηκεν· εἴ γε διὰ τοῦτο ἠγανάκτει, καὶ τὸν λοιμὸν διεκίνησε, καὶ μετὰ τὴν ἀριστείαν ἐπανελθεῖν ἐκώλυσε. ΜΕτὰ ταῦτα ὁ ἐπίλογος κοινός.
19
20 ΝΟΜΙΚΩΝ ΡΗΤΟΥ ΚΑΙ ΔΙΑΝΟΙΑΣ. Αἱ νομικαὶ κοινῇ πᾶσαι μίαν ἔχουσι συνεζευγμένην τῶν λογικῶν στάσεων· ὃν τρόπον ἐπὶ τῆς παραγραφῆς φθάσαντες ἐπεδείξαμεν· διὸ κἀνταῦθα μία ἡ τῆς συν‐ εμπιπτούσης στάσεως ὑπάρχει διαίρεσις μετὰ τὸ πρῶτον
25κεφάλαιον τὸ τῆς ὑποκειμένης στάσεως ἴδιον· ἐπὶ μὲν γὰρ ῥητοῦ καὶ διανοίας θέντες τὸ ῥητὸν, εἶτ’ ἐπάγοντες τὴν διάνοιαν, εἰςάγομεν τὰ λοιπὰ κεφάλαια κατὰ ἀντί‐ στασιν. ὡς ἐπὶ τοῦ ἀνελθόντος ἐπὶ τοῦ τείχους ξένου
καὶ ἀριστεύσαντος, καὶ ὑπαγομένου τῷ νόμῳ· πλὴν348

8

.

349

ἰστέον καθόλου καὶ πανταχοῦ, τὴν ὕλην παρατηρεῖν ἄξιον· κανονίζουσα γὰρ αὕτη τὰ πράγματα πολλάκις καὶ πλείους ἀντιθέσεις δίδωσι τῷ ζητήματι· ἐπὶ δὲ τῆς ἀν‐ τινομίας ὁμοίως. τῶν γὰρ πρώτων κεφαλαίων ὥσπερ
5διπλῶν ὄντων ῥητοῦ καὶ διανοίας, πάλιν ἐπάξεις κατὰ τὴν ὑποκειμένην ὕλην τὴν ἐκ τῆς συνεμπιπτούσης στά‐ σεως ὡρισμένην διαίρεσιν· καὶ ἐπὶ τῶν λοιπῶν δὲ τὸν αὐτὸν τρόπον ἀμφιβολίας καὶ συλλογισμοῦ, ὡς ἐπιδείξο‐ μεν ἐν τοῖς κατὰ μέρος ἐπεξιόντες ζητήμασι.
9
10ΤΟΝ ΑΠΟΓΡΑΨΑΜΕΝΟΝ ΟΛΥΜΠΙΑΣΙΝ, ΕΑΝ ΜΗ ἀγωνίσηται, μηκέτι Ὀλύμπια ἀγωνίζεσθαι.
12aἈπογραψάμενός τις ἐπύθετο πολεμουμένην τὴν πατρίδα, πο‐
13aρευθεὶς συνεμάχησεν, ἠρίστευσεν· ἀπογράφεται τὸ δεύτερον ἐν Ὀλυμ‐
14aπίᾳ· καὶ κωλύεται ὁ ἀριστεύς.
15 Ἡ κατάστασις τῷ ἐγκλήματι τῶν μὲν ἄλλων βίων ἔχει καθαίρεσιν, ἀθλητικῆς δ’ αὔξησιν· ἔχει γὰρ, ἐζή‐ τουν βίον ἐμαυτῷ πρὸς τὰς ἀριστείας καὶ τοὺς πολέμους ἁρμόττοντα, καὶ ὅτι πολλὰ διασκοπούμενος εὕρισκον ἰα‐ τρικὴν μὲν παντελῶς τῶν προκειμένων ἀποσκευάζουσαν,
20φιλοσοφίαν δὲ πολλῷ πλέον τῶν πολεμικῶν ἔργων ἀπέ‐ χουσαν, καὶ ὅσα τοιαῦτα. εἶθ’ ὅτι τὴν ἀθλητικὴν δὲ καὶ ταύτην τὴν περὶ τὰ γυμνάσια παρασκευὴν μόνην εὑρὼν ὥσπερ τι τῆς ἀριστείας προγύμνασμα, ἦλθον ἐπὶ τὸ γυμνάζεσθαι προθυμότερον, εἰπὼν πρὸς ἐμαυτὸν,
25αὕτη πρὸς τοὺς πολεμίους ἡ τέχνη ἁρμόδιος· αὕτη κα‐ θάπερ ἐν ἱεροῖς προτελεῖ με πρὸς τὴν μέλλουσαν τύχην καὶ κατορθώματα· εἶτα εἰπὼν ὅτι πανταχοῦ ἀγωνιζομέ‐ νῳ ταινίαι ἐγίγνοντο καὶ στέφανοι καὶ εὐφημίαι καὶ τι‐
μαὶ παρὰ τῶν πολεμίων· εἶτα ἐρεῖς, ἀλλὰ τούτων οὐδὲν349

8

.

350

ἐνόμιζον κέρδος εἶναί μοι, εἰ μὴ καὶ τὰ παρ’ ὑμῶν προς‐ τεθείη τοῖς πρότερον, ἡ νίκη μία τῶν Ὀλυμπίων τοὺς φθάσαντάς μοι μόνους ἐπιψηφίσηται· οὕτως ἦλθον ἐπὶ τὸν ἀγῶνα· οὕτως τὸν ἐν ἅπασιν οὕτω θαυμαστὸν ἀγῶ‐
5να κατέλαβον· ὀλυμπιονίκης ἐπιθυμῶν προςαγορεύεσθαι, καὶ τὰ τοιαῦτα· εἶθ’ ὅτι ἦλθον εἰς τὸν ἀγῶνα, παρεγε‐ νόμην προθύμως, ἀπεγραψάμην· εἶτα ἐν τῷ μεταξὺ ἐβάσκηνεν ἡ τύχη· καὶ πρότερον ὀλίγα ὀδυρόμενος ἐρεῖς μετὰ πάθους καὶ αὐξήσεως τὴν ἀγγελίαν, τὸν φόβον,
10τὸν πόλεμον, καὶ ὅπως ἀκούσας διετέθην, καὶ οἷα εἶπεν ἀναχωρῶν τοῦ ἀγῶνος, ὅτι νικήσας εὐθὺς ἐπανελεύσομαι, καὶ ἀγωνιοῦμαι, καὶ ὅσα τοιαῦτα. εἶτα μετὰ αὐξήσεως τὰ κατὰ τὸν πόλεμον ἐρεῖς, ὅπως ἐπορθεῖτο, ὅπως ἐπο‐ λιορκεῖτο ἡ πόλις, καὶ ὅτι ἐξελθὼν ἐνίκησα· δήλη δὲ
15τοιούτων ἡ διασκευή. εἶτα ἐπάγεις· ὅτι δευτέρων ὄντων Ὀλυμπίων καὶ ἀγῶνος ἑτέρου πάλιν ἐλθὼν, πάλιν παρα‐ γενόμενος κωλύομαι ἀγωνίζεσθαι· μετὰ τὴν κατάστασιν θήσεις πρῶτον τὸ χαρακτηρίζον ἐν τάξει κεφάλαιον, τουτ‐ έστιν ῥητὸν καὶ διάνοιαν· ῥητὸν μὲν ἐξ ἀντιθέσεως, τοῦ
20γὰρ κατηγόρου τυγχάνει· τὴν διάνοιαν δὲ λυτικὴν τοῦ ῥητοῦ· ταύτῃ γὰρ χρήσεται πρὸς τὴν λύσιν τῆς ἀντιθέ‐ σεως ὁ νῦν μελετώμενος· οἷον, ἀλλ’ ἀπογραψάμενος, φησὶ, καὶ διαγωνισάμενος ὑπὸ τοῦ νόμου κωλύῃ ἀγωνί‐ ζεσθαι. δεύτερον ἡ λύσις ἐκ διανοίας· ἔφαμεν γὰρ πολ‐
25λάκις, ὅτι πᾶν ῥητὸν διανοίᾳ λύεται, καὶ ἐνταῦθα μὲν τὸ ῥητὸν ἀεὶ τοῦ κατηγόρου τυγχάνει· ἡ δὲ διάνοια τοῦ φεύγοντος· ἐρεῖς οὖν, ὅτι πρῶτον μὲν ὁ νόμος αὐτῶν τῶν Ὀλυμπίων εἶπε, μὴ ἀγωνιζόμεθα δεύτερον· οὐχ ὡς ὁ κατήγορος ἕτερα Ὀλύμπιά φησι μηκέτ’ εἶναι ἀναλαμ‐
30βάνειν, ἵνα μὴ τὸν αὐτὸν ἀγῶνα ἐξῇ καταλιμπάνειν, καὶ πάλιν ἀναλαμβάνειν· εἶτα ὅτι τὸν χωρὶς ἀνάγκης ἀπολι‐ πόντα τὸν ἀγῶνά φησι μήκετ’ εἶναι ἐξὸν ἀγωνίζεσθαι·
μηδὲ τύχης τινὸς ἢ δαίμονος τὴν προθυμίαν ἀποσκευά‐350

8

.

351

ζοντος· εἰ γὰρ τοῦτ’ ἦν, ἁπάντων ἂν ἐγένετο τῶν ἄλλων ὁ νόμος ἀπανθρωπότατος· φέρε γὰρ εἰ νόμος κατέσχε παρ’ αὐτὸν τὸν ἀγῶνα τὸν ἀγωνίζεσθαι μέλλοντα, καὶ παρὰ τὴν Ὀλυμπίαν αὐτὴν ἀῤῥώστημά τι συνέβη τῷ
5σώματι· εἶτα πρὸς τὴν προθυμίαν ἔσχεν αὐτῷ τὸ πάθος ἀντεγειρόμενον, καὶ παρ’ αὐτὸ τὸ στάδιον ἔσχεν αὐτῷ τὴν νόσον πρὸς τὴν ἰσχὺν ἀντιβαίνουσαν, ἆρα καὶ τοῦ‐ τον ὁ νόμος ἐκώλυσεν ἄν· ἢ τοῦ καὶ δεύτερον ἀθλῆσαι πάλιν ἀπέκλεισε τὸν καὶ τὴν πρώτην τύχην ὑπὲρ τῶν
10φθασάντων ἀποδυρόμενον, καὶ κατ’ αὐτὸ τοῦτο κατη‐ γοροῦντα τοῦ δαίμονος· ὅτι μὴ καὶ πρότερον μετὰ τὴν πανήγυριν στεφανίτης προςηγορεύετο· ἀλλ’ ἄφνω καὶ παρ’ ἐλπίδα τῶν προκειμένων ἀπεχωρίζετο· εἶτα τοσαύ‐ της ἀνάγκης πρὸς τὴν ἀπολογίαν παρορμησάσης ἡμᾶς,
15αὐτοὶ τὸν νόμον ἡμῖν ἀντὶ τῆς συγγνώμης κομίζουσιν· εἶτα μετὰ τὰ τοιαῦτα ἐρεῖς μεταστατικῶς, ἐν οἷς καὶ συγγνώμη τὸ ἐλεῆσαι πορθουμένην τὴν πατρίδα, καὶ ἡ ἀντίστασις ἔχουσα τὴν ἀριστείαν, καὶ τὰ ὑπὲρ τῆς πα‐ τρίδος αὐτῷ πεπραγμένα, καὶ τὰ πρὸς τὸν πόλεμον γεγε‐
20νημένα ἅπαντα πομπικῶς καὶ μετὰ πολλῆς φαντασίας ἐρεῖς τὴν ἀνάγκην, καὶ τὸ μὴ καταφρονήσει δοκεῖν ἀπο‐ κεχωρίσθαι τοῦ ἀγῶνος προβαλλόμενος. ἕξεις δὲ μετὰ ταῦτα καὶ ὁρικοῖς χρήσασθαι ἐπιχειρήμασι, λέγων ὅτι οὐδὲ τοῦτό ἐστιν ἀπολειφθῆναι, οὔτε ἴσον τῷ ἑτέρως,
25καὶ διὰ καταφρόνησιν, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα πεσεῖται ἀντίθεσις αὐτῷ μεταληπτικὴ, ἐκ τῆς ὕλης ἐμπί‐ πτουσα, οἷον, ἀλλὰ δυνατὸν ἦν καὶ ἄνευ σου περιγενέ‐ σθαι τὴν πόλιν. Ἡ ΛΥσις ὅτι ἄτοπον ἦν νέου μου τυγχάνοντος οὕτω πορθουμένην τὴν πόλιν περιϊδεῖν· καὶ
30ὅτι πάντες ἂν εἰς ἀδοξίαν ἐμὴν ἔλαβον τὸ πραττόμενον·
ὅτι νέος ὢν καὶ πρὸ πάντων ὀφείλων ἐν ταῖς τοιαύταις351

8

.

352

χρείαις τῇ πατρίδι προφαίνεσθαι, οὐ μόνον πολεμουμέ‐ νης αὐτῆς πρὸς τὴν ἀνάγκην οὐκ ἀπήντησα, ἀλλὰ καὶ πανηγύρεσιν ἐσχόλαζον καὶ στεφάνοις καὶ φιλοτιμίαις, ἐκείνης περὶ δουλείας, περὶ ἀνδραποδισμοῦ ἐχούσης τὸν
5κίνδυνον, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις ἑτέραν ἀντιληπτικὴν ἀντίθεσιν· ἀλλ’ ἔδει, φησὶ, μετὰ τὰ Ὀλύμ‐ πια πρὸς τὴν μάχην σπουδάσαι. Ἡ ΛΥσις τῷ καιρῷ· ὅτι πεπληρωμένης ἅπαξ τῆς μάχης, καὶ κινδυνευσάσης καὶ κατορθωσάσης τῆς πόλεως, τί τὸ κέρδος ἦν ἢ τί τὸ
10ὄφελος, κειμένων παίδων καὶ γυναικῶν καταλαβεῖν τότε τὴν πόλιν, τότε μᾶλλον ἐπὶ τοῖς κειμένοις ὀδύρεσθαι προσῆν, ὅτε θρηνεῖν, ὅτε στένειν τὴν συμφοράν· εἰ μὴ γὰρ τοῦτό μοι πρὸς τὴν πόλιν ὠφείλετο μετὰ τὴν χρείαν ἀπαντῶν, καλῶς εἶχε τοῦτον τὸν λόγον ἐρεῖν· εἰ δὲ προς‐
15ῆκον θρεψαμένης ἡμᾶς τῆς πόλεως καὶ συγκινδυνεύειν τοῖς δυςτυχήμασι καὶ μὴ περιορᾷν πυρπολουμένην, πο‐ λιορκουμένην, γινομένην ἁλώσιμον· τί τὸν καιρὸν μετα‐ τιθεὶς κλέπτῃ τὴν ἀνάγκην τοῖς ῥήμασιν; εἶτα ἐρεῖς εἰ ἀναμείνας ἦν τὸν ἀγῶνα, οὐδ’ ἂν ἠρίστευσα· οὐδ’ ἂν
20τοιαύτην ἔσχον φιλοτιμίαν ἐν τῇ πόλει, σώσας παῖδας, γονέας, πολίτας ἅπαντας, νικηφόρος τροπαιοῦχος ὀνομα‐ ζόμενος, ὡς ἀπ’ Ὀλυμπίων αὐτῶν φανεὶς τοῖς κινδυνεύ‐ ουσι σύμμαχος, καὶ τὰ τοιαῦτα. Εἶτα μετὰ ταῦτα θή‐ σεις ἑτέραν μεταληπτικὴν, οἷον, ἄλλ’ ἔδει, φησὶ, τοῖς ἑλ‐
25λανοδίκαις ἀνακοινώσασθαι. Ἡ ΛΥσις στοχαστική· ὅτι ἐνεχώρει καὶ κωλυθῆναι· εἶτα κωλυθέντος τὸ συμβὰν, οἷον ἂν ἦν δουλεία πατρίδος, πολεμίων νίκη, ἅλωσις τῆς γῆς, ἐξανδραποδισμὸς, καὶ τὰ τοιαῦτα. εἶτα οὐδεμία ἐκ τούτου βλάβη τοῖς Ὀλυμπίοις ἦν· οὐδὲ πλέον οὐδὲν πα‐
30ραιτησαμένου τοὺς ἑλλανοδίκας· τί γὰρ καὶ τὸ κέρδος ἦν, καὶ τὰ τοιαῦτα. εἶτα ὅτι εἰ μὲν ἐπέτρεψαν, τοῦτο ἂν ἐποίησαν, ὥσπερ κἀγὼ, συνεχώρησαν γὰρ σῶσαι τὴν πό‐
λιν, περιγενέσθαι τῶν πολεμίων, μὴ περιϊδεῖν τὴν θρε‐352

8

.

353

ψαμένην, γιγνομένην ἁλώσιμον. εἰ δὲ μὴ ἐπέτρεψαν, ἐμ‐ ποδίζεσθαι ἦν τὴν ἀριστείαν, τὴν σωτηρίαν, τὸ τρό‐ παιον, τὸ σώζεσθαι νῦν καὶ περιεῖναι τὴν πόλιν, καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα θήσει τοὺς ἐπιλόγους. εἰσὶ δὲ
5οἱ ἐπίλογοι πομπικοὶ ἔχοντες διασκευὴν τῆς ἀριστείας, καὶ ἐκφράσεις τῆς μάχης τῶν ἀναιρουμένων, τῆς νίκης. ἐν οἷς καὶ ἠθοποιΐαι, ὅτι νῦν γεγένημαι τῶν Ὀλυμπίων ἄξιος ἀριστεὺς μετὰ τηλικοῦτον τρόπαιον παρ’ ὑμῖν ἀγω‐ νιζόμενος, συνάψαι βουλόμενος τουτονὶ τὸν παρ’ ὑμῶν
10στέφανον τοῖς κατὰ τὸν ἐχθρὸν κατορθώμασι, συνάψαι [με] δὲ ταῖς ἀριστείαις καὶ τὰ τῶν Ὀλυμπίων κατορθώ‐ ματα, νικᾷν ἐκ τῆς μάχης δεδίδαγμαι· καὶ γέγονε παί‐ δευμά μοι τῶν μετ’ ὀλίγον ἐσομένων ἀγωνισμάτων ὁ πό‐ λεμος. εἶτα ἐρεῖς, ὅτι μὴ φθονήσητέ μοι τοῦ στεφάνου,
15μὴ τῆς νίκης βασκήνητε, ἀλλὰ δείξατε ὅτι τὸ νικᾷν ἐμοὶ παρὰ τῆς τύχης πεπλήρωται. εἶθ’ ὅτι, μετὰ τὸν ἀγῶνα παραπέμψουσιν ἅπαντες ἐπὶ τὴν πόλιν, οἱ μὲν ὀλυμπιονίκην, οἱ δὲ ἀριστέα προςαγορεύοντες, καὶ ὅτι ἐροῦσιν οἱ πολῖται μετ’ εὐφημίας σωτήριον, ὀλυμπιονί‐
20κην προςαγορεύουσι, καὶ τὰ τοιαῦτα.
20 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΚΑΤΗΓΟΡΟΣ. Ὁ κατήγορος ἐν τῇ καταστάσει καὶ δι’ ὀλίγου τοῦ λόγου δεινοποιήσει καὶ πείσει μὴ δεῖν παραβῆναι τὸν νόμον, καὶ τὴν ἀριστείαν καθαιρήσει, οὐκ ἰδίαν αὐτὴν
25τοῦ ἀθλητοῦ, ἀλλὰ κοινὴν εἶναι φάσκων τῆς πόλεως, καὶ καταφρόνησιν ἐρεῖ τὸ γιγνόμενον, καὶ ὥσπερ πολι‐ τείας διάλυσιν· πῆ μὲν διὰ τοῦ νόμου κωλύων ἀγωνί‐ ζεσθαι δεύτερον· πῆ δὲ καὶ στοχαστικῶς εἰς ἀσέβειαν
ἄγων τοῦτο ἀγωνίζεσθαι δεύτερον· ἐρεῖς ὅτι ἐπειδὴ γὰρ353

8

.

354

ὁ τῶν Ὀλυμπίων ἀγὼν κατεστάσθη τοῖς Ἕλλησι, μᾶλ‐ λον δὲ πᾶσιν ἀνθρώποις ἐγένετο, εἴτε θεοῦ τινος, εἴτε καὶ ἥρωος ἀρχηγοῦ ταύτης γενομένου τῆς πανηγύρεως, ὥσπερ ἐν πολιτείᾳ ἤ τινι κρείττονι καὶ νόμοι παρὰ τῶν
5ἠγωνισμένων καὶ ἤθη κεκύρωται. ἢ οὕτως εἰπέ· ὅτι ἐπει‐ δὴ γὰρ ταύτης εὑρεθείσης τοῖς ἀνθρώποις τῆς πανηγύ‐ ρεως, φιλονεικίαι πολλαὶ καὶ μάχαι παρὰ τοὺς ἀγωνιζο‐ μένους ἐγίγνοντο, νόμοι πολλοὶ καὶ ἤθη τινὰ περὶ τὸν ἀγῶνα τοῖς Ἠλείοις ἐξεύρηνται. οἷς πρὸ πάντων τοὺς
10ἀγωνιζομένους προςῆκον πείθεσθαι. καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ τῶν ἁπανταχοῦ ὁ κορυφαῖος ἀγὼν οὗτος εἶ‐ ναι νενόμισται, καὶ τῶν ἄλλων ἁπάντων καθάπερ τι παί‐ δευμα κοινὸν οὗτος ὑπείληπται, τάς τε τῶν ἀγωνιζομέ‐ νων προςόδους, καὶ τοὺς τῶν ἀγωνοθετούντων θεσμοὺς
15καὶ κρίσεις, καὶ ἆθλα καὶ ἀγωνίσματα νόμοις διειλή‐ φασιν, ἵνα μηδὲν ὑπάρχῃ περὶ τὸν ἀγῶνα τοῦτον ἀνο‐ μοθέτητον· τὰς μὲν οὖν τῶν ἀγωνιζομένων προςόδους πῶς γίγνεσθαι κεκελεύκασιν. λέγειν ἐστὶ περὶ τῶν ἁπάν‐ των ἀεὶ τῶν ἐνταυθοῖ τὸν ἀγῶνα τοῦτον ἀνειληφότων,
20καὶ πρό γε τούτων τοῦ νῦν ἀγωνίζεσθαι θέλοντος δεύ‐ τερον πεπειραμένου τοῦ γράμματος. καὶ γὰρ προςῆλθον ὑμῖν κατὰ τὸν νόμον, καὶ θεσμοῦ τὴν ἀπογραφὴν τὴν περὶ τῶν ἀγωνιζομένων πεπλήρωκε. καὶ μέχρι τούτου γε οὐδὲν ἐγκαλοῦμεν ὑμῖν. πλήν γε ὅτι τὰ δεύτερα οὐδαμοῦ
25φαίνεται τοῖς προτέροις ἀκόλουθα. κελεύοντος γὰρ ἐμ‐ μένειν τοῖς αὐτῶν ἐπαγγέλμασι τοὺς ἀγωνιζομένους τοῦ γράμματος, καὶ μὴ παραβαίνειν τὰ περὶ τὴν ἀγωνίαν, ὑποσχέσει προςτάττοντος ἁπάντων τῶν νόμων φυλαξάν‐ των τῶν πώποτε, καὶ μηδενὸς τὸν παρ’ ὑμῖν τύπον καὶ
30θεσμὸν τοῦτον παραβῆναι τολμήσαντος· εἰ καὶ μόνος οὗτος παραλῦσαι τὸν νόμον ἐτόλμησε, καὶ φήσας πο‐ λιορκεῖσθαι τὴν πόλιν, καὶ τοὺς ἐχθροὺς προςκαθῆσθαι
τοῖς τείχεσιν, ὥσπερ ἐρήμου τυγχανούσης τῆς χώρας354

8

.

355

ἀνδρῶν, καὶ μηδεμίαν ἐχούσης ἐπικουρίαν, εἰ μὴ τῶν ἀθλητῶν εἰς αὐτὴν σύμμαχος ἐξ Ὀλυμπίας ἀφίκοιτο ῥί‐ ψας, ἐάσας τὸν παρ’ ὑμῖν ἀγῶνα καὶ στέφανον, ὥσπερ τις φυγὰς ἐξ Ὀλυμπίας ἀπέδρασεν. εἶτα τοῦτον τὸν τρό‐
5πον χλευάσας ἡμᾶς ἀγῶνος τοῦ προτέρου, καὶ διασύρας τὰ κοινὰ τῆς Ὀλυμπίας μυστήρια, πάλιν ἐπὶ τὴν αὐτὴν ἀκολουθίαν ἀπήντησεν· εἶτα ἔπαγε τὸν νόμον καὶ κωλυό‐ μενος καθάπερ κικλίσι τῷ γράμματι τὸν μέγαν τῆς Ὀλυμ‐ πίας θεσμόν· καταλῦσαι γὰρ τὸν κοινὸν τῆς Ὀλυμπίας
10ἀγῶνα προῄρηται, ὥσπερ ἀγνοῶν, ἢ τοῦτον Ὀλυμπιᾶσι δεδεγμένος τὸν νόμον· καὶ διεξελεύσῃ καὶ καθ’ ἕκαστον μέρος αὐτοῦ καὶ ἐρωτήσεις, εἴτι ἕτερον λέγει, καὶ τὰ τοι‐ αῦτα. μετὰ τὴν κατάστασιν θήσεις ἐξ ἀντιθέσεως μίαν τῶν διανοιῶν αὐτοῦ· εἰδὼς τοῦτο ὅτι ἀναγκαῖον ἐπιθεῖναι
15μὲν μίαν, λῦσαι δὲ ἐν τῇ λύσει καὶ τὴν ἑτέραν. Οἷον ἀλλ’ ὁ νόμος, φησὶ, τὸν αὐτὸν ἀγῶνα ἐκώλυεν ἀπογράφεσθαι. Ἡ Λύσις. ὥσπερ ἐν ὅρῳ γνώμη νομοθέτου, ὅτι εἰ τοῦτο ἦν ἀληθὲς, εἶπεν ἂν ὁ νομοθέτης καὶ σαφῶς τοῦτο προέ‐ γραψε τῷ γράμματι· νῦν γὰρ καθόλου εἶπε μὴ ἀγωνί‐
20ζεσθαι δεύτερον τὸν ἅπαξ ἀπογραψάμενον, εἶτα τὴν ἀγωνίαν διαδράσαντα. καὶ δῆλον οὐδεμίαν συγγνώμην ἀπένειμες τοῖς ἢ δι’ ἀνάγκην, ὡς σὺ φῂς, ἢ δι’ ἔλεον τῆς πατρίδος ἀπολειφθεῖσι, καὶ καθόλου καὶ διαῤῥήδην εἶπε μηδεμίαν μετουσίαν τῆς ἀγωνίας ὑπολιμπάνεσθαι,
25καὶ ὅσα τοιαῦτα, τῷ λέγειν τί κεκώλυκε προγράψαι, προςθεῖναι τῷ νόμῳ. δῆλον γὰρ ὅτι οἱ νομοθέται σαφῶς ἅπαντα διαγορεύουσιν, ἃ ποιεῖν τοῖς δημόταις προςτάτ‐ τουσιν· ὥστε ἀνθ’ ὅτου σαφῶς οὐ προέγραψεν. ἀλλ’ οὐκ ἔστιν ἀπολογίαν, μᾶλλον δὲ ἀπάτην ὑπὸ τούτου οὐδεμίαν
30εὑρεῖν, καὶ τὰ τοιαῦτα. μετὰ τὴν τοιαύτην ἀντίθεσιν
θήσεις τὰς ἀπὸ τῆς συνεμπιπτούσης στάσεως ἀντιθέσεις·355

8

.

356

ἔστιν δὲ ἡ ἀντίθεσις ὡς διὰ τὴν νίκην ἐπὶ τὸ τρόπαιον. ἡ μετάστασις ὡς ἐπὶ τὴν πόλιν. ἡ συγγνώμη, ὡς ἐπὶ τὸν ἔλεον, τὸν πολιορκουμένης τῆς πατρίδος γιγνόμενον. ΑΛΛ’ ἠλέησα, φησὶ, πολιορκουμένην τὴν πατρίδα μα‐
5θών. Ἡ Λύσις· καὶ τὸν ἅπαξ ἀπογραψάμενον ἔδει μέ‐ νειν· καὶ μὴ τὸν ἐνταῦθα παραβαίνειν. μηδὲ ἵνα ἕτερον φυλάξῃς νόμον ἢ ἔθος ἕτερον παραβαίνειν. εἶτα ὅτι ἄλ‐ λοι ἦσαν οἱ ὑπὲρ τῆς πόλεως ἀγωνιζόμενοι, εἶτα αὐτὸς οὐδὲν μέγα παρασχεῖν εἶχες τῇ πατρίδι πολλῶν ὄντων τῶν
10ἀμυνομένων ὑπὲρ αὐτῆς, καὶ εἰ μάλιστα ἔδει ἀναχωρῆσαι τοῦ ἀγῶνος, ἀνακοινώσασθαι προςελθεῖν ἔδει τοῦ ἀγῶ‐ νος τοῖς κυρίοις, ἐν οἷς καὶ ἠθοποιΐα ὑπὸ τοῦ ἀριστέως πεπλασμένη, ὅτι ἐγὼ μὲν ἠβουλόμην τιμωρηθῆναι παρ’ ὑμῶν. ἐπεὶ δὲ ἡ πατρὶς κινδυνεύει, συγχωρήσατε καὶ δεη‐
15θῆναι ὡς ἔνι μάλιστα τῶν ἑλλανοδικῶν, καὶ τὰ τοιαῦτα. οὐδὲν ποιήσας τούτων, οὐδὲν ἐάσας ἀναχωρῆσαι τοῦ πα‐ ραβῆναι τὸν νόμον πρόνοιαν οὐδεμίαν πεποίησαι, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις ὡς ἀνθυποφορὰν πί‐ πτουσαν ἐκ τοῦ εἰπεῖν, ἔδει ἀνακοινώσασθαι, ἀλλ’ ὁ και‐
20ρὸς οὐκ ἐνεδίδου, φησί. ΛΥσεις τῷ εὐχερεῖ· ὅτι ῥᾷον ἦν προςελθεῖν εἰπεῖν, καὶ οὐδεμία ἐκ τούτου ἀναβολὴ ἦν, ἢ χρόνος τις ἐνεγίγνετο. οὐδ’ οὕτως ἦν ὁ πόλεμος ὀξὺς, ὥστε σχεῖν πέρας σοῦ προϊόντος, καὶ τὰ τοιαῦτα. ΕΠί‐ λογοι συμβουλευτικοὶ τοῦ φυλάττειν τὰ πάτρια.
24
25ΝΟΜΟΣ ΤΟΝ ΑΝαλώσαντα τὰ πατρῷα κωλύεσθαι
λέγειν.
27aὉ νεανίσκος φιλόπολις καὶ εὔνους καὶ φιλότιμος· συνέζευκται
28aδὲ τῷ πλάσματι ἀντίληψις.
29Ἡ κατάστασις ἔχει τὴν τοῦ πατρὸς ἀγωγὴν, τὴν
30πρὸς τὴν πόλιν εὔνοιαν αὐτοῦ, τὴν συμβουλὴν, τὴν ὑπὲρ τῆς πόλεως, καὶ ἄλλα ὅσα δημοτικά. εἶτα τὴν πολιτείαν
αὐτοῦ, καὶ τὸ μικρὸν πᾶν ἡγεῖσθαι τὸ εἰς τὴν πατρίδα356

8

.

357

γιγνόμενον. ἐν οἷς καὶ γνῶμαι, ὅτι πάντα ὑπὲρ τῆς πατρίδος ποιεῖν. εἴτε τὸ μέχρι πάντων τῶν χρημάτων καὶ τῆς οὐσίας ἐλθεῖν· ἐν οἷς καὶ ἀναφώνησις, καὶ τὸ ἀποδύρεσθαι ἔχει καιρὸν, ὅτι μὴ πλείονα ἐκέκτητο, ὥστε
5εἰς τὴν ἐνεγκαμένην ἀναλῶσαι, καὶ τὰ τοιαῦτα. ΑΛΛ’ ἀναλώσας, φησὶ, τὰ πατρῷα, καὶ κωλύουσί σε λέγειν οἱ νόμοι. Ἡ Λύσις ἐκ τῆς διανοίας, ἢ οἱ νόμοι κωλύουσι τοὺς εἰς ἀσέλγειαν καὶ μέθην καὶ ἀσωτείαν καὶ κώ‐ μους καὶ ἑταίρας ἀναλώσαντας, καὶ συμπόσια κροτήσαν‐
10τας. εἰ μὲν οὖν ἕν τι τούτων πεποίηκα, σαφῶς εἰπὲ, ποία μέθη, πότε διεφθάρην τὸν λογισμὸν, ποία τὴν οὐσίαν ἑταίρα διέφθειρε. ταῦτ’ εἰπὲ, ταῦτα καιρὸν κα‐ τηγορίας ἔχει τὸν κάλλιστον. ὑπὸ τούτων αὐτὸς οὐ μό‐ νον ἀπαλλαγῆναι τῆς πολιτείας, ἀλλὰ καὶ δοῦναι δίκην
15προῄρημαι, καὶ ὅσα τοιαῦτα. ὥστε τοὺς μὲν ἀφεὶς ἴσθι παρ’ ἡμῶν, ὅτι τὸν ὑπὸ τῆς πόλεως τῷ πλούτῳ χρησά‐ μενον οὐκ ἀπείργει τῆς πολιτείας τὰ πράγματα. οὐδὲ τοιαύτην τοῖς εὔνοις ἀποδίδωσιν ἀμοιβήν· οὐδὲ ὥσπερ ἀδίκους τοὺς φιλοτιμησαμένους ἀμύνεται, καὶ ὅσα τοι‐
20αῦτα. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν τοιάνδε. ἀλλ’ ἔδει, φησὶ, τῇ φιλοτιμίᾳ μεμετρημένως χρήσασθαι. Λύσεις τῷ λέγειν οὐδὲ ταῦτα τῆς πατρίδος ἄξια. ΕΙτα ἀντιληπτικῇ, ὅτι ἔξεστιν εἰς τὴν ἑαυτοῦ τινα ἀναλίσκειν ὅσα καὶ βούλεται· ἣν κατασκευάσεις ὡς ἀντίληψιν. ἀλλ’
25εἰκός σε πενόμενον ἐν τῇ πολιτείᾳ κακουργεῖν. ΛΥσεις ὁμοίως στοχαστικῶς τοῖς ἐγχωροῦσι τοῦ στοχασμοῦ κεφα‐ λαίοις. οἷον βουλήσει καὶ δυνάμει καὶ τοῖς τοιούτοις· ἢ μᾶλλον καθαρῶς καὶ ἀδωροδοκήτως πολιτεύσομαι, ὅσῳ καὶ δόξης ἕνεκα τοῦτο πεποίηκα, καὶ προκρίνω δόξαν
30χρημάτων. οὐ γὰρ δὴ κατεφρόνησα μὲν τῶν πατρῴων,357

8

.

358

ἵνα εὐδοξήσω. ᾑρούμην δὲ τὰ μὴ προςήκοντα λαμβά‐ νειν, ἵνα καὶ τὴν ὑπάρχουσαν δόξαν ἀπολέσω, καὶ ὅσα τοιαῦτα. εὑρήσεις δὲ ἐκ τούτων αὐτῶν πλείονα σπᾶσαι ἐπιχειρήματα, καὶ ἐκ τῶν στοχαστικῶν ἀφορμῶν. ΕΠί‐
5λογος ἔχει προτροπὴν καὶ πρὸς τοὺς ἄλλους, ὥστε πάντα τῆς πατρίδος νομίζειν καὶ τὰ ἴδια, καὶ τὰ δημόσια, καὶ τὸ ἀπὸ τοῦ βήματος ἔσται μοι πολιτείας ἑτέρας ἀφορ‐ μή· προςθήσω γὰρ τῷ νόμῳ μὴ λέγειν τοὺς τὴν πατρῴ‐ αν οὐσίαν καταναλώσαντας. πλὴν εἰ μὴ τῇ πόλει ταύ‐
10της ἐξέστησαν, καὶ τὰ τοιαῦτα. ὥστε φανερὸν εἶναι τὸν νόμον, ὁ λόγος καὶ μὴ τοῖς συκοφάνταις ἀφορμὴν εἶναι κατηγορίας τὰ γράμματα, καὶ ὅσα τοιαῦτα. εἶτα, ὅτι ἐπιτρέψατε οὖν, ἀπόδοτέ μοι τὴν πολιτείαν, ἐμαυτὸν ζη‐ λώσω πάλιν, ὑπὲρ τῆς πολιτείας πᾶσαν ἀφήσω φωνήν·
15φιλεῖ τὴν πόλιν ταύτην νομίζειν εἶναι τὰ σφέτερα. καὶ ὅτι καθαρῶς πολιτεύσομαι, σώσω τὸ πρόςφορον σχῆμα τοῖς φράσασι, καὶ τὰ τοιαῦτα.
17 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἰστέον ὅτι ὁ κατήγορος μετὰ τὸ συμπλέκεσθαι τῷ
20ζητήματι τὴν ἀντίληψιν καὶ ὑποτρέχοντα ἔχει τὸν στο‐ χασμόν· ἐρεῖ γὰρ ὅτι πρόσχημά ἐστιν ἡ πολιτεία, ἀνά‐ λωκε δὲ τὰ πατρῷα, εἰς ἃ ἀνάλωσε. κατ’ ἔμφασιν γὰρ ὃ προῄρηται σημαίνει. προάξει δὲ τὴν κατάστασιν τοῦ‐ τον τὸν τρόπον. οὗτος γὰρ, ὦ ἄνδρες πολῖται, πλούσιος
25καὶ πολυκτήμων, ἄνωθεν ἐκ προγόνων γενόμενος, καὶ358

8

.

359

πάντας ὑπηρέτας τοὺς πώποτε μετὰ τὴν πρώτην ἀγω‐ γὴν, ἢ ὅπως διήγαγεν οὐκ ἐρῶ, ἵνα μὴ τῆς παρούσης προςηγορίας δόξω πολυπραγμονεῖν ἔξωθεν ἕτερα. πλὴν προςελθὼν τῷ βήματι, καὶ πρὸ πάντων ὑπαναγινώσκω
5τῷ δήμῳ τοὺς νόμους εἰδὼς, ἐπιστάμενος τίνας λέγειν οἱ νόμοι κωλύουσι, καὶ πολλοὺς πολλάκις εἰδὼς ἀποκλει‐ σθέντας τοῦ βήματος, μίαν ἢ δευτέραν ποιησάμενος εἰς τὴν πόλιν χρημάτων καταβολὴν, ὥσπερ τις κλέπτης τῶν οἰκείων γενόμενος ἅπαν τὸ λεῖπον τῇ πόλει λελόγισται·
10καὶ νῦν τὸν νόμον εἰδὼς, καὶ θᾶττον ἐκ τῆς αὐτοῦ προ‐ πετείας ὑπεύθυνος τῷ νόμῳ γενόμενος, λέγειν ἀπαγο‐ ρεύειν προῄρηται, καὶ ὅσα τοιαῦτα. ΕΙτα θήσεις ἀντί‐ θεσιν ἐκ τῆς διανοίας τοῦ νόμου. ἀλλὰ τὸν εἰς ἀσω‐ τείας, φησὶν, ἀναλώσαντα λέγειν ὁ νόμος κεκώλυκεν· τὸν
15δὲ πρὸς τὴν πόλιν φιλοτιμησάμενον οὐκ ἀπείργει τοῦ βή‐ ματος. Ἡ Λύσις ἀπὸ τοῦ ῥητοῦ, ὅτι τοιοῦτον οὐδὲ ὁ νομοθέτης διῄρηκεν, οὐδὲ τὸν μὲν ἀπεδέξατο, τὸν δὲ τῆς πολιτείας κεκώλυκεν. ἀλλὰ καθόλου εἶπε τὸν τὴν πα‐ τρῴαν οὐσίαν φυλάξαι μὴ δυνηθέντα καὶ τοῦ λέγειν ἐκ‐
20βάλλεσθαι. εἶτα ἐπάγεις διάνοιαν κατασκευάζουσαν τὸ ῥητόν· καὶ τοῦτο πεποίηκεν εἰκότως. ἐπειδὴ γὰρ ὁ τὴν ἰδίαν οὐσίαν φυλάξαι μὴ δυνηθεὶς, οὗτος τῶν ἀλλο‐ τρίων γενέσθαι κηδεμὼν οὐ δυνήσεται, ἀπείργεσθαι τῆς ἐκκλησίας τοὺς τῆς πατρῴας οὐσίας ἐκστάντας ἐκέλευσεν,
25ἵνα μὴ καὶ τῇ πολιτείᾳ κακῶς, ὥσπερ καὶ τοῖς σφετέ‐ ροις χρήσωνται χρήμασι. νῦν δὲ, ὅπου μὴ μεμετρημένως, μὴ πεφεισμένως περὶ τῶν οἰκείων βεβούλευσαι, πῶς βου‐ λήσῃ ποτὲ περὶ τῶν πολιτικῶν ὀρθὸν ἢ μεμετρητὶ βου‐ λεύσασθαι; Μετὰ ταῦτα θήσεις ἀντιληπτικὴν ἀντίθε‐
30σιν· οἷον ἔξεστί μοι, φησί. ΛΥσεις τῇ μεταλήψει· οὐχ
οὕτως ἔδει ἀναλῶσαι ὡς ἑαυτὸν γενέσθαι πένητα καὶ359

8

.

360

τῷ νόμῳ τυγχάνειν ὑπεύθυνον, καὶ ὅσα λυτικά ἐστι τῆς ἀντιλήψεως ἐρεῖς. πολλάκις δὲ τὰς ταύτης λύσεις ἐν πολ‐ λοῖς ἐπεξῆλθον ζητήμασι. μετ’ αὐτὴν θήσεις ἀντιστα‐ τικὴν ἑτέραν ἀντίθεσιν. ἀλλὰ πάντα, φησὶν, ὑπὲρ τῆς
5πατρίδος ἀνάλωσα. καὶ ἄξιός εἰμι πολιτεύεσθαι· καὶ πῶς ὑπὲρ τῆς πατρίδος, ὅπου πρὸ πάντων τοὺς ταύτης παρέβης νόμους; καὶ πῶς ἄξιος εἶ πολιτεύεσθαι νόμους παραβὰς, καὶ πένης γενόμενος; εἶτα γνωμικῶς ἀποδει‐ κνύεις, ὅτι ἡ πενία πολλὰ ἀναγκάζει ποιεῖν καὶ αἰσχρὰ,
10καὶ τὸν πενόμενον οὐχ οἷόν τε μὴ αἰσχροῖς τισιν ἐπιχει‐ ρεῖν πράγμασιν ὑπὸ τοῦ τῶν ἀναγκαίων πόρον εὑρεῖν. καὶ ὅτι ἂν μὴ βούληται τολμῆσαι, αὐτὴ ἀναγκάζει αὐ‐ τὸν ἐγχειρῆσαι ἡ πενία καὶ νόμον ἀσύμφορον εἰςενεγκεῖν, καὶ γραψάμενον χρημάτων ἀφεῖναι τὸν ἁμαρτήσαντα,
15καὶ ὅσα τοιαῦτα· εἶτα ὅτι διὰ τοῦτο οὖν, ὅτι πένης ἐγέ‐ νετο, προςῆκον αὐτῷ μὴ πολιτεύεσθαι, καὶ τὰ τοιαῦτα. ΕΠίλογος ἐσχηματισμένος καταδρομὴν ἔχων καὶ τῶν χρη‐ μάτων ἐξέτασιν, καὶ λογισμὸς ἁπάσης αὐτοῦ φιλοτιμίας, δι’ ὧν ἐπιδείξεις τοῖς ἀκούουσιν, ὅτι οὐχ ὑπὸ τῆς πόλεως,
20οὐδ’ εἰς τὴν πόλιν ἀνάλωσε τὰ χρήματα, ἀλλ’ εἰς αἰσχρὰς χρείας· καὶ ὅτι προςῆκον κωλύειν, ἵνα μὴ πρόσχημα γένηται ἡ πολιτεία τῆς αὐτῆς ἀσωτείας, ὅτι φυλάττειν τοὺς νόμους, καὶ τὰ τοιαῦτα.
23
24aΟἱ Μεγαρεῖς χειμῶνι χρησάμενοι κατήχθησαν εἰς τὸν λι‐
25aμένα τοῦ Πειραιῶς, καὶ ὑπάγονται ψηφίσματι.
26 Τινὲς συγγνώμην εἶναι βούλονται, ὡς ἀκόντων αὐ‐ τῶν καταχθέντων· τινὲς δὲ ῥητὸν καὶ διάνοιαν, ὅτι βέλ‐ τιστον· τῷ ῥητῷ γὰρ καὶ τῇ διανοίᾳ συμπλέκεται καὶ ἡ μετάστασις· καὶ γὰρ παραβέβασται τὸ ψήφισμα, καὶ
30τῷ ῥητῷ χρῆται ὁ κατήγορος· τῇ δὲ διανοίᾳ οἱ φεύγον‐360

8

.

361

τες· ἔστιν οὖν ἡ κατάστασις τὴν ἔχθραν ἔχουσα τὴν Μεγαρέων καὶ τὰ ἁμαρτήματα τὰ εἰς Ἐλευσῖνα· ἔτε‐ μον γὰρ τὴν ὀργάδα· εἶτα τὸ Περικλέους ψήφισμα. καὶ ὅτι ἐπείσθη ὁ δῆμος, εἰδὼς ὅτι ὑπὸ τῶν Ἐλευσίνων δεῖ
5τιμωρεῖσθαι Μεγαρέας· εἶτα, ὅτι πλέοντες εἰς τὸν Πει‐ ραιέα κατήχθησαν, καὶ τὰ τοιαῦτα· εἶτα θήσεις τὴν τοῦ ῥητοῦ διάνοιαν ἐξ ἀντιθέσεως. ΑΛΛ’ ἄκοντες, φησὶ, κατήχθημεν. Ἡ Λύσις ἀπὸ τοῦ ῥητοῦ. ὡς καὶ ἐπὶ τῶν ἑτέρων ζητημάτων, ᾗ ὁ νόμος εἶπεν, εἴτε ἑκόντα, εἴτε
10ἄκοντα, ἁπλῶς μὴ μετασχεῖν τῆς Ἀττικῆς· ἐν οἷς προς‐ πλάσεις καὶ ἀποστροφὰς πρὸς τὸν Περικλέα. καὶ περὶ τῶν ἐν Ἐλευσῖνι γιγνομένων, καὶ ὅσα τοιαῦτα. ὅτι διὰ ταῦτα οὐδεμίαν ὑποδιαίρεσιν ἔχει τὸ ψήφισμα. ἀλλὰ κα‐ θόλου καὶ διαῤῥήδην μὴ μετέχειν Μεγαρέας τῆς Ἀττι‐
15κῆς. ΜΕτὰ ταῦτα ἐλεύσῃ ἐπὶ τὴν μετάστασιν· ἀλλ’ ὁ χειμὼν, φησὶν, αἴτιος. Ἡ Λύσις, ὅτι καὶ ἀντισχεῖν ἔδει καὶ μὴ λῦσαι τὸ ψήφισμα, καὶ ἀντιβῆναι τῷ πνεύματι. καὶ εἰ οἷόν τε κινδυνεῦσαι, ἵνα μὴ μετὰ ταῦτα κινδυνεύ‐ σητε. ἐπὶ μὲν γὰρ τῆς θαλάσσης εἰκὸς ἦν καὶ σωθῆναι.
20ἐπὶ δὲ τῆς Ἀττικῆς ἀναγκαῖον τὸ δοῦναι τὴν τιμωρίαν, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα ὁ ἐπίλογος.
21
ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ ΟΙ Μεγαρεῖς. Ἡ κατάστασις τῶν ἐν βαρύτητι, καὶ ὅτι Περικλῆς ἄγει καὶ φέρει, καὶ δι’ ἰδίαν [καὶ] ἔχθραν, οὐχὶ διὰ τὴν
25ὀργάδα κατ’ αὐτῶν ἔγραψε τὸ ψήφισμα. τοῦτο δὲ πε‐ φεισμένως ποιοῦσι· μεγίστης γὰρ οὔσης τῆς Περικλέους δόξης, καὶ κρινομένων αὐτῶν Ἀθήνησιν ἀμεθόδευτον εἰς ἔχθραν ἐκκαλέσασθαι τὸν Περικλέα. καταβοήσει δὲ πολ‐ λὰ καὶ τῆς τύχης, καὶ ἐν τῇ καταστάσει καὶ ἐν τοῖς προ‐
30οιμίοις, καὶ ὅτι οὐ μόνον τοιοῦτον κατ’ αὐτῶν κυρωθῆ‐
ναι πεποίηκε ψήφισμα, ἀλλὰ καὶ κατὰ θάλατταν δυςτυ‐361

8

.

362

χήσαντας καταχθῆναι εἰς τὴν Ἀττικήν. Ἀλλὰ παρέβης, φησὶ, τὸ ψήφισμα, καὶ τιμωρίᾳ ὑπάρχεις ὑπεύθυνος. Ἡ Λύσις ὁρικῶς· ὅτι οὐ παρέβην, πρώτοις ἐπιχειρήμασι χρησάμενος τοῖς ἀπὸ τῆς διανοίας. ὅτι τὸ ψήφισμα ἔχει
5τοὺς ἑκόντας καὶ μετ’ ἐξουσίας καταίροντας, οὐ τοὺς ὑπὸ βίας χειμῶνος καὶ πνευμάτων ἐκβαλλομένους· ἐν οἷς διαθήσεις τὸν χειμῶνα καὶ τὴν ἀνάγκην, καὶ πλάσεις ἠθοποιΐας ἐχούσας τὸν φόβον καὶ τὸν κίνδυνον. καὶ πα‐ ραθήσεις ἀμφοτέροις καὶ ἀμφότερα χαλεπὰ δείξεις. εἶτα
10ἑξῆς ὅτι ἀναγκασθέντες καὶ εἴσω τοῦ χειμῶνος γενόμενοι ἐνενοήσαμεν τὴν Ἀθηναίων φιλανθρωπίαν, καὶ τὸν τοῦ ἐλέους βωμὸν, καὶ ὅσα τοιαῦτα. ΕΙΤα μεταληπτικὴ ἀν‐ τίθεσις· ἀλλ’ ἔδει, φησὶ, καὶ κινδυνεῦσαι. Ἡ λύσις, ὅτι μείζων ἦν ὁ χειμὼν καὶ ἀντεχόμενος ὡς ἔνι μάλιστα. καὶ ὑπὸ
15τοῦ πνεύματος ἐνικήθημεν, καὶ ὅσα τοιαῦτα τοῦ κύμα‐ τος ἐγειρομένου, τοῦ κλύδωνος μὴ συγχωροῦντος διεκπε‐ ραιωθῆναι τοῖς σκάφεσι, καὶ τὰ τοιαῦτα. Μετὰ ταῦτα ὁ ἐπίλογος.
18
ΑΝΤΙΝΟΜΙΚΑΙ.
20ΝΟΜΟΣ ΤΟΝ ΒΙΑΣΑΜΕΝΟΝ Κόρην διδόναι χι‐ λίας· καὶ νόμος αἰτίας θανάτου δίδοσθαι δίκας.
22aΚόρην τις πατέρα χειραγωγοῦσαν τυφλὸν ἐβιάσατο· ἠνέχθη
23aκατὰ κρημνῶν ὁ πατήρ· καὶ βούλεται μὲν διδόναι χιλίας ὁ βιασά‐
24aμενος· ἡ δὲ κόρη ὑπάγει αὐτὸν τῷ τῆς αἰτίας θανάτου νόμῳ.
25 Πάλιν κατὰ τὴν αὐτὴν μέθοδον καὶ κατὰ τὴν ἀν‐ τινομίαν τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις διαιρήσομεν· μία γὰρ ἡ τομὴ τῶν νομικῶν στάσεων κατὰ τὴν ἐμπίπτου‐ σαν στάσιν δέχεσθαι τὴν διαίρεσιν. ὥσπερ καὶ ἐπὶ τοῦ
προκειμένου ζητήματος· μετὰ γὰρ τὰς δύο προτάσεις τὰς362

8

.

363

νομικὰς, τήν τε ἀπὸ τοῦ νόμου καὶ τῆς διανοίας, τοῦ ἑτέρου νόμου ἐπὶ τὴν ἐμπίπτουσαν στάσιν· ὥσπερ γὰρ διπλῆν ῥητὸν καὶ διάνοιαν τὰς πρώτας νομικὰς ζητήσεις κατασκευάσομεν· εἶθ’ οὕτως ἐπὶ τὴν ἐμπίπτουσαν στά‐
5σιν μετελευσόμεθα· ζητήσεις τοιγαροῦν τὰς δύο προ‐ τάσεις· καὶ κατασκευάσαντες ἐπὶ τὴν οἰκείαν τῷ προ‐ βλήματι στάσιν μετελευσόμεθα. ζητήσεις τοιγαροῦν τὰς δύο πρώτας προτάσεις· καὶ κατασκευάσαντες ἐπὶ τὴν οἰκείαν τῷ προβλήματι μετελευσόμεθα ζήτησιν, ἥ τις
10ἐμπίπτουσα κατὰ συγγνώμην εὑρίσκεται. βία γὰρ καὶ πρόφασις ἐρωτικὴ τὸ γινόμενον, διὸ καὶ τοιαύτη τις ἄνω‐ θεν ἡ διαίρεσις προφανήσεται. ΠΡώτη ἀντίθεσις· ἀλλ’ αἴτιος εἶ, φησὶ, θανάτου, πηροῦ τὴν χειραγωγὸν ὑφε‐ λόμενος. ΛΥσεις ὁρικῶς λέγων, ὅτι ἔστι τὸ αἴτιον εἶ‐
15ναι θανάτου· οἷον, τὸ εἶναι τὸ φάρμακον, τὸ ξίφει παρασχεῖν, ἐμπρῆσαι οἰκίαν, βόθρον ὀρύξαι, καὶ ὅσα τοιαῦτα. εἶτα μετὰ τὸ ὁρικῶς λῦσαι θήσεις ταῦτα τὰ ἀπὸ τῆς διανοίας τοῦ νόμου· ὅτι εἰ μὲν ἐχθρὸς ὢν ὑφει‐ λόμην, αἴτιος εἰκότως τοῦ θανάτου γεγένημαι. εἰ δὲ μία
20μοι πρὸς τὸν πονηρὸν οὐδὲ πώποτε διαφορὰ γέγονεν, οὐχ ὕβρις, οὐ πρᾶξις, οὐ χρήματα, οὐ κοινὸν οὐδὲν, οὐ λύ‐ πη τις, οὐ πόλεμος, ἄνθ’ ὅτου καὶ τὴν τοιαύτην ἐγὼ καταφορὰν ἐπεχείρησα· ἔπειτα οὐδὲ κέρδος ἐμοὶ τὸ τε‐ λευτῆσαι τὸν πηρὸν ἐγένετο. τοὐναντίον δὲ βλάβη,
25τὸ λυπεῖσθαι τὴν κόρην, τὸ νομίζειν τοῦ γένους πο‐ λέμιον, τὸ τοῦ θανάτου δοκεῖν τῷ πατρὶ παρεσχηκέ‐ ναι τὴν πρόφασιν, ὥστε ἐξ ἁπάντων ἐγὼ τῆς τοιαύτης αἰτίας ἀνεύθυνος· αὐτὸς δὲ τῆς τοιαύτης αὐτῷ συμφο‐ ρᾶς συναίτιος, μὴ μείνας, μὴ χειραγωγὸν ἐπικαλέσας
30ἕτερον, μή τινος τῶν παριόντων λαβόμενος, ἀλλ’ ὁρμή‐363

8

.

364

σας πρὸς δρόμον, καὶ τῆς αὐτοῦ σωτηρίας μὴ φεισάμε‐ νος, μὴ τὴν ἀπειρίαν τῆς ὁδοῦ φυλαξάμενος, μὴ ταύτην ἐννοήσας τὴν συμφορὰν, μὴ προσκεψάμενος, ὡς καὶ βό‐ θρῳ περιπεσεῖταί τινι ὡς ἔτυχε πορευόμενος· εἶτα ἐπὶ
5τούτοις ἐρεῖς· καὶ ζῶν ἂν ὠφέλησε τὸν βιασάμενον· ἔπαυσε γὰρ μὴ χαλεπαίνειν οὕτω κατὰ τοῦ βιασαμένου τὴν κόρην, χειραγωγὸν σχήσειν ἐλπίσας, καὶ δεύτερον ὑπηρέτην, σωτήριον, ἡγεμόνα, κατ’ οὐδὲν τῆς κόρης λειπόμενον, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν ἀπὸ τοῦ νόμου
10πρότασιν θήσεις δευτέραν ἀντίθεσιν· ἀπὸ τῆς διανοίας τοῦ ἑτέρου νόμου. ἀλλ’ οὐ ταῖς χειραγωγούσαις πατέρα τυφλὸν διδόναι τὰς χιλίας τοῖς βιασαμένοις ὁ νόμος προς‐ τέθεικε. Ἡ Λύσις ἀπ’ αὐτοῦ τοῦ νόμου· εἰ τὰς βιασθεί‐ σας ἁπλῶς λαμβάνειν χιλίας ὁ νόμος ἐκέλευσε καὶ διαφο‐
15ρὰν οὐδεμίαν ἐν τῷ νόμῳ παρέθηκεν. εἰ γάρ τι παρα‐ τηρεῖσθαι τοιοῦτον ἐκέλευσεν, οὐδὲν ἦν ἐμποδὼν προς‐ θεῖναι τῷ γράμματι. πλὴν εἰ μή τις χειραγωγοίη πατέ‐ ρα τυφλόν· νῦν δὲ τὸ καθόλου κεῖσθαι τὸν νόμον οὐ‐ δεμίαν τοιαύτην διαφορὰν τῷ γράμματι προςέθηκεν, καὶ
20ὑπαναγνώσεις τὸν νόμον, καὶ κατὰ μέρος ἐξετάσεις, μη‐ δὲν τοιοῦτον τὸν νομοθέτην κεκελευκέναι σαφῶς, ἀλλ’ εἶναι κομψείαν ἄλλως τῆς κόρης τὰ ῥήματα. ἰστέον δὲ ὅτι ἐν πάσαις ταῖς ἀντινομικαῖς ἰσχυρὸν καὶ ἀναγκαῖόν ἐστιν ἐπιχείρημα, τὸ λέγειν ὅτι τοῦτον φυλάξαντες τὸν
25νόμον κἀκεῖνον φυλάξομεν, καὶ δεῖ τοῦτο τιθέναι τὸ ἐπι‐ χείρημα. εἶτα τοῦτον κατασκευάζων τὸν νόμον, καὶ τὸν νομοθέτην ἐγκωμιάζων ἐπὶ τῷ γράμματι, ἐπὶ τὴν συγ‐ γνώμην σαφῶς εἰςβάλλεις, λέγων μηδὲν τοιοῦτον διειρη‐ κέναι τὸν νόμον. ἔδει γὰρ τοὺς βιαζομένους τῷ ἔρωτι
30δουλεύοντας, καὶ μηδὲν τῶν κατὰ φύσιν βουλεύοντας,364

8

.

365

ἀλλ’ ἁπλῶς ἐξεστηκότας τῷ πάθει, καὶ τῶν μὲν ἄλλων ἀπροόπτους τυγχάνοντας, πάντα δὲ δρᾶσαι καὶ παθεῖν ἀναπειθομένους ὑπ’ ἔρωτος, εἶτα τὴν συγγνώμην πλα‐ τύνας, ὡς ἔνι μάλιστα ἀποστροφαῖς τε καὶ ποικίλοις ἐπι‐
5χειρήμασι· πῆ μὲν φυσιολογεῖν περὶ τοῦ πάθους, πῆ δὲ τὸν λόγον ἀποστρέφειν πρὸς τὴν κόρην. Εἶτα ἑτέραν θήσεις ἀντίθεσιν, τὴν ὅτι ἔδει προςελθεῖν τῷ πατρὶ με‐ ταληπτικήν. Εἶτα λύσεις πάλιν τῇ συγγνώμῃ, ὅτι θεα‐ σάμενος ὥρμησα, κατασχεῖν τῆς ἐπιθυμίας οὐκ ἴσχυ‐
10σα, βουλεύσασθαί τι τῶν χρησίμων οὐ δεδύνημαι· εἰ δὲ μή τις οὐκ ἂν προςελθὼν ἐδεήθη τοῦ πατρὸς, καὶ τὸ πάθος καθωμολόγησε, καὶ τὸν ἔρωτα κατεμήνυσε. νῦν δὲ πολὺς χορεύσας, καθ’ ἡμῶν τῶν συμφερόντων οὐδὲν συνεχώρησεν. ἔπειτα ὅτι ἄδηλον ἦν εἰ προςελθὼν ἂν
15ἠδυνήθην τυχεῖν, καὶ τὰ τοιαῦτα. Εἶτα θήσεις τοὺς ἐπι‐ λόγους, ἐρωτικῶς τὴν πᾶσαν ἔχοντας διατύπωσιν καὶ παραμυθίαν τῆς τοῦ πατρὸς συμφορᾶς, καὶ γάμου ἐ‐ παγγελίαν, καὶ ὁμονοίας ὑπόσχεσιν, καὶ βίων καὶ τῶν τοιούτων κατάστασιν χρηστὴν, καὶ τὰ τοιαῦτα.
19
20ΤΗι ΕΠΙΚΛΗΡΩι ΕΠΙΔΙΚΑΖΕΣΘΑΙ ΤΟΝ
ΑΓΧΙΣΤΕ
Α.
22aΠλέων τις μετὰ θυγατρὸς ὑπὸ λῃσταῖς ἐγένετο· μετὰ ταῦτα
23aἔπεμψεν εἰς τὴν ἑαυτοῦ, ἐπαγγελλόμενος δώσειν τὴν θυγατέρα πρὸς
24aγάμον τῷ λυτρωσαμένῳ· πλεύσας τις ἐπὶ τὴν λύτρωσιν τὸν μὲν
25aκατέλαβε τετελευτηκότα, τὴν δὲ λυτρωσάμενος ἐπανήγαγεν. ἀμ‐
26aφισβητεῖ τις τῶν ἀγχιστέων τῷ γάμῳ αὐτῆς, καὶ ἀντιλέγει ὁ λυ‐
27aτρωσάμενος.
28Τὴν ἀντινομίαν ἐργάσῃ ἐν τοῖς πρώτοις κεφαλαίοις,
ὥσπερ διπλῆν ῥητὸν καὶ διάνοιαν. ῥητοῦ γὰρ ἀντιτεθέν‐365

8

.

366

τος, λύσεις τῇ διανοίᾳ. εἶτα ἀντίθεσιν θεὶς ἐκ τῆς δια‐ νοίας τοῦ οἰκείου ῥητοῦ λύσεις αὐτῷ τῷ ῥητῷ. εἶτα μετὰ ταῦτα τῇ συνεμπιπτούσῃ στάσει χρήσῃ πρὸς τὴν διαίρε‐ σιν· ὥσπερ ἐνταῦθά ἐστι συνεζευγμένη πραγματική. τίς
5γὰρ μᾶλλον ὀφείλει λαβεῖν, ἐστὶ τὸ ζητούμενον, πότερον ὁ ἀγχιστεὺς ἢ ὁ λυτρωσάμενος. Ἡ κατάστασις ἀπὸ γνώ‐ μης ἐστὶ τοῦ πατρός· ὅτι εἰδὼς ὅπως εἰμὶ εὔνους αὐτῷ ἐγὼ, ἐκήρυξε τῷ λυτρωσαμένῳ δώσειν· τὴν γὰρ γνώμην ἐρεῖς. τίνος ἕνεκα ὁ πατὴρ περὶ τῶν λύτρων οὐκ ἐδή‐
10λωσεν· ἢ οὕτως· ἔχει δὲ ἡ κατάστασις τοῦ λυτρωσαμέ‐ νου τὴν σπουδὴν τὴν ἄνωθεν, καὶ τὴν πρὸς τὸν πατέρα τῆς κόρης διάθεσιν· ταύτην γὰρ δίδωσιν αὐτῷ τὴν ποιό‐ τητα τὸ τὴν κόρην λυτρώσασθαι. διὸ καὶ τὴν ἄνωθεν πρὸς αὐτὸν φιλίαν ἐρεῖς, καὶ τὴν λανθάνουσαν πρὸς
15τὴν κόρην διάθεσιν· εἶτα τὴν ἀποδημίαν μετ’ αὐτῆς τοῦ πατρὸς, καὶ τὴν ὑπὸ τοῖς λῃσταῖς ἅλωσιν· εἶτα τὴν πρὸς τὴν λύσιν τοῦ πατρὸς προτροπὴν καὶ τὴν ἐπαγγελίαν τοῦ γάμου. ἐν οἷς καὶ πλάσεις, καὶ ἠθοποιΐαι ἐρωτικαὶ, καὶ τὰ τοιαῦτα. εἶτα ἐρεῖς, ὅτι ἐπεδήμησα καταφρονή‐
20σας τοῦ μισθοῦ· εἶτα τεθνηκότα τὸν πατέρα εὗρον· ἐν οἷς καὶ πάθη κινήσεις τινά· εἶτα ὅτι ἐλυτρωσάμην τὴν κόρην, ἐν ᾗ καὶ ἠθοποιΐαι πρὸς τοὺς λῃστὰς προτρεπτικαὶ τοῦ ἀφεῖναι τὴν κόρην. εἶτα ὅτι ἐπανήγαγον, καὶ λαβὼν ἀπὸ τῶν λῃστῶν ἔχω παρ’ ἐμαυτῷ καὶ γαμῆσαι κωλύομαι.
25ΜΕτὰ τὴν κατάστασιν θήσεις τὰς τῆς ἀντινομίας χα‐ ρακτηριστικὰς πρώτας ἀντιθέσεις. τουτέστιν αὐτὴν ἀν‐ τινομίαν· οἷον, ἀλλ’ ὁ νόμος, φησὶ, τοὺς ἐπικλήρους τοῖς ἀγχιστεῦσι παρέχεται. Ἡ Λύσις ὁμοίως, ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ, καὶ παντὶ ἁπλῶς ἐξ ἀντιθέσεως εὑ‐
30ρισκομένῳ ῥητῷ τῇ διανοίᾳ. οἷον, κατὰ συνδρομὴν πρῶ‐
τόν φημι καὶ αὐτός. ἀλλ’ ἂν μὴ προκαταβληθείσης366

8

.

367

εὐεργεσίας ὁ γάμος ἀμοιβὴ τυγχάνῃ, μηδὲ ὑπὸ τῶν λῃ‐ στῶν τις αὐτὴν ἀφέληται. εἶτα κατασκευάσεις ταύτην τὴν διάνοιαν διὰ ποικίλων καὶ διαφόρων ἐπιχειρημάτων συστατικῶν τῆς διανοίας, τῷ λέγειν, εἰ δὲ ἐχθρὸς ἦν ὁ
5ἀγχιστεὺς, εἰ δὲ πλείονα εὐεργετήσας ἕτερα, εἰ δὲ καμὼν εἰς τὴν κόρην, εἰ δὲ κινδύνοις αὑτὸν παραβαλών, ὥσπερ ἐγὼ, εἰ δὲ καθάπερ ὠνησάμενός τις· ἧς ἄρα καὶ τοῦτον διὰ τὸν ἀγχιστέα ὁ νόμος ἀποστερεῖ οὐδαμῶς, ἀλλὰ δῆλον ὅτι τῷ ἀγχιστεῖ δίδωσιν. ἂν μηδὲν ἕτερον ᾖ τοῦ‐
10τον ἀντιβαίνων τὸν νόμον. ΕΙτα θήσεις ἐξ ἀντιθέσεως τὴν διάνοιαν τοῦ οἰκείου ῥητοῦ. ἵνα λύσῃς αὐτὴν τῷ ῥη‐ τῷ· ἀλλ’ ὁ πατὴρ, φησὶ, τοῦ διδόναι τὴν κόρην ᾧ βούλεται κύριος μέχρις ἂν ζῇ, καὶ εἰλήφεισαν ἂν τὴν κόρην, εἰ ὁ πατὴρ περιῆν. ΛΥσεις τῷ ῥητῷ· δῆλον γὰρ ὅτι κειμένης
15τῆς ἀντιθέσεως διανοίας. ἡ λύσις ἂν ἐκ διανοίας ἐγένε‐ το. οἷον, ἐκήρυξας δώσειν τῷ λυτρωσαμένῳ πρὸς γά‐ μον, ὥσπερ τινὰ νόμον ἐπὶ τῆς θυγατρὸς τὴν ἐπαγγε‐ λίαν πεπλήρωκεν, καὶ οὐχ οἷόν τ’ ἐστιν εἰπεῖν ὅτι ζῶν‐ τος μέν ἐστιν ἡ ὑπόσχεσις κυρία, τελευτήσαντος δὲ ἄκυ‐
20ρος. εἰ μὲν γὰρ μηδὲ μιᾶς ἀφορμῆς ὑποκειμένης ἁπλῶς ἐπηγγείλατο, καλῶς εἶχε τοῦτο λέγειν· ἐπεὶ δὲ ἐπὶ τῷ λύσασθαι καθάπερ ἐπ’ ἔργῳ τινὶ τὸν μισθὸν τοῦτον ἐκή‐ ρυξεν, οὐχ οἷόν τε λέγειν, ὅτι ζῶν μὲν ἐνέδωκε, τελευτή‐ σας δὲ οὐκ ἔχει τὴν ὑπόσχεσιν μένουσαν, καὶ ὅσα τοι‐
25αῦτα. Εἶτα ἐλεύσῃ ἐπὶ τὴν πραγματικὴν, ἥ τις συμ‐ πλέκεται τῇ ἀντινομίᾳ. ἀλλ’ ἔμελλον, φησὶ, κἀγὼ τὴν κόρην λύεσθαι. Ἡ Λύσις· οὐκοῦν αὐτῷ αἴτιος. καὶ τὴν βραδυτῆτα μᾶλλον μὴ τὴν ὑπόσχεσιν αἰτιῶ· εἶτα ὅτι σὺ αὐτὸς ἐμὲ κρίνεις τοῦ γάμου ἄξιον, μελλῆσαι πρὸς τὴν
30λύτρωσιν φάσκων· εἰ γὰρ καταμέμφῃ σαυτὸν ὡς μελλή‐367

8

.

368

σαντα, τί μὴ ἐπαινεῖς μᾶλλον ὡς σπουδάσαντα· εἶτα παραδείγμασιν, ὥσπερ ἂν εἴ τις ἐν ἀγωνίσμασιν, ἢ δρό‐ μῳ τοῦ φθάσαντος τὸ ἆθλον γίνεται, καὶ ὅσα τοιαῦτα κατασκευαστικὰ τοῦ ὅτι ἄξιος μᾶλλόν ἐστιν οὗτος τοῦ
5γάμου ὁ ἀπολυτρωσάμενος. ΜΕτὰ ταῦτα οἱ ἐπίλογοι προτρεπτικοὶ τοῦ δοῦναι αὐτῷ τὴν κόρην, ἔχοντες καὶ ἀποτροπήν τινα τοῦ μὴ τῷ ἀντιλέγοντι παρασχεῖν, ἐν ᾧ καὶ σχήματα καὶ ἀποτυπώσεις τοῦ γάμου, καὶ πανη‐ γυρικὰ πολλὰ καὶ συμβουλευτικὰ τοῖς πολίταις λύεσθαι
10τοὺς ἐπαγγελομένους τὸν γάμον· ἐν ᾧ οὔτε ἐκεῖνοι τοῦ λύσαντος ἀστοχήσουσιν, οὔτε οἱ δεδωκότες τὰ χρή‐ ματα.
12 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΑΓΧΙΣΤΕΥΣ. Ἡ κατάστασις ἔχει τὴν συγγένειαν καὶ τὰ γεγενη‐
15μένα ἔν τισι διηγήμασιν. ἐπειδὴ γὰρ ἄνωθεν ἡμᾶς συνῆψε καὶ πρὸς συγγένειαν ἡ τύχη, καὶ τῆς συναφείας τοῦτο πρῶτον ἡμῖν ὁ δαίμων ἐπρυτανεύσατο, οὐκ οἶδα πῶς ὁ συγγενὴς, ὁ τῆς κόρης πατὴρ ἐκδημῆσαι πρὸ μικροῦ ἐβουλεύσατο. εἶτα ὅτι ἐξελθὼν ὑπὸ λῃσταῖς
20ἐγένετο. εἶτα ὅτι περὶ τῶν λύτρων γέγραφεν εἰδὼς ἀκρι‐ βῶς, ὅτι πρὸ πάντων αὐτὸς ἀπαντήσω πρὸς σωτηρίαν αὐτῷ, καὶ τὰ τοιαῦτα· εἶτα ἐρεῖς ὅτι ἐπιβουλεύοντες ἔκρυπτον, ἐσιώπων· εἷς οὗτος ἦν ὅστις πρῶτον μαθὼν ἐσπούδασεν, ὡς ἔνι μάλιστα κρῦψαι τὴν ἐπαγγελίαν, λα‐
25θεῖν ποιῆσαι τὴν συμφοράν· εἶτα πόῤῥωθέν ποθεν μα‐368

8

.

369

θὼν εἶπον πρὸς ἐμαυτὸν, τίς ταῦτα περὶ λύτρων οὐ δη‐ λοῖ, τίς τῷ συγγενεῖ οὐ γράφει περὶ χρημάτων, ἀλλὰ φέρει τὴν δουλείαν ἐπαχθῶς, καὶ τὰ τοιαῦτα· εἶτα, ὅτι μέλλων καὶ παρασκευαζόμενος, εὐπρεπίσας τὰ χρήματα
5ἕτοιμος ἦν, ὡς δὲ λοιπὸν τῆς ἀποδημίας εἰχόμην, ἔμα‐ θον ἐφθακέναι τοῦτον, καὶ τὸν πατέρα τῆς κόρης τετε‐ λευτηκέναι, καὶ τοῦτον εἰληφέναι τὴν παῖδα, τὴν ἐπί‐ κληρον λοιπὸν γενομένην, καὶ τὰ τοιαῦτα. οὕτως ὑπέ‐ στρεψα, οὕτω τὴν ἀποδημίαν ἐπέσχον, καὶ ὅσα τοιαῦτα.
10ΕΙτα θήσεις τὸ ῥητὸν τοῦ ἐναντίου ἐξ ἀντιθέσεως. ἀλ‐ λὰ τῷ λυτρωσαμένῳ, φησὶν, ὁ πατὴρ καθυπέσχετο δώ‐ σειν τὴν κόρην. ΛΥσεις τῇ διανοίᾳ, ὅτι αἱ τοιαῦται ἐπαγγελίαι ἀβέβαιοί εἰσι, μέχρις ἂν ζῶσιν οἱ ἐπαγγελλό‐ μενοι· οὓς καὶ πρὸς τὴν ὑπόσχεσιν καταναγκάσαι δυνα‐
15τὸν ἦν. εἶτα ὅτι ἐπηγγείλατο δώσειν πρὸς γάμον, ἂν μη‐ δεὶς ἀντιλέγῃ τῶν συγγενῶν, καὶ ὅσα τοιαῦτα. ἐν ᾧ ὅτι ᾔδει τὸν τῶν κληρονόμων νόμον, καὶ ὅτι ἐμοὶ πρὸ πάντων ὠφείλετο τοῦ πατρὸς τελευτήσαντος. ΑΛΛ’ ἐλυ‐ τρωσάμην, φησὶ, τὴν κόρην, ὅθεν ὁ νόμος οὐκ ἀφαιρεῖ‐
20ταί με τοῦ γάμου. ΛΥσεις τῷ ῥητῷ. ὅτι ὁ νόμος εἶπε τοὺς ἀγχιστεῖς ἁπλῶς γαμεῖν τὰς ἐπικλήρους, οὐδὲν διο‐ ρισάμενος, οὐδ’ ὑποδιαίρεσιν οὐδεμίαν καταλιπὼν, ἀλλ’ ἁπλῶς δοὺς τοῖς συγγενέσιν. καὶ τοῦτο εἰκότως. ἵνα μὴ ἁπλῶς ἑαυτὰς ἐπιδιδῶσιν αἱ κόραι ἀγνῶσιν ἀσυνήθε‐
25σιν ἀνθρώποις, τούτου χάριν τοὺς συγγενεῖς γαμεῖν τὰς ἐπικλήρους ἐκέλευσεν, ὥστε περιττὸν τὸ λέγειν ἐλυτρωσά‐ μην. εἰ μὲν γὰρ νῦν ἐπίκληρος οὐκ ἔστι τοῦτο, εἰπέ· εἰ
δέ ἐστιν ἐπίκληρος, καὶ περὶ τούτων ὁ νόμος λέγει, καὶ369

8

.

370

κηρύττει τὸν γάμον νυμφίου τὰ γράμματα, τίνος ἕνεκα σὺ φιλονεικεῖς, καὶ ὅσα τοιαῦτα. ΑΛΛ’ ἄξιος μᾶλλόν εἰμι λυτρωσάμενος. Ἡ Λύσις, ὅτι ἔφθασας τούτου χά‐ ριν, ἵν’ ἔχῃς πρὸς ἐμὲ φιλονεικεῖν περὶ γάμου, καὶ σπου‐
5δή σοι γεγένηται τὸ λύειν. οὐ διὰ τὸν γάμον ἀληθῶς, ἀλλὰ διὰ τὴν πρὸς ἐμὲ βασκανίαν. εἶτα τοῦτο ὅτι κἀγὼ ποιεῖν ἔμελλον καὶ εὐτρεπίσθην, καὶ ὅσα τοιαῦτα. ΕΙτα ὁ ἐπίλογος, μὴ λῦσαι τὸν νόμον, μὴ ἄκυρον ποιῆσαι, μὴ διαλῦσαι τὴν συγγένειαν ὀμωμοκότας κατὰ τοὺς νό‐
10μους δικάζειν. εἶτα, ὅτι τάχα που καὶ ὁ πατὴρ ἕστη‐ κε, καὶ ἥδεται καὶ σπεύδει τὸν συγγενῆ τὴν παῖδα λαβεῖν, καὶ ὅσα τοιαῦτα προτρεπτικὰ πρὸς τὸ δοῦναι τὴν κόρην. μὴ ἔστω δὲ ὁ ἐπίλογος χάριτος μελετητικῆς ἐκτὸς, μηδὲ διατυπώσεως τοῦ γάμου, μηδὲ γνωμῶν, ὅτι οὗτος μάλιστ’
15ἔστιν ὁ ἄριστος γάμος, ὁ κατὰ τὸν νόμον καὶ τὴν συγ‐ γένειαν γιγνόμενος. καὶ διαβολὴν δὲ ἐδέχετο τοῦ ἀντι‐ ποιουμένου, καὶ ἀποτροπὴν τῶν δικαστῶν, ὥστε τῷ λυ‐ τρωσαμένῳ μὴ παρασχεῖν, καὶ ὅσα τοιαῦτα.
18 ΤΟΝ ΦΘΟρέα μυρίας ἀποτίνειν, καὶ αἰτίας θανάτου
20δίκας εἶναι.
21aΧειραγωγοῦσάν τις τὸν πατέρα πεπηρωμένον ἐβιάσατο ἁρπά‐
22aσας. ὁ πηρὸς κατὰ κρημνῶν ἐνεχθεὶς ἀπέθανεν· ὁ μὲν ἀξιοῖ μυ‐
23aρίας ἀποτίνειν· ἡ δὲ οὐ λαμβάνουσα κρίνειν αὐτὸν αἰτίας θανάτου.
24Ἡ διαίρεσις· πρῶτον ὁ κατήγορος τίθησιν ἐξ ἀντι‐
25θέσεως τὸ ῥητόν· εἶτα λύει αὐτὸ τῇ διανοίᾳ, καὶ τῷ οἰ‐ κείῳ ῥητῷ. εἶτα μετὰ τὸ οἰκεῖον ῥητὸν τίθησιν ἐξ ἀν‐ τιθέσεως αὐτοῦ τὴν διάνοιαν· εἶτα λύει αὐτὴν τοῖς ὁρι‐ κοῖς λέγων, ταὐτὸν εἶναι, ὅπερ ἐκεῖνος λέγει καὶ ὁ νό‐
μος· εἶτα ἔρχεται ἐπὶ τὰς ἐκ τῆς ὕλης ἀνατυπούσας ἀν‐370

8

.

371

τιθέσεις. Ἡ Κατάστασις ἔχει τὴν ἀνατροφὴν τῆς κόρης ἐν παραδρομῇ καὶ διεξόδῳ, τὴν ἐξαίφνης γινομένην συμ‐ φοράν. εἶτα τὴν χειραγωγίαν τὴν παρὰ τῆς κόρης, καὶ τὴν παρ’ αὐτῆς παραμυθίαν ἐν αὐξήσει γιγνομένην· εἶ‐
5τα τὴν ἐξαίφνης ἁρπαγὴν, ἣν αὐξήσεις δεινοποιῶν· ἐν οἷς καὶ ἠθοποιΐα τοῦ πατρὸς βαρυτάτη, ὅτι ποῖος πό‐ λεμος ἄρα, τί τὸ πραχθέν; τίς οὕτω τολμηρὸς καὶ ἀνό‐ σιος, ὡς μόνον περιϊδεῖν πηρὸν ἀλώμενον; εἶτα τὴν ἐρη‐ μίαν αὐτοῦ, ἐν ᾗ καὶ ἑτέρα ἠθοποιΐα· πότερον βαδίσει
10μή που περιτύχῃ τὴν κόρην· μᾶλλον δὲ, ὅτι ἡ φωνὴ τῆς κόρης ἐξεκαλεῖτο τὸν πατέρα, καὶ τολμηρότερον πεποίηκε πρὸς τὴν συμφοράν· εἶτα ὅτι ἀκολουθῶν ἀεὶ τῇ φωνῇ, καὶ πρὸς τὴν κραυγὴν τῆς κόρης τὴν πορείαν ποιούμε‐ νος, κατὰ κρημνῶν ἐνεχθεὶς ἐτελεύτησεν· ἐν οἷς τὰ πά‐
15θη κινήσεις, καὶ τὴν συμφορὰν ὡς οἷόν τε αὐξήσεις. ΜΕτὰ τὴν κατάστασιν θήσεις πρῶτον τὰς ἀντιθέσεις νομικάς· οἷον, ἀλλ’ ἐβιασάμην, φησὶ, καὶ κατὰ τὸν νό‐ μον δίδωμι τὰς μυρίας. ΛΥσεις τῇ διανοίᾳ· ὁ νόμος δίδοσθαι κελεύει τὰς μυρίας, ἐὰν βιάσηται κόρην ἐν
20πανηγύρει. μᾶλλον ἀδικῶν μὴ παραβαίνων τὸν νόμον, μηδὲ ἑτέρου αἴτιος θανάτου γιγνόμενος. ὅπερ ἐπὶ τοῦ παρόντος ἐποίησας, τὴν μὲν κόρην λαβὼν, τὸν δὲ πατέ‐ ρα κατὰ κρημνῶν ἐάσας πεσεῖν, καὶ ὅσα τοιαῦτα ἀπὸ τοῦ οἰκείου νόμου κατασκευαστικά· ἐκ γὰρ τούτων καὶ
25τῶν τοιούτων ἅπαντα ἐποίσεις τὰ ἐπιχειρήματα. ΕΙτα θήσεις τὴν διάνοιαν ἐξ ἀντιθέσεως τοῦ ἑτέρου νόμου. ἀλλ’ ὁ νόμος φησὶ κρίνεσθαι αἰτίας θανάτου τὸν αὐ‐ τὸν, ἢ ὤσαντα, ἢ ξίφος δόντα, ἢ φάρμακον, καὶ ἐᾶσαι πηρὸν πρεσβύτην κατὰ κρημνῶν πεσεῖν. ΕΙτα τῷ συλ‐
30λογισμῷ, ὅτι ἴσον ἐστὶ τούτων ποιῆσαί τι, καὶ τῆς χει‐ ραγωγοῦ ἀφελέσθαι τὸν τῶν ὀφθαλμῶν γενόμενον ἔρη‐
μον. ΕΙτα τῇ γνώμῃ τῇ τοῦ νομοθέτου· τοιγαροῦν371

8

.

372

καὶ ὁ νόμος οὐκ εἶπε τὸ, ὁ ποιήσας αἴτιός ἐστι θανά‐ του, ἀλλ’ ἁπλῶς ἐπὶ τῇ κρίσει τῶν πασχόντων καὶ τῶν πραγμάτων αὐτῶν πεποίηται τὴν διάκρισιν· εἶτα τῷ πη‐ λίκῳ καὶ τῷ πρός τι· οἰκείως δὲ καὶ προςεχῶς φαίνη‐
5ται διαστάσεως. ΑΛΛη ἀντίθεσις· ἀλλ’ αὐτὸς ἑαυτοῦ αἴτιος, μὴ στὰς καὶ μείνας ἀφαιρεθείσης τῆς χειραγω‐ γοῦ. Ἡ Λύσις· ὅτι πατὴρ ὢν, τῆς βοῆς αἰσθανόμε‐ νος ἐπέδραμεν εἰκότως ἐπιζητῶν ὑπεξελέσθαι τὴν κόρην, οἰόμενος αὐτὴν πλησίον εἶναί που, ἀφελέσθαι ταύτην
10βουλόμενος, καὶ ὅσα τοιαῦτα. ΑΛΛ’ ἐρασθεὶς, φησὶν, ἐποίησα. ΛΥσεις τῷ ἐναντίῳ· καί τοι οὐκ ἦν ἔρωτος ἄξιον, ἀλλ’ ἐλέου καὶ οἴκτου τὸ τοιοῦτον· κόρη παρθέ‐ νος πηρὸν χειραγωγοῦσα τὸν φύσαντα· εἰ δὲ ἀληθῶς ἔρως ἦν, ἔδει τῷ πατρὶ προςελθεῖν, πρὸς γάμον αἰτήσα‐
15σθαι, ἐκλιπαρῆσαι, πεῖσαι, ὡς ἔνι μάλιστα, καὶ βιά‐ σασθαι, καὶ ὅσα τοιαῦτα. Ὁ Επίλογος προτρεπτικὸς εἰς τιμωρίαν, ὡς ἀσελγοῦς, ὡς ὑβριστοῦ, ὡς μηδὲν ἀν‐ θρώπινον ἐπιδεικνυμένου. εἶτα ἡ διατύπωσις οἵα ἦν ἀπο‐ σπωμένη ἡ παῖς, οἷα ἔλεγεν. ὁ δὲ οἷος ἦν θαῤῥῶν τῷ
20πλούτῳ, καὶ ταῖς μυρίαις, καὶ τῇ περὶ αὐτὸν δυνάμει, καὶ ὅσα τοιαῦτα. τούτου μέμνησο τοῦ ἐπιχειρήματος, ὅτι τούτου φυλαχθέντος τοῦ νόμου, κἀκεῖνός ἐστι κύριος. καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τούτου παραβεβασμένου τοῦ νόμου, κἀκεῖνος παραβέβασται. χρησιμώτατον γὰρ καὶ
25ἀναγκαῖον τὸ τοιοῦτον ἐπιχείρημα ταῖς ἀντινομικαῖς.
25 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΒΙΑΣΑΜΕΝΟΣ. Ὁ βιασάμενος ἐν τῇ καταστάσει συστήσει ἑαυτοῦ τὸ πρόσωπον. ταύτῃ δὲ τοῦτο ποιήσει, ἐπιεικῆ καὶ πρᾷον ἐκ τῶν βεβιωμένων ἐπιδεικνύων· τὴν δὲ βίαν ταύτην οὐ
30δι’ ἀσέλγειαν, οὐδὲ ὕβριν, ἀλλὰ δι’ ἔρωτα μᾶλλον πε‐
ποιηκέναι ἐνδεικνύμενος καὶ σύνοικον ἔχειν βουλόμενος·372

8

.

373

εἶτα διοικήσεται τὴν ἁρπαγὴν οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν πεποιῆσθαι· ἀλλ’ εἰδὼς ὡς οὐδὲν ὀνήσει προςιὼν, παρα‐ καλῶν, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι θεασάμενος αὐτὴν ἐπὶ πλέον παρώξυμμαι· ἐν οἷς ἐρεῖς καὶ γνωμικὰ, ὅτι ἐν
5τῇ θέᾳ ἔρως ἐστί. καὶ ἐπιθυμία φαινομένης τῆς ἐρωμένης πέφυκεν αὔξεσθαι· ὅτι ἔλαβον, ἐβιασάμην, δίδωμι κατὰ νόμον τὰς μυρίας. ΕΙΤΑ θήσεις διάνοιαν τούτου· ἀλλ’ ὁ νόμος, φησὶ, τὰς μυρίας ἐπὶ βίᾳ μόνῃ προςέταξεν. Ἡ λύσις τῷ ῥητῷ, ὅτι οὐ διῄρηταί τι τοιοῦτον οὐδὲν, οὐδὲ
10γέγραπται πῶς διδόναι, ἢ πότε μὲν δώσομεν, πότε δὲ μὴ, ἀλλ’ ἁπλῶς εἴρηται τὰς μυρίας διδόναι τὸν βιασά‐ μενον, καὶ ὅσα τοιαῦτα. εἶτα πάλιν ἔπαγε τὸν νόμον. ἐγὼ ἐβιασάμην, δίδωμι κατὰ νόμον τὰς μυρίας. Εἶτα θήσεις τὸν ἐναντίον νόμον ἐξ ἀντιθέσεως. ἀλλ’ αἴτιος
15γέγονας θανάτου, χειραγωγοῦσαν τὴν κόρην ὑφελόμενος, καὶ κριθήσῃ κατὰ τὸν νόμον. Ἡ Λύσις ὁρικὴ, ὅτι οὐ γέγονεν αἴτιος θανάτου τῷ πατρί. αἴτιος γάρ ἐστιν ὁ δοὺς τὸ ξίφος, ὁ φάρμακον, ἢ ὤσας κατὰ βάθρου, καὶ ὅσα τοιαῦτα. Εἶτα κατασκευάσεις τοῦτο ὁρικῶς, [ὅτι
20πολὺ τοῦτο τοῦ πραχθέντος κατασκευάσῃ τοῦτο ὁρικῶς·] ὅτι οὐκ ἔστι τοῦτο αἴτιον θανάτου· εἶτα συλλογιστικῶς, ὅτι πολὺ τοῦτο τοῦ πραχθέντος ἀληθῶς αἴτιον θανάτου εἶναι κεχώρισται. εἶτα ὅτι οὐδὲ ὅλως δεινὸν τοῦτο, καὶ ὅσα τοιαῦτα. Ἀλλ’ ἐπικουρῆσαί μοι βουλόμενος ἐβάδι‐
25σεν. Ἡ Λύσις ἀπὸ τοῦ πάθους· ποία ἦν ἡ ἐπικουρία δυνατὴ μὴ ὁρῶντι ἀνθρώπῳ καὶ αὐτὸν ἐπιγνῶναι τὸ πάθος, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι ἔδει αὐτὸν ἐννοῆσαι ἰδεῖν, ὅτι οὐχ οἷόν τέ ἐστιν ἐρῶντος ἀνδρὸς ἀφελέσθαι τὴν κόρην, καὶ ὅτι οὐδ’ εἰ ἑώρα δυνατὸς ἂν ἐγένετο
30βιάσασθαι τὸν ἔρωτα. ἐν ᾧ ὅτι μέγας καὶ ἰσχυρὸς οὗτος ὁ θεός ἐστιν ὁ ἐπεγείρων πρὸς τὰ ἐπιχειρήματα, καὶ ὅτι
τῶν ἐρώντων οὐδεὶς ὡς ἐνθουσιώντων περιγίνεται. ΑΛλ’373

8

.

374

ἐχρῆν, φησὶν, ἀνακοινώσασθαι τῷ πατρί. Ἡ Λύσις ὅτι ἐφοβήθην ἀποτυχεῖν, καὶ τὰς τῶν παρακαλουμένων εἶδον ἀνατάσεις, καὶ ἐνενόησα ὅτι παρακαλέσας καὶ ἀπο‐ τυχὼν φυλάττειν αὐτὸν ποιήσω ἐπὶ πλέον τὴν κόρην, καὶ
5ὅτι οὐκ ἔτι οἷός τε ἦν οὐδὲ τοῦτον αὐτὴν τὸν τρόπον λαβεῖν, καὶ τὰ τοιαῦτα. Ὁ ἐπίλογος ἔχει πάθος τοῦ πατρός. ἔχει δὲ καὶ προτροπὴν τοῖς δικασταῖς ὡς συγ‐ χωρῆσαι αὐτῷ, δοῦναι τὰς μυρίας ἀντὶ προικός. εἶτα πρὸς τὴν κόρην καὶ τοὺς δικαστὰς περὶ ταφῆς τοῦ πα‐
10τρὸς διαλέξεται, καὶ ὅτι κοινῇ τοῦτον δακρύσωμεν, ὁμοῦ τοῦτον θρηνήσωμεν, τάφον ἐγείρωμεν ἐπίσημον, ἐπιγρά‐ ψωμεν αὐτῷ ἐπιγράμματα, ὡς τυφλὸς ἦν, καὶ διὰ βίαν τινὸς τοιαύτην ἔσχε τὴν τελευτήν.
13
ΠΑΙΔΕΣ ΥΒΡΙΖΟΜΕΝΟΙΣ ΤΟΙΣ
15Πατράσι βοηθείτωσαν· καὶ τῷ ἀτίμῳ μὴ μετεῖναι
δίκας.
17aἈτίμῳ τυπτομένῳ ὁ υἱὸς ἐπαμύνας, κρίνεται ὕβρεως ὁ παῖς.
18 Ἡ συνεζευγμένη στάσις τῇ ἀντινομίᾳ τυγχάνει με‐ ταληπτικὴ, τοῦ παιδὸς λέγοντος· οὐκ ἔστιν αὕτη ἡ δίκη,
20ἧς τὸν πατέρα ἀπείργει ὁ νόμος. οἷον τὸ ἐπαμῦναι, ἀλλὰ τὸ μὴ δέχεσθαι ἐν δικαστηρίῳ τιμωρίαν. διὸ καὶ ἡ κατάστασίς ἐστιν ἐν αὐτῷ πολλὴν ἔχουσα διάθεσιν αὐ‐ τοῦ πρὸς τὸν πατέρα, καὶ στοργὴν ἐκ τῆς ἀνατροφῆς, ἐκ τῆς παιδείας, ἐκ τῆς ἄλλης παιδεύσεως, εἶτα ὅτι κατ’
25ἐπιβουλὴν αὐτῷ τινες βασκαίνοντες ἄτιμον αὐτὸν πεποιή‐ κασιν, ἵνα μὴ πολιτεύηται, ἃ καὶ διόλου οἰκονομήσεις ἐν τῇ καταστάσει· ὅτι εὔνους, ὅτι τηρῶν τοὺς νόμους, ὅτι δημοτικώτατος· διὸ καὶ παρὰ τῶν ἄλλων πολιτευο‐ μένων ἠτίμωται· ὧν εἷς καὶ οὗτος. εἶτα ὅτι ὑβριζόμενον
30αὐτὸν οὐ περιεῖδον, ἀλλ’ ἐπήμυνα κατὰ τὸν νόμον, καὶ
ἐβοήθησα τῷ πατρί· εἶτα λήψῃ τὸν δι’ ἐναντίας νόμον374

8

.

375

ἐξ ἀντιθέσεως. ΑΛλ’ ἐπήμυνας, φησὶ, τῷ πατρὶ δίκης τοῦ νόμου τοὺς ἀτίμους ἀποστερήσαντος. ΛΥσεις τῇ διανοίᾳ· τίνα δίκην ὁ νόμος λέγει, τὴν ἐν τοῖς δικαστη‐ ρίοις, τὴν ἐν ταῖς κρίσεσι καὶ κατηγορίαις, οὐχὶ τὴν πα‐
5ρὰ τοῦ παιδὸς βοήθειαν; εἶτα ὁρικῶς, ὅτι βοήθεια τοῦ‐ το, οὐχὶ δίκη· εἶτα ἐπάγεις καὶ τὸν οἰκεῖον νόμον· τοι‐ γαροῦν τοῦτο εἰδὼς ὁ νομοθέτης, ὅτι δίκη αὕτη οὐκ ἔστιν, ἕτερον νόμον τὸν κελεύοντα ἐπάναγκες εἶναι βοη‐ θεῖν τῷ πατρί. Εἶτα θήσεις τούτου τοῦ νόμου τὴν
10διάνοιαν ἐξ ἀντιθέσεως. ἀλλ’ ὁ νόμος βοηθεῖν εἶπε τοῖς πατράσιν ἐντίμοις οὖσιν οὐκ ἀτίμοις. Ἡ ΛΥσις ὅτι οὐ τοῦτο μόνον ἐστὶ βοηθεῖν, ἀλλὰ ὑβριζομένοις βοηθεῖν. Εἶτα οὐδὲ διῄρηκεν ὁ νόμος πῶς δεῖ βοηθεῖν, ἢ πότε, ἀλλ’ ἁπλῶς βοηθεῖν. Φανερὰ δὲ ἡ λύσις ἐκ τοῦ προτέ‐
15ρου ζητήματος. εἶτα ὅτι καὶ ᾔδειν, ὅτι μάλιστα φυλάξας τὸν νόμον, ἕτερον οὐ παραβήσομαι. βοηθήσας γὰρ τῷ πατρὶ οὐδεμίαν παράβασιν ἑτέρου νόμου ἐποιούμην, καὶ ὅσα τοιαῦτα. ΑΛλ’ ἔδει παρακαλεῖν ὑπὲρ τοῦ πατρὸς, καὶ τοῦτον αὐτὸν βοηθεῖν τὸν τρόπον. Ἡ ΛΥσις ἀπὸ
20τοῦ πράγματος, ὅτι πατὴρ ὢν ὑβριζόμενος, τυπτόμενος, εἰς ὀργὴν, εἰς παροξυσμόν με κεκίνηκε, καὶ τὰ τοιαῦτα. Ὁ ἐπίλογος συμβουλευτικὸς περιϊδεῖν τὸν πατέρα, μὴ κα‐ ταφρονῆσαι τῆς φύσεως· ἐν οἷς πολλοῖς ὑμῶν παῖδές εἰ‐ σιν, πολλοῖς δὲ καὶ πατέρες δικάζουσιν. καὶ ὅτι ἐννοεῖν
25τὴν φύσιν ἀκόλουθον· ἐν οἷς θήσεις καὶ διατύπωσιν τῆς ὕβρεως, τῶν πληγῶν, τῆς ἀτιμίας, καὶ τῶν τοιούτων. εἶτα καὶ ἐς ἔλεον ἐκκαλέσεις τὸν δικαστὴν μὴ διπλαῖς αὐτὸν περιβαλεῖν τιμωρίαις, μιᾷ μὲν τῇ τοῦ πατρὸς ἀτι‐ μίᾳ, ἃ παθητικῶς διέξελθε. ἑτέρᾳ δὲ τῇ αὐτοῦ τιμωρίᾳ.
30ἀλλὰ δείξει κἂν ἄτιμοί τινες ὦσιν, οὐ πάντη τῆς ἀπὸ
τῶν νόμων φιλανθρωπίας ἐστέρηνται, καὶ ὅσα τοιαῦτα.375

8

.

376

εἶτα ὅτι ποίας ἀπέδωκα τῷ πατρὶ τὰς ἀμοιβὰς, τῶν τροφῶν, τῆς παιδεύσεως, εἴπερ εἶδον αὐτὸν ὑβριζόμενον. καὶ ὅτι πλείστη ἂν κατ’ αὐτοῦ διαβολὴ κατὰ τὴν πόλιν ἐγένετο, καὶ ὅτι εἶπον ἄν τινες καὶ πατραλοίαν με ὡς
5ἀληθῶς, ὅτι τυπτόμενον τὸν πατέρα παρεῖδον, καὶ ὅσα τοιαῦτα. νῦν δέ με κἂν τιμωρήσησθε, φέρω καὶ ταύ‐ την ὑπὲρ τοῦ πατρὸς τὴν τιμωρίαν. ὑπομενῶ τὴν ψῆ‐ φον διὰ τὴν δίκην, καὶ ὅσα τοιαῦτα.
8 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΚΑΤΗΓΟΡΟΣ.
10 Ἡ κατάστασις καταφορικὴ τοῦ βίου, τῆς πράξεως τοῦ πατρὸς, καὶ ὅτι ἀξίως διὰ τὴν αὐτοῦ προαίρεσιν ἠ‐ τίμωται. τοιγαροῦν οὐκ ἐσωφρονίσθη οὐδὲ μετὰ τὴν τι‐ μωρίαν, ἀλλ’ ἐπιμένει κατὰ τῶν πολιτῶν. θρασύνεται γοῦν ὡς καὶ κατ’ ἐμοῦ ἐθρασύνετο. εἶτα εἰδὼς ὅτι χαλε‐
15πὸν ἡ ὕβρις ἐλευθέρῳ ἀνδρί· εἶτα λέγεις, ὅσα ἐν τῷ κα‐ τὰ Μειδίου περὶ τῆς ὕβρεως· ὅτι κινεῖ, ἐξίστησιν ἀν‐ θρώπους ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι. τοιγαροῦν αὐτὸν ἠμυνόμην ἀδικοῦντα, ὑβρίζοντα, ὃ δὲ δέον ἐπι‐ σχεῖν τὸν πατέρα, κωλῦσαι προπετευόμενον· ἐπεξῆλθεν,
20ὕβρισεν, δεινότερά μοι τοῦ πατρὸς παρέσχετο, εἶτα ἀκο‐ λούθως θήσεις τὸν νόμον. Αλλ’ ὁ νόμος, φησὶν, ἐπά‐ ναγκες εἶπεν, βοηθεῖν τῷ πατρί. ΛΥσεις τῇ διανοίᾳ, ὅτι ἐν πολέμῳ καὶ οὐκ ἐν εἰρήνῃ. καὶ ἐπιτίμοις οὖσιν οὐκ ἀτίμοις, καὶ ἀδικουμένοις, οὐκ ἀδικοῦσιν ἅπαντα κατα‐
25σκευάσει παραδειγματικῶς· καὶ πρὸς τούτοις ἐρεῖς, ὅτι καὶ ταῦτα δεῖ ποιεῖν, μὴ παραβαίνοντα νόμον ἕτερον· νῦν δὲ αὐτὸς παραβέβηκας· τοῦ γὰρ νόμου λέγοντος μὴ μετεῖναι δίκης τοῖς ἀτίμοις αὐτὸς ἐβοήθησας, καὶ τὰ
τοιαῦτα. Εἶτα ἀντιθήσεις τούτου τοῦ νόμου τὴν διά‐376

8

.

377

νοιαν· ἀλλὰ δίκην ὁ λόγος λέγει τὴν τιμωρίαν. Ἡ ΛΥ‐ σις ὅτι οὐ τὴν τιμωρίαν μόνην λέγει· ἀλλὰ καὶ τὴν ἐκ‐ δικίαν καὶ τὴν βοήθειαν, καὶ ὅτι τοιοῦτον οὐδὲν διῄρη‐ ται ἐν τῷ νόμῳ, καὶ ὅτι εἰ τοῦτο ἦν ἀληθὲς, καὶ τίς
5ἐν δικαστηρίῳ τιμωρίας ἀποστερεῖ τοὺς ἀτίμους; εἶπεν ἂν σαφῶς καὶ διαῤῥήδην ὃ βούλεται. νῦν δὲ τὴν κοινῶς καὶ κατὰ πάντων εἰπεῖν, καὶ τῆς τοιαύτης δίκης ἀποστε‐ ρῶν τοὺς ἀτίμους ἐλέγχεται, καὶ ὅσα τοιαῦτα. εἶτα ὁρι‐ κῶς κατασκευάσεις ὅτι τοῦτο μάλιστά ἐστιν ἡ τιμωρία.
10ΜΕτὰ ταῦτα θήσεις συγγνωμονικὴν ἀντίθεσιν. ἀλλ’ ἠ‐ λέησα, φησὶ, τὸν πατέρα τυπτόμενον. ΛΥσεις ὅτι εἰ ἠλέεις τὸν πατέρα, ἐζήτεις ἂν ὅπως παύσει τὴν ὕβριν· οὐχὶ πλείονα τὸ ἐπαμύνειν κατ’ αὐτοῦ παρεσκεύαζες, καὶ εἰ ἠλέεις ἐμὲ ἠξίους καθυφεῖναι, καὶ εἰ ἠλέεις αὐτῷ παύ‐
15σασθαι συνεβούλευες. Ἐπίλογοι καταφορικοὶ, ὅτι παρα‐ πλήσιος οὗτός ἐστι τῷ πατρὶ, καὶ ἐὰν μὴ δῷ τιμωρίαν, πλείονα καθ’ ἡμῶν ποιήσει κακὰ, ἢ ὁ πατὴρ πεποίηκε, καὶ τὰ τοιαῦτα.
18
ΑΜΦΙΒΟΛΙΑ.
20 Ἡ ἀμφιβολία ὁμοίως ταῖς ἄλλαις διαιρεῖται διά‐ νοιαν, τί μᾶλλον ἠθέλησεν εἰπεῖν. Λέοντι πάντα ἢ Πανταλέοντι τἀμαυτοῦ καταλιμπάνω. εἶτα καὶ τὴν ὕλην ταῖς ἐμπιπτούσαις ἀντιθέσεσιν. ἐνίοτε δὲ οὐδεμίαν τιθεὶς ἀναφαίνεται, ἐνίοτε δὲ καὶ τοῖς τελικοῖς διαι‐
25ρεῖται τοῦτο μᾶλλον συμφέρον ὑμῖν. καὶ τοῦτο μᾶλλον δυνατὸν ἢ ἐκεῖνο· ὡς ἐπὶ τὸ, Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. καὶ τοῦ μὲν τὰς τριήρεις, τοῦ δὲ τὴν ἀκρόπολιν τειχίζειν βουλεύοντος, ἐν τοῖς Μηδικοῖς ἔχρησεν ὁ θεός.
30Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς·377

8

.

378

καὶ ὁ μὲν συμβουλεύει τὰς ναῦς. ὁ δὲ ξυλίνῳ τείχει τει‐ χίζειν τὴν ἀκρόπολιν. ἡ ἀμφιβολία τὰ ῥητὰ ἐν αὐτῇ στο‐ χαστικῶς ἔχει κατασκευαζόμενα. εἶτα μέχρι τούτων ἵστα‐ ται τὸ ζήτημα τῆς ὕλης, μηδεμίαν ἐχούσης ἀντίθεσιν.
5ἢ ὥσπερ καὶ τοῖς ἄλλοις ἐκ τῶν λογικῶν, καὶ ἐκ τῆς πραγματευτικῆς. ὥσπερ ἐνταῦθα τοῦτο συμφορώτερον μᾶλλον ἢ ἐκεῖνο· καὶ τοῦτο δίκαιον μᾶλλον ἢ ἐκεῖνο, καὶ ὅσα τοιαῦτα. οἷον, ὡς ἐπὶ τοῦ προκειμένου ζητήματος. μετὰ τὴν κατάστασιν ἥ τις ἔχει τὴν διαίρεσιν φανερὰν,
10τὰ γὰρ μὴ δίκαια ἔστι καὶ φόβος. εἶτα ἡ ἐρώτησις ἡ εἰς τὸν θεόν· εἶτα ὁ χρησμός· ἐρεῖς προηγουμένως, ὅτι τὰς τριήρεις ὁ θεὸς εἶπε· ξύλινον γὰρ τεῖχος αἱ τριήρεις. ΕΙΤΑ ἀντίθεσιν τιθεὶς τὸ ἕτερον ῥητὸν οὐκ εἶπε, φη‐ σὶ, τὰς τριήρεις ὁ Πύθιος, ἀλλὰ φράξαι ξυλίνῳ τείχει
15τὴν ἀκρόπολιν. καὶ γὰρ προτοῦ ξυλίνῳ τείχει ἐπέφρακτο. Ἡ Λύσις στοχαστική. ὅτι τοῦτο οὐκ εἶπεν ὁ θεός· οὐδὲν γὰρ ἡμῖν τοῦτο τὸ τεῖχος χρησιμεύει εἰς τὸν πόλεμον· φανερὰ δὲ ἡ διασκευὴ τῆς λύσεως· τί γὰρ ἡμῖν τοῦτο τὸ τεῖχος χρησιμεύει τῆς θαλάσσης ἀνῃρημένης; τῶν ὅρων
20κατεσκευασμένων; τῶνδε πραχθέντων καὶ τῶνδε; εἶτα διασύρων τὸ τεῖχος τῆς ἀκροπόλεως. καὶ ὅτι οὐ δυνατὸν ἀντισχεῖν πρὸς τοσαύτην τοῦ βαρβάρου παρασκευήν· πρὸς τί γὰρ ἀντιβῆναι δυνήσεται, πρὸς πῦρ, πρὸς μη‐ χανήματα; καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις πάλιν
25ἑτέραν ἀντίθεσιν. ἀλλ’ ἐργῶδες, τὸ τριήρεις κατασκευά‐ σαι, καὶ καμάτου πολλοῦ καὶ τῶν τοιούτων. Ἡ Λύσις ὅτι οὐ δεῖ ζητεῖν εἰ ἐργῶδες, ἀλλ’ εἰ τοῦτο δυνησόμεθα τοῦ βαρβάρου κρατῆσαι. Ο Επίλογος προτροπὴν ἔχει ἐπὶ τὰς ναῦς, καὶ διατυπώσεις τὰς μάχας καὶ στοχαστικὰ
30πολλά. ὅτι οἱ θεοὶ συμμαχήσουσιν ἡμῖν· ἐκ μὲν τῆς πό‐
λεως Ἀθηνᾶ, ἐκ δὲ τῆς Ἐλευσῖνος ἡ Δημήτηρ καὶ ὁ Ἴακ‐378

8

.

379

χος· ἐκ Δελφῶν ὁ Πύθιος, καὶ τοῖς τοιούτοις. ἐρεῖς καὶ οἷα ἔσται καὶ μετὰ τὴν νίκην τὰ πράγματα, καὶ ὅτι τὴν ἡμετέραν γνώσονται σύνεσιν ἅπαντες Ἕλληνες, καὶ οἷον σχήσομεν φρόνημα, καὶ τὰ τοιαῦτα. ΕΙτα ὁ συλλο‐
5γισμὸς κατὰ τὴν διαίρεσιν, οὐδὲν διαφέρει τοῦ ὅρου πλὴν τοῦτο· ὅτι ἐν ἀρχῇ εὐθὺς τὸν συλλογισμὸν πρῶτον τί‐ θησιν; ἴσον λέγων εἶναι τοῦτο ἐκείνῳ· εἶτα ὅτι ταὐτόν ἐστι καὶ ὁ νόμος τοῦτο λέγει. εἶτα τῷ πηλίκῳ, εἶτα τῷ πρός τι. ἐρεῖς οὖν ὅτι ἴσον ἐστὶ τὸ πραχθὲν τῷ ὑπὸ
10τοῦ νόμου εἰρημένῳ· εἶτα ὅρος, ὅτι ταὐτόν ἐστι τοῦτο ἐκείνῳ· εἶτα γνώμην νομοθέτου· ὅτι τῇ διανοίᾳ ταύ‐ τῃ ἔθηκε τὸν νόμον, ἵνα καὶ οἱ ἐκ πόνου κωλύωνται. εἶ‐ τα ἡ πηλικότης. εἶτα τὸ πρός τι· μεθ’ ἃ ζητήσεις, μή τις ἂν τῆς ὕλης ἐμπίπτῃ ἀντίθεσις· ἐνίοτε γὰρ εὑρήσεις
15καὶ συγγνωμονικὴν, καὶ μεταληπτικὴν, ἤ τινα τῶν λο‐ γικῶν μίαν ἢ δευτέραν γιγνομένην ἀντίθεσιν· ἃς χα‐ ρακτῆρι ὑποβαλεῖν χαλεπὸν, ἅπερ οὐ τῆς τῶν πραγμά‐ των ὑπαρχούσης περιστάσεως· καὶ τῆς ὕλης μόνης τὴν τῶν ἀντικειμένων εὕρεσιν παρεχούσης τοῖς δυναμένοις
20ἐνορᾷν τὴν τῶν ὑποκειμένων πραγμάτων πλοκήν. τέμνε δὲ ἐπὶ παραδειγμάτων τὸν συλλογισμόν. ὁ ἄρχοντα τύ‐ ψας ἀποτιννύτω μυρίας· ὁ ἰδιώτην χιλίας· ἄρχων ἄρ‐ χοντα ἔτυψε. καὶ ὁ μὲν αἰτεῖ μυρίας· ὁ δὲ χιλίας δίδω‐ σιν· ἡ κατάστασις ἡ τοῦ κατηγόρου ἔχει τὴν γνώμην
25τῶν θεμένων τὸν νόμον τὸν περὶ τῶν πληγῶν, καὶ τὴν διαφοράν· τίνος ἕνεκεν ἐπὶ μὲν ἰδιώτου χιλίας ἔταξεν, ἐπὶ δὲ ἄρχοντος μυρίας· καὶ ἐρεῖς, ἵνα ἡ πόλις πανταχόθεν καθαρεύῃ τῆς ὕβρεως· εἶτ’ ἐπὶ πολὺ τοῦτον ἐπαινέσας
τὸν νόμον, καὶ εἰπὼν, ὅτι οὔτε ἡ πόλις τῶν ὕβρεων κα‐379

8

.

380

θαρὰ, οὔτε οὐδὲν ἀλλήλους διατιθεμένων, ὧν κρατήσαν‐ τες οἱ πολέμιοι. μεταβαίνεις ἐπὶ τὴν ὑποκειμένην περί‐ στασιν. ἐρεῖς γὰρ, ἀλλὰ νῦν οὐκ οἶδα πῶς ὁ χρηστὸς οὑτοσὶ φέρων τὸ κοινὸν τῆς δημοκρατίας ἀξίωμα κατα‐
5φρονήσαντος τοῦ νόμου· ὑπεριδὼν τοῦ γράμματος εἰς τὰς ὕβρεις, χορηγῷ μόνῳ χρησάμενος τῷ πλούτῳ ἐτύπτη‐ σε, πληγὰς ἐνεφόρησε, προπηλακίζων τὸ σῶμα διέτριβε τῷ σχήματι, τῷ βλέμματι, τῇ πληγῇ πᾶσαν αἰκίαν ὑπο‐ βαλλόμενος· εἶτα προηγουμένως κατασκευάσεις καὶ τὸ
10ῥητόν. παρατηρητέον γὰρ τοῦτο ἀεὶ ἐν τῷ συλλογισμῷ, ὅτι προηγουμένως τὸ ῥητὸν κατασκευάζεται ἀεὶ τοῦ κα‐ τηγόρου καὶ τοῦ φεύγοντος. οἷον εἶτα τοῦ νόμου σαφῶς εἰπόντος μυρίας διδόναι τῷ ἄρχοντι χεῖρας ἀδίκους ἐπ‐ ενεγκόντα. καὶ τοῦ γράμματος πρόςτιμον ὡρισμένον
15ἐπὶ τῶν ἀρχόντων διατυπώσαντος· οὕτως ἀντὶ τῶν μυ‐ ρίων χιλίας ἀποτιννύειν προῄρηται. οὐχ ὡς ἰδιώτην, ἀλλ’ ὡς ἄρχοντα πατάξας· ὡς ἕνα τινὰ τῶν ὀλίγων· ἀλλ’ οὐ τὸ κοινὸν ἀξίωμα τῆς πόλεως περικείμενον. καὶ δευ‐ τέραν παρανομίαν ἐπὶ μαρτύρων ἐργάσεσθαι βούλε‐
20ται. πρότερον παραβὰς τῇ προπετείᾳ τὰ γράμματα. νῦν δὲ ἐφ’ ἡμῶν τῷ προςτίμῳ, ἰδιώτην ἐμφαίνων τὸν τὴν ἀρ‐ χὴν ταύτην παρ’ ἡμῶν ἐμπεπιστευμένον, καὶ ὅσα τοιαῦ‐ τα. ΕΠιχειρήσεις δὲ καὶ ἐκ τοῦ ἐναντίου. ὅτι εἰ αὐ‐ τὸς ἦν ὑβριστὴς, πῶς ἂν εἰςῆλθε τὴν γραφήν; πότερον
25τὰς χιλίας ἢ τὰς μυρίας ἂν προετίμησε; καὶ ὅλως ἀγω‐ νιστικώτερόν ἐστι τὸ κεφάλαιον· διὸ καὶ πολλῶν εὐπο‐ ρήσεις ἐπιχειρημάτων μετὰ τὸ προηγούμενον. λέγε δὲ τὴν τοῦ ὁριστικοῦ κατασκευὴν, ἔρχῃ ἐπὶ τὰ ὁρικά· τὸν αὐ‐
τὸν τρόπον φύσεως ἔργον ἐργαζόμενος. οὐδὲν γὰρ διαφέ‐380

8

.

381

ρει, κατὰ τὴν ἐργασίαν τὰ κεφάλαια. πρῶτον οὖν θή‐ σεις τὸν συλλογισμὸν διπλοῦν, ἀλλ’ οὐδὲν διαφέρει ὑπὸ ἰδιώτου τυπτηθῆναι καὶ ἄρχοντος· ἢ οὕτως· ἀλλ’ ἴσον ἐστὶν ἰδιώτην ἄρχοντα τυπτῆσαι, καὶ ἄρχοντα ἄρχον‐
5τα. Ἀλλὰ τετύπτηκα, φησὶν, ἄρχων τυγχάνων τὸν ἄρχοντα. Ἡ Λύσις συλλογιστική· ὅτι οὐκ ἔστι ταὐτὸν ἰδιώτης καὶ ἄρχων. καὶ ὁ μὲν τὴν ἰδίαν ἔχει τύχην, ὁ δὲ τὴν κοινὴν τῆς πόλεως, καὶ τὸ ταύτης ἀξίωμα· καὶ ὅτι ἄρ‐ χοντα ἐτύπτησας καθ’ οὗ καὶ τὰς μυρίας ὀφείλεις, καὶ
10ὅσα ἐν συλλογισμῷ, δεικνὺς ὅτι οὐκ ἔστι ταὐτό· εἶτα ἐπὶ τὸν ὅρον, ὅτι ταὐτόν ἐστιν· ὁμοίως γὰρ παισθῆναι ἐστὶ καὶ τὴν αὐτὴν ὑπομένει ὕβριν ὁ ἄρχων. καὶ οὐδ’ εἰ ἰδιώτης ἦν ὁ τυπτήσας, ἄλλη ἂν ἡ ὕβρις ἐγένετο, ἐπὶ δὲ ἄρχοντος ἄλλη, ἀλλ’ ἡ αὐτή ἐστι, καὶ τὸ πραχθέν
15ἐστι τὸ αὐτό. εἶτα γνώμη νομοθέτου. καὶ ὁ νόμος εἶπε τὸν ἄρχοντα τυπτήσαντα διδόναι μυρίας, οὐκ εἰπὼν, οὐ‐ δὲ περιεργασάμενος, πότερον ἰδιώτης ἐστὶν ἢ ἄρχων. καὶ ἂν μὲν ἰδιώτης, διδότω τὰς μυρίας· ἂν δὲ ἄρχων, διδότω χιλίας· ἀλλ’ αὐτὸς ὁ πρὸς τὸν ἄρχοντα τυπτήσας διδό‐
20τω μυρίας. καί τοι εἶχεν, ὡς σὺ φῂς, διαφορὰν, προς‐ έγραψεν ἂν τοῦτο ὁ νόμος. καὶ ἐπὶ μὲν τῶν ἄλλων ἐτίθει τὴν διαφορὰν, καὶ ἔταττεν ἰδιώτῃ ὑβρισθέντι τοσόνδε πρόστιμον, ἄρχοντι δὲ τοσόνδε· ἐπὶ δὲ τοῦ παρόντος οὐκ ἐτίθει τὴν διαφοράν. ἀλλ’ εἰδὼς ὅτι οὐδὲν διαφέρει ὑπὸ
25ἄρχοντος ὑβρισθῆναι, ἢ ὑπὸ ἰδιώτου τὸν ἄρχοντα, εἶπε τὸν ἄρχοντα τυπτήσαντα διδόναι μυρίας· καὶ ὁ νόμος οὐ πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰς πληγὰς ἀπεῖδεν. εἶτα ἡ πηλικότης, ὅτι δεινὸν ἡ πληγή· καὶ τούτου τι χαλεπώτε‐
ρον οὐκ ἂν γένοιτο. καὶ ἐρεῖς πάντα τὰ τὴν πηλικότητα381

8

.

382

κατασκευάζοντα ἐπιχειρήματα. ταῦτα δὲ φανερὰ ἐκ τῶν ὁρικῶν, καὶ τῆς Πορφυρίου τέχνης. εἶτα τὸ πρός τι, ὅτι χαλεπώτερόν ἐστι τὸ ὑπ’ ἄρχοντος τυφθῆναι, ἢ ὑπὸ ἰδιώ‐ του. ὁ μὲν γὰρ οὐ τολμᾷ, ἢ τολμήσας εὐθὺς δώσει τὴν
5δίκην· ὁ δὲ ἄρχων καὶ ἰσοτιμίᾳ θαῤῥῶν, καὶ ἐπιμένει καὶ ἐπαύξει τὸ δεινὸν, καὶ οὐδὲ παραχωρεῖ, οὐδὲ παύε‐ ται, ἄχρις ἂν κόρον λαβὼν τοῦ προπηλακίζειν τὸν ἄρ‐ χοντα ἀνύσει τὸ σπουδαζόμενον, καὶ ὅσα τοιαῦτα. εἶτα ἀντίθεσις συγγνωμονική. ἐπειδὴ γὰρ πληγαί εἰσι, δῆλον
10ὅτι πᾶς ὁ πληγὰς ἐπιφέρων ὀργῇ τοῦτο ποιεῖ. Καίτοι τοιαύτην θήσεις ἀντίθεσιν· ἀλλ’ ὀργῇ, φησὶ, τοῦτο τετόλμηκας. Ἡ Λύσις μεταληπτική· πρῶτον δὲ κατὰ ἀναίρεσιν θετικῶς· ὅτι ἔδει οὐδ’ ὅλως ἀγανακτεῖν· οὐδὲ ἐπὶ τοσοῦτον ἐργάζεσθαι, ἄχρις ἂν πληγῇ διαλύσῃ τὴν
15ὁρμήν· οὐδὲ ὅλως προςῆκον κατὰ ὁμοφύλου τοιούτῳ πά‐ θει κατέχεσθαι· πολλῷ δὲ πλέον καὶ κατὰ ἀρχόντων. εἶ‐ τα τὸ μεταληπτικόν. εἰ δὲ ὅλως ὀργὴ πρὸς ταύτην ἐκί‐ νησε τὴν ἀγανάκτησιν, ἔδει κατηγορεῖν, ἔδει προςιέναι τῷ δήμῳ, ἔδει κατ’ ἐμοῦ συγκροτεῖν δικαστήριον, καὶ
20ὅσα τοιαῦτα. Ὁ Ἐπίλογος καταφορικὸς, ὡς κατατυπτή‐ σαντος, ἔχων καὶ διατύπωσιν τῶν πληγῶν.
21 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΑΠΟΛΟΓΟΥΜΕΝΟΣ. Ὁ ἀπολογούμενος, τουτέστιν ὁ ἄρχων, ἐπιεικῆ ἑαυ‐ τὸν ἐπιδείξει καὶ πρᾷον, καὶ ἐπὶ μεγίστων, θρασὺν δὲ
25καὶ δεινὸν τὸν ἕτερον, καὶ τὸ σύμπαν εἰπεῖν αἴτιον τῶν γενομένων πληγῶν, καὶ ὅτι αὐτὸς εἰς τὸ χρήσασθαι ταῖς χερσὶ προηγάγετο καὶ τὰ τοιαῦτα. εἶτα ὅτι ὁ τυπτήσας οὖν κατὰ τὸν νόμον δίδωσι τὰς χιλίας· εἶτ’ εὐθὺς ἐπά‐ γει τὸ συλλογιστικόν· εἰ γὰρ ὁ τὸν ἑαυτοῦ κατὰ τύχην
30κρείττονα τυπτήσας δώσει τὰς μυρίας, τὸν ἰσότιμον
ταὐτὸ τοῦτο δράσας δώσει τὰς χιλίας· ταὐτὸν γάρ ἐστι382

8

.

383

τὸ πραχθέν. καὶ ὅπερ ἂν ἰδιώτης τυπτήσας ἔδωκε, τοῦ‐ το αὐτὸς ἄρχων ὢν τὸν ἄρχοντα τυπτήσας δίδωμι, ὅπερ ἐστὶν ὅρος. εἶτα συγγνώμῃ τοῦ νομοθέτου. ὅτι καὶ ὁ νομοθέτης τοῦτο βούλεται· τὴν γὰρ τιμὴν ὁρῶν καὶ τὸ
5ἀξίωμα ἐκεῖνος τῷ μὲν ἔταξε τὰς χιλίας, εἰς τὸ ἰσότιμον τυπτήσαντι· τῷ δὲ τὰς μυρίας, ὡς τὸν κατὰ πολὺ τῇ τύχῃ κρείττονα. εἰ μὲν γὰρ οὖν κρείττων ἐστὶ τῇ τύχῃ, δίδωμι τὰς μυρίας. εἰ δὲ τὴν αὐτήν μοι ἔχει τιμὴν, πε‐ ριττὸν πολυπραγμονεῖν· δοῦναι γὰρ κἀμὲ τὰς χιλίας ὁ
10νόμος προῄρηται· εἶτα τὸ, εἰ οὖν τις διαφορὰ, ἐπεση‐ μήνατο ἂν ὁ νομοθέτης· νῦν δὲ μηδὲν ἐπισημηνάμενος, δῆλον ὅτι τὰς χιλίας ἐκτῖσαι κεκέλευκεν. εἶτα ἡ πηλικό‐ της, ὅτι οὐδὲν δεινὸν οὐδὲ μέγα ἔπαθεν, καὶ ὅλως πρά‐ ξεις καθαιρετικῶς τὸ κεφάλαιον, φάσκων ὀργὴν εἶναι τὴν
15αἰτίαν, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις ἀντίθε‐ σιν ἀντιληπτικήν. ἀλλ’ ἔδει, φησὶ, τὴν ὀργὴν ἑτέρως παραμυθήσασθαι. ΛΥσεις, ὅτι τὸ πάθος τούτου αἴτιον καὶ ἡ ὀργὴ τὸ πρακτέον, μὴ συγχωροῦσα ἰδεῖν, ἀλλὰ τὴν παρουσίαν ταράττουσα, καὶ τὰ τοιαῦτα· ἐρεῖς δὲ ὅτι,
20εἰ γὰρ μὴ τούτου αἰτία ἦν ἡ ὀργὴ, διὰ τί οὐκ ἂν ἦλ‐ θον εἰς δικαστήριον; διὰ τί οὐκ ἂν ἐγραψάμην; εἰδὼς καὶ ἐμαυτὸν ὅτι τηρήσω ἀζήμιον καὶ τοῦτον μειζόνως τιμωρήσομαι, καὶ ὅσα τοιαῦτα. Ο Ἐπίλογος παρακλη‐ τικός· μὴ ψηφίσασθαι τὰς μυρίας, καὶ ὅτι ἡ αὐτὴ τι‐
25μωρία ἐστὶ τὸ δοῦναι τὰς χιλίας καὶ τὰς μυρίας· ὁμοίως γὰρ ζημιοῦνται ὁ διδοὺς, καὶ ὅσα τοιαῦτα.
26 ΟΝΟΜΑΣΤΙ ΜΗ Κωμῳδεῖν ὁ νόμος ἐκέλευσεν.
28aΑὐτοπροσώπους τις εἰςάγων τοὺς κωμῳδουμένους ὑπάγεται
28aτῷ νόμῳ.
29Πάλιν κἀνταῦθα ἡ αὐτὴ διαίρεσις· ὥσπερ ἐν ὅρῳ
30οὐκ ἔστιν ἴσον ὀνομαστὶ κωμῳδῆσαι, ὅπερ ἐστὶ συλλογι‐383

8

.

384

σμοῦ, οὐδὲ ταὐτὸν τὸ ὀνομαστὶ λέγειν καὶ πρόσωπα δει‐ κνύναι ἁπλῶς· εἶτα ἡ γνώμη τοῦ νομοθέτου, ὅτι καὶ ὁ νομοθέτης εἶπεν ὀνομαστὶ μὴ κωμῳδεῖν· εἶτα ἡ πηλικότης· τὸ χαλεπώτατον κωμῳδεῖν καὶ δεινόν· εἶτα τὸ πρός τι·
5ὅτι χαλεπώτερον δεικνύναι πρόσωπα τοῦ ὀνομαστὶ λέγειν τοὺς κωμῳδουμένους· τῷ μὲν γὰρ ὀνόματι τυχὸν ἄν τις καὶ ἀμφιβάλλῃ· τῷ δὲ προσώπῳ οὐδαμῶς, αὐτὸν σαφῶς δεικνύντος τοῦ προσώπου τὸν κωμῳδούμενον καὶ οὐχ ἕτερον. ΕΙτα θήσεις ἀντίθεσιν μεταληπτικὴν τὸ,
10σωφρονίζων αὐτοὺς τότε πεποίηκα. Καὶ λύσεις μετα‐ ληπτικῶς, ἑτέρως ἔδει ποιεῖν, κατηγορεῖν, συμβουλεύειν, πλήττειν, ὀνειδίζειν καὶ μὴ παραβαίνειν τὸν νόμον. Ο Επίλογος ἀκολούθως καταφορικὸς, ἔχων καὶ διατυπώσεις, ἔχων καὶ ἠθοποιΐας, ἔχων καὶ οἷα οἱ ἑαυτοὺς ὁρῶντες
15ὑπομένουσι, καὶ τὰ τοιαῦτα.
15
16aΝόμου ὄντος τοῦ κατὰ τῶν μοιχῶν, καταλαβοῦσα ἡ γυνὴ
17aἄνδρα μοιχεύοντα ἀπέκτεινε, καὶ κρίνεται φόνου.
18 Νομίσειεν ἄν τις μεταληπτικὸν τυγχάνειν τὸ πρό‐ βλημα, διὰ τὸ ζητεῖσθαι μόνον τὸ τῆς γυναικὸς πρόσωπον·
20πότερον ταύτῃ δίδωσιν ὁ νόμος ἀναιρεῖν τοὺς μοιχοὺς, ἢ τοῖς ἀνδράσι τῶν γυναικῶν· ἔστιν οὐχ οὕτως ἔχον τὸ ζήτημα· συλλογισμὸς γὰρ ἡ στάσις, διὰ τὸ λέγειν ἐπίσης δεδωκέναι τὴν ἐξουσίαν καὶ ἀνδράσι καὶ γυναιξί· καὶ εἶναι τὴν ζήτησιν περὶ τὸ ῥητὸν, ὅπερ ἐν μεταλήψει
25οὐ γίγνεται, ὅπερ καὶ πρώην εἴπομεν· ὅτι πᾶσα νομικὴ διαίρεσις μετὰ τὴν ἐκ τοῦ ῥητοῦ πρότασιν τῇ ἐμπιπτούσῃ στάσει διαιρεθήσεται· αὐτὸ τοῦτο καὶ ἐπὶ τοῦ προκειμέ‐ νου ζητήματος ποιήσομεν. ΕΣτι δὲ ἐν αὐτῷ πρώτη ἀν‐
τίθεσις ἡ ἀπὸ τοῦ νόμου. ἀλλ’ οὐ σοὶ δέδωκεν ὁ νόμος384

8

.

385

τοὺς μοιχοὺς ἀναιρεῖν. Η Λύσις κατὰ τὸ ἴσον γίγνεται, ὅτι ἴσον ἐστὶ τὸ πρᾶξαι τοὺς μοιχοὺς ἀναιρεῖν τοῖς ἀν‐ δράσιν, καὶ τὸ ταῖς γυναιξὶ δεδωκέναι τὴν ἄδειαν· εἰ γὰρ μὴ τοῦτο σαφῶς ὁ νομοθέτης ἐβούλετο, προεῖπεν
5ἂν, μὴ δεῖν τὰς γυναῖκας τοὺς μοιχοὺς ἀναιρεῖν, ἢ μόνοις τοῖς ἀνδράσι τοῦτο ποιεῖν· μετὰ ταύτην, ὅτι οὐδὲν δια‐ φέρει ὑπὸ γυναικὸς ἢ ὑπὸ ἀνδρὸς τὴν τιμωρίαν γίγνε‐ σθαι· καὶ τὸ μάλιστα ἐμοὶ δέδωκεν ἣν ἐλύπει μοιχεύων, καὶ ὅλως εἰς τὴν τοῦ ῥητοῦ λύσιν πάντα τὰ ἐκ τοῦ ὅρου
10ὅσα ἐμπίπτει ἕως τῆς πηλικότητος καὶ τοῦ πρός τι. ΜΕ‐ τὰ τὴν νομικὴν ζήτησιν καὶ τὴν λύσιν τὴν ὁρικὴν ἐμπί‐ πτει ἀντιθετικὴ στάσις· τὸ ἀντέγκλημα κατ’ ἀκολουθίαν τῶν ὁρικῶν, ἣν ἑξῆς ἐργάσεται. Λύσει δὲ αὐτὸς ὁ κατή‐ γορος ἀντίθεσιν πρὸς ἀντέγκλημα τιθεὶς τὴν μεταληπτι‐
15κήν. ΕΔει κατηγορεῖν ἢ ἀνακοινοῦσθαι τῷ δήμῳ. ΛΥ‐ σει ἡ γυνὴ τῇ λύπῃ, τῇ ὀργῇ, τῷ καιρῷ, καὶ ὅτι οὐκ ἂν κατηγοροῦσα πάντως ἂν τιμωρίαν ἔλαβεν· ἄδηλα γὰρ τὰ ἐκ τῶν δικαστηρίων. καὶ ὅτι οὐδὲν ἂν ἕτερον ἐποίησαν οἱ δικασταὶ, κατὰ τοὺς νόμους δικάζοντες, ἢ θανάτῳ
20ὑπέβαλλον κατὰ τὸν νόμον, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους, βαρύτητα ἔχοντας, καὶ τὸ συμφέρον ὑπὲρ τῶν γυναικῶν, ἵνα σωφρονῶσιν οἱ ἄν‐ δρες, καὶ μὴ διπλᾶ ἁμαρτάνωσιν, τὰς μὲν ὑβρίζοντες τῇ μοιχείᾳ, τὰς δὲ λυποῦντες οἷς ὑβρίζουσιν.
24
25nΤΕΛΟΣ ΤΩΝ ΤΟΥ ΣΩπάτρου διαιρέσεων ζητημάτων.385