TLG 2029 001 :: ANONYMI GEOGRAPHIA IN SPHAERA INTELLIGENDA :: Anonymi summaria ratio geographiae in sphaera intelligendae

ANONYMI GEOGRAPHIA IN SPHAERA INTELLIGENDA Geogr.
(p. A.D. 2)

Anonymi summaria ratio geographiae in sphaera intelligendae

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 2. Paris: Didot, 1861 (repr. Hildesheim: Olms, 1965): 488–493.

Citation: Section — (line)

T

[ΑΝΩΝΥΜΟΥ] ΔΙΑΓΝΩΣΙΣ ΕΝ ΕΠΙΤΟΜῌ ΤΗΣ ΕΝ ΤΗ ΣΦΑΙΡᾼ ΓΕΩΓΡΑΦΙΑΣ.

1

Τοῦ τεχνικοῦ Πτολεμαίου διεξιόντος, ὅσα τῇ γεωγραφίᾳ σοφωτέρως διέθετο, οὐχ ἁπλῶς, οὐδ’, ὡς ἄν τις εἴποι, ἐξ οἰκείας γνώμης ἢ δόξης, ἀλλὰ ταῖς τῶν παλαιοτέρων καὶ οὗτος ἐπακολουθῶν παραδόσεσι,
5καὶ τῶν μὲν τὰ δόξαντα ἀληθῆ εἶναι, ὡς καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλουσιν, ἐπιβεβαιῶν, τῶν δὲ τὰ τῇ αἰσθήσει ὡς ψεύδη ἀπελεληγμένα ἐπιστημονικῶς διορθούμενος· δεῖν προσεπενοήσαμεν καὶ αὐτοὶ τὴν τοῦ παντὸς ὡς ἐν βραχεῖ συνελεῖν πραγματείαν, ὡς ἂν
10ἐπὶ μνήμης ἔχῃς, ὦ Φίλων ἄριστε, ὅσα καὶ διὰ ζώσης φωνῆς παρ’ ἡμῶν ἀκήκοας.

2

Δέον τοίνυν εἰδέναι σε, ὡς ἡ οἰκουμένη πᾶσα πρὸς τὸ μέγεθος τῆς ὅλης γῆς ἀναλογιζομένη τὸ τέ‐ ταρτον ταύτης εὑρίσκεται. Ἐπειδὴ γὰρ σφαιροειδῆ ταύτην παρελάβομεν εἶναι, καὶ περίμετρον ἔχειν μοι‐
5ρῶν τξʹ, τὰς μὲν ρπʹ κατὰ τὸ φαινόμενον μέρος τῆς γῆς ὑποθώμεθα, τὰς δ’ ἑτέρας ρπʹ τῷ μὴ φαινομένῳ δῶμεν. Τοῦτο δὲ ποιήσωμεν ἐπὶ τοῖς τέσσαρσι τῆς οἰ‐ κουμένης μέρεσι, βορείῳ λέγω καὶ νοτίῳ καὶ ἑσπερίῳ καὶ ἑώῳ.

3

Εἶτα γραμμῇ διελόντες τὴν ὅλην οἰκουμένην ἀπὸ δύσεως μέχρι ἀνατολῶν, ἀφορίσωμεν τὸν βορρᾶν ἀπὸ τοῦ νότου. Καλοῖτο δ’ ἂν ἡ γραμμὴ ἰσημερινὸς, ὡς ἐπὶ ταύτῃ ἀεὶ ἰσημερίας γινομένης, καὶ ὡς, ἐπειδὰν ἐν
5ταύτῃ τὴν ἀνατολὴν ποιεῖται ὁ ἥλιος, ἰσημερίας κατὰ πᾶσαν γινομένης τὴν γῆν.

4

Ἔπειτα κύκλῳ δίχα τε καὶ πρὸς ὀρθὰς τῷ ἰση‐ μερινῷ διελόντες τὴν οἰκουμένην, ἐκ τούτου τὸ δυσμι‐ κώτερον καὶ ἀνατολικώτερον τοῦ πόλου νοήσωμεν. Λέγοιτο δ’ ἂν ἡ γραμμὴ αὕτη μεσημβρινὸς, ἐπειδὴ ἐν
5ταύτῃ γινόμενος καθ’ ἑκάστην ὁ ἥλιος τὴν μεσημβρίαν ἀποτελεῖ. Ἀμφότερα δέ μοι δοκεῖ καλὸν ὑποτυπῶσαι σχήμασιν, ὡς ἂν εὐληπτότερά σοι γένοιντο.

5

Ἔστω τὸ φαινόμενον τῆς γῆς ἡμισφαίριον, ἐν ᾧ ἡ οἰκουμένη καταγράφεται, τὸ ΑΒΓΔ· ἰσημερινὸς δὲ κύκλος ὁ ΒΕΔ· βόρειος δὲ παράλληλος, ὁ ἀφορί‐ ζων τὸ ἐγνωσμένον τῆς γῆς πλάτος, ὁ ΖΗΘ· νότιος δὲ
5παράλληλος, ὁ ἀφορίζων καὶ αὐτὸς τὸ ἐγνωσμένον αὐτῆς πλάτος, ὁ ΚΛΜ. Ἔστιν οὖν ὁ τοῦ πλάτους
σταδιασμὸς διὰ τοῦ μεσημβρινοῦ μυριάδων δʹ, τὸ ἀπὸ βορρᾶ ἐπὶ νότον δηλονότι, ὅσον ἐγνωσμένον τε καὶ οἰκούμενον· ὁ δὲ τοῦ μήκους σταδιασμὸς, ἤτοι τὸ ἀπὸ488
10δυσμῶν ἕως ἀνατολῶν ἐγνωσμένον, ὃ καὶ οἰκούμενον, θʹ μυριάδων σταδίων εἶναι λέγεται ἐπὶ τοῦ ἰσημερινοῦ, ὡρῶν δὲ ιβʹ· διάστημα γὰρ κατὰ τὸν ἡλιακὸν δρόμον, ὡς ἔμαθες, τουτέστι τὸ ἀπὸ τοῦ Β ἐπὶ τὸ Δ. Τὸ μέντοι ἀπὸ τοῦ Η ἐπὶ τὸ Α ἐν τῷ βορείῳ τμήματι, καὶ ἀπὸ
15τοῦ Λ ἐπὶ τὸ Γ ἐν τῷ νοτίῳ ἄγνωστον πάντη καὶ ἀοίκητον· ἐγνωσμένον δὲ μόνον τὸ ἀπὸ τοῦ Η ἐπὶ τὸ Λ τμῆμα. Λέγεται δὲ πλάτος, ὡς εἴρηται, ἡ ΗΛ, ἡ δὲ ΒΔ μῆκος.

6

Ἔστιν οὖν τὸ μὲν μῆκος, ὡς ἔφαμεν, μοιρῶν μὲν ρπʹ, σταδίων δὲ μυριάδων θʹ, ὡρῶν δὲ ιβʹ· τὸ δὲ πλάτος μοιρῶν μὲν οθʹ, γʹ ιβʹ, ἢ ὅλων πʹ, σταδίων δὲ μυριάδων δʹ, ὡρῶν δὲ θʹ. Μὴ καταπλαγῇς δὲ, καθότι
5ἐπὶ μὲν τοῦ μήκους, ρπʹ μοιρῶν ὄντος, ιβʹ ὡρῶν ἀκούεις εἶναι διάστημα, ἐπὶ δὲ τοῦ πλάτους, πʹ μόνον ὄντος μοιρῶν, θʹ ὡρῶν ἔχειν ἀνάβασιν, ὀκτὼ μὲν ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν, μιᾶς δὲ ἀπὸ τοῦ ἰσημερι‐ νοῦ πρὸς νότον· οὐ γὰρ ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέροις
10ἐστὶν, ἀλλ’ ἐπὶ μὲν τοῦ ἰσημερινοῦ ὁ δρόμος ἐστὶν, ὡς ἔφαμεν, τοῦ ἡλίου, καὶ ἐπειδὴ τὸ νυχθήμερον κδʹ ὧραί εἰσι, διέρχεται δὲ ὁ ἥλιος τὸν ζωδιακὸν κύκλον, καὶ φαίνεται πρωῒ μὲν εἰς τὴν ἀνατολὴν κατὰ τὸν ὁρίζοντα, ἑσπέρας δὲ εἰς δυσμὰς κατὰ τὸν ὁρίζοντα καὶ νυχθήμε‐
15ρον ἀποτελεῖ· τὸ ἥμισυ ἄρα καὶ μεσαίτατον τῆς γῆς ιβʹ ὡρῶν ἔχει διάστημα. Ἐπὶ δὲ τῆς πρὸς βορρᾶν ἀνα‐ βάσεως τοῦτό σε εἰδέναι χρὴ, ὡς ὁ ἥλιος ὑπὸ γῆν ὢν, ὅτε μὲν κατὰ τὴν ἰσημερίαν ἐστὶ, πανταχόθεν ἑνὶ ὁρί‐ ζοντι φαίνεται ἀνατέλλων καὶ δύνων ὁμοίως, κᾀντεῦθεν
20ἰσημερία ἐστὶν ἐν μιᾷ ἡμέρᾳ μόνῃ· ὅτε δὲ ταύτης πρὸς βορρᾶν ἢ πρὸς νότον ἀπέρχεται, τότε δὴ καὶ ἡ ἡμέρα αὔξειν ἀπάρχεται, τῷ μέρει δηλονότι ᾧ ὁ ἥλιος πε‐ ριέρχεται.

7

Ἔδοξε δέ μοι καὶ τοῦτο διὰ σχήματος ὑποδεῖξαί σοι, ὡς ἂν ἔχῃς ἀκριβῆ τὴν περὶ τούτων εἴδησιν. Ἐ‐ πειδὴ γὰρ οὐκ ἔστι δυνατὸν τὸ σφαιροειδὲς εἰ μὴ σφαῖ‐ ραν ἔχοις κατανοῆσαι, μέθοδόν τινα διεθέμεθα, πῶς
5δεῖ ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν πρα‐ γματείαν.

8

Ἔστω τοίνυν κύκλος ὁ ἐκτὸς νοούμενος ὁ οὐρά‐ νιος, ὁ δ’ ἐντὸς τὸ τῆς γῆς σχῆμα. Ἔστω σοι δὲ, ὡς ἐν ὑποδείγματι ὁ διὰ κοκκίνου, εἰς τέσσαρα μερισμὸς, δύσις μὲν καὶ ἀνατολὴ ἡ Γτ καὶ ἡ ηΔ, ἡ δὲ Αα καὶ
5ἡ Βν τοῦ ἰσημερινοῦ τὰ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν μέρη. Χρὴ τοίνυν εἰδέναι, ὡς ὅταν ὑπὲρ γῆν μέν ἐστιν ὁ ἥλιος, εἰ μὲν κατὰ τὸ μέσον πως τοῦ οὐρανοῦ ἐστι τὸ Αα, τῇ μὲν ηΔ ἴσῃ γραμμῇ κατὰ τὴν γῆν πρώτη ἀπάρχεται εἶναι ὥρα, ὡς ἡ α δηλοῖ· τῇ δὲ Γτ ἴσῃ489
10γραμμῇ ἑσπέρα ἀπάρχεται, ὡς ἡ ν [δηλοῖ.] Καὶ τὸ ἑξῆς δὲ δῆλόν ἐστιν ἐντεῦθεν ἐκ τῶν στοιχείων, ὡς ὅταν μὲν εἰς τὸ β γένηται ὁ ἥλιος ὑπὲρ γῆν, εἰς μὲν τὴν θβ ἴσην γραμμὴν ὑπὸ γῆν πρώτη ἀπάρχεται ὥρα, τῇ δὲ ηΔα γίνεται δευτέρα ὥρα· ὅταν δ’ εἰς τὸ Γ γένηται ὁ
15ἥλιος ὑπὲρ γῆν, τῇ μὲν ιγ ἴσῃ γραμμῇ ὑπὸ γῆν πρώτη ἀπάρχεται ὥρα, τῇ δὲ Δηα ὑπὲρ γῆν τρίτη ὥρα ἀπάρχεται. Ταὐτὸ δεῖ νοεῖν ἐπὶ πάντα τὸν κύκλον τοῦ τε ὑπεργείου καὶ ὑπογείου μέρους καὶ μήτινα ἔχειν ἀμφιβολίαν.
20 Καὶ ταῦτα μὲν ἐπὶ τοῦ κατὰ τὴν ἰσημερίαν ἡλιακοῦ δρόμου συντετάχαμεν, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ σφόδρα γε ἁρμοδίως· οὐκ οἶδα δὲ εἰ καὶ τοῖς πᾶσι τοῦτο δοκεῖ. Πλὴν ἴστω πᾶς τῶν ἀνατρέπειν ἐπιχειρούντων, ὡς οὐχ ὑπειληφότες ταῦτα γεγράφαμεν, ἀλλὰ ταῖς τῶν σοφῶν
25πειθόμενοι παραδόσεσιν, οἳ καὶ περὶ τούτων καὶ περὶ πολλῶν ἑτέρων φιλοπονώτερον ἐξηγήσαντο.

9T

[Περὶ τῶν τῆς ἡμέρας διαφορῶν.]

9

Περὶ δὲ τῶν τῆς ἡμέρας διαφορῶν, καθότι ἐπὶ μὲν τοῦ κατὰ τὸν ἰσημερινὸν τμήματός ἐστιν ὡρῶν ιβʹ, ἐπὶ δὲ τοῦ κατὰ τὸν διὰ Θούλης ὡρῶν κʹ, καὶ τοῦτό σοι, καθόσον ἐστὶν ἡμῖν δυνατὸν, ἐροῦμεν.
5 Ἔστιν οὖν ἰδεῖν οὕτως. Ὑποτυπώσομεν ἐνταῦθα πόλον. Δύσληπτον μὲν γάρ ἐστιν, ὡς καὶ ἀνωτέρω εἰ‐ ρήκαμεν, ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν ὡς ἔνι θεωρίαν· πλὴν τοῖς νοῦν ἔχουσιν εὐκόλως ἂν καὶ διὰ τούτου καταληπτὴ γενήσεται, μόνον εἰ τοῖς σχή‐
10μασι καὶ στοιχείοις μετὰ ἀκριβείας προσέχωσι.

10

Πάλιν οὖν ἔστω κύκλος οὐράνιος ὁ ΑΒΓΔ, γῆ
δὲ τὸ ἐντὸς, πλάτος δὲ τοῦ ζωδιακοῦ τὸ ΕΖ καὶ Θ. Η πλὴν ταττέσθω ἡ ΑΓ βόρειον καὶ νότιον, ἡ δὲ ΒΔ δυτικὸν καὶ ἀνατολικὸν, ὡσαύτως καὶ ἡ μὲν ΕΗ θε‐490
5ρινὸς τροπικὸς, ἡ δὲ ΖΘ χειμερινός. Ὑποθώμεθα τοίνυν ἀνιόντα τὸν ἥλιον ἐπὶ τὰς θερινὰς τροπὰς, ἢ ἀπιόντα [ἐπὶ] τὰς χειμερινάς· ἀνάγκη τὸ ἡμισφαίριον φωτίζειν, ὅπου ἂν καὶ ἔστι. Καὶ ὅρα μοι τὰς ἀπὸ τοῦ ΕΖ καὶ ΗΘ ἐκβαλλομένας γραμμὰς, καὶ ὅσον τὸ
10περιττεῦον τῷ βορείῳ ἢ τῷ νοτίῳ ἐννόησον. Οὕτω γὰρ ποιῶν ῥᾳδίως δυνήσῃ γνῶναι τὴν ἑκάστου διαφο‐ ράν. Ταὐτὸν οὖν δεῖ νοεῖν ἐφ’ ὅλῳ τῷ πόλῳ. Ἰδού σοι καὶ τούτου τὴν λύσιν ὡς ἦν δυνατὸν ἐν ἐπιπέδῳ νοῆσαι παραδεδώκαμεν, εὐκολωτέρως δ’ ἂν εἶχες νοῆσαι, εἰ *
15τὴν οἰκουμένην κατεσκευάσαμεν.

11T

[Ἔκθεσις τῶν παραλλήλων.]

11

Εἰδέναι δέ σε θέλω καὶ τοῦτο, ὡς ἡ οἰκουμένη πᾶσα εἴκοσι κα τρισὶ παραλλήλοις μερίζεται, ὡς παρὰ τοῦ τεχνικοῦ Πτολεμαίου μανθάνομεν, οἳ τὴν τῶν κλιμάτων ἡμῖν δηλοῦσι θέσιν, δι’ ὧν αἱ τῶν ἡμερῶν
5καὶ νυκτῶν αὐξήσεις τε καὶ μειώσεις γίνονται. Θαυ‐ μασίως δὲ δηλοῦσιν ἀπ’ ἀνατολῶν ἕως δυσμῶν οἱ τοιοῦτοι παράλληλοι τάς τε ἐπαρχίας, ὅσαι ὑπὸ τὸν αὐτὸν παράλληλόν εἰσι, τάς τε πόλεις καὶ τἄλλα ὅσα τῇ γεωγραφίᾳ παρέπονται.

12

Εἴκοσι τριῶν τοίνυν ὄντων τῶν παραλλήλων ἐφ’ ἑκατέρου τοῦ ἰσημερινοῦ (ὃς καὶ αὐτὸς παράλληλον τοῖς λοιποῖς ἔχει τὴν θέσιν, ἀλλ’ ἰδίως ἰσημερινὸς κα‐ λεῖται κατὰ μέσα τέμνων τὴν ὅλην γῆν· ἀπ’ αὐτοῦ γὰρ
5γίνεται ἡ ἀρχὴ τῶν πρὸς βορρᾶν ἢ πρὸς νότον ἀνιουσῶν καὶ κατιουσῶν μοιρῶν, οὗ τὸ μῆκος προλαβόντες εἴπομεν εἶναι μυριάδων θʹ σταδίων· ἑξῆς δὲ πρὸς βορρᾶν γρά‐ φεται παράλληλος, ὃς καλεῖται πρῶτος. Ἐρεῖ δέ τις ἴσως· πῶς οὐχὶ δεύτερος καλοῖτο οὗτος, ἅτε προτιθε‐
10μένου τοῦ ἰσημερινοῦ; ἀλλ’ εἴρηται ἡ αἰτία ὅτι ὁ ἰση‐ μερινὸς οὐχὶ παράλληλος, ἀλλ’ ἰδίως ἰσημερινὸς κα‐ λεῖται), πρῶτος δὴ τῶν λοιπῶν παραλλήλων ὁ μετ’ αὐτὸν λέγεται, ἐπί τε τὰ βόρεια ἰόντων ἡμῶν καὶ τὰ νότια. Ἀπέχει δὲ οὗτος τοῦ ἰσημερινοῦ μοίρας δʹ, δʹ
15πρὸς βορρᾶν, καὶ διαφέρει τούτου μιᾶς ὥρας τετάρτῳ, διὰ τὸ πρὸς βορρᾶν ἀνιέναι τὸν ἥλιον. Ἐπ’ αὐτὰς δὲ τὰς θερινὰς τροπὰς γινομένου [αὐτοῦ εἶναι] τοῦτο εἰδέναι δέον. Καὶ αὖθις ὁ δεύτερος παράλληλος, ἀπέχων καὶ οὗτος
20μοίρας μὲν ηʹ, γʹ, ιβʹ, διαφέρων δὲ ἡμισείᾳ μιᾶς ὥρας, ἤτοι ἔχων τὴν μεγίστην ἡμέραν ὡρῶν ιβʹ καὶ ἡμισείας. Εἶτα ὁ τρίτος παράλληλος, ἀπέχων μοίρας μὲν ιβʹ [καὶ]
ἡμίσειαν, διαφέρων δὲ ἡμίσει καὶ τετάρτῳ μιᾶς ὤρας.491

13

Καὶ ἑξῆς ὁ τέταρτος, ἐν ᾧ ἡ ἀρχὴ τῶν κλιμάτων τέθειται (τοῦτο γάρ ἐστι τὸ διὰ Μερόης πρῶτον κλίμα)· ἀπέχει δὲ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν μοίρας ιϛʹ, γʹ, ιβʹ, καὶ διαφέρει ὥρᾳ μιᾷ, ἤγουν ἔχει τὴν μεγίστην
5ἡμέραν ὡρῶν ιγʹ. Ἔχει τὸ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ ͵ϛτλγʹ ἔγγιστα. ᾯ ἀντίκειται ὁ νοτιώτατος παράλληλος ὁ δεύτερος ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς νότον ἀπέχων μοίρας ιϛʹ, γʹ, ιβʹ, ὅσα καὶ ὁ διὰ Μερόης πρὸς βορρᾶν, διαφέρων τε μιᾷ ὥρᾳ ὁμοίως τῷ διὰ Μερόης·
10ὡσαύτως δὲ καὶ τῷ μήκει ἴσος ἐστὶ τούτῳ· οὗ νοτιώ‐ τερον οὐδὲν ἐγνωρίσθη παρὰ ἀνθρώπων.

14

Μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἰσημερινοῦ ὁ πρῶτος πρὸς νότον παράλληλος ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας ηʹ, γʹ, ιβʹ, διαφορὰν δὲ ἔχων ἡμιωριοῦ. Τῆς μιᾶς τοίνυν ὥρας τὴν διαφορὰν ἐπὶ θάτερα μέρη μοιρῶν
5ιϛʹ, γʹ, ιβʹ εὑρίσκομεν οὖσαν. Τούτων δὲ τῶν νοτίων παραλλήλων, δηλονότι τοῦ διὰ Μερόης ἕνεκα παραλ‐ λήλου, μνημονεύσαντες, τοῦ προηργμένου δρόμου ἤδη ἐχώμεθα. Πέμπτος τοιγαροῦν [ὁ] μετὰ τὸν διὰ Μερόης παράλ‐
10ληλος γράφεται, μοίρας μὲν ἀπέχων κʹ, δʹ, ὥραν δὲ μίαν καὶ δʹ. Ὁ ἕκτος μετ’ αὐτὸν ὁ καὶ διὰ Συήνης γραφόμενος καὶ ὑπὸ τὸν θερινὸν τροπικὸν, ἀπέχων καὶ οὗτος μοίρας μὲν κγʹ, ϙʹ, δʹ, διαφέρων δὲ τοῦ ἰσημερινοῦ ὥρᾳ μιᾷ καὶ
15ἡμίσει· ἐν ᾧ ἐστι τὸ δεύτερον κλίμα· ἔχει δὲ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ ͵βτλϛʹ. Εἶτα ὁ ἕβδομος, ἀπέχων μοίρας μὲν κζʹ, ϙʹ, ὥραν δὲ αʹ, ϙʹ, δʹ. Ὁ ὄγδοος ὁ καὶ δι’ Ἀλεξανδρείας, ἀπέχων μοίρας
20μὲν λʹ, γʹ, ὥρας δὲ βʹ· ἐν ᾧ τὸ τρίτον κλίμα. Ὅρα μοι τὴν τῆς ὥρας ἐνταῦθα διαφορὰν μοιρῶν οὖσαν ιγʹ, ϙʹ, γʹ, ιβʹ. Ὁ ἔννατος ἀπέχων μοίρας μὲν λγʹ, γʹ, ὥρας δὲ βʹ καὶ δʹ.
25 Ὁ δέκατος ὁ καὶ διὰ Ῥόδου, ἀπέχων μοίρας μὲν λϛʹ, ὥρας δὲ βʹ, ϙʹ, ἐν ᾧ τὸ τέταρτον κλίμα, οὗ τὸ μῆκος σταδίων μυριάδων ζʹ καὶ ͵βωιβʹ ἔγγιστα.

15

Ὁ ἑνδέκατος, ἀπέχων μοίρας μὲν ληʹ, ϙʹ, ιβʹ, ὥρας δὲ βʹ, ϙʹ, δʹ. Ὁ δωδέκατος ὁ καὶ δι’ Ἑλλησπόντου, ἀπέχων μοίρας μὲν μʹ, ϙʹ, γʹ, ιβʹ, ὥρας δὲ γʹ, ἐν ᾧ τὸ πέμπτον
5κλίμα. Ἰδοὺ καὶ ταύτης τῆς πρὸς βορρᾶν τρίτης ὥρας διαφορὰν μοιρῶν ιʹ, ϙ*, ιβʹ. Ὁ τρισκαιδέκατος ὁ διὰ Βυζαντίου γραφόμενος,
ἀπέχων μοίρας μὲν μγʹ, ιβʹ, ὥρας δὲ γʹ καὶ δʹ. Ὁ τεσσαρακαιδέκατος ὁ καὶ διὰ μέσου Πόντου,492
10ἀπέχων μοίρας μεʹ, ὥρας δὲ γʹ, ϙʹ, ἐν ᾧ τὸ ἕκτον κλίμα. Ὁ πεντεκαιδέκατος ὁ καὶ διὰ Βορυσθένους, ἀπέ‐ χων μοίρας μὲν μηʹ, ϙʹ, ὥρας δὲ δʹ, ἐν ᾧ τὸ ἕβδομον κλίμα· καὶ ταύτης δὲ τῆς ὥρας ἡ διαφορὰ μοιρῶν
15ζʹ, ϙʹ, ιβʹ. Ὁ ἑκκαιδέκατος ἀπέχων μοίρας ναʹ, ὥρας δὲ δʹ, ϙʹ. Ὁ ἑπτακαιδέκατος ἀπέχων μοίρας νδʹ, ὥρας δὲ εʹ. Καὶ ὧδε τὴν τῆς ὥρας διαφορὰν νόει μοιρῶν οὖσαν εʹ, ϙʹ. Ὁ ὀκτωκαιδέκατος ἀπέχων μοίρας νϛʹ, ὥρας δὲ εʹ ϙʹ.
20 Ὁ ἐννεακαιδέκατος ἀπέχων μοίρας νηʹ, ὥρας δὲ ϛʹ. Κἀνταῦθα πάλιν τῆς ὥρας τὴν διαφορὰν ἰδοὺ μοι‐ ρῶν οὖσαν τεσσάρων. Ὁ εἰκοστὸς ἀπέχων μοίρας ξαʹ, ὥρας δὲ ζʹ. καὶ ὧδε ἡ τῆς ὥρας διαφορὰ μοιρῶν γʹ.
25 Εἶτα ὁ εἰκοστὸς πρῶτος ὁ βορειότερος, ὁ καὶ διὰ Θούλης γραφόμενος, οὗ βορειότερον οὐδὲν ἐγνωρίσθη παρὰ ἀνθρώπων, ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας ξγʹ, ὥρας δὲ ηʹ, οὗ τὸ μῆκος σταδίων μυριάδων τεσσάρων καὶ ωνδʹ. Ἐνταῦθα κατήντησεν ἡ τῆς ὥρας διαφορὰ
30μοίραις δυσίν.

16

Εἰ οὖν τὰς ἀπὸ τῆς πρώτης καὶ ἕως τῆς ὀγδόης ὥρας προσέχῃς τῶν μοιρῶν ἐλαττώσεις, ἐκ τού‐ των δυνήσῃ καὶ τὴν τῶν ἡμερῶν αὔξησίν τε καὶ μείωσιν διαγνῶναι. Ταὐτὸν γὰρ δεῖ νοεῖν ἐν ταῖς νυξὶ
5τοῦ νοτίου πόλου, ὅτε ὁ ἥλιος πρὸς βορρᾶν ἄνεισι, πάλιν τε κατὰ τὸ ἀντικείμενον, ὅτε πρὸς νότον κατέρ‐ χεται, ταῖς ἡμέραις μὲν τὴν μείωσιν εἰς τὰ βόρεια, ταῖς
νυξὶ δὲ τὴν αὔξησιν γίνεσθαι.493