TLG 2025 002 :: MAXIMUS :: Περὶ τῶν ἀλύτων ἀντιθέσεων (fort. auctore Maximo Byzantio)

MAXIMUS Rhet., Neoplatonicus
(Byzantius vel Epirota: A.D. 4?)

Περὶ τῶν ἀλύτων ἀντιθέσεων (fort. auctore Maximo Byzantio)

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 427–447.

Citation: Volume — page — (line)

14

.

427

(1t)

ΜΑΞΙΜΟΥ
2tΠΕΡΙ ΑΛΥΤΩΝ ΑΝΤΙΘΕΣΕΩΝ
3 Αἱ ἄλυτοι ἀντιθέσεις ὅτι μὲν οὐκ ἐπιδέχονται λύσιν ἐμφανῆ, πρόδηλον· οὐ γὰρ ἂν εἶεν ἄλυτοι, εἰ ἐπιδέχοιντο
5λύσιν. ὅτι δὲ μεθόδου τινὸς πρὸς αὐτὰς χρεία, ἐμφανές ἐστι. πόθεν οὖν αἱ μέθοδοι πρὸς τὰς ἀλύτους ἀντιθέ‐ σεις; ἐροῦμεν ἃς εὑρήκαμεν. αʹ Ἐὰν ἐμπίπτῃ ἄλυτος ἀντίθεσις, ἢ ἐν προσχήματι τοῦ δοκεῖν λύειν ἀντικατηγορεῖν δεῖ τοῦ ἀντιδίκου·
10βʹ ἢ εὐπροσώπως μὴ ἔχοντα λῦσαι ἀναβάλλεσθαι εἰς ἕτερον χρόνον τὴν λύσιν· γʹ ἢ συνδραμόντα οὕτως ἀντικατηγορεῖν τοῦ ἀντιδί‐ κου· δʹ ἢ πάλιν συνδραμόντα τὸ συμφέρον ἀντιθεῖναι τῷ
15δικαίῳ· εʹ ἢ τὸν δικαστὴν ἀπάγειν μὲν ἀπὸ τῆς ἀλύτου ἀντι‐ θέσεως, εἰς ἕτερα δὲ πράγματα κρινόμενα ἐμβιβάζειν·
ϛʹ ἢ μετὰ αἰτίας λύειν τὴν δοκοῦσαν ἄλυτον εἶναι·427

14

.

428

ζʹ ἢ πολλάκις τὴν ἄλυτον ὑπομερίσαντα 〈καὶ〉 κατὰ μέρος εἰσαγαγόντα δοκεῖν λύειν· ηʹ ἢ μὴ τιθέντα, δι’ 〈ὅλου τοῦ〉 λόγου πρὸς αὐτὴν βλέποντα λύειν·
5θʹ ἢ παραινετικῶς καὶ ὥσπερ κηδόμενον τοῦ ἀντιδί‐ κου μεθοδεύειν τὴν ἄλυτον ἀντίθεσιν ἐν αὐτῇ τῇ παραι‐ νέσει· ιʹ πάλιν ἐὰν ᾖ ἄλυτος, προστιθέναι τι αὐτῇ εὔλυτον, ἵνα ἀπὸ τοῦ εὐλύτου ἀφορμὴ λύσεως γένηται·
10ιαʹ ἢ μηδὲ μεμνῆσθαι τῆς ἀλύτου τὸ παράπαν, εἰ ἤλπικε τὸν δικαστὴν αὐτῆς ἐπιλελῆσθαι· ιβʹ ἢ συνδραμόντα τὴν γνώμην διαβάλλειν τοῦ ἀντι‐ δίκου· ιγʹ ἢ μὴ θέντα πειρᾶσθαι λύειν προσρίπτοντα τὴν λύ‐
15σιν ὡς ἐν ἀφηγήσεως τρόπῳ καὶ σπουδὴν ἔχειν, ἵνα μὴ τοῦτο κρινόμενον γένηται· ιδʹ ἢ ὄνομα ἀντ’ ὀνόματος θέντα οὕτως 〈τὸ〉 τῷ εὐ‐ λύτῳ ὀνόματι συμπλεκόμενον δόξαι λύειν· ιεʹ ἢ ἐν προσχήματι τοῦ δοκεῖν πλείους παρέχεσθαι λύ‐
20σεις ἀπάγειν μὲν ἀπὸ τοῦ ῥητοῦ τοῦ ὄντος ἀλύτου τοὺς δικαστάς, τὴν γνώμην δὲ ἐξετάζειν τοῦ νομοθέτου, μεθ’ ἧς γέγραφε τὸν νόμον· ιϛʹ ἢ ἐὰν ἰσάζωσιν αἱ ἀντιθέσεις, ἐκ διαβολῆς τοῦ ἀντιδίκου καὶ οἰκείας συστάσεως ἀντερωτῶντα οὕτως
25λύειν τὴν ἰσάζουσαν μέν, ἄλυτον δὲ εἶναι δοκοῦσαν.428

14

.

429

Εἴπωμεν οὖν ἑκάστου τούτων τὰ παραδείγματα, ἃ προεθέμεθα ἐν τάξει ἀλύτου, ἀπ’ αὐτοῦ τοῦ ῥήτορος τὰς μεθόδους τῶν ἀλύτων ἀντιθέσεων λαμβάνοντες. αʹ Ἐν μὲν οὖν προσχήματι τοῦ δοκεῖν λύειν ἄλυτον
5οὖσαν τὴν ἀντίθεσιν ἀντικατηγορεῖ ὁ ῥήτωρ ἐν τῷ Κατ’ Αἰσχίνου· 〈λέγοντος γὰρ Αἰσχίνου〉 ‘κακῶς οἱ στρα‐ τηγοὶ ἐχρῶντο τῷ πολέμῳ καὶ διὰ τοῦτο εἰρήνην ἐπρά‐ ξαμεν‘ οὐ δυνάμενος λῦσαι ταύτην ὁ ῥήτωρ ἀντικατη‐ γορῶν φάσκει «ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατε
10αὐτὸν μεμνημένοι, πότερον ἐξ ἑτέρας τινὸς ᾤχετο πό‐ λεως πρεσβεύων ἢ ταύτης αὐτῆς· εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματα εἴληφεν· εἰ δὲ ἐκ ταύτης αὐτῆς, τίνος ἕνεκεν, ἐφ’ οἷς ἡ πέμψασα πόλις
15τῶν αὑτῆς ἀφέστηκεν, ἐπὶ τούτοις οὗτος δῶρα προσλα‐ βὼν φαίνεται;» ἀδυνατῶν γὰρ δεῖξαι, ὅτι οὐ κακῶς οἱ στρατηγοὶ ἐπολέμουν, διὰ τοῦτο οὖν φησιν ἀντικατη‐ γορῶν ‘δῶρα εἴληφασ‘.
βʹ Ἐὰν δὲ μὴ ἔχῃς λῦσαι 〈νῦν τὴν〉 ἀντίθεσιν εὐ‐429

14

.

430

προσώπως, ἀναβαλῇ τὰς λύσεις τῶν εἰρημένων ‘εἰς ἕτε‐ ρον χρόνον παρέξομαι‘ 〈εἰπὼν〉 ἢ ‘νῦν διὰ τόδε οὐ πεποίηκα‘ ἢ ‘παρὰ τόδε ποιήσω‘, οὕτως 〈ὡσ〉 ὁ Δη‐ μοσθένης ἐν τῷ Κατ’ Ἀνδροτίωνος ‘ἂν τοίνυν λέγῃ περὶ
5τοῦ τῆς ἑταιρήσεως νόμου, ὡς ὑβρίζομεν ἡμεῖς καὶ βλασφημίας οὐχὶ προσηκούσας κατ’ αὐτοῦ ποιούμεθα, δέον πρὸς τοὺς θεσμοθέτας ἐλέγχειν, ἵνα ἐκεῖ περὶ χι‐ λίων ἐκινδυνεύομεν, ὑποβάλλετε αὐτῷ, ὅτι καὶ τοῦτο ποιήσομεν ὕστερον, ἐπειδὰν νῦν περὶ ὧν εἰσῆκται δῷ
10λόγον‘. οὔτε γὰρ ἀδύνατος εἶναι δόξεις λῦσαι τὴν ἀντίθεσιν καὶ ἀναβολὴν μετὰ ἀπολογίας εἰργασμένος ἀξιο‐ πίστως ἀπάξεις ἀπὸ τῆς ἀντιθέσεως οὔσης ἀλύτου τὸν δικαστήν. γʹ Συνδραμῇ δὲ τῇ ἀλύτῳ ἀντιθέσει καὶ συνδραμὼν
15ἀντικατηγορήσεις τοῦ ἀντιδίκου (πάλιν γὰρ τοῦτο ἐπὶ430

14

.

431

τῷ ἀλύτῳ θεωρήματι παρασχετέον παράδειγμα, μικρᾶς καὶ γλίσχρου τῆς διαφορᾶς οὔσης ἐνταῦθα) ὡς Δημο‐ σθένης ἐν τῷ Κατ’ Αἰσχίνου «εἶπε τοίνυν μοί τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου, Χάρητος κατηγορεῖν
5αὐτὸν παρεσκευάσθαι καὶ διὰ τούτου τοῦ τρόπου καὶ τούτων τῶν λόγων ἐξαπατήσειν ὑμᾶς ἐλπίζειν. ἐγὼ δέ, ὅτι πάντα μὲν τρόπον κρινόμενος Χάρης εὑρεθήσεται πιστῶς καὶ εὐνοϊκῶς, ὅσον ἦν ἐπ’ ἐκείνῳ, πράττων ὑπὲρ ὑμῶν, διὰ δὲ τοὺς ἐπὶ χρήμασι λυμαινομένους τοῖς πρά‐
10γμασι πολλῶν ὑστερῶν, οὐ σφόδρα ἰσχυρίζομαι, ἀλλ’ ὑπερβολὴν ποιήσομαι· ἔστω γὰρ πάντα τἀληθῆ λέξειν περὶ αὐτοῦ τουτονί. καὶ οὕτω τοίνυν κομιδῇ γέλως ἐστὶ κατηγορεῖν ἐκείνου τοῦτον. ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ
15εἰσιν ὑπεύθυνοι οἱ στρατηγοί), ἀλλὰ τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, τοῦ δῶρα εἰληφέναι, τοῦ ἐξαπατῆ‐ σαι.» συνδραμὼν γάρ, ὅτι κακῶς ἐπολέμει Χάρης, οὕτως κατηγορῶν Αἰσχίνου προδοσίας ἐπὶ τῷ συνειπεῖν Φιλο‐
20κράτει ἀξιόπιστος ἔδοξεν εἶναι, ὅτι καὶ δῶρα εἴληφε,
λέγων.431

14

.

432

δʹ Συνδραμὼν δὲ πάλιν, οἷς ὁ ἀντίδικος λέγει, δι‐ καίοις οὖσι, τὸ συμφέρον ἀντιθήσεις, οὕτως ὡς ὁ Δη‐ μοσθένης πάλιν ἐν τῷ Κατ’ Αἰσχίνου· λέγοντος γὰρ Αἰσχίνου ὅτι ‘πονηροὶ Φωκεῖς ἦσαν καὶ ἐχρῆν αὐτοὺς
5ἀπολωλέναι‘ οὐκ ἀντέστη μέν, συνδραμὼν δὲ ἔφη «ἀλλὰ συνέφερεν αὐτοὺς σώους εἶναι τῇ πόλει· οὐδὲ γὰρ Λα‐ κεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτε ἐσώσατε οὐδὲ τοὺς καταράτους Εὐβοέας, ἀλλ’ ὅτι συνέφερε τοῦτο τῇ πόλει.»
10 εʹ Ἀπὸ δὲ τῆς ἀλύτου ἀντιθέσεως, ἧς ὁ ἀντίδικος παρέχεται, μεταβιβάσεις τὸν δικαστὴν ἐφ’ ἑτέραν ἀντί‐ θεσιν, τὴν μὲν ἄλυτον μὴ συνεκτικὴν εἶναι λέγων τοῦ παρόντος ἀγῶνος, ἣν δὲ ἀντεισάγεις σύ, οὕτως ὡς ἐν τῷ Κατὰ Τιμοκράτους ὁ ῥήτωρ πεποίηκε. λέγοντος γὰρ
15τοῦ Τιμοκράτους ὅτι «ἐκτέτισται τὰ χρήματα Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ», ‘ὑπὲρ ὧν αἰτίαν ἔχω
θεῖναι τὸν νόμον, ὡς ὀφειλόντων ἔτι τῇ πόλει‘ φησὶν432

14

.

433

‘ἀλλ’ οὐ περὶ τούτων κρίνετε νῦν, εἴτε ἐκτέτισται τὰ χρήματα τούτοις εἴτε μή, ἀλλ’ εἰ παράνομον ἔγραψε Τιμοκράτης ψήφισμα.‘ ἀπαγαγὼν γὰρ τῆς ἀλύτου ἀντι‐ θέσεως τῆς λεγούσης ὅτι ‘ἐκτέτισται τὰ χρήματα αὐ‐
5τοῖσ‘, ‘οὐχ ὑπὲρ τούτων κρίνετε‘ λέγων καὶ ‘[οὐχ] ὑπὲρ τούτων ἐγράψατο τὸν νόμον‘ ἐπὶ τὸ παράνομον ἀπήγαγεν εἰπών, ὡς παρανόμου τῆς γραφῆς οὔσης, ὑπὲρ ἧς ἥκουσι κρίνοντες. ϛʹ Μετὰ αἰτίας δὲ τὸ πιστὸν τῶν πραχθέντων παρ‐
10έξῃ τὰς ἀλύτους ἀντιθέσεις μεθοδεύων, ὡς ὁ Δημοσθέ‐ νης ἐν τῷ Κατὰ Στεφάνου. λέγοντος γὰρ Φορμίωνος ‘ἡ μήτηρ οὖν ἡ σὴ τὰς διαθήκας ἐμοὶ πεισθεῖσα ἐξ‐ έκλεψε‘ καὶ ἐρωτῶντος ἐδόκει ἀπίθανον εἶναι τὸ τὸν Φορμίωνα 〈δοῦλον ὄντα〉 προτιμηθῆναι ὑπὸ τῆς Ἀπολ‐
15λοδώρου μητρός. μετὰ τῆς αἰτίας οὖν τὸ πιστὸν παρ‐433

14

.

434

ήγαγεν εἰπὼν ὅτι ‘μὴ ἀπίστει· διέφθαρται γὰρ ἡ μήτηρ καὶ οὐ δοῦλος ἦν Φορμίων ἀλλ’ ἀνήρ‘. τὸ δὲ ἐπαχθὲς ἔφυγε, τὸ δόξαι μητρὸς κατηγορεῖν, προεπισημηνάμε‐ νος, ὅτι ἀναγκαζόμενος καὶ οὐχ ἑκὼν λέγει ταῦτα.
5 ζʹ Ὅταν δὲ ἀλύτου ἀντιθέσεως μέρη διαιρῇς, πειράσῃ μεθοδεύειν, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατ’ Αἰσχίνου πε‐ ποίηκε. λέγοντος γὰρ Αἰσχίνου ὅτι ‘καὶ Χερρόνησος ὑμῖν ἀπὸ τῆς εἰρήνης περιγέγονε καὶ εἰρήνην ἄγετε ἀντὶ πολέμου καὶ τριήρεις 〈ἔχετε〉 τριακοσίας καὶ σκεύη ταύ‐
10ταις καὶ χρήματα‘, οὐ δυνάμενος πρὸς ἅπαντα ταῦτα ὁ Δημοσθένης ἀντιστῆναι ἀθρόως οὐδὲ ὡς οὐκ ἔστιν ἀληθῆ δεῖξαι διεῖλε τὴν ἀντίθεσιν εἰς τρία μέρη καὶ κατὰ μέρος εἰσαγαγὼν οὕτως τῇ διαιρέσει μεθώδευσε τὴν ἄλυτον ἀντίθεσιν καὶ ταῖς λύσεσιν ἐσοφίσατο, ἀλύ‐
15των ὄντων καὶ τῶν μερῶν. ἐν μὲν γὰρ τῇ πρώτῃ τῇ ‘Χερρόνησον ἔχετε, ἐξ ἧς σῖτος ἄφθονος ὑμῖν κομίζεται‘
ἐν τῇ εἰσαγωγῇ τὴν δοκοῦσαν λύσιν διὰ τῆς ἀντικατη‐434

14

.

435

γορίας παρέστησεν εἰπὼν οὕτως «ἂν τοίνυν ἀντὶ Φω‐ κέων καὶ Πυλῶν Χερρόνησος ὡς περίεστι τῇ πόλει λέγῃ, πρὸς Διὸς καὶ θεῶν μὴ ἀποδέξησθε»· ‘ἐδύνασθε γὰρ ἄν, εἰ καὶ μὴ διὰ τοῦτον, καὶ Χερρόνησον καὶ Πύλας καὶ
5Φωκέας ἔχειν‘. ἡ μὲν γὰρ ἀληθὴς ἦν λύσις ἐκείνη ὅτι ‘οὐ περιγέγονε Χερρόνησοσ‘· ἐπεὶ δὲ ψεῦδος ἦν, τὸ σό‐ φισμα ἐκείνῳ γέγονεν ὅτι ‘〈περι〉 γέγονεν, ἀλλ’ οὐκ ἀντὶ Φωκέων καὶ Πυλῶν‘. πάλιν δὲ τὸ δεύτερον τῆς ἀντι‐ θέσεως μέρος εἰσήγαγε λέγων «οἶδα τοίνυν, ὅτι τοὺς
10μὲν ὑπὲρ τῶν πεπραγμένων λόγους αὐτοὺς Αἰσχίνης φεύξεται, βουλόμενος δὲ ὑμᾶς ὡς πορρωτάτω τῶν πε‐ πραγμένων ἀπαγαγεῖν διέξεισιν, ἡλίκα πᾶσιν ἀνθρώποις ἀγαθὰ ἐκ τῆς εἰρήνης γίγνεται καὶ τοὐναντίον ἐκ τοῦ πολέμου κακά, καὶ ὅλως ἐγκώμια εἰρήνης ἐρεῖ καὶ
15τοιαῦτα ἀπολογήσεται. ἔστι δὲ καὶ αὐτὰ ταῦτα κατη‐ γορήματα τούτου· εἰ γὰρ ἡ τοῖς ἄλλοις ἀγαθῶν αἰτία
τοσούτων πραγμάτων καὶ τηλικαύτης ταραχῆς ἡμῖν435

14

.

436

αἰτία γέγονε, τί τις εἶναι τοῦτο φῇ, πλὴν ὅτι δῶρα λα‐ βόντες οὗτοι καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν;» καὶ ἐν αὐτῇ τῇ διαιρέσει ἐσοφίσατο· οὐ γὰρ ἔλυσεν ὅτι ‘οὐ καλὸν ἡ εἰρήνη‘ ἢ ‘οὐκ εἰρήνην ἄγετε‘, ἀλλ’ ‘ἐζημιώ‐
5θημεν ἐξ αὐτῆσ‘ εἶπε. καὶ τὸ ἕτερον δὲ μέρος τῆς ἀντι‐ θέσεως οὕτως εἰσήγαγε «τί δαί; οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήματα ὑμῖν περίεστι διὰ τὴν εἰρήνην; ἴσως ἂν εἴποι. πρὸς δὲ ταῦτα ἐκεῖνο ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματα γέ‐
10γονεν εὐπορώτερα ἐκ τῆς εἰρήνης πολλῷ καὶ κατα‐ σκευαῖς ὅπλων καὶ χώραις καὶ προσόδοις, αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι». ‘τὰ δὲ ἐκείνου οὐδεὶς ἀπέδοτο, ὡς οὗτοι τὰ ἡμέτερα‘. «οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερα ηὐξῆσθαι, καὶ τὰ τῆς χώρας καὶ τὰ τῶν συμμάχων· ἃ
15δὲ ὑμῖν δικαίως ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτα ἀνθ’ ὧν ἀπέδοντο οὗτοι, λογίζεσθαι· οὐ γὰρ ταῦτα ἀντ’ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν, εἰ μὴ διὰ τούτους.» τὸ σόφισμα κἀνταῦθα πρὸς τὸ μεμερίσθαι τὴν
20ἀντίθεσιν ἐκείνῳ γέγονε καὶ τοῦ μέρους ὄντος τῆς436

14

.

437

ἀντιθέσεως ἀλύτου. μὴ δυνάμενος γὰρ εἰπεῖν ὅτι ‘οὐκ ἔχουσι τριήρεις τριακοσίασ‘ ἀντέθηκε φήσας ὅτι ‘καὶ τὰ Φιλίππου πράγματα πολλῷ εὐπορώτερα ἐκ τῆς εἰρή‐ νης γέγονεν, ἐκεῖνα δὲ οὐ προδέδοται ὥσπερ τὰ ἡμέ‐
5τερα‘. ηʹ Δι’ ὅλου δὲ τοῦ λόγου μεθοδεύσεις τὴν ἄλυτον ἀντί‐ θεσιν, οὐδέποτε προηγουμένως παρεχόμενος τὰς λύ‐ σεις, οὕτως ὡς ὁ Δημοσθένης ἐν τῷ Κατ’ Ὀλυμπιο‐ δώρου πεποίηκε· λέγοντος γὰρ Ὀλυμπιοδώρου ὅτι ‘οὐ
10προσήκει σοι τῶν Κόνωνος τοῦ Ἁλαιέως· ἐγὼ γὰρ καὶ ἠμφισβήτησα καὶ εἰσελθὼν εἰς δικαστήριον ἐνίκησα καὶ δεσπότης εἰμί. σὺ δὲ εἰ ἠμφισβήτεις τοῦ κλήρου, πρὸ τῆς τῶν δικαστῶν ἀποφάσεως ἐχρῆν ἀντιποιεῖσθαι‘, τὰς μὲν ἀντιθέσεις οὐδαμῶς προηγουμένως ἔθηκε, λέγει δὲ
15δι’ ὅλου τοῦ λόγου ὅτι ‘μοι πρὸς Ὀλυμπιόδωρον συνθῆ‐ καί τινες ἐγένοντο, ἵνα κοινῇ πρὸς τοὺς ἄλλους ἀγωνι‐ σώμεθα, τὸ μὲν ἥμισυ τοῦτον ἔχειν τοῦ κλήρου, τὸ δὲ ἥμισυ ἐμέ, καὶ ὠμόσαμεν κοινῇ πρὸς πάντας ἀγωνιεῖ‐ σθαι· παρέβη δὲ Ὀλυμπιόδωρος τὰς συνθήκασ‘· οὕτω
20γὰρ ἀμφοτέρας λεληθότως τὰς ἀντιθέσεις μεθοδεύει μηδὲ ἡντιναοῦν θεὶς ἐκ προηγουμένου, λέγων δὲ ὅτι ‘διὰ τὰς συνθήκας οὐκ ἠμφισβήτησα, νομίζων σε πι‐ στὸν εἶναι· ἐνίκησας δὲ ἐμοῦ σκοπήσαντος κατὰ τὰ
δόξαντα‘.437

14

.

438

θʹ Παραινῶν δὲ τῷ ἀντιδίκῳ καὶ ὡς δοκῶν αὐτοῦ προκήδεσθαι ἄλυτον εἶναι δοκοῦσαν μεθοδεύσεις ἀντί‐ θεσιν, ὡς ὁ Δημοσθένης πεποίηκεν ἐν τῷ Πρὸς Βοιω‐ τὸν περὶ τοῦ ὀνόματος. λέγοντος γὰρ τοῦ Βοιωτοῦ ‘Μαντί‐
5θεος λέγομαι· δεύτερον γὰρ ὁ πατὴρ εἰσήγαγεν εἰς τοὺς φράτορασ‘ τὴν μὲν ἀντίθεσιν προηγουμένως [οὐκ] ἔθη‐ κεν (ὁ Μαντίθεος γὰρ ἦν αὐτός), ὡς προνοούμενος δὲ μεθοδεύει ἐρωτῶν ‘βούλει, πρὸς θεῶν, ὦ Βοιωτέ, Μαντίθεος λέγεσθαι; σὲ οὖν εἰσήγαγε δεύτερον ὁ πατὴρ
10εἰς τοὺς φράτορας, ὃν ἀναγκασθεὶς εἰσεποιήσατο ὄντα ἀπὸ τῆς ἑταίρας Πλαγγόνος;‘ ἀδυνατῶν γὰρ κἀνταῦθα λῦσαι τὴν ἀντίθεσιν ἔθηκε προηγουμένως ὡς παραινῶν τῷ ἀντιδίκῳ καὶ κατεσοφίσατο καὶ λύειν ἔδοξε μετὰ τοῦ καὶ ὀνειδίζειν αὐτῷ τὰς προτέρας τύχας τῶν πατέρων.
15 ιʹ Παρεμπλέκων δέ τι εὔλυτον τῇ ἀλύτῳ ἀντιθέσει δόξεις παρέχεθαι λύσιν, τὴν ἀφορμὴν ἀπὸ τοῦ συμπλε‐ κομένου εὐλύτου λαμβάνων, ὡς Δημοσθένης ἐν τῷ Πρὸς
Λεπτίνην πεποίηκεν· οὐ δυνάμενος γὰρ λῦσαι ὡς ‘οὐ438

14

.

439

πολλοὶ ἀνάξιοι ἔχουσι τὰς ἀτελείασ‘, παραπλέκει τι τού‐ τῳ καὶ λέγει ὅτι ‘φησὶ Λεπτίνης, ἐπειδὴ πολλοὶ ἀν‐ άξιοι ἔχουσι τὰς ἀτελείας, διὰ τοῦτο τὰς δωρεὰς τοὺς εὐεργέτας ἀφελώμεθα‘· ἀπὸ γὰρ τοῦ παραπεπλεγμένου
5ὅτι ‘τὰς δωρεὰς τοὺς εὐεργέτας ἀφελώμεθα‘ εὐπορεῖν ἔδοξε λύσεως πρὸς τὸ ὅτι ‘πολλοὶ ἀνάξιοι τὰς ἀτελείας ἔχουσιν‘. ιαʹ Ἐὰν δὲ ἡ ἀντίθεσις ἄλυτος ᾖ, ἐλπίζῃς δὲ τοὺς δικαστὰς ἐπιλήσεσθαι αὐτῆς διὰ τὸ πλῆθος τῶν ἐπίτηδες
10ἐν τῷ λόγῳ συμπαραχθέντων, μηκέτι μέμνησο ἐν τῷ λόγῳ αὐτῆς. τοῦτο δὲ καὶ ὁ ῥήτωρ πεποίηκεν 〈ἐν τῷ Κατ’ Αἰσχίνου〉. λέγοντος γὰρ Αἰσχίνου ‘ἀλλὰ πρὶν ἐμὲ ἐξελθεῖν καὶ Κερσοβλέπτης ἀπώλετο‘ οὐκ ἔθηκε τὴν ἀντίθεσιν ἐν τῷ λόγῳ, τῷ χρόνῳ δόξας πολλὴν ἀντι‐
15θέσεων ἀφθονίαν παρέχεσθαι ἑτέρων καὶ σύγχυσιν ἐργα‐ σάμενος τὴν ἀνθυποφορὰν τὴν περὶ τῶν χρόνων 〈οὐκ ἔθηκεν〉, οὐκ ἐλπίσας τοὺς δικαστὰς περὶ τοῦτο ὡς
κρινόμενον ἐνστήσεσθαι.439

14

.

440

ιβʹ Συντρέχων δὲ τῇ ἀλύτῳ ἀντιθέσει τὴν γνώμην διαβαλεῖς τοῦ ἀντιδίκου, ἵνα δοκῇς προσχήματι ὡς λύσιν δή τινα τὴν κατηγορίαν τῆς γνώμης παρέχεσθαι, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους ὁ ῥήτωρ πεποίηκε· μὴ
5δυνάμενος γὰρ δεῖξαι, ὅτι οὐκ ἔστι τὸ ψήφισμα τὸ γρα‐ φὲν τῷ Ἀριστοκράτει προβούλευμα, τὴν γνώμην τοῦ γράψαντος διαβάλλει· ἐγὼ δέ», φησίν, «οἶμαι δεῖν ὑμᾶς ἐκεῖνο ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα οὗτος ἔγραψεν, οὐχ 〈ἵνα〉 ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν
10ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ τῇ πόλει βέλτιστον σκοπεῖν ἐβούλετο), ἀλλ’ ἵνα ἐξαπατηθέντων 〈ὑμῶν〉 διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμ‐ φέρουσιν. οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ δι’ οὓς ἄκυρόν ἐστιν ἡμεῖς ἐσμεν»· ἐνστῆναι γὰρ οὐ
15δυνάμενος ὅτι ‘οὐκ ἔστι προβούλευμα‘, συνέδραμε καὶ συνδραμὼν τῆς γνώμης τοῦ γράψαντος κατηγόρησεν. ιγʹ Μὴ τιθεὶς δὲ ἀντίθεσιν λύσεις προσρίπτων τὴν λύσιν καὶ σπουδὴν ἕξεις, ἵνα μὴ περὶ τοῦτο ὡς κρινό‐ μενον ἱστῆται ὁ δικαστής, ὡς ἐν τῷ Κατ’ Αἰσχίνου ὁ
20ῥήτωρ πεποίηκεν· οὐ δυνάμενος γὰρ ἐξαρνηθῆναι, ὅτι οὐκ ἔδωκε χρήματα Ὀλυνθίοις καὶ Φωκεῦσιν, ἵνα
Αἰσχίνου καταμαρτυρήσωσιν (ἐλέγχει γὰρ ταῦτα Αἰσχί‐440

14

.

441

νης, αὐτῶν τῶν Ὀλυνθίων παρεχόμενος μαρτυρίας, οἷς περὶ τούτου διαλεχθεὶς ὁ Δημοσθένης ἐφαίνετο), μὴ θεὶς τὴν ἀντίθεσιν προηγουμένως ταύτην ὁ ῥήτωρ πειρᾶ‐ ται λύειν, προσρίπτων τὴν λύσιν καὶ λέγων «Φωκέων
5τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ μετριώ‐ τατοι, φυγάδες γεγενημένοι καὶ τοιαῦτα πεπονθότες, ἡσυχίαν ἄγουσιν· οἱ δὲ ὁτιοῦν ἂν ἀργυρίου ποιήσαντες τὸν δώσοντα οὐκ ἔχουσιν αὑτοῖς· οὐ γὰρ ἔγωγε ἔδωκα ἂν οὐδενὶ οὐδέν, ὥστε μοι παραστάντας ἐνταυθοῖ βοᾶν,
10οἷα πεπόνθασιν· ἡ γὰρ ἀλήθεια καὶ τὰ πεπραγμένα αὐτὰ βοᾷ»· οὔτε γὰρ ἔθηκεν αὐτῷ τὴν ἀνθυποφορὰν (αὐτὸς γὰρ ἦγε, Φωκέων αὐτῶν καταμαρτυρούντων αὐ‐ τοῦ) καὶ δόξας παρέχεσθαι τὴν λύσιν, ἣν προσέρριψεν, οὐκ ἐποίησε περὶ αὐτὸ ἵστασθαι τὸν δικαστὴν εἰπὼν
15αὐτὸ ἐν ἀφηγήσεως τρόπῳ. ιδʹ Ὄνομα δὲ ἀντ’ ὀνόματος μεταθεὶς τὴν ἄλυτον μεθοδεύσεις ἀντίθεσιν, ὡς ὁ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου πεποίηκεν· οὐ δυνάμενος γὰρ ἀντιστῆναι
πρὸς τό, ὅτι οὐχ ὑπεύθυνον ὄντα αὐτὸν ὁ Κτησιφῶν441

14

.

442

ἀνηγόρευσεν (ὅπερ ἄντικρυς καὶ διαρρήδην ὁ νόμος ἀπαγορεύει, μηδένα τῶν ὑπευθύνων ἀναγορεύεσθαι κε‐ λεύων), ὀνόματος μεταθέσει τὴν μέθοδον παρέσχετο ἀντὶ τοῦ ‘ἀνηγόρευσεν‘ «ἐπῄνεσεν» εἰπὼν «αὐτόν, φησίν,
5ὑπεύθυνον ὄντα»· οἱ γὰρ νόμοι οὐ κωλύουσιν ἐπαινεῖ‐ σθαι 〈τὸν ὑπεύθυνον〉, ἀλλ’ ἀναγορεύεσθαι. ἀπὸ δὲ τοῦ ὁρισμοῦ μεθοδεύσεις τὴν ἄλυτον ἀντίθεσιν συντρέχων αὐτῇ τὸν τρόπον τοῦτον· κέχρηται δὲ αὐτῷ καὶ ὁ ῥήτωρ· ἐκεῖνο γὰρ οὐ δυνάμενος δεῖξαι, ὅτι οὐκ ἦν ὑπεύθυνος,
10οὐδὲ αὐτό, ὅτι οὐ κωλύουσιν οἱ νόμοι τοὺς ὑπευθύνους ἀναγορεύεσθαι, συνδραμὼν τῷ, ὅτι ὑπεύθυνος ἦν, λέγει ὅτι «ἄξιον ἔκρινέ με στεφάνου Κτησιφῶν οὐ περὶ τού‐ των οὐδενός, ὧν ὑπεύθυνος ἦν, ἀλλ’ ἐφ’ οἷς ἐπέδωκα, ὦ συκοφάντα. ‘ἀλλὰ καὶ τειχοποιὸς ἦσθα‘. καὶ διὰ
15τοῦτό γε ὀρθῶς ἐπῃνούμην»—οὐκ ‘ἀνηγορευόμην‘ εἶπεν—, «ὅτι τὰ ἀνηλωμένα ἔδωκα καὶ οὐκ ἐλογιζόμην. ὁ μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξεταζόντων προσδεῖται, ἡ δὲ δωρεὰ χάριτος καὶ ἐπαίνου δικαία τυγχάνειν ἐστίν.» ἀδυνατῶν γάρ, ὅτι οὐχ ὑπεύθυνος ἦν,
20δεῖξαι, τῇ ἀντιθέσει συνδραμὼν καὶ ἐπὶ τὸ ὁρίσασθαι καταφυγὼν ὧν οὐκ ἦν ὑπεύθυνος, τοῦτ’ ἔστιν ἐφ’ οἷς
ἐπέδωκε, μεθοδεύειν ἔδοξε τὴν ἀντίθεσιν.442

14

.

443

ιεʹ Ἐν προσχήματι δὲ τοῦ δοκεῖν πλείους μὲν ἔχειν παρέχεσθαι λύσεις τοῦ ἔχοντος νόμου, ὡς ὁ ἀντίδικος λέγει, οὐ βούλεσθαι δὲ ἀνθίστασθαι αὐτῷ, τὴν γνώμην δὲ ἐξετάζειν τοῦ θέντος τὸν νόμον μᾶλλον αἱρεῖσθαι
5τῶν συλλαβῶν τῶν ἐν αὐτῷ τῷ νόμῳ ὑπεναντίως ἐχου‐ σῶν σοι, 〈μεθοδεύσεις τὴν ἀντίθεσιν οὕτωσ〉 ὡς ὁ Δη‐ μοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου πεποίηκεν· οὐ δυνάμενος γὰρ δεῖξαι, ὅτι ἔξεστι τοὺς ὑπευθύνους ἀνα‐ κηρύττεσθαι ἐν τῷ θεάτρῳ, τούτου μὲν ἀφίσταται, τὴν
10γνώμην δὲ τοῦ νομοθέτου 〈ὡσ〉 ὑπὲρ αὑτοῦ οὖσαν ἐξετάζει μετὰ τοῦ δοκεῖν πλείους ἂν παρέχεσθαι λύσεις πρὸς τὸ ῥητόν, εἰ ἐβούλετο «καὶ μὴν περί γε τοῦ ἐν τῷ θεάτρῳ κηρύττεσθαι παραλείπω καὶ τὸ πολλάκις αὐτὸς ἐστεφανῶσθαι πρότερον· ἀλλὰ πρὸς θεῶν, οὕτω σκαιὸς
15εἶ καὶ ἀναίσθητος, Αἰσχίνη, ὥστε οὐ δύνασαι λογίσα‐ σθαι, ὅτι τῷ μὲν στεφανουμένῳ τὸν αὐτὸν ἔχει ζῆλον ὁ στέφανος, ὅπου 〈ἂν〉 ἀναρρηθῇ, τοῦ δὲ τῶν στεφα‐ νούντων ἕνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίνεται τὸ κήρυγμα; οἱ γὰρ ἀκούσαντες ἅπαντες εἰς τὸ ποιεῖν
20εὖ τὴν πόλιν προτρέπονται καὶ τοὺς ἀποδιδόντας τὴν443

14

.

444

χάριν μᾶλλον ἐπαινοῦσι τοῦ στεφανουμένου·» δόξας γὰρ πλείους ἔχειν ἂν παρέχεσθαι λύσεις, εἰ ἐβούλετο, ἐκεί‐ νας μὲν παρέλιπε, τὴν γνώμην δὲ ἐξετάσας, καθ’ ἣν συμφέρει μᾶλλον ἐν τῷ θεάτρῳ ἀνακηρύττεσθαι, μεθώ‐
5δευσε τὸν νόμον κατ’ αὐτοῦ μὲν ὄντα, ἔχοντα δὲ οὕτως. ιϛʹ Ἐὰν δὲ ἰσάζωσιν αἱ ἀντιθέσεις, ἐκ διαβολῆς μὲν τοῦ ἀντιδίκου, συστάσεως δὲ τῆς ἑαυτοῦ κρατυνεῖς, ἃ οἴει σοι συμφέρειν, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ
10Κόνωνος πεποίηκεν· ὄντος γὰρ τούτου τοῦ ζητήματος ‘ὄμοσον σύ, οὐχί, ἀλλ’ ἐγὼ ὀμνύω‘ καὶ τοῦ κατὰ τὸν ὅρκον ἰσάζοντος, πότερον ὀμόσαι δεῖ, διαβαλὼν τὸν ἐχθρὸν καὶ εἰπὼν ὅτι ‘τὰ Ἑκαταῖα κατήσθιε καὶ ἠσέβει μὲν περὶ τοὺς θεοὺς ἀεί, εὐσεβὴς δὲ ἐγὼ καὶ πλεῖστον
15τῶν κρειττόνων ποιούμενος λόγον‘ οὕτω τὴν ἰσάζουσαν ἀντίθεσιν, ὡς ᾤετο συμφέρειν μὲν ἑαυτῷ, λυπεῖν δὲ τὸν ἀντίδικον, ἐκράτυνεν εἰπὼν ‘ἐγὼ τοίνυν ὀμνύω ὡς νόμι‐ μον κατ’ ἐξωλείας αὐτοῦ καὶ γένους καὶ οἰκίας, ἀξιοπι‐
στότερος ὁ τῶν θεῶν πλείω ποιούμενος λόγον‘.444

14

.

445

Τὰς ἀντιθέσεις, ὅσαι λύσεις ἐπιδέχονται, ἐὰν μὲν ὦσιν εὔλυτοι, προηγουμένως θεὶς καὶ κατασκευάσας, ἃ ἂν ὁ ἀντίδικος εἴποι, διά τε ἀξιοπιστίαν καὶ τὸ πιστεύειν τῷ πλήθει τῶν λύσεων, οὕτως ἔπαγε πρὸς τὴν λύσιν·
5ἐὰν δὲ 〈ἡ ἀντίθεσισ〉 ᾖ δύσλυτος, προδιαβαλὼν καὶ σαθροτέραν ποιήσας ταῖς διαβολαῖς οὕτω τὰς λύσεις πρόσφερε. Εἰσάγαγε δὲ τὰς ἀνθυποφορὰς ποικίλως· ἢ γὰρ ὡς ἀκούσας, ὅτι τόδε τι μέλλει λέγειν ὁ ἀν‐
10τίδικος· ἢ ὅτι πρὸς τόδε δεῖ πρῶτον 〈αὐτὸν〉 ἀπαντῆσαι· ἢ ὅτι ἀκήκοας τόδε τι μέλλειν λέξειν αὐτόν· ἢ ὅτι ὑπερπέπεισαι τόδε αὐτὸν λέξειν·
ἢ ὅτι αὐτὸν χρὴ τῶνδε τῶν λόγων ἀποκλείεσθαι·445

14

.

446

ἢ ὅτι, ὃν ἔχει μόνον ὑπολειπόμενον 〈αὐτῷ〉 λόγον, τοῦτον εἰσάγει· ἢ ὅτι οὐχ ὅμοια τοῖς ἄλλοις ἀνθρώποις λέγει· οἳ μὲν γὰρ τάδε, οὗτος δὲ τάδε·
5 ἢ ὅτι εἰκὸς αὐτὸν τάδε λέξειν· ἢ ὡς θαυμάζοντά σε, ὅτι τόδε τι μέλλει λέξειν ὁ ἀντίδικος, χρὴ εἰσάγειν· ἢ ὡς ἀγανακτοῦντος τοῦ ἀντιδίκου καὶ ταῦτα λέγον‐ τος, οἷον «ποῦ δὲ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί;»
10 ἢ ὅτι τάδε λέγοντος οὐ χρὴ ἀποδέχεσθαι· ἢ ὅτι ‘οὐκ ἔλαθέ με τόδε μέλλων λέγειν‘· ἢ ὅτι ὁμοίους τινὶ τῶν πρώην κεκριμένων λέξει λό‐ γους· ἢ ὅτι τεχνικώτατος οὗτός ἐστιν ἐν τοῖς λόγοις 〈καὶ
15ἴσως ἂν καὶ τόδ’ εἴποι〉· ἢ ὅτι πρὸ μικροῦ ἦν ἀκούσας, ὃ μέλλει λέγειν,
ἢ ὅπως ἂν ἐπινοήσαις.446

14

.

447

Αἱ δὲ ἐπιλογικαὶ ἀντιθέσεις αὐξήσεως ἕνεκεν παρα‐ λαμβάνονται καὶ ὥστε τὸν δικαστὴν πρὸς ὃ βούλει ἐγκρατῆ ποιῆσαι· χρὴ δὲ αὐτὰς ἔσθ’ ὅτε καταμιγνύναι καὶ ταῖς μαχίμοις, ἐπειδὴ μετὰ τοῦ ἀγωνίζεσθαι ἔσθ’
5ὅτε καὶ τὸν δικαστὴν χρὴ ἐμπαθῆ ποιῆσαι. δεῖ οὖν ποιεῖν καὶ τὸν ἀντίδικον ὡς ἐν ἀντιθέσεως σχήματι λέγειν περὶ αὑτοῦ, ὅτι ἂν ὁ ἡττηθεὶς εἴποι, οἷον τὸ «μή με Δημοσθένει παραδῶτε μηδὲ διὰ Δημοσθένην με ἀνέλητε»· ἡ γὰρ ἀντίθεσις αὕτη ἐν μέσῃ τῇ μάχῃ κει‐
10μένη τῇ λεγούσῃ ὅτι ‘χρή σε ἰδιωτικὴν πρὸς μὲ ἐπαναι‐ ρεῖσθαι δίκην‘ τοὺς μὲν δικαστὰς ἀπὸ φθόνου τοῦ καθ’ ἑαυτὸν διὰ τὸ δημοσίαν εἰληχέναι εἰς ὀργὴν ἐμβέβληκε τὴν κατὰ Μειδίου, τὸν ἀντίδικον δὲ ὡς προκαταγινώ‐ σκοντα ἑαυτοῦ, ὅπερ ἀμφισβητεῖται, τοὺς λόγους ἐποίησε
15τούτους λέγειν διὰ τῆς ἐπιλογικῆς ἀντιθέσεως.447