TLG 2027 002 :: Valerius APSINES :: Περὶ τῶν ἐσχηματισμένων προβλημάτων Valerius APSINES Rhet. Περὶ τῶν ἐσχηματισμένων προβλημάτων Citation: Page — (line) | ||
407(1t) | ΑΨΙΝΟΥ | |
2t | ΠΕΡΙ ΤΩΝ ΕΣΧΗΜΑΤΙΣΜΕΝΩΝ ΠΡΟΒΛΗ‐ | |
---|---|---|
3t | ΜΑΤΩΝ. | |
4 | [Τῶν ἐσχηματισμένων προβλημάτων τὰ μέν ἐστι | |
5 | κατὰ τὸ ἐναντίον, τὰ δὲ πλάγια, τὰ δὲ κατ’ ἔμφασιν. ἐναντίον μὲν οὖν ἐστιν, ὅταν τὰ ἐναντία κατασκευάζω‐ μεν οὗ λέγομεν, οἷον, ᾔτησαν Ἀθηναῖοι παρὰ Λακεδαι‐ μονίων εἰρήνην, οἱ δὲ ἀντῄτησαν Περικλέα. βουλευο‐ μένων τῶν Ἀθηναίων αὐτὸς ὁ Περικλῆς ἀξιοῖ ἀπιέναι· | |
10 | ὁμολογουμένως γὰρ ὁ Περικλῆς, εἰ καὶ λέγει πέμπεσθαι, ἀλλὰ σχήματι λόγου χρῆται. πλάγιον δέ ἐστιν, ὅταν μετὰ τοῦ κατασκευάζειν τὸ ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ λόγος, οἷον, πλούσιος ἐν λιμῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι πένητα πρὸς σφαγήν, οὐ δέδωκεν ὁ δῆ‐ | |
15 | μος, ὁ πένης ἑαυτὸν προσαγγέλλει. ἐνταῦθα γὰρ τὸ ἐναντίον ὁ λόγος βούλεται καὶ ἐκ πλαγίου κατασκευάζει τὸ μὴ εἶναι σῖτον, καὶ εἰ ἔστιν ἁπλῶς λαβεῖν ἄνευ τοι‐ αύτης ἀντιδόσεως. κατὰ ἔμφασιν δέ ἐστιν ὅταν λέγειν μὴ δυνάμενοι τῷ κεκωλῦσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐν | |
20 | σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου, οἷον, τὸν μαινόμενον φεύγειν ὁ νόμος ἐκέ‐ λευεν· φήμης οὔσης ὅτι σύνεστιν ὁ πατὴρ τῇ γυναικὶ τοῦ υἱοῦ ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν· ἐνταῦθα γὰρ τῷ μὲν δοκεῖν περὶ τοῦ φεύγειν διαλέγεται καὶ τού‐ | |
25 | τῳ τῷ λόγῳ ἐπερείδεται, δι’ ὅλου δὲ δοκεῖ ἐμφαίνειν τὴν τοῦ πατρὸς μοιχείαν τὴν κατὰ τῆς γυναικός.] Ἄλλο. Τῶν ἐσχηματισμένως προαγομένων ζητημά‐ | |
των, ἐν οἷς τὸ δι’ ὑπονοίας ἐστὶ καὶ ἐμφάσεως, ὅταν ἄλλο | 407 | |
408 | μέν τις διοικῆται, ἄλλο δέ τι σπουδάζειν προσποιῆται δι’ ἑτέρων λύων, τὰ εἴδη πολλά ἐστιν· ἓν γὰρ κἀκεῖνο τὸ εἶδος τοῦ ἐσχηματισμένου τρόπου, περὶ οὗ πρότερον ἐλέ‐ γομεν, ὅταν ὑποτιμώμενος αὑτῷ μείζονος διὰ τούτου | |
5 | ταῦτα καθαιρῇ, ἐφ’ οἷς ἑάλωκε· καὶ ἔστιν οἱονεὶ λύον‐ τος τὰ κεκριμένα. Δημοσθένης ἐπὶ τοῖς Ἁρπαλείοις χρή‐ μασιν ἑάλω, καὶ ὁ μὲν Ὑπερείδης αὐτῷ τιμᾶται φυγῆς, ὁ δὲ ἀποθνήσκειν αἱρεῖται. πάλιν ὁ Μιλτιάδης ἐπὶ τοῖς περὶ Πάρον ἑάλωκε, καὶ ὁ μὲν Ξάνθιππος αὐτῷ τιμᾶται | |
10 | φυγῆς, ὁ δὲ ἀνθυποτιμᾶται θανάτου. τί οὖν δεῖ ποιεῖν ἐν τούτοις πᾶσι; βαρύτητι χρῆσθαι. ἡ δὲ βαρύτης ἕξει μέγεθος, ἐὰν προάγηται κατηγορεῖν ἑαυτοῦ, καὶ οἷα τε‐ τόλμηκεν. ἐνταῦθα μέντοι βαρέως τὴν κατηγορίαν καθ’ ἑαυτοῦ εἰσάξει, τὰς δὲ λύσεις πρὸς τὰ ἐγκλήματα ἐν | |
15 | τρόπῳ αὐξήσεως παραλαμβάνοντες. οἷον ὁ Δημοσθένης λέγει, ὅτι εἰκότως τεθνήξεται, διότι νεώτερος μὲν ὢν οὐδὲν αἰσχρὸν ἐπὶ λήμματι προείλετο, πρεσβύτατος δὲ γενόμενος τηνικαῦτα δεδωροδόκηκε, καὶ παρὰ Φιλίππου μὲν οὐκ ἔλαβον, οὐδὲ παρὰ Ἀλεξάνδρου διδόντων οὐκ | |
20 | ἐλάττω, ὑπὸ δὲ τῶν δούλων τῶν ἐκείνου διεφθάρην, καὶ πρότερον μὲν οἴκοθεν προεῖτο καὶ εἰς αἰχμαλώτων λύ‐ σεις καὶ θυγατέρων ἐκδόσεις. ὅσα οὖν ἐστι τὰ λύοντα τὰς αἰτίας, ταῦτα ἐν τρόπῳ αὐξήσεως παραλήψεται. τοῦτο καὶ ἐπὶ τοῦ Μιλτιάδου, ὅταν λέγῃ πονηρότατος | |
25 | προδότης γεγενῆσθαι, καὶ ὅτι ἐξηπάτηκε τὸν δῆμον, πρότερον μεγάλην δόξαν παραστήσας, νῦν δὲ ἄλλος φα‐ νείς, καὶ ὅτι συγγνώμης τυχεῖν οὐκ ἄξιος, εἰ μὴ λαβὼν παρὰ βασιλέως χρήματα πολλὰ διδόντος Παρίους ὑπῆλθε καὶ ἐθαύμασε τὰ παρὰ τούτων διδόμενα. καὶ ταῦτα μὲν | |
30 | ὡς ἐν προκαταστάσει, τὰ δὲ προκαταρκτικὰ ἔσται σοι ἐν τούτοις· καί γε ἐλεγκτικῶς ἐρεῖς φάσκων ὅτι περιπί‐ | |
πτουσιν αὑτοῖς οἱ κατήγοροι, μεγάλα μὲν κατηγοροῦν‐ | 408 | |
409 | τες, τιμώμενοι δὲ ὀλίγων καὶ ἐλαττόνων, καὶ ὡς ἀπορῶν ἐρεῖς καὶ τεθαυμακώς, τί ποτ’ ἐπῆλθεν αὐτοῖς ἀντὶ μεγάλων ἐγκλημάτων ὁρίσαι μικρὰ ἐπιτίμια καὶ κατ’ ἀρχὰς εὐθέως, ὡς εἰ καὶ πρότερον διημάρτανες γνώμης | |
5 | ἐνδιδοὺς ἑαυτὸν πρὸς ἀδικήματα, ἀλλὰ νῦν γε βελτίων φαίνῃ. ταῖς δὲ ἀντιθέσεσι προσήκει ἐνδιατρίβειν καὶ κατασκευὰς ἀντεπάγειν τῶν ἀντιθέσεων τὰς εἰς τὸν σκο‐ πὸν συντεινούσας, οἷον ὅταν λέγῃς, ἀλλὰ νὴ Δία φιλαν‐ θρωπεύεσθε. δεῖ δὲ πρότερον καὶ κατ’ εἶδος λέγειν, καὶ | |
10 | διεξέρχεσθαι μέχρι πολλοῦ τίνα ἐστὶ δι’ ἃ δεῖ φιλανθρω‐ πεύεσθαι. ὑπὲρ γὰρ σοῦ ἐστι ταῦτα διαιρεῖσθαι. δεῖ σε ἑαυτῷ ἀνθρώπων βελτιόνων χείρων γέγονας. καὶ πάλιν τοιαῦτα εἰσάξεις, ὅσα ἐστὶν ἀνατρεπτικὰ τῶν κατὰ σοῦ, ὅτι οὐκ ἔστι τῶν αὐτῶν δίκην μὲν ἐπιβάλλειν, ὡς ἐπὶ | |
15 | ἀδικήματι, περιορᾶν δ’ αὐτοὺς ζῶντας καὶ μὴ λυμαίνε‐ σθαι, καὶ ὡς εἴη αὐτοῖς ὁ βίος ἀβίωτος, ὀνείδη ἐχόντων διὰ τὰ πρότερον πολιτεύματα, καὶ τοῖς κατ’ εἶδος ἐνδια‐ τρίψεις οὐδὲν ἧττον, ἅμα καὶ ἐν ἐπιλόγοις αὖθις ἀνα‐ μνήσεις περὶ τῶν πεπολιτευμένων καὶ πεπραγμένων, ἐὰν | |
20 | λέγῃς, ὅτι μὴ συγχωρηθῆναί σοι δεῖ ἀποφεύγειν, ἀνθ’ ὧν [πρότερον] ἠδίκεις. ταῦτα γάρ ἐστι τὰ ὠφελοῦντα τὸν λόγον, αἱ πράξεις αἱ προγεγονυῖαι. σχήμασι δὲ χρήσῃ σχετλιαστικοῖς ὅταν λέγῃς· ὢ τῆς ἐμῆς ἀδοκήτου τύχης, καὶ νέος μὲν ὤν, ὦ γῆ καὶ θεοί, τίσιν εἰκὸς καὶ αὐτὸν | |
25 | οὕτω βουλεύσασθαι; καὶ παράνοιαν καὶ παραφροσύνην κατὰ ἑαυτοῦ λέγων καὶ ὅσα τοιαῦτα ὀνόματα τὴν βαρύ‐ τητα πλείω ἐργάσῃ. οὐκ ὀκνήσεις δὲ καὶ θετικώτερον ἐπεξιέναι τῷ κατὰ τῶν προδοτῶν λόγῳ, ἢ κατὰ τοῦ ἀδι‐ κήματος ἐκείνου ἐφ’ ᾧ κρίνῃ· ἀξιόπιστον γάρ σοι ποιεῖ | |
30 | τὸ τοιοῦτο τὸν λόγον. παραλήψῃ δὲ αὐτὰ οὐκ ἀκαίρως, ἀλλὰ ἐν τῇ συστάσει τοῦ ὅτι ἄχρι θανάτου δεῖ γενέσθαι | |
τὸ τίμημα· τὸ γὰρ ἀδίκημα μέγα καὶ χαλεπόν. | 409 | |
410 | Ἄλλο. Ἑτέρα φύσις τῶν ἐσχηματισμένων, ὅταν τινὲς τοῖς πρότερον εἰρημένοις ὑπ’ αὐτῶν τὰ ἐναντία συμβου‐ λεύσωσιν, οἷον χειμῶνι ἐχρήσατο ἐπὶ Σικελίαν στόλος πεμφθείς, καὶ ἐπανῆκεν εἰς τὸν Πειραιᾶ, καὶ τὰς ἐναν‐ | |
5 | τίας γνώμας Νικίας καὶ Ἀλκιβιάδης. καὶ πάλιν, Κλέων καὶ Διόδοτος τὸ δεύτερον ἀποστάντων Μυτιληναίων ἐναντία λέγουσι· καὶ ὁ Δημοσθένης Φιλίππου ἐξαιτοῦν‐ τος τὰς τριήρεις ἀντειπὼν καὶ ἡττηθεὶς καὶ τὰ πληρώμα‐ τα συμπέμπειν ἀξιοῖ· τί οὖν δεῖ ποιεῖν ἐν τούτοις; τὸ | |
10 | ἀντιπῖπτον ἐκεῖνο λύειν, ὅτι τὰ ἐναντία γράφεις, λο‐ γισμοὺς εἰς τοῦτο παραλαμβάνειν δι’ ὧν τὰ πρότερα ἐδο‐ κίμασε. διὰ τούτων τὸ ἑαυτοῦ δόγμα κρατύνειν, οἷον ἐὰν Νικίας λέγῃ τὸ ἀντιπῖπτον ἐκεῖνο, ὅτι θαυμάζουσίν τινες διὰ τί πρότερον ἐγένετό μοι δοκεῖ, ἔπειτα δὲ ἕτερα | |
15 | ἀντέλεγε, καὶ οὐχ ἅπερ πρότερον αὐτὸν ἔπεισεν, ἐκεῖνα συμβουλεῦσαι. ταῦτα κατασκευαστικὰ ὧν βούλεται κρα‐ τῆσαι, βούλεται δὲ αὐτοὺς ἀποτρέψαι τῆς στρατείας. τίνα οὖν ἐστι κατασκευαστικά; ὅτι ἄρα πόλεμον μέγαν κεκινημένον καὶ οὐδαμοῦ λυσιτελοῦν τὸ διπλοῦς ἐπ’ | |
20 | αὐτοὺς ποιῆσαι πολέμους καὶ τὸ μῆκος τοῦ πλοῦ ὅτι ἐνεθυμεῖτο, καὶ πάντα ὅσα συστατικὰ τοῦ μὴ συμφέρειν ἐπ’ ἐκείνους στρατεύειν καὶ οὕτως μεταβήσεται· ἀλλ’ ἔδοξεν, καὶ οὐ δεῖ ἐναντιοῦσθαι τοῖς δόξασι. καὶ τὸ τοῦ Ἀλκιβιάδου μέρος τὸν αὐτὸν ἕξει τρόπον, λέγοντος κἀ‐ | |
25 | κείνου ὑφ’ ὧν ἀνεπείθετο μὴ ὀκνῆσαι τὴν στρατείαν, λύοντος ταῦτα τὰ ἀντικείμενα δι’ ἅπερ φαίη τις ἂν μὴ δεῖν στρατεύειν, καὶ ὅσα περὶ τοῦ πολέμου τοῦ πρὸς Λακεδαιμονίους, ὅτι ἑώρων δύναμιν ἀντιπολεμοῦσαν ἑτέραν, ἢ ὅτι οὐ δύναται Λακεδαιμονίους κατείργειν. | |
30 | καὶ ὅτι κωλύειν ἐνόμιζε προσήκειν τοὺς ἐκεῖθεν βοηθοὺς ἐλθεῖν Λακεδαιμονίοις, καὶ ὅτι ῥᾷστον ἑλεῖν Σικελίαν | |
διὰ τὸ στασιάζειν ἐν ἀλλήλοις, καὶ ὅτι τὸ μέγεθος τῶν | 410 | |
411 | πόλεων προτρέπεται μᾶλλον καὶ παροξύνει ἐφίεσθαι τῶν ἐκεῖ [πόλεων], καὶ ὅτι κατασχεῖν ἑώρων οἷόν τε τὰ ὀνείδη, καὶ ὅτι βασιλεὺς ὅλης Κύπρου δύναται κρατεῖν, νήσου καὶ ταύτης οὔσης. εἰσάξεις δέ που καὶ τὰ τοιαῦτα | |
5 | ἀπὸ τῆς ἀρχῆς ἀρξάμενος ἐκείνης κατὰ τὸν ἀκμαῖον λό‐ γον, ὡς δεινὸν εἰ τῶν μὲν Κυκλάδων καὶ Σποράδων ὅπως ἄρξομεν τοσαύτην σπουδὴν ποιούμεθα καὶ τῶν κατ’ Αἰγαῖον ἐφιέμεθα, τῆς δὲ ἑσπέρας ἑτέροις παραχω‐ ρήσομεν, καὶ ἐξὸν προαγαγεῖν μέχρι τοῦ Ἰονίου, ἡμεῖς | |
10 | δὲ ὀκνήσομεν. τί οὖν ἐμποδών; ὁ χειμὼν δηλαδή. καὶ ταῦτα ἐρεῖς οὐκ ἐξιών, ἐπεὶ ἐναντίον ἑαυτῷ ποιήσεις, καὶ ἐν τούτῳ δὲ τὰς ἀντιθέσεις ἰσχυρῶς εἰσάξεις. ὑπὲρ σοῦ γάρ εἰσιν οἱ λόγοι οἱ ἐν αὐταῖς περιεχόμενοι, οἷον ἐὰν λέγῃ Ἀλκιβιάδης· ἀλλὰ νὴ Δία, φήσει τις, ἀλλ’ | |
15 | ἔδοξε, καὶ πολλοὶ λόγοι περὶ αὐτῶν ἐγένοντο, καὶ οὐκ ἐν μιᾷ ἐκκλησίᾳ ἐβουλευσάμεθα περὶ αὐτῶν. ὅσῳ γὰρ πλείω παραλαμβάνει, τοσούτῳ πλέον ἀνύει τὸ βούλημα. τὴν μέντοι λύσιν λέγων, ἀλλὰ χειμῶνες καὶ θάλαττα, καὶ ἄλλα πολλὰ ἀφ’ ὧν πόνοι συνέβαινον, καὶ ἄλλα πολλὰ | |
20 | τὰ ἐκκρούοντα, καὶ ὡς μὲν οὐκ ἀπροσδόκητον καὶ χει‐ μῶνι περιπεσεῖν πλέοντα θάλατταν, οὐκ ἄδηλον καθέ‐ στηκεν, οὐ μὴν τοσούτῳ χειμῶνι χρήσασθαι· καὶ γάρ, εἰ μηδὲν φαῦλον ἀπήντησε, τοῦτο τῇ τύχῃ λογιστέον, αὐτοὺς δὲ οὐ προσήκει παραβάλλεσθαι ἐκ χειμῶνος εἰς | |
25 | χειμῶνα. καὶ πολλὰ ἐκ παραλείψεως τοιαῦτά τις λέξει· καὶ ὡς οὐ νῦν πρῶτον ἐπειράθημεν χειμῶνος κατὰ θά‐ λατταν, ἀλλ’ εἰωθότα, οὐκ ἀγνοῶ. ὅμως ὑφορῶμαι μή τι οἰώνισμα ᾖ, ὁ δὲ Νικίας ἔμπαλιν ἐρεῖ, ὅτι καὶ ἔδοξε καὶ ταῦτα αὐτοῦ ἀντιλέγοντος καὶ ἀποτρέποντος. τίς ὁ | |
30 | λόγος σοι ἔσται. Μετέλθωμεν δὲ καὶ ἐπ’ ἐκεῖνο τὸ εἶδος, ὅπου τις | |
λύει τὰ δόξαντα, ἢ νόμον, οἷον Ὑπερίδης ἀξιῶν τὸν Δη‐ | 411 | |
412 | μοσθένην δημόσιον εἶναι δοῦλον, ἐπειδὴ ξενίας ἑάλω. ἐνταῦθα εἰσάξεις τὰ ὑπὲρ Δημοσθένους, καὶ ἐπιδείξεις ἄξιον ὄντα αὐτὸν καὶ ἐλευθερίας, οὐ μόνον τοῦ δου‐ λείας ἀπηλλάχθαι. ἠγνόητο δ’ ἄν σοι τοῦτον τὸν τρό‐ | |
5 | πον εἴσοδος τοῦ λόγου ὑπὲρ Δημοσθένους, ὅτι ὑμεῖς προσδοκᾶτε ἐρεῖν· καὶ ἐν ταῖς ἀγγελίαις δὲ ταὐτὸν ποιή‐ σεις, ὅπερ ἐπὶ τῶν τιμήσεων ἔφαμεν· βαρύτητι γὰρ χρήσῃ καὶ σχετλιασμοῖς καὶ τοῖς τοιούτοις. παραλαμβά‐ νομεν δὲ κἀκεῖνο τὸ εἶδος, οἷον Δημοσθένης ἀξιοῖ ἐκδί‐ | |
10 | δοσθαι αὑτὸν τοῦ Φιλίππου ἐξαιτοῦντος ἢ τὸν Δημο‐ σθένην ἢ τὰς τριήρεις. ἐν αὐξήσει κεῖται τὰ κατὰ τὸν Δημοσθένην, αὔξοντος τὰ καθ’ αὑτόν, καὶ ἀξίωμα ἕξει ὁ λόγος. εὐθὺς δὲ κατ’ ἀρχὰς συστήσεις πόσου ἄξιος ἀπὸ τῆς κρίσεως τῆς τοῦ Φιλίππου. ἐρεῖς οὖν ὅτι ἐλελή‐ | |
15 | θειν μείζονος ὢν ἤπερ ἐνόμιζον. ὁ γοῦν Φίλιππος ἐν ἴσῳ τὸ κατ’ ἐμὲ τίθεται ταῖς τριήρεσιν, εἶτα ὅτι φθονοῦσί μοί τινες φιλοτιμίας. εἶτα περὶ φιλανθρωπίας ἐρεῖς τῶν Ἀθηναίων, καὶ οὕτως εἰσάξεις τὸν ὑπὲρ Δημοσθένους λόγον, ὅτι ὑπὲρ τοὺς στεφάνους, ὑπὲρ τὰς ἀναρρήσεις | |
20 | τὰ νυνί· ἕξεις οὖν σκέψιν νῦν προσθεῖναι περὶ Δημο‐ σθένους καὶ τῶν τριήρων· διὰ τοῦτο οὖν ἐπιδίδωσιν ἑαυτόν, ἵνα μήτις εἴπῃ, ὅτι Δημοσθένης προὔδωκε τὰς τριήρεις Φιλίππῳ, καὶ Δημοσθένει οὐκ ἔστι τὸν αὐτὶ τὴν πολιτείαν *σατε διαμεῖναί με ἐπὶ τῆς ὑπαρχούσης | |
25 | δόξης, οὐδὲν προὔδωκα τῶν τῆς πόλεως. καὶ κατ’ εἶδος λέγων, πονηρότερος ὑμῖν οὐκ ἂν γενοίμην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, οἳ ἐν μέρει τινὶ ἔβλαψαν τὴν πόλιν, ἐγὼ δὲ τοῖς ἅπασι φανοῦμαι, εἶτα ἡ ἀντίθεσις ἐν τοῖς πράγμασιν. Ἄλλο. Ἄριστον δὲ εἰς σχηματισμὸν παράγγελμα τὸ | |
30 | δοκεῖν ἐναντία λέγειν· ὃ γάρ ἐστιν ἐν τοῖς ἄλλοις προ‐ βλήμασιν ἁμάρτημα, τοῦτό ἐστιν ἐν τούτοις κατόρθωμα, | |
οἷον εἰ τύχοι, πλούσιος πένητα ᾔτησεν ἀποκτεῖναι, καὶ | 412 | |
413 | ὁ δῆμος ἔδωκε· μετὰ ταῦτα ἰδιώτης ἐπανῆκεν ὁ πλούσιος ἀριστεύσειν ἐπαγγειλάμενος, καὶ προσαγγέλλει ἑαυτὸν ὁ πένης· ἐνταῦθα γάρ, εἰ τύχοι, πρῶτον λέγει περὶ τῆς δωρεᾶς, δι’ ἣν πρῶτον ἐγκαλεῖ τοῖς δεδωκόσι, καὶ φα‐ | |
5 | νερῶς μὲν ἐπαινεῖ καὶ τὸν αἰτήσαντα καὶ τοὺς δεδωκό‐ τας. καὶ ὁ ἔπαινος ἐν μὲν τῇ ἀρχῇ καὶ τῇ περιβολῇ μόνον περιγράφεται, ἡ δὲ ἐργασία αὐτοῦ ἄλλο τι δύναται, οἷον ἐγὼ καὶ τὸν αἰτήσαντα ἐπαινῶ. πολέμιον γὰρ φονεῦσαι ἐσπούδακεν ἀντηγωνισμένον πολλάκις αὐτῷ καὶ φυλάτ‐ | |
10 | τοντα τὴν δημοκρατίαν, τῆς ἐλευθερίας προεστῶτα. ἀλλὰ καὶ ὑμᾶς τοὺς δεδωκότας ἐγκωμιάσαι καλόν· ὁ πλοῦτος ἐξεδυσώπησεν ὑμᾶς. ἐφοβήθητε τὸν πλούσιον· τὰ τῆς ὑποσχέσεως ἦν λαμπρὰ καὶ δυνατὰ κατεργάσασθαι μό‐ νον τοὺς πολεμίους ἐστὶ τοῦ πλουσίου. | |
15 | Ἔστι καὶ ἕτερος τρόπος ὃν δεῖ παραλαμβάνειν εἰς τὰ ἐσχηματισμένα κατὰ παράλειψιν καὶ ἀποσιώπησιν, οἷον, ἀλλ’ οὐδ’ ὑμῖν ὀνειδίζω τοῖς δεδωκόσι μοι πρὸς τὴν τελευ‐ τήν. ὠνείδιζον γὰρ ἄν, εἰ ταῦτ’ ἔλεγον νόμων ὄντων, ἀκμα‐ ζούσης δημοκρατίας, διαρρήδην τῶν νομοθετῶν ἀπα‐ | |
20 | γορευόντων μὴ καθ’ ἑνὸς γράφειν, μὴ βουλεύειν φόνον, μὴ θανάτου αἰτίαν παρέχειν. ἔστι δὲ καὶ ἕτερος τρόπος· δέον κατηγορεῖν ἐν τῇ πραγματείᾳ οὐ δι’ ἐναντίας παρα‐ μυθίας αὐτὸν ἀξιοῦμεν, ὡς ἐπὶ τῆς αὐτῆς ὑποθέσεως, ὅτι ἰδιώτης ἐπανῆλθεν. ἀλλ’ οὐθέν σοι δεινὸν πέπρα‐ | |
25 | κται μὴ τυχόντι τῆς ἀριστείας· ἐπεθύμησας γὰρ διὰ τὴν τελευτὴν τὴν ἐμήν. ἀλλὰ τί γὰρ ἂν πάθοις ἐν τρυφῇ τραφείς, ἁβροδίαιτος ὢν τὸν βίον; τὰ δὲ τηλικαῦτα τῶν κατορθωμάτων σκληρῶν δεῖται τῶν σωμάτων. εἰ δὲ ἠτύ‐ χηκας, ἀτυχοῦσι καὶ οἱ πλούσιοι πολλάκις. ἀλλ’ ἡ πόλις | |
30 | ἤλπισεν ἐν σοὶ μάτην. διαμαρτάνουσι τῶν ἐλπίδων καὶ πόλεις, καθόλου δὲ πανταχοῦ καὶ ἐν παντὶ χωρίῳ τῆς | |
τοιαύτης ὑποθέσεως τὰ ἐναντία λέγειν χρή· οὕτω προαι‐ | 413 | |
414 | ρούμεθα ἐπεί τοι καὶ ἐν ῥήματι πληροῦται διάνοια ἐσχη‐ ματισμένη, καὶ μάλιστα ἐν τῷ διὰ μέσου καὶ ἀμφιβόλῳ, οἷον εἰ κακοηθιζοίμεθα πότερον ἐπὶ τῇ αὐτοῦ γυναικί, μάλιστα εἰ παῖς ἡμῖν εἴη γεγενημένος ἐξ αὐτῆς, οἷον, | |
5 | οὗτός ἐστι τὰ πάντα ἐπὶ τῆς οἰκίας δεσπότης, ἀνήρ, πάν‐ των ἡμῶν πατήρ· μάλιστα δ’ ἐν ταῖς προδιηγήσεσιν αἱ προκατασκευαὶ κακίαν ἐχέτωσαν, ἔγημα ἐγὼ μὴ προαι‐ ρούμενος, ὁ πατὴρ ἠνάγκασε, διηγεῖτο, ἔλεγεν εὐσχή‐ μων εὐγενὴς εἶναι. ἔστι δ’ ἐκεῖνο μέγιστον παράγγελμα | |
10 | ἐν τοῖς ἐσχηματισμένοις, τὸ μὴ πάντα πληροῦν ἐν αὐτοῖς, μήπως δειχθῇ τὸ σχῆμα. | |
12t | Τέλος Ἀψίνου. | 414 |