TLG 2023 006 :: IAMBLICHUS :: De mysteriis

IAMBLICHUS Phil.
(Chalcidensis: A.D. 3–4)

Scholia: Cf. SCHOLIA IN IAMBLICHUM PHILOSOPHUM (5027)

De mysteriis

Source: des Places, É. (ed.), Jamblique. Les mystères d’Égypte. Paris: Les Belles Lettres, 1966: 38–215.

Citation: Chapter — section — (line)

Myst
.

p

1

〈Περὶ τῶν αἰγυπτίων μυστηρίων〉 Ἰστέον ὅτι ὁ φιλόσοφος Πρόκλος, ὑπομνηματίζων τὰς τοῦ μεγάλου Πλωτίνου Ἐννεάδας, λέγει ὅτι ὁ ἀντι‐ γράφων πρὸς τὴν προκειμένην τοῦ Πορφυρίου ἐπιστο‐
5λὴν ὁ θεσπέσιός ἐστιν Ἰάμβλιχος, καὶ διὰ τὸ τῆς ὑπο‐ θέσεως οἰκεῖον καὶ ἀκόλουθον ὑποκρίνεται πρόσωπον Αἰγυπτίου τινὸς Ἀβάμμωνος· ἀλλὰ καὶ τὸ τῆς λέξεως κομματικὸν καὶ ἀφοριστικὸν καὶ τὸ τῶν ἐννοιῶν πραγ‐ ματικὸν καὶ γλαφυρὸν καὶ ἔνθουν μαρτυρεῖ τὸν Πρό‐
10κλον καλῶς καὶ κρίναντα καὶ ἱστορήσαντα. Ἀβάμμωνος διδασκάλου πρὸς τὴν Πορφυρίου πρὸς Ἀνεβὼ ἐπιστολὴν ἀπόκρισις καὶ τῶν ἐν αὐτῇ ἀπορη‐ μάτων λύσεις.
Myst
.

1

.

1

Θεὸς ὁ τῶν λόγων ἡγεμών, Ἑρμῆς, πάλαι δέδοκ‐ ται καλῶς ἅπασι τοῖς ἱερεῦσιν εἶναι κοινός· ὁ δὲ τῆς περὶ θεῶν ἀληθινῆς ἐπιστήμης προεστηκὼς εἷς ἐστιν ὁ αὐτὸς ἐν ὅλοις· ᾧ δὴ καὶ οἱ ἡμέτεροι πρόγονοι τὰ
5αὑτῶν τῆς σοφίας εὑρήματα ἀνετίθεσαν, Ἑρμοῦ πάντα τὰ οἰκεῖα συγγράμματα ἐπονομάζοντες. Εἰ δὲ τοῦδε τοῦ θεοῦ καὶ ἡμεῖς τὸ ἐπιβάλλον καὶ δυνατὸν ἑαυτοῖς μέ‐
ρος μετέχομεν, σύ τε καλῶς ποιεῖς ἃ εἰς γνῶσιν τοῖς ἱερεῦσιν, ὡς φιλοῦσι, περὶ θεολογίας προτείνων ἐρω‐38
10τήματα, ἐγώ τε εἰκότως τὴν πρὸς Ἀνεβὼ τὸν ἐμὸν μα‐ θητὴν πεμφθεῖσαν ἐπιστολὴν ἐμαυτῷ γεγράφθαι νομί‐ σας ἀποκρινοῦμαί σοι αὐτὰ τἀληθῆ ὑπὲρ ὧν πυνθάνῃ. Οὐδὲ γὰρ ἂν εἴη πρέπον Πυθαγόραν μὲν καὶ Πλάτωνα καὶ Δημόκριτον καὶ Εὔδοξον καὶ πολλοὺς ἄλλους τῶν
15παλαιῶν Ἑλλήνων τετυχηκέναι διδαχῆς τῆς προσ‐ ηκούσης ὑπὸ τῶν καθ’ ἑαυτοὺς γιγνομένων ἱερογραμ‐ μάτων, σὲ δ’ ἐφ’ ἡμῶν ὄντα καὶ τὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην διαμαρτεῖν τῆς ὑπὸ τῶν νῦν ζώντων καὶ καλουμένων κοινῶν διδασκάλων ὑφηγήσεως. Ἐγὼ
20μὲν οὖν οὕτως ἐπὶ τὸν λόγον τὸν παρόντα πρόσειμι, σὺ δ’, εἰ μὲν βούλει, τὸν αὐτὸν ἡγοῦ σοι πάλιν ἀντι‐ γράφειν ᾧπερ ἐπέστειλας· εἰ δὲ καὶ φαίνοιτό σοι δεῖν, ἐμὲ θὲς εἶναί σοι τὸν ἐν γράμμασι διαλεγόμενον ἤ τινα ἄλλον προφήτην Αἰγυπτίων· οὐδὲ γὰρ τοῦτο διενή‐
25νοχεν· ἢ ἔτι βέλτιον, οἶμαι, τὸν μὲν λέγοντα ἄφες, εἴτε χείρων εἴτε ἀμείνων εἴη, τὰ δὲ λεγόμενα σκόπει εἴτε ἀληθῆ εἴτε καὶ ψευδῆ λέγεται, προθύμως ἀνεγείρας τὴν διάνοιαν. Ἐν ἀρχῇ δὴ διελώμεθα τὰ γένη πόσα τέ ἐστι καὶ
30ὁποῖα τῶν νυνὶ προκειμένων προβλημάτων· ἀπὸ τίνων τε εἴληπται θείων θεολογιῶν τὰ ἀπορήματα διέλθωμεν, καὶ κατὰ ποίας τινὰς ἐπιστήμας ἐπιζητεῖται τὴν πρό‐
θεσιν αὐτῶν ποιησώμεθα. Τὰ μὲν οὖν ἐπιποθεῖ διάκρισίν τινα τῶν κακῶς συγ‐39
35κεχυμένων, τὰ δ’ ἐστὶ περὶ τὴν αἰτίαν δι’ ἣν ἕκαστά ἐστί τε οὑτωσὶ καὶ νοεῖται, τὰ δ’ ἐπ’ ἄμφω τὴν γνώμην ἕλκει κατ’ ἐναντίωσίν τινα προβαλλόμενα· ἔνια δὲ καὶ τὴν ὅλην ἀπαιτεῖ παρ’ ἡμῶν μυσταγωγίαν· τοιαῦτα δὲ ὄντα πολλαχόθεν εἴληπται καὶ ἀπὸ διαφερουσῶν
40ἐπιστημῶν. Τὰ μὲν γὰρ ἀφ’ ὧν οἱ Χαλδαίων σοφοὶ παραδεδώκασι τὰς ἐπιστάσεις προσάγει· τὰ δ’ ἀφ’ ὧν Αἰγυπτίων οἱ προφῆται διδάσκουσι ποιεῖται τὰς ἀντιλήψεις, ἔνια δὲ καὶ τῆς τῶν φιλοσόφων θεωρίας ἐχόμενα τὰς ἐρωτή‐
45σεις ἑπομένως αὐτοῖς ποιεῖται. Ἤδη δέ τινα καὶ ἀπ’ ἄλλων οὐκ ἀξίων λόγου δοξασμάτων ἐφέλκεταί τινα ἀπρεπῆ διαμφισβήτησιν, τὰ δ’ ἀπὸ τῶν κοινῶν ὑπο‐ λήψεων παρ’ ἀνθρώποις ὥρμηται· αὐτά τε οὖν καθ’ ἑαυτὰ ἕκαστα ποικίλως διάκειται καὶ πρὸς ἄλληλα πο‐
Myst
.

1

.

1

(50)

λυειδῶς συνήρμοσται, ὅθεν δὴ διὰ πάντα ταῦτα λόγου τινός ἐστιν ἐπιδεῆ τοῦ κατευθύνοντος αὐτὰ προση‐ κόντως.
Myst
.

1

.

2

Ἡμεῖς οὖν τὰ μὲν Ἀσσυρίων πάτρια δόγματα πα‐ ραδώσομέν σοι μετ’ ἀληθείας τὴν γνώμην, τὰ δὲ ἡμέ‐ τερά σοι σαφῶς ἀποκαλύψομεν, τὰ μὲν ἀπὸ τῶν ἀρ‐ χαίων ἀπείρων γραμμάτων ἀναλογιζόμενοι τῇ γνώσει,
5τὰ δ’ ἀφ’ ὧν ὕστερον εἰς πεπερασμένον βιβλίον συνή‐ γαγον οἱ παλαιοὶ τὴν ὅλην περὶ τῶν θείων εἴδησιν. Φιλόσοφον δ’ εἴ τι προβάλλεις ἐρώτημα, διακρινοῦ‐ μέν σοι καὶ τοῦτο κατὰ τὰς Ἑρμοῦ παλαιὰς στήλας,
ἃς Πλάτων ἤδη πρόσθεν καὶ Πυθαγόρας διαναγνόντες40
10φιλοσοφίαν συνεστήσαντο, τὰ δ’ ἀλλόφυλα ζητήματα ἢ ἀντιλογικὰ καὶ δυσεριστίαν τινὰ ἐμφαίνοντα πράως καὶ ἐμμελῶς παραμυθούμενοι· ἢ τὴν ἀτοπίαν αὐτῶν ἀποδείξομεν· καὶ ὅσα προχωρεῖ κατὰ τὰς κοινὰς ἐν‐ νοίας γνωρίμως πάνυ καὶ σαφῶς πειρασόμεθα διαλέ‐
15γεσθαι. Καὶ τὰ μὲν ἔργων πείρας δεόμενα πρὸς ἀκριβῆ κατανόησιν, μόνον διὰ λόγων δυνατόν· τὰ δὲ νοερᾶς θεωρίας πλήρη τε ... καθαίρεσθαι, σημεῖα δὲ αὐτῆς ἀξιό‐ λογα δύναται φράζειν ἀφ’ ὧν δύνασαι καὶ σὺ καὶ οἱ σοὶ ὅμοιοι τῷ νῷ παράγεσθαι περὶ τὴν οὐσίαν τῶν
20ὄντων· ὅσα δὲ τυγχάνει διὰ λόγων ὄντα γνωστὰ τού‐ των οὐδὲν ἀπολείψομεν εἰς τὴν τελέαν ἀπόδειξιν. Τὸ δ’ οἰκεῖον ἐπὶ πᾶσιν ἀποδώσομέν σοι προσηκόντως, καὶ τὰ μὲν θεολογικὰ θεολογικῶς, θεουργικῶς δὲ τὰ θεουρ‐ γικὰ ἀποκρινούμεθα, φιλοσόφως δὲ τὰ φιλόσοφα μετὰ
25σοῦ συνεξετάσομεν· καὶ τούτων μὲν ὅσα εἰς τὰ πρῶτα αἴτια διήκει κατὰ τὰς πρώτας ἀρχὰς συνακολουθοῦν‐ τες εἰς φῶς προάξομεν, ὅσα δὲ περὶ ἠθῶν ἢ περὶ τελῶν εἴρηται κατὰ τὸν ἠθικὸν τύπον διαιτήσομεν δεόντως, καὶ τἄλλα ὡσαύτως κατὰ τὸν οἰκεῖον τρόπον ἐν τάξει
30διαθησόμεθα· ἤδη δὲ ἁψώμεθα τῶν σῶν ἐρωτήσεων.
Myst
.

1

.

3

Φῂς τοίνυν πρῶτον διδόναι εἶναι θεούς· τὸ δ’ ἐσ‐
τὶν οὐκ ὀρθὸν οὑτωσὶ λεγόμενον. Συνυπάρχει γὰρ ἡμῶν αὐτῇ τῇ οὐσίᾳ ἡ περὶ θεῶν ἔμφυτος γνῶσις, κρίσεώς τε πάσης ἐστὶ κρείττων καὶ προαιρέσεως, λόγου τε καὶ41
5ἀποδείξεως προϋπάρχει· συνήνωταί τε ἐξ ἀρχῆς πρὸς τὴν οἰκείαν αἰτίαν, καὶ τῇ πρὸς τἀγαθὸν οὐσιώδει τῆς ψυχῆς ἐφέσει συνυφέστηκεν. Εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, οὐδὲ γνῶσίς ἐστιν ἡ πρὸς τὸ θεῖον συναφή. Διείργεται γὰρ αὕτη πως ἑτερότητι.
10Πρὸ δὲ τῆς ὡς ἑτέρας ἕτερον γιγνωσκούσης αὐτοφυής ἐστιν ... ἡ τῶν θεῶν ἐξηρτημένη μονοειδὴς συμπλοκή. Οὐκ ἄρα συγχωρεῖν χρὴ ὡς δυναμένους αὐτὴν καὶ διδόναι καὶ μὴ διδόναι, οὐδ’ ὡς ἀμφίβολον τίθεσθαι (ἕστηκε γὰρ ἀεὶ κατ’ ἐνέργειαν ἑνοειδῶς), οὐδ’ ὡς κυρίους ὄντας
15τοῦ κρίνειν τε καὶ ἀποκρίνειν οὕτως αὐτὴν δοκιμάζειν ἄξιον· περιεχόμεθα γὰρ ἐν αὐτῇ μᾶλλον ἡμεῖς καὶ πλη‐ ρούμεθα ὑπ’ αὐτῆς, καὶ αὐτὸ ὅπερ ἐσμὲν ἐν τῷ τοὺς θεοὺς εἰδέναι ἔχομεν. Ὁ δὲ αὐτός ἐστί μοι λόγος πρὸς σὲ καὶ περὶ τῶν
20συνεπομένων θεοῖς κρειττόνων γενῶν, δαιμόνων φημὶ καὶ ἡρώων καὶ ψυχῶν ἀχράντων· καὶ γὰρ περὶ τού‐ των ἕνα λόγον ὡρισμένον τῆς οὐσίας ἀεὶ δεῖ νοεῖν, τὸ δ’ ἀόριστον καὶ ἄστατον τῆς ἀνθρωπίνης ἀναιρεῖν δό‐ σεως, καὶ τὸ μὲν ἐξ ἀντιρρόπου τῶν διαλογισμῶν ἀν‐
25τιστάσεως ἐπικλῖνον ἐπὶ θάτερα παραιτεῖσθαι· ἀλλό‐ τριον γάρ ἐστι τῶν τοῦ λόγου καὶ τῆς ζωῆς ἀρχῶν τὸ τοιοῦτον, ἐπὶ δὲ τὰ δεύτερα ἀποφέρεται μᾶλλον καὶ ὅσα τῇ δυνάμει καὶ τῇ ἐναντιώσει τῆς γενέσεως προσ‐ ήκει. Μονοειδῶς δὲ αὐτῶν ἀντιλαμβάνεσθαι δεῖ.
30Ἐοικέτω δὴ οὖν τοῖς ἀιδίοις τῶν θεῶν συνοπαδοῖς καὶ
ἡ σύμφυτος αὐτῶν κατανόησις· ὥσπερ οὖν αὐτοὶ τὸ εἶναι ἔχουσιν ἀεὶ ὡσαύτως, οὕτω καὶ ἡ ἀνθρωπίνη ψυχὴ κατὰ τὰ αὐτὰ τῇ γνώσει πρὸς αὐτοὺς συναπτέσθω, εἰ‐ κασίᾳ μὲν ἢ δόξῃ ἢ συλλογισμῷ τινι, ἀρχομένοις ποτὲ42
35ἀπὸ χρόνου, μηδαμῶς τὴν ὑπὲρ ταῦτα πάντα οὐσίαν μεταδιώκουσα, ταῖς δὲ καθαραῖς καὶ ἀμέμπτοις νοήσε‐ σιν αἷς εἴληφεν ἐξ ἀιδίου παρὰ τῶν θεῶν, ταύταις αὐ‐ τοῖς συνηρτημένη· σὺ δ’ ἔοικας ἡγεῖσθαι τὴν αὐτὴν εἶναι τῶν θείων καὶ τῶν ἄλλων ὁποιωνοῦν γνῶσιν, δί‐
40δοσθαί τε ἀπὸ τῶν ἀντικειμένων τὸ ἕτερον μόριον, ὥσ‐ περ εἴωθε καὶ ἐπὶ τῶν ἐν ταῖς διαλέκτοις προτεινομέ‐ νων· τὸ δ’ οὐκ ἔστιν οὐδαμῶς παραπλήσιον· ἐξήλ‐ λακται γὰρ αὐτῶν ἡ εἴδησις, ἀντιθέσεώς τε πάσης κεχώρισται, καὶ οὐκ ἐν τῷ συγχωρεῖσθαι νῦν ἢ ἐν τῷ
45γίγνεσθαι ὑφέστηκεν, ἀλλ’ ἦν ἐξ ἀιδίου μονοειδὴς ἐπὶ τῇ ψυχῇ συνυπάρχουσα. Περὶ μὲν οὖν τῆς πρώτης ἀρχῆς ἐν ἡμῖν, ἀφ’ ἧς ὁρ‐ μᾶσθαι δεῖ τοὺς ὁτιοῦν λέγοντάς τε καὶ ἀκούοντας περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς, τοιαῦτα πρὸς σὲ λέγω·
Myst
.

1

.

4

ἃ δ’ ἐπιζητεῖς ἰδιώματα τίνα ἐστὶν ἑκάστῳ τῶν κρειττόνων γενῶν, οἷς κεχώρισται ἀπ’ ἀλλήλων, εἰ μὲν ὡς εἰδοποιοὺς διαφορὰς ὑπὸ ταὐτὸ γένος ἀντιδιαιρου‐ μένας νοεῖς σὺ τὰ ἰδιώματα, ὥσπερ ὑπὸ τὸ ζῷον τὸ
5λογικὸν καὶ ἄλογον, οὐδέποτε παραδεχόμεθα τὰ τοιαῦτα ἐπὶ τῶν μήτε κοινωνίαν οὐσίας μίαν μήτε ἐξισάζουσαν ἐχόντων ἀντιδιαίρεσιν, μήτε σύνθεσιν τὴν ἐξ ἀορίστου τοῦ κοινοῦ καὶ ὁρίζοντος τοῦ ἰδίου προσλαμβανόντων. Εἰ δ’ ὡς ἐν προτέροις καὶ δευτέροις κατ’ οὐσίαν τε ὅλην
10καὶ παντὶ τῷ γένει ἐξαλλαττομένοις ἁπλῆν τινα κα‐ τάστασιν πεπερασμένην ἐν ἑαυτῇ τὴν ἰδιότητα ὑπο‐ λαμβάνεις, ἔχει μὲν λόγον ἡ ἔννοια τῶν ἰδιωμάτων· χωριστὰ γὰρ ἔσται δήπου ταῦτα καὶ ἁπλᾶ ἕκαστα ἐξῃ‐ ρημένα τῷ παντὶ τὰ τῶν ἀεὶ ὑπαρχόντων ἰδιώματα. Ἡ43
15δ’ ἐρώτησις ἀτελῶς πρόεισιν· ἔδει μὲν γὰρ κατ’ οὐ‐ σίαν πρῶτον, ἔπειτα κατὰ δύναμιν, εἶθ’ οὕτω κατ’ ἐνέρ‐ γειαν, πυνθάνεσθαι τίνα αὐτῶν ὑπάρχει τὰ ἰδιώματα· ὡς δὲ νῦν ἠρώτησας τίσιν ἰδιώμασιν, ἐνεργειῶν μόνον εἴρηκας· ἐπὶ τῶν τελευταίων ἄρα τὸ διάφορον ἐν αὐ‐
20τοῖς ἐπιζητεῖς, τὰ δὲ πρώτιστα αὐτῶν καὶ τιμιώτατα ὡσπερεὶ στοιχεῖα τῆς παραλλαγῆς ἀφῆκας ἀδιερεύ‐ νητα. Πρόσκειται δὲ δὴ αὐτόθι καὶ τὸ τῶν δραστικῶν ἢ παθητικῶν κινήσεων, ἥκιστα προσήκουσαν ἔχον διαί‐
25ρεσιν εἰς διαφορὰν τῶν κρειττόνων γενῶν. Οὐδενὶ γὰρ αὐτῶν ἡ τοῦ δρᾶν καὶ πάσχειν ἔνεστιν ἐναντίωσις, ἀπό‐ λυτοι δέ τινες αὐτῶν καὶ ἄτρεπτοι καὶ ἄνευ τῆς πρὸς τὸ ἀντικείμενον σχέσεως θεωροῦνται αἱ ἐνέργειαι· ὅθεν οὐδὲ τὰς τοιαύτας κινήσεις τὰς ἐκ ποιοῦντος καὶ πάσ‐
30χοντος ἐπ’ αὐτῶν παραδεχόμεθα. Οὐδὲ γὰρ ἐπὶ τῆς ψυ‐ χῆς τὴν ἀπὸ τοῦ κινοῦντος καὶ κινουμένου προσιέμεθα αὐτοκινησίαν, ἁπλῆν δέ τινα κίνησιν οὐσιώδη αὐτὴν ἑαυτῆς οὖσαν, καὶ οὐ πρὸς ἕτερον ἔχουσαν σχέσιν, ἐξῃ‐ ρημένην τοῦ ποιεῖν εἰς ἑαυτὴν καὶ πάσχειν ὑφ’ ἑαυτῆς
35ὑποτιθέμεθα αὐτὴν εἶναι. Ἤ που ἄρα ἐπὶ τῶν κρειττό‐ νων τῆς ψυχῆς γενῶν ἀνάσχοιτο ἄν τις αὐτῶν κατὰ τὰς ποιητικὰς ἢ παθητικὰς κινήσεις διακρίνειν τὰς ἰδιό‐ τητας; Ἔτι τοίνυν ἀλλοτρίως αὐτῶν κἀκεῖνο τὸ «ἢ τῶν παρ‐
40επομένων» προστίθεται. Ἐπὶ μὲν γὰρ τῶν συνθέτων
καὶ τῶν μεθ’ ἑτέρων ἢ ἐν ἄλλοις ὄντων καὶ τῶν περιε‐ χομένων ὑφ’ ἑτέροις τὰ μὲν ὡς προηγούμενα τὰ δ’ ὡς ἑπόμενα νοεῖται, καὶ τὰ μὲν ὡς ὄντα τὰ δ’ ὡς ἐπισυμ‐ βαίνοντα ταῖς οὐσίαις· σύνταξις γάρ τις αὐτῶν συν‐44
45ίσταται, ἀνοικειότης τε μεταξὺ παρεμπίπτει καὶ διά‐ στασις· ἐπὶ δὲ τῶν κρειττόνων πάντα ἐν τῷ εἶναι νοεῖ‐ ται, καὶ τὰ ὅλα προηγουμένως ὑπάρχει, χωριστά τέ ἐστι καθ’ αὑτὰ καὶ οὐκ ἀφ’ ἑτέρων ἢ ἐν ἄλλοις ἔχοντα τὴν ὑπόστασιν. Ὥστε οὐδέν ἐστιν ἐπ’ αὐτῶν παρεπό‐
Myst
.

1

.

4

(50)

μενον· οὔκουν οὐδ’ ἀπὸ τούτων χαρακτηρίζεται αὐτῶν ἡ ἰδιότης. Καὶ δὴ καὶ ἐπὶ τῷ τέλει τῆς ἐρωτήσεως συμφύρεις τὴν κατὰ φύσιν διάκρισιν· τὸ μὲν γὰρ ἐρώτημα ἐπιζη‐ τεῖ πῶς ταῖς ἐνεργείαις καὶ ταῖς φυσικαῖς κινήσεσι καὶ
55τοῖς παρεπομένοις αἱ οὐσίαι γνωρίζονται. Τὸ δὲ πᾶν τοὐναντίον ὑπάρχει· εἰ μὲν γὰρ ἦσαν αἱ ἐνέργειαι καὶ κινήσεις ὑποστατικαὶ τῶν οὐσιῶν, αὗται καὶ τῆς δια‐ φορότητος ἂν αὐτῶν ὑπῆρχον κύριαι· εἰ δ’ αἱ οὐσίαι γεννῶσι τὰς ἐνεργείας, αὗται πρότερον οὖσαι χωρισ‐
60ταὶ παρέχουσι καὶ ταῖς κινήσεσι καὶ ἐνεργείαις καὶ τοῖς παρεπομένοις τὸ διίστασθαι· καὶ τοῦτο δὴ οὖν εἰς τὴν θήραν τῆς νυνὶ ζητουμένης ἰδιότητος ὑπεναντίως ἔχει. Τὸ δ’ ὅλον, πότερον ἓν γένος ἡγούμενος θεῶν, καὶ
65δαιμόνων ἕν, καὶ ἡρώων ὡσαύτως, καὶ ψυχῶν τῶν καθ’ αὑτὰς ἀσωμάτων, ἀπαιτεῖς αὐτῶν τὴν κατὰ τὰ ἰδιώ‐ ματα διάκρισιν, ἢ πολλὰ ἕκαστα τιθέμενος; εἰ μὲν γὰρ ἓν ἕκαστον ὑπολαμβάνεις, συγχεῖται πᾶσα τῆς ἐπισ‐
τημονικῆς θεολογίας ἡ διάταξις· εἰ δ’ ὥσπερ ἔστιν45
70ἐμπλησθῆναι, τοῖς γένεσιν ἀφώρισται, καὶ οὐκ ἔστιν ἐπ’ αὐτοῖς εἷς οὐσιώδης κοινὸς λόγος, ἀλλὰ τὰ πρό‐ τερον αὐτῶν ἀπὸ τῶν καταδεεστέρων ἐξῄρηται, οὔτε οἷόν τε κοινὰ αὐτῶν ἐξευρεῖν πέρατα· ἐάν τε καὶ ᾖ δυνατόν, αὐτὸ δὲ τοῦτο τὰ ἰδιώματα αὐτῶν ἀναιρεῖ·
75ταύτῃ μὲν οὖν οὐκ ἄν τις εὕροι τὸ ἐπιζητούμενον· τὴν δ’ ἀνὰ τὸν αὐτὸν λόγον ταυτότητα ἐπὶ τῶν ἀναφε‐ ρόντων ἀναλογιζόμενος, οἷον ἐπὶ τῶν πολλῶν ἐν τοῖς θεοῖς γενῶν, καὶ αὖθις ἐπὶ τῶν ἐν τοῖς δαίμοσι καὶ ἥρωσι, καὶ τὸ τελευταῖον ἐπὶ τῶν ψυχῶν, δύναιτο ἄν
80τις αὐτῶν ἀφορίζεσθαι τὴν ἰδιότητα. Τίς μὲν οὖν ὀρθότης ἦν τῆς παρούσης ἐρωτήσεως καὶ διορισμὸς αὐτῆς, πῶς ἀδύνατος καὶ πῶς δυνατὴ γίγνεσθαι, διὰ τοῦτο ἡμῖν παραδεδείχθω·
Myst
.

1

.

5

ἴωμεν δ’ ἐφεξῆς ἐπὶ τὴν ἀπόκρισιν ὧν ἐπεζήτησας. Ἔστι δὴ οὖν τἀγαθὸν τό τε ἐπέκεινα τῆς οὐσίας καὶ τὸ κατ’ οὐσίαν ὑπάρχον· ἐκείνην λέγω τὴν οὐσίαν
5τὴν πρεσβυτάτην καὶ τιμιωτάτην καὶ καθ’ αὑτὴν οὖ‐ σαν ἀσώματον, θεῶν ἰδίωμα ἐξαίρετον καὶ κατὰ πάντα τὰ γένη τὰ περὶ αὐτοὺς ὄντα, τηροῦν μὲν αὐτῶν τὴν οἰκείαν διανομὴν καὶ τάξιν καὶ οὐκ ἀποσπώμενον ταύ‐ της, τὸ αὐτὸ δ’ ὅμως ἐν ὅλοις ὡσαύτως ὑπάρχον.
10 Ψυχαῖς δὲ ταῖς ἀρχούσαις τῶν σωμάτων καὶ προη‐ γουμέναις αὐτῶν τῆς ἐπιμελείας καὶ πρὸ τῆς γενέσεως τεταγμέναις ἀιδίοις καθ’ ἑαυτὰς οὐσία μὲν τοῦ ἀγαθοῦ οὐκέτι πάρεστιν, οὐδ’ αἰτία τοῦ ἀγαθοῦ προτέρα οὖσα καὶ τῆς οὐσίας, ἐποχὴ δέ τις ἀπ’ αὐτοῦ καὶ ἕξις παρα‐
15γίγνεται· οἵαν θεωροῦμεν τὴν τοῦ κάλλους καὶ τῆς ἀρετῆς μετουσίαν πολὺ διάφορον οὖσαν ἢ οἵαν νοοῦ‐ μεν ἐπὶ τῶν ἀνθρώπων· αὕτη μὲν γὰρ ἀμφίβολός τις
καὶ ὥσπερ ἐπίκτητος ἐν τοῖς συνθέτοις παραγίγνεται, ἡ δ’ ἀμετάστατος ἐνίδρυται ταῖς ψυχαῖς καὶ ἀνέκλειπ‐46
20τος, οὔτε αὐτή ποτε ἐξισταμένη ἀφ’ ἑαυτῆς, οὔθ’ ὑπ’ ἄλλων τινῶν ἀφαιρουμένη. Ἀρχῆς δὴ οὖν καὶ τελευτῆς τοιαύτης οὔσης ἐν τοῖς θείοις γένεσι, δύο τῶν ἄκρων ὅρων τούτων μεταξὺ νόει μεσότητας, ὑψηλοτέραν μὲν τῆς τῶν ψυχῶν τάξεως, τὴν
25τῶν ἡρώων ἐπιτεταγμένην, δυνάμει καὶ ἀρετῇ κάλλει τε καὶ μεγέθει καὶ πᾶσι τοῖς περὶ τὰς ψυχὰς ἀγαθοῖς οὖσι παντελῶς αὐτὴν ὑπερέχουσαν, προσεχῆ δ’ ὅμως αὐταῖς συναπτομένην διὰ τὴν τῆς ζωῆς ὁμοειδῆ συγ‐ γένειαν· τῆς δὲ τῶν θεῶν ἐξηρτημένην τὴν τῶν δαιμό‐
30νων, μακρῷ δή τινι καταδεεστέραν αὐτῆς, συνακολου‐ θοῦσαν, ἅτε δὴ οὐ πρωτουργὸν οὖσαν, ὑπηρετικὴν δέ τινα τῆς ἀγαθῆς βουλήσεως τῶν θεῶν συνεπομένην, καὶ ἐκφαίνουσαν εἰς ἔργον τὸ ἀφανὲς αὐτῶν ἀγαθόν, ἀπεικαζομένην τε πρὸς αὐτό, καὶ τὰ δημιουργήματα ἐπι‐
35τελοῦσαν πρὸς τὸ αὐτὸ ἀφομοιούμενα, τό τε γὰρ ἄρ‐ ρητον αὐτοῦ ῥητὸν καὶ τὸ ἀνείδεον ἐν εἴδεσι διαλάμ‐ πουσαν, καὶ τὸ ὑπὲρ πάντα λόγον αὐτοῦ εἰς λόγους φανεροὺς προσάγουσαν, καὶ δεχομένην μὲν ἤδη τῶν καλῶν τὴν μετουσίαν συμπεφυκυῖαν, παρέχουσαν δ’
40αὐτὴν ἀφθόνως τοῖς μεθ’ ἑαυτὴν γένεσι καὶ διαπορ‐ θμεύουσαν. Ταῦτα δὴ οὖν τὰ γένη μέσα συμπληροῦνται τὸν κοι‐ νὸν σύνδεσμον θεῶν τε καὶ ψυχῶν, καὶ ἀδιάλυτον αὐ‐ τῶν τὴν συμπλοκὴν ἀπεργάζεται, μίαν τε συνέχειαν
45ἄνωθεν μέχρι τοῦ τελοῦς συνδεῖ, καὶ ποιεῖ τῶν ὅλων τὴν κοινωνίαν εἶναι ἀδιαίρετον, κρᾶσίν τε ἀρίστην καὶ σύμμιξιν τοῖς ὅλοις ἔχει σύμμετρον, πρόοδόν τε ἀπὸ
τῶν βελτιόνων ἐπὶ τὰ ἐλάττονα καὶ ἀναγωγὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ πρότερα διαβιβάζει πως ἐξ ἴσου,47
Myst
.

1

.

5

(50)

τάξιν τε καὶ μέτρα τῆς κατιούσης μεταδόσεως ἀπὸ τῶν ἀμεινόνων καὶ τῆς ἐγγιγνομένης ὑποδοχῆς ἐν τοῖς ἀτε‐ λεστέροις ἐντίθησι καὶ ποιεῖ πάντα πᾶσι προσήγορα καὶ συναρμόζοντα, ἄνωθεν τὰς τούτων ὅλων αἰτίας ἀπὸ τῶν θεῶν παραδεχόμενα.
55 Ταύτην δὴ οὖν τὴν διαίρεσιν μὴ νομίσῃς ἰδίαν εἶναι δυνάμεων ἢ ἐνεργειῶν ἢ οὐσίας, μηδὲ χωρὶς διαλαβὼν ἐφ’ ἑνὸς αὐτῶν ἐπισκόπει, κοινῇ δὲ κατὰ πάντων αὐτὴν διατείνας τούτων, τὸ τέλεον ἀποδώσεις τῇ ἀποκρίσει περὶ ὧν ἐπεζήτησας θείων τε καὶ δαιμονίων καὶ ἡρωι‐
60κῶν καὶ τῶν ἐν ταῖς ψυχαῖς ἰδιωμάτων. Κατ’ ἄλλην δ’ αὖθις ἀφορμὴν τὸ μὲν ἡνωμένον πᾶν ὅσον ἂν ᾖ καὶ ὁποῖον καὶ τὸ μονίμως ἱδρυμένον ἐν ἑαυτῷ, τό τε τῶν ἀμερίστων οὐσιῶν αἴτιον καὶ τὸ ἀκί‐ νητον, οὕτω νοούμενον ὡς αἴτιον εἶναι πάσης κινή‐
65σεως, τό τε ὑπερέχον τῶν ὅλων καὶ μηδ’ ὁτιοῦν ἔχον κοινὸν πρὸς αὐτά, καὶ δὴ καὶ τὸ ἄμικτον καὶ χωρισ‐ τὸν ἐν τῷ εἶναί τε καὶ δύνασθαι καὶ ἐνεργεῖν κοινῶς νοούμενον, πάντα δὲ τὰ τοιαῦτα τοῖς θεοῖς ἀνατιθέναι ἄξιον. Τὸ δ’ εἰς πλῆθος ἤδη διακρινόμενον καὶ δυνά‐
70μενον ἑαυτὸ διδόναι ἄλλοις, δεχόμενόν τε ἀφ’ ἑτέρων τὸ πέρας ἐν ἑαυτῷ, καὶ ἱκανὸν μὲν ἐν ταῖς διανομαῖς ὂν τῶν μεριστῶν ὥστε καὶ ταῦτα ἀποπληροῦν, κινήσεως δὲ πρωτουργοῦ καὶ ζωοποιοῦ μέτοχον, κοινωνίαν τε ἔχον πρὸς ὅλα τὰ ὄντα καὶ τὰ γιγνόμενα, σύμμιξίν τε
75ἀπὸ πάντων παραλαμβάνον, καὶ σύγκρασιν ἀφ’ ἑαυτοῦ ἐπὶ πάντα παρεχόμενον, καὶ ταῦτα δι’ ὅλων τῶν ἐν ἑαυτῷ δυνάμεών τε καὶ οὐσιῶν καὶ ἐνεργειῶν διατεῖνον τὰ ἰδιώματα, τοῦτο δὴ πᾶν ἔμφυτον ταῖς ψυχαῖς ἀπ‐
οδῶμεν, ἀληθῆ λέγοντες.48
Myst
.

1

.

6

Τί οὖν δὴ περὶ τῶν μέσων ἐροῦμεν; ἡγοῦμαι μὲν αὐτὰ εἶναι κατάδηλα πᾶσιν ἀπὸ τῶν προειρημένων· συμπληροῖ γὰρ καὶ ἐνταῦθα τῶν ἄκρων τὴν ἀλληλου‐ χίαν ἀδιαίρετον· οὐ μὴν ἀλλὰ δεῖ καὶ ἐπεξελθεῖν τῷ
5λόγῳ. Τίθεμαι δὴ οὖν τὸ μὲν δαιμόνιον φῦλον ἐν τῷ ἑνὶ πληθυόμενον καὶ συμμιγνύμενον ἀμιγῶς, καὶ τἄλλα πάντα τὰ καταδεέστερα κατὰ τὴν τοῦ βελτίονος ἰδέαν προσειληφός, τὸ δ’ αὖ τῶν ἡρώων προστησάμενον μὲν προχειρότερον τὴν διαίρεσιν λέγω καὶ τὸ πλῆθος τήν
10τε κίνησιν καὶ τὴν σύμμιξιν καὶ τὰ συγγενῆ τούτοις, ἄνωθεν δ’ ἐφεστηκότα καὶ οἷον ἀποκρυπτόμενα εἰς τὸ ἔσω τὰ βελτίονα παραδεχόμενον, ἕνωσίν φημι καὶ καθα‐ ρότητα καὶ τὴν μόνιμον κατάστασιν, ταυτότητά τε ἀμέριστον καὶ ὑπεροχὴν τῶν ἄλλων. Ἅτε γὰρ ἑκατέρου
15τούτων τῶν γενῶν προσεχοῦς ὄντος ἑκατέρῳ τῶν ἄκρων, τοῦ μὲν τῷ πρωτίστῳ, τοῦ δὲ τῷ ἐσχάτῳ, εἰκότως δὲ κατὰ συνεχεῖς συγγενείας τὸ μὲν ἀρχόμενον ἀπὸ τῶν ἀρίστων πρόεισιν ἐπὶ τὰ ἐλάττονα, τὸ δὲ προβαλλόμε‐ νον πρώτως τὴν πρὸς τὰ ἔσχατα συναφὴν ἐπικοινωνεῖ
20πως καὶ τῶν ὑπερεχόντων· τὴν μέντοι συμπλήρωσιν καὶ ἀπὸ τούτων ἄν τις κατανοήσειε τῶν πρώτων τε καὶ τελευταίων γενῶν, καὶ ταύτην ὁλόκληρον συμφυομένην ὁμοίως μὲν ἐν τῷ ὑπάρχειν ὁμοίως δὲ καὶ ἐν τῷ δύνασ‐ θαί τε καὶ ἐνεργεῖν· ὁπότε δὴ οὖν ἐπὶ τῶν δύο τούτων
25ἐφόδων τελείαν ἀπεπληρώσαμεν τὴν τῶν τεττάρων γε‐ νῶν διαίρεσιν, ἐπὶ τῶν ἄλλων συντομίας ἕνεκα, καὶ διότι φανερά πώς ἐστι τὸ λοιπὸν ἡ τῶν μέσων περίλη‐ ψις, ἐξαρκεῖν οἰόμεθα μόνα τὰ ἄκρα παραδεικνύναι ἰδιώ‐
ματα, τὰ δὲ μέσα ὡς ἂν ὄντα ἀπ’ αὐτῶν γνώριμα πα‐49
30ραλείψομεν, ὧδέ πως αὐτῶν ποιούμενοι διὰ βραχυτά‐ των ἀφορισμόν.
Myst
.

1

.

7

Τὸ μέν ἐστιν ἄκρον καὶ ὑπερέχον καὶ ὁλοτελές, τὸ δὲ τελευταῖον καὶ ἀπολειπόμενον καὶ ἀτελέστερον· καὶ τὸ μὲν πάντα δύναται ἅμα ἐν τῷ νῦν μονοειδῶς, τὸ δὲ οὔτε ὅλα οὔτε ἀθρόως οὔτε ἐξαίφνης οὔτε ἀμε‐
5ρίστως. Καὶ τὸ μὲν ἀκλινῶς ἀπογεννᾷ πάντα καὶ ἐπι‐ τροπεύει, τὸ δ’ ἔχει φύσιν ἐπινεύειν καὶ ἐπιστρέφεσθαι πρὸς τὰ γιγνόμενά τε καὶ διοικούμενα. Καὶ τὸ μὲν ἀρχι‐ κὸν καὶ αἴτιον προκατάρχει πάντων, τὸ δ’ ἐξ αἰτίας ἠρτημένον, τῆς τῶν θεῶν βουλήσεως, ἐξ ἀιδίου συνυφ‐
10έστηκεν. Καὶ τὸ μὲν κατὰ μίαν ὀξεῖαν ἀκμὴν τὰ τέλη τῶν ἐνεργειῶν ὅλων καὶ οὐσιῶν συνείληφε, τὸ δ’ ἀπ’ ἄλλων εἰς ἄλλα μεταβαίνει, καὶ ἀπὸ τοῦ ἀτελοῦς προ‐ χωρεῖ εἰς τὸ τέλειον. Ἔτι τῷ μὲν ὑπάρχει τὸ ἀκρότατον καὶ ἀπερίληπτον, κρεῖττόν τε παντὸς μέτρου, καὶ ἀνεί‐
15δεον οὕτως ὡς ὑπ’ οὐδενὸς εἴδους περιωρισμένον, τὸ δὲ καὶ ῥοπῇ καὶ σχέσει καὶ νεύσει κρατεῖται, ὀρέξεσί τε τοῦ χείρονος καὶ οἰκειώσει τῶν δευτέρων κατέχεται, λοι‐ πόν τε παντοδαποῖς καὶ τοῖς ἀπ’ αὐτῶν μέτροις εἰδο‐ ποιεῖται. Νοῦς τοίνυν ἡγεμὼν καὶ βασιλεὺς τῶν ὄντων
20τέχνη τε δημιουργικὴ τοῦ παντὸς τοῖς μὲν θεοῖς ὡσαύ‐ τως ἀεὶ πάρεστι τελέως καὶ αὐταρκῶς καὶ ἀνενδεῶς, κατὰ μίαν ἐνέργειαν ἑστῶσαν ἐν ἑαυτῇ καθαρῶς, ἡ δὲ ψυχὴ νοῦ τε μετέχει μεριστοῦ καὶ πολυειδοῦς εἰς τὴν τοῦ ὅλου τε προστασίαν ἀναποβλέποντος, καὶ αὐτὴ
25τῶν ἀψύχων ἐπιμελεῖται ἄλλοτε ἐν ἄλλοις εἴδεσιν ἐγ‐ γιγνομένη.
Ἀπὸ δὴ τῶν αὐτῶν αἰτίων τοῖς μὲν κρείττοσιν αὐτὴ ἡ τάξις, αὐτὸ τὸ κάλλος συνυπάρχει, ἢ εἰ οὕτω τις βού‐ λοιτο ὑποτίθεσθαι, ἡ αἰτία τούτων συνυφέστηκεν, τῇ50
30δὲ ψυχῇ νοερᾶς τάξεως καὶ θείου κάλλους μεταλαγχά‐ νειν ἀεὶ σύνεστι· καὶ τοῖς μὲν τὸ μέτρον τῶν ὅλων ἢ τὸ τοῦδε αἴτιον σύνδρομον πάρεστι διὰ παντός, ἡ δὲ τῷ θείῳ πέρατι ἀφορίζεται, καὶ τούτου μετέχει μερισ‐ τῶς. Καὶ τοῖς μὲν ἐξαρκεῖν ἐφ’ ὅλα τὰ ὄντα τῇ τῆς
35αἰτίας δυνάμει καὶ τῇ ἐπικρατείᾳ εὐλόγως ἂν ἀποδοίη τις, ἡ δ’ ἔχει τινὰ πέρατα διειλημμένα μέχρις ὅσων ἐπάρ‐ χειν δύναται. Τοιούτων δὴ ὄντων τῶν διαφόρων ἰδιωμάτων ἐν τοῖς ἄκροις, οὐ χαλεπῶς ἄν τις, ὃ δὴ νῦν ἐλέγομεν, καὶ τὰ
40μέσα αὐτῶν ἰδιώματα τὰ τῶν δαιμόνων τε καὶ ἡρώων ἐννοήσειε, σύνεγγυς ὄντα ἑκατέρῳ τῶν ἄκρων, ἔχοντα ὁμοιότητα πρὸς ἑκάτερον καὶ ἀπ’ ἀμφοτέρων ἀφιστά‐ μενα πρὸς τὸ μέσον, σύμμικτόν τε ἀπ’ αὐτῶν τὴν ὁμο‐ νοητικὴν κοινωνίαν συμπλέκοντα καὶ πρὸς αὐτὴν ἐν
45μέτροις τοῖς προσήκουσι συμπλεκόμενα. Τοιαῦτα δὴ οὖν νοείσθω τῶν πρώτων θείων γενῶν τὰ ἰδιώματα.
Myst
.

1

.

8

Οὐ μέντοι τὴν ὑπὸ σοῦ διάκρισιν ὑποτεινομένην αὐτῶν προσιέμεθα, ἥτις τὴν πρὸς τὰ διαφέροντα σώ‐ ματα κατάταξιν, οἷον θεῶν μὲν πρὸς τὰ αἰθέρια, δαι‐ μόνων δὲ πρὸς τὰ ἀέρια, ψυχῶν δὲ τῶν περὶ γῆν, αἰτίαν
5εἶναί φησι τῆς νυνὶ ζητουμένης διαστάσεως. Ἥ τε γὰρ κατάταξις, οἷον τοῦ Σωκράτους εἰς τὴν φυλὴν ὅταν πρυτανεύῃ, ἀναξίως ὑπόκειται τῶν θείων γενῶν, ἅπερ ἀπόλυτα πάντα καὶ ἄφετα καθ’ ἑαυτὰ ὑπάρχει· καὶ τὸ κυριώτερα ποιεῖν τὰ σώματα πρὸς τὸ εἰδοποιεῖν τὰ
10ἑαυτῶν πρῶτα αἴτια, δεινὴν ἀτοπίαν ἐμφαίνει· δου‐
λεύει γὰρ ταῦτα ἐκείνοις καὶ ὑπηρετεῖ πρὸς τὴν γένε‐ σιν. Ἔτι οὐδὲ ἔνεστιν ἐν τοῖς σώμασι τὰ γένη τῶν κρειττόνων, ἔξωθεν δ’ αὐτῶν ἡγεμονεύει· οὐκ ἄρα συν‐ αλλοιοῦται τοῖς σώμασιν. Ἔτι δίδωσι μὲν ἀφ’ ἑαυτῶν51
15εἰς τὰ σώματα πᾶν ὅσον δύναται δέξασθαι ἐκεῖνα ἀγα‐ θόν, αὐτὰ δὲ ἀπὸ τῶν σωμάτων οὐδὲν παραδέχεται, ὥστ’ οὐδ’ ἀπ’ αὐτῶν δέξαιτ’ ἄν τινα ἰδιώματα. Εἰ μὲν γὰρ ὡς ἕξεις τῶν σωμάτων ἢ ὡς ἔνυλα εἴδη ἢ ἄλλον τρόπον σωματοειδῆ ἦν, ἠδύνατο ἂν ἴσως καὶ αὐτὰ
20τὰς τῶν σωμάτων διαφορὰς συμμεταβάλλεσθαι· εἰ δὲ χωριστὰ ἀπὸ τῶν σωμάτων καὶ ἀμιγῆ καθ’ ἑαυτὰ προϋπάρχει, τίς ἂν γένοιτο ἀπὸ τῶν σωμάτων ἐπεισ‐ ιοῦσα εὔλογος εἰς αὐτὰ διάκρισις; Πρὸς δὴ τούτοις πρεσβύτερα ποιεῖ τὰ σώματα τῶν
25θείων γενῶν οὗτος ὁ λόγος, εἴπερ αὐτὰ τὴν ἕδραν παρ‐ έχει τοῖς κρείττοσιν αἰτίοις καὶ τὰ κατ’ οὐσίαν ἰδιώ‐ ματα ἐν αὐτοῖς ἐντίθησιν. Εἰ δ’ ἄρα τις καὶ λήξεις καὶ διανομὰς καὶ συγκληρώσεις συντάττοι τῶν διοικούντων πρὸς τὰ διοικούμενα, οὗτος δῆλον ὅτι καὶ κῦρος ἀποδώ‐
30σει τοῖς βελτίοσι· διότι γάρ ἐστι τοιαῦτα τὰ ἐφεστη‐ κότα, διὰ τοῦτο αἱρεῖται τὴν τοιαύτην λῆξιν καὶ εἰδο‐ ποιεῖ ταύτην καθ’ ἑαυτήν, ἀλλ’ οὐκ αὐτὴ πρὸς τὴν τῆς ὑποδοχῆς φύσιν ἀφομοιοῦται. Ἐπὶ μὲν οὖν τῶν ἐν μέρει, λέγω δὲ τῆς κατὰ μέρος
35ψυχῆς, συγχωρεῖν δεῖ τὸ τοιοῦτον. Οἷον γὰρ προὔβαλε βίον ἡ ψυχὴ πρὶν καὶ εἰς ἀνθρώπινον σῶμα εἰσκριθῆναι καὶ οἷον εἶδος πρόχειρον ἐποιήσατο, τοιοῦτον καὶ ὀργα‐ νικὸν σῶμα ἔχει πρὸς ἑαυτὴν συνηρτημένον, καὶ φύσιν παραπλησίαν συνακολουθοῦσαν, ἥτις ὑποδέχεται αὐτῆς
40τὴν τελειοτέραν ζωήν. Ἐπὶ δὲ τῶν κρειττόνων καὶ τῶν ὡς
ὅλων περιεχόντων τὴν ἀρχήν, ἐν τοῖς κρείττοσι τὰ χεί‐ ρονα καὶ ἐν τοῖς ἀσωμάτοις τὰ σώματα καὶ ἐν τοῖς δημιουργοῦσι τὰ δημιουργούμενα παράγεται, καὶ ἐν αὐτοῖς τε κύκλῳ περιέχουσι κατευθύνεται, αἵ τε οὖν52
45τῶν οὐρανίων περιφοραὶ εἰς τὰς οὐρανίας περιφορὰς τῆς αἰθερίας ψυχῆς ἐντεθεῖσαι τὸ πρῶτον ἀεὶ ἐνυπάρ‐ χουσι, καὶ αἱ ψυχαὶ τῶν κόσμων εἰς τὸν νοῦν ἑαυτῶν ἀνήκουσαι περιέχονται ὑπ’ αὐτοῦ τελείως καὶ ἐν αὐτῷ πρώτως ἀπογεννῶνται· καὶ ὁ νοῦς ὅ τε μεριστὸς ὡσαύ‐
Myst
.

1

.

8

(50)

τως καὶ ὁ πᾶς ἐν τοῖς κρείττοσι γένεσι συνείληπται. Ἀεὶ οὖν ἐπιστρεφομένων τῶν δευτέρων ἐπὶ τὰ πρῶτα καὶ τῶν ἀνωτέρων ὡς παραδειγμάτων ἐξηγουμένων τῶν ὑποδεεστέρων, ἀπὸ τῶν κρειττόνων τοῖς χείροσιν ἥ τε οὐσία καὶ τὸ εἶδος παραγίγνεται, ἐν αὐτοῖς τε τοῖς
55βελτίοσι πρώτως παράγεται τὰ ὕστερα, ὥστε ἀπ’ αὐ‐ τῶν ἐφήκει καὶ ἡ τάξις καὶ τὸ μέτρον τοῖς χείροσι καὶ αὐτὰ ἅπερ ἐστὶν ἕκαστα, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ προέχοντα αὐτῶν ἐπιρρεῖ τὰ ἰδιώ‐ ματα.
60 Ἀποδέδεικται μὲν οὖν διὰ τούτων ψευδὴς οὖσα ἡ τοιαύτη σωματοειδὴς διαίρεσις. Ἔδει δέ που μάλιστα μὲν μηδὲν ὑποθέσθαι τοιοῦτον· εἰ δ’ ἄρα σοι τοῦτο ἔδοξε, μὴ ἀξιοῦν τὸ ψεῦδος λόγου. Ἐπεὶ οὐκ εὐπορία τοῦτ’ ἔστιν ἐλέγχων, ἀλλὰ μάτην τις ἑαυτὸν κόπτει, εἰ
65τὰ ψευδῆ ὑποθέμενος ἀναιρεῖν ἐπιχειρεῖ ταῦτα ὡς οὐκ ἀληθῆ. Πόθεν γὰρ δὴ χωρίζεται ἡ ἀσώματος καθ’ ἑαυ‐ τὴν οὐσία τοῖς ποιοῖς σώμασιν, ἡ μηδὲν ἔχουσα κοι‐ νὸν πρὸς τὰ μετέχοντα αὐτῆς σώματα; πῶς δὲ δὴ ἡ μὴ τοπικῶς παροῦσα τοῖς σώμασι τοῖς σωματικοῖς τό‐
70ποις διακρίνεται, καὶ ἡ μὴ διειργομένη μερισταῖς περι‐ γραφαῖς ὑποκειμένων κατέχεται μεριστῶς ὑπὸ τῶν με‐ ρῶν τοῦ κόσμου; τί δὲ δὴ καὶ τὸ διακωλῦόν ἐστι τοὺς θεοὺς προϊέναι πανταχοῦ καὶ τὸ ἀνεῖργον αὐτῶν τὴν δύναμιν ὥστε ἰέναι μέχρι τῆς οὐρανίας ἀψῖδος; ἰσχυ‐53
75ροτέρας γὰρ ἂν εἴη τοῦτο αἰτίας ἔργον, τῆς κατα‐ κλειούσης αὐτοὺς καὶ περιγραφούσης ἔν τισι μέρεσιν. Καὶ τὸ μὲν ὄντως ὂν καὶ καθ’ ἑαυτὸ ἀσώματον παντα‐ χοῦ ἐστιν ὅπουπερ ἂν βούληται, τὸ δὲ θεῖον καὶ πάντα ὑπερέχον, εἰ ὑπερέχεται ὑπὸ τῆς τοῦ ὅλου κόσμου τε‐
80λειότητος καὶ ὡς ἐν μέρει τινὶ ὑπ’ αὐτοῦ περιείληπται, ἐλαττοῦται ἄρα καὶ τοῦ κατὰ τὸ σῶμα μεγέθους. Οὐχ ὁρῶ δὲ ἔγωγε καὶ τίνα τρόπον δημιουργεῖται τὰ τῇδε καὶ εἰδοποιεῖται, εἴ γε μηδεμία θεία δημιουργία καὶ τῶν θείων εἰδῶν μετουσία διατείνει διὰ παντὸς τοῦ
85κόσμου. Ὅλως δὲ τῆς ἱερᾶς ἁγιστείας καὶ τῆς θεουργικῆς κοινωνίας θεῶν πρὸς ἀνθρώπους ἀναίρεσίς ἐστιν αὕτη ἡ δόξα, τὴν τῶν κρειττόνων παρουσίαν ἔξω τῆς γῆς ἐξορίζουσα. Οὐδὲν γὰρ ἄλλο λέγει ἢ ὅτι ἀπῴκισται
90τῶν περὶ γῆν τὰ θεῖα καὶ ὅτι ἀνθρώποις οὐ συμμίγνυ‐ ται καὶ ὡς ἔρημος αὐτῶν ἐστιν ὁ τῇδε τόπος· οὐδ’ ἡμεῖς οὖν οἱ ἱερεῖς οὐδὲν παρὰ τῶν θεῶν μεμαθήκαμεν κατὰ τοῦτον τὸν λόγον, οὐδὲ σὺ ὀρθῶς ἡμᾶς ἐρωτᾷς ὡς εἰδότας τι περιττότερον, εἴπερ μηδὲν τῶν ἄλλων
95ἀνθρώπων διαφέρομεν. Ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιές· οὔτε γὰρ οἱ θεοὶ κρα‐ τοῦνται ἔν τισι τοῦ κόσμου μέρεσιν, οὔτε τὰ περὶ γῆν ἄμοιρα αὐτῶν καθέστηκεν. Ἀλλ’ οἱ μὲν κρείττονες ἐν
αὐτῷ, ὡς ὑπὸ μηδενὸς περιέχονται, περιέχουσι πάντα54
Myst
.

1

.

8

(100)

ἐν ἑαυτοῖς· τὰ δ’ ἐπὶ γῆς ἐν τοῖς πληρώμασι τῶν θεῶν ἔχοντα τὸ εἶναι, ὁπόταν ἐπιτήδεια πρὸς τὴν θείαν με‐ τοχὴν γένηται, εὐθὺς ἔχει πρὸ τῆς οἰκείας ἑαυτῶν οὐ‐ σίας προϋπάρχοντας ἐν αὐτῇ τοὺς θεούς. Ὅτι μὲν οὖν ἡ ὅλη διαίρεσις αὕτη ψευδής ἐστι καὶ
105ἡ ἔφοδος ἐπὶ τὴν τῶν ἰδιωμάτων θήραν παράλογος καὶ τὸ διοικίζειν ἔν τινι τόπῳ τοὺς θεοὺς οὐκ ἀντιλαμβά‐ νεται τῆς ὅλης ἐν αὐτοῖς οὐσίας καὶ δυνάμεως, διὰ τούτων παρεστήσαμεν. Ἦν μὲν οὖν ἄξιον παραλιπεῖν τὴν ἐξέτασιν τῶν ὑπὸ σοῦ πρὸς ταύτην τὴν διανομὴν
110τῶν κρειττόνων ἀντειρημένων, ὡς οὐδὲν πρὸς ἔπος τοῖς ἀληθέσι νοήμασιν ἀντιλέγουσαν· ἀλλ’ ἐπεὶ δεῖ τοῦ λό‐ γου στοχάζεσθαι μᾶλλον καὶ τῆς θείας ἐπιστήμης, ἀλλὰ μὴ πρὸς ἄνδρα διαλέγεσθαι, καὶ ἡμεῖς διὰ τοῦτο ἐναρ‐ μόζομεν τὴν ἀπηρτημένην ἀμφισβήτησιν πρὸς εὔλογόν
115τινα καὶ θεολογικὴν ἀντίληψιν.
Myst
.

1

.

9

Τίθημι δὴ οὖν ἐρωτῶντά σε οὐκ ἐκεῖνο τὸ ἀπό‐ ρημα, διὰ τί, ἐν οὐρανῷ κατοικούντων τῶν θεῶν μόνως, χθονίων καὶ ὑποχθονίων εἰσὶ παρὰ τοῖς θεουργικοῖς κλήσεις· οὐδὲ γάρ ἐστιν ἀληθὲς τὸ ἐν ἀρχῇ, ὡς κατ’
5οὐρανὸν μόνον οἱ θεοὶ περιπολοῦσι· πάντα γὰρ αὐτῶν ἐστι πλήρη· ἀλλὰ πῶς ἐνύδριοί τινες λέγονται καὶ ἀέριοι, τόπους τε διειλήχασιν ἄλλοι ἄλλους, καὶ σω‐ μάτων μοίρας διεκληρώσαντο κατὰ περιγραφήν, καί‐ τοι δύναμιν ἄπειρον ἔχοντες καὶ ἀμέριστον καὶ ἀπερί‐
10ληπτον, πῶς τε αὐτῶν ἔσται ἡ ἕνωσις πρὸς ἀλλήλους, μερῶν μερισταῖς περιγραφαῖς διειργομένων, καὶ καθ’ ἑτερότητα τῶν τόπων καὶ τῶν ὑποκειμένων σωμάτων διειλημμένων.
Πάντων δὴ οὖν τούτων καὶ ἄλλων παραπλησίων ἀπε‐55
15ράντων ζητημάτων μία ἀρίστη λύσις, κατιδεῖν τὸν τρό‐ πον τῆς θείας λήξεως. Αὕτη τοίνυν ἐάν τε μοίρας τινὰς τοῦ παντός, οἷον οὐρανὸν ἢ γῆν, ἐάν τε πόλεις ἱερὰς καὶ χώρας, ἐάν τε καὶ τεμένη τινὰ ἢ ἱερὰ ἀγάλματα διαλαγχάνῃ, πάντα ἔξωθεν ἐπιλάμπει, καθάπερ ὁ ἥλιος
20ἔξωθεν φωτίζει πάντα ταῖς ἀκτῖσιν. Ὥσπερ οὖν τὸ φῶς περιέχει τὰ φωτιζόμενα, οὑτωσὶ καὶ τῶν θεῶν ἡ δύναμις τὰ μεταλαμβάνοντα αὐτῆς ἔξωθεν περιείληφεν. Καὶ ὥσπερ ἀμιγῶς πάρεστι τῷ ἀέρι τὸ φῶς (δῆλον δ’ ἐκ τοῦ μηδὲν ἐν αὐτῷ καταλείπεσθαι φῶς ἐπειδὰν ἅπαξ
25τὸ ἐλλάμπον ἀναχωρήσῃ, καίτοι θερμότητος αὐτῷ παρ‐ ούσης ἐπειδὰν τὸ θερμαῖνον ἐκποδὼν ἀπέλθῃ), οὕτω καὶ τῶν θεῶν τὸ φῶς ἐλλάμπει χωριστῶς ἐν αὑτῷ τε μονίμως ἱδρυμένον προχωρεῖ διὰ τῶν ὄντων ὅλων. Καὶ μὴν τό γε φῶς τὸ ὁρώμενον ἕν ἐστι συνεχές, πανταχοῦ
30τὸ αὐτὸ ὅλον, ὥστε μὴ οἷόν τε εἶναι χωρὶς ἀποτεμέσθαι τι αὐτοῦ μόριον μηδὲ κύκλῳ περιλαβεῖν μηδὲ ἀποστῆ‐ σαί ποτε τοῦ παρέχοντος τὸ φῶς. Κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ σύμπας κόσμος μεριστὸς ὢν περὶ τὸ ἓν καὶ ἀμέριστον τῶν θεῶν φῶς διαιρεῖται.
35Τὸ δ’ ἔστιν ἓν καὶ αὐτὸ πανταχοῦ ὅλως, ἀμερίστως τε πάρεστι πᾶσι τοῖς δυναμένοις αὐτοῦ μετέχειν, παν‐ τελεῖ τε δυνάμει πεπλήρωκε πάντα, καὶ ἀπείρῳ δή τινι τῇ κατὰ αἰτίαν ὑπεροχῇ συμπεραίνει τὰ ὅλα ἐν αὑτῷ, συνήνωταί τε πανταχοῦ πρὸς ἑαυτὸ καὶ τὰ τέλη ταῖς
40ἀρχαῖς συνάπτει· ὅπερ δὴ καὶ ὁ σύμπας μιμούμενος οὐρανὸς καὶ κόσμος τὴν ἐγκύκλιον περιφορὰν περιπο‐ λεῖ, συνήνωταί τε πρὸς ἑαυτόν, καὶ τὰ στοιχεῖα κατὰ κύκλον περιδινούμενα ποδηγεῖ, πάντα τε ἐν ἀλλήλοις ὄντα καὶ πρὸς ἄλληλα φερόμενα συνέχει, μέτροις τε
45τοῖς ἴσοις ἀφορίζει καὶ τὰ πορρωτάτω διῳκισμένα, καὶ τὰς τελευτὰς ταῖς ἀρχαῖς οἷον γῆν οὐρανῷ συγκεῖσθαι ποιεῖ, μίαν τε συνέχειαν καὶ ὁμολογίαν τῶν ὅλων πρὸς ὅλα ἀπεργάζεται. Τὸ δὴ τῶν θεῶν ἐμφανές τις ἄγαλμα καθορῶν οὕτως56
Myst
.

1

.

9

(50)

ἡνωμένον ἆρ’ οὐκ ἂν αἰδεσθείη περὶ θεῶν τῶν αἰτίων αὐτοῦ δόξαν ἔχων ἀλλοίαν, τομάς τε ἐν αὐτοῖς καὶ ἀποδιαλήψεις παρεισάγων σωματοειδεῖς τε περιγρα‐ φάς; ἐγὼ μὲν οἴομαι πάνθ’ ὁντινοῦν οὑτωσὶ διατεθῆναι· εἰ γὰρ οὐδείς ἐστι λόγος οὐδὲ σχέσις συμμετρίας οὐδὲ
55οὐσίας τις κοινωνία οὐδὲ κατὰ δύναμιν ἤ τινα ἐνέρ‐ γειαν συμπλοκὴ πρὸς τὸ διακοσμοῦν τοῦ διακοσμου‐ μένου, ὡς τὸ μηδέν, ἵνα οὕτως εἴπω, κεῖται ἐν αὐτῷ οὔτε παρατάσεώς τινος κατὰ διάστασιν οὔτε τοπικῆς περιοχῆς οὔτε ἀποδιαλήψεως μεριστῆς οὔτε ἄλλης
60τοιαύτης ἐν τῇ παρουσίᾳ τῶν θεῶν ἐμφυομένης παρ‐ ισώσεως. Πρὸς μὲν γὰρ τὰ ὁμοφυῆ κατ’ οὐσίαν ἢ δύ‐ ναμιν ἢ καὶ ὁμοειδῆ πως ὄντα ἢ καὶ ὁμογενῆ δύναταί τις περίληψις ἢ διακράτησις ἐπινοεῖσθαι· ὅσα δ’ ἐστὶν ἐξῃρημένα τοῖς ὅλοις παντελῶς, τίς ἂν ἐπὶ τούτων
65ἀντιπερίστασις ἢ δι’ ὅλων διέξοδος ἢ μεριστὴ περι‐ γραφὴ ἢ κατὰ τόπον περιοχὴ ἤ τι τῶν τοιούτων ἐπι‐ νοηθείη ποτ’ ἂν ἐν δίκῃ; ἀλλ’ οἶμαι τὰ μετέχοντά ἐστιν ἕκαστα τοιαῦτα, ὡς τὰ μὲν αἰθερίως τὰ δ’ ἀερίως τὰ δ’ ἐνυδρίως αὐτῶν μετέχει· ἃ δὴ κατιδοῦσα καὶ ἡ τῶν
70ἔργων τέχνη χρῆται ταῖς οἰκειώσεσι καὶ κλήσεσι κατὰ τὴν τοιαύτην διαίρεσιν καὶ οἰκειότητα.
Myst
.

1

.

10

Καὶ περὶ μὲν τῆς εἰς τὸν κόσμον διανομῆς τῶν κρειττόνων γενῶν τοσαῦτα εἰρήσθω· μετὰ δὲ ταύτην αὖθις
ὑποτείνας σαυτῷ διαίρεσιν ἑτέραν, τῇ τοῦ ἐμπαθοῦς καὶ ἀπαθοῦς διαφορᾷ χωρίζεις τῶν κρειττόνων τὰς οὐσίας.57
5Ἐγὼ δὲ οὐδὲ ταύτην δέχομαι τὴν διαίρεσιν. Οὐδ’ ὁτιοῦν γὰρ τῶν κρειττόνων γενῶν ἐστιν ἐμπαθὲς οὐδ’ ἀπαθὲς οὕτως ὡς ἀντιδιαιρούμενον πρὸς τὸ παθητὸν οὐδ’ ὡς πεφυκὸς μὲν δέχεσθαι τὰ πάθη, δι’ ἀρετὴν δ’ αὐτῶν ἤ τινα ἄλλην σπουδαίαν κατάστασιν ἀπολελυμένον.
10Ἀλλ’ ὅτι παντελῶς ἐξῄρηται τῆς ἐναντιώσεως τοῦ πάσ‐ χειν ἢ μὴ πάσχειν, καὶ ὅτι οὐδὲ πέφυκεν ὅλως πάσ‐ χειν, καὶ ὅτι κατ’ οὐσίαν ἔχει τὴν ἄτρεπτον στερεό‐ τητα, κατὰ τοῦτο ἐν ὅλοις αὐτοῖς τίθεμαι τὸ ἀπαθὲς καὶ ἄτρεπτον.
15 Ἴδε γὰρ εἰ βούλει τὸ ἔσχατον τῶν θείων, τὴν καθαρὰν τῶν σωμάτων ψυχήν· τί δεῖται αὕτη τῆς ἐν τῇ ἡδονῇ γενέσεως ἢ τῆς ἐν αὐτῇ εἰς φύσιν ἀποκαταστάσεως, ὑπερφυὲς οὖσα καὶ τὴν ἀγέννητον ζωὴν διαζῶσα; τί δὲ τῆς εἰς φθορὰν ἀγούσης λύπης ἢ διαλυούσης τὴν
20τοῦ σώματος ἁρμονίαν μετέχει, σώματος οὖσα παν‐ τὸς ἐκτὸς καὶ τῆς περὶ τὸ σῶμα μεριζομένης φύσεως, τῆς τε κατιούσης ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἁρμονίας εἰς τὸ σῶμα παντάπασιν οὖσα χωριστή; ἀλλ’ οὐδὲ τῶν προ‐ ηγουμένων τῆς αἰσθήσεως παθημάτων προσδεῖται, οὐδὲ
25γὰρ ὅλως ἐν σώματι κατέχεται, οὐδὲ περιειργομένη που δεῖται δι’ ὀργάνων σωματικῶν ἑτέρων τινῶν σω‐ μάτων ἐκτὸς ὄντων ἀντιλαμβάνεσθαι· ὅλως δὲ ἀμέρισ‐ τος οὖσα καὶ ἐν ἑνὶ εἴδει μένουσα τῷ αὐτῷ, καθ’ αὑτήν τε ἀσώματος ὑπάρχουσα καὶ μηδὲν ἐπικοινωνοῦσα πρὸς
30τὸ γιγνόμενον καὶ πάσχον σῶμα, οὔτ’ ἂν κατὰ διαίρε‐ σιν οὔτε κατ’ ἀλλοίωσίν τι πάθοι, οὔθ’ ὅλως ἔχοι οὐδ’ ὁτιοῦν τροπῆς ἢ πάθους ἐχόμενον. Ἀλλ’ οὐδ’ ὅταν εἰς τὸ σῶμά ποτε παραγένηται, οὔτε
αὐτὴ πάσχει οὔτε οἱ λόγοι οὓς δίδωσι τῷ σώματι· εἴδη58
35γάρ εἰσι καὶ οὗτοι ἁπλοῖ καὶ μονοειδεῖς, ταραχὴν οὐδε‐ μίαν οὐδ’ ἔκστασιν ἀφ’ ἑαυτῶν εἰσδεχόμενοι. Αἰτία δὴ οὖν τὸ λοιπὸν γίγνεται τῷ συνθέτῳ τοῦ πάσχειν· τὸ δ’ αἴτιον οὐκ ἔστι δήπου τὸ αὐτὸ ὅπερ τὸ ἀποτελού‐ μενον. Ὥσπερ οὖν γιγνομένων τε καὶ φθειρομένων τῶν
40συνθέτων ζῴων γένεσις οὖσα πρώτη ἡ ψυχὴ αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἀγέννητος καὶ ἄφθαρτος, οὕτω καὶ πασ‐ χόντων τῶν μετεχόντων τῆς ψυχῆς καὶ μὴ καθόλου ἐχόντων τὸ ζῆν καὶ τὸ εἶναι, συμπλακέντων δὲ πρὸς τὸ ἀόριστον καὶ τὴν ἑτερότητα τῆς ὕλης, αὐτὴ καθ’
45ἑαυτήν ἐστιν ἄτρεπτος, ὡς κρείττων οὖσα κατ’ οὐσίαν τοῦ πάσχειν, ἀλλ’ οὐχ ὡς ἐν προαιρέσει τινὶ τῇ ῥε‐ πούσῃ πρὸς ἀμφότερα τὸ ἐμπαθές, οὐδ’ ὡς ἐν μετουσίᾳ ἕξεως ἢ δυνάμεως προσλαβοῦσα ἐπίκτητον τὸ ἄτρεπτον. Ὁπότε δὴ οὖν ἐπὶ τοῦ ἐσχάτου γένους τῶν κρειττό‐
Myst
.

1

.

10

(50)

νων, ὥσπερ τῆς ψυχῆς, ἀδύνατον ἐπεδείξαμεν τὴν μετ‐ ουσίαν τοῦ πάσχειν, τί χρὴ δαίμοσι καὶ ἥρωσιν αὐτὴν προσάπτειν, οἵπερ ἀίδιοί τέ εἰσι καὶ συνοπαδοὶ τῶν θεῶν διὰ παντός, εἰκόνα τε τῆς διακοσμήσεως τῶν θεῶν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ διαφυλάττουσιν, ἐχόμενοί τε ἀεὶ
55διατελοῦσι τῆς θείας τάξεως καὶ οὐδέποτε αὐτὴν ἀπο‐ λείπουσιν; ἴσμεν γὰρ δήπου τοῦτο, ὡς τὸ πάθος ἄτακ‐ τόν τέ ἐστι καὶ πλημμελὲς καὶ ἀστάθμητον, ἑαυτοῦ μὲν οὐδαμῶς ὄν, ἐκείνῳ δὲ προσκείμενον ὑφ’ οὗ κατέ‐ χεται καὶ ᾧ δουλεύει πρὸς τὴν γένεσιν· τοῦτο δὴ οὖν
60ἄλλῳ τινὶ γένει προσήκει μᾶλλον ἢ τῷ ἀεὶ καὶ συνηρ‐ τημένῳ τοῖς θεοῖς, τάξιν τε τὴν αὐτὴν καὶ περίοδον μετ’ αὐτῶν περιιόντι. Ἀπαθεῖς τοίνυν εἰσὶ καὶ οἱ δαί‐ μονες καὶ πάντα τὰ συνεπόμενα αὐτοῖς τῶν κρειττόνων γενῶν.
Myst
.

1

.

11

Πῶς οὖν πρὸς ἐμπαθεῖς αὐτοὺς πολλὰ δρᾶται ἐν ταῖς ἱερουργίαις; φημὶ δὴ οὖν καὶ τοῦτο ἀπείρως λέγεσθαι τῆς ἱερατικῆς μυσταγωγίας. Τῶν γὰρ ἐν τοῖς ἱεροῖς ἑκάστοτε ἐπιτελουμένων τὰ μὲν ἀπόρρητόν τινα59
5καὶ κρείττονα λόγου τὴν αἰτίαν ἔχει· τὰ δ’ ὡς σύμ‐ βολα καθιέρωται ἐξ ἀιδίου τοῖς κρείττοσι· τὰ δ’ εἰκόνα τινὰ ἄλλην ἀποσώζει, καθάπερ δὴ καὶ ἡ γενεσιουργὸς φύσις τῶν ἀφανῶν λόγων ἐμφανεῖς τινας μορφὰς ἀπε‐ τυπώσατο· τὰ δὲ τιμῆς ἕνεκα προσάγεται ἢ ἀφομοιώ‐
10σεως ὁποιασοῦν ἢ καὶ οἰκειώσεως στοχάζεται· ἔνια δὲ τὸ ἡμῖν χρήσιμον παρασκευάζει ἢ καθαίρει πως καὶ ἀπολύει τὰ ἡμέτερα τῶν ἀνθρώπων πάθη, ἢ ἄλλο τι τῶν ἡμῖν συμβαινόντων δεινῶν ἀποτρέπεται. Οὐ μὴν ἔτι γε συγχωρήσειεν ἄν τις ὡς ἄρα πρὸς ἐμπαθεῖς τοὺς
15θεραπευομένους θεοὺς ἢ δαίμονας μέρος τι τῆς ἁγισ‐ τείας προσφέρεται· οὔτε γὰρ πέφυκεν εἰσδέχεσθαί τινα ἀπὸ τῶν σωμάτων μεταβολὴν ἡ καθ’ αὑτὴν ἀίδιος καὶ ἀσώματος οὐσία. Οὔτε, εἰ ὅτι μάλιστα χρείαν εἶχε τοιαύτην, προσε‐
20δεήθη ἄν ποτε τῶν ἀνθρώπων εἰς τὴν τοιαύτην θρησ‐ κείαν, αὐτὴ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῆς τοῦ κόσμου φύ‐ σεως καὶ τῆς ἐν τῇ γενέσει πάσης τελειότητος ἀπο‐ πληρουμένη, καὶ εἰ οἷόν τε τοῦτο εἰπεῖν, πρὸ τοῦ δεῖσ‐ θαι προλαμβάνουσα τὸ αὔταρκες διὰ τὴν ἀνενδεῆ τοῦ
25κόσμου ὁλότητα καὶ τὴν ἑαυτῆς οἰκείαν ἀποπλήρωσιν, καὶ διότι μεστὰ πάντα τῶν οἰκείων ἀγαθῶν τὰ κρείττονα γένη ὑπάρχει. Κοινὰ μὲν οὖν ταῦθ’ ἡμῖν ἔστω παραμύθια περὶ τῆς ἀχράντου θρησκείας ὡς τά τ’ ἄλλα οἰκείως συναρμο‐
30ζομένης τοῖς κρείττοσιν ἡμῶν, καὶ διότι καθαρὰ πρὸς
καθαροὺς καὶ ἀπαθὴς πρὸς ἀπαθεῖς προσάγεται· τὰ δ’ ἐν τοῖς καθ’ ἕκαστα ἐπιόντες τὴν μὲν τῶν φαλλῶν στάσιν τῆς γονίμου δυνάμεως σύνθημά τι εἶναί φαμεν, καὶ ταύτην προκαλεῖσθαι νομίζομεν εἰς τὴν γενεσιουρ‐60
35γίαν τοῦ κόσμου· διόπερ δὴ τὰ πολλὰ τῷ ἦρι καθιε‐ ροῦται, ὅτε δὴ καὶ ὁ πᾶς κόσμος δέχεται ἀπὸ τῶν θεῶν τῆς γενέσεως ὅλης τὴν ἀπογέννησιν. Τὰς δ’ αἰσχρορ‐ ρημοσύνας τῆς περὶ τὴν ὕλην στερήσεως τῶν καλῶν καὶ τῆς πρότερον ἀσχημοσύνης τῶν μελλόντων δια‐
40κοσμεῖσθαι ἡγοῦμαι τὸ ἔνδειγμα παραδέχεσθαι, ἅπερ ὄντα ἐνδεῆ τοῦ κοσμεῖσθαι ἐφίεται τοσοῦτο μᾶλλον ὅσῳ πλέον καταγιγνώσκει τῆς περὶ ἑαυτὰ ἀπρεπείας. Πάλιν οὖν μεταδιώκει τὰ τῶν εἰδῶν καὶ καλῶν αἴτια, ἀπὸ τῆς τῶν αἰσχρῶν ῥήσεως τὸ αἰσχρὸν καταμανθά‐
45νοντα· καὶ τὸ μὲν ἔργον τῶν αἰσχρῶν ἀποτρέπει, διὰ δὲ τῶν λόγων τὴν εἴδησιν αὐτοῦ ἐμφαίνει, καὶ πρὸς τὸ ἐναντίον μεθίστησι τὴν ἔφεσιν. Ἔχει δ’ ἔτι ταῦτα καὶ ἄλλον λόγον τοιοῦτον. Αἱ δυνά‐ μεις τῶν ἀνθρωπίνων παθημάτων τῶν ἐν ἡμῖν πάντῃ
Myst
.

1

.

11

(50)

μὲν εἰργόμεναι καθίστανται σφοδρότεραι· εἰς ἐνέργειαν δὲ βραχεῖς καὶ ἄχρι τοῦ συμμέτρου προαγόμεναι χαί‐ ρουσι μετρίως καὶ ἀποπληροῦνται, καὶ ἐντεῦθεν ἀπο‐ καθαιρόμεναι πειθοῖ καὶ οὐ πρὸς βίαν ἀποπαύονται. Διὰ δὴ τοῦτο ἔν τε κωμῳδίᾳ καὶ τραγῳδίᾳ ἀλλότρια
55πάθη θεωροῦντες ἵσταμεν τὰ οἰκεῖα πάθη καὶ μετριώ‐ τερα ἀπεργαζόμεθα καὶ ἀποκαθαίρομεν· ἔν τε τοῖς ἱεροῖς θεάμασί τισι καὶ ἀκούσμασι τῶν αἰσχρῶν ἀπο‐ λυόμεθα τῆς ἐπὶ τῶν ἔργων ἀπ’ αὐτῶν συμπιπτούσης βλάβης.
60 Θεραπείας οὖν ἕνεκα τῆς ἐν ἡμῖν ψυχῆς καὶ μετριό‐ τητος τῶν διὰ τὴν γένεσιν προσφυομένων αὐτῇ κακῶν,
λύσεώς τε ἀπὸ τῶν δεσμῶν καὶ ἀπαλλαγῆς χάριν τὰ τοιαῦτα προσάγεται. Καὶ διὰ τοῦτο εἰκότως αὐτὰ ἄκεα Ἡράκλειτος προσεῖπεν, ὡς ἐξακούμενα τὰ δεινὰ καὶ61
65τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῇ γενέσει συμφορῶν.
Myst
.

1

.

12

Ἀλλ’ αἱ κλήσεις, φησίν, ὡς πρὸς ἐμπαθεῖς τοὺς θεοὺς γίγνονται, ὥστε οὐχ οἱ δαίμονες μόνον εἰσὶν ἐμ‐ παθεῖς, ἀλλὰ καὶ οἱ θεοί. Τὸ δὲ οὐχ οὕτως ἔχει καθά‐ περ ὑπείληφας. Αὐτοφανὴς γάρ τίς ἐστι καὶ αὐτοθελὴς
5ἡ διὰ τῶν κλήσεων ἔλλαμψις, πόρρω τε τοῦ καθέλ‐ κεσθαι ἀφέστηκε, διὰ τῆς θείας τε ἐνεργείας καὶ τε‐ λειότητος πρόεισιν εἰς τὸ ἐμφανές, καὶ τοσούτῳ προέ‐ χει τῆς ἑκουσίου κινήσεως ὅσον ἡ τἀγαθοῦ θεία βού‐ λησις τῆς προαιρετικῆς ὑπερέχει ζωῆς. Διὰ τῆς τοιαύ‐
10της οὖν βουλήσεως ἀφθόνως οἱ θεοὶ τὸ φῶς ἐπιλάμ‐ πουσιν εὐμενεῖς ὄντες καὶ ἵλεῳ τοῖς θεουργοῖς, τάς τε ψυχὰς αὐτῶν εἰς ἑαυτοὺς ἀνακαλούμενοι καὶ τὴν ἕνω‐ σιν αὐταῖς τὴν πρὸς ἑαυτοὺς χορηγοῦντες, ἐθίζοντές τε αὐτὰς καὶ ἔτι ἐν σώματι οὔσας ἀφίστασθαι τῶν σω‐
15μάτων, ἐπὶ δὲ τὴν ἀίδιον καὶ νοητὴν αὐτῶν ἀρχὴν πε‐ ριάγεσθαι. Δῆλον δὲ καὶ ἀπ’ αὐτῶν τῶν ἔργων ὃ νυνί φαμεν εἶναι τῆς ψυχῆς σωτήριον· ἐν γὰρ τῷ θεωρεῖν τὰ μακά‐ ρια θεάματα ἡ ψυχὴ ἄλλην ζωὴν ἀλλάττεται καὶ ἑτέ‐
20ραν ἐνέργειαν ἐνεργεῖ καὶ οὐδ’ ἄνθρωπος εἶναι ἡγεῖται τότε, ὀρθῶς ἡγουμένη· πολλάκις δὲ καὶ τὴν ἑαυτῆς ἀφεῖσα ζωὴν τὴν μακαριωτάτην τῶν θεῶν ἐνέργειαν ἀντηλλάξατο. Εἰ δὴ κάθαρσιν παθῶν καὶ ἀπαλλαγὴν γενέσεως ἕνωσίν τε πρὸς τὴν θείαν ἀρχὴν ἡ διὰ τῶν
25κλήσεων ἄνοδος παρέχει τοῖς ἱερεῦσι, τί δήποτε πάθη τις αὐτῇ προσάπτει; οὐ γὰρ τοὺς ἀπαθεῖς καὶ καθα‐
ροὺς εἰς τὸ παθητὸν καὶ ἀκάθαρτον ἡ τοιαύτη κατασπᾷ, τοὐναντίον δὲ τοὺς ἐμπαθεῖς γενομένους ἡμᾶς διὰ τὴν γένεσιν καθαροὺς καὶ ἀτρέπτους ἀπεργάζεται.62
30 Ἀλλ’ οὐδ’ αἱ προσκλήσεις διὰ πάθους συνάπτουσι τοῖς θεοῖς τοὺς ἱερέας· διὰ δὲ τῆς θείας φιλίας τῆς συνεχούσης τὰ πάντα κοινωνίαν παρέχουσι τῆς ἀδια‐ λύτου συμπλοκῆς· οὐχ ὡς τοὔνομα, ὥς γε οὕτω δόξαι, αὐτόθεν ἐμφαίνει, τὸν νοῦν τῶν θεῶν προσκλίνουσαι
35τοῖς ἀνθρώποις, ἀλλὰ κατ’ αὐτὸ τὸ ἀληθὲς ὡς βούλε‐ ται ἀναδιδάσκειν, τὴν γνώμην τῶν ἀνθρώπων ἐπιτη‐ δείαν ἀπεργαζόμεναι πρὸς τὸ μετέχειν τῶν θεῶν, καὶ ἀνάγουσαι αὐτὴν πρὸς τοὺς θεοὺς καὶ διὰ πειθοῦς ἐμμελοῦς συναρμόζουσαι. Ὅθεν δὴ καὶ ὀνόματα θεῶν
40ἱεροπρεπῆ καὶ τἄλλα θεῖα συνθήματα ἀναγωγὰ ὄντα πρὸς τοὺς θεοὺς συνάπτειν αὐτὰς δύναται.
Myst
.

1

.

13

Καὶ δὴ καὶ αἱ τῆς μήνιδος ἐξιλάσεις ἔσονται σα‐ φεῖς, ἐὰν τὴν μῆνιν τῶν θεῶν καταμάθωμεν. Αὕτη τοί‐ νυν οὐχ, ὡς δοκεῖ τισι, παλαιά τίς ἐστι καὶ ἔμμονος ὀργή, ἀλλὰ τῆς ἀγαθοεργοῦ κηδεμονίας παρὰ θεῶν
5ἀποστροφή, ἣν αὐτοὶ ἑαυτοὺς ἀποστρέψαντες, ὥσπερ ἐν μεσημβρίᾳ φωτὸς κατακαλυψάμενοι, σκότος ἑαυτοῖς ἐπηγάγομεν καὶ ἀπεστερήσαμεν ἑαυτοὺς τῆς τῶν θεῶν ἀγαθῆς δόσεως. Δύναται οὖν ἡ ἐξίλασις ἡμᾶς ἐπιστρέ‐ ψαι πρὸς τὴν κρείττονα μετουσίαν, καὶ τὴν ἀνεσταλ‐
10μένην ἀφ’ ἡμῶν θείαν κηδεμονίαν εἰς κοινωνίαν προ‐ αγαγεῖν, καὶ συνδῆσαι συμμέτρως τὰ μετεχόμενά τε καὶ μεταλαμβάνοντα πρὸς ἄλληλα. Τοσοῦτον οὖν ἀφέσ‐ τηκε τοῦ διὰ πάθους ἐπιτελεῖν τὸ ἑαυτῆς ἔργον ὥστε καὶ ἡμᾶς ἀφίστησι τῆς ἐμπαθοῦς καὶ ταραχώδους ἀπὸ
15τῶν θεῶν ἀποστροφῆς.
Αἱ δ’ ἐκθύσεις ὅ τι πάρεστι κακὸν ἐν τοῖς περὶ γῆν τόποις ἰατρεύουσι καὶ παρασκευάζουσιν ὥστε μηδεμίαν τροπὴν ἢ πάθος τι περὶ ἡμᾶς γενέσθαι. Εἴτε οὖν διὰ θεῶν εἴτε διὰ δαιμόνων ἡ τοιαύτη γίγνοιτο, βοηθοὺς63
20ἐπικαλεῖται καὶ ἀλεξικάκους καὶ σωτῆρας τούτους, καὶ δι’ αὐτῶν ἀποδιοπομπεῖται πᾶσαν ἐπιοῦσαν ἀπὸ τῶν παθημάτων βλάβην. Οἱ δὴ τὰς πληγὰς ἀποτρέποντες τὰς γενεσιουργοὺς καὶ φυσικὰς οὐκ ἔστιν ὅπως ποτὲ διὰ παθῶν αὐτὰς ἀπείργουσιν. Εἴ τε νενόμικέ τις τὴν
25ἀπόληψιν τῆς προστασίας ἐπεισάγειν τινὰ αὐτόματον βλάβην, ἡ διὰ τῆς ἐκθύσεως πειθὼ τῶν κρειττόνων, εἰς κηδεμονίαν ἀνακαλουμένη πάλιν αὐτῶν τὴν εὐμένειαν καὶ ἀποτρέπουσα τὴν στέρησιν, παντελῶς ἂν εἴη κα‐ θαρὰ καὶ ἄτρεπτος.
Myst
.

1

.

14

Ἔτι τοίνυν αἱ λεγόμεναι θεῶν ἀνάγκαι τὸ ὅλον τοῦτο θεῶν εἰσιν ἀνάγκαι καὶ ὡς ἐπὶ θεῶν γίγνονται. Οὐκ ἄρα ὡς ἔξωθεν οὐδ’ ὡς κατὰ βίαν, ἀλλ’ ὡς τἀγα‐ θὸν ὠφελεῖ ἐξ ἀνάγκης, οὕτως ἔχουσι τὸ πάντῃ οὑτωσὶ
5καὶ μηδαμῶς ἄλλως διακεῖσθαι. Βουλήσει ἄρα ἀγα‐ θοειδεῖ συγκέκραται αὕτη καὶ ἔρωτός ἐστι φίλη ἡ τοιαύτη ἀνάγκη, τάξει τε οἰκείᾳ θεῶν ἔχει τὸ ταὐτὸν καὶ ἄτρεπτον, καὶ ὅτι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἑνὶ ὅρῳ συνέχεται, καὶ ἐμμένει τούτῳ καὶ οὐδέποτε ἐξίσ‐
10ταται. Διὰ πάντα δὴ οὖν ταῦτα τὸ ἐναντίον συμβαίνει οὗ σὺ συνελογίσω· ἀκήλητον καὶ ἀπαθὲς καὶ ἀβίαστον συμβαίνει εἶναι τὸ θεῖον, εἴπερ ὄντως ἀληθεῖς εἰσιν αἱ τοιαίδε ἐν τῇ θεουργίᾳ δυνάμεις, οἵας ἡμεῖς ἀπεδεί‐ ξαμεν.
Myst
.

1

.

15

Μετὰ δὲ ταύτην ἐπ’ ἄλλην μεταβαίνεις ἀντιδιαί‐ ρεσιν θεῶν πρὸς δαίμονας· λέγεις γὰρ θεοὺς εἶναι νόας καθαρούς, ὡς ἐν ὑποθέσει προτείνων τὴν δόξαν ἢ ὥς τισιν ἀρέσκουσαν αὐτὴν ἀφηγούμενος, νοῦ δὲ μετόχους64
5ψυχικοὺς ὄντας τοὺς δαίμονας ἀπολογιζόμενος. Ὅτι μὲν οὖν φιλοσόφων τοῖς πολλοῖς ταῦτα δοκεῖ, οὐδ’ ἐμὲ λέληθε· πρὸς δὲ σὲ οὐκ οἶμαι δεῖν ἀποκρύπτεσθαι τὸ φαινόμενον ἀληθές. Ὑποσυγκέχυται γὰρ πάντα τὰ τοιαῦτα δοξάσματα, ἀπὸ μὲν τῶν δαιμόνων ἐπὶ τὰς
10ψυχὰς ἀποφερόμενα (νοῦ γὰρ μέτοχοί εἰσιν αὗται) ἀπὸ δὲ τῶν θεῶν ἐπὶ τὸν κατ’ ἐνέργειαν ἄυλον νοῦν ἀποπίπτοντα, οὗ δὴ παντελῶς οἱ θεοὶ προέχουσιν. Τί οὖν δεῖ ταῦτα ἰδιώματα ἀπονέμειν, ἅπερ οὐδ’ ὅλως ἐστὶν αὐτοῖς οἰκεῖα; τὸ μὲν δὴ τῆς διαιρέσεως (πάρερ‐
15γον γάρ ἐστιν ἄλλως) μέχρι τοσούτου μνήμης ἀξιούσθω· ἃ δὲ καὶ πρὸς ταύτην ἀπορεῖς, ἐπείπερ ἅπτεται τῆς ἱερατικῆς θεραπείας, λόγου τυγχανέτω τοῦ προσή‐ κοντος. Ἔτι γὰρ μᾶλλον ἀκλίτους καὶ ἀμιγεῖς αἰσθητοῖς
20εἰπὼν εἶναι τοὺς καθαροὺς νόας ἀπορεῖς, εἰ δεῖ πρὸς αὐτοὺς εὔχεσθαι. Ἐγὼ δ’ οὐδ’ ἄλλοις τισὶν ἡγοῦμαι δεῖν εὔχεσθαι. Τὸ γὰρ θεῖον ἐν ἡμῖν καὶ νοερὸν καὶ ἕν, ἢ εἰ νοητὸν αὐτὸ καλεῖν ἐθέλοις, ἐγείρεται τότε ἐναρ‐ γῶς ἐν ταῖς εὐχαῖς, ἐγειρόμενον δὲ ἐφίεται τοῦ ὁμοίου
25διαφερόντως καὶ συνάπτεται πρὸς αὐτοτελειότητα. Εἰ δέ σοι ἄπιστον εἶναι καταφαίνεται, πῶς φωνῆς ἀκούει τὸ ἀσώματον καὶ ὡς αἰσθήσεως προσδεήσεται καὶ δὴ ὤτων τὰ λεγόμενα ὑφ’ ἡμῶν ἐν ταῖς εὐχαῖς, ἑκὼν ἐπι‐ λανθάνῃ τῆς τῶν πρώτων αἰτίων περιουσίας ἔν τε τῷ
30εἰδέναι καὶ τῷ περιέχειν ἐν ἑαυτοῖς τὰ ὑφ’ ἑαυτῶν
πάντα· ἐν ἑνὶ γὰρ δήπου συνείληφεν ἐν ἑαυτοῖς ὁμοῦ τὰ ὅλα· οὔτε δὴ οὖν διὰ δυνάμεων οὔτε δι’ ὀργάνων εἰσδέχονται εἰς ἑαυτοὺς οἱ θεοὶ τὰς εὐχάς, ἐν ἑαυτοῖς δὲ περιέχουσι τῶν ἀγαθῶν τὰς ἐνεργείας τῶν λόγων,65
35καὶ μάλιστα ἐκείνων οἵτινες διὰ τῆς ἱερᾶς ἁγιστείας ἐνιδρυμένοι τοῖς θεοῖς καὶ συνηνωμένοι τυγχάνουσιν· ἀτεχνῶς γὰρ τηνικαῦτα αὐτὸ τὸ θεῖον πρὸς ἑαυτὸ σύν‐ εστι, καὶ οὐδ’ ὡς ἕτερον πρὸς ἕτερον κοινωνεῖ τῶν ἐν ταῖς εὐχαῖς νοήσεων.
40 Ἀλλ’ αἱ λιτανεῖαι, ὡς φῄς, ἀλλότριαί εἰσι προσφέ‐ ρεσθαι πρὸς τὴν τοῦ νοῦ καθαρότητα. Οὐδαμῶς· δι’ αὐτὸ γὰρ τοιοῦτο, διότι τῇ δυνάμει καὶ καθαρότητι καὶ τοῖς πᾶσι τῶν θεῶν ἀπολειπόμεθα, ἐγκαιρότατόν ἐστι πάντων ἱκετεύειν αὐτοὺς εἰς ὑπερβολήν. Ἡ μὲν γὰρ
45συναίσθησις τῆς περὶ ἑαυτοὺς οὐδενείας, εἴ τις ἡμᾶς παραβάλλων τοῖς θεοῖς κρίνοι, ποιεῖ τρέπεσθαι πρὸς τὰς λιτὰς αὐτοφυῶς· ἀπὸ δὲ τῆς ἱκετείας κατὰ βραχὺ πρὸς τὸ ἱκετευόμενον ἀναγόμεθα, καὶ τὴν πρὸς αὐτὸ ὁμοιότητα ἀπὸ τοῦ συνεχῶς αὐτῷ προσομιλεῖν κτώ‐
Myst
.

1

.

15

(50)

μεθα, τελειότητά τε θείαν ἠρέμα προσλαμβάνομεν ἀπὸ τοῦ ἀτελοῦς. Εἰ δέ τις ἐννοήσειε καὶ τὰς ἱερατικὰς ἱκετείας ὡς ἀπ’ αὐτῶν τῶν θεῶν ἀνθρώποις κατεπέμφθησαν, καὶ ὅτι τῶν θεῶν αὐτῶν εἰσι συνθήματα καὶ μόνοις τοῖς θεοῖς ὑπάρ‐
55χουσι γνώριμοι, τρόπον τέ τινα καὶ αὗται τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς θεοῖς, πῶς ἂν ἔτι αἰσθητὴν τὴν τοιαύτην ἀλλ’ οὐ θείαν καὶ νοερὰν ὑπολάβοι δικαίως εἶναι ἱκετείαν; ἢ τί ἂν εἰκότως πάθος εἰς αὐτὴν παρεμ‐ πίπτοι, εἰς ἣν οὐδ’ ἀνθρώπινον ἦθος σπουδαῖον δύνα‐
60ται ῥᾳδίως ἀποκαθαίρεσθαι;
Ἀλλὰ τὰ προσαγόμενα, φησίν, ὡς πρὸς αἰσθητικοὺς καὶ ψυχικοὺς προσάγεται. Εἴ γε σωματικαῖς δυνάμεσι καὶ συνθέτοις μόναις συμπεπλήρωτο ἢ ὥσπερ εἰς ὑπη‐ ρεσίαν ὀργάνων ψιλὴν ὑποκειμέναις· ἐπεὶ δὲ καὶ ἀσω‐66
65μάτων εἰδῶν μετέχουσι τὰ προσαγόμενα καὶ λόγων τινῶν καὶ μέτρων ἁπλουστέρων, κατ’ αὐτὸ τοῦτο μόνον τῶν προσαγομένων θεωρεῖται ἡ οἰκειότης, καὶ εἴ τις ἐγγύθεν ἢ πόρρωθεν συγγένεια ἢ ὁμοιότης πάρεστιν, ἐξαρκεῖ καὶ αὕτη πρὸς ἣν νυνὶ λέγομεν συναφήν· οὐδὲ
70γάρ ἐστί τι τῶν κατὰ βραχὺ προσῳκειωμένων τοῖς θεοῖς, ᾧ μὴ πάρεισιν εὐθὺς οἱ θεοὶ καὶ συνάπτονται. Οὐκ ἄρα ὡς πρὸς αἰσθητικοὺς ἢ ψυχικούς, κατ’ αὐτὰ δὲ τὰ θεῖα εἴδη καὶ πρὸς αὐτοὺς τοὺς θεοὺς γίγνεται αὐτῶν ἡ κατὰ τὸ δυνατὸν ἐπιπλοκή. Ὥστε καὶ περὶ ταύτης τῆς
75διαιρέσεως ἀποχρώντως ἀντειρήκαμεν.
Myst
.

1

.

16

Ἔχεται δὲ ταύτης ἐν τοῖς σοῖς γράμμασιν ἡ σώ‐ ματι καὶ ἀσωματίᾳ θεοὺς δαιμόνων χωρίζουσα, μακρῷ δή τινι κοινοτέρα οὖσα τῆς πρότερον, καὶ τοσοῦτον ἀπέχουσα τοῦ τὰ ἰδιώματα αὐτῶν τῆς οὐσίας φράζειν
5ὥστε μηδ’ εἰκάσαι εἶναι περὶ αὐτῶν μηδὲ τῶν συμβε‐ βηκότων αὐτοῖς ὁτιοῦν· οὐδὲ γὰρ αὐτὸ τοῦτο, εἰ ζῷά ἐστιν ἢ μὴ ζῷα καὶ πότερον ἐστέρηται ζωῆς ἢ οὐδ’ ὅλως αὐτῆς δεῖται, δυνατὸν ἀπὸ τούτων κατανοῆ‐ σαι. Ἔτι τοίνυν οὐδὲ πῶς λέγεται ταῦτα τὰ ὀνόματα,
10εἴτε κοινῶς εἴτε κατὰ πλειόνων διαφερόντων, ῥᾴδιον συμβαλεῖν· εἰ μὲν κοινῶς, ἄτοπον εἰ ὑπὸ ταὐτὸ γένος ἐστὶ τὸ ἀσώματον, γραμμή τε καὶ χρόνος καὶ θεός, δαίμονές τε καὶ πῦρ καὶ ὕδωρ· εἰ δὲ κατὰ πλειόνων, τί μᾶλλον θεοὺς ἢ σημεῖα δηλοῖς, ὅταν ἀσώματον εἴπῃς;
15ἢ ὅταν σῶμα, τίς οὐκ ἂν ὑπολάβοι γῆν μᾶλλον εἰρῆσθαι ἢ δαίμονας; οὐδὲ γὰρ αὐτὸ τοῦτο διώρισται, εἰ ἔχουσι σώματα ἢ ἐποχοῦνται σώμασιν ἢ χρῶνται αὐτοῖς ἢ περιέχουσιν αὐτὰ ἢ μόνον ταὐτό ἐστι σώματι. Ἀλλ’ ἴσως οὐ δεῖ πάνυ τι βασανίζειν τὴν ἀντιδιαστολὴν ταύ‐67
20την· οὐδὲ γὰρ ὡς σαυτοῦ γνώμην ταύτην προτείνεις, ἀλλ’ ὡς ἑτέρων αὐτὴν δόξαν ἀποφαίνῃ.
Myst
.

1

.

17

Μεταλάβωμεν οὖν ἀντὶ ταύτης ἅπερ ἠπόρησας πρὸς τὴν παροῦσαν δόξαν. Πῶς γὰρ δὴ ἥλιός τε καὶ σελήνη κατὰ τὸν σὸν λόγον καὶ οἱ ἐν οὐρανῷ ἐμφανεῖς ἔσονται θεοί, εἰ ἀσώματοί εἰσι μόνως οἱ θεοί; ὅτι δὴ
5οὐ περιέχονται ὑπὸ τῶν σωμάτων, φαμὲν ἡμεῖς, ἀλλὰ ταῖς θείαις ζωαῖς καὶ ἐνεργείαις περιέχουσι τὰ σώ‐ ματα· καὶ ὅτι οὐ πρὸς τὸ σῶμα ἐπιστρέφονται, ἀλλὰ τὸ σῶμα ἔχουσιν ἐπιστρεφόμενον εἰς τὴν θείαν αἰτίαν· καὶ ὅτι τὴν νοερὰν αὐτῶν καὶ ἀσώματον τελειότητα οὐκ
10ἐμποδίζει τὸ σῶμα οὐδὲ μεταξὺ παρεμπῖπτον πράγ‐ ματα αὐτῇ παρέχει· ὅθεν δὴ οὐδὲ δεῖται πλείονος ἐπι‐ μελείας, αὐτοφυῶς δὲ καὶ τρόπον τινὰ αὐτοκινήτως συν‐ έπεται, οὐκ αὐτουργικῆς δεόμενον ἐπιστασίας, τῇ δὲ πρὸς τὸ ἓν τῶν θεῶν ἀναγωγῇ καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ
15μονοειδῶς συνεπαιρόμενον. Εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, τὸ οὐράνιον σῶμα πρὸς αὐτὴν τὴν ἀσώματον οὐσίαν τῶν θεῶν ἐστι συγγενέσ‐ τατον. Μιᾶς μὲν γὰρ ἐκείνης οὔσης αὐτὸ ἁπλοῦν ἐστιν, ἀμερίστου δ’ ἀδιαίρετον καὶ ἀτρέπτου ὡσαύτως ἀναλ‐
20λοίωτον. Εἰ δὲ καὶ τὰς ἐνεργείας τις αὐτῶν μονοειδῶς ὑποτίθεται, καὶ τοῦτο ἔχει μίαν τὴν περιφοράν· μιμεῖ‐ ται δ’ αὐτῶν καὶ τὴν ταὐτότητα τῇ κατὰ ταὐτὰ καὶ
ὡσαύτως καὶ πρὸς ταὐτὰ καὶ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν ἀιδίῳ κινήσει, καὶ τὴν θείαν ζωὴν τῇ συμφύτῳ68
25τοῖς αἰθερίοις σώμασι ζωῇ. Διόπερ οὐδ’ ὡς ἐξ ἐναντίων καὶ διαφερόντων οὔτε τὸ σῶμα αὐτῶν συγκέκραται, ὥσπερ δὴ τὸ ἡμέτερον συνίσταται σῶμα, οὔτε ἡ ψυχὴ πρὸς τὸ σῶμα συνεπάγη εἰς ἓν ἐκ δύο ζῷον, ἀλλ’ ὅμοια πάντῃ καὶ συνηνωμένα δι’ ὅλων τε ὅλα καὶ μονοειδῆ
30καὶ ἀσύνθετα τὰ κατ’ οὐρανὸν τῶν θεῶν ἐστι ζῷα, τῶν μὲν γὰρ κρειττόνων ἐν αὐτοῖς ἀεὶ ὑπερεχόντων ὡσαύ‐ τως, τῶν δ’ ἐλαττόνων ἐξηρτημένων τῆς τῶν προτέρων ἀρχῆς καὶ οὐδέποτε αὐτὴν εἰς ἑαυτὰ κατατεινόντων, τῶν δ’ ὅλων εἰς μίαν σύνταξιν καὶ μίαν συντέλειαν συνα‐
35γομένων, καὶ τρόπον τινὰ πάντων ἀσωμάτων ὄντων καὶ θεῶν δι’ ὅλου, διότι τὸ θεῖον εἶδος ἐν αὐτοῖς ἐπικρα‐ τοῦν δι’ ὅλων τὴν αὐτὴν πανταχοῦ ὅλην μίαν οὐσίαν ἐντίθησιν.
Myst
.

1

.

18

Οὕτω μὲν οὖν οἱ κατ’ οὐρανὸν ἐμφανεῖς θεοί τέ εἰσι πάντες καὶ τρόπον τινὰ ἀσώματοι· ἡ δ’ ἑξῆς ἐπι‐ ζήτησις ἡ σὴ διαπορεῖ, πῶς αὐτῶν οἱ μέν εἰσιν ἀγαθο‐ ποιοί, οἱ δὲ κακοποιοί. Εἴληπται μὲν οὖν ἀπὸ τῶν
5γενεθλιαλόγων αὕτη ἡ δόξα, πάντῃ δὲ διαμαρτάνει τοῦ ὄντος. Ἀγαθοί τε γάρ εἰσιν ἅπαντες καὶ ἀγαθῶν αἴτιοι ὡσαύτως, πρὸς ἕν τε ἀγαθὸν ἀποβλέποντες ἑνοειδῶς περιάγονται κατὰ μόνον τὸ καλὸν καὶ ἀγαθόν. Οὐ μὴν ἀλλὰ τά γε ὑποκείμενα αὐτοῖς σώματα καὶ αὐτὰ ἀμη‐
10χάνους ὅσας ἔχει δυνάμεις, τὰς μὲν ἐν αὐτοῖς τοῖς θείοις σώμασι μονίμως ἑστώσας, τὰς δ’ ἀπ’ αὐτῶν προϊού‐ σας εἰς τὴν φύσιν τοῦ κόσμου καὶ αὐτὸν τὸν κόσμον, δι’ ὅλης τε τῆς γενέσεως ἐν τάξει κατιούσας, καὶ μέχρι τῶν κατὰ μέρος διατεινούσας ἀκωλύτως.
15 Περὶ μὲν οὖν τῶν μενουσῶν κατ’ οὐρανὸν ἐν τοῖς σώ‐ μασι τοῖς θείοις δυνάμεων οὐκ ἄν τις ἀμφισβητήσειεν ὥς εἰσιν ὅμοιαι πᾶσαι· λοιπὸν οὖν περὶ τῶν τῇδε κατα‐ πεμπομένων καὶ συμμιγνυμένων πρὸς τὴν γένεσιν διέλ‐ θωμεν. Αὗται τοίνυν ἐπὶ μὲν σωτηρίᾳ τοῦ παντὸς διή‐69
20κουσιν ὡσαύτως καὶ συνέχουσιν ὅλην τὴν γένεσιν κατὰ τὰ αὐτά· ἀπαθεῖς τέ εἰσι καὶ ἄτρεπτοι, καίτοι εἰς τὸ τρεπόμενον καὶ πάσχον καθήκουσιν. Ἡ μέντοι γένεσις πολυειδὴς οὖσα καὶ ἐκ διαφερόντων συνισταμένη τῇ οἰκείᾳ μὲν ἐναντιώσει καὶ διαιρέσει μαχομένως καὶ με‐
25ριστῶς τὸ ἓν αὐτῶν καὶ ἀδιάφορον δέχεται· παθητῶς δὲ χωρεῖ τὸ ἀπαθές, καὶ ὅλως κατὰ τὴν οἰκείαν φύσιν, οὐ κατὰ τὴν ἐκείνων δύναμιν, πέφυκεν αὐτῶν μετέχειν. Ὥσπερ οὖν τὸ γιγνόμενον τοῦ ὄντος γεννητῶς καὶ τὸ σῶμα τοῦ ἀσωμάτου σωματοειδῶς μεταλαμβάνει, οὕτω
30καὶ τὰ ἐν τῇ γενέσει φυσικὰ καὶ ἔνυλα τῶν ἀύλων καὶ ὑπὲρ τὴν φύσιν καὶ γένεσιν αἰθερίων σωμάτων ἀτάκτως καὶ πλημμελῶς ἔστιν ὅπου μεταλαμβάνει. Ἄτοποι οὖν οἵ τε χρῶμα καὶ σχῆμα καὶ ἁφὴν τοῖς νοητοῖς εἴδεσι προστιθέντες, διότι τὰ μεταλαμβάνοντα αὐτῶν εἰσι
35τοιαῦτα, καὶ οἱ τοῖς οὐρανίοις σώμασι κακίαν ἀνατι‐ θέντες, διότι τὰ μετέχοντα αὐτῶν φύεται ἐνίοτε κακά. Τὴν ἀρχὴν γὰρ οὐδ’ ἂν ἦν μετοχὴ τὸ τοιοῦτον, εἰ μή τι καὶ παραλλάττον εἶχε τὸ μεταλαμβάνον. Εἰ δ’ ὡς ἐν ἑτέρῳ καὶ διαφέροντι δέχεται τὸ μετεχόμενον, τοῦτο
40δήπου τὸ ὡς ἄλλο καὶ ἐν τοῖς περιγείοις ἐστὶ τὸ κακὸν καὶ ἄτακτον. Ἥ τε οὖν μετάληψις αἰτία γίγνεται τῆς ἐν τοῖς δευ‐ τέροις πολλῆς ἑτερότητος καὶ ἡ σύμμιξις τῶν ὑλικῶν πρὸς τὰς ἀύλους ἀπορροίας, καὶ ἔτι τὸ ἑτέρως διδόμε‐
45νον ἑτέρως αὐτὰ τὰ τῇδε ὑποδέχεσθαι. Οἷον ἡ τοῦ Κρό‐ νου ἀπόρροιά ἐστι συνεκτική, ἡ δὲ τοῦ Ἄρεος κινη‐
τική· πλὴν ἔν γε τοῖς ἐνύλοις ἡ παθητὴ γενεσιουργὸς ὑποδοχὴ τὴν μὲν κατὰ πῆξιν καὶ ψυχρότητα ἐδέξατο, τὴν δὲ κατὰ φλόγωσιν ὑπερβάλλουσαν τὸ μέτριον. Οὐκ‐70
Myst
.

1

.

18

(50)

οῦν τὸ φθοροποιὸν καὶ ἀσύμμετρον διὰ τὴν τῶν ὑπο‐ δεχομένων ἑτεροποιὸν καὶ ὑλικὴν καὶ παθητὴν παρα‐ τροπὴν ἀπήντησεν; ἔτι τοίνυν ἡ ἀσθένεια τῶν ἐνύλων καὶ περιγείων τόπων τὴν ἀκραιφνῆ δύναμιν καὶ τὴν καθαρωτάτην ζωὴν τῶν αἰθερίων μὴ χωροῦσα τὸ ἑαυ‐
55τῆς πάθημα μεταφέρει εἰς τὰ πρῶτα αἴτια· οἷον εἴ τις κάμνων τῷ σώματι καὶ μὴ δυνάμενος φέρειν τὴν ἡλίου ζωοποιὸν θερμότητα ἐτόλμα ψευδόμενος ἐπικαλεῖν, ἀπὸ τῶν οἰκείων παθῶν, ὡς οὐ λυσιτελής ἐστι πρὸς ὑγίειαν ἢ ζωήν.
60 Γένοιτο δ’ ἄν τι καὶ τὸ τοιοῦτον ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ κράσει, ὡς τὰ αὐτὰ τῷ μὲν ὅλῳ καὶ παντὶ σωτήρια εἶναι διὰ τὴν τελειότητα τῶν τε ἐνόντων καὶ οἷς ἔνεστι, τοῖς δὲ μέρεσι βλαβερὰ διὰ τὴν μεριστὴν ἀσυμμετρίαν. Καὶ ἐν τῇ τοῦ παντὸς οὖν κινήσει πᾶσαι
65μὲν αἱ περιφοραὶ τὸν πάντα κόσμον ὡσαύτως διαφυ‐ λάττουσιν, ἓν δέ τι τῶν ἐν μέρει πολλάκις θλίβεται ὑπ’ ἄλλου μέρους, ὅπερ καὶ ἐν ὀρχήσει περιφανῶς ὁρῶμεν γιγνόμενον. Πάλιν δὴ οὖν τὸ φθειρόμενον καὶ μεταβαλλόμενον
70πάθημα σύμφυτον γίγνεται τῶν κατὰ μέρος, καὶ οὐ δεῖ οὐδὲ τοῦτο τοῖς ὅλοις καὶ πρώτοις αἰτίοις ἀνατι‐ θέναι ἢ ὡς ἐν αὐτοῖς ὂν ἢ ὡς ἀπ’ αὐτῶν εἰς τὰ τῇδε καθῆκον· διὰ δὴ τοσούτων ἀποδέδεικται ὡς οὔτε αὐτοὶ οἱ ἐν οὐρανῷ θεοὶ οὔτε αἱ δόσεις αὐτῶν εἰσι κα‐
75κοποιοί.
Myst
.

1

.

19

Ἴθι δὴ οὖν κἀκεῖνο ἀποκρινώμεθα, τί τὸ συνάπ‐ τον ἐστὶ πρὸς τοῖς ἀσωμάτοις θεοῖς τοὺς ἔχοντας σῶμα ἐν τῷ οὐρανῷ. Ἤδη μὲν οὖν ἀπὸ τῶν προειρημένων καὶ τοῦτο καταφαίνεται· εἰ γὰρ ὡς ἀσώματοι καὶ νοη‐71
5τοὶ καὶ ἡνωμένοι τῶν οὐρανίων σφαιρῶν ἐπιβεβήκασιν, ἀρχὰς ἔχουσιν ἐν τῷ νοητῷ, καὶ νοοῦντες τὰ θεῖα αὑ‐ τῶν εἴδη κατευθύνουσι τὸν σύμπαντα οὐρανὸν κατὰ μίαν ἄπειρον ἐνέργειαν· καὶ εἰ χωριστῶς τῷ οὐρανῷ παρόντες ἄγουσι μόναις ταῖς ἑαυτῶν βουλήσεσι τὰς
10ἀιδίους περιφοράς, ἀμιγεῖς ὑπάρχουσι καὶ αὐτοὶ πρὸς τὸ αἰσθητὸν καὶ τοῖς νοητοῖς θεοῖς συνυπάρχουσιν. Πλὴν οὐδὲν οἷον καὶ κατ’ ἰδίαν διαπραγματεύσασθαι τὴν παροῦσαν ἀπόκρισιν ὧδέ πως. Λέγω δὴ οὖν ὡς ἀπὸ τῶν νοητῶν θείων παραδειγμάτων καὶ περὶ αὐτὰ
15ἀπογεννᾶται τὰ ἐμφανῆ τῶν θεῶν ἀγάλματα, γενόμενά τε παντελῶς ἐν αὐτοῖς ἵδρυται, καὶ πρὸς αὐτὰ ἀνή‐ κουσαν ἔχει τὴν ἀπ’ αὐτῶν ἀποτελεσθεῖσαν εἰκόνα· ἑτέρως τε τὰ αὐτὰ ἄλλην διακόσμησιν δεδημιούργη‐ ται, συνεχῆ τέ ἐστι τὰ τῇδε πρὸς ἐκεῖνα κατὰ μίαν
20ἕνωσιν, καὶ τὰ μὲν παρόντα θεῖα νοερὰ εἴδη τοῖς ὁρω‐ μένοις σώμασι τῶν θεῶν χωριστῶς αὐτῶν προϋπάρχει· τὰ δ’ ἄμικτα καὶ ὑπερουράνια αὐτῶν νοητὰ παραδείγ‐ ματα μένει καθ’ ἑαυτὰ ἑνὶ ὁμοῦ πάντα κατὰ τὴν διαιω‐ νίαν αὐτῶν ὑπερβολήν.
25 Ἔστι μὲν οὖν καὶ κατὰ τὰς νοερὰς ἐνεργείας ὁ κοινὸς σύνδεσμος αὐτῶν ἀδιαίρετος, ἔστι δὲ καὶ κατὰ τὰς τῶν εἰδῶν κοινὰς μετουσίας, ἐπεὶ οὐδὲν διείργει ταύτας, οὐδ’ ἔστι τι αὐτῶν μεταξύ· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ ἡ ἄυλος οὐσία καὶ ἀσώματος, οὔτε τόποις οὔτε ὑποκειμένοις
30διισταμένη οὔτε μερῶν μερισταῖς διωρισμένη περιγρα‐ φαῖς, εὐθὺς συνέρχεται καὶ συμφύεται εἰς ταὐτότητα,
ἥ τε ἀφ’ ἑνὸς πρόοδος καὶ εἰς ἓν τῶν ὅλων ἀναγωγὴ καὶ τοῦ ἑνὸς πάντῃ ἐπικράτεια συνάγει τὴν κοινωνίαν τῶν ἐν τῷ κόσμῳ θεῶν πρὸς τοὺς ἐν τῷ νοητῷ προ‐72
35ϋπάρχοντας. Ἔτι δ’ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα νοερὰ ἐπι‐ στροφὴ καὶ ἀπὸ τῶν προτέρων εἰς τοὺς δευτέρους θεοὺς δόσις τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως συνέχει τὴν εἰς ἓν αὐτῶν σύνοδον ἀδιάλυτον. Ἐπὶ μὲν τῶν ἑτερουσίων
40οἷον ψυχῆς καὶ σώματος, καὶ τῶν ἀνομοειδῶν ὥσπερ τῶν ἐνύλων εἰδῶν καὶ τῶν ἄλλως ὁπωσοῦν κεχωρισμέ‐ νων, ἡ συμφυὴς ἕνωσις ἐπίκτητός τε παραγίγνεται ἀπὸ τῶν ἄνωθεν καὶ ἀποβλητὴ κατὰ χρόνων περιόδους ὡρισμένας· ὅσῳ δ’ ἂν ἀνίωμεν ἐπὶ τὸ ὕψος καὶ τὴν ταὐ‐
45τότητα τῶν πρώτων κατὰ τὸ εἶδός τε καὶ τὴν οὐσίαν, ἀπό τε τῶν μερῶν ἐπὶ τὰ ὅλα ἀναγάγωμεν ἑαυτούς, τοσούτῳ πλέον τὴν ἕνωσιν τὴν ἀίδιον ὑπάρχουσαν εὑ‐ ρίσκομεν, προηγουμένην τε αὐτὴν καὶ κυριωτέραν θεω‐ ροῦμεν καὶ περὶ ἑαυτὴν καὶ ἐν ἑαυτῇ ἔχουσαν τὴν ἑτε‐
Myst
.

1

.

19

(50)

ρότητα καὶ τὸ πλῆθος. Ἐπὶ δέ γε τῶν θεῶν ἐν τῇ ἑνώ‐ σει πάντων ἐστὶν ἡ τάξις, τά τε πρῶτα καὶ δεύτερα αὐτῶν γένη καὶ τὰ περὶ αὐτὰ φυόμενα πολλὰ ἐν ἑνὶ τὰ ὅλα συνυφέστηκε, τό τε πᾶν ἐν αὐτοῖς ἐστι τὸ ἕν, ἀρχή τε καὶ μέσα καὶ τέλη κατ’ αὐτὸ τὸ ἓν συνυπάρχει·
55ὥστ’ ἐπί γε τούτων οὐδὲ χρὴ ζητεῖν πόθεν τὸ ἓν ἅπα‐ σιν ἐφήκει· αὐτὸ γὰρ ὅ τί ποτέ ἐστιν ἐν αὐτοῖς τὸ εἶναι, τοῦτο αὐτῶν ὑπάρχει τὸ ἕν· καὶ τὰ μὲν δεύτερα μένει κατὰ τὰ αὐτὰ ἐν τῷ ἑνὶ τῶν πρώτων, τὰ δὲ πρῶτα δίδωσι τοῖς δευτέροις τὴν ἀφ’ ἑαυτῶν ἕνωσιν, πάντα δ’
60ἐν ἀλλήλοις κοινωνίαν ἔχει τῆς ἀδιαλύτου συμπλοκῆς.
Ἀπὸ δὲ ταύτης τῆς αἰτίας καὶ τοῖς αἰσθητοῖς θεοῖς σώματα ἔχουσιν οἱ παντελῶς ἀσώματοι θεοὶ συνήνων‐ ται. Οἵ τε γὰρ ἐμφανεῖς θεοὶ σωμάτων εἰσὶν ἔξω, καὶ διὰ τοῦτό εἰσιν ἐν τῷ νοητῷ, καὶ οἱ νοητοὶ διὰ τὴν73
65ἄπειρον αὐτῶν ἕνωσιν περιέχουσιν ἐν ἑαυτοῖς τοὺς ἐμ‐ φανεῖς, ἀμφότεροί τε κατὰ κοινὴν ἕνωσιν καὶ μίαν ἐνέρ‐ γειαν ἵστανται ὡσαύτως. Καὶ τοῦτο τῆς τῶν θεῶν αἰτίας καὶ διακοσμήσεώς ἐστιν ἐξαίρετον, διόπερ ἄνω‐ θεν μέχρι τοῦ τέλους τῆς θείας τάξεως ἡ αὐτὴ διήκει
70πάντων ἕνωσις. Εἰ δὴ τοῦτο ἄξιον ἀμφισβητεῖν· τοὐ‐ ναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μὴ οὕτως εἶχεν. Καὶ περὶ μὲν τῆς συναφῆς τῶν αἰσθητῶν θεῶν ἱδρυ‐ μένων πρὸς τοὺς νοητοὺς θεοὺς τοσαῦτα εἰρήσθω·
Myst
.

1

.

20

τὸ δὲ μετὰ τοῦτο τὰς αὐτὰς ἐρωτήσεις ἐπαναλαμ‐ βάνεις αὖθις, περὶ ὧν ἤρκει μὲν τὰ προειρημένα ἀρ‐ τίως εἰς διάλυσιν ὧν ἐπεζήτησας. Ἀλλ’ ἐπεὶ δεῖ τὰ καλά, ὥς φασι, πολλάκις λέγειν τε καὶ ἐπισκοπεῖν, οὐδ’ ἡμεῖς
5ὑπερβησόμεθα ταῦτα ὡς ἤδη τετυχηκότες ἱκανῆς ἀπο‐ κρίσεως· τρίβοντες δὲ αὐτὰ πολλάκις διὰ τῶν λόγων, τάχα ἂν ἐξ ἁπάντων τέλειόν τι καὶ μέγα ἀγαθὸν εἰς ἐπιστήμην κτησαίμεθα. Ἀπορεῖς γὰρ δὴ τί τὸ διακρῖ‐ νόν ἐστι τοὺς δαίμονας ἀπό τε τῶν ἐμφανῶν καὶ τῶν
10ἀφανῶν θεῶν, ἀφανεῖς μέν, συνημμένων δὲ τῶν ἐμφα‐ νῶν θεῶν τοῖς ἀφανέσιν. Ἐγὼ δὲ ἀπ’ αὐτοῦ τοῦδε πρώ‐ του ἀρχόμενος τὸ διάφορον αὐτῶν παραδεικνύω. Διότι γὰρ οἱ μέν εἰσι συνημμένοι πρὸς τοὺς νοητοὺς θεοὺς καὶ αὐτὴν τὴν ἰδέαν πρὸς αὐτοὺς ἔχοντες, οἱ δὲ πόρ‐
15ρωθεν αὐτῶν ἀφεστηκότες κατὰ τὴν οὐσίαν καὶ μόλις δι’ ὁμοιότητος αὐτοῖς ἀπεικαζόμενοι, διὰ τοῦτο δὴ κεχωρισμένοι τῶν ἐμφανῶν θεῶν εἰσι δαίμονες. Τῶν δ’
ἀφανῶν θεῶν διεστήκασι κατ’ αὐτὴν τὴν τοῦ ἀφανοῦς διαφοράν· οἱ μὲν γὰρ δαίμονες ἀόρατοί τέ εἰσι καὶ74
20οὐδαμῶς αἰσθήσει περιληπτοί, οἱ δὲ καὶ λόγου γνώσεως καὶ νοήσεως ἐνύλου προέχουσι· καὶ διότι τούτοις εἰσὶν ἄγνωστοι καὶ ἀφανεῖς, οὕτως ἐπονομάζονται πολὺ δια‐ φερόντως ἢ ὡς ἐπὶ τῶν δαιμόνων λέγεται τὸ ἀφανές. Τί οὖν; τῶν ἐμφανῶν θεῶν ἀφανεῖς ὄντες ἔχουσι κρεῖτ‐
25τον καθ’ ὅσον εἰσὶν ἀφανεῖς; οὐ μὲν οὖν· τὸ γὰρ θεῖον, ὅπου ποτ’ ἂν ᾖ καὶ ἥντιν’ ἂν ἔχῃ λῆξιν, τὴν αὐτὴν ἔχει δύναμιν καὶ ἐπικράτειαν τῶν ὑποτεταγμένων ὅλων. Οὐκ‐ οῦν κἂν ἐμφανὲς ᾖ, τῶν ἀφανῶν ὡσαύτως ἐπάρχει δαι‐ μόνων, κἂν παρὰ γῆν ὑπάρχῃ, τῶν ἀερίων βασιλεύει
30δαιμόνων. Οὐ γὰρ ὁ τόπος ὁ δεχόμενος οὐδ’ ἡ τοῦ κόσμου μερὶς ποιεῖ τινα μεταβολὴν εἰς τὴν τῶν θεῶν ἀρχήν· μένει δ’ ἡ αὐτὴ πανταχοῦ τῶν θεῶν ὅλη ἡ οὐσία ἀδιαίρετός τε καὶ ἀναλλοίωτος, ἣν σέβει πάντα ὁμοίως τὰ ὑποδεέστερα τῇ κατὰ φύσιν τάξει.
35 Ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς ἐπιόντες καὶ ἄλλην εὑ‐ ρίσκομεν αὐτῶν διαφοράν. Οἱ μὲν γὰρ ἐμφανεῖς τε καὶ ἀφανεῖς θεοὶ τὴν ὅλην ἐν ἑαυτοῖς συνειλήφασι κυβέρ‐ νησιν τῶν ὄντων κατὰ πάντα τε τὸν οὐρανὸν καὶ κόσ‐ μον καὶ κατὰ τὰς ἀφανεῖς ἐν τῷ παντὶ δυνάμεις ὅλας·
40οἱ δὲ τὴν δαιμονίαν ἐπιστασίαν διαλαχόντες, μοίρας τινὰς μεριστὰς τοῦ κόσμου κατατεινάμενοι, ταύτας κατ‐ ευθύνουσιν, ἔχουσί τε καὶ αὐτοὶ μεριστὸν τὸ τῆς οὐσίας εἶδος καὶ δυνάμεως. Καὶ ἔτι συμφυεῖς πώς εἰσι καὶ ἀχώ‐ ριστοι τῶν ὑφ’ ἑαυτῶν διοικουμένων· οἱ δὲ θεοί, κἂν
45σωμάτων ἐπιβαίνωσι, παντελῶς εἰσιν ἀπ’ αὐτῶν κεχω‐ ρισμένοι. Οὐ τὸ σωμάτων οὖν ἐπιμελεῖσθαι φέρει τινὰ
ἐλάττωσιν οἷς ὑπηρετεῖ τὸ σῶμα, καὶ συνέχεται ὑπὸ τοῦ κρείττονος καὶ ἐπέστραπται πρὸς αὐτὸ καὶ οὐδὲν ἐμπόδιον αὐτῷ παρέχει· ἀλλὰ τὸ τῇ γενεσιουργῷ φύ‐75
Myst
.

1

.

20

(50)

σει προσκεῖσθαι καὶ μερίζεσθαι παρ’ αὐτὴν ἐξ ἀνάγκης καταδεεστέραν μοῖραν δίδωσι τοῖς δαίμοσιν· ὅλως δὲ τὸ μὲν θεῖόν ἐστιν ἡγεμονικὸν καὶ προϊστάμενον τῆς ἐν τοῖς οὖσι διατάξεως, διακονικὸν δὲ τὸ δαιμόνιον καὶ πα‐ ραδεχόμενον ἅπερ ἂν παραγγείλωσιν οἱ θεοὶ προθύμως,
55αὐτουργίᾳ τε χρώμενον περὶ ὧν οἱ θεοὶ νοοῦσί τε καὶ βούλονται καὶ ἐπιτάττουσιν. Τοιγαροῦν οἱ θεοὶ τῶν ῥεπουσῶν εἰς τὴν γένεσιν δυνάμεών εἰσιν ἀπηλλαγμέ‐ νοι· δαίμονες δὲ τούτων οὐ πάντῃ καθαρεύουσιν. Το‐ σαῦτα δὴ οὖν περὶ τῆσδε τῆς κρίσεως προσεθήκαμεν
60καὶ οἰόμεθα ἀπ’ ἀμφοτέρων, τῶν τε ἔμπροσθεν καὶ τῶν νῦν ἐφόδων, γνωριμωτέραν αὐτὴν καθεστηκέναι.
Myst
.

1

.

21

Ἣν δὲ σὺ ἀναιρεῖς διαίρεσιν τὴν τοῦ ἐμπαθοῦς ἀπὸ τοῦ ἀπαθοῦς ἴσως μὲν ἄν τις παραιτήσαιτο, ὡς οὐδετέρῳ τῶν κρειττόνων γενῶν ἐφαρμόζουσαν, δι’ ἃς ἔμπροσθεν εἰρήκαμεν αἰτίας· οὐ μὴν διὰ τοῦτό γε αὐτὴν
5ἀνατρέπειν ἄξιον, διότι ἐξήλεγκται ἐκ τῶν ὡς ἐμπαθεῖς ὄντας δρωμένων. Ποία γὰρ ἁγιστεία καὶ κατὰ νόμους ἱερατικοὺς θεραπεία δρωμένη διὰ πάθους γίγνεται, ἢ παθῶν τινα ἀποπλήρωσιν ἐμποιεῖ; οὐχ αὕτη μὲν κατὰ θεσμοὺς θεῶν νοερῶς τε κατ’ ἀρχὰς ἐνομοθετήθη; μι‐
10μεῖται δὲ τὴν τῶν θεῶν τάξιν, τήν τε νοητὴν καὶ τὴν ἐν οὐρανῷ. Ἔχει δὲ μέτρα τῶν ὄντων ἀίδια καὶ ἐνθή‐ ματα θαυμαστά, οἷα ἀπὸ τοῦ δημιουργοῦ καὶ πατρὸς τῶν ὅλων δεῦρο καταπεμφθέντα, οἷς καὶ τὰ μὲν ἄφ‐
θεγκτα διὰ συμβόλων ἀπορρήτων ἐκφωνεῖται, τὰ δὲ76
15ἀνειδέα κρατεῖται ἐν εἴδεσι, τὰ δὲ πάσης εἰκόνος κρείτ‐ τονα δι’ εἰκόνων ἀποτυποῦται, πάντα δὲ διὰ θείας αἰ‐ τίας μόνης ἐπιτελεῖται, ἥτις τοσοῦτον κεχώρισται τῶν παθῶν, ὥστε μηδὲ λόγον αὐτῆς δυνατὸν εἶναι ἐφάπ‐ τεσθαι.
20 Σχεδὸν οὖν καὶ τοῦτο αἴτιον γέγονε τῆς ἐπὶ τὰ πάθη τῶν ἐπινοιῶν παρατροπῆς. Ἀδύνατοι γὰρ ὄντες αὐτῶν οἱ ἄνθρωποι λογισμῷ τὴν γνῶσιν ἐπιλαβεῖν νομίζοντες δ’ εἶναι δυνατὸν φέρονται ὅλοι πρὸς τὰ οἰκεῖα ἑαυτῶν τὰ ἀνθρώπινα πάθη, καὶ ἀπὸ τῶν παρ’ ἑαυτοῖς τὰ
25θεῖα τεκμαίρονται. Διαμαρτάνουσι τοίνυν αὐτῶν διχῆ, καὶ διότι τῶν θείων ἀποπίπτουσι καὶ διότι τούτων ἀπο‐ τυγχάνοντες ἐπὶ τὰ ἀνθρώπινα αὐτὰ πάθη καθέλκου‐ σιν. Ἐχρῆν δέ γε καὶ τῶν ὡσαύτως δρωμένων πρὸς θεοὺς καὶ ἀνθρώπους, οἷον προκυλίσεων προσκυνήσεων
30δωρεῶν ἀπαρχῶν, μὴ τὸν αὐτὸν ὑπολαμβάνειν τρόπον ἐπ’ ἀμφοτέρων, κατὰ δὲ τὴν ἐπὶ τὰ τιμιώτερα διαφορὰν χωρὶς τιθέναι ἑκάτερα, καὶ τὰ μὲν ὡς θεῖα ἀποσεμνύ‐ νειν, τὰ δ’ ὡς ἀνθρώπινα ἡγεῖσθαι εὐκαταφρόνητα, καὶ τῶν μὲν πάθει διδόναι τὴν ἀπεργασίαν τῶν τε ποιούν‐
35των καὶ πρὸς οὓς γίγνονται (ἀνθρώπινα γάρ ἐστι καὶ σωματοειδῆ), τῶν δὲ διὰ θαύματος ἀτρέπτου καὶ σεμ‐ νῆς καταστάσεως νοερᾶς τε χαρᾶς καὶ βεβαίας γνώμης ἀπεργαζομένων τιμᾶν διαφερόντως τὴν ἐνέργειαν, ἐπειδὴ τοῖς θεοῖς ἀνατίθεται.
Myst
.

2

.

1

Δεῖ δὲ δὴ καὶ τοῦτο προσαποδειχθῆναί σοι, δαί‐ μων ἥρωος καὶ ψυχῆς τίνι κατ’ οὐσίαν διαφέρει ἢ κατὰ δύναμιν ἢ ἐνέργειαν. Λέγω τοίνυν δαίμονας μὲν κατὰ τὰς γεννητικὰς καὶ δημιουργικὰς τῶν θεῶν δυνάμεις
5ἐν τῇ πορρωτάτω τῆς προόδου ἀποτελευτήσει καὶ τῶν ἐσχάτων διαμερισμῶν παράγεσθαι, ἥρωας δὲ κατὰ τοὺς τῆς ζωῆς ἐν τοῖς θείοις λόγους, καὶ τὰ πρῶτα καὶ τέ‐ λεια μέτρα τῶν ψυχῶν ἀποτελευτᾶν ἀπ’ αὐτῶν καὶ ἀπο‐ μερίζεσθαι.77
10 Γενομένους δ’ οὕτως ἀπὸ τῶν ἑτέρων αἰτίων καὶ αὐτὴν ἔχειν τὴν οὐσίαν παραλλάττουσαν· ἀπεργαστικὴν μὲν εἶναι τὴν τῶν δαιμόνων καὶ τελεσιουργὸν τῶν περικοσ‐ μίων φύσεων καὶ ἀποπληρωτικὴν τῆς καθ’ ἕκαστον τῶν γιγνομένων ἐπιστασίας, ζωτικὴν 〈δὲ〉 καὶ λογικὴν καὶ
15ψυχῶν ἡγεμονικὴν ὑπάρχειν τὴν τῶν ἡρώων. Δυνάμεις τε τοῖς μὲν δαίμοσι γονίμους, ἐπιστατικάς τε τῆς φύ‐ σεως καὶ τοῦ συνδέσμου τῶν ψυχῶν εἰς τὰ σώματα ἀφοριστέον· τοῖς δ’ ἥρωσι ζωοποιούς, ἡγεμονικὰς τῶν ἀνθρώπων, γενέσεως ἀπολελυμένας ἀπονέμειν ἄξιον.
Myst
.

2

.

2

Ἑπομένως δὲ καὶ τὰς ἐνεργείας αὐτῶν διοριστέον· καὶ μᾶλλον μὲν περικοσμίους θετέον τὰς τῶν δαιμόνων, καὶ διατεινούσας ἐπὶ πλεῖον ἐν τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, τὰς δὲ τῶν ἡρώων καὶ ἐπ’ ἔλαττον μὲν διηκού‐
5σας, παρὰ δὲ τὴν τῶν ψυχῶν διάταξιν ἐπιστρεφομένας. Οὕτω δὴ οὖν διωρισμένων δευτέρα καταλήγουσα πρὸς τὸ τέλος τῶν θείων τάξεων καὶ ἀπὸ τῶν δύο τούτων γενῶν μοίρας τινὰς δυνάμεων διακληρωσα‐ μένη μεριστάς, προσθήκαις τε ἄλλαις περιττοτέραις
10πλεονάζουσα ἀφ’ ἑαυτῆς, καὶ ἄλλοτε ἄλλα εἴδη καὶ λόγους ἐξ ἑτέρων ἑτέρους βίους τε ἄλλους ἄλλοτε προ‐ βάλλουσα, καθ’ ἑκάστην τε χώραν τοῦ κόσμου ποικί‐ λαις ζωαῖς καὶ ἰδέαις χρωμένη, συμφυομένη τε οἷς
ἂν ἐθέλῃ, καὶ ἀφ’ ὧν ἂν βούληται ἀναχωροῦσα, ὁμοιου‐78
15μένη τοῖς πᾶσι καὶ δι’ ἑτερότητος ἀπ’ αὐτῶν διϊστα‐ μένη, λόγους τε προχειρίζουσα συγγενεῖς τοῖς οὖσι καὶ γιγνομένοις, θεοῖς τε συνάπτουσα ἑαυτὴν κατ’ ἄλλας ἁρμονίας οὐσιῶν καὶ δυνάμεων ἢ καθ’ οἵας δαίμονές τε καὶ ἥρωες πρὸς αὐτοὺς συνεπλέκοντο· καὶ τὸ μὲν ἀί‐
20διον τῆς ὁμοίας ζωῆς καὶ ἐνεργείας παρ’ ἔλαττον ἐκεί‐ νων ἔχουσα, διὰ δὲ τὴν τῶν θεῶν βούλησιν ἀγαθὴν καὶ τὴν ἀπ’ αὐτῶν ἐνδιδομένην φωτὸς ἔλλαμψιν πολλάκις καὶ ἀνωτέρω χωροῦσα, ἐπὶ μείζονά τε τάξιν τὴν ἀγγε‐ λικὴν ἀναγομένη. Ὅτε δὴ οὐκέτι τοῖς τῆς ψυχῆς ὅροις
25ἀναμένει, τὸ δ’ ὅλον τοῦτο εἰς ἀγγελικὴν ψυχὴν καὶ ἄχραντον τελειοῦται ζωήν. Ὅθεν δὴ καὶ δοκεῖ παντο‐ δαπὰς οὐσίας καὶ ἐνεργείας λόγους τε παντοίους καὶ εἴδη τὰ ὅλα παρέχειν ἐν ἑαυτῇ ἡ ψυχή. Τὸ δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὥρισται μὲν ἀεὶ καθ’ ἕν τι, κοινοῦσα
30δ’ ἑαυτὴν τοῖς προηγουμένοις αἰτίοις ἄλλοτε ἄλλοις συντάττεται. Τοσαύτης οὖν οὔσης καθόλου διαφορᾶς ἐν αὐτοῖς, οὐκέτι δεῖ ἀμφισβητεῖν τί δήποτε ἐν αὐτοῖς ἐστι τὸ παραλλάττον· ᾗπερ δὴ ἔχει φύσεως ταῦτα ἕκαστα,
35ταύτῃ διακριτέον ταῦτα ἀπ’ ἀλλήλων· καὶ καθ’ ὅσον δύναται σύνοδον ποιεῖσθαι μίαν, κατὰ τοσοῦτον τὴν κοινωνίαν αὐτῶν θεωρητέον· οὕτω γὰρ ἄν τις αὐτῶν δυνηθείη ἀψευδῶς περιλαβεῖν καὶ διορίσαι χωρὶς τὴν ἔννοιαν.
Myst
.

2

.

3

Ἀλλ’ ἐπὶ τὰς ἐπιφανείας αὐτῶν βαδιοῦμαι. Τί δή‐ ποτε ἔχουσι τὸ διάφορον; ἐπιζητεῖς γὰρ τί τὸ γνώρισμα θεοῦ παρουσίας ἢ ἀγγέλου ἢ ἀρχαγγέλου ἢ δαίμονος
ἤ τινος ἄρχοντος ἢ ψυχῆς. Ἑνὶ μὲν οὖν λόγῳ ταῖς οὐ‐79
5σίαις αὐτῶν καὶ δυνάμεσι καὶ ἐνεργείαις τὰς ἐπιφα‐ νείας ἀφορίζομαι εἶναι ὁμολογουμένας· οἷοι γάρ ποτέ εἰσι, τοιοῦτοι καὶ τοῖς ἐπικαλουμένοις ἐπιφαίνονται, ἐνεργείας τε ἀναφαίνουσι, καὶ ἰδέας ἑαυτοῖς συμφώνους καὶ γνωρίσματα ἑαυτῶν τὰ οἰκεῖα ἐπιδεικνύουσιν.
10 Ὡς δὲ καθ’ ἕκαστον διορίσασθαι, μονοειδῆ μέν ἐστι φάσματα τὰ τῶν θεῶν, τὰ δὲ τῶν δαιμόνων ποικίλα, τὰ δὲ τῶν ἀγγέλων ἁπλούστερα μὲν ἢ κατὰ τοὺς δαί‐ μονας, τῶν δὲ θείων ὑποδεέστερα, τὰ δὲ τῶν ἀρχαγγέ‐ λων μᾶλλόν τι τοῖς θείοις αἰτίοις συνεγγίζοντα, τὰ δὲ
15τῶν ἀρχόντων, εἰ μέν σοι δοκοῦσιν οὗτοι εἶναι οἱ κοσ‐ μοκράτορες οἱ τὰ ὑπὸ σελήνην στοιχεῖα διοικοῦντες, ἔσται ποικίλα μέν, ἐν τάξει δὲ διακεκοσμημένα, εἰ δ’ οἱ τῆς ὕλης προεστηκότες, ἔσται ποικιλώτερα μέν, ἀτε‐ λέστερα δὲ τούτων μᾶλλον· τὰ δὲ τῶν ψυχῶν παντο‐
20δαπὰ φαίνεται. Καὶ τὰ μὲν τῶν θεῶν χρηστὰ τῇ ὄψει ἐλλάμπει, τὰ δὲ τῶν ἀρχαγγέλων βλοσυρὰ ἅμα καὶ ἥμερα, πραότερα δὲ τῶν ἀγγέλων, τὰ δὲ τῶν δαιμόνων φοβερά· τὰ δὲ τῶν ἡρώων, καὶ εἰ παραλέλειπται ἐν τῇ ἐρωτήσει, τυγχνανέτω τῆς ἀληθείας γε ἕνεκα ἀποκρίσεως,
25ὅτι δὴ τῶν δαιμονίων ἐστὶν ἡμερώτερα· τὰ δὲ τῶν ἀρ‐ χόντων καταπληκτικὰ μέν ἐστιν, εἰ περὶ τὸν κόσμον ἐνεξουσιάζουσι, βλαβερὰ δὲ τοῖς ὁρῶσι καὶ λυπηρά, εἴπερ εἰσὶν ἔνυλοι· τὰ δὲ τῶν ψυχῶν προσέοικε μέν τι τοῖς ἡρωϊκοῖς, πλήν ἐστί γε αὐτῶν ὑποδεέστερα.
30 Πάλιν τοίνυν τὰ μὲν τῶν θεῶν ἐστι παντελῶς ἀμε‐ τάβλητα κατά τε μέγεθος καὶ μορφὴν καὶ σχῆμα καὶ κατὰ πάντα τὰ περὶ αὐτοὺς ὄντα· τὰ δὲ τῶν ἀρχαγγέλων, πλη‐ σιάζοντα τοῖς τῶν θεῶν, ἀπολείπεται αὐτῶν τῆς ταὐτό‐
τητος· τὰ δὲ τῶν ἀγγέλων καὶ τούτων ἐστὶν ὑποδεέσ‐80
35τερα, ἀμετάβλητα δέ· τὰ τῶν δαιμόνων ἰνδάλλεται ἄλ‐ λοτε ἐπ’ ἄλλης ὁρώμενα μορφῆς, καὶ μεγάλα καὶ μικρὰ τὰ αὐτὰ φαινόμενα. Καὶ δὴ καὶ τὰ τῶν ἀρχόντων, ὅσα μέν ἐστιν ἡγεμονικά, ἀναλλοίωτα ὑπάρχει, τὰ δ’ ἔνυλα ἀλλοιοῦται πολυειδῶς· τὰ δὲ τῶν ἡρώων προσ‐
40έοικε τοῖς τῶν δαιμόνων, τὰ δ’ αὖ τῶν ψυχῶν τῆς δαι‐ μονίας μεταβολῆς οὐκ ὀλίγον μέρος ὑφίησιν. Ἔτι τοίνυν τάξις καὶ ἠρεμία τοῖς θεοῖς προσήκει, τοῖς δὲ τῶν ἀρχαγγέλων δραστήριον τὸ τῆς τάξεως καὶ ἠρε‐ μίας ὑπάρχει, τοῖς δὲ ἀγγέλοις οὐκ ἀπηλλαγμένον ἤδη
45κινήσεως τὸ διακεκοσμημένον καὶ ἡσυχαῖον πάρεστι, τα‐ ραχὴ δὲ καὶ ἀταξία τοῖς δαιμονίοις φάσμασι συνακο‐ λουθεῖ, τοῖς δὲ τῶν ἀρχόντων κατὰ δόξαν ἑκατέραν ὧν προείπομεν ὁμολογούμενα συνέπεται τὰ ὁράματα, θο‐ ρυβώδη μὲν φερόμενα τὰ ἔνυλα, τὰ δ’ ἡγεμονικὰ μο‐
Myst
.

2

.

3

(50)

νίμως ἑστῶτα ἐν αὐτοῖς, τὰ δὲ τῶν ἡρώων ἠπειγμένα τῇ κινήσει καὶ μεταβολῆς οὐκ ἄμοιρα, τὰ δὲ τῶν ψυχῶν προσεοικότα μέν τι τοῖς ἡρωϊκοῖς, ἐλάττονα δ’ ὅμως ὄντα καὶ τούτων. Πρὸς δὴ τούτοις τοῖς ἰδιώμασι τὰ μὲν θεῖα κάλλος
55οἷον ἀμήχανον ἀπαστράπτει, θαύματι μὲν κατέχον τοὺς ὁρῶντας, θεσπεσίαν δ’ εὐφροσύνην παρεχόμενον, ἀρ‐ ρήτῳ δὲ τῇ συμμετρίᾳ ἀναφαινόμενον, ἐξῃρημένον δ’ ἀπὸ τῶν ἄλλων εἰδῶν τῆς εὐπρεπείας. Τὰ δὲ τῶν ἀρχαγ‐ γέλων μακάρια θεάματα μέγιστον μὲν ἔχει καὶ αὐτὰ τὸ
60κάλλος, οὐ μὴν ἔτι γ’ ὁμοίως ἄρρητον καὶ θαυμαστὸν ὥσπερ τὸ θεῖον· τὰ δὲ τῶν ἀγγέλων μεριστῶς ἤδη διαι‐ ρεῖ τὸ καλὸν ὅπερ ἀπὸ τῶν ἀρχαγγέλων παραδέχεται. Τὰ δαιμόνια δὲ καὶ τὰ ἡρωϊκὰ αὐτοπτικὰ πνεύματα ἐν εἴδεσι μὲν ὡρισμένοις ἔχει τὸ κάλλος ἀμφότερα, οὐ
65μὴν ἀλλὰ τὸ μὲν ἐν λόγοις τοῖς τὴν οὐσίαν ἀφορίζουσι
διακοσμηθέν ἐστι δαιμόνιον, τὸ δ’ ἐπιδεικνύμενον τὴν ἀνδρίαν ἡρωϊκόν. Τὰ δὲ τῶν ἀρχόντων διχῆ διῃρήσθω· τὰ μὲν γὰρ ἡγεμονικὸν κάλλος καὶ αὐτοφυὲς ἐπιδείκ‐ νυσι, τὰ δ’ εὐμορφίαν πεπλασμένην καὶ ἐπισκευαστὴν81
70ἐμφαίνει. Τὰ δὲ τῶν ψυχῶν ἐν λόγοις μὲν καὶ αὐτὰ δια‐ κεκόσμηται πεπερασμένοις, διῃρημένοις δὲ μᾶλλον τῶν ἐν τοῖς ἥρωσι καὶ περιειλημμένοις μεριστῶς καὶ κρα‐ τουμένοις ὑφ’ ἑνὸς εἴδους. Εἰ δὲ δεῖ κατὰ πάντων κοι‐ νῶς ἀφορίσασθαι, φημὶ τῶν ὅλων ὥσπερ ἕκαστα δια‐
75τέτακται καὶ ὡς ἔχει τῆς οἰκείας φύσεως, οὕτω καὶ τοῦ κάλλους αὐτὰ κατὰ τὴν ὑπάρχουσαν διακλήρωσιν μετ‐ ειληχέναι.
Myst
.

2

.

4

Ἐπ’ ἄλλα τοίνυν ἰδιώματα αὐτῶν μετιόντες λέγω‐ μεν ὡς ὀξύτης ἐν ταῖς ἐνεργείαις παρὰ μὲν τοῖς θεοῖς καὶ αὐτοῦ τοῦ νοῦ ταχυτέρα διαλάμπει, καίτοι ἀκίνη‐ τοί τε ἐν αὐτοῖς καὶ σταθεραί εἰσιν αὗται· παρὰ δὲ
5τοῖς ἀρχαγγέλοις σύμμικτοί πώς εἰσιν αἱ ταχυτῆτες αὐτῶν δραστηρίοις ἐνεργείαις· αἱ δὲ τῶν ἀγγέλων ἐφάπτονταί τινος ἤδη κινήσεως, καὶ τὸ ἅμα τῷ λέγειν ἀποτελεστικὸν οὐκέτι ὁμοίως προσειλήφασι· παρὰ δὲ τοῖς δαίμοσι φαντασία πλείων ἐστὶ τῆς ἀληθείας τοῦ
10τάχους τῶν ἔργων. Ἐν δὲ τοῖς ἡρωϊκοῖς μεγαλοπρέ‐ πεια μέν τις ἐν ταῖς κινήσεσι διαφαίνεται, τὸ δ’ ἀπο‐ τελεστικὸν ὧν ἐφίενται ἐνεργεῖν οὐχ οὕτω ταχέως ὥσ‐ περ τοῖς δαίμοσι πάρεστιν. Ἐν δὲ τοῖς τῶν ἀρχόντων ἀξιόλογα μὲν τὰ πρῶτα καὶ ἐξουσιαστικὰ ἐνεργήματα
15καταφαίνεται, τὰ δεύτερα δὲ ἔμφασιν μὲν ἔχει πλείονα, τοῦ δ’ ἐπὶ τῶν πράξεων τέλους ἀπολείπεται· τὰ δ’ ἐπὶ τῶν ψυχῶν κεκινημένα μᾶλλον, ἀσθενέστερα δὲ τῶν
ἡρωϊκῶν ὁρᾶται. Πρὸς δὲ τούτοις τὸ μέγεθος τῶν ἐπιφανειῶν παρὰ82
20μὲν τοῖς θεοῖς τοσοῦτον ἐπιδείκνυται ὡς καὶ τὸν οὐρα‐ νὸν ὅλον ἐνίοτε ἀποκρύπτειν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τήν τε γῆν μηκέτι δύνασθαι ἑστάναι αὐτῶν κατιόντων· ἀρχαγγέλων δ’ ἐκφαινομένων μοῖραι μέν τινες συγκινοῦνται τοῦ κόσμου καὶ πρόδρομον φῶς
25προηγεῖται διῃρημένον, αὐτοὶ δὲ κατὰ μεγέθη τῆς ἡγε‐ μονίας σύμμετρον ἐπιδεικνύουσι καὶ τὸ τῆς αὐγῆς μέ‐ γεθος. Τούτου δ’ ἔλαττόν ἐστι τὸ ἀγγελικὸν μικρότητί τε καὶ τῷ κατ’ ἀριθμὸν διῃρῆσθαι, ἐπὶ δ’ αὖ τῶν δαι‐ μόνων διῃρημένον τε ἔτι μᾶλλον καὶ οὐκ ἴσον ἀεὶ αὐ‐
30τῶν θεωρεῖται τὸ μέγεθος. Τὸ δ’ ἡρωϊκὸν τούτου φαι‐ νόμενον ἔλαττον μεγαλοφροσύνην τῆς καταστάσεως ἐμφαίνει πλείονα. Τῶν δ’ ἀρχόντων ὅσα μὲν εἴδη περι‐ κόσμια προηγεῖται, μεγάλα καὶ ὑπέρογκα φαίνεται, τὰ δὲ περὶ τὴν ὕλην μεριζόμενα τύφῳ καὶ ἀλαζονείᾳ
35πλείονι χρῆται. Τὰ δὲ τῶν ψυχῶν οὐκ ἴσα μὲν ὁρᾶται πάντα, σμικρότερα δ’ ἢ τὰ τῶν ἡρώων διαφαίνεται. Ὅλως δὲ κατὰ τὰ μεγέθη τῶν ἐν ἑκάστοις τοῖς γένεσι δυνάμεων καὶ κατὰ τὸ πλῆθος τῆς ἀρχῆς δι’ ἧς διατεί‐ νουσι καὶ ᾗ ἐνεξουσιάζουσιν, ἀνὰ τὸν αὐτὸν λόγον καὶ
40τὰ μεγέθη τῶν ἐπιφανειῶν οἰκείως ἐν ἑκάστοις πάρ‐ εστιν. Μετὰ δὴ τούτων καὶ τὴν ἐνάργειαν τῶν αὐτοφανῶν ἀγαλμάτων ἀφορισώμεθα. Οὐκοῦν ἐν μὲν ταῖς τῶν θεῶν αὐτοψίαις ἐναργέστερα καὶ αὐτῆς τῆς ἀληθείας ὁρᾶται
45τὰ θεάματα, ἀκριβῶς τε διαλάμπει καὶ διηρθρωμένα λαμπρῶς ἐκφαίνεται· τὰ δὲ τῶν ἀρχαγγέλων ἀληθινὰ
καὶ τέλεια θεωρεῖται· τὰ δὲ τῶν ἀγγέλων διασώζει μὲν τὸ αὐτὸ εἶδος, πλὴν ὑφίησί τι τῆς γνωριστικῆς ἀποπλη‐ ρώσεως. Ἀμυδρὰ δὲ τὰ τῶν δαιμόνων καὶ τούτων ὑπο‐83
Myst
.

2

.

4

(50)

δεέστερα τὰ τῶν ἡρώων φαίνεται. Τὰ δὲ τῶν ἀρχόντων τὰ μὲν κοσμικὰ ἐναργῆ, τὰ δ’ ὑλικὰ ἀμυδρά, ἐξουσιασ‐ τικὰ δ’ ἀμφότερα ὁρᾶται· τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται. Ὡσαύτως τοίνυν καὶ ἐπὶ τοῦ φωτός. Τὰ μὲν τῶν θεῶν
55ἀγάλματα φωτὸς πλέον ἀστράπτει· φωτὸς δ’ ὑπερ‐ φυοῦς ἐστι πλήρη τὰ τῶν ἀρχαγγέλων, φωτεινὰ δὲ τῶν ἀγγέλων. Δαίμονες δὲ θολῶδες διαφαίνουσι τὸ πῦρ, ἥρωες δὲ σύμμικτον ἀπὸ πλειόνων, ἄρχοντες δ’ οἱ μὲν κοσμικοὶ καὶ καθαρώτερον, οἱ δὲ τῆς ὕλης ἐξ ἀνομοίων
60καὶ ἐναντίων αὐτὸ συμμιγνύμενον ἐπιδεικνύουσιν· αἱ ψυχαὶ δ’ ἀπὸ πολλῶν τῶν ἐν τῇ γενέσει συγκράσεων ἀναπεπλησμένον αὐτὸ μεριστῶς ἔκδηλον ἀπεργάζονται. Κατὰ τὰ αὐτὰ δὲ τοῖς εἰρημένοις τὸ μὲν τῶν θεῶν πῦρ ἄτομον ἄφθεγκτον ἐκλάμπει, καὶ πληροῖ τὰ ὅλα
65βάθη τοῦ κόσμου πυρίως ἀλλ’ οὐ περικοσμίως. Τὸ δὲ τῶν ἀρχαγγέλων ἀμέριστον μέν, ἔχον δὲ περὶ ἑαυτὸ ἢ πρὸ ἑαυτοῦ προπομπεῦον ἢ μεθ’ ἑαυτὸ συνεπόμενον πολὺ πλῆθος θεωρεῖται. Τὸ δὲ τῶν ἀγγέλων διῃρημέ‐ νον πῦρ πλὴν ἐν ταῖς γε τελειοτάταις ἰδέαις διαφαί‐
70νεται. Τὸ δὲ τῶν δαιμόνων μερισμοῦ τε ἔτι ἐπὶ βραχύ‐ τερον περιγράφεται, καὶ λόγῳ ῥητὸν ὑπάρχει, καὶ τῆς ὄψεως τῶν τὰ κρείττονα ὁρώντων οὐχ ὑπερέχει. Τὸ δὲ τῶν ἡρώων ἔχει μὲν τὰ αὐτὰ τρόπον γέ τινα, ἀπολεί‐ πεται δ’ ὅμως αὐτῶν τῆς ἄκρας ὁμοιώσεως. Καὶ μὴν τό
75γε τῶν ἀρχόντων ὅσον μὲν ὑψηλότερον αὐτοῦ διαφα‐ νέστερον θεωρεῖται, τὸ δ’ ἔνυλον σκοτωδέστερον· τὸ δ’ αὖ τῶν ψυχῶν πολυμερὲς μὲν καὶ πολυειδὲς ἐπιδείκ‐ νυται, σύμμικτον δ’ ἀπὸ πολλῶν τῶν περὶ τὸν κόσμον φύσεων. Καὶ μὴν τό γε τῶν θεῶν πάντῃ σταθερόν ἐστιν84
80ἰδεῖν· τὸ δὲ τῶν ἀρχαγγέλων μέτοχον ἠρεμίας, τὸ δ’ αὖ τῶν ἀγγέλων μονίμως κινούμενον· ἄστατόν γε μὴν τὸ τῶν δαιμόνων, καὶ τὸ τῶν ἡρώων ἐπὶ πλέον ὀξύρρο‐ πον· τοῖς δ’ ἄρχουσιν ἠρεμαῖον μὲν τοῖς πρώτοις, τα‐ ραχῶδες δὲ τοῖς ὑστάτοις σύνεστι· ψυχαῖς δ’ ἐν κινή‐
85σεσι πολλαῖς μεταβαλλόμενον.
Myst
.

2

.

5

Καὶ μὴν τό γε ἀποκαθαρτικὸν τῶν ψυχῶν τέλεον μέν ἐστιν ἐν τοῖς θεοῖς, ἐν δὲ τοῖς ἀρχαγγέλοις ἀναγω‐ γόν· ἄγγελοι δὲ λύουσι μόνον τῶν δεσμῶν τῆς ὕλης, δαίμονες δ’ εἰς τὴν φύσιν καθέλκουσιν· ἥρωες δὲ κατ‐
5άγουσιν εἰς τὴν ἐπιμέλειαν τῶν αἰσθητῶν ἔργων· ἄρ‐ χοντες δ’ ἤτοι τὴν προστασίαν τῶν περικοσμίων ἢ τὴν τῶν ἐνύλων ἐπιστασίαν ἐγχειρίζουσι, ψυχαὶ δ’ ἐπιφαι‐ νόμεναι κατατείνουσί πως ἐπὶ τὴν γένεσιν. Καὶ μὴν καὶ τόδε σκόπει, τὸ καθαρὸν καὶ ἑδραῖον τῆς
10φαινομένης εἰκόνος, ὃ πᾶν μὲν ἀποδίδου τοῖς κρείτ‐ τοσι γένεσιν, ἤδη δὲ τὸ μὲν ὑπέρλαμπρον αὐτοῦ καὶ ἐν αὑτῷ μονίμως ἱδρυμένον ἀπόνεμε τοῖς θεοῖς, τὸ δὲ λαμπρὸν ἑστηκός τε ὡς ἐν ἑτέρῳ δίδου τοῖς ἀρχαγγέ‐ λοις, τὸ δ’ ἐν ἑτέρῳ μένον τοῖς ἀγγέλοις. Ἐπὶ θάτερα
15τοίνυν ἀντιδιαίρει τὸ φερόμενον καὶ ἀνίδρυτον καὶ ἀνα‐ πεπλησμένον ἀλλοτρίων φύσεων, ὃ πᾶν ταῖς καταδεεσ‐ τέραις ἐναρμόζει τάξεσιν. Ἀλλ’ ἤδη κατὰ τὴν διαφορὰν τῆς συμμίξεως διαι‐ ρείσθω καὶ τοῦτο. Τοῖς μὲν γὰρ δαίμοσιν ἀτμοὶ περι‐
20κόσμιοι συμμίγνυνται καὶ φέρονται παρὰ τὴν τοῦ κόσ‐ μου κίνησιν ἀστάτως. Ἥρωσι δὲ γενεσιουργοὶ πνευ‐
μάτων συστάσεις ἀνακεράννυνται, περὶ ἃς καὶ αὐτοὶ συγκινοῦνται· ἄρχοντες δ’ οἱ μὲν τοῦ κόσμου μένου‐ σιν ὡσαύτως τὸ κοσμικὸν ὅπερ εἶχον ἐμφαίνοντες, οἱ85
25δὲ τῆς ὕλης ὑλικῶν ἰχώρων εἰσὶν ἀνάμεστοι· ψυχαὶ δὲ περισσῶν μολυσμῶν καὶ ἀλλοτρίων πνευμάτων ἀνα‐ πίμπλανται, μεθ’ ὧν καὶ ἐν ταῖς ἐπιφανείαις ἕκαστον τούτων τῶν γενῶν ἑαυτὸ ἐπιδείκνυσιν. Δεῖγμα δ’ ἔστω σοι οὐ μικρὸν καὶ τὸ δαπανητικὸν
30τῆς ὕλης ἀθρόως ἐπὶ θεῶν· ἐπὶ δὲ τῶν ἀρχαγγέλων τὸ κατὰ βραχὺ αὐτῆς ἀναλωτικόν, ἐπὶ δὲ τῶν ἀγγέλων τὸ λυτικὸν ἀπ’ αὐτῆς καὶ ἀπαγωγόν· ἐπὶ δὲ τῶν δαι‐ μόνων τὸ διακοσμοῦν αὐτὴν ἐμμελῶς· ἐπὶ δ’ αὖ τῶν ἡρώων τὸ συναρμοζόμενον πρὸς αὐτὴν ἐν μέτροις τοῖς
35προσήκουσι καὶ ἐπιδεξίως αὐτῆς ἐπιμελούμενον. Ἄρ‐ χοντες δ’ οἱ μὲν τῶν κόσμων ἡγεμόνες παρίστανται αὐτῆς ὑπερέχοντες καὶ οὕτως ἑαυτοὺς ἐκφαίνουσιν, οἱ δ’ ἔνυλοι παντελῶς ἀναπεπλησμένους ἑαυτοὺς ἀπὸ τῆς ὕλης ἐπιδεικνύουσι· καὶ τῶν ψυχῶν αἱ μὲν καθαραὶ
40τῆς ὕλης ἐκτός, αἱ δ’ ἐναντίαι περιεχόμεναι ὑπ’ αὐτῆς ἐπιφαίνονται.
Myst
.

2

.

6

Καὶ μὴν τά γε ἀπὸ τῶν ἐπιφανειῶν δῶρα οὔτε ἴσα ἐστὶ πάντα οὔτε καρποὺς ἔχει τοὺς αὐτούς· ἀλλ’ ἡ μὲν τῶν θεῶν παρουσία δίδωσιν ἡμῖν ὑγείαν σώμα‐ τος, ψυχῆς ἀρετήν, νοῦ καθαρότητα καὶ πάντων, ὡς
5ἁπλῶς εἰπεῖν, τῶν ἐν ἡμῖν ἐπὶ τὰς οἰκείας ἀρχὰς ἀνα‐ γωγήν. Καὶ τὸ μὲν ψυχρὸν ἐν ἡμῖν καὶ φθοροποιὸν ἀφανίζει, τὸ δὲ θερμὸν αὔξει καὶ δυνατώτερον καὶ ἐπι‐ κρατέστερον ἀπεργάζεται, ποιεῖ τε πάντα ἀναμετρεῖν τῇ ψυχῇ καὶ τῷ νῷ, νοητῇ τε ἁρμονίᾳ τὸ φῶς ἐλλάμ‐
10πει, καὶ τὸ μὴ ὂν σῶμα ὡς σῶμα τοῖς τῆς ψυχῆς
ὀφθαλμοῖς διὰ τῶν τοῦ σώματος ἐπιδείκνυσιν· ἡ δὲ τῶν ἀρχαγγέλων τὰ αὐτὰ μὲν καὶ αὕτη παρέχει, πλὴν οὔτε ἀεὶ οὔτε ἐπὶ πάντων οὔτε διαρκῆ οὔτε τέλεια οὔτε ἀναφαίρετα τὰ ἀγαθὰ δίδωσι, τρόπῳ τε παρισωμένῳ86
15τῆς ἐπιφανείας ἐπιλάμπει· ἡ δὲ τῶν ἀγγέλων ἔτι με‐ ριστὰ μᾶλλον τὰ ἀγαθὰ δωρεῖται διῃρημένως, καὶ τὴν ἐνέργειαν δι’ ἧς ἐπιφαίνεται πολὺ λειπομένην ἔχει τοῦ συνειληφότος αὐτὴν ἐν ἑαυτῷ τελείου φωτός· ἡ δὲ τῶν δαιμόνων βαρεῖ μὲν τὸ σῶμα καὶ νόσοις κολάζει, καθ‐
20έλκει δὲ καὶ τὴν ψυχὴν ἐπὶ τὴν φύσιν, σωμάτων δὲ καὶ τῆς συγγενοῦς τοῖς σώμασιν αἰσθήσεως οὐκ ἀφίσ‐ τησι, τοὺς δ’ ἐπὶ τὸ πῦρ σπεύδοντας κατέχει περὶ τὸν τῇδε τόπον, τῶν δὲ τῆς εἱμαρμένης δεσμῶν οὐκ ἀπο‐ λύει· ἡ δὲ τῶν ἡρώων παραπλήσια μὲν ἔχει τὰ ἄλλα
25πρὸς τὴν τῶν δαιμόνων, ἰδιάζει δ’ ἐν τῷ καὶ πρὸς ἔργα τινὰ γενναῖα καὶ μεγάλα ἀνεγείρειν· ἡ δὲ τῶν ἀρχόν‐ των αὐτοπτικὴ δεῖξις περικόσμια μὲν ἀγαθὰ τῶν περι‐ κοσμίων δίδωσι καὶ τὰ τοῦ βίου πάντα πράγματα, ὑλικὰ δὲ ἡ τῶν ὑλικῶν ὀρέγει καὶ ὅσα χθόνιά ἐστιν ἔργα·
30ἀλλὰ μὴν ἥ γε τῶν ψυχῶν θέα τῶν μὲν ἀχράντων καὶ ἐν ἀγγέλων τάξει ἱδρυμένων ἀναγωγός ἐστι καὶ ψυχῆς σωτήριος, ἐπ’ ἐλπίδι τε ἱερᾷ ἐκφαίνεται, καὶ ὧν ἡ ἐλπὶς ἡ ἱερὰ ἀντιποιεῖται ἀγαθῶν τούτων παρέχει τὴν δόσιν· ἡ δὲ τῶν ἑτέρων καταγωγὸς ἐπὶ τὴν γένεσιν ὑπάρχει,
35φθείρει τε τοὺς τῆς ἐλπίδος καρποὺς καὶ παθῶν πληροῖ προσηλούντων τοὺς θεωροῦντας τοῖς σώμασιν.
Myst
.

2

.

7

Καὶ μὴν τῆς γε τάξεως, ἣν οἱ ὁρώμενοι ἔχουσι, γίγνεται ἐν ταῖς αὐτοψίαις ἐπίδειξις, τῶν μὲν θεῶν θεοὺς ἢ ἀγγέλους ἐχόντων περὶ ἑαυτούς, τῶν δ’ ἀρχαγγέλων
προπομποὺς ἀγγέλους ἢ σὺν ἑαυτοῖς συντεταγμένους87
5ἢ κατόπιν ἑπομένους ἢ ἄλλην τινὰ δορυφορίαν πολλὴν ἀγγέλων περὶ ἑαυτοὺς παραβαλλομένων, ἀγγέλων δὲ τὰ οἰκεῖα ἔργα τῆς τάξεως ἐφ’ ἧς ἐπιβεβήκασι συνεπι‐ δεικνύντων, τῶν δ’ ἀγαθῶν δαιμόνων τὰ σφέτερα δη‐ μιουργήματα καὶ ἀγαθά, ἃ δωροῦνται, συνθεωρεῖσθαι
10παρεχόντων, τῶν δὲ τιμωρῶν δαιμόνων τὰ εἴδη τῶν τιμωριῶν ἐμφαινόντων, τῶν δ’ ἄλλων ὁπωσοῦν πονη‐ ρῶν θηρία τινὰ βλαβερὰ καὶ αἱμοβόρα καὶ ἄγρια περι‐ κειμένων, ἀρχόντων δὲ μοίρας τινὰς κοσμικὰς μεθ’ ἑαυ‐ τῶν ἐπιδεικνυόντων, τῶν δ’ ἄλλων ἀρχόντων τὴν ἀτα‐
15ξίαν καὶ πλημμέλειαν τῆς ὕλης ἐφελκομένων· ψυχῆς δὲ τῆς μὲν ὅλης καὶ ἐν οὐδενὶ τῶν κατὰ μέρος εἴδει κατεχομένης, πῦρ ὁρᾶται ἀνείδεον περὶ ὅλον τὸν κόσ‐ μον ἐνδεικνύμενον τὴν ὅλην καὶ μίαν καὶ ἄτομον καὶ ἀνείδεον τοῦ παντὸς ψυχήν· τῆς δ’ ἀποκεκαθαρμένης
20πύριος ὁ τύπος βλέπεται καὶ ἄχραντον καὶ ἀμιγὲς τὸ πῦρ, τό τε ἐγκραδιαῖον αὐτῆς φῶς καὶ τὸ εἶδος καθα‐ ρὸν καὶ ἑδραῖον ὁρᾶται, καὶ μετὰ τοῦ ἀναγωγοῦ ἡγε‐ μόνος ἀκολουθεῖ τῇ ἀγαθῇ θελήσει χαίρουσα, καὶ αὐτὴ τὴν οἰκείαν ἑαυτῇ τάξιν ἐπὶ τῶν ἔργων ἐκφαίνουσα· ἡ
25δὲ κάτω νεύουσα δεσμῶν καὶ κολάσεων ἐπισύρεται ση‐ μεῖα, ὑλικῶν τε πνευμάτων βρίθει συστάσεσι, καὶ τα‐ ραχαῖς ὕλης ἀνωμάλοις κατέχεται, δαιμόνων τε γενε‐ σιουργῶν ἐπιστασίας ὁρᾶται προστησαμένη πρὸ ἑαυ‐ τῆς.
30 Καὶ συλλήβδην φάναι, πάντα τὰ γένη ταῦτα τὰς οἰκείας τάξεις ἐπιδείκνυσιν ἅμα μεθ’ ἑαυτῶν· ἤδη τοίνυν καὶ τὰς χώρας ἃς εἰλήχασι καὶ τὰς λήξεις ἐν αἷς ἐνοι‐ κοῦσι παραδεικνύουσιν, ἀέριον μὲν πῦρ οἱ ἀέριοι, χθό‐ νιον δὲ καὶ μελάντερον οἱ χθόνιοι, λαμπρότερον δ’ οἱ
35οὐράνιοι ἐπιδεικνύοντες· ἐν αὐτοῖς δὲ τούτοις τοῖς τρι‐ σὶν ὅροις τριπλᾶς τάξεις, ἀρχῆς καὶ μεσότητος καὶ τέ‐ λους, ὅλα τὰ γένη κατενείματο, τὰ μὲν τῶν θεῶν τὰ ἀκρότατα καὶ καθαρώτατα αἴτια τῆς τριπλῆς τάξεως ταύτης ἐπιδεικνύοντα, τὰ δὲ τῶν ἀρχαγγέλων 〈..., τὰ δὲ88
40τῶν ἀγγέλων〉 ὡς ἐκδιδόμενα ἀπὸ τῶν ἀρχαγγέλων, ὑπηρετικὰ δὲ τούτοις τὰ τῶν δαιμόνων ἐπιφαινόμενα καὶ τὰ τῶν ἡρώων διακονικὰ ὡσαύτως, οὐ μέντοι κατὰ τὰς αὐτὰς ὑπηρεσίας τοῖς δαίμοσιν, ἀλλὰ καθ’ ἑτέρας αὐτῶν καὶ διαφερούσας· τὰ δὲ τῶν ἀρχόντων ὡς ἔχουσι
45τὴν ἐπιβάλλουσαν ἑαυτοῖς ἢ περὶ τὸν κόσμον ἢ τὴν ὕλην ἐπιστασίαν· τὰ δὲ τῶν ψυχῶν ὡς πάντα ἔσχατα τῶν κρειττόνων· ὅθεν δὴ καὶ τόπους μεθ’ ἑαυτῶν συμφαίνει τὰ πρῶτα τοὺς πρώτους καὶ τὰ δεύτερα τοὺς δευτέρους ἐν ἑκάστῳ τῶν τριῶν τούτων, καὶ τὰ ἄλλα
Myst
.

2

.

7

(50)

ὡς ἕκαστα διατέτακται.
Myst
.

2

.

8

Καὶ μὴν τήν γε λεπτότητα τοῦ φωτὸς οἱ μὲν θεοὶ τοσαύτην ἐπιλάμπουσιν ὡς μὴ δύνασθαι χωρεῖν αὐτὴν τοὺς τοῦ σώματος ὀφθαλμούς, ἀλλὰ καὶ ταὐτὸ πάσχειν τῶν ἰχθύων τοῖς ἀπὸ θολερᾶς καὶ παχείας ὑγρότητος
5εἰς ἀέρα λεπτὸν καὶ διαφανῆ ἀνασπωμένοις. Καὶ γὰρ οἱ ἄνθρωποι οἱ θεωροὶ τοῦ θείου πυρός, οὐ δυνάμενοι τὴν λεπτότητα τοῦ θείου πυρὸς ἀναπνεῖν, ὀλιγοδρανοῦσιν, ὡς ἰδεῖν φαίνονται, καὶ τοῦ συμφύτου πνεύματος ἀπο‐ κλείονται. Ἀρχάγγελοι δ’ οὐκ ἀνεκτὴν μὲν εἰς τὸ ἀνα‐
10πνεῖν οὐδ’ αὐτοὶ τὴν καθαρότητα ἀποστίλβουσιν, οὐ μὴν ὁμοίως γε ἀφόρητον τοῖς κρείττοσιν. Αἱ δὲ τῶν ἀγγέ‐ λων παρουσίαι φορητὴν τοῦ ἀέρος τὴν κρᾶσιν ἐπιτε‐ λοῦσιν, ὥστε δύνασθαι αὐτὴν καὶ τοῖς θεουργοῖς συν‐
άπτεσθαι. Ἐπὶ δὲ τῶν δαιμόνων οὐδὲν ὁ ὅλος ἀὴρ89
15συμπάσχει, οὐδ’ ὁ περὶ αὐτοὺς περικείμενος γίγνεται λεπτότερος, οὐδὲ φῶς προτρέχει εἰς ὅπερ προλαβὸν καὶ προκατασχὸν τὸν ἀέρα τὸ ἑαυτῶν εἶδος ἐκφαίνου‐ σιν· οὐδὲ περὶ αὐτοὺς αὐγή τις περιλάμπει τὰ παντα‐ χόθεν. Ἐπὶ δὲ τῶν ἡρώων γῆς μὲν μέρη τινὰ συγκι‐
20νεῖται καὶ ψόφοι περιηχοῦσιν· ὁ δ’ ὅλος ἀὴρ οὐ γίγνε‐ ται λεπτότερος οὐδὲ ἀσύμμετρος τοῖς θεουργοῖς, ὥστε δύνασθαι αὐτὸν χωρεῖν. Ἐπὶ δὲ τῶν ἀρχόντων περι‐ βολὴ μὲν πλειόνων φασμάτων περιθεῖ δυσανάσχετος, ἤτοι κοσμικὴ ἢ περίγειος, οὐ μὴν ὑπερκόσμιός γε λεπ‐
25τότης οὐδ’ ἡ τῶν ἄκρων στοιχείων παραγίγνεται. Ταῖς δὲ ψυχικαῖς ἐπιφανείαις συγγενὴς μᾶλλόν ἐστιν ὁ φαι‐ νόμενος ἀήρ, καὶ δέχεται αὐτῶν τὴν περιγραφὴν ἐν ἑαυτῷ συνηρτημένος πρὸς αὐτάς.
Myst
.

2

.

9

Τελευταῖον τοίνυν αἱ τῶν καλούντων τῆς ψυχῆς διαθέσεις ἐπὶ μὲν τῆς ἐπιφανείας τῶν θεῶν παθῶν ἐξηλ‐ λαγμένην καὶ ὑπερέχουσαν παραδέχονται τὴν τελειότητα ἐνέργειάν τε κρείττονα παντελῶς, καὶ θεῖον ἔρωτα καὶ
5εὐφροσύνην ἀμήχανον ὅσην μεταλαγχάνουσιν· ἐπὶ δὲ τῶν ἀρχαγγέλων ἄχραντον κατάστασιν νοεράν τε θεωρίαν καὶ δύναμιν ἄτρεπτον παραλαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀγγέλων τὴν κατὰ λόγον σοφίαν καὶ ἀλήθειαν ἀρετήν τε καθαρὰν καὶ βεβαίαν γνῶσιν καὶ τάξιν σύμ‐
10μετρον μεταλαγχάνουσιν· ὅταν δὲ τοὺς δαίμονας θεω‐ ρῶσιν, ὄρεξιν τῆς γενέσεως καὶ τῆς φύσεως ἐπιθυμίαν τῶν τε καθ’ εἱμαρμένην ἔργων ἀποπλήρωσιν, δύναμίν τε ἀποτελεστικὴν τῶν τοιούτων πράξεων παραδέχον‐ ται· ἐὰν δὲ τοὺς ἥρωας, ἄλλα τε τοιαῦτα ἤθη ἀποφέ‐
15ρονται, καὶ τῶν διατεινόντων εἰς τὴν κοινωνίαν ψυχῶν πολλὰ σπουδάσματα μεταλαμβάνουσιν· ἡνίκα δ’ ἂν τοῖς ἄρχουσιν ἐνάπτωνται, κοσμικὰς κινήσεις ἢ ἐνύ‐ λους τῇ ψυχῇ συγκινοῦνται. Μετὰ δὲ τῆς θέας τῶν ψυχῶν γενεσιουργοὺς ἐφέσεις καὶ συμφυεῖς ἐπιστασίας90
20κομίζονται ἕνεκα τῆς τῶν σωμάτων ἐπιμελείας, ἄλλα τε ὅσα τούτων ἐστὶν ἐχόμενα. Σὺν δὴ τούτοις ἡ μὲν τῶν θεῶν ἐπιφάνεια ἀλήθειαν παρέχει καὶ δύναμιν, ἔργων τε κατορθώσεις καὶ δόσεις ἀγαθῶν τῶν μεγίστων, ἡ δὲ τῶν ἄλλων τὰ σύμμετρα
25ἐπὶ τῆς ἑκάστων τάξεως οἰκείως ἕκαστα χορηγεῖ· οἷον ἡ τῶν ἀρχαγγέλων ἀλήθειαν, οὐχ ἁπλῶς περὶ πάντων ἀλλὰ διωρισμένως ἐπί τινων, καὶ ταύτην οὐκ ἀεὶ ἀλλὰ ποτέ, οὐδ’ ἀδιορίστως πρὸς ἅπαντας ἢ πανταχοῦ ἀλλὰ διωρισμένως ὡδὶ ἢ πρὸς τόδε τι δίδωσι, δύναμίν τε
30ὡσαύτως οὐ συλλήβδην πάντων οὐδ’ ἀδιακρίτως ἀεὶ οὐδὲ πανταχοῦ, ἀλλὰ ποτὲ καὶ ποὺ συλλαμβάνει. Ἡ δὲ τῶν ἀγγέλων τούτων ἔτι μᾶλλον ἀπομερίζει τὰς ἀεὶ ἐπὶ τὸ ἔλαττον ἀφοριζομένας περιγραφὰς ἐν τῇ τῶν ἀγαθῶν δόσει. Ἡ δὲ τῶν δαιμόνων οὐκέτι τὰ τῆς ψυχῆς
35ἀγαθὰ δωρεῖται, ἀλλ’ ἤτοι τὰ τοῦ σώματος ἢ τῶν τῷ σώματι προσηκόντων, καὶ ταῦτα ὁπόταν ἡ τοῦ κόσμου τάξις ἐπιτρέπῃ. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τῶν ἡρώων παρέχει τὰ δεύτερα καὶ τρίτα ἀγαθά, στοχαζομένη καὶ τῆς τῶν ψυχῶν περιγείου καὶ περικοσμίου πολιτείας
40ὅλης. Ἡ δὲ τῶν ἀρχόντων κοσμικὰ μὲν ἡ ἑτέρα καὶ τὰ τοῦ βίου πάντα δωρεῖται, ἡ δ’ ἑτέρα καὶ ὑποδεεστέρα τῶν ἐνύλων οὐκ ὀλίγα παρέχει πλεονεκτήματα. Ψυχαὶ δ’ ἐπιφαινόμεναι τὰ πρὸς τὸν ἀνθρώπινον βίον συμ‐ βαλλόμενα τοῖς θεωροῖς προξενοῦσιν. Καὶ οὕτως ἡμῖν
45κατὰ τὴν οἰκείαν ἑκάστων τάξιν καὶ ἡ ἀπ’ αὐτῶν δόσις
οἰκείως διακέκριται, συγγενῆ τε εἴληφε τὴν ὅλην ἀπό‐ κρισιν περὶ ὧν ἐν ταῖς ἐπιφανείαις αὐτῶν ἐπεζήτησας. Τοσαῦτα δὴ οὖν ἡμῖν καὶ περὶ τούτων εἰρήσθω.91
Myst
.

2

.

10

Ἃ δ’ αὐτὸς ἡμῖν συνεισφέρεις εἰς τὴν περὶ τού‐ των διάγνωσιν, εἴτε ὡς οἰκείαν γνώμην ἀποφαινόμενος εἴτε ὡς παρ’ ἄλλων ἀκούσας, οὐκ ἔστιν ἀληθῆ οὐδ’ ὀρθῶς λεγόμενα. Λέγεις μὲν γὰρ τὸ περιαυτολογεῖν
5καὶ τὸ ποιὸν φάντασμα φαντάζειν κοινὸν εἶναι θεοῖς καὶ δαίμοσι καὶ τοῖς κρείττοσι γένεσιν ἅπασιν. Τὸ δ’ οὐκ ἔστι τοιοῦτον ὁποῖον ὑπολαμβάνεις· διδαχῇ μὲν γὰρ τῆς οἰκείας οὐσίας θεὸς καὶ ἄγγελος καὶ δαίμων ἀγαθὸς χρῆται πρὸς ἄνθρωπον· προσθήκῃ δὲ μείζονι
10ἐν τοῖς λόγοις τῆς ὑπαρχούσης δυνάμεως ἢ τῶν οἰκείων ἀγαθῶν οὐδαμῶς χρῆται· ἥ τε γὰρ ἀλήθεια συνυπάρ‐ χει τοῖς θεοῖς, ὥσπερ καὶ ἡλίῳ τὸ φῶς κατ’ οὐσίαν συνυφέστηκεν· καὶ ἅμα οὐδενὸς ἐνδεᾶ τὸν θεόν φα‐ μεν εἶναι κάλλους οὐδέ τινος ἀρετῆς ἣν οἷόν τ’ ἐστὶ
15διὰ λόγων αὐτῷ προσθεῖναι. Καὶ μὴν οἵ γε ἄγγελοι καὶ δαίμονες ἀπὸ θεῶν ἀεὶ παραλαμβάνουσι τὴν ἀλή‐ θειαν· ὥστε οὐδὲν οὐδέποτε παρὰ ταύτην λέγουσι, τέ‐ λειοί τε ὄντες κατὰ τὴν αὐτὴν οὐσίαν ἑκάτεροι οὐδὲν αὐτῇ προσθεῖναι πλεῖον εἰς δοξολογίαν δύνανται.
20 Πότε οὖν συμβαίνει τὸ λεγόμενον ὑπὸ σοῦ ἀπατηλόν, τὸ τῆς περιαυτολογίας; ἡνίκα ἂν ἁμάρτημά τι συμ‐ βαίνῃ περὶ τὴν θεουργικὴν τέχνην, καὶ μὴ οἷα δεῖ τὰ αὐτοπτικὰ ἀγάλματα ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων ἀπαν‐ τήσῃ· τότε γὰρ ὑποδυόμενα τὰ καταδεέστερα τὸ τῶν
25σεμνοτέρων τάξεων σχῆμα, προσποιεῖται ἐκεῖνο εἶναι ὅπερ ὑποδέδυκε, καὶ ἐνταῦθα ἀλαζόνας προΐεται λό‐
γους καὶ μείζονας τῆς παρούσης αὐτοῖς δυνάμεως. Ἅτε γὰρ οἶμαι τῆς πρώτης ἀρχῆς κιβδήλου παραφυο‐ μένης πολὺ τὸ ψεῦδος ἐκ τῆς παρατροπῆς ἐπιρρεῖ, ὃ92
30δεῖ δὴ τοὺς ἱερέας καταμανθάνειν ἀπὸ τῆς ὅλης τά‐ ξεως ἐν τοῖς φάσμασιν, ἣν οὐ τηροῦντα διελέγχεται, καὶ ἀποδοκιμάζειν αὐτῶν τὴν πεπλασμένην προσποίη‐ σιν, ὡς οὐδαμῶς ὑπάρχουσαν ἀληθινῶν καὶ ἀγαθῶν πνευμάτων. Οὐδὲ δεῖ τὰ ἁμαρτήματα παραφέρειν ἐν τῇ
35ἀληθινῇ κρίσει τῶν ὄντων· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἢ τεχνῶν ἀφ’ ὧν διασφάλλονται τὰ ἐν αὐτοῖς ἔργα δοκιμάζομεν. Μὴ τοίνυν μηδ’ ἐνταῦθα τὰ μόλις καὶ διὰ μυρίων ἀγώ‐ νων κατορθούμενα ἀπὸ τῶν ἐξ ἐπιδρομῆς ἀμαθῶς ἐπι‐
40πηδώντων τῇ θεαγωγίᾳ χαρακτήριζε· πλέον δὲ θάτερον ἀποφαίνου περὶ αὐτῶν. Εἰ γὰρ τὰ ἀποπίπτοντα ἔργα τῆς αὐτοφανοῦς δείξεως τοιαῦτά ἐστιν οἷα σὺ λέγεις ἀλαζονικὰ καὶ ψευδῆ, τὰ τῶν ἀληθινῶν ἀθλητῶν περὶ τὸ πῦρ γνήσιά τέ ἐστι καὶ ἀληθινά. Ὥσπερ γὰρ ἐπὶ
45τῶν ἄλλων ἁπάντων τὰ ἀρχικὰ πρώτως ἀφ’ ἑαυτῶν ἄρχεται, καὶ ἑαυτοῖς παρέχει ὅπερ τοῖς ἄλλοις ἐνδί‐ δωσιν, οἷον ἐν οὐσίᾳ ἐν ζωῇ ἐν κινήσει, οὕτω καὶ τὰ τὴν ἀλήθειαν χορηγοῦντα πᾶσι τοῖς οὖσι περὶ ἑαυτῶν πρώτως ἀληθεύει, καὶ τὴν ἑαυτῶν οὐσίαν προηγουμέ‐
Myst
.

2

.

10

(50)

νως ἀναφαίνει τοῖς θεωροῦσι· διόπερ δὴ καὶ τὸ αὐ‐ τοπτικὸν πῦρ τοῖς θεουργοῖς ἐπιδείκνυσιν. Οὐ γὰρ θερ‐ μότητος ἔργον ψύχειν, οὐδὲ φωτὸς τὸ ἐπισκοτεῖν ἢ ἀπο‐ κρύπτειν τι τῶν ὄντων, οὐδ’ ἄλλου οὐδενὸς τῶν κατ’ οὐσίαν ὁτιοῦν διαπραττομένων πάρεστιν ἅμα καὶ ἡ τοῦ
55ἐναντίου ἔργου δύναμις· ἀλλὰ τὰ μὴ φύσιν ἔχοντα καὶ τὰ ἐναντία τοῖς κατ’ οὐσίαν ὑπάρχουσι, ταῦτα ἐπι‐ δέχεσθαι τὰ ἐναντία δύναται ἢ τῷ κακῷ περιπίπτειν
πέφυκεν. Ταὐτὰ τοίνυν καὶ περὶ τῶν φαντασμάτων ἐροῦμεν.93
60Εἰ γὰρ ταῦτα αὐτὰ μὲν οὐκ ἔστι τἀληθῆ, τοιαῦτα δ’ ἕτερα οἷάπερ ὑπάρχει τὰ ὄντα, οὐκ ἔστι δήπου ἐν τοῖς αὐτοφανέσι πνεύμασι, φαντάζεται δ’ εἶναι τοιαῦτα οἷά‐ περ αὐτὰ ἀληθῆ· μετέχει δὲ καὶ ταῦτα τοῦ ψεύδους καὶ τῆς ἀπάτης, ὥσπερ τὰ ἐν τοῖς εἰδώλοις φαινόμενα
65εἴδη τοιαῦτά ἐστι· καὶ οὕτω διακένως ἕλκει τὴν διά‐ νοιαν περὶ ἃ οὐδ’ ὁτιοῦν τῶν κρειττόνων ἔσται γενῶν, ἐν δὲ ταῖς ἀπατηλαῖς ἔσται καὶ αὐτὰ παρατροπαῖς· τὸ γὰρ μίμημα τοῦ ὄντος καὶ τὸ ἀμυδρῶς εἰκαζόμενον καὶ τὸ ἀπάτης αἴτιον γιγνόμενον οὐδενὶ τῶν ἀληθινῶν
70καὶ ἐναργῶς ὄντων γενῶν προσήκει· ἀλλ’ αὐτὰς μὲν οἱ θεοὶ καὶ οἱ τοῖς θεοῖς ἑπόμενοι τὰς ἀληθινὰς ἑαυτῶν εἰκόνας ἀποκαλύπτουσιν, φαντάσματα δ’ αὐτῶν οἷα τὰ ἐν ὕδασιν ἢ ἐν κατόπτροις μεμηχανημένα οὐδαμῶς προ‐ τείνουσιν. Τίνος γὰρ ἂν καὶ ἕνεκα ταῦτα ἐπιδείξειαν;
75πότερον ἔνδειγμα φέροντα τῆς ἑαυτῶν οὐσίας καὶ δυνά‐ μεως; ἀλλὰ ταῦτά γε τοῦ παντὸς ἐνδεῖ, πλάνης γὰρ καὶ ἀπάτης αἴτια γίγνεται τοῖς πιστεύουσι καὶ ἀπὸ τῆς ἀληθινῆς γνώσεως τῶν θεῶν ἀποσπᾶν τοὺς θεωροῦντας. Ἀλλ’ ἵνα τι χρήσιμον παράσχῃ τοῖς ἐποπτεύουσιν
80αὐτά; καὶ τί ἄν ποτε γένοιτο ἀπὸ τοῦ ψεύδους ὠφέλι‐ μον; ἀλλ’ εἰ μὴ τοῦτο, φύσιν ἔχει τὸ θεῖον φαντάσματα προτείνειν ἀφ’ ἑαυτοῦ; καὶ πότε ἂν τὸ μόνιμον καὶ ἱδρυ‐ μένον ἐν ἑαυτῷ γένος καὶ τὸ τῆς οὐσίας καὶ ἀληθείας αἴτιον εἰς ἀλλοτρίαν ἕδραν μίμημα ἄν τι ἀφ’ ἑαυτοῦ
85ἀπατηλὸν ἐμποιήσειεν; οὐδαμῶς ἄρα θεὸς οὔτε αὐτὸς ἑαυτὸν μεταβάλλει εἰς τὰ φαντάσματα, οὔτε ἀφ’ ἑαυ‐ τοῦ ταῦτα ἐν ἄλλοις προτείνει, τὰ δ’ ἀληθῆ ἐν τοῖς
ἀληθέσιν ἤθεσι τῶν ψυχῶν ἐλλάμπει· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ τῶν θεῶν συνοπαδοὶ ζηλωταὶ τῆς τῶν θεῶν εἰσιν94
90αὐτοπτικῆς ἀληθείας. Ὃ δὲ νῦν λέγεις, ὡς κοινόν ἐστι 〈τὸ〉 τῆς εἰδωλοποιίας καὶ τῆς περιαυτολογίας θεῶν καὶ δαιμόνων καὶ τῶν ἄλ‐ λων, συμφύρει πάντα τὰ τῶν κρειττόνων γένη ἐν ἀλλή‐ λοις, καὶ οὐδ’ ἡντινοῦν αὐτῶν ἀπολείπει διαφορὰν πρὸς
95ἄλληλα· ἔσται γὰρ αὐτοῖς οὕτω κοινὰ πάντα, καὶ οὐδὲν τοῖς ὑπερέχουσιν ἀποδοθήσεται ἐξαίρετον. Ἔνεστι δ’ οὖν καὶ δικαιότερον πρὸς σὲ ἀντιλέγειν· τί δὴ οὖν ἔσ‐ ται κρεῖττον τὸ τῶν θεῶν γένος παρὰ τὸ τῶν δαιμόνων; ἀλλ’ οὔτ’ ἔχει κοινότητα ταῦτα τὰ γένη, οὔτε φαντασ‐
Myst
.

2

.

10

(100)

τική ἐστιν αὕτη, οὔτε ἀπὸ τῶν τελευταίων καὶ ἐν τοῖς ἐσχάτοις πταισμάτων τὰ πρῶτα καὶ ἐν τοῖς πρώτοις ἀληθῆ ἀποτυπώματα ἀναλογίζεσθαι προσήκει. Οὕτως ἄν τις καὶ περὶ τούτων δοξάζων τυγχάνοι τοῦ προσ‐ ήκοντος καὶ τοῖς θείοις κεχαρισμένου.
Myst
.

2

.

11

Τὰ δ’ ἐφεξῆς ἐν οἷς τὴν περὶ τούτων ἄγνοιαν καὶ ἀπάτην, ἀνοσιουργίαν καὶ ἀκαθαρσίαν νενόμικας, προτρέπεις τε ἡμᾶς ἐπὶ τὴν ἀληθῆ περὶ αὐτῶν παρά‐ δοσιν, ἔχει μὲν οὐδεμίαν ἀμφισβήτησιν, ἀλλ’ ὁμολο‐
5γεῖται παρὰ πᾶσιν ὡσαύτως. Τίς γὰρ οὐκ ἂν συγχω‐ ρήσειεν ἐπιστήμην τυγχάνουσαν τοῦ ὄντος οἰκειοτάτην εἶναι [τῆς θείας αἰτίας] θεοῖς, τὴν δ’ ἄγνοιαν τὴν ὑπο‐ φερομένην εἰς τὸ μὴ ὂν πορρωτάτω τῆς θείας αἰτίας τῶν ἀληθῶν εἰδῶν ἀποπίπτειν; Ἀλλ’ ἐπεὶ οὐχ ἱκανῶς
10εἴρηται, προσθήσω τὸ ἐλλεῖπον· καὶ διότι φιλοσόφως μᾶλλον καὶ λογικῶς ἀλλ’ οὐχὶ κατὰ τὴν ἐνεργὸν τῶν ἱερέων τέχνην τὸν ἀπολογισμὸν ποιεῖται, διὰ τοῦτο οἶμαι δεῖν θεουργικώτερον εἰπεῖν τι περὶ αὐτῶν.
Ἔστω μὲν γὰρ ἡ ἄγνοια καὶ ἀπάτη πλημμέλεια καὶ95
15ἀσέβεια, οὐ μὴν διὰ τοῦτο ψευδῆ ποιεῖ καὶ τὰ οἰκείως τοῖς θεοῖς προσφερόμενα καὶ τὰ θεῖα ἔργα, οὐδὲ γὰρ ἡ ἔννοια συνάπτει τοῖς θεοῖς τοὺς θεουργούς· ἐπεὶ τί ἐκώλυε τοὺς θεωρητικῶς φιλοσοφοῦντας ἔχειν τὴν θεουργικὴν ἕνωσιν πρὸς τοὺς θεούς; νῦν δ’ οὐκ ἔχει τό
20γε ἀληθὲς οὕτως· ἀλλ’ ἡ τῶν ἔργων τῶν ἀρρήτων καὶ ὑπὲρ πᾶσαν νόησιν θεοπρεπῶς ἐνεργουμένων τελε‐ σιουργία ἥ τε τῶν νοουμένων τοῖς θεοῖς μόνον συμ‐ βόλων ἀφθέγκτων δύναμις ἐντίθησι τὴν θεουργικὴν ἕνωσιν. Διόπερ οὐδὲ τῷ νοεῖν αὐτὰ ἐνεργοῦμεν· ἔσται
25γὰρ οὕτω νοερὰ αὐτῶν ἡ ἐνέργεια καὶ ἀφ’ ἡμῶν ἐνδι‐ δομένη· τὸ δ’ οὐδέτερόν ἐστιν ἀληθές. Καὶ γὰρ μὴ νοούντων ἡμῶν αὐτὰ τὰ συνθήματα ἀφ’ ἑαυτῶν δρᾷ τὸ οἰκεῖον ἔργον, καὶ ἡ τῶν θεῶν, πρὸς οὓς ἀνήκει ταῦτα, ἄρρητος δύναμις αὐτὴ ἀφ’ ἑαυτῆς ἐπιγιγνώσκει τὰς
30οἰκείας εἰκόνας, ἀλλ’ οὐ τῷ διεγείρεσθαι ὑπὸ τῆς ἡμε‐ τέρας νοήσεως· οὐδὲ γὰρ ἔχει φύσιν τὰ περιέχοντα ὑπὸ τῶν περιεχομένων οὐδὲ τὰ τέλεια ὑπὸ τῶν ἀτελῶν οὐδ’ ὑπὸ τῶν μερῶν τὰ ὅλα ἀνακινεῖσθαι. Ὅθεν δὴ οὐδ’ ὑπὸ τῶν ἡμετέρων νοήσεων προηγουμένως τὰ θεῖα αἴτια
35προκαλεῖται εἰς ἐνέργειαν· ἀλλὰ ταύτας μὲν καὶ τὰς ὅλας τῆς ψυχῆς ἀρίστας διαθέσεις καὶ τὴν περὶ ἡμᾶς καθαρότητα ὡς συναίτια ἄττα προϋποκεῖσθαι χρή, τὰ δ’ ὡς κυρίως ἐγείροντα τὴν θείαν βούλησιν αὐτὰ τὰ θεῖά ἐστι συνθέματα· καὶ οὕτω τὰ τῶν θεῶν αὐτὰ ὑφ’ ἑαυ‐
40τῶν ἀνακινεῖται, ὑπ’ οὐδενὸς τῶν ὑποδεεστέρων ἐνδε‐ χόμενά τινα εἰς ἑαυτὰ ἀρχὴν τῆς οἰκείας ἐνεργείας. Ταῦτα δὴ τοῦδε ἕνεκα ἀπεμήκυνα, ὅπως μὴ νομίζῃς ἀφ’ ἡμῶν εἶναι τὸ πᾶν κῦρος τῆς ἐν ταῖς θεουργίαις
ἐνεργείας, μηδ’ ἐν ταῖς ἐννοίαις ταῖς ἡμετέραις ἀλη‐96
45θῶς διακειμέναις ὑπολάβῃς καὶ τὸ ἀληθὲς αὐτῶν ἔργον κατορθοῦσθαι, μηδ’ ἐν τῇ ἀπάτῃ διαψεύδεσθαι. Οὐδὲ γὰρ ἐὰν γνῶμεν τὰ ἑκάστῳ γένει παρακολουθοῦντα ἴδια, ἤδη καὶ τετυχήκαμεν αὐτῶν τῆς ἐπὶ τῶν ἔργων ἀλη‐ θείας. Ἀλλ’ οὐκ ἄνευ μὲν τοῦ γνῶναι παραγίγνεταί
Myst
.

2

.

11

(50)

ποτε ἡ δραστικὴ ἕνωσις, οὐ μὴν ἔχει γε πρὸς αὐτὴν ταὐτότητα· ὥστε οὐδ’ ἡ καθαρότης ἡ θεία διὰ τῆς ὀρθῆς γνώσεως, ὥσπερ ἡ τοῦ σώματος διὰ τῆς ἁγνείας, ἀλλὰ καὶ τοῦ γιγνώσκειν μᾶλλον ὑπερήνωται αὕτη καὶ ἀποκεκάθαρται. Οὐδ’ ἄλλο τοίνυν οὐδὲν τῶν ἐν ἡμῖν
55τοιοῦτον ὑπάρχον, ὁποῖα τὰ ἀνθρώπινα, συνεργεῖ τι πρὸς τὸ τέλος τῶν θείων πράξεων. Δέχου δὴ καὶ τοῦτο ἐν παρέργῳ μὲν εἰρημένον, πρὸς ὅλην δὲ τὴν ἐπίνοιαν τὴν σὴν περὶ τῆς θεουργικῆς τέχνης ἱκανῶς ἐνιστάμενον. Τῆς δ’ αὐτῆς ἔχεται τού‐
60τοις δυνάμεως κἀκεῖνα ἐν οἷς ὅσιον καὶ ὠφέλιμον εἶναι νενόμικας τὴν περὶ θεῶν ἐπιστήμην, καὶ τὸ μὲν τῆς ἀγνοίας τῆς περὶ τῶν τιμίων καὶ καλῶν σκότος καλεῖς, φῶς δὲ τὸ τῆς γνώσεως· καὶ τὸ μὲν ἐμπλῆσαι τίθεσαι πάντων κακῶν τοὺς ἀνθρώπους δι’ ἀμαθίαν καὶ τόλμαν,
65τὸ δ’ αἴτιον ἡγῇ πάντων ἀγαθῶν. Καὶ γὰρ πάντα πρὸς ταὐτὸ τείνει τοῖς ἔμπροσθεν εἰρημένοις, τετύχηκέ τε λόγου τοῦ προσήκοντος μετ’ ἐκείνων. Δεῖ τοίνυν ταῦτα μὲν παραλιπεῖν, ἐπὶ δὲ τὰς περὶ τῆς μαντικῆς ζητήσεις μετελθεῖν, καὶ ταύτας διαλῦσαι συντόμως.
Myst
.

3

.

1

Πρῶτον τοίνυν ἀπαιτεῖς διαρθρωθῆναί σοι τί τὸ
γιγνόμενόν ἐστιν ἐν τῇ τοῦ μέλλοντος προγνώσει. Εὐ‐ θὺς οὖν ὃ ἐπιχειρεῖς μαθεῖν ἐστιν ἀδύνατον. Οἴει γὰρ δὴ εἶναι κατὰ τὸν νοῦν τῆς ἐρωτήσεως τοιοῦτόν τι τὸ97
5τῆς προγνώσεως οἷον γίγνεσθαι, καί τι ἐκ τῶν ἐν τῇ φύσει κειμένων ὑπάρχειν. Τὸ δ’ οὐκ ἔστιν ἓν τῶν ἐν τῷ γίγνεσθαι, οὐδ’ οἷον φυσική τις ἀπεργάζεται μετα‐ βολή, οὐδέ τι τέχνασμα ἐξεύρηται τοῦτο ὡς εἰς τὴν τοῦ βίου κατασκευὴν χρήσιμον μεμηχανημένον, οὐδ’ ὅλως
10ἀνθρωπικόν ἐστι τὸ ἔργον, θεῖον δὲ καὶ ὑπερφυὲς ἄνω‐ θέν τε ἀπὸ τοῦ οὐρανοῦ καταπεμπόμενον, ἀγέννητόν τε καὶ ἀίδιον αὐτοφυῶς προηγεῖται. Μέγιστον δὴ οὖν ἀλεξιφάρμακον πρὸς ἅπαντα τὰ τοιαῦτα ἀπορήματα ἐκεῖνό ἐστι, γνῶναι τὴν ἀρχὴν τῆς
15μαντικῆς, ὡς οὔτε ἀπὸ σωμάτων ἐστὶν ὁρμωμένη οὔτε ἀπὸ τῶν περὶ τοῖς σώμασι παθημάτων, οὔτε ἀπὸ φύ‐ σεώς τινος καὶ τῶν περὶ τὴν φύσιν δυνάμεων, οὔτε ἀπὸ τῆς ἀνθρωπίνης παρασκευῆς ἢ τῶν περὶ αὐτὴν ἕξεων, ἀλλ’ οὐδ’ ἀπὸ τέχνης τινὸς ἔξωθεν ἐπικτήτου περί τι
20μέρος τῶν ἐν τῷ βίῳ διαπραγματευομένης· τὸ δὲ πᾶν κῦρος αὐτῆς ἀνήκει εἰς τοὺς θεοὺς καὶ ἀπὸ τῶν θεῶν ἐνδίδοται, θείοις τε ἔργοις ἢ σημείοις ἐπιτελεῖται, θεά‐ ματά τε ἔχει θεῖα καὶ θεωρήματα ἐπιστημονικά. Τὰ δ’ ἄλλα πάντα ὡς ὄργανα ὑπόκειται τῇ ἐκ θεῶν καταπεμ‐
25πομένῃ τῆς προγνώσεως δόσει, ὅσα τε περὶ τὴν ψυχὴν ἡμῶν ἐστι καὶ τὸ σῶμα καὶ ὅσα ἐν τῇ φύσει τοῦ παντὸς ἢ ταῖς ἰδίαις ἑκάστων φύσεσιν ἐνυπάρχει· ἔνια δὲ ὡς ἐν ὕλης τάξει προϋπόκειται, ὅσα τόπων ἢ ἄλλων τινῶν ἔχεται τοιούτων.
30 Εἰ δή τις ἀφέμενος τῶν πρωτουργῶν αἰτίων ἐπὶ τὰς δευτερουργοὺς ὑπουργίας ἀποφέροι τὸ τῆς μαντικῆς, οἷον κινήσεις σωμάτων ἢ παθῶν μεταβολὰς ἢ γενέσεις τινὰς ἑτέρας ἢ ζωῆς ἀνθρωπίνης ἐνεργείας ἢ λόγους
ἐμψύχους ἢ φυσικοὺς τιθέμενος, νομίζοι τι σαφὲς λέ‐98
35γειν, ἢ συμμετρίας τούτων πρὸς ἄλληλα ὡς αἰτίας ἀπο‐ λογιζόμενος ὑπολαμβάνοι τὴν ἀκρίβειαν ἀποδιδόναι περὶ αὐτῆς, τοῦ παντὸς διημάρτηκεν. Ἀλλ’ εἷς ὅρος ὀρθὸς καὶ μία ἀρχὴ περὶ πάντων τοιούτων, μηδαμῶς ἀναιτίως παρ‐ άγειν τὴν τοῦ μέλλοντος μαντείαν ἀπὸ τῶν μηδεμίαν
40ἐχόντων πρόγνωσιν ἐν ἑαυτοῖς, ἀπὸ δὲ τῶν θεῶν τῶν συνεχόντων ἐν αὑτοῖς τὰ πέρατα τῆς ὅλης εἰδήσεως τῶν ὄντων, ἀπὸ τούτων θεωρεῖν μεριζομένην τὴν μαν‐ τικὴν περὶ πάντα τὸν κόσμον καὶ περὶ πάσας τὰς ἐν αὐτῷ διῃρημένας φύσεις. Ἡ γὰρ τοιάδε ἀρχηγική τέ
45ἐστιν αἰτία καὶ διαφερόντως κοινοτάτη, ἔχουσά τε ἐν ἑαυτῇ πρώτως ἃ δίδωσι τοῖς μετέχουσιν ἑαυτῆς, καὶ μάλιστα ἀλήθειαν παρεχομένη ἧς δεῖ τῇ μαντικῇ, οὐ‐ σίαν τε καὶ αἰτίαν τῶν γιγνομένων προειληφυῖα, ἀφ’ ὧν ἐξ ἀνάγκης ἐφήκει τὸ τυγχάνειν τῆς προγνώσεως
Myst
.

3

.

1

(50)

ἀψεύστως. Ἀρχὴ μὲν οὖν ἡμῖν ἔστω ἡ τοιαύτη κοινῶς περὶ πάσης τῆς μαντικῆς, ἀφ’ ἧς ἔνεστι καὶ τὰ εἴδη πάντα αὐτῆς ἐπιστημονικῶς ἐξευρεῖν· ἤδη δ’ αὐτῶν ἀντιλαμβανώμεθα ἑπόμενοι τοῖς ὑπὸ σοῦ προτεινομέ‐ νοις ἐρωτήμασιν.
Myst
.

3

.

2

Περὶ δὴ τῆς καθ’ ὕπνον μαντικῆς λέγει ταῦτα· ὅτι δὴ καθεύδοντες δι’ ὀνείρων τοῖς μέλλουσι πολλάκις ἐπιβάλλομεν οὐκ ἐν ἐκστάσει μὲν γιγνόμενοι πολυκι‐ νήτῳ (ἥσυχον γὰρ κεῖται τὸ σῶμα), αὐτοῖς μέντοι γε
5ὡς ὕπαρ οὐκέτι παρακολουθοῦντες. Ταῦτα τοίνυν ἃ λέγεις συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀνθρωπίνων ὀνείρων καὶ τῶν ἀπὸ ψυχῆς, ἢ τῶν ἐν ἡμῖν ἐννοιῶν ἢ λόγων ἀνακινουμένων, ἢ ὅσα ἀπὸ φαντασιῶν ἐγείρεται ἤ τι‐
νων μεθημερινῶν φροντίδων· ἃ τότε μέν ἐστιν ἀληθῆ99
10τότε δὲ ψευδῆ, καὶ ἐπί τινων μὲν τυγχάνει τοῦ ὄντος, ἐπὶ δὲ τῶν πολλῶν ἀποτυγχάνει. Οὐ μὴν οἵ γε θεό‐ πεμπτοι καλούμενοι ὄνειροι τοῦτον γίγνονται τὸν τρόπον ὅνπερ σὺ λέγεις· ἀλλ’ ἤτοι τοῦ ὕπνου ἀπολιπόντος, ἀρχομένων ἄρτι ἐγρηγορέναι, ἀκούειν πάρεστί τινος
15φωνῆς συντόμου περὶ τῶν πρακτέων ὑφηγουμένης, ἢ μεταξὺ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ὄντων ἢ καὶ παντελῶς ἐγρηγορότων αἱ φωναὶ ἀκούονται. Καὶ ποτὲ μὲν ἀναφὲς καὶ ἀσώματον πνεῦμα περιέχει κύκλῳ τοὺς κατακειμένους, ὡς ὅρασιν μὲν αὐτοῦ μὴ παρεῖναι, τὴν
20δ’ ἄλλην συναίσθησιν καὶ παρακολούθησιν ὑπάρχειν, ῥοιζομένου τε ἐν τῷ εἰσιέναι καὶ περικεχυμένου παν‐ ταχόθεν ἄνευ τινὸς ἐπαφῆς, θαυμαστά τε ἔργα ἀπερ‐ γαζομένου πρὸς ἀπαλλαγὴν παθῶν ψυχῆς τε καὶ σώ‐ ματος. Ἄλλοτε δὲ φωτὸς ἐπιλάμψαντος λαμπροῦ καὶ
25ἠρεμαίου κατέχεται μὲν ἡ τῶν ὀφθαλμῶν ὄψις καὶ συμ‐ μύει τε, ἀναπεπταμένη οὖσα πρότερον· αἱ δ’ ἄλλαι αἰσθήσεις διεγηγερμέναι τυγχάνουσι, καὶ συναισθάνον‐ ται πῶς εἰς τὸ φῶς οἱ θεοὶ ἐκφαίνονται, ὅσα τε λέγου‐ σιν ἀκούουσι καὶ ὅσα δρῶσιν ἴσασι παρακολουθοῦσαι.
30Τελειότερον δ’ ἔτι τοῦδε θεωρεῖται, ἡνίκα ἂν καὶ ἡ ὄψις βλέπῃ καὶ ὁ νοῦς ἐρρωμένος ἐπακολουθῇ τοῖς δρωμένοις, κίνησίς τε τῶν θεωρούντων συνυπάρχῃ. Ταῦτα δὴ οὖν τοσαῦτα ὄντα καὶ οὕτω διάφορα οὐδενὶ τῶν ἀνθρωπίνων προσέοικεν· ἀλλ’ ὅ τε ὕπνος καὶ ἡ
35κατοχὴ τῶν ὀμμάτων καὶ ἡ κάρῳ προσεμφερὴς κατά‐ ληψις καὶ ἡ μεταξὺ τοῦ ὕπνου τε καὶ τῆς ἐγρηγόρσεως κατάστασις καὶ ἡ ἄρτι ἀνεγειρομένη ἢ ἡ παντελὴς ἐγρή‐ γορσις πάντα θεῖά ἐστι καὶ πρὸς ὑποδοχὴν τῶν θεῶν
ἐπιτήδεια, ἀπ’ αὐτῶν τε ἐπιπέμπεται τῶν θεῶν, μέρος100
40τε τῆς θείας ἐπιφανείας καὶ τὰ τοιαῦτα προηγεῖται. Ἄνελε οὖν ἐκ τῶν θείων ὀνείρων, ἐν οἷς δὴ καὶ μά‐ λιστά ἐστι τὸ μαντικόν, τὸ καθεύδειν ὁπωσοῦν καὶ τὸ μὴ παρακολουθεῖν ὡς ὕπαρ τοῖς ἐπιφαινομένοις. Οὐδὲ γὰρ οὐδὲ οἷον τέ ἐστι τὴν ἐναργῆ παρουσίαν τῶν θεῶν τῆς
45ὕπαρ ἐγγιγνομένης παρακολουθήσεως ἀπολείπεσθαι· ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ σαφεστέραν αὐτὴν εἶναι ἀνάγκη καὶ ἀκριβεστέραν ἐκείνης καὶ σύνεσιν ἐμποιοῦσαν τελειοτέραν. Ἃ δὴ μὴ γιγνώσκοντές τινες δείγματα τῶν ὄντων μαντικῶν ὀνείρων, κοινὸν δέ τινα
Myst
.

3

.

2

(50)

τρόπον ἐπ’ αὐτῶν ἀνθρώπινον ἐπινοοῦντες, παραπίπ‐ τουσι κατὰ συντυχίαν σπανιάκις ἐπ’ αὐτῶν τῇ τοῦ μέλλοντος προγνώσει, καὶ ἐντεῦθεν εἰκότως ἀποροῦσι πῶς συνέχουσιν οἱ ὄνειροι τὸ ἀληθές. Ὃ δὴ καὶ σὲ θράττειν μοι δοκεῖ, διὰ τὸ μὴ εἰδέναι τὰ ἀληθινὰ αὐτῶν
55γνωρίσματα. Ἀλλὰ δεῖ στοιχεῖα ταῦτα προστησάμε‐ νόν σε τῆς ἀληθινῆς τῶν ὀνείρων ἐπιγνώσεως ἀκο‐ λουθῆσαι τοῖς ὅλοις περὶ τῆς καθ’ ὕπνον μαντικῆς λόγοις.
Myst
.

3

.

3

Λέγουσι δὲ τάδε· τῆς ψυχῆς διττὴν ἐχούσης ζωήν, τὴν μὲν σὺν τῷ σώματι τὴν δὲ χωριστὴν παντὸς σώμα‐ τος, περὶ μὲν τὸν ἄλλον βίον ἐγρηγορότες τὰ πολλὰ τῇ κοινῇ μετὰ τοῦ σώματος ζωῇ χρώμεθα, πλὴν εἴ που
5κατὰ τὸ νοεῖν καὶ διανοεῖσθαι τοῖς καθαροῖς λόγοις ἀφιστάμεθα ἀπ’ αὐτοῦ παντάπασιν· ἐν δὲ δὴ τῷ καθ‐ εύδειν ἀπολυόμεθα παντελῶς ὥσπερ ἀπό τινων παρα‐ κειμένων ἡμῖν δεσμῶν, καὶ τῇ κεχωρισμένῃ τῆς γνώ‐ σεως ζωῇ χρώμεθα. Τότε δὴ οὖν, εἴτε νοερὸν εἴτε θεῖον
10ταὐτὸν ὑπάρχον εἴτε καὶ ἓν ἑκάτερον ἰδίᾳ καθ’ ἑαυτὸ ὄν, τὸ τῆς ζωῆς εἶδος ἀνεγείρεται ἐν ἡμῖν καὶ ἐνεργεῖ ᾗ πέφυκεν. Ἐπειδὴ οὖν ὁ μὲν νοῦς τὰ ὄντα θεωρεῖ, λό‐ γους δ’ ἡ ψυχὴ τῶν γιγνομένων ἐν αὑτῇ πάντων περι‐ έχει, εἰκότως δὴ κατὰ τὴν περιέχουσαν αἰτίαν τασσό‐101
15μενα ἐν τοῖς προηγουμένοις αὐτῶν λόγοις προγιγνώσ‐ κει τὰ μέλλοντα. Καὶ ταύτης δ’ ἔτι τελειοτέραν ποιεῖ‐ ται μαντείαν, ἡνίκα ἂν τοῖς ὅλοις, ἀφ’ ὧν ἀπεμε‐ ρίσθη, συνάπτῃ τὰς μοίρας τῆς ζωῆς καὶ τῆς νοερᾶς ἐνεργείας· πληροῦται γὰρ ἀπὸ τῶν ὅλων τότε τῆς πά‐
20σης εἰδήσεως, ὡς ἐπὶ τὸ πλεῖστον ἐξικνεῖσθαι ταῖς ἐν‐ νοίαις τῶν περὶ τὸν κόσμον ἐπιτελουμένων. Οὐ μὴν ἀλλ’ ὁπόταν γε καὶ τοῖς θεοῖς ἑνωθῇ κατὰ τὴν τοιαύ‐ την ἀπόλυτον ἐνέργειαν, αὐτὰ τὰ ἀληθέστατα δέχεται τηνικαῦτα πληρώματα τῶν νοήσεων, ἀφ’ ὧν ἀληθῆ
25μαντείαν προβάλλει· 〈καὶ〉 τῶν θείων ὀνείρων ἐντεῦ‐ θεν τὰς γνησιωτάτας ἀρχὰς καταβάλλεται. Ἀλλ’ ἐὰν μὲν τὸ νοερὸν ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ θεῖον συν‐ υφαίνῃ τοῖς κρείττοσι, τότε καὶ τὰ φαντάσματα αὐ‐ τῆς ἔσται καθαρώτερα, ἤτοι περὶ θεῶν ἢ τῶν καθ’
30ἑαυτὰς ἀσωμάτων οὐσιῶν, ἢ ὡς ἁπλῶς εἰπεῖν περὶ τῶν εἰς ἀλήθειαν συμβαλλομένων τὴν περὶ τῶν νοη‐ τῶν. Ἐὰν δὲ τοὺς λόγους τῶν γιγνομένων ἀνάγῃ πρὸς τοὺς αἰτίους αὐτῶν θεούς, δύναμιν ἀπ’ αὐτῶν προσλαμβάνει καὶ γνῶσιν ἀναλογιζομένην ὅσα τε ἦν
35καὶ ὅσα ἔσται, θεωρίαν τε παντὸς χρόνου ποιεῖται καὶ τῶν ἐν τῷ χρόνῳ συμβαινόντων ἐπισκοπεῖ τὰ ἔργα, τάξιν τε αὐτῶν καὶ ἐπιμέλειαν καὶ ἐπανόρθωσιν τὴν προσήκουσαν μεταλαγχάνει· καὶ τὰ μὲν κεκμηκότα σώματα θεραπεύει, τὰ δὲ πλημμελῶς καὶ ἀτάκτως
40ἔχοντα παρ’ ἀνθρώποις εὖ διατίθησι, τεχνῶν τε εὑρέσεις πολλάκις καὶ διανομὰς τῶν δικαίων καὶ τῶν νομίμων θέσεις παραδίδωσιν. Οὕτως ἐν Ἀσκληπιοῦ μὲν τὰ νοσήματα τοῖς θείοις ὀνείροις παύεται· διὰ δὲ τὴν τάξιν τῶν νύκτωρ ἐπιφα‐102
45νειῶν ἡ ἰατρικὴ τέχνη συνέστη ἀπὸ τῶν ἱερῶν ὀνειρά‐ των. Τὸ δ’ Ἀλεξάνδρου στρατόπεδον πᾶν ἐσώθη, μέλλον ἄρδην νυκτὸς ἀπόλλυσθαι, Διονύσου κατ’ ὄναρ ἐπιφα‐ νέντος καὶ τὴν λύσιν τῶν ἀνηκέστων παθημάτων ση‐ μήναντος. Ἄφουτις δὲ ὑπὸ Λυσάνδρου τοῦ βασιλέως πο‐
Myst
.

3

.

3

(50)

λιορκουμένη κατὰ τοὺς ἀπὸ τοῦ Ἄμμωνος πεμφθέντας ὀνείρους ἐσώθη, τὴν ταχίστην αὐτοῦ τὸν στρατὸν ἀνα‐ στήσαντος ἐκεῖθεν καὶ λύσαντος εὐθέως τὴν πολιορκίαν. Καὶ τί δεῖ καθ’ ἕκαστον ἐπεξιόντι μηνύειν, τῶν καθ’ ἡμέραν ἀεὶ συμπιπτόντων κρείττονα τοῦ λόγου τὴν
55ἐνάργειαν παρεχομένων;
Myst
.

3

.

4

Ταῦτα μὲν οὖν ἐξαρκεῖ εἰρῆσθαι περὶ τῆς καθ’ ὕπνον θείας μαντικῆς, τίς τέ ἐστι καὶ πῶς γίγνεται καὶ ὅσον παρέχεται τοῖς ἀνθρώποις τὸ ὄφελος· φῂς δὲ δὴ ὡς ἐπιβάλλουσι καὶ δι’ ἐνθουσιασμοῦ καὶ θεοφορίας
5πολλοὶ τῷ μέλλοντι, ἐγρηγορότες μέν, ὡς ἐνεργεῖν καὶ κατ’ αἴσθησιν, αὑτοῖς δὲ πάλιν οὐ παρακολουθοῦντες ἢ οὔτι γε ὡς πρότερον παρακολουθοῦντες ἑαυτοῖς. Βού‐ λομαι δὴ καὶ ἐν τούτοις τὰ τεκμήρια τῶν ὀρθῶς κατ‐ εχομένων ὑπὸ τῶν θεῶν παραδεῖξαι· εἰ γὰρ τὴν ἑαυτῶν
10ζωὴν ὑποτεθείκασιν ὅλην ὡς ὄχημα ἢ ὄργανον τοῖς ἐπιπνέουσι θεοῖς, ἢ μεταλλάττουσιν ἀντὶ τῆς ἀνθρω‐ πίνης ζωῆς τὴν θείαν, ἢ καὶ ἐνεργοῦσι τὴν οἰκείαν ζωὴν πρὸς τὸν θεόν, οὔτε κατ’ αἴσθησιν ἐνεργοῦσιν οὔτε ἐγρηγόρασιν οὕτως ὡς οἱ διεγηγερμένας ἔχοντες τὰς
15αἰσθήσεις, οὔτ’ ἐπιβάλλουσιν αὐτοὶ τῷ μέλλοντι, οὔτε
κινοῦνται ὡς οἱ καθ’ ὁρμὴν ἐνεργοῦντες· ἀλλ’ οὐδὲ παρακολουθοῦσιν ἑαυτοῖς οὔτε ὡς πρότερον οὔτε ἄλλως ὁπωσοῦν, οὐδ’ ὅλως ἐπιστρέφουσιν εἰς ἑαυτοὺς τὴν οἰκείαν σύνεσιν, οὐδ’ ἔστιν ἥντινα ἰδίαν γνῶσιν103
20προβάλλουσιν. Τεκμήριον δὲ μέγιστον· πολλοὶ γὰρ καὶ πυρὸς προσ‐ φερομένου οὐ καίονται, οὐχ ἁπτομένου τοῦ πυρὸς αὐ‐ τῶν διὰ τὴν θείαν ἐπίπνοιαν· πολλοὶ δὲ καιόμενοι οὐκ ἀντιλαμβάνονται, διότι οὐ τὴν τοῦ ζῴου ζωὴν ζῶσι τη‐
25νικαῦτα. Καὶ οἱ μὲν διαπείραντες ὀβελοὺς οὐκ ἐπαισ‐ θάνονται, οἱ δὲ πελέκεις προσαράσαντες τοῖς νώτοις· οἱ δὲ καὶ ξιφιδίοις τὰς ὠλένας κατατέμνοντες οὐδαμῶς παρακολουθοῦσιν. Αἵ τε ἐνέργειαι αὐτῶν οὐδαμῶς εἰσιν ἀνθρώπιναι· τά τε γὰρ ἄβατα βατὰ γίγνεται θεοφορού‐
30μενα, καὶ εἰς πῦρ φέρονται καὶ πῦρ διαπορεύονται καὶ ποταμοὺς διαπερῶσιν, ὥσπερ ἡ ἐν Κασταβάλλοις ἱέρεια. Ἀπὸ δὲ τούτων δείκνυται ὡς οὐ παρακολου‐ θοῦσιν ἑαυτοῖς ἐνθουσιῶντες, καὶ ὅτι οὔτε τὴν ἀνθρωπί‐ νην οὔτε τὴν τοῦ ζῴου ζωὴν ζῶσι, κατ’ αἴσθησιν ἢ
35ὁρμήν, ἄλλην δέ τινα θειοτέραν ζωὴν ἀνταλλάσσον‐ ται, ἀφ’ ἧς ἐπιπνέονται καὶ ἀφ’ ἧς τελέως κατέχονται.
Myst
.

3

.

5

Ἔστι δὴ οὖν πολλὰ τῆς θείας κατοκωχῆς εἴδη καὶ πολλαχῶς ἡ θεία ἐπίπνοια ἀνακινεῖται, ὅθεν δὴ καὶ πολλὰ τὰ σημεῖα αὐτῆς ἐστι καὶ διαφέροντα. Τοῦτο μὲν γὰρ οἱ θεοὶ διαφέροντες, ἀφ’ ὧν ἐπιπνεόμεθα, καὶ
5τὴν ἐπίπνοιαν ποιοῦσιν ἑτέραν, τοῦτο καὶ ὁ τρόπος τῶν ἐνθουσιασμῶν παραλλάττων ποιεῖ καὶ τὴν θεοφο‐ ρίαν ἑτέραν. Ἢ γὰρ ὁ θεὸς ἡμᾶς ἔχει, ἢ ἡμεῖς ὅλοι τοῦ θεοῦ γιγνόμεθα, ἢ κοινὴν ποιούμεθα πρὸς αὐτὸν τὴν
ἐνέργειαν· καὶ ποτὲ μὲν τῆς ἐσχάτης δυνάμεως τοῦ104
10θεοῦ μετέχομεν, ποτὲ δ’ αὖ τῆς μέσης, ἐνίοτε δὲ τῆς πρώτης· καὶ ποτὲ μὲν μετουσία ψιλὴ γίγνεται, ποτὲ δὲ καὶ κοινωνία, ἐνίοτε δὲ καὶ ἕνωσις τούτων τῶν ἐνθου‐ σιάσεων· ἢ μόνη ἡ ψυχὴ ἀπολαύει, ἢ καὶ τῷ σώματι συμμετέχει, ἢ καὶ τὸ κοινὸν ζῷον.
15 Ἐκ δὴ τούτων καὶ τὰ σημεῖα τῶν ἐπιπνεομένων γί‐ γνονται πολυειδῆ, κίνησίς τε τοῦ σώματος καὶ μορίων τινῶν, παντελεῖς τε αὐτοῦ ἠρεμίαι, τάξεις τε ἐναρμόνιοι καὶ χορεῖαι καὶ φωναὶ ἐμμελεῖς ἢ τἀναντία τούτων· καὶ ἤτοι τὸ σῶμα ἐπαιρόμενον ὁρᾶται ἢ διογκούμενον
20ἢ μετέωρον ἐν τῷ ἀέρι φερόμενον ἢ τἀναντία τούτων περὶ αὐτὸ φαίνεται γιγνόμενα· φωνῆς τε ὁμαλότης κατὰ μέγεθος ἢ τὰ μεταξὺ διαλαμβανόμενα τῇ σιωπῇ διαστήματα πολλὴ θεωρεῖται, καὶ ἀνωμαλία αὖθις, ἐνίοτε μὲν μουσικῶς ἐπιτεινομένων καὶ ἀνιεμένων τῶν
25ἤχων, ἐνίοτε δ’ ἄλλον τρόπον.
Myst
.

3

.

6

Τὸ δὲ μέγιστον ὁρᾶται τῷ θεαγωγοῦντι τὸ κατιὸν πνεῦμα καὶ εἰσκρινόμενον, ὅσον τέ ἐστι καὶ ὁποῖον· μυστικῶς τε πείθεται καὶ διακυβερνᾶται. Ὁρᾶται δὲ καὶ τῷ δεχομένῳ τὸ τοῦ πυρὸς εἶδος πρὸ τοῦ δέχεσθαι·
5ἐνίοτε δὲ καὶ τοῖς θεωροῦσι πᾶσιν ἔκδηλον γίγνεται, ἤτοι κατιόντος ἢ ἀναχωροῦντος τοῦ θεοῦ· ἀφ’ οὗ δὴ καὶ τὸ ἀληθέστατον αὐτοῦ καὶ δυνατώτατον καὶ μά‐ λιστα τεταγμένον περὶ τίνων τε πέφυκεν ἀληθεύειν καὶ τίνα δύναμιν παρέχειν ἢ ἐπιτελεῖν τοῖς ἐπιστήμοσι γνώ‐
10ριμον γίγνεται. Οἱ δ’ ἄνευ τῶν μακαρίων τούτων θεα‐ μάτων ἀφανῶς ποιούμενοι τὰς ἀγωγὰς τῶν πνευμάτων ὥσπερ ἐν σκότῳ ἀφάσσουσι καὶ οὐδὲν ἴσασιν ὧν
ποιοῦσι, πλὴν πάνυ σμικρῶν τῶν διὰ τοῦ σώματος φαι‐ νομένων σημείων τοῦ ἐνθουσιῶντος καὶ τῶν ἄλλων τῶν105
15ἐναργῶς ὁρωμένων, τὰ ὅλα τῆς θείας ἐπιπνοίας ἐν ἀφανεῖ κεκρυμμένα ἀγνοοῦντες. Ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι. Εἰ γὰρ παρουσία τοῦ τῶν θεῶν πυρὸς καὶ φωτός τι εἶδος ἄρρητον ἔξωθεν ἐπιβαίνει τῷ κατεχο‐ μένῳ, πληροῖ τε αὐτὸν ὅλον ἐπὶ κράτει, κύκλῳ τε παν‐
20ταχόθεν ἐν ἑαυτῷ συνείληφεν, ὡς μηδεμίαν οἰκείαν ἐνέργειαν δύνασθαι διαπράττεσθαι, τίς ἂν αἴσθησις ἢ παρακολούθησις ἢ ἐπιβολὴ οἰκεία παραγένοιτο τῷ κα‐ ταδεχομένῳ τὸ θεῖον πῦρ; ἢ τί ἂν τότε ἀνθρώπινον κίνημα παρεμπέσοι, ἢ ποία καταδοχὴ γένοιτ’ ἂν ἀν‐
25θρωπίνη πάθους ἢ ἐκστάσεως ἢ παρατροπῆς φαντα‐ σιῶν ἢ ἄλλου τινὸς τοιούτου, ὁποῖον ὑπολαμβάνουσιν οἱ πολλοί; τοιαῦτα δὴ οὖν ἔστω καὶ τὰ θεῖα τεκμήρια τῆς ἀληθινῆς ἐνθουσιάσεως, οἷς ἄν τις προσέχων οὐκ ἂν διαμάρτοι τῆς ὀρθῆς περὶ αὐτὴν ἐπιγνώσεως.
Myst
.

3

.

7

Οὐ μὴν ἐξαρκεῖ γε ταῦτα μόνα μαθεῖν, οὐδ’ ἄν τις γένοιτο τέλειος εἰς τὴν θείαν ἐπιστήμην ταῦτα μόνα εἰδώς. Ἀλλὰ χρὴ γνῶναι καὶ τίς ὁ ἐνθουσιασμός ἐστι καὶ ὅπως γίγνεται. Φορὰ μὲν οὖν τῆς διανοίας μετὰ
5δαιμονίας ἐπιπνοίας ψευδῶς δοξάζεται. Οὔτε γὰρ ἡ διά‐ νοια ἡ ἀνθρωπίνη φέρεται, εἴ γε ὄντως κατέχεται, οὔτε δαιμόνων, θεῶν δὲ γίγνεται ἐπίπνοια. Ἀλλ’ οὐδ’ ἔκστα‐ σις ἁπλῶς οὕτως ἐστίν, ἀλλ’ ἐπὶ τὸ κρεῖττον ἀναγωγὴ καὶ μετάστασις, ἡ δὲ παραφορὰ καὶ ἔκστασις ἐμφαίνει
10καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀνατροπήν. Ἔτι τοίνυν ὁ τοῦτο ἀποφαινόμενος λέγει μέν τι περὶ τῶν συμβεβηκότων περὶ τοὺς ἐνθουσιῶντας, οὐ μέντοι τὸ προηγούμενον ἀναδιδάσκει. Ἔστι δὲ τοῦτο τὸ κατέχεσθαι ὅλους αὐ‐
τοὺς ὑπὸ τοῦ θείου, ᾧ ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἐξίσ‐106
15τασθαι. Ψυχῆς μὲν οὖν καί τινος τῶν ἐν αὐτῇ δυνά‐ μεων, ἢ νοῦ καί τινος τῶν ἐν αὐτῷ δυνάμεων ἢ ἐνερ‐ γειῶν, ἢ σωματικῆς ἀσθενείας ἢ ἄνευ ταύτης οὐκ ἄν τις ὑπολάβοι δικαίως τὸν ἐνθουσιασμὸν εἶναι, οὐδ’ ἂν οὕτω γίγνεσθαι εἰκότως ἂν ὑπόθοιτο· οὔτε γὰρ ἀνθρώ‐
20πινόν ἐστι τὸ τῆς θεοφορίας ἔργον, οὔτε ἀνθρωπίνοις μορίοις ἢ ἐνεργήμασι τὸ πᾶν ἔχει κῦρος· ἀλλὰ ταῦτα μὲν ἄλλως ὑπόκειται, καὶ χρῆται αὐτοῖς ὁ θεὸς ὡς ὀρ‐ γάνοις· τὸ δὲ πᾶν ἔργον τῆς μαντείας δι’ αὑτοῦ πλη‐ ροῖ, καὶ ἀμιγῶς ἀπὸ τῶν ἄλλων ἀφειμένος οὔτε ψυχῆς
25κινουμένης οὐδ’ ὁτιοῦν οὔτε σώματος ἐνεργεῖ καθ’ αὑ‐ τόν. Ὅθεν δὴ καὶ ἀψευδῶς γίγνονται τὰ μαντεῖα τὰ οὕτως ὡς λέγω κατορθούμενα. Ἐπειδὰν δ’ ἡ ψυχὴ προ‐ κατάρχῃ ἢ μεταξὺ κινῆται, ἢ τὸ σῶμά τι παρεμπίπτῃ καὶ τὴν θείαν ἁρμονίαν ἐπιταράττῃ, θορυβώδη γίγνον‐
30ται καὶ ψευδῆ τὰ μαντεῖα, καὶ ὁ ἐνθουσιασμὸς οὐκέτι ἀληθὴς ὑπάρχει οὐδὲ γνησίως θεῖος.
Myst
.

3

.

8

Εἰ μὲν οὖν ἀπόλυσις τοῦ θείου ἀπὸ τῆς ἄλλης ψυχῆς ἢ χωρισμὸς τοῦ νοῦ ἤ τις ἐπίτευξις ἦν ἡ ἀληθὴς μαντεία, ἢ σφοδρότης καὶ ἐπίτασις ἐνεργείας ἢ πάθους ἢ ὀξύτης καὶ φορὰ τῆς διανοίας ἢ τὸ διαθερμαίνεσθαι
5τὸν νοῦν, πάντα ἂν τὰ τοιαῦτα, ἀπὸ τῆς ἡμετέρας ψυ‐ χῆς ἀνακινούμενα, ψυχῆς ἄν τις τὸν ἐνθουσιασμὸν εἶναι εὐλόγως ὑπετίθετο. Εἰ δὲ τὸ σῶμα κατὰ τὰς ποιὰς κρά‐ σεις ἤτοι μελαγχολικὰς ἢ ὁποιασοῦν, ἢ καὶ ἰδίως ἔτι μᾶλλον κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν ἢ τὸ
10ποιόν τι τούτων εἶδος, ἢ τὴν ἐν λόγῳ τούτων μῖξιν ἢ κρᾶσιν ἢ τὸ πνεῦμα ἢ τὸ μᾶλλον ἢ τὸ ἧττον τούτων, αἴτιον καθίσταται τῆς ἐνθουσιαστικῆς ἐκστάσεως, σω‐ ματικὸν ἂν εἴη τὸ τῆς παρατροπῆς πάθος καὶ ἀπὸ τῶν φυσικῶν κινήσεων ἐγειρόμενον· εἰ δ’ ἐξ ἀμφοῖν ἡ ἀρχὴ107
15σώματός τε καὶ ψυχῆς ἀνεγείρεται, καθὸ συμπέπηκται ταῦτα ἀλλήλοις, κοινὸν ἔσται τοῦ ζῴου τὸ τοιόνδε κί‐ νημα· ἀλλ’ οὔτε σώματος οὔτε ψυχῆς οὔτε τοῦ συναμ‐ φοτέρου τὸ ἐνθουσιᾶν ἐστιν ἔργον· οὐδὲ γὰρ ἔχει τινὰ ταῦτα ἐν ἑαυτοῖς αἰτίαν τῆς θείας παραλλάξεως, οὐδὲ
20πέφυκεν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα ἀπογεννᾶσθαι. Ἀλλὰ δεῖ ζητεῖν τὰ τῆς θείας μανίας αἴτια· ταῦτα δ’ ἐστὶ τὰ καθήκοντα ἀπὸ τῶν θεῶν φῶτα καὶ τὰ ἐνδι‐ δόμενα πνεύματα ἀπ’ αὐτῶν καὶ ἡ ἀπ’ αὐτῶν παροῦσα παντελὴς ἐπικράτεια, περιέχουσα μὲν πάντα τὰ ἐν
25ἡμῖν, ἐξορίζουσα δὲ πάντῃ τὴν οἰκείαν ἡμῶν παρακο‐ λούθησιν καὶ κίνησιν, καὶ λόγους μὲν προϊεμένη, οὐ μετὰ διανοίας δὲ τῶν λεγόντων, ἀλλὰ μαινομένῳ φασὶ στόματι φθεγγομένων αὐτοὺς καὶ ὑπηρετούντων ὅλων καὶ παραχωρούντων μόνῃ τῇ τοῦ κρατοῦντος ἐνεργείᾳ.
30Τοιοῦτός τίς ἐστιν ὁ σύμπας ἐνθουσιασμὸς καὶ ἀπὸ τοιούτων αἰτίων ἀποτελούμενος, ὡς ἐν τύπῳ καὶ μὴ δι’ ἀκριβείας περὶ αὐτοῦ εἰρῆσθαι.
Myst
.

3

.

9

Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισ‐ ταμένων ἔνιοί τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἤ τινος μέλους ἐνθουσιῶσιν, ὡς οἵ τε κορυ‐ βαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ οἱ μητρί‐
5ζοντες· δεῖ δὴ καὶ περὶ τούτων τὰς αἰτίας διελθεῖν πῶς τε γίγνονται, ἐπιτελούμενά τε τίνα ἔχει λόγον.
Τὸ μὲν οὖν κινητικόν τι καὶ παθητικὸν εἶναι τὴν μου‐ σικήν, καὶ τὸ τῶν αὐλῶν ἐμποιεῖν ἢ ἰατρεύειν τὰ πάθη τῆς παρατροπῆς, καὶ τὸ μεθιστάναι τὰς τοῦ σώματος108
10κράσεις ἢ διαθέσεις τὴν μουσικήν, καὶ τὸ ἄλλοις μὲν μέλεσιν ἀναβακχεύεσθαι ἄλλοις δ’ ἀποπαύεσθαι τῆς βακχείας, καὶ πῶς αἱ τούτων διαφοραὶ πρὸς τὰς τῆς ψυχῆς ἑκάστας διαθέσεις προσαρμόττουσι, καὶ ὅτι τὸ ἄστατον καὶ ἀκατάστατον μέλος πρὸς τὰς ἐκστάσεις
15οἰκεῖον, οἷα δή ἐστι τὰ Ὀλύμπου, καὶ ὅσα τοιαῦτα λέγεται, πάντα ἀλλοτρίως μοι δοκεῖ λέγεσθαι πρὸς τὸν ἐνθουσιασμόν· φυσικά τε γάρ ἐστι καὶ ἀνθρώπινα καὶ τέχνης ἡμετέρας ἔργα· τὸ δὲ θεῖον ἐν αὐτοῖς οὐδ’ ὁπωστιοῦν διαφαίνεται.
20 Μᾶλλον οὖν ἐκεῖνα λέγομεν, ὡς ἦχοί τε καὶ μέλη καθιέρωνται τοῖς θεοῖς οἰκείως ἑκάστοις, συγγένειά τε αὐτοῖς ἀποδέδοται προσφόρως κατὰ τὰς οἰκείας ἑκάσ‐ των τάξεις καὶ δυνάμεις καὶ τὰς ἐν αὐτῷ 〈τῷ〉 παντὶ κι‐ νήσεις καὶ τὰς ἀπὸ τῶν κινήσεων ῥοιζουμένας ἐναρμο‐
25νίους φωνάς· κατὰ δὴ τὰς τοιαύτας τῶν μελῶν πρὸς τοὺς θεοὺς οἰκειότητας παρουσία τε αὐτῶν γίγνεται (οὐδὲ γάρ ἐστί τι τὸ διεῖργον), ὥστε μετέχειν αὐτῶν εὐθὺς τὸ τὴν τυχοῦσαν ἔχον πρὸς αὐτοὺς ὁμοιότητα, κατοχή τε συνίσταται εὐθὺς τελεία καὶ πλήρωσις τῆς κρείττονος
30οὐσίας καὶ δυνάμεως. Οὐχ ὅτι τὸ σῶμα καὶ ἡ ψυχὴ ἀλλήλοις ἐστὶ συμπαθῆ καὶ συμπάσχει τοῖς μέλεσιν, ἀλλ’ ἐπεὶ τῆς θείας ἁρμονίας ἡ τῶν θεῶν ἐπίπνοια οὐκ ἀφέστηκεν, οἰκειωθεῖσα δὲ πρὸς αὐτὴν κατ’ ἀρχὰς μετ‐ έχεται ὑπ’ αὐτῆς ἐν μέτροις τοῖς προσήκουσιν· ἔχει
35δὲ καὶ τὸ ἀνεγείρεσθαι καὶ τὸ ἀποπαύεσθαι κατὰ τὴν
τῶν θεῶν τάξιν ἑκάτερον. Ἀπέρασιν δὲ καὶ ἀποκάθαρσιν ἰατρείαν τε οὐδαμῶς αὐτὸ κλητέον. Οὐδὲ γὰρ κατὰ νόσημά τι ἢ πλεονασμὸν ἢ περίττωμα πρώτως ἐν ἡμῖν ἐμφύεται, θεία δ’ αὐτοῦ συνίσταται ἡ πᾶσα ἄνωθεν109
40ἀρχὴ καὶ καταβολή. Ἀλλ’ οὐδὲ τοῦτο δεῖ λέγειν, ὡς ἡ ψυχὴ πρώτως ὑφέσ‐ τηκεν ἐξ ἁρμονίας καὶ ῥυθμοῦ· ἔστι γὰρ οὕτω ψυχῆς μόνης οἰκεῖος ὁ ἐνθουσιασμός· βέλτιον οὖν καὶ τὴν τοιαύτην ἀπόφασιν ἐκεῖσε μετάγειν, ὅτι δὴ ἡ ψυχή, πρὶν
45καὶ τῷ σώματι δοῦναι ἑαυτήν, τῆς θείας ἁρμονίας κατ‐ ήκουεν· οὐκοῦν καὶ ἐπειδὰν εἰς σῶμα ἀφίκηται, ὅσα ἂν μέλη τοιαῦτα ἀκούσῃ οἷα μάλιστα διασώζει τὸ θεῖον ἴχνος τῆς ἁρμονίας, ἀσπάζεται ταῦτα καὶ ἀναμιμνήσ‐ κεται ἀπ’ αὐτῶν τῆς θείας ἁρμονίας, καὶ πρὸς αὐτὴν
Myst
.

3

.

9

(50)

φέρεται καὶ οἰκειοῦται, μεταλαμβάνει τε αὐτῆς ὅσον οἷόν τε αὐτῆς μετέχειν.
Myst
.

3

.

10

Κοινῶς μὲν οὖν οὕτως ἄν τις ἀποδοίη τὴν αἰτίαν τῆς θείας μαντείας· τοὺς δ’ ἰδίους περὶ αὐτῆς ἀπολο‐ γισμοὺς προσάγομεν, οὐ τοῦτο λέγοντες, ὅτι ἡ φύσις ἕκαστον ἄγει πρὸς τὸ οἰκεῖον· οὐδὲ γάρ ἐστι φύσεως
5ἔργον τὸ ἐνθουσιᾶν· οὐδ’ ὅτι ἡ τοῦ ἀέρος καὶ τοῦ περιέχοντος κρᾶσις διάφορον ἐμποιεῖ καὶ τὴν ἐν τῷ σώματι κρᾶσιν τῶν ἐνθουσιώντων (οὐδὲ γὰρ σωματι‐ καῖς δυνάμεσιν ἢ κράσεσι τὰ τῶν θεῶν ἔργα τῆς ἐπι‐ πνοίας ἐναλλάττεται)· οὐδ’ ὅτι πρὸς τὰ πάθη καὶ τὰ
10γιγνόμενα προσφόρως καὶ τὴν τοῦ θεοῦ ἐπεφήμισαν ἐπίπνοιαν (ἀπαθὴς γὰρ καὶ κρείττων πάσης γενέσεως ἡ δόσις τῶν θεῶν εἰς ἀνθρώπους ἐστὶ τῆς οἰκείας ἐνερ‐ γείας). Ἀλλ’ ἐπεὶ τῶν μὲν Κορυβάντων φρουρητική πώς ἐστιν ἡ δύναμις καὶ ἐπιτελεστική, τοῦ Σαβαζίου δ’ εἰς
15βακχείας καὶ ἀποκαθάρσεις ψυχῶν καὶ λύσεις παλαιῶν μηνιμάτων οἰκειότητα παρεσκεύασται, διὰ ταῦτα δὴ καὶ αἱ ἐπίπνοιαι αὐτῶν τῷ παντὶ διεστήκασιν. Τῆς δὲ μητρὸς τῶν θεῶν σὺ μὲν ἔοικας ἄρρενας εἶναι νομίζειν τοὺς κατόχους· οὕτω γὰρ αὐτοὺς καὶ προσ‐110
20ηγόρευσας τοὺς μητρίζοντας· οὐ μὴν τό γε ἀληθὲς οὕ‐ τως ἔχει· γυναῖκες γάρ εἰσιν αἱ προηγουμένως μητρί‐ ζουσαι, ἀρρένων δ’ ὀλιγοστοὶ καὶ ὅσοι ἂν ὦσιν ἁπαλώ‐ τεροι. Δύναμιν δ’ ἔχει καὶ οὗτος ὁ ἐνθουσιασμὸς ζωο‐ γόνον τε καὶ ἀποπληρωματικήν, καθὸ δὴ καὶ διαφε‐
25ρόντως τῆς ἄλλης μανίας πάσης διενήνοχεν. Οὕτω δὴ οὖν καθ’ ὁδὸν ἰόντες τὴν ἑξῆς τοῦ παρόντος λόγου καὶ τὰς τῶν Νυμφῶν ἢ Πανὸς ἐπιπνοίας καὶ τὰς ἄλλας αὐτῶν διαφορὰς κατὰ τὰς τῶν θεῶν δυνάμεις οἰκείως διακρίνοντες, διαστήσομεν κατὰ τὰς προσ‐
30ηκούσας αὐτῶν ἰδιότητας ἐξηγησόμεθά τε διὰ τί ἐκπη‐ δῶσι καὶ ἐν ὄρεσι διατρίβουσι καὶ διὰ τί δεδεμένοι φαί‐ νονταί τινες καὶ διὰ τί διὰ θυσιῶν θεραπεύονται· πάντα τε ταῦτα τοῖς θείοις αἰτίοις ἀποδώσομεν ὡς ἔχουσιν ἐν ἑαυτοῖς τὸ πᾶν κῦρος· ἀλλ’ οὔτε σωματικά τινα ἢ τῆς
35ψυχῆς περιττώματα συναθροιζόμενα δεῖσθαι τοῦ ἀποκα‐ θαίρεσθαι ἐροῦμεν, οὔτε ὡρῶν περιόδους αἰτίας εἶναι τῶν τοιούτων παθημάτων, οὔτε τὴν τοῦ ὁμοίου κατα‐ δοχὴν καὶ τὴν τοῦ ἐναντίου ἀφαίρεσιν ἰατρείαν τινὰ φέρειν τῆς τοιαύτης ὑπερβολῆς φήσομεν· τὰ γὰρ
40τοιαῦτα πάντα σωματοειδῆ καθέστηκε, ζωῆς δὲ θείας καὶ νοερᾶς πάντῃ κεχώρισται. Ἕκαστον δὲ ᾗ πέφυκε ταύτῃ συμβαίνει καὶ τὰ περὶ αὐτὸ ἐνεργήματα τελεῖ‐ σθαι· ὥστε καὶ τὰ ἀπὸ τῶν θεῶν ἐγείροντα καὶ ἀναβακ‐ χεύοντα τοὺς ἀνθρώπους πνεύματα ἐκβέβληκεν ἄλλην
45πᾶσαν ἀνθρωπίνην καὶ φυσικὴν κίνησιν, καὶ οὐ δεῖ δὴ
τὸν τρόπον αὐτῶν ἀφομοιοῦν ταῖς συνήθως γιγνωσκο‐ μέναις ἐνεργείαις, ἐπὶ δὲ τὰ παντελῶς παραλλάττοντα καὶ πρωτουργὰ τῶν θεῶν αἴτια αὐτὰς ἀνάγειν προσ‐ ήκει.111
Myst
.

3

.

11

Ἓν μὲν δὴ οὖν τοῦτο εἶδος θεοφορίας τοιόνδε καὶ οὕτω γιγνόμενον ὑπάρχει· ἕτερον δὲ τὸ τῶν χρησ‐ τηρίων διαβόητον καὶ ἐναργέστατόν ἐστι πολυμερὲς ἔνθεον μαντεῖον, περὶ οὗ τὰ τοιαῦτα ἀποφαίνει· οἱ δὲ
5ὕδωρ πιόντες, καθάπερ ὁ ἐν Κολοφῶνι ἱερεὺς τοῦ Κλα‐ ρίου, οἱ δὲ στομίοις παρακαθήμενοι, ὡς αἱ ἐν Δελφοῖς θεσπίζουσαι, οἱ δ’ ἐξ ὑδάτων ἀτμιζόμενοι, καθάπερ αἱ ἐν Βραγχίδαις προφήτιδες. Τριῶν δὲ τουτωνὶ διωνύ‐ μων χρηστηρίων ἐμνημόνευσας, οὐχ ὅτι μόνα ἐνταῦθα,
10πολὺ γὰρ πλείονα ὑπῆρχε τὰ παραλειπόμενα· ἀλλ’ ἐπεὶ προεῖχε τῶν ἄλλων ταῦτα, καὶ ἅμα οὗ ἕνεκα ἐζη‐ τεῖτο ἱκανῶς ἀνεδίδασκες, περὶ τοῦ τρόπου φημὶ τῆς ἐκ θεῶν ἀνθρώποις ἐπιπεμπομένης μαντείας, διὰ τοῦτο δὴ ἠρκέσθης τούτοις. Καὶ ἡμεῖς οὖν περὶ τῶν τριῶν
15τούτων ποιησόμεθα λόγον, τὸν περὶ τῶν πολλῶν μαν‐ τείων λόγον ὑπερβάντες. Τὸ δὴ ἐν Κολοφῶνι μαντεῖον ὁμολογεῖται παρὰ πᾶσι δι’ ὕδατος χρηματίζειν. Εἶναι γὰρ πηγὴν ἐν οἴκῳ κα‐ ταγείῳ καὶ ἀπ’ αὐτῆς πίνειν τὸν προφήτην ἔν τισι
20τακταῖς νυξίν, ἱερουργιῶν πολλῶν γενομένων πρότερον, πιόντα δὲ χρησμῳδεῖν οὐκέθ’ ὁρώμενον τοῖς παροῦσι θεωροῖς. Τὸ μὲν οὖν εἶναι μαντικὸν ἐκεῖνο τὸ ὕδωρ αὐτόθεν πρόδηλον· τὸ δὲ πῶς ἐστι τοιοῦτον, οὐκέτ’ ἄν, κατὰ τὴν παροιμίαν, πᾶς ἀνὴρ γνοίη· δοκεῖ μὲν γὰρ
25διήκειν τι δι’ αὐτοῦ πνεῦμα μαντικόν· οὐ μέντοι τό γε ἀληθὲς οὕτως ἔχει. Τὸ γὰρ θεῖον οὐ διαπεφοίτηκεν οὕτω διαστατῶς καὶ μεριστῶς ἐν τοῖς αὐτοῦ μετέχου‐ σιν, ἀλλ’ ὡς παρέχον ἔξωθεν καὶ ἐπιλάμπον τὴν πηγήν, πληροῖ δυνάμεως αὐτὴν ἀφ’ ἑαυτοῦ μαντικῆς· οὐ μέν‐112
30τοι τοῦ γε θεοῦ πᾶσά ἐστιν ἡ ἐπίπνοια ἥντινα παρέχει τὸ ὕδωρ, ἀλλ’ αὕτη μὲν ἐπιτηδειότητα μόνον καὶ ἀπο‐ κάθαρσιν τοῦ ἐν ἡμῖν αὐγοειδοῦς πνεύματος ἐμποιεῖ, δι’ ἣν δυνατοὶ γιγνόμεθα χωρεῖν τὸν θεόν. Ἄλλη δ’ ἐστὶν ἡ τοῦ θεοῦ παρουσία καὶ προτέρα ταύτης καὶ
35ἄνωθεν ἐναστράπτουσα· αὕτη τοίνυν οὐδενὸς ἀφέσ‐ τηκε τῶν ἐχόντων διὰ τῆς οἰκειότητος συναφὴν πρὸς ἑαυτήν· πάρεστι δ’ εὐθὺς καὶ χρῆται ὡς ὀργάνῳ τῷ προφήτῃ οὔτε ἑαυτοῦ ὄντι οὔτε παρακολουθοῦντι οὐδὲν οἷς λέγει ἢ ὅπου γῆς ἐστιν· ὥστε καὶ μετὰ τὴν χρησ‐
40μῳδίαν μόγις ποτὲ ἑαυτὸν λαμβάνει· καὶ πρὸ τοῦ πίνειν δὲ οὕτως ἀσιτεῖ τὴν ἡμέραν ὅλην καὶ νύκτα, καὶ ἐν ἱεροῖς τισιν ἀβάτοις τῷ πλήθει καθ’ ἑαυτὸν ἀνακεχώ‐ ρηκεν ἀρχόμενος ἐνθουσιᾶν, καὶ διὰ τῆς ἀποστάσεως καὶ ἀπαλλαγῆς τῶν ἀνθρωπίνων πραγμάτων ἄχραντον
45ἑαυτὸν εἰς ὑποδοχὴν τοῦ θεοῦ παρασκευάζει· ἐξ ὧν δὴ εἰς καθαρὰν ἕδραν τῆς ἑαυτοῦ ψυχῆς ἐλλάμπουσαν ἔχει τὴν τοῦ θεοῦ ἐπίπνοιαν, ἀκώλυτόν τε αὐτῇ παρέχει τὴν κατοκωχὴν καὶ τὴν παρουσίαν τελείαν ἀνεμπό‐ διστον.
Myst
.

3

.

11

(50)

Ἡ δ’ ἐν Δελφοῖς προφῆτις, εἴτε ἀπὸ πνεύματος λεπ‐ τοῦ καὶ πυρώδους ἀναφερομένου ποθὲν ἀπὸ στομίου θεμιστεύει τοῖς ἀνθρώποις, εἴτε ἐν τῷ ἀδύτῳ καθημένη ἐπὶ δίφρου χαλκοῦ τρεῖς πόδας ἔχοντος χρηματίζει,
εἴτε καὶ ἐπὶ τοῦ τετράποδος δίφρου ὅς ἐστιν ἱερὸς τοῦ113
55θεοῦ, πανταχῆ οὕτω δίδωσιν ἑαυτὴν τῷ θείῳ πνεύματι, ἀπό τε τῆς τοῦ θείου πυρὸς ἀκτῖνος καταυγάζεται. Καὶ ὅταν μὲν ἀθρόον καὶ πολὺ τὸ ἀναφερόμενον ἀπὸ τοῦ στομίου πῦρ κύκλῳ πανταχόθεν αὐτὴν περιέχῃ, πλη‐ ροῦται ἀπ’ αὐτοῦ θείας αὐγῆς· ὅταν δ’ εἰς ἕδραν ἐν‐
60ιδρυθῇ τοῦ θεοῦ, τῇ σταθερᾷ τοῦ θεοῦ μαντικῇ δυνάμει συναρμόζεται· ἐξ ἀμφοτέρων δὲ τῶν τοιούτων παρα‐ σκευῶν ὅλη γίγνεται τοῦ θεοῦ. Καὶ τότε δὴ πάρεστιν αὐτῇ χωριστῶς ὁ θεὸς ἐπιλάμπων, ἕτερος ὢν καὶ τοῦ πυρὸς καὶ τοῦ πνεύματος καὶ τῆς ἰδίας ἕδρας καὶ
65πάσης τῆς περὶ τὸν τόπον φυσικῆς καὶ ἱερᾶς φαινομέ‐ νης κατασκευῆς. Καὶ μὴν ἥ γε ἐν Βραγχίδαις γυνὴ χρησμῳδός, εἴτε ῥάβδον ἔχουσα τὴν πρώτως ὑπὸ θεοῦ τινος παραδο‐ θεῖσαν πληροῦται τῆς θείας αὐγῆς, εἴτε ἐπὶ ἄξονος καθ‐
70ημένη προλέγει τὸ μέλλον, εἴτε τοὺς πόδας ἢ κράσ‐ πεδόν τι τέγγουσα τῷ ὕδατι ἢ ἐκ τοῦ ὕδατος ἀτμιζο‐ μένη δέχεται τὸν θεόν, ἐξ ἁπάντων τούτων ἐπιτηδεία παρασκευαζομένη πρὸς τὴν ὑποδοχὴν ἔξωθεν αὐτοῦ μεταλαμβάνει.
75 Δηλοῖ δὲ καὶ τὸ τῶν θυσιῶν πλῆθος καὶ ὁ θεσμὸς τῆς ὅλης ἁγιστείας καὶ ὅσα ἄλλα δρᾶται πρὸ τῆς χρησμῳδίας θεοπρεπῶς, τά τε λουτρὰ τῆς προφήτιδος καὶ ἡ τριῶν ὅλων ἡμερῶν ἀσιτία καὶ ἡ ἐν ἀδύτοις αὐτῆς διατριβὴ καὶ ἐχομένης ἤδη τῷ φωτὶ καὶ τερπομένης ἐν
80πολλῷ χρόνῳ· καὶ γὰρ αὐτὰ πάντα παράκλησιν τοῦ θεοῦ ὥστε παραγενέσθαι καὶ παρουσίαν ἔξωθεν ἐπι‐ δείκνυσιν, ἐπίπνοιάν τε θαυμασίαν οἵαν πρὶν καὶ εἰς τὸν συνήθη τόπον ἀφικέσθαι, καὶ ἐν αὐτῷ τῷ πνεύματι τῷ ἀπὸ τῆς πηγῆς ἀναφερομένῳ ἕτερόν τινα πρεσ‐
85βύτερον χωριστὸν ἀπὸ τοῦ τόπου θεὸν ἀναφαίνει, τὸν αἴτιον καὶ τοῦ τόπου καὶ τῆς πηγῆς αὐτῆς καὶ τῆς μαντικῆς ὅλης.114
Myst
.

3

.

12

Φαίνεται δὴ οὖν καὶ ἡ τῶν χρηστηρίων μαντεία συνομολογοῦσα ταῖς ὅλαις ὑποθέσεσιν ἃς προειρήκα‐ μεν περὶ τῆς μαντικῆς. Ἀχώριστος μὲν γὰρ οὖσα τῆς φύσεως τῶν τόπων καὶ τῶν ὑποκειμένων αὐτῇ σωμά‐
5των ἡ τοιαύτη δύναμις, ἢ προϊοῦσα κατὰ κίνησιν τὴν ἀφοριζομένην ἀριθμῷ, οὐ δύναται τὰ πανταχοῦ καὶ ἀεὶ προγιγνώσκειν ὡσαύτως· ἀφειμένη δ’ ἀπόλυτος τῶν τόπων καὶ τῶν διαμεμετρημένων τοῖς ἀριθμοῖς χρόνων (ἅτε δὴ κρείττων οὖσα τῶν γιγνομένων κατὰ χρόνον
10καὶ τῶν ὑπὸ τόπου κατεχομένων) τοῖς πανταχοῦ οὖσιν ἐξ ἴσου πάρεστι, καὶ τοῖς κατὰ χρόνον φυομένοις πάν‐ τοτε ἅμα σύνεστιν, ἐν ἑνί τε συνείληφε τῶν ὅλων τὴν ἀλήθειαν διὰ τὴν χωριστὴν ἑαυτῆς καὶ ὑπερέχουσαν οὐσίαν.
15 Εἰ δὴ ταῦτα ὀρθῶς εἰρήκαμεν, ὑπ’ οὐδενὸς οὔτε τό‐ που οὔτε μεριστοῦ σώματος ἀνθρωπίνου οὔτε ψυχῆς κατεχομένης ἐν ἑνὶ εἴδει μεριστῶν περιείληπται μερισ‐ τῶς ἡ μαντικὴ τῶν θεῶν δύναμις, χωριστὴ δ’ οὖσα καὶ ἀδιαίρετος ὅλη πανταχοῦ πάρεστι τοῖς μεταλαμβάνειν
20αὐτῆς δυναμένοις, ἔξωθέν τε ἐπιλάμπει καὶ πληροῖ πάντα, δι’ ὅλων τε τῶν στοιχείων διαπεφοίτηκε, γῆν τε καὶ ἀέρα καὶ πῦρ καὶ ὕδωρ κατείληφεν, οὐδέν τε ἄμοιρον ἑαυτῆς οὔτε τῶν ζῴων οὔτε τῶν ἀπὸ φύσεως διοικουμένων ἀπολείπει, ἀλλὰ τοῖς μὲν μᾶλλον τοῖς δὲ
25ἧττον ἀφ’ ἑαυτῆς δίδωσί τινα μοῖραν προγνώσεως· αὐτὴ μέντοι πρὸ τῶν ὅλων προϋπάρχουσα αὐτῷ τῷ χωριστῷ ἑαυτῆς ἱκανὴ γέγονεν ἀποπληρῶσαι πάντα, καθ’ ὅσον ἕκαστα δύναται αὐτῆς μετέχειν.
Myst
.

3

.

13

Ἴδωμεν τοίνυν τὸ ἐντεῦθεν ἄλλο εἶδος ἰδιωτικὸν καὶ οὐ δημόσιον μαντείας, περὶ οὗ λέγεις ταῦτα· «οἱ δ’ ἐπὶ χαρακτήρων στάντες ὡς οἱ πληρούμενοι ἀπὸ εἰσκρίσεων». Τοῦτο τοίνυν διὰ τοὺς κακῶς αὐτῷ χρωμέ‐115
5νους οὐ ῥᾴδιον ἐν ἑνὶ λόγῳ περιλαβεῖν. Ἀλλὰ τὸ μὲν πρόχειρον καὶ κακῶς ἐπιπολάζον ἐν τοῖς πολλοῖς ἀν‐ θρώποις ψευδολογίᾳ τε καὶ ἀπάτῃ χρώμενον οὐκ ἀνεκτῇ, οὐδ’ ὅλως ἔχει τινὸς θεοῦ παρουσίαν, κίνησιν δέ τινα τῆς ψυχῆς ποιεῖται παρὰ τοὺς θεούς, καὶ ἀμυδράν
10τινα ἀπ’ αὐτῶν εἰδωλικὴν ἔμφασιν ἕλκει, ἥτις διὰ τὸ ἐξίτηλον τῆς δυνάμεως εἴωθεν ἐνίοτε ὑπὸ τῶν δαιμο‐ νίων φαύλων πνευμάτων ἐπιταράττεσθαι· ἡ δ’ ὄντως τῶν θεῶν τυγχάνουσα, τά τε ἄλλα εἰλικρινὴς καὶ κα‐ θαρὰ ἄτρεπτος ἀληθής, καὶ δὴ καὶ ὑπὸ τῶν ἐναντίων
15πνευμάτων ἄβατός ἐστι καὶ ἀνεμπόδιστος· ὥσπερ γὰρ ἡλίου καταλάμψαντος οὐ πέφυκε τὴν αὐγὴν ὑπομένειν τὸ σκότος, ἐξαίφνης δὲ ἀφανὲς ἄρδην καθίσταται καὶ παντελῶς ἐκ μέσων ὑποχωρεῖ καὶ ἐκποδὼν ἐξίσταται, οὕτω καὶ τῆς πάντα ἀγαθῶν πληρούσης τῶν θεῶν δυνά‐
20μεως πολλαχόθεν ἐπιλαμπούσης οὐκ ἔχει χώραν ἡ τῶν κακῶν ταραχὴ πνευμάτων, οὐδὲ δύναταί που διαφαί‐ νεσθαι, ἀλλ’ ὡς τὸ μηδὲν ἢ ἐν τῷ μὴ ὄντι κεχώρισται, οὐδαμοῦ φύσιν ἔχουσα κινεῖσθαι τῶν κρειττόνων παρ‐ όντων ἢ παρενοχλεῖν αὐτοῖς δυναμένη ἡνίκα ἂν ἐπι‐
25λάμπωσιν. Τί ποτ’ οὖν τοσοῦτον διάφορόν ἐστιν ἑκατέρου τού‐ των, οὐκ ἄλλοις χρήσομαι γνωρίσμασιν εἰς τὴν διάκρι‐ σιν αὐτῶν ἢ αὐτοῖς τοῖς παρὰ σοῦ ῥηθεῖσιν· ὅταν γὰρ εἴπῃς «οἱ ἐπὶ χαρακτήρων στάντες», οὐδὲν ἄλλο ἔοικας
30σημαίνειν ἢ τὸ αἴτιον τῶν περὶ ταῦτα κακῶν πάντων. Εἰσὶ γάρ τινες οἳ τὴν ὅλην πραγματείαν τῆς τελεσιουρ‐ γοῦ θεωρίας παριδόντες περί τε τὸν καλοῦντα καὶ περὶ
τὸν ἐπόπτην, τάξιν τε τῆς θρησκείας καὶ τὴν ὁσιωτά‐ την ἐν πολλῷ χρόνῳ τῶν πόνων ἐμμονὴν ἀτιμάσαντες,116
35θεσμούς τε καὶ ἐντυχίας καὶ τὰς ἄλλας ἁγιστείας παρ‐ ωσάμενοι, ἀποχρῶσαν νομίζουσι τὴν ἐπὶ τῶν χαρακ‐ τήρων μόνην στάσιν, καὶ ταύτην ἐν μιᾷ ὥρᾳ ποιησά‐ μενοι, εἰσκρίνειν νομίζουσί τι πνεῦμα· καίτοι τί ἂν γέ‐ νοιτο ἀπὸ τούτων καλὸν ἢ τέλειον; ἢ πῶς ἔνεστι τὴν
40ἀίδιον καὶ τῷ ὄντι τῶν θεῶν οὐσίαν ἐφημέροις ἔργοις συνάπτεσθαι ἐν ταῖς ἱεραῖς πράξεσι; διὰ ταῦτα δὴ οὖν οἱ τοιοῦτοι προπετεῖς ἄνδρες τοῦ παντὸς ἁμαρτάνου‐ σιν, οὐδ’ ἄξιον αὐτοὺς ἐν μάντεσι καταριθμεῖσθαι.
Myst
.

3

.

14

Περὶ δ’ ἄλλου γένους μαντικῆς λέγεις ταῦτα· «ἄλλοι παρακολουθοῦντες ἑαυτοῖς κατὰ τὰ ἄλλα, κατὰ τὸ φανταστικὸν θειάζουσιν, οἱ μὲν σκότος συνεργὸν λαβόντες οἱ δὲ καταπόσεις τινῶν οἱ δ’ ἐπῳδὰς καὶ συσ‐
5τάσεις· καὶ οἱ μὲν δι’ ὕδατος φαντάζονται οἱ δ’ ἐν τοίχῳ οἱ δ’ ἐν ὑπαίθρῳ ἀέρι οἱ δ’ ἐν ἡλίῳ ἢ ἄλλῳ τινὶ τῶν κατ’ οὐρανόν». Πᾶν δὴ καὶ τοῦτο ὃ λέγεις τῆς μαν‐ τείας γένος πολυειδὲς ὂν μιᾷ συνείληπται δυνάμει, ἣν ἄν τις φωτὸς ἀγωγὴν ἐπονομάσειεν. Αὕτη δή που τὸ
10περικείμενον τῇ ψυχῇ αἰθερῶδες καὶ αὐγοειδὲς ὄχημα ἐπιλάμπει θείῳ φωτί, ἐξ οὗ δὴ φαντασίαι θεῖαι κατα‐ λαμβάνουσι τὴν ἐν ἡμῖν φανταστικὴν δύναμιν, κινού‐ μεναι ὑπὸ τῆς βουλήσεως τῶν θεῶν. Ὅλη γὰρ ἡ ζωὴ τῆς ψυχῆς καὶ πᾶσαι αἱ ἐν αὐτῇ δυνάμεις ὑποκείμεναι
15τοῖς θεοῖς κινοῦνται, ὅπως ἂν 〈οἱ〉 ἡγεμόνες αὐτῆς ἐθέ‐ λωσιν. Καὶ τοῦτο διχῶς γίγνεται ἢ παρόντων τῇ ψυχῇ τῶν θεῶν ἢ προδραμόν τι εἰς αὐτὴν φῶς ἀφ’ ἑαυτῶν ἐπι‐
λαμπόντων· καθ’ ἑκάτερον δὲ τὸν τρόπον χωριστὴ καὶ117
20ἡ θεία παρουσία ἐστὶ καὶ ἡ ἔλλαμψις. Ἡ μὲν οὖν προσ‐ οχὴ καὶ διάνοια τῆς ψυχῆς παρακολουθεῖ τοῖς γιγνο‐ μένοις, ἐπειδὴ τούτων τὸ θεῖον φῶς οὐκ ἐφάπτεται· ἐπιθειάζει δὲ τὸ φανταστικόν, διότι οὐκ ἀφ’ ἑαυτοῦ, ἀπὸ δὲ τῶν θεῶν ἐγείρεται εἰς τρόπους φαντασιῶν,
25ἐξηλλαγμένης πάντῃ τῆς ἀνθρωπίνης συνηθείας. Ἐπεὶ δὲ καὶ ἢ τὸ ἐναντίον δεκτικόν ἐστι τοῦ ἐναν‐ τίου κατὰ μεταβολὴν καὶ ἔκστασιν ἀφ’ ἑαυτοῦ, ἢ τὸ συγγενὲς καὶ οἰκεῖον δι’ ὁμοιότητα, διὰ ταῦτα δὴ εἰκό‐ τως τότε μὲν σκότος συνεργὸν λαμβάνουσιν οἱ φωταγω‐
30γοῦντες, τότε δὲ ἡλίου φῶς ἢ σελήνης ἢ ὅλως τὴν ὑπαίθριον αὐγὴν συλλαμβανόμενα ἔχουσι πρὸς τὴν ἔλ‐ λαμψιν. Ἐνίοτε δὲ καὶ καταστάσεσί τινων χρῶνται, ὅσα οἰκεῖα τοῖς θεοῖς ὑπάρχει τοῖς μέλλουσιν ἐπιφέρεσθαι, ἢ καὶ
35ἐπῳδαῖς ἢ συστάσεσι, καὶ αὐταῖς οἰκείαις παρεσκευασ‐ μέναις εἴς τε τὴν παρασκευὴν τῆς ὑποδοχῆς καὶ τὴν παρουσίαν τῶν θεῶν καὶ ἐπιφάνειαν. Ἐνίοτε δ’ αὖ καὶ δι’ ὕδατος ἄγουσι τὸ φῶς, ἐπειδὴ διαφανὲς ὂν τοῦτο εὐφυῶς διάκειται πρὸς ὑποδοχὴν τοῦ φωτός. Ἄλλοτε
40δ’ εἰς τοῖχον αὐτὸ ποιοῦσιν ἐπιλάμπειν, ταῖς ἱεραῖς τῶν χαρακτήρων καταγραφαῖς προευτρεπίζοντες ἕδραν ἀρίστως εἰς τὸν τοῖχον τῷ φωτί, καὶ ἅμα ἀποστηρί‐ ζοντες αὐτὸ ἐνταῦθα ἔν τινι στερεῷ χωρίῳ, ὥστε μὴ ἐπὶ πολὺ διαχεῖσθαι.
45 Γένοιντο δ’ ἂν καὶ ἄλλοι πλείονες τρόποι τῆς τοῦ φωτὸς ἀγωγῆς· ἀλλ’ ὅμως εἰς ἓν ἀνάγονται πάντες, εἰς τὴν τῆς αὐγῆς ἔλλαμψιν, ὅπουπερ ἂν καὶ δι’ οἵων ὀργάνων ἐπιλάμπωσιν. Ἐπειδὴ τοίνυν ἔξωθέν τέ ἐστιν αὕτη καὶ μόνη τῇ βουλήσει καὶ νοήσει τῶν θεῶν ὑπ‐
Myst
.

3

.

14

(50)

ηρετοῦντα κέκτηται τὰ πάντα, τὸ δὲ μέγιστον φῶς ἔχει ἱερὸν καταυγάζον, τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ αἰθέρος τὸ δ’ ἐξ ἀέρος ἢ σελήνης ἢ καὶ ἡλίου καταλάμπον ἢ ἄλ‐ λης τινὸς οὐρανίας σφαίρας, φαίνεται ἐκ πάντων τού‐ των αὐτεξούσιος καὶ πρωτουργὸς καὶ τῶν θεῶν ἐπάξιος118
55ὁ τοιοῦτος ὢν τρόπος τῆς μαντείας.
Myst
.

3

.

15

Φέρε δὴ οὖν ἐπὶ τὸν διὰ τέχνης ἀνθρωπίνης ἐπι‐ τελούμενον τρόπον μετέλθωμεν, ὅστις στοχασμοῦ καὶ οἰήσεως πλείονος εἴληφε· λέγεις δὲ καὶ περὶ τούτου τοιαῦτα· οἱ δ’ ἤδη καὶ διὰ σπλάγχνων καὶ δι’ ὀρνίθων
5καὶ δι’ ἀστέρων τέχνην συνεστήσαντο τῆς θήρας τοῦ μέλλοντος. Εἰσὶ μὲν καὶ ἄλλαι πλείονες τέχναι τοιαῦ‐ ται, πλὴν ἀλλὰ καὶ αὗταί γε ἀποχρῶσιν ἐνδείξασθαι πᾶν τὸ τεχνικὸν εἶδος τῆς μαντικῆς. Ὡς μὲν οὖν τὸ ὅλον εἰπεῖν, σημείοις τισὶ τοῦτο θείοις χρῆται ἐκ θεῶν
10ἐπιτελουμένοις κατὰ ποικίλους τρόπους. Ἀπὸ δὲ τῶν θείων τεκμηρίων κατὰ τὴν συγγένειαν τῶν πραγμάτων πρὸς τὰ δεικνύμενα σημεῖα συμβάλλει πως ἡ τέχνη καὶ στοχάζεται τὴν μαντείαν, ἐξ εἰκότων τινῶν αὐτὴν συλλογιζομένη. Τὰ μὲν οὖν σημεῖα οἱ θεοὶ ποιοῦσι διὰ
15τῆς φύσεως τῆς δουλευούσης αὐτοῖς πρὸς τὴν γένεσιν, τῆς τε κοινῆς καὶ τῆς ἰδίας ἑκάστων, ἢ διὰ τῶν γενε‐ σιουργῶν δαιμόνων οἵτινες τοῖς στοιχείοις τοῦ παντὸς καὶ τοῖς μερικοῖς σώμασι ζῴοις τε καὶ τοῖς ἐν τῷ κόσ‐ μῳ πᾶσιν ἐπιβεβηκότες ἄγουσι τὰ φαινόμενα μετὰ
20ῥᾳστώνης ὅπῃπερ ἂν δοκῇ τοῖς θεοῖς. Συμβολικῶς δὲ τὴν γνώμην τοῦ θεοῦ ἐμφαίνουσι, καὶ τὴν τοῦ μέλλον‐ τος προδήλωσιν καθ’ Ἡράκλειτον οὔτε λέγοντες οὔτε κρύπτοντες ἀλλὰ σημαίνοντες, ἐπειδὴ τῆς δημιουργίας τὸν τρόπον ἀποτυποῦσι καὶ διὰ τῆς προδηλώσεως. Καθ‐
25άπερ οὖν δι’ εἰκόνων γεννῶσι πάντα, καὶ σημαίνουσιν ὡσαύτως [καὶ] διὰ συνθημάτων· ἴσως δὲ καὶ τὴν ἡμετέ‐ ραν σύνθεσιν ἀπὸ τῆς αὐτῆς ἀφορμῆς εἰς ὀξύτητα πλείονα ἀνακινοῦσιν.119
Myst
.

3

.

16

Ταυτὶ μὲν οὖν κοινῶς ἡμῖν περὶ τῆς ὅλης ἀνθρω‐ πίνης τοιαύτης τέχνης διωρίσθω· κατ’ ἰδίαν δὲ τὰ μὲν σπλάγχνα ἥ τε ψυχὴ τῶν ζῴων καὶ ὁ ἐφεστηκὼς αὐ‐ τοῖς δαίμων καὶ ὁ ἀὴρ ἥ τε κίνησις τοῦ ἀέρος καὶ ἡ
5τοῦ περιέχοντος περιφορὰ μεταβάλλει ποικίλως ὅπῃ‐ περ ἂν ἀρέσκῃ τοῖς θεοῖς. Σημεῖον δὲ τὸ πολλάκις εὑρίσκεσθαι αὐτὰ ἀκάρδια ἢ ἄλλως ἄμοιρα τῶν κυριω‐ τάτων μερῶν ὧν ἀπεστερημένα οὐχ οἷά τε ἦν ὅλως τοῖς ζῴοις παρέχειν τὸ ζῆν. Τοὺς δ’ ὄρνιθας κινεῖ μὲν
10καὶ ἡ τῆς ἰδίας ψυχῆς ὁρμή, κινεῖ δὲ καὶ ὁ τῶν ζῴων ἔφορος δαίμων, ἤδη δὲ καὶ ἡ τοῦ ἀέρος τροπὴ καὶ ἡ καθήκουσα ἀπὸ τοῦ οὐρανοῦ δύναμις εἰς τὸν ἀέρα· πάντα συμφωνοῦντα τοῖς βουλήμασι τῶν θεῶν ἄγει αὐ‐ τὰς ὁμολογουμένως οἷς οἱ θεοὶ κατ’ ἀρχὰς ἐπιτάττου‐
15σιν. Σημεῖον δὲ καὶ τούτου μέγιστον· οὐ γὰρ τῶν κατὰ φύσιν τινὶ προσέοικε πράγματι τὸ ἀπορρήσσειν τοὺς ὄρνιθας αὐτοὺς ἑαυτοὺς καὶ ἀναιρεῖν πολλάκις· ἀλλ’ ὑπερφυὲς δή τι τὸ ἔργον ἐστὶ τοῦτο, ὡς ἑτέρου τινὸς ὄντος τοῦ διὰ τῶν ὀρνίθων ταῦτα ἀπεργαζομένου.
20 Ἀλλὰ μὴν αἵ γε τῶν ἄστρων φοραὶ πλησιάζουσι μὲν ταῖς κατ’ οὐρανὸν ἀιδίοις περιφοραῖς, οὐ τόπῳ μόνον ἀλλὰ καὶ ταῖς δυνάμεσι καὶ ταῖς τοῦ φωτὸς διαδρο‐ μαῖς· κινοῦνται δὲ ὅπῃπερ ἂν οἱ κατ’ οὐρανὸν θεοὶ κε‐ λεύωσιν. Τὸ γὰρ εὐαγέστατον καὶ ἄκρον τοῦ ἀέρος,
25ἐπιτηδείως ἔχον ἐξάπτεσθαι εἰς πῦρ, ἅμα τε ἐπινεύουσιν οἱ θεοὶ καὶ εὐθὺς ἀνακαίεται. Ἐὰν δέ τις καὶ νομίζῃ τῶν οὐρανίων τινὰς ἀπορροίας ἐνδίδοσθαι εἰς τὸν ἀέρα,
καὶ οὗτος οὐκ ἀλλότρια δοξάσει τῶν δρωμένων ἐν τῇ θείᾳ τέχνῃ πολλάκις. Καὶ ἡ ἕνωσις δὲ καὶ ἡ συμπάθεια120
30τοῦ παντὸς καὶ ἡ ὡς ἐφ’ ἑνὸς ζῴου συγκίνησις τῶν πορρωτάτω μερῶν ὡς ἐγγὺς ὄντων, τὴν τῶν σημείων τούτων πομπὴν ἐκ θεῶν ἀνθρώποις καταπέμπει, διὰ τοῦ οὐρανοῦ μὲν πρώτως ἔπειτα διὰ τοῦ ἀέρος ἐκφαινομέ‐ νην τοῖς ἀνθρώποις ὡς οἷόν τε μάλιστα λαμπρότατα.
35 Δῆλον δὴ οὖν διὰ πάντων τῶν εἰρημένων καὶ τοῦτο γέγονεν, ὡς ὀργάνοις μέσοις πολλοῖς οἱ θεοὶ χρώμενοι τὰ σημεῖα τοῖς ἀνθρώποις ἐπιπέμπουσι, δαιμόνων τε ὑπηρεσίαις καὶ ψυχῶν καὶ τῆς φύσεως ὅλης χρώμενοι πᾶσί τε τοῖς περὶ τὸν κόσμον ἐκείνοις ἀκολουθοῦσι,
40κατὰ μίαν ἀρχὴν ἐξηγούμενοι καὶ ἀνιέντες τὴν ἀπ’ αὐ‐ τῶν κατιοῦσαν κίνησιν, ὅπῃπερ ἂν ἐθέλωσιν. Αὐτοὶ δὴ οὖν χωριστοὶ πάντων καὶ ἀπολελυμένοι τῆς σχέσεως καὶ συντάξεως τῆς πρὸς τὴν γένεσιν ἄγουσι πάντα ἐν τῇ γενέσει καὶ φύσει κατὰ τὴν οἰκείαν βούλησιν. Ἥκει
45δὴ οὖν εἰς ταὐτὸ τῷ τῆς δημιουργίας καὶ προνοίας τῶν θεῶν λόγῳ καὶ ὁ περὶ τῆς μαντικῆς ἀπολογισμός. Οὐ γὰρ καθέλκει οὐδὲ οὗτος ἐπὶ τὰ τῇδε καὶ πρὸς ἡμᾶς τὸν τῶν κρειττόνων νοῦν, μένοντος δ’ αὐτοῦ ἐν αὑτῷ τά τε σημεῖα καὶ τὴν μαντείαν ὅλην πρὸς αὐτὸν
Myst
.

3

.

16

(50)

ἐπιστρέφει καὶ ἀπ’ αὐτοῦ προϊόντα αὐτὰ ἀνευρίσκει.
Myst
.

3

.

17

Ζητεῖς δὲ τὸ λοιπὸν περὶ τοῦ τρόπου τῆς μαν‐ τείας τίς τέ ἐστι καὶ ὁποῖος, ὃν ἤδη μὲν ἡμεῖς κοινῇ τε καὶ κατ’ ἰδίαν ἐξηγησάμεθα, σὺ δὲ πρῶτον μὲν ἀπο‐ φαίνῃ γνώμην τῶν μάντεων, ὡς πάντες διὰ θεῶν ἢ δαι‐
5μόνων φασὶ τοῦ μέλλοντος τυγχάνειν τῆς προγνώσεως, οὐδὲ οἷόν τε ἄλλους εἰδέναι αὐτὸ ἢ μόνους τοὺς τῶν ἐσομένων κυρίους. Ἔπειτα ἀπορεῖς εἰ ἄχρι τοσούτου
κατάγεται εἰς ὑπηρεσίαν ἀνθρώπων τὸ θεῖον ὡς μὴ ὀκνεῖν τινας καὶ ἀλφιτομάντεις εἶναι. Τὸ δὲ οὐ καλῶς121
10ὑπολαμβάνεις, τὴν περιουσίαν τῆς δυνάμεως τῶν θεῶν καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα καὶ τὴν πάντα πε‐ ριέχουσαν αἰτίαν κηδεμονίαν τε ἡμῶν καὶ προστασίαν ὑπηρεσίαν ἐπονομάζων. Καὶ ἔτι ἀγνοεῖς τὸν τρόπον τῆς ἐνεργείας, ὥστε οὐ καθέλκεται οὔτε ἐπιστρέφεται οὗ‐
15τος εἰς ἡμᾶς, χωριστὸς δὲ προηγεῖται καὶ δίδωσι μὲν τοῖς μετέχουσιν ἑαυτόν, αὐτὸς δὲ οὔτε ἐξίσταται ἀφ’ ἑαυτοῦ οὔτε ἐλάττων γίγνεται οὔθ’ ὑπηρετεῖ τοῖς μετ‐ έχουσιν, ἀλλὰ τοὐναντίον πᾶσιν ὑπηρετοῦσι προσ‐ χρῆται.
20 Δοκεῖ δέ μοι καὶ ἄλλο διαμαρτάνειν ἡ παροῦσα ἐπί‐ στασις· ὡς γὰρ ἐπ’ ἀνθρώπων ὑποθεμένη τῶν θεῶν τὰ ἔργα, οὕτω διαμφισβητεῖ περὶ αὐτῶν πῶς γίγνεται. Διότι γὰρ ἡμεῖς ἐπιστρεφόμενοι καὶ τοῖς πάθεσιν ἐνίοτε προσκείμενοι τοῖς διοικουμένοις ἐπιμελούμεθα αὐτῶν,
25διὰ τοῦτο κακῶς εἰκάζει καὶ τὴν τῶν θεῶν δύναμιν ὑπ‐ ηρετικὴν εἶναι τοῖς ὑπ’ αὐτῶν κατευθυνομένοις· ἡ δ’ οὔτε ἐν τῇ ποιήσει τῶν κόσμων οὔτε ἐν τῇ προνοίᾳ τῆς γενέσεως οὔτε ἐν τῇ περὶ αὐτῆς μαντείᾳ καθέλκεταί ποτε εἰς τὰ μετέχοντα, ἀλλὰ μεταδίδωσι μὲν πᾶσι τῶν
30ἀγαθῶν καὶ παραπλήσια πρὸς ἑαυτὴν τὰ ὅλα ἀπεργά‐ ζεται, ὠφελεῖ τε τὰ διοικούμενα ἀφθόνως, μένει δὲ ὡς πολὺ μᾶλλον ἐφ’ ἑαυτῆς τοσούτῳ μᾶλλον τῆς οἰκείας τελειότητος πεπλήρωται. Καὶ αὕτη μὲν οὐ γίγνεται τῶν μετεχόντων, τὰ δὲ μεταλαμβάνοντα ἴδια ἑαυτῆς ἀπερ‐
35γάζεται καὶ σώζει μὲν αὐτὰ παντελῶς, μένει δὲ ἐν ἑαυτῇ τελεία καὶ συλλαμβάνει μὲν αὐτὰ ἅμα ἐν ἑαυτῇ, ὑπ’ οὐδενός γε μὴν ἐκείνων οὔτε κρατεῖται οὔτε πε‐ ριέχεται.
Μάτην οὖν ἡ τοιαύτη ὑπόνοια παρενοχλεῖ τοῖς ἀν‐122
40θρώποις. Οὐδὲ γὰρ μερίζεται ὁ θεὸς παρὰ τοὺς διῃρημέ‐ νους τρόπους τῆς μαντείας, ἀλλ’ ἀμερίστως ἅπαντας ἀπεργάζεται· οὐδὲ κατὰ χρόνον διῃρημένως ἄλλοτε ἄλλους ἐπιτελεῖ, ἀλλ’ ἀθρόως καὶ ἅμα δημιουργεῖ πάν‐ τας κατὰ μίαν ἐπιβολήν· οὐδὲ περὶ τὰ σημεῖα κατ‐
45έχεται περιειλημμένος ἐν αὐτοῖς ἢ διωρισμένος, ἀλλ’ ἐν ἑαυτῷ καὶ τὰ σημεῖα συνέχει, συνείληφέ τε αὐτὰ ἐν ἑνὶ καὶ προάγει κατὰ μίαν βούλησιν ἀφ’ ἑαυτοῦ. Εἰ δὲ καὶ ἄχρι τῶν ἀψύχων οἷον ψηφιδίων ἢ ῥάβδων ἢ ξύλων τινῶν ἢ λίθων ἢ πυρῶν ἢ ἀλφίτων διήκει τῇ
Myst
.

3

.

17

(50)

προδηλώσει, αὐτὸ τοῦτο καὶ τὸ θαυμασιώτατόν ἐστι τῆς θείας μαντικῆς προσημασίας, διότι καὶ τοῖς ἀψύ‐ χοις ψυχὴν καὶ τοῖς ἀκινήτοις κίνησιν ἐνδίδωσι, ποιεῖ τε πάντα σαφῆ καὶ γνώριμα καὶ λόγου μετέχοντα καὶ ἀφωρισμένα τοῖς τῆς νοήσεως μέτροις, καίτοι μηδένα
55λόγον ἔχοντα ἀφ’ ἑαυτῶν. Καὶ ἄλλο δή τί μοι δοκεῖ δαιμόνιόν τι θαῦμα ὁ θεὸς ἐν τούτοις διασημαίνει. Ὥσπερ γὰρ ἐνίοτε τῶν εὐηθικῶν τινα ἀνθρώπων ποιεῖ σοφίας μέτα λόγους ἀποφθέγγεσθαι, δι’ οὗ πᾶσι κατά‐ δηλον γίγνεται, ὡς οὐκ ἀνθρώπειόν τι, θεῖον δὲ τὸ ἔργον
60ἐστὶ τὸ γεγονός, οὑτωσὶ διὰ τῶν ἀπεστερημένων γνώ‐ σεως τὰ πάσης γνώσεως προέχοντα νοήματα ἀποκα‐ λύπτει· κἀκεῖνο ἅμα ἀναφαίνει τοῖς ἀνθρώποις ὡς πίσ‐ τεως ἄξια ὑπάρχει τὰ δεικνύμενα σημεῖα, καὶ ὅτι κρείτ‐ τονά ἐστι τῆς φύσεως καὶ ἐξῃρημένος ἀπ’ αὐτῆς ὁ θεός·
65οὕτω τὰ ἐν τῇ φύσει ἄγνωστα γνωστὰ ποιεῖ καὶ τὰ μὴ γιγνώσκοντα γιγνώσκοντα, ἡμῖν τε δι’ αὐτῶν ἐντίθησι φρόνησιν, καὶ δι’ ὅλων τῶν ὄντων ἐν τῷ κόσμῳ κινεῖ τὸν νοῦν ἡμῶν ἐπὶ τὴν ἀλήθειαν τῶν τε ὄντων καὶ γεγονό‐ των καὶ ἐσομένων.
70 Οἶμαι δὴ οὖν καὶ ἀπὸ τούτων τὸν τρόπον τῆς μαντι‐ κῆς γεγονέναι καταφανῆ, παντελῶς ὑπενάντιον ὄντα οἷς ὑφορᾷ σὺ καὶ ὑποπτεύεις. Ἡγεμονικὸς γάρ ἐστι καὶ πρωτουργὸς αὐτεξούσιός τε καὶ ὑπερέχων συνει‐ ληφώς τε ἐν ἑαυτῷ τὰ ὅλα ἀλλ’ οὐκ αὐτὸς περιεχόμενος123
75ὑπό τινων οὐδὲ διειργόμενος ὑπὸ τῶν μεταλαμβανόν‐ των, ἀλλ’ αὐτὸς ἀθρόως καὶ ἀδιορίστως πᾶσιν ἐπιβεβη‐ κὼς καὶ ἐνεξουσιάζων, ἀδιορίστῳ δὲ δυνάμει ἐπικρατῶν τὰ ὅλα καὶ διασημαίνων ἀθρόως. Ἀφ’ ὧν δὴ διαλύσεις ῥᾳδίως τὰς ἰδιωτικὰς ταύτας καὶ παρενοχλούσας τοῖς
80πολλοῖς ἀνθρώποις ἀπορίας, ἐπὶ δὲ τὴν νοερὰν καὶ θείαν καὶ ἄψευστον ἀπὸ πάντων προσημασίαν τῶν θεῶν ἑαυτὸν ἐπανάξεις δεόντως.
Myst
.

3

.

18

Ὅτι μὲν οὖν οὐ κατάγεται τὸ θεῖον εἰς τὰ ση‐ μεῖα τῆς μαντικῆς διὰ τούτων ἠγωνισάμεθα· δέχεται δ’ ἡμᾶς ἀγὼν ἐξ ἀγῶνος ἕτερος, οὐκ ἐλάττων τοῦ ἤδη προανυσθέντος, ὃν ἐπάγεις εὐθὺς περὶ τῶν αἰτίων τῆς
5μαντικῆς, εἰ θεὸς ἢ ἄγγελος ἢ δαίμων ἢ ὁστισοῦν πάρ‐ εστι ταῖς ἐπιφανείαις ἢ μαντείαις ἢ ταῖς ὁποιαισοῦν ἱεραῖς ἐνεργείαις. Πρὸς δὴ τοῦτο ἁπλοῦς ἐστιν ὁ παρ’ ἡμῶν λόγος, ὡς οὐχ οἷόν τε τῶν θείων ἔργων δρᾶσθαι ἱεροπρεπῶς ἄνευ τοῦ παρεῖναί τινα τῶν κρειττόνων ἔφο‐
10ρον καὶ ἀποπληρωτὴν τῆς ἱερᾶς ἐνεργείας· ἀλλ’ ὅπου μὲν τέλεια τὰ κατορθώματά ἐστι καὶ αὐταρκῆ καὶ ἀνεν‐ δεῆ, θεοὶ τούτων εἰσὶν ἡγεμόνες, ὅπου δὲ μέσα καὶ βραχύ τι τῶν ἄκρων ἀπολειπόμενα ἀγγέλους ἔχει τοὺς ἐπιτελοῦντας αὐτὰ καὶ ἀποδεικνύοντας, τὰ δ’ ἔσχατα
15δαίμοσι διαπράττεσθαι ἀπονενέμηται· πάντα γε μὴν ἑνί γέ τινι τῶν κρειττόνων ἐπιτέτραπται τῶν θεοπρεπῶν πράξεων ἡ κατόρθωσις· ἐπεὶ οὐδὲ λόγον περὶ θεῶν ἄνευ
θεῶν λαβεῖν δυνατόν, μήτοι γε δὴ ἰσόθεα ἔργα καὶ πᾶσαν πρόγνωσιν ἄνευ θεῶν τις ἂν ἐπιτηδεύσειεν. Τὸ124
20γὰρ ἀνθρώπειον φῦλον ἀσθενές ἐστι καὶ σμικρόν, βλέ‐ πει τε ἐπὶ βραχύ, σύμφυτόν τε οὐδένειαν κέκτηται· μία δ’ ἐστὶν ἐν αὐτῷ τῆς ἐνυπαρχούσης πλάνης καὶ ταραχῆς καὶ τῆς ἀστάτου μεταβολῆς ἰατρεία, εἴ τινα μετουσίαν θείου φωτὸς κατὰ τὸ δυνατὸν μεταλάβοι· ὁ
25δὲ ταύτην ἀποκλείων ταὐτὸν ποιεῖ τοῖς ἐξ ἀψύχων ψυ‐ χὴν παράγουσιν ἢ τοῖς ἀπὸ τῶν ἀνοήτων νοῦν ἀπο‐ γεννῶσι· καὶ γὰρ αὐτὸς ἀπὸ τῶν μὴ θείων τὰ θεῖα ἔργα ἀναιτίως ὑφίστησιν. Τὸ μὲν οὖν θεὸν ἢ δαίμονα ἢ ἄγγελον εἶναι τὸν ἀπο‐
30τελοῦντα τὰ κρείττονα ἔργα συγχωρήσειεν ἄν τις· οὐ μὴν ἔτι γε δίδομεν ὃ σὺ προσέρριψας ὡς ὁμολογού‐ μενον, ὅτι δι’ ἡμῶν ἑλκόμενος ἀνάγκαις ταῖς τῆς κλή‐ σεως ταῦτα ἐπιτελεῖ. Κρείττων γὰρ ἀνάγκης ἐστὶν ὁ θεὸς καὶ πᾶς ὁ συναπτόμενος αὐτῷ τῶν κρειττόνων
35χορός, οὐ τῆς ἐξ ἀνθρώπων ἐπαγομένης μόνον, ἀλλὰ καὶ ὅση τὸν κόσμον κατείληφεν· διότι δὴ τὴν ἄυλον φύσιν καὶ μηδεμίαν παραδεχομένην ἐπίκτητον τάξιν οὐκ ἔνεστι δουλεύειν οὐδεμιᾷ ἀλλαχόθεν ἐπεισιούσῃ ἀνάγκῃ. Εἶτα μέντοι καὶ ἡ κλῆσις καὶ τὰ δρώμενα ὑπὸ τοῦ
40ἐπιστήμονος τῇ ἐξομοιώσει καὶ τῇ οἰκειώσει προστρέχει τοῖς κρείττοσιν αὐτὰ καὶ συνάπτεται, ἀλλ’ οὐχὶ διὰ βίας ἀπεργάζεται τὴν ἑαυτῶν ἐνέργειαν. Οὐ τοίνυν, ὡς σὺ νενόμικας, παθόντος τοῦ ἐπιστή‐ μονος θεουργοῦ τὰ γιγνόμενα ὁρᾶται εἰς τοὺς θεσ‐
45πίζοντας, οὐδὲ πάθους προηγησαμένου εἰς τὸν χρησ‐ μῳδοῦντα διὰ τῆς ἀνάγκης οὕτως ἐπιτελεῖται ἡ μαν‐ τεία· ἀλλότρια γὰρ ταῦτα τῆς τῶν κρειττόνων οὐσίας καὶ πρὸς ἄλλα ἀνάρμοστα ὑπάρχει.
Myst
.

3

.

19

Ἀλλ’ οὐδὲ ὡς ὄργανόν τι μέσον ἐστὶ τὸ τῶν κρειτ‐ τόνων αἴτιον καὶ δρᾷ διὰ τοῦ θεσπίζοντος ὁ καλῶν. Καὶ γὰρ ταῦτα ἀνόσιον φθέγγεσθαι· πολὺ γὰρ τοῦδε μᾶλ‐ λόν ἐστιν ἀληθὲς ἐκεῖνο ὡς θεὸς μὲν πάντα ἐστὶ καὶ125
5πάντα δύναται καὶ πάντα πεπλήρωκεν ἑαυτοῦ, καὶ μόνος σπουδῆς ἀξιολόγου καὶ τιμῆς μακαρίας ἐστὶν ἄξιος· τὸ δ’ ἀνθρώπειον αἰσχρὸν καὶ ἐν οὐδενὸς μέρει καὶ παίγ‐ νιόν ἐστι πρὸς τὸ θεῖον παραβαλλόμενον. Γελῶ δ’ ἔγωγε καὶ τοῦτο ἀκούων, ὡς αὐτόματός τισιν ὁ θεὸς πάρεστιν
10ἤτοι διὰ γενέσεως περίοδον ἢ δι’ ἄλλας αἰτίας. Οὐ γὰρ ἔτ’ ἔσται τὸ ἀγέννητον τὸ κρεῖττον, εἰ ἡ περίοδος αὐτὸ ἄγει τῆς γενέσεως, οὐδὲ πρώτως αἴτιον τῶν ὅλων, εἰ κατ’ ἄλλας αἰτίας καὶ αὐτό τισι συντάττεται. Ταῦτα μὲν οὖν ἀνάξια καὶ τῆς περὶ θεῶν ἐννοίας ὑπάρχει καὶ
15τῶν ἐν τῇ θεουργίᾳ γιγνομένων ἔργων ἀλλότρια· πέ‐ πονθε δὲ ἡ τοιαύτη ζήτησις ταὐτὸν ὅπερ καὶ περὶ τῆς δημιουργίας τοῦ παντὸς καὶ τῆς προνοίας οἱ πολλοὶ πάσχουσιν· μὴ δυνάμενοι γὰρ μαθεῖν ὅστις ὁ τρόπος αὐτῶν, τάς τε ἀνθρώπων φροντίδας καὶ τοὺς λογισμοὺς
20ἐπὶ τῶν θεῶν ἀποκρίνοντες, καὶ τὸ ὅλον ἀναιροῦσιν ἐπ’ αὐτῶν τὴν πρόνοιάν τε καὶ δημιουργίαν. Ὥσπερ οὖν πρὸς τούτους ἀπαντᾶν εἰώθαμεν ὡς ἄλλος τις τρόπος ἐστὶν ὁ θεῖος τῆς ποιήσεως καὶ κηδεμονίας, οὗ δὴ δι’ ἄγνοιαν οὐ χρὴ τὸ πᾶν ἀποδοκιμάζειν ὡς οὐδὲ τὴν ἀρ‐
25χὴν ὑφεστήκοι, οὕτω καὶ πρὸς σὲ ἄν τις δικαιολογή‐ σαιτο ὡς πρόγνωσις πᾶσα καὶ ἔργων ἀιδίων πρᾶξις θεῶν μέν ἐστιν ἔργα, οὔτε δὲ δι’ ἀνάγκης οὔτε δι’ ἄλλας ἀνθρωπίνας αἰτίας ἐπιτελεῖται, ἀλλὰ διὰ τοιαύτας
ὁποίας οἱ θεοὶ μόνοι γιγνώσκουσιν.126
Myst
.

3

.

20

Ἆρ’ οὖν ἐφέμενοι τούτων εὐλόγως ἂν τὴν δευ‐ τέραν παρὰ σοὶ τιθεμένην αἰτιολογίαν περὶ τῶν αὐτῶν ἀποδεξαίμεθα ὡς ἡ ψυχὴ ταῦτα λέγει τε καὶ φαντά‐ ζεται, καὶ ἔστι ταύτης πάθη ἐκ μικρῶν αἰθυγμάτων
5ἐγειρόμενα; ἀλλ’ οὔτε ἔχει φύσιν ταῦτα οὔτε ὁ λόγος αἱρεῖ ὡδὶ ὑπολαμβάνειν· πᾶν μὲν γὰρ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς γίγνεται, καὶ τὸ συγγενὲς ὑπὸ τοῦ συγγε‐ νοῦς ἀποτελεῖται, τὸ δὲ θεῖον ἔργον οὔτε αὐτόματόν ἐστιν (ἀναίτιον γὰρ τὸ τοιοῦτον καὶ οὐ πάντως τεταγ‐
10μένον), οὔτε ἀπ’ ἀνθρωπίνης αἰτίας ἀπογεννᾶται· ἀλ‐ λότριον γὰρ καὶ τοῦτο καὶ ὑποδεέστερον, τὸ δὲ τελειό‐ τερον ὑπὸ τοῦ ἀτελοῦς οὐκ ἔχει δύναμιν παράγεσθαι. Πάντα ἄρα ἀπὸ θείας αἰτίας ἀποβλαστάνει τὰ προσ‐ όμοια αὐτῇ ἔργα φυόμενα. Ἡ γὰρ ἀνθρωπίνη ψυχὴ
15κατέχεται ὑφ’ ἑνὸς εἴδους καὶ ὑπὸ τοῦ σώματος παντα‐ χόθεν ἐπισκοτεῖται· ὅπερ εἴτε Ἀμέλητα ποταμὸν εἴτε Λήθης ὕδωρ εἴτε ἄγνοιαν καὶ παραφροσύνην εἴτε διὰ παθῶν δεσμὸν εἴτε ζωῆς στέρησιν εἴτε ἄλλο τι τῶν κακῶν ἐπονομάσειεν, οὐκ ἄν τις ἐπαξίως εὕροι τὴν ἀτο‐
20πίαν αὐτοῦ προσονομάσαι. Πότε οὖν ὑπὸ τοιούτου εἱργ‐ μοῦ κατεχομένη ἱκανή ποτε ἂν γένοιτο πρὸς τὴν τοιαύτην ἐνέργειαν, οὐκ ἔστιν οὐδαμῶς τοῦτο εὔλογον ὑπολαμβάνειν. Εἰ γάρ πού τι καὶ δοκοῦμεν εἶναι δυνατοὶ ποιεῖν τῷ
25μετέχειν καὶ καταλάμπεσθαι ὑπὸ τῶν θεῶν, τούτῳ μόνῳ καὶ τῆς θείας ἐνεργείας ἀπολαύομεν. Διὰ τοῦτο οὐχ ἡ τὴν οἰκείαν ἔχουσα ἀρετὴν καὶ φρόνησιν ψυχή, αὕτη καὶ τῶν θείων ἔργων μετέχει· καίτοι εἰ ψυχῆς ἦν τὰ τοιαῦτα ἔργα, ἢ πᾶσα ἂν αὐτὰ ψυχὴ ἀπειργάζετο, ἢ
30μόνη ἡ τὴν οἰκείαν ἔχουσα τελειότητα· νῦν δὲ οὐδε‐
τέρα αὐτῶν ἱκανῶς εἰς τοῦτο παρεσκεύασται· ἀλλὰ καὶ ἡ τελεία ὡς πρὸς τὴν θείαν ἐνέργειάν ἐστιν ἀτελής. Ἄλλη ἄρα ἡ θεουργός ἐστιν ἐνέργεια, καὶ παρὰ μόνων θεῶν ἡ τῶν θείων ἔργων ἐνδίδοται κατόρθωσις, ἐπεὶ οὐδ’127
35ἐχρῆν ὅλως τῇ θεραπείᾳ τῶν θεῶν χρῆσθαι, ἀλλὰ τούτῳ γε τῷ λόγῳ ἄνευ τῆς θρησκείας παρ’ ἑαυτῶν ἂν ἡμῖν ὑπῆρξε τὰ θεῖα ἀγαθά. Εἰ δὲ ταῦτα μανιώδη τὰ δοξάσ‐ ματά ἐστι καὶ ἀνόητα, ἀφίστασθαι χρὴ καὶ τῆς τοιαύ‐ της ὑπονοίας, ὡς αἰτίαν παρεχομένης ἀξιόλογον πρὸς
40τὴν τῶν θείων ἔργων ἀποπλήρωσιν.
Myst
.

3

.

21

Μήποτε οὖν ὃ τρίτον προσέθηκάς ἐστιν ἀλη‐ θέστερον, ὡς ἄρα μικτόν τι γίγνεται ὑποστάσεως εἶδος ἐξ ἡμῶν τε τῆς ψυχῆς καὶ ἔξωθεν θείας ἐπιπνοίας. Ὅρα δὴ οὖν αὐτὸ ἀκριβέστερον, μή ποι λάθωμεν παρ’ αὐ‐
5τοῦ παραποδισθέντες καὶ τῆς ἐν αὐτῷ φαινομένης εὐ‐ πρεπείας. Εἰ γὰρ πού τι ἐκ δυοῖν ἓν ἀποτελοῖτο, ὁμοει‐ δὲς τοῦτο καὶ ὁμοφυὲς πᾶν ἐστι καὶ ὁμοούσιον· οὕτω τὰ στοιχεῖα συνερχόμενα εἰς ταὐτὸ ἐκ πολλῶν ἕν τι ἀπεργάζεται, καὶ ψυχαὶ πλείονες εἰς ψυχὴν μίαν τὴν
10ὅλην συμμίγνυνται. Οὐ μέντοι τὸ παντελῶς ἐξῃρημένον πρὸς τὸ ἐκβεβηκὸς ἑαυτοῦ γένοιτο ἄν ποτε ἕν, οὐδὲ ψυχὴ τοίνυν μετὰ τῆς θείας ἐπιπνοίας ἕν τι ποιεῖ ὑπο‐ στάσεως εἶδος. Εἰ γὰρ ἄμικτόν ἐστι τὸ θεῖον, οὐδ’ ἡ ψυχὴ πρὸς αὐτὸ συμμίγνυται· καὶ εἰ ἀμετάβλητον
15ὑπάρχει, οὐκ ἂν ἐκ τῆς συγκράσεως εἰς τὸ κοινὸν ἀπὸ τοῦ ἁπλοῦ μεταβληθείη. Πρότερον μὲν οὖν μικρὰ αἰθύγματα ἀνεγείρειν ἐνόμι‐ ζόν τινες καὶ θεῖα ἐν ἡμῖν εἴδη, ἅπερ, εἴτε φυσικὰ εἴτε
ἄλλως ὁπωσοῦν ἦν σωματοειδῆ, ἀδύνατα δήπουθεν ἦν128
20ἐκ τῶν τυχόντων εἰς τὰ θεῖα μεθίστασθαι· ἐν δὴ τῷ παρόντι τὴν ψυχὴν ἀποφαίνονται συναιτίαν τῆς θείας συγκράσεως, καὶ δῆλον ὅτι ἰσάξιος γίγνεται τοῖς θεοῖς, δίδωσί τε αὐτοῖς τι μόριον καὶ ἐν τῷ μέρει δέχεται ἀπ’ ἐκείνων, μέτρα τε τοῖς κρείττοσιν ἐπιθήσει καὶ αὐτὴ
25ἀπ’ ἐκείνων ὁρισθήσεται· ὃ δὲ δεινότατον ὧν λέγουσί τινες, ὅτι καὶ ἐν στοιχείων τάξει οἱ θεοὶ προηγούμενοι ἐνυπάρξουσι τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, καὶ ἔσ‐ ται τι παραγόμενον ἀπὸ χρόνου καὶ τῆς κατὰ χρόνον συμμίξεως ὃ περιέχει τοὺς θεοὺς ἐν ἑαυτῷ. Τί δὲ δὴ
30καὶ ἔστι τοῦτο τὸ σύμμικτον τῆς ὑποστάσεως εἶδος; εἰ μὲν γὰρ τὸ συναμφότερον, οὐκ ἔσται ἓν ἐκ δυοῖν ἀλλὰ σύνθετόν τι καὶ συμπεφορημένον ἀπὸ τῶν δύο· εἰ δ’ ὡς ἕτερον ἀμφοῖν, μετάβλητα ἔσται τὰ ἀίδια, καὶ τὰ θεῖα τῶν ἐν τῇ γενέσει φυσικῶν οὐδὲν διοίσει· καὶ
35τὸ γιγνόμενον ἄτοπον μὲν ἔσται ἀίδιον φυόμενον διὰ γενέσεως, ἀτοπώτερον δέ τι διαλυθήσεται ἐξ ἀιδίων ὑφεστηκός. Οὐδαμῶς ἄρα οὐδὲ ἡ τοιαύτη δόξα περὶ τῆς μαντείας ἔχει τινὰ λόγον. Νοήσωμεν δ’ ἔτι καὶ τὴν παράδοξον ταύτην ὑπόληψιν, εἴτε μίαν τις αὐτὴν θείη
40εἴτε δύο.
Myst
.

3

.

22

Λέγεις τοίνυν ὡς ἡ ψυχὴ γεννᾷ δύναμιν φαντασ‐ τικὴν τοῦ μέλλοντος διὰ τοιούτων κινημάτων, ἢ τὰ προσ‐ αγόμενα ἀπὸ τῆς ὕλης ὑφίστησι διὰ τῶν ἐνουσῶν δυνά‐ μεων δαίμονας, καὶ μάλιστα ἡ ἀπὸ τῶν ζῴων εἰλημμένη.
5Δοκεῖ δέ μοι ταῦτα δεινὴν παρανομίαν ἐμφαίνειν εἰς ὅλην τὴν θεολογίαν τε καὶ τὴν θεουργικὴν ἐνέργειαν· ἓν
μὲν γὰρ ἄτοπον πρῶτον καταφαίνεται, εἰ γεννητοί εἰσι καὶ φθαρτοὶ οἱ δαίμονες· ἕτερον δὲ τούτου δεινότερον, εἰ ἀπὸ τῶν ὑστέρων ἑαυτῶν παράγονται πρότεροι αὐτῶν129
10ὄντες· ψυχῆς γὰρ δήπου καὶ τῶν περὶ τοῖς σώμασι δυνά‐ μεων προϋφεστήκασιν οἱ δαίμονες. Πρὸς τούτοις πῶς δύ‐ ναται τὰ τῆς μεριστῆς ψυχῆς ἐν σώματι κατεχομένης ἐνεργήματα εἰς οὐσίαν καθίστασθαι, καὶ ταῦτα χωριστὰ εἶναι ἔξω τῆς ψυχῆς καθ’ ἑαυτά; ἢ πῶς αἱ περὶ τοῖς
15σώμασι δυνάμεις ἀφίστανται τῶν σωμάτων, καίτοι ἐν τοῖς σώμασι τὸ εἶναι ἔχουσαι; τίς δὲ δή ἐστιν ὁ ἀπο‐ λύων αὐτὰς ἀπὸ τῆς σωματικῆς συστάσεως καὶ με‐ τὰ τὴν διάλυσιν συνάγων πάλιν εἰς μίαν σύνοδον; ἔσται γὰρ οὕτω προϋπάρχων ὁ τοιοῦτος δαίμων πρὸ
20τοῦ ὑποστῆναι· ἔχει δὲ καὶ τὰς κοινὰς ἀπορίας ὁ λό‐ γος· πῶς γὰρ δήποτε ἀπὸ τῶν μὴ ἐχόντων μαντικὴν μαντικὴ φύεται, καὶ ἀπὸ τῶν μὴ ἐχόντων ψυχὴν σωμά‐ των ψυχὴ ἀπογεννᾶται; ἢ τὸ ὅλον φάναι πῶς ἀπὸ τῶν ἀτελεστέρων τελειότερα παράγεται; καὶ ὁ τρόπος δὲ
25τῆς παραγωγῆς φαίνεταί μοι ἀδύνατος· τὸ γὰρ διὰ κινημάτων τῆς ψυχῆς καὶ διὰ τῶν ἐν τοῖς σώμασι δυνά‐ μεων παράγεσθαι οὐσίαν, ἀδύνατον. Ἀπὸ γὰρ τῶν μὴ ἐχόντων οὐσίαν οὐσία οὐχ οἵα τέ ἐστιν ἀποτελεῖσθαι. Πόθεν δὲ καὶ φανταστικὴ τοῦ μέλλοντος γίγνεται;
30παρὰ τίνος λαβοῦσα τὸ μαντικόν; ὁρῶμεν γὰρ δήπου τῶν ἐνσπειρομένων διὰ γενέσεως οὐδὲν οὐδέποτε πλείο‐ νός τινος μεταλαμβάνον ἢ ὅσον δίδοται αὐτῷ ἀπὸ τοῦ πρώτως αὐτὸ ἀπογεννῶντος. Τὸ δ’ ἔοικε προσθήκην τινὰ περιττοτέραν παραδέχεσθαι ἀπὸ τοῦ μὴ ὄντος· εἰ
35μὴ ἄρα τις λέγοι τῇ ἀπὸ τῶν ζῴων ὕλῃ τοὺς δαίμονας ἐπιβεβηκέναι, προσαγομένῃ δ’ αὐτῇ συμπαθῶς πρὸς
αὐτὴν κινεῖσθαι. Οὐκοῦν κατά γε ταύτην τὴν δόξαν οὐκ ἀπογεννῶνται οἱ δαίμονες ἀπὸ τῶν ἐν τοῖς σώμασι δυ‐ νάμεων, προηγούμενοι δ’ αὐτῶν καὶ προϋπάρχοντες130
40συγκινοῦνται αὐταῖς ὁμοειδῶς. Εἰ δὲ δὴ ὅτι μάλιστα καὶ οὕτως εἰσὶ συμπαθεῖς, οὐχ ὁρῶ τίνα τρόπον εἴσον‐ ταί τι περὶ τοῦ μέλλοντος ἀληθές. Οὐ γὰρ συμπαθοῦς δυνάμεως οὐδ’ ἐνύλου καὶ κατεχομένης ἔν τινι τόπῳ καὶ σώματι τὸ προγιγνώσκειν τε καὶ προμηνύειν τὸ
45μέλλον, ἀλλὰ τοὐναντίον τῆς ἀπὸ πάντων τούτων ἀπο‐ λελυμένης. Καὶ αὕτη δὴ οὖν ἡ δόξα τοιαύτας ἐχέτω τὰς εὐθύνας.
Myst
.

3

.

23

Αἱ δ’ ἐπὶ τῇδε ἐπιστάσεις ἀνάγονται μὲν εὐθὺς ὡς διστάζουσαι περὶ τοῦ τρόπου τῆς μαντείας, προϊοῦ‐ σαι δ’ ἀνατρέπειν αὐτὴν παντελῶς ἐπιχειροῦσιν. Δι‐ ελώμεθα οὖν καὶ ἡμεῖς τὸν λόγον πρὸς ἀμφότερα ταῦτα.
5Ἀρξώμεθα δὲ διαλύειν πρῶτον τὰ πρότερα· κατὰ γὰρ τοὺς ὕπνους μηδὲν πραγματευσάμενοι ἐνίοτε τῷ μέλ‐ λοντι ἐπιβάλλομεν, καὶ πραγματευσάμενοι πολλάκις οὐκ ἐπιβάλλομεν. Οὐχ ὅτι ἐξ ἡμῶν τε καὶ ἔξωθέν ἐστι τὸ αἴτιον τῆς μαντικῆς· ἐφ’ ὧν γὰρ ὥρισται τὸ ἀφ’
10ἡμῶν προκατάρχον καὶ συνεπόμενον ἀπὸ τῶν ἔξωθεν σύνταξίν τε ταῦτα συμπλεκομένην ἔχει πρὸς ἄλληλα, ὡρισμένως ἐπὶ τούτων τὰ ἔργα ἐπιτελεῖται, καὶ συν‐ έπεται τοῖς προηγουμένοις τὰ πρὸς αὐτὰ συνηρτημένα· ὅταν δ’ ἀπολελυμένον ᾖ τὸ αἴτιον καθ’ ἑαυτὸ προ‐
15ϋπάρχον, οὐχ ὥρισται τὸ τέλος ἐφ’ ἡμῖν, τὸ δὲ πᾶν ἐπὶ τοῖς ἐκτὸς κεῖται. Καὶ νῦν οὖν τὸ μὴ πάντως τοῖς ἡμε‐ τέροις ἔργοις συντρέχειν τὴν ἐν τοῖς ὀνείροις ἀλήθειαν καὶ τὸ πολλάκις αὐτὴν ἀφ’ ἑαυτῆς ἐλλάμπειν, ἔξωθέν τε δείκνυσιν ἀπὸ θεῶν οὖσαν τὴν μαντείαν καὶ ταύ‐
20την αὐτεξούσιον ὅταν βούληται καὶ ὡς ἂν ἐθέλῃ μετ’
εὐμενείας τὸ μέλλον ἀναφαίνουσαν.131
Myst
.

3

.

24

Ταῦτα μὲν οὖν τοιοῦτον ἐχέτω τὸν ἀπολογισ‐ μόν· ἐν δὲ τοῖς μετὰ ταῦτα πειρώμενος τὸν τρόπον διερμηνεύειν τῆς μαντικῆς, ἀναιρεῖς αὐτὴν παντάπα‐ σιν. Εἰ γὰρ πάθος ψυχῆς αἴτιον αὐτῆς καθίσταται, τίς
5ἂν εὖ φρονῶν ἀστάτῳ πράγματι καὶ ἐμπλήκτῳ πρό‐ γνωσιν ἀποδοίη τεταμένην καὶ σταθεράν; ἢ τί δήποτε σωφρονοῦσα μὲν ἡ ψυχὴ καὶ ἄτρεπτος οὖσα κατὰ τὰς βελτίονας ἑαυτῆς δυνάμεις τὰς νοερὰς καὶ διανοητικὰς ἀγνοεῖ τὸ ἐσόμενον, πάσχουσα δὲ κατὰ τὰς ἀτάκτους
10καὶ ταραχώδεις κινήσεις ἐπιβάλλει τῷ μέλλοντι; τί γὰρ δήποτε καὶ ἔχει τὸ πάθος οἰκεῖον εἰς τὴν θεωρίαν τῶν ὄντων; τί δ’ οὐ μᾶλλον ἐμποδίζει πρὸς ἀληθεστέραν κατανόησιν; ἔτι τοίνυν εἰ μὲν διὰ παθῶν τὰ πράγματα τὰ ἐν τῷ κόσμῳ συνίστατο, ἡ ὁμοίωσις ἂν τῶν παθῶν
15εἶχέ τινα πρὸς αὐτὰ οἰκειότητα, εἰ δὲ διὰ λόγων καὶ διὰ τῶν εἰδῶν ἐπιτελεῖται, ἄλλη τις αὐτῶν ἔσται ἡ πρόγνωσις ἀπηλλαγμένη παντὸς πάθους. Ἔτι τὸ πά‐ θος μόνου τοῦ παρόντος αἰσθάνεται καὶ τοῦ ἤδη ὑφεσ‐ τηκότος, ἡ δὲ πρόγνωσις καὶ τῶν μηδέπω ὄντων ἀντι‐
20λαμβάνεται· ἕτερον ἄρα ἐστὶ τὸ προγιγνώσκειν τοῦ πάσχειν. Σκεψώμεθα δὴ καὶ τὰ τεκμήριά σου τῆς τοιαύτης δό‐ ξης. Τὸ μὲν δὴ καταλαμβάνεσθαι τὰς αἰσθήσεις πρὸς τὸ ἐναντίον τείνει ἢ οἷον σὺ λέγεις· γνώρισμα γάρ
25ἐστι τοῦ μηδὲν φάντασμα ἀνθρώπειον τηνικαῦτα ἀνα‐ κινεῖσθαι. Οἱ δὲ προσενεχθέντες ἀτμοὶ πρὸς τὸν θεὸν ἔχουσι τὴν συγγένειαν, οὐ πρὸς τὴν ψυχὴν τοῦ ἐποπ‐ τεύοντος. Αἵ τε ἐπικλήσεις οὐκ ἐπιπνοίας τῆς διανοίας ἀνεγείρουσιν ἢ σωματικὰ πάθη ἐν τῷ δεχομένῳ· ἄγνωσ‐
30τοι γάρ εἰσι παντελῶς καὶ ἀπόρρητοι, μόνῳ δὲ τῷ θεῷ
γνωρίμως λέγονται ὃν ἐπικαλοῦνται· τὸ δ’ εἶναι μὴ πάντας ἀλλὰ τοὺς ἁπλουστέρους καὶ νέους ἐπιτηδειο‐ τέρους δηλοῖ τοῦτο, ὡς εἰς καταδοχὴν τῷ ἔξωθεν ἐπεισ‐ ιόντι καὶ κατέχοντι πνεύματι οἱ τοιοῦτοί εἰσιν ἑτοιμό‐132
35τεροι. Ἐκ δὴ τούτων οὐ καλῶς τοπάζει πάθος εἶναι τὸν ἐνθουσιασμόν· συμβαίνει γὰρ ἀπό γε τούτων τῶν ση‐ μείων ἔξωθεν αὐτὸν ὡς ἐπίπνοιαν ἐπιρρεῖν.
Myst
.

3

.

25

Ταῦτα μὲν οὖν οὕτως ἡμῖν ἐχέτω· τὸ δ’ ἐπὶ τού‐ τοις ἀπὸ τῆς ἐνθέου παραφορᾶς ἐπὶ τὴν ἔκστασιν τῆς διανοίας τὴν ἐπὶ τὸ χεῖρον ἀποπίπτει, τήν τε ἐν τοῖς νοσήμασι συμπίπτουσαν μανίαν παραλόγως αἰτίαν εἶ‐
5ναί φησι τῆς μαντικῆς. Χολῆς γὰρ πλεονασμοῖς ὡς ἔστιν εἰκάσαι τῆς μελαίνης καὶ μέθης παρατροπαῖς καὶ τῇ λύσσῃ τῇ ἀπὸ τῶν λυσσώντων κυνῶν συμβαινούσῃ τὸν ἐνθουσιασμὸν ἀπεικάζει. Δεῖ τοίνυν ἐξ ἀρχῆς δι‐ ελέσθαι διχῇ τὰ εἴδη τῆς ἐκστάσεως, ὡς τὰ μὲν ἐπὶ τὸ
10χεῖρον παρατρέπεται ...· καὶ τὰ μὲν ἀνοίας πληροῖ καὶ παραφροσύνης, τὰ δὲ τῆς παρ’ ἀνθρώποις σωφροσύνης τιμιώτερα ἀγαθὰ παρέχει· καὶ τὰ μὲν ἐπὶ τὴν ἄτακτον καὶ πλημμελῆ καὶ ὑλικὴν ἀποπίπτει κίνησιν, τὰ δ’ ἐπι‐ δίδωσιν ἑαυτὰ πρὸς τὴν ἐξάρχουσαν αἰτίαν καὶ αὐτῆς
15τῆς ἐν τῷ κόσμῳ διατάξεως· καὶ τὰ μὲν ὡς ἐστερημένα τῆς γνώσεως παραφέρεται ἀπὸ τοῦ φρονεῖν, τὰ δ’ ὡς συναπτόμενα τοῖς ὑπερέχουσι πάσης τῆς ἐν ἡμῖν φρονήσεως· καὶ τὰ μέν ἐστιν ἐν τροπῇ, τὰ δ’ ἄτρεπτα· καὶ τὰ μὲν παρὰ φύσιν, τὰ δ’ ὑπὲρ τὴν φύσιν· καὶ τὰ
20μὲν καταγωγὰ ψυχῆς, τὰ δ’ ἀναγωγά· καὶ τὰ μὲν διίστησιν ἔξω παντάπασι τῆς θείας μοίρας, τὰ δὲ πρὸς αὐτὴν συνάπτει.
Διὰ τί δὴ οὖν τοσοῦτον ἀπεσφάλη ὁ λόγος τῆς προ‐ κειμένης ὑποθέσεως, ὡς ἐπὶ τὰ ἔσχατα παρενεχθῆναι133
25τῆς μανίας κακὰ ἀπὸ τῶν πρωτείων καὶ ἀγαθῶν; τί γὰρ δὴ ταῖς μελαγχολίαις ἢ μέθαις ἢ ταῖς ἄλλαις ταῖς ἀπὸ τοῦ σώματος ἐγειρομέναις παρακοπαῖς προσέοι‐ κεν ὁ ἐνθουσιασμός; Τίς δ’ ἂν μαντεία ποτὲ ἐγγένοιτο ἀπὸ τῶν σημάτων τοῦ σώματος; οὐχ ἡ μὲν τοιαύτη
30παραγωγὴ διαφθορὰ παντελής ἐστιν, ἡ δὲ θεοφορία τελειότης καὶ σωτηρία τῆς ψυχῆς; οὐ κατ’ ἀσθένειαν μὲν ἡ φαύλη συμπίπτει, κατὰ πλήρωσιν δὲ δυνάμεως ἡ βελτίων; ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ μὲν ἡσυχάζουσα κατὰ τὴν οἰκείαν ζωὴν καὶ σύνεσιν ἑτέρῳ παραδίδωσι τὴν
35ἑαυτῆς χρῆσιν, ἡ δὲ τὰς οἰκείας ἐνεργείας ἐνεργοῦσα κάκιστα καὶ θορυβωδῶς ταύτας ἀποδίδωσι. Κἀκείνη τοίνυν ἡ διαφορὰ πάντων ἐστὶν ἐναργεστάτη, ὡς ἄρα ἐπὶ τῶν θείων πάντα τὰ ἔργα ἐξήλλακται. Ὥσπερ γὰρ ἐξῄρηται τὰ κρείττονα γένη παρὰ πάντα
40τὰ ἄλλα, οὕτω καὶ τὰ ἐνεργήματα αὐτῶν οὐδενὶ τῶν ὄντων προσέοικεν. Ὥστε ἂν εἴπῃς θείαν παραφοράν, ἄφελε πάσας εὐθὺς τὰς ἀνθρωπίνας παρατροπάς. Καὶ ἐὰν νῆψιν αὐτοῖς ἱερατικὴν ἀποδῷς, μηκέτι σκόπει τὴν ἀνθρωπίνην νῆψιν ὡς οὖσαν ἐκείνῃ παραπλησίαν. Πάν‐
45τως δὲ τὰς κατὰ τὰ νοσήματα τοῦ σώματος οἷον ὑπο‐ χύσεις καὶ τὰς ἀπὸ τῶν νοσημάτων κινουμένας φαν‐ τασίας μὴ παράβαλλε ταῖς θείαις φαντασίαις· τί γὰρ δὴ κοινὸν αὗται πρὸς ἀλλήλας ἔχουσιν; μηδ’ αὖ τὰς ἀμφιβόλους καταστάσεις, οἷον μεταξὺ νήψεώς τε καὶ
Myst
.

3

.

25

(50)

ἐκστάσεως, παραθῇς ποτε ταῖς ὡρισμέναις κατὰ μίαν ἐνέργειαν ἱερατικαῖς τῶν θεῶν ὄψεσιν. Ἀλλὰ μηδὲ ταῖς
ἀπὸ τῆς γοητείας τεχνικῶς κατασκευαζομέναις φαν‐ τασίαις παράβαλλε τὰς ἐναργεστάτας θεωρίας τῶν θεῶν· οὔτε γὰρ ἐνέργειαν οὔτε οὐσίαν τῶν ὁρωμένων134
55οὔτε ἀλήθειαν αὗται ἔχουσιν, ἄχρι δὲ τοῦ δοκεῖν φαν‐ τάσματα ψιλὰ προτείνουσιν. Πάντα δὴ οὖν τὰ τοιαῦτα ἀπορήματα ὡς ἀλλοτρίως προσαγόμενα καὶ ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία με‐ ταφερόμενα οὐχ ἡγούμεθα ἅπτεσθαι τῆς προσηκούσης
60ὑποθέσεως· ὅθεν καὶ ἡμεῖς παραδείξαντες αὐτῶν τὸ ἀπηρτημένον, οὐκέτ’ οἰόμεθα δεῖν ἐν αὐτοῖς ἐπὶ πλεῖον διατρίβειν, ὡς ἐριστικῶς περιπλανωμένοις ἀλλ’ οὐχὶ μετά τινος φιλοσοφίας ἐπεζητημένοις.
Myst
.

3

.

26

Πολλὰ μὲν οὖν ἄν τις θαυμάσειε καὶ ἄλλα τῆς ἀντιλογικῆς καινοτομίας, ἀτὰρ δὴ καὶ τὴν ἐναντίωσιν τῶν δοξασμάτων καταπληγείη ἂν εἰκότως, εἰ τῆς ὅλης ὑποθέσεως φαινομένης μόνον παρὰ τοῖς γόησιν, οὔσης
5δ’ οὐδαμῶς, καὶ παρὰ τοῖς ἐκ πάθους ἢ νοσήματος ὡρμημένοις, ἀπατηλῶς πάντῃ διακειμένοις, τολμᾷ λέ‐ γειν ὡς ἔνεστι καὶ τῆς ἀληθείας αὐτοὺς τυγχάνειν. Ποία γὰρ ἀρχὴ τῶν ἀληθῶν ἢ τίς ἀφορμὴ ἢ μικρὰ ἢ μείζων ἐνυπάρξειε τῆς ἐπὶ τὸ ἐν αὐτοῖς ἐπιβολῆς; δεῖ δὲ μὴ
10τοιαύτην λαμβάνειν τὴν ἀλήθειαν, οἵα γένοιτ’ ἄν ποτε καὶ κατὰ συντυχίαν (ἐπεί τοί γε καὶ τοῖς εἰκῆ φερομέ‐ νοις συμπίπτει γράφεσθαι)· μηδὲ τοιαύτην οἷα τὰ δρώ‐ μενα πρὸς τὰ δρῶντα συνομολογεῖ συμφώνως (καὶ γὰρ καὶ ταῖς αἰσθήσεσι καὶ ταῖς φαντασίαις τῶν ζῴων ταῦτα
15σύνεστιν)· οὐδὲν οὖν ἔχει οἰκεῖον οὐδὲ θεῖον οὐδὲ κρεῖττον τῆς κοινῆς φύσεως ἀληθές· ἀλλ’ ἥτις ἕστηκε κατ’ ἐνέργειαν ὡσαύτως καὶ παροῦσαν ἔχει τῶν ὄντων τὴν ὅλην εἴδησιν, τῇ τε οὐσίᾳ τῶν πραγμάτων συμφυής
ἐστι καὶ ἀπτῶτι τῷ λόγῳ χρῆται καὶ τελείως οἶδε πάντα135
20καὶ ἀραρότως καὶ ὡρισμένως. Ταύτην τῇ μαντείᾳ συν‐ απτέον. Πολλοῦ ἄρα δεῖ φυσική τις εἶναι αὕτη, οἵα τῶν ζῴων ἐνίοις σεισμῶν ποτε καὶ ὑετῶν ἐμπέφυκε πρό‐ ληψις. Συμπαθὴς γὰρ αὕτη ἄλλως συμβαίνει συγκι‐ νουμένων τινῶν ζῴων μοίραις τισὶ τοῦ παντὸς καὶ
25δυνάμεσιν, ἢ διά τινα αἰσθήσεως ὀξύτητα προαισθανο‐ μένων τῶν περὶ τὸν ἀέρα μὲν ἤδη συμπιπτόντων πραγ‐ μάτων οὐδέπω δὲ τοῖς περὶ γῆν τόποις συμφερομένων. Εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, οὐ δεῖ, εἴ τινα ἐκ φύ‐ σεως ἐπιβολὴν εἰς τὰ ὄντα παρειλήφαμεν ἢ τοῦ μέλ‐
30λοντος ἐπαφήν, ἐγκρίνειν ταύτην ὡς μαντικὴν πρόγνω‐ σιν· ἀλλ’ ὁμοία μέν ἐστι μαντικῇ, πλὴν οὐδὲν αὕτη βεβαιότητος ἢ ἀληθείας ἀπολείπεται, τὸ δ’ ὡς ἐπὶ τὸ πολὺ τυγχάνον οὐκ ἀεὶ δὲ καὶ ἐπί τινων μὲν οὐχὶ δ’ ἐπὶ πάντων αἱροῦσα· ὅθεν δὴ οὐδ’ εἴ τίς ἐστιν ἐν ταῖς
35τέχναις, ὥσπερ ἐν κυβερνητικῇ τε καὶ ἰατρικῇ, προσκο‐ ποῦσα τὸ μέλλον μάθησις, οὐδὲν προσήκει τῇ θείᾳ προγνώσει· ἐξ εἰκότων γὰρ ἀναλογίζεται τὸ μέλλον καὶ σημείοις τισὶ τεκμηριοῦται καὶ τούτοις οὐκ ἀεὶ πισ‐ τοῖς οὐδ’ ὡσαύτως συνηρτημένον ἔχουσι τὸ δηλούμε‐
40νον, οὗπέρ ἐστι τὰ σημεῖα δείγματα. Τῆς δὲ θείας προ‐ νοίας τῶν ἐσομένων βέβαιος ἡ εἴδησις προηγεῖται, καὶ ἀπὸ τῶν αἰτίων ἀμετάπτωτος ἡ πίστωσις, συνηρ‐ τημένη τε πάντων πρὸς ἅπαντα ἀδιαλύτως κατάληψις, καὶ ὡσαύτως ἀεὶ μένουσα τῶν ὅλων ὥσπερ παρόντων
45καὶ ὡρισμένων διάγνωσις.
Myst
.

3

.

27

Οὐ δὴ τοῦτο λέγειν δεῖ, ὡς καὶ φύσις καὶ τέχνη καὶ ἡ συμπάθεια τῶν ὡς ἐν ἑνὶ ζῴῳ τῷ παντὶ μερῶν
προδηλώσεις ἔχει τινῶν πρὸς ἄλληλα, οὐδ’ ὅτι τὰ σώ‐ ματα οὕτω κατεσκεύασται, ὡς εἶναι προσημασίαν ἀπὸ136
5τῶν ἑτέρων εἰς τὰ ἕτερα. Καὶ πάνυ γὰρ ταῦτα ἐναργῶς ὁρώμενα τῆς θείας μαντικῆς ἴχνος τι τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον παρεσπάσατο· οὐδὲ γὰρ δυνατὸν ἄμοιρα αὐτῆς εἶναί τινα παντελῶς· ἀλλ’ ὥσπερ ἐν πᾶσιν εἰκὼν τἀγαθοῦ τὸν θεὸν ἐμφέρεται, οὕτω καὶ τῆς θείας μαν‐
10τικῆς εἴδωλόν τι ἀμυδρὸν ἢ καὶ ἐναργέστερον ἐν αὐτοῖς καταφαίνεται. Ἀλλ’ οὐδὲν τούτων ἐστὶν οἷον τὸ θεῖον τῆς μαντικῆς εἶδος, οὐδ’ ἀπὸ τῶν πολλῶν τῶν εἰς τὴν γένεσιν ἀπ’ αὐτῆς καθηκόντων φαντασμάτων τὸ ἓν αὐ‐ τῆς καὶ θεῖον καὶ ἄμικτον εἶδος χαρακτηριστέον· οὐδ’
15εἴ τινα ἄλλα πορρωτέρω καὶ τούτων ἀπῴκισται ψευδῆ καὶ ἀπατηλὰ ἰνδάλματα, ταῦτα παραφέρειν ἄξιον εἰς τὴν περὶ αὐτῆς κρίσιν· ἀλλ’ ἕνα λόγον καὶ μίαν τάξιν καὶ καθ’ ἓν τὸ θεῖον εἶδος καὶ κατὰ μίαν τὴν νοητὴν καὶ ἀμετάπτωτον ἀλήθειαν συλληπτέον αὐτό, ὡσαύτως
20τὴν ἄλλοτε ἄλλως ἐξισταμένην μεταβολὴν ὡς ἀστάθμη‐ τον καὶ ἀνάρμοστον τοῖς θεοῖς ἀτιμάζοντας. Εἰ δὴ τοιοῦτόν ἐστι τὸ ὄντως μαντικὸν θεῖον ἔργον, τίς οὐκ ἂν αἰσχυνθείη τὴν ἄνευ διανοίας καὶ οὐ τὰ γιγνόμενα ἀποτελοῦσαν φύσιν παραφέρειν, ὡς κατα‐
25σκευήν τινα ἀπεργαζομένην ἐν ἡμῖν μαντικήν, καὶ τοῖς μὲν μᾶλλον ἐντιθεῖσαν τοῖς δὲ ἧττον τὴν ἐπιτηδειότητα ταύτην; ἐν οἷς μὲν γὰρ ἄνθρωποι πρὸς τὴν οἰκείαν τε‐ λειότητα ἀφορμὰς εἰλήφασι παρὰ τῆς φύσεως, ἐν τού‐ τοις καὶ τῆς φύσεως προηγοῦνταί τινες ἐπιτηδειότητες·
30ἐν οἷς δὲ ἀνθρώπινον μὲν οὐδὲν ἔργον πρόκειται οὐδὲ τέλος ἡμέτερον, θεῖον δέ τι προτέτακται πρεσβύτερον τῆς φύσεως ἡμῶν ἀγαθόν, οὐκ ἔστιν ὅπως ποτὲ ἐν τού‐ τοις εὐφυΐα τις ἂν ὑποκατασκευασθείη· ὧν γάρ εἰσιν αἱ τελειότητες, τούτων ἐγγίγνονται καὶ αἱ ἀτελεῖς κα‐
35τασκευαί. Ἀνθρώπων δ’ εἰσὶν αὗται ἀμφότεραι αἱ ἕξεις·
ἃ δ’ ἐστὶ μὴ ὡς ἀνθρώποις παρόντα, τούτων οὐκ ἔσται ποτὲ ἐκ φύσεως παρασκευή· θείας ἄρα μαντικῆς οὐδέν ἐστι σπέρμα ἐν ἡμῖν ἐκ φύσεως· ἀλλ’ εἰ μέν τις κοινό‐ τερον καὶ ἀνθρωπίνην τινὰ καλοίη μαντικήν, τῆς ἀν‐137
40θρωπίνης ἔστω φυσική τις παρασκευή· ἣν δ’ ἂν ὄντως τις μαντικὴν ἐπονομάσειε, τὴν τοῖς θεοῖς προσήκουσαν, οὐ δεῖ νομίζειν ταύτην ἐνσπείρεσθαι ἀπὸ φύσεως· τά τε γὰρ ἄλλα καὶ τὸ ἀόριστον αὐτῇ κατὰ τὸ μᾶλλον καὶ ἧττον συνομαρτεῖ, καὶ διὰ τοῦτο δὲ τῆς μενούσης
45ἐν σταθεροῖς πέρασι μαντικῆς θείας χωρὶς διέστηκεν. Διόπερ δὴ καὶ πρὸς τοῦτο ἰσχυρῶς μάχεσθαι δεῖ, ἐάν τις ἐξ ἡμῶν εἶναι λέγῃ τὴν μαντικήν. Φέρεις δὲ καὶ σὺ τούτου δείγματα ἀπὸ τῶν ἔργων ἐναργῆ· τὸ γὰρ λίθους καὶ βοτάνας φέρειν τοὺς καλουμένους, δεσμεῖν τε
Myst
.

3

.

27

(50)

ἱερούς τινας δεσμοὺς καὶ λύειν τούτους, τά τε κεκλεισ‐ μένα ἀνοίγειν καὶ τὰς προαιρέσεις μεταβάλλειν τῶν ὑποδεχομένων, ὥστε ἐκ φαύλων σπουδαίας ἀπεργά‐ ζεσθαι, πάντα δὴ ταῦτα ἔξωθεν τὴν ἐπίπνοιαν γίγνεσθαι διασημαίνει· χρὴ δὲ οὐ τοῦτο μόνον προλαμβάνειν,
55ἀλλὰ καὶ τίς ἐπίπνοια θεία παραγενομένη τὴν θείαν μαντικὴν ἀπεργάζεται τελείως ἀφορίζεσθαι· εἰ δὲ μή, οὐ πρότερον ἐσόμεθα γνωμονικοὶ ταύτης, ἐὰν μὴ τὸ οἰκεῖον ἐπ’ αὐτῇ σημεῖον ἐπιβαλόντες, ἴδιον αὐτῇ γνώ‐ ρισμα καθάπερ τινὰ σφραγῖδα προσαρμόσωμεν.
Myst
.

3

.

28

Καὶ τοῦτο μὲν ὀλίγον ἔμπροσθεν ἡμῖν διηκρίβω‐ ται· ὃ δὲ προτείνεις ὡς οὐδαμῶς ἀπόβλητον τὸ εἶναι γεννητικοὺς τῶν δραστικῶν εἰδώλων, θαυμάσαιμ’ ἂν εἴ τις ἀποδέξαιτο τῶν τὰ ἀληθινὰ εἴδη τῶν θεῶν θεωρούν‐
5των θεουργῶν. Διὰ τί γὰρ ἄν τις εἴδωλα ἀντὶ τῶν ὄντως
ὄντων ἀνταλλάξαιτο, καὶ ἀπὸ τῶν πρωτίστων ἐπὶ τὰ ἔσχατα ἂν ἀπενεχθείη; ἢ οὐκ ἴσμεν ὡς πάντα ἀμυδρῶς ἐστι κατὰ τὴν τοιαύτην σκιαγραφίαν, καὶ τότε ἀληθῆ φαντάσματά ἐστι τοῦ ἀληθοῦς καὶ τὰ ἀγαθὰ δοκοῦντα138
10φαίνεται, ὄντα δὲ οὐδέποτε; καὶ τὰ ἄλλα ὡσαύτως ἐν τῷ γίγνεσθαι ἐπεισέρχεται φερόμενα, γνήσιον δὲ οὐ‐ δὲν οὐδὲ τέλειον οὐδὲ ἐναργὲς κέκτηται. Δηλοῖ δὲ καὶ ὁ τρόπος αὐτῶν τῆς ποιήσεως. Οὐ γὰρ θεὸς αὐτῶν ἐστι ποιητής, ἀλλ’ ἄνθρωπος· οὐδ’ ἐκ τῶν ἑνοειδῶν καὶ
15νοητῶν οὐσιῶν παράγεται, ἀλλ’ ἀπὸ τῆς ὕλης τῆς λαμ‐ βανομένης. Τί οὖν ἀγαθὸν γένοιτο ἂν ὕλης βλαστάνον καὶ τῶν περὶ τὴν ὕλην καὶ ἐν τοῖς σώμασιν ὑλικῶν καὶ σωματοειδῶν δυνάμεων; ἢ ἀπ’ ἀνθρωπίνης τέχνης ὑφισ‐ τάμενον ἀσθενέστερον καὶ αὐτῶν τῶν ἀνθρώπων ὑπάρ‐
20χον τῶν τὸ εἶναι αὐτῷ παρεχομένων; ποίᾳ δέ τινι καὶ τέχνῃ πλάττεται τουτὶ τὸ εἴδωλον; λέγεται μὲν γὰρ ὡς τῇ δημιουργικῇ· ἀλλ’ αὕτη γε τῶν ἀληθινῶν ἦν οὐσιῶν ἀλλ’ οὐχὶ εἰδώλων τινῶν ἐπιτελεστική· ὥστε καὶ ἡ εἰδωλοποιητικὴ τέχνη πολλοστή τίς ἐστιν ἀπὸ τῆς φυτ‐
25ουργοῦ τῶν ἀληθινῶν δημιουργίας· ἀλλ’ οὐδὲ ἀναλο‐ γίαν τινὰ πρὸς τὴν θείαν ποίησιν ἀποσώζει· οὐ γὰρ διὰ τῶν οὐρανίων φυσικῶν κινήσεων ἢ τῆς κατὰ μέρος ὕλης ἢ τῶν δυνάμεων τῶν οὕτως διῃρημένων ὁ θεὸς δημιουργεῖ πάντα· ταῖς δὲ ἐννοίαις καὶ βουλήσεσι καὶ
30τοῖς ἀύλοις εἴδεσι διὰ τῆς αἰδίου τε καὶ ὑπερκοσμίου καὶ ἐγκοσμίου ψυχῆς δημιουργεῖ τοὺς κόσμους· ὁ δὲ δὴ τῶν εἰδώλων ποιητὴς λέγεται μὲν ὡς διὰ τῶν περι‐ πολούντων ἀστέρων αὐτὰ ἀπεργάζεται· οὐ μήν, ὥς γε οὑτωσὶ δόξαι, ἔχει τῷ ὄντι καὶ ἐπὶ τῆς ἀληθείας. Οὐσῶν
35γὰρ περὶ τοὺς οὐρανίους θεοὺς ἀπείρων δή τινων δυνά‐ μεων, ἓν γένος τῶν ἐν αὐταῖς πάντων ἔσχατόν ἐστι, τὸ
φυσικόν. Τούτου δὲ αὖθις τὸ μὲν ἐν λόγοις σπερματι‐ κοῖς τε καὶ πρὸ τῶν σπερματικῶν τοῖς ἀκινήτοις ἱδρυ‐ μένον προηγεῖται καθ’ ἑαυτὸ πρὸ τῆς γενέσεως· τὸ δὲ139
40ἐν ταῖς αἰσθηταῖς καὶ φανεραῖς κινήσεσί τε καὶ δυνά‐ μεσιν, ἀπορροίαις τε ταῖς ἐξ οὐρανοῦ καὶ ποιότησιν, ἐνδυναστεύει παρὰ πᾶσαν τὴν φανερὰν διακόσμησιν· ἧς πᾶσι τὸ τελευταῖον ἐν τοῖς περὶ γῆν τόποις ἐπάρ‐ χει τῆς περιγείου φανερᾶς γενέσεως· τῇ δὲ τῆς φανερᾶς
45γενέσεως ἐπικρατείᾳ καὶ ταῖς δι’ αἰσθήσεως φαινομέ‐ ναις ποιότησι τῶν ἀπ’ οὐρανοῦ καταπεμπομένων ἀπορ‐ ροιῶν ἄλλαι τε πολλαὶ τέχναι χρῶνται, ὥσπερ ἰατρική τε καὶ γυμναστικὴ καὶ πᾶσαι ὅσαι κοινωνοῦσι τῇ φύσει τὴν ἑαυτῶν ἀπεργασίαν· καὶ δὴ καὶ εἰδωλοποιία μοῖ‐
Myst
.

3

.

28

(50)

ράν τινα γενεσιουργὸν ἀπ’ αὐτῶν ἕλκει λίαν ἀμυδράν. Ὥσπερ οὖν ἔχει τὸ ἀληθές, οὕτω δεῖ καὶ ἀποφαίνε‐ σθαι, ὅτι δὴ αὐταῖς μὲν ταῖς περιφοραῖς ἢ ταῖς ἐνυπαρ‐ χούσαις ἐν αὐταῖς δυνάμεσιν ἢ ταῖς κατὰ φύσιν περὶ αὐτὰς ἐνιδρυμέναις οὔτε χρῆται εἰδωλοποιός, οὔθ’ ὅλως
55δυνατός ἐστιν αὐτῶν ἐφάπτεσθαι· ταῖς δὲ ἀπὸ τῆς φύ‐ σεως αὐτῶν ἐσχάταις ἀπορρεούσαις ἐν τῷ φανερῷ περὶ τὸ τελευταῖον μέρος τοῦ παντὸς τεχνικῶς προσφέρε‐ ται, ἀλλ’ οὐ θεουργικῶς. Αὗται γάρ, οἶμαι, καὶ τὴν κατὰ μέρος ὕλην συμμιγνύμεναι πρὸς αὐτὴν δύνανται
60μεταβάλλειν τε καὶ μετασχηματίζειν καὶ μεταπλάττειν ἄλλοτε ἄλλως· καὶ δὴ καὶ μετάθεσιν ἀπ’ ἄλλων εἰς ἄλλα ἐπιδέχονται τῶν ἐν τοῖς κατὰ μέρος δυνάμεων· ἡ δὲ τοιαύτη τῶν ἐνεργειῶν ποικιλία καὶ τῶν πολλῶν ὑλι‐ κῶν δυνάμεων σύνθεσις οὐχ ὅπως θείας δημιουργίας τῷ
65παντὶ κεχώρισται, ἀλλὰ καὶ τῆς φυσικῆς ἀπεργασίας· καὶ γὰρ ἡ φύσις ἀθρόως καὶ ἅμα ποιεῖ τὰ οἰκεῖα ἔργα,
ἁπλαῖς τε καὶ ἀσυνθέτοις ἐνεργείαις πάντα ἐπιτελεῖ. Λείπεται οὖν τεχνικὴν εἶναι δὴ σύμμιξιν τὴν τοιαύτην κατασκευὴν περὶ τὸ τελευταῖον καὶ περιφανὲς ῥεῦμα140
70οὐράνιον καὶ τὰ ἀπὸ τῆς οὐρανίας φερόμενα φύσεως.
Myst
.

3

.

29

Διὰ τί δὴ οὖν αὐτὸς μὲν ὁ ταῦτα δρῶν εἰδωλο‐ ποιὸς ἀνὴρ ἑαυτὸν ἀφίησι βελτιόνα ὄντα καὶ ἐκ βελ‐ τιόνων γεγονότα, τοῖς δὲ ἀψύχοις εἰδώλοις καὶ μόνῃ τῇ ἐμφάσει τῆς ζωῆς ἐπιπνεομένοις, ἁρμονίᾳ τε ἐπισ‐
5κευαστῇ καὶ πολυειδεῖ συνεχομένοις ἔξωθεν, ἐφημέροις τε ἀτεχνῶς οὖσιν ἀποπιστεύειν φαίνεται; πότερον τὸ γνήσιον καὶ ἀληθὲς ἐν αὐτοῖς ὑπάρχει; ἀλλ’ οὐδὲν τῶν ὑπὸ ἀνθρωπίνης τέχνης συμπλαττομένων εἰλικρινές ἐστι καὶ καθαρόν. Ἀλλὰ τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς
10ἐνεργείας ἢ τῆς ὅλης συστάσεως ἐν αὐτοῖς ἐπικρατεῖ; παντὸς μὲν οὖν λείπει· κατὰ γὰρ τὴν φαινομένην σύν‐ θεσιν ἐκ παντοδαπῶν καὶ ὑπεναντίων ποιοτήτων συμ‐ πεφόρηται. Ἀλλὰ δύναμίς τις ἀκραιφνὴς καὶ τελεία διαφανής ἐστιν ἐν αὐτοῖς; οὐδαμῶς. Ἐπεὶ πολλαχόθεν
15ἐπίκτητόν τι συγκεκρότηται τὸ τοιοῦτον πλῆθος τῶν ἀπορροιῶν ἀσθενὲς καὶ ἐξίτηλον ἐπιδεικνύμενον. Ἀλλ’ εἰ μὴ ταῦτα, τὸ μόνιμον πάρεστι τοῖς εἰδώλοις οἷς λέ‐ γουσιν οὗτοι; πολλοῦ γε καὶ δεῖ· ἐπεὶ ταῦτά γε πολὺ θᾶττον τῶν ἐν κατόπτροις ὁρωμένων εἰδώλων ἀποσβέν‐
20νυται. Ἐπιτεθέντος μὲν γὰρ τοῦ θυμιάματος ἀπὸ τῶν ἀναφερομένων ἀτμῶν συνίσταται εὐθύς· ἀνακραθέντος δὲ εἰς τὸν ὅλον ἀέρα αὐτοῦ καὶ διαχυθέντος, καὶ αὐτὸ εὐθὺς διαλέλυται, καὶ οὐδ’ ἀκαρῆ πέφυκεν ἐπιμένειν. Διὰ τί δὴ οὖν ἔσται περισπούδαστος ἀνδρὶ φιλοθεά‐
25μονι τῆς ἀληθείας ἡ περιττὴ αὕτη θαυματοποιία; ἐγὼ μὲν οὐδενὸς ἀξίαν αὐτὴν ἡγοῦμαι. Καὶ εἰ μὲν γιγνώσ‐ κουσα αὐτὰ ταῦτα ἐφ’ οἷς ἐσπούδακε καὶ περὶ ἃ δια‐ τρίβει, τὰ πλάσματα τῆς παμπαθοῦς ὕλης ἀσπάζεται, ἁπλοῦν ἂν ἔχοι τὸ κακόν. Πλὴν ἐκεῖνό γε αὐτῇ ὑπάρ‐141
30ξει, τὸ ἀφομοιωθῆναι τοῖς εἰδώλοις ἐν οἷς τὴν πίστιν ἐν αὐτοῖς ἵδρυσεν. Εἰ δὲ καὶ ὡς θεοῖς προσέχει τοῖς εἰδώλοις τούτοις, οὔτε λόγῳ ῥητὸν οὔτε ἔργῳ φορη‐ τὸν ἔσται τὸ ἄτοπον. Οὐδέποτε γὰρ εἰς τὴν τοιαύτην ψυχὴν ἐπιλάμψει τις αὐγὴ θεία· οὔτε γὰρ πέφυκεν
35ἐνδίδοσθαι αὐτῇ τοῖς ἅπαξ ἀντιδρασθεῖσιν, οὔτε ἔχει χώραν εἰς ἣν δέξεται αὐτὴν τὰ κατεχόμενα ὑπὸ τῶν σκιοειδῶν φαντασμάτων· σκιαῖς οὖν συνέσται πολλαῖς ἀπὸ τῆς ἀληθείας ἡ τοιάδε τῶν φαντασμάτων θαυματ‐ ουργία.
Myst
.

3

.

30

Ἀλλὰ παρατηροῦσιν οὗτοι, φησί, τὴν τῶν οὐρα‐ νίων φοράν, καὶ λέγουσι τίνος τῶν κατ’ οὐρανὸν μετὰ τίνος ἢ τίνων πολεύοντος ἔσται ψευδῆ τὰ μαντεῖα ἢ ἀληθῆ, καὶ τὰ δρώμενα ἀργὰ ἢ ἀπαγγελτικὰ ἢ ἀπο‐
5τελεστικά. Ἀλλ’ οὐδὲ τούτων ἕνεκα ἕξει τι τὰ φαντάσ‐ ματα ταῦτα θεῖον. Καὶ γὰρ τὰ ἔσχατα τῶν ἐν τῇ γενέ‐ σει κινεῖται τοῖς οὐρανίοις δρόμοις καὶ συμπάσχει πρὸς τὰς ἀπ’ αὐτῶν κατιούσας ἀπορροίας· οὐ μὴν ἀλλὰ καὶ εἴ τις αὐτὰ μετ’ ἀκριβείας ἐπισκέψαιτο, τἀναντία
10τούτων ἐπιδείκνυσιν. Ἃ γάρ ἐστι παντάπασιν εὐμε‐ τάβλητα καὶ ἀπὸ τῶν ἔξωθεν κινήσεων παντοίως μετα‐ τρέπεται ὥστε ἀργὰ ἢ χρηματιστικὰ ἢ ἐπαγγελτικὰ ἢ ἐπιτελεστικὰ ἢ ἄλλοτε ἀλλοῖα ἀποτελεῖσθαι, πῶς ἔνεστι ταῦτα καὶ μικρᾶς τινος μετέχειν ἐν ἑαυτοῖς θείας
15δυνάμεως; τί οὖν; αἱ ἐνοῦσαι ἐν ταῖς ὕλαις δυνάμεις στοιχεῖα τῶν δαιμόνων εἰσίν; οὐ μὲν οὖν· οὐδὲν γὰρ τῶν κατὰ μέρος αἰσθητῶν σωμάτων γεννᾷ δαίμονας· πολὺ δὲ μᾶλλον ταῦτα γεννᾶταί τε καὶ φρουρεῖται ὑπὸ τῶν δαιμόνων. Ἀλλ’ οὐδὲ ἄνθρωπός τις πλάσαι δύνα‐142
20ται ὥσπερ ἐκ μηχανῆς δαιμόνων τινὰς μορφάς, ἀλλὰ τὸ ἀνάπαλιν αὐτὸς μᾶλλον πλάσσεται καὶ δημιουργεῖ‐ ται ὑπὸ τῶν δαιμόνων, καθ’ ὅσον αἰσθητοῦ σώματος μετέχει. Ἀλλ’ οὐδὲ ἐκ στοιχείων τῶν αἰσθητῶν συμπε‐ φορημένον τι πλῆθος ἀπογεννᾶται τὸ δαιμόνιον, ἀλλὰ
25πλέον θάτερον αὐτό τέ ἐστιν ἁπλοῦν καὶ περὶ τὰ σύν‐ θετα μονοειδῶς ἐνεργεῖ. Ὅθεν δὴ οὐδὲ πρεσβύτερα ἕξει τὰ αἰσθητὰ ἑαυτοῦ οὐδὲ μονιμώτερα, ἀλλ’ αὐτὸ πρεσ‐ βείᾳ καὶ δυνάμει διαφέρον τοῖς αἰσθητοῖς μεταδίδω‐ σιν ἣν δύναται δέχεσθαι διαμονήν. Πλὴν εἰ μὴ τὰ εἴδωλα
30δαίμονας ἐπονομάζεις, οὐκ ὀρθῶς ἐπισύρων τὴν τοιαύ‐ την κλῆσιν. Ἄλλη μὲν γάρ ἐστιν ἡ τῶν δαιμόνων φύσις ἄλλη δὲ ἡ τῶν εἰδώλων· τάξις τε αὐτῶν ἑκατέρων πάμπολυ διέστηκεν. Καὶ δὴ καὶ ὁ τῶν εἰδώλων χορηγὸς διάφο‐
35ρός ἐστι παρὰ τὸν μέγαν ἡγεμόνα τῶν δαιμόνων. Ἀμέ‐ λει καὶ σὺ τοσοῦτο συγχωρεῖς, μηδένα θεὸν ἢ δαίμονα λέγων ὑπ’ αὐτῶν καθέλκεσθαι. Τίνος οὖν ἔτι γένοιτο ἂν ἀξία διάπραξις ἱερὰ ἢ τοῦ μέλλοντος πρόγνωσις, ἥτις ἄμοιρός ἐστι παντάπασι καὶ θεοῦ καὶ δαίμονος;
40ὥστε εἰδέναι μὲν χρὴ καὶ ταύτην τὴν θαυματουργίαν τίνα ἔχει φύσιν, χρῆσθαι δὲ ἢ πιστεύειν αὐτῇ μηδαμῶς.
Myst
.

3

.

31

Ἔτι τοίνυν καὶ ταύτης ἐστὶ φαυλοτέρα τῶν ἱερο‐ πρεπῶν δρωμένων ἐξήγησις ἡ γένος τι ἀπατηλῆς φύ‐ σεως παντόμορφόν τε καὶ πολύτροπον αἰτιωμένη τῆς
μαντείας ὑποκρινόμενον θεοὺς καὶ δαίμονας καὶ ψυχὰς143
5τῶν τεθνηκότων. Ἐρῶ δή σοι καὶ πρὸς ταῦτα λόγον ὅν ποτε ἤκουσα, Χαλδαίων ποτὲ προφητῶν λεγόντων. Ὅσοι μὲν θεοὶ τῆς ἀληθείας τῶν ἀγαθῶν εἰσι μόνως δοτῆρες, μόνοις τε τοῖς ἀγαθοῖς ἀνδράσι προσομιλοῦσι, καὶ τοῖς διὰ τῆς ἱερατικῆς ἀποκεκαθαρμένοις συγγί‐
10γνονται, ἐκκόπτουσί τε ἀπ’ αὐτῶν πᾶσαν κακίαν καὶ πᾶν πάθος. Τούτων δὲ ἐπιλαμπόντων ἀφανὲς τὸ κακὸν καὶ δαιμόνιον ἐξίσταται τοῖς κρείττοσιν, ὥσπερ φωτὶ σκότος, καὶ οὐδὲ τὸ τυχὸν παρενοχλεῖ τοῖς θεουργοῖς· ἀφ’ οὗ δὴ καὶ πᾶσαν ἀρετὴν δέχονται, καὶ χρηστοὶ
15τοῖς ἤθεσιν ἐπιτελοῦνται καὶ κόσμιοι, παθῶν τε ἀπαλ‐ λάττονται καὶ πάσης ἀτάκτου κινήσεως, τῶν τε ἀθέων καὶ ἀνοσίων τρόπων καθαρεύουσιν. Ὅσοι δέ εἰσιν αὐτοί τε ἀλιτήριοι, καὶ ἀθέσμως καὶ ἀτάκτως ἐπιπηδῶσι τοῖς θείοις, δι’ ἀτονίαν τε τῆς οἰκείας ἐνεργείας ἢ τῆς ὑπαρ‐
20χούσης αὐτοῖς δυνάμεως ἔνδειαν οὐ δύνανται τῶν θεῶν τυγχάνειν, ἢ καὶ διά τινας μιασμοὺς ἀπείργονται τῆς πρὸς τὰ ἄχραντα πνεύματα συνουσίας, οὕτω τοῖς κα‐ κοῖς πνεύμασι συνάπτονται, πληρούμενοί τε ἀπ’ αὐ‐ τῶν τῆς κακίστης ἐπιπνοίας πονηροί τε καὶ ἀνόσιοι
25γίγνονται, ἡδονῶν μὲν ἀκολάστων πλήρεις, κακίας δὲ ἀνάμεστοι, τρόπων τε ἀλλοτρίων τοῖς θεοῖς ζηλωταί, καὶ τὸ ὅλον φάναι, παραπλήσιοι τοῖς πονηροῖς δαί‐ μοσι γιγνόμενοι μεθ’ ὧν συμφύονται. Οὗτοι δὴ οὖν παθῶν μεστοὶ καὶ κακίας ὑπάρχοντες
30διὰ συγγένειαν ἕλκουσι τὰ πονηρὰ εἰς ἑαυτοὺς πνεύ‐ ματα, καὶ αὐτοὶ πρὸς κακίαν πᾶσαν ὑπ’ αὐτῶν ἐγεί‐ ρονται, συναύξονταί τε ὑπ’ ἀλλήλων οὕτως, καθάπερ τις κύκλος ἀρχὴν τελευτῇ συνάπτων καὶ ἀνταποδιδοὺς τὴν ἴσην ἀμοιβὴν ὡσαύτως. Ἃ τοίνυν τῆς ἀνοσιουρ‐
35γίας ἐστὶν ἀσεβῆ πταίσματα, ἀτάκτως μὲν αὐτὰ προσ‐ φερόμενα τοῖς ἱεροῖς ἔργοις, ἀτάκτως δὲ πειρώμενα καὶ τῶν ἐπεισιόντων, καὶ ποτὲ μέν, ὡς δοκεῖ, θεὸν ἄλλον ἀνθ’ ἑτέρου ποιοῦντα ἐπικωμάζειν, τοτὲ δ’ αὖ δαίμονας πονηροὺς ἀντὶ τῶν θεῶν εἰσκρίνοντα, οὓς δὴ καὶ κα‐144
40λοῦσιν ἀντιθέους, ταῦτα μηδέποτε ἐν λόγῳ τῷ περὶ τῆς ἱερατικῆς μαντείας τίθεσο. Ἐναντιώτερον γάρ ἐστι δήπου τῷ κακῷ τὸ ἀγαθὸν μᾶλλον ἢ τῷ μὴ ἀγαθῷ. Ὥσπερ οὖν οἱ ἱερόσυλοι τῇ θρησκείᾳ τῶν θεῶν πάν‐ των μάλιστα μάχονται, οὕτω καὶ οἱ συνόντες τοῖς ἀπα‐
45τεῶσι καὶ τοῖς τῆς ἀκολασίας αἰτίοις δαίμοσι, μαχό‐ μενοι δήπου πρὸς τοὺς θεουργοὺς ὑπάρχουσι· τούτοις γὰρ πᾶν μὲν πνεῦμα πονηρὸν ἐξίσταται καὶ ἀνατρέπε‐ ται ἄρδην, πᾶσα δὲ κακία καὶ πᾶν πάθος ἐκκόπτεται παντάπασι, καθαρὰ δὲ μετουσία τῶν ἀγαθῶν πάρεστιν
Myst
.

3

.

31

(50)

ἐν τοῖς καθαροῖς, ἄνωθεν δὲ ἀπὸ τοῦ πυρὸς πληροῦνται τῆς ἀληθείας· οἷς οὐδὲν ἐμπόδιον γίγνεται ἀπὸ τῶν κακῶν πνευμάτων, οὐδ’ εἰς τὰ τῆς ψυχῆς ἀγαθὰ κώ‐ λυμα· οὐδέ τις τῦφος ἢ θωπεία ἢ ἀτμῶν ἀπόλαυσις ἢ βίας ἰσχὺς παρενοχλεῖ· ἀλλὰ πάντα ὡσπερεὶ κεραυ‐
55νίῳ τινὶ βολῇ πληγέντα ἀναφῶς ὑπείκει καὶ ὑποχωρεῖ, μηδὲ προσπελάσαι αὐτοῖς δυνάμενα. Ἓν οὖν τοῦτό ἐστι τὸ ἄχραντον καὶ ἱερατικὸν θεῖόν τε ὡς ἀληθῶς γένος τῆς μαντείας· καὶ τοῦτο οὐχ, ὡς σὺ λέγεις, διαι‐ τητοῦ δεῖται ἢ ἐμοῦ ἢ ἄλλου τινός, ἵν’ αὐτὸ ἐκ πολλῶν
60προκρίνω, ἀλλ’ αὐτὸ ἐξῄρηται πάντων, ὑπερφυὲς ἀί‐ διον προϋπάρχον, οὐδὲ παράθεσίν τινα ἐπιδεχόμενον οὔτε ὑπεροχήν τινος ἐν πολλοῖς προτεταγμένην· ἀλλ’ ἀπολέλυται 〈καὶ〉 καθ’ ἑαυτὸ μονοειδὲς πάντων προηγεῖ‐
ται. Ὧι δεῖ καὶ σὲ καὶ πᾶς ὅστις ἐστὶ γνήσιος τῶν θεῶν145
65ἐραστὴς ἐπιδοῦναι ἑαυτὸν ὅλον· ἐκ γὰρ τοῦ τοιούτου τρόπου παραγίγνεται ἅμα τε καὶ ἐν ταῖς μαντείαις ἡ ἄπταιστος ἀλήθεια καὶ ἐν ταῖς ψυχαῖς ἡ τελεία ἀρετή. Μετὰ τούτων δὲ ἀμφοτέρων δίδοται τοῖς θεουργοῖς ἡ πρὸς τὸ νοητὸν πῦρ ἄνοδος, ὃ δὴ καὶ τέλος δεῖ πάσης
70μὲν προγνώσεως πάσης δὲ θεουργικῆς πραγματείας προτίθεσθαι. Μάτην οὖν ἐπεισάγεις τὴν ἀπὸ τῶν ἀθέων δόξαν, ὡς ἄρα τὴν πᾶσαν μαντείαν ἀπὸ τοῦ πονηροῦ δαίμονος ἡγοῦνται ἐπιτελεῖσθαι· οὔτε γὰρ ἄξιον αὐτῶν μνημο‐
75νεύειν ἐν ταῖς περὶ θεῶν ἐπιστάσεσι, καὶ ἅμα ἀμαθεῖς εἰσιν οὗτοι τῆς τοῦ ἀληθοῦς τε καὶ ψευδοῦς διακρίσεως διὰ τὸ ἐν σκότῳ τὴν ἀρχὴν τεθράφθαι, τάς τε ἀρχάς, ἀφ’ ὧν παραγίγνονται ταῦτα, οὐδέποτε δύνανται δια‐ γιγνώσκειν. Καὶ μέχρι δὴ τούτων τὰ περὶ τοῦ τρόπου
80τῆς μαντείας ἡμῖν διωρισμένα ἐχέτω τέλος.
Myst
.

4

.

1

Ἄγε δὴ οὖν ὅπως ἐφεξῆς καὶ τὰς δοκούσας ἐναν‐ τιώσεις ἐπισκεψώμεθα, τίνες εἰσὶ καὶ τίνα ἔχουσι λό‐ γον. Καὶ δῆτα ἐὰν ὀλίγῳ πλείονα διεξίωμεν περί τινων, ὡς ἂν ἐπ’ ἐξουσίας ἰδίας καὶ κατὰ σχολὴν ποιούμενοι
5τοὺς λόγους, ἐπιμένειν δεῖ σε προθύμως καὶ καρτερεῖν. Περὶ γὰρ τῶν μεγίστων μαθημάτων μεγάλας ἀνίστα‐ σθαι δεῖ καὶ τὰς σπουδάς, χρόνῳ τε ἐν πολλῷ δι’ ἀκρι‐ βείας βεβασανισμένας, εἰ μέλλοις αὐτὸ τελέως γνώ‐ σεσθαι· σὺ μὲν οὖν κατὰ τὴν παροῦσαν ὑπόθεσιν, ὥσ‐
10περ ἤρξω, πρότεινε τὰς ἐμποιούσας ἀπορίαν διαμ‐ φισβητήσεις, ἐγὼ δ’ ἐν τῷ μέρει δώσω λόγον σοι· λέγε δὴ οὖν· ὅ τι δὴ πάνυ με θράττει, πῶς ὡς κρείττονες
παρακαλούμενοι ἐπιτάττονται ὡς χείρονες· ἐγὼ δέ σοι ἐρῶ τὴν ὅλην περὶ τῶν καλουμένων ἀξίαν λόγου διαί‐146
15ρεσιν, ἀφ’ ἧς ἐνέσται σοι διορισμὸς σαφὴς τοῦ τε δυνα‐ τοῦ καὶ τοῦ ἀδυνάτου περὶ ὧν ἠρώτησας. Θεοὶ μὲν γὰρ καὶ ὅσοι κρείττονες ἡμῶν βουλήσει τῶν καλῶν ἀφθόνῳ τε τῶν ἀγαθῶν ἀποπληρώσει μετ’ εὐμε‐ νείας τοῖς ἁγίοις χαρίζονται τὰ προσήκοντα, οἰκτεί‐
20ροντες μὲν τοὺς τῶν ἱερατικῶν ἀνδρῶν πόνους, τὰ δ’ οἰκεῖα ἑαυτῶν γεννήματα καὶ θρέμματα καὶ παιδεύματα ἀσπαζόμενοι. Τὰ δὲ μέσα γένη κρίσεως ἔφορα τυγχά‐ νει· συμβουλεύει τε ἃ δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι προσήκει, καὶ πρὸς μὲν τὰ δίκαια ἔργα συναίρεται,
25διακωλύει δὲ τὰ ἄδικα, πολλούς τε τῶν ἐπιχειρούντων ἀφαιρεῖσθαί τι τῶν ἀλλοτρίων παρὰ δίκην ἢ λυμαί‐ νεσθαί τινα πλημμελῶς ἢ ἀπολλύναι, αὐτοὺς ἐποίησε παθεῖν ταῦτα οἷα ἄλλους διενοοῦντο ἐργάζεσθαι. Ἔστι δὲ δή τι καὶ ἄλλο ἀλόγιστον καὶ ἄκριτον γένος
30τῶν παραγιγνομένων, ὃ μίαν ἀριθμῷ δύναμιν κατενεί‐ ματο διὰ τὴν ἐφ’ ἑκάστοις τοῖς μέρεσι διανομὴν ἐφ’ ἑκάστῳ τῶν ἔργων ἐπιτεταγμένων. Ὥσπερ οὖν μαχαί‐ ρας ἔργον ἐστὶ τὸ τέμνειν καὶ οὐδὲν ἄλλο ποιεῖ ἢ τοῦτο, οὕτω καὶ τῶν ἐν τῷ παντὶ διῃρημένων πνευμάτων κατὰ
35φύσεως μεριστὴν ἀνάγκην τὸ μὲν διαιρεῖ, ἄλλο δὲ συν‐ άγει τὰ γιγνόμενα. Γνώριμον δὲ τοῦτό ἐστι καὶ ἀπὸ τῶν φαινομένων· τὰ γὰρ Χαρώνεια λεγόμενα ἀφίησί τι πνεῦμα ἀφ’ ἑαυτῶν πᾶν τὸ ἐμπίπτον ἀδιακρίτως δυνά‐ μενον φθείρειν. Οὕτω δὴ οὖν καὶ ἀφανῆ τινα πνεύματα,
40διαλαχόντα ἄλλα ἄλλην δύναμιν, ἐκεῖνο μόνον πέφυκε ποιεῖν ὥσπερ ἐπιτέτακται. Εἰ δή τις παραλαβὼν τὰ συντελοῦντα τεταγμένως εἰς τὸ πᾶν ἀλλαχοῦ μετα‐ τρέψειε καὶ διαπράξαιτό τι παρανόμως, οἰκεία τότε
ἔσται τοῦ κακῶς χρωμένου βλάβη.147
Myst
.

4

.

2

Καὶ οὗτος μὲν ἄλλος τρόπος λόγων· ὃ δὲ νυνὶ πρόκειται σκοπεῖν, ἐνίοτε ὁρῶμεν γιγνόμενον. Τὸ γὰρ τῶν ἐπιτάξεων συμβαίνει περὶ τὰ μὴ χρώμενα ἰδίῳ λόγῳ πνεύματα μηδὲ κρίσεως ἀρχὴν ἔχοντα. Καὶ τοῦτο οὐκ
5ἀπαντᾷ παραλόγως. Φύσιν γὰρ ἔχουσα λογίζεσθαι ἡμῶν ἡ διάνοια καὶ διακρίνειν ᾗπερ ἔχει τὰ πράγματα, πολλάς τε δυνάμεις ζωῆς ἐν ἑαυτῇ συλλαβοῦσα, τοῖς ἀλογίστοις καὶ κατὰ μίαν τοῖς ἐπιτελουμένοις ἐνέρ‐ γειαν ἐπιτάττειν εἴωθεν. Καλεῖ μὲν οὖν αὐτὰ ὡς κρείτ‐
10τονα, διότι ἀπὸ τοῦ περιέχοντος ἡμᾶς παντὸς κόσμου τὰ συντελοῦντα πρὸς τὰ ὅλα περὶ τὰ κατεχόμενα ἐν τοῖς μεριστοῖς ἕλκειν ἐπιχειρεῖ· ἐπιτάττει δὲ ὡς χεί‐ ροσι, διότι καὶ μέρη τινὰ πολλάκις τῶν ἐν τῷ κόσμῳ καθαρώτερα καὶ τελειότερα ἐμφύεται τῶν ἀνηκόντων εἰς
15τὸν ὅλον κόσμον· οἷον εἰ τὸ μὲν εἴη νοερόν, τὸ δ’ ὅλον ἄψυχον ἢ φυσικόν, τότε γὰρ τοῦ ἐπὶ πλεῖον διατείνον‐ τος τὸ ἐπ’ ἔλαττον διῆκον εἰς ἐξουσίαν ἐστὶ κυριώτε‐ ρον, εἰ καὶ ὅτι μάλιστα ἀπολείποιτο αὐτοῦ τῷ μεγέθει καὶ πλήθει τῆς ἐπικρατείας.
20 Ἔχει δὲ καὶ ἄλλον λόγον ταῦτα τοιοῦτον. Τῆς ὅλης θεουργίας διττόν ἐστι πρόσχημα, τὸ μὲν ὡς παρ’ ἀνθρώ‐ πων προσαγόμενον, ὅπερ δὴ τηρεῖ καὶ τὴν ἡμετέραν τάξιν ὡς ἔχει φύσεως ἐν τῷ παντί, τὸ δὲ κρατυνόμενον τοῖς θείοις συνθήμασι καὶ ἄνω μετέωρον δι’ αὐτῶν τοῖς
25κρείττοσι συναπτόμενον, περιαγόμενόν τε ἐμμελῶς ἐπὶ τὴν ἐκείνων διακόσμησιν, ὃ δὴ δύναται εἰκότως καὶ τὸ τῶν θεῶν σχῆμα περιτίθεσθαι. Κατὰ τὴν τοιαύτην οὖν διαφορὰν εἰκότως καὶ ὡς κρείττονας καλεῖ τὰς ἀπὸ τοῦ παντὸς δυνάμεις, καθόσον ἐστὶν ὁ καλῶν ἄνθρωπος,
30καὶ ἐπιτάττει αὐταῖς αὖθις, ἐπειδὴ περιβάλλεταί πως διὰ τῶν ἀπορρήτων συμβόλων τὸ ἱερατικὸν τῶν θεῶν
πρόσχημα.148
Myst
.

4

.

3

Ἀληθέστερον δ’ ἔτι τούτων διαλύοντες τὰ διη‐ πορημένα, ἀφαιρεῖν ἀξιοῦμεν τὰς ὡς ἐπ’ ἀνθρώπων φαι‐ νομένας ἐν τῷ καλεῖν παρακλήσεις καὶ τὰς ἐπὶ τῇ τῶν ἔργων διανύσει μετὰ μεγάλης σπουδῆς ἐνδιδομένας
5ἐπιτάξεις. Εἰ γὰρ ἡ φιλίας ὁμονοητικῆς κοινωνία καί τις ἀδιάλυτος συμπλοκὴ τῆς ἑνώσεως συνέχει τὴν ἱερα‐ τικὴν ἀπεργασίαν, ἵν’ ὄντως ᾖ θεία καὶ ὑπερέχουσα πᾶσαν τὴν γιγνωσκομένην κοινὴν ἀνθρώποις διάπρα‐ ξιν, οὐδὲν τῶν ἀνθρωπίνων ἔργων ἐπ’ αὐτῆς ἁρμόζει
10λεγόμενον, οὔτε τὸ προσκαλεῖν οὕτως, ὡς τὰ ἀφεστη‐ κότα ἡμεῖς προσαγόμεθα, οὔτε τὸ κελεύειν τοιοῦτον ὁποῖον τοῖς κεχωρισμένοις, ὡς ἕτερον ἐξ ἑτέρων ἐγχει‐ ρίζομεν· ἡ αὐτὴ δέ τις ἐνέργεια κοινῶς αὐθαίρετος ἐλ‐ λάμπουσα τοῦ θείου πυρὸς αὐτόκλητός τε καὶ αὐτ‐
15ενέργητος δι’ ὅλων ὡσαύτως ἐνεργεῖ τῶν μεταδιδόντων ὁμοῦ καὶ τῶν μεταλαμβάνειν αὐτῆς δυναμένων. Πολὺ δὴ οὖν κρεῖττόν ἐστι τὸ νυνὶ λεγόμενον, τὸ μὴ δι’ ἐναντιώσεως ἢ διαφορότητος ἀποτελεῖσθαι τὰ τῶν θεῶν ἔργα, ὥσπερ δὴ τὰ γιγνόμενα εἴωθεν ἐνεργεῖσθαι, ταὐ‐
20τότητι δὲ καὶ ἑνώσει καὶ ὁμολογίᾳ τὸ πᾶν ἔργον ἐν αὐ‐ τοῖς κατορθοῦσθαι. Ἐὰν μὲν οὖν καλοῦν ἢ καλούμενον ἢ ἐπιτάττον ἢ ἐπιταττόμενον ἢ κρεῖττον ἢ χεῖρον διαι‐ ρῶμεν, τὴν τῶν γενέσεων ἐπὶ τὰ τῶν θεῶν ἀγέννητα ἀγαθὰ μεταφέρομέν πως ἐναντιότητα, ἐὰν δὲ πάντων
25τούτων ὡς γηγενῶν καθάπερ ἐστὶ δίκαιον ὑπερίδωμεν, τὸ δὲ κοινὸν καὶ ἁπλοῦν ὡς τιμιώτερον ἀποδῶμεν τοῖς ὑπερέχουσι 〈τῆσ〉 τῶν ἐνταῦθα ποικιλίας, ἀνῄρηται εὐ‐ θὺς ἡ πρώτη τῶν ζητημάτων τούτων ὑπόθεσις, ὥστε οὐ‐ δεμία περὶ αὐτῶν εὔλογος ἀπολείπεται ἀμφισβήτησις.
Myst
.

4

.

4

Τί οὖν δὴ λέγομεν περὶ τῆς μετὰ ταύτην ἐπιζη‐ τήσεως, τί δίκαιον δήποτε μὲν ἀξιοῦσι τὸν θεραπεύοντα εἶναι οἱ καλούμενοι, αὐτοὶ δὲ τὰ ἄδικα κελευόμενοι δρᾶν ὑπομένουσιν; πρὸς δὴ τοῦτο ἔχω περὶ τοῦ δικαιοπρα‐149
5γεῖν διαμφισβητῆσαι, ὡς οὐχ ὁ αὐτὸς ὅρος ἡμῖν τε φαίνεται περὶ αὐτοῦ καὶ τοῖς θεοῖς. Ἀλλ’ ἡμεῖς μὲν ἅτε δὴ ἐπὶ τὸ βραχύτατον ἀποβλέποντες τὰ παρόντα πράγματα ἐπισκοποῦμεν καὶ τὸν ἐν ποσὶ βίον, τίς τέ ἐστι καὶ ὅπως γίγνεται· οἱ μέντοι κρείττονες ἡμῶν ὅλην
10τὴν ζωὴν τῆς ψυχῆς καὶ τοὺς προτέρους αὐτῆς βίους πάντας ἐπίστανται, καὶ εἴ τινα δὴ τιμωρίαν ἐπάγουσιν ἐκ παρακλήσεως τῶν καλούντων, οὐκ ἔξω τῆς δίκης ταύτην ἐπιφέρουσιν, ἀλλὰ στοχαζόμενοι τῶν ἐν προ‐ τέροις βίοις ἁμαρτημάτων τῆς ψυχῆς τῶν πασχόντων·
15ἅπερ οἱ ἄνθρωποι οὐχ ὁρῶντες νομίζουσιν αὐτοὺς ἀδί‐ κως περιπίπτειν ταῖς συμφοραῖς αἷς πάσχουσιν.
Myst
.

4

.

5

Καὶ πρὸς τὴν πρόνοιαν δὲ τὸ αὐτὸ τοῦτο κοινῶς εἰώθασιν οἱ πολλοὶ προσαπορεῖν, εἴ τινες παρὰ τὴν ἀξίαν κακῶς πάσχουσι μηδὲν ἠδικηκότες πρότερον. Οὐδὲ γὰρ ἐνταῦθα δύνανται ἀναλογίζεσθαι τίς οὖσα ἡ
5ψυχὴ καὶ τίνα ἔχουσα τὴν ὅλην ζωὴν καὶ πόσα ἐν προ‐ τέροις βίοις διαμαρτήσασα τυγχάνει, καὶ εἰ ἄρα πάσ‐ χει ταῦτα ἅπερ ἐποίησε πρότερον· πολλὰ δὲ καὶ λαν‐ θάνει τὰς ἀνθρωπίνας διαγνώσεις ἀδικήματα, τοῖς δὲ θεοῖς ἐστι γνώριμα, ἐπεὶ οὐδὲ τὸν αὐτὸν σκοπὸν τοῖς
10ἀνθρώποις προτίθενται τῆς δικαιοσύνης. Ἀλλ’ οἱ μὲν ἄνθρωποι τὴν ἰδίαν τῆς ψυχῆς αὐτοπραγίαν καὶ τὴν κατὰ τοὺς καθεστῶτας νόμους καὶ τὴν κρατοῦσαν πο‐ λιτείαν διανομὴν τῆς ἀξίας ἀφορίζονται εἶναι δικαιο‐ σύνην· οἱ μέντοι θεοὶ πρὸς τὴν ὅλην τοῦ κόσμου διά‐
15ταξιν καὶ πρὸς τὴν συντέλειαν τοῖς θεοῖς τῶν ψυχῶν
ἀποβλέποντες, τὴν κρίσιν τῶν δικαιωμάτων ἐπιβάλλου‐ σιν. Διόπερ δὴ ἄλλως μὲν παρὰ τοῖς θεοῖς ἄλλως δὲ παρ’ ἡμῖν τῶν δικαίων ἡ κρίσις γίγνεται· καὶ οὐκ ἂν θαυμάσαιμι εἰ μὴ ἐφικνούμεθα ἐν τοῖς πλείστοις τῆς150
20ἄκρας καὶ τελειοτάτης τῶν κρειττόνων κρίσεως. Τί δὲ κωλύει καθ’ ἑαυτὸν ἑκάστῳ καὶ μετὰ τῆς ὅλης συγγενείας τῶν ψυχῶν παρὰ τοῖς θεοῖς πολὺ διαφερόν‐ τως δοκιμάζεσθαι τὸ δίκαιον; εἴπερ γὰρ ἡ κοινωνία τῆς αὐτῆς φύσεως ἔν τε σώμασι καὶ ἄνευ σωμάτων οὔσαις
25ταῖς ψυχαῖς συμπλοκήν τινα τὴν αὐτὴν πρὸς τὴν τοῦ κόσμου ζωὴν καὶ τάξιν ἐναπεργάζεται κοινήν, καὶ τὴν ἔκτισιν τῆς δίκης ἀναγκαῖον ἀπαιτεῖσθαι ἀφ’ ὅλων, καὶ μάλιστα ἡνίκα ἂν τὸ μέγεθος τῶν μιᾷ προϋπηργμένων ἀδικημάτων ὑπεραίρῃ τὴν ἀπὸ μιᾶς τῆς ἀκολούθου τοῖς
30πλημμελήμασι τιμωρίας ἀποπλήρωσιν· εἰ δέ τις καὶ ἄλλους προστιθείη διορισμούς, καθ’ οὓς ἐπιδείκνυσιν ἑτέρως τὰ δίκαια παρὰ τοῖς θεοῖς ἔχοντα ἢ ὡς παρ’ ἡμῖν διέγνωσται, γένοιτ’ ἂν καὶ ἀπ’ ἐκείνων ἔφοδος ἡμῖν ἐπὶ τὸ προκείμενον· ἀλλ’ ἐμοὶ καὶ οἱ προειρημέ‐
35νοι μόνοι κανόνες ἐξαρκοῦσιν εἰς τὸ δηλῶσαι τὸ καθ‐ όλου καὶ πάντα περιέχον γένος τῆς ἐν ταῖς δίκαις ἰατρείας.
Myst
.

4

.

6

Ἵνα τοίνυν ἐκ περιουσίας διαγωνισώμεθα πρὸς τὴν νῦν λεγομένην ἀντίληψιν, δῶμεν εἰ βούλει καὶ τὸ ἐναν‐ τίον οὗ κατεσκευάσαμεν, ὡς ἄδικά τινα δρᾶσθαι ἐν ταῖς κατὰ τὰς κλήσεις πραγματείαις· ὅτι τοίνυν οὐδὲ τού‐
5των αἰτιατέον τοὺς θεοὺς αὐτόθεν μὲν πρόδηλον· οἱ γὰρ ἀγαθοὶ ἀγαθῶν εἰσιν αἴτιοι, κακοῦ δὲ παντὸς ἀναί‐
τιοι· καὶ οἱ θεοὶ κατ’ οὐσίαν ἔχουσι τὸ ἀγαθόν· οὐδὲν ἄρα ἄδικον ποιοῦσιν. Ἀλλ’ ἄρα τὰ αἴτια τῶν πλημ‐ μελῶς γιγνομένων ζητητέον· εἰ δὲ μὴ οἷοί τέ ἐσμεν151
10εὑρεῖν αὐτά, οὐ χρὴ προΐεσθαι τὴν ἀληθῆ περὶ θεῶν ἔννοιαν, οὐδὲ διὰ τὰ ἀμφισβητούμενα εἰ γίγνονται καὶ ὅπως γίγνονται ἀφίστασθαι χρὴ τῆς ὄντως ἐναργοῦς περὶ θεῶν ἐννοίας· πολὺ γὰρ βέλτιον ἀγνοεῖν προσ‐ ομολογῆσαι τὴν ἀτοπίαν τῆς δυνάμεως πῶς τὰ ἄδικα
15διαπράττεται, ἢ συγχωρῆσαι περὶ θεῶν ἀδύνατόν τι ψεῦδος, περὶ οὗ πάντες Ἕλληνές τε καὶ βάρβαροι τἀ‐ ναντία ἀληθῶς διαδοξάζουσιν.
Myst
.

4

.

7

Ἔχει μὲν οὖν τό γε ἀληθὲς οὕτως· οὐ μὴν ἀλλὰ δεῖ προσθεῖναι καὶ τὰ αἴτια τῆς ἐνίοτε τῶν κακῶν γενέ‐ σεως, πόσα τέ ἐστι καὶ ὁποῖα· καὶ γὰρ οὐδὲ ἁπλοῦν αὐτῶν ὑπάρχει τὸ εἶδος· ποικίλον δέ τι ὂν ποικίλων
5κακῶν προηγεῖται τῆς γενέσεως. Εἰ γὰρ ἀληθῶς ἄρτι ἐλέγομεν περὶ τῶν εἰδώλων καὶ τῶν κακῶν δαιμόνων τῶν ὑποκρινομένων τὴν τῶν θεῶν καὶ τῶν ἀγαθῶν δαι‐ μόνων παρουσίαν, πολὺ δήπου τι καταφαίνεται ἐντεῦ‐ θεν ἐπιρρέον τὸ κακοποιὸν φῦλον, περὶ ὃ συμβαίνειν
10φιλεῖ ἡ τοιάδε ἐναντίωσις. Δίκαιον μὲν γὰρ ἀξιοῖ εἶναι τὸν θεραπεύοντα, διότι ὑποκρίνεται εἶναι οἷον τὸ θεῖον γένος· ὑπηρετεῖ δὲ πρὸς τὰ ἄδικα, διότι πέφυκεν εἶναι πονηρόν. Ἔστω δὴ οὖν ὁ αὐτὸς λόγος περὶ ψεύδους καὶ ἀληθοῦς καὶ ἀγαθοῦ καὶ κακοῦ. Καθάπερ δὴ οὖν ἐν
15ταῖς μαντείαις μόνως τὸ ἀληθεύειν τοῖς θεοῖς ἀπονεί‐ μαντες, κατιδόντες τὸ ψεῦδος λεγόμενον ἐν αὐταῖς, εἰς ἕτερον γένος αἰτίας τοῦτο ἀνήγομεν, τὸ τῶν δαιμό‐ νων, οὕτω καὶ ἐπὶ τῶν δικαίων καὶ ἀδίκων θεοῖς μὲν καὶ
ἀγαθοῖς δαίμοσιν ἀποδιδόναι δεῖ μόνως τὸ καλὸν καὶ152
20δίκαιον, τὰ δὲ ἄδικα καὶ αἰσχρὰ ἀπεργάζονται οἱ φύ‐ σει πονηροὶ δαίμονες. Καὶ τὸ μὲν ὁμολογούμενον πάντῃ καὶ σύμφωνον πρὸς ἑαυτὸ καὶ ἀεὶ ἑαυτῷ ὡσαύτως ἔχον προσήκει τοῖς κρείττοσι, τὸ δ’ ἐναντίον καὶ ἀσύμφωνον καὶ μηδέποτε τὸ αὐτὸ τῆς δαιμονίας διαστάσεώς ἐστιν
25ἰδιώτατον, περὶ ἣν εἰ γίγνεται τὰ μαχόμενα οὐδέν ἐστι θαυμαστόν· ἀλλὰ τοὐναντίον ἴσως ἂν ἦν θαυμαστό‐ τερον, εἰ μὴ οὕτως εἶχεν.
Myst
.

4

.

8

Ἀπ’ ἄλλης τοίνυν αὖθις ὁρμώμενοι ὑποθέσεως τὰ σωματικὰ μέρη τοῦ παντὸς οὔτε ἀργὰ οὔτε δυνάμεως ἄμοιρα εἶναι τιθέμεθα, ἀλλ’ ὅσῳ τελειότητι καὶ κάλλει καὶ μεγέθει προέχει τῶν ἡμετέρων, τοσούτῳ καὶ δύνα‐
5μιν αὐτοῖς παρεῖναι μείζονα ἀποφαινόμεθα. Αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ἕτερα δύναται καὶ ποιεῖ διαφερούσας τινὰς ἐνεργείας· δύναται δὲ καὶ πρὸς ἄλληλα πολὺ δήπου πλείονα ἀπεργάζεσθαι. Καὶ δῆτα καὶ εἰς τὰ μέρη καθήκει τις ἀπὸ τῶν ὅλων ἡ μὲν συμπαθὴς καθ’
10ὁμοιότητα τῶν δυνάμεων ἡ δὲ κατ’ ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον πολυειδὴς ποίησις. Οὐκοῦν σωματικαῖς ἀνάγκαις συμβαίνει τινὰ περὶ τὰ μέρη κακὰ καὶ ὀλέθρια, ὡς μὲν πρὸς τὰ ὅλα καὶ τὴν ἁρμονίαν τοῦ παντὸς ὄντα σωτήρια καὶ ἀγαθά, τοῖς δὲ μέρεσιν ἀναγ‐
15καίαν τινὰ φθορὰν ἐπάγοντα, ἢ τῷ μὴ δύνασθαι φέρειν τὰς τῶν ὅλων ἐνεργείας, ἢ ἄλλῃ τινὶ συμμίξει καὶ κρά‐ σει τῆς ἀφ’ ἑαυτῶν ἀσθενείας, ἢ τὸ τρίτον ἀσυμμετρίᾳ τῶν μερῶν πρὸς ἄλληλα.
Myst
.

4

.

9

Μετὰ δὲ τὸ σῶμα τοῦ παντὸς ἀπὸ τῆς φύσεως αὐτοῦ πολλὰ γίγνεται· καὶ γὰρ ἡ συμφωνία τῶν ὁμοίων καὶ ἡ ἐναντίωσις τῶν ἀνομοίων ἀπεργάζεται οὐκ
ὀλίγα. Ἔτι δὲ ἡ τῶν πολλῶν σύνοδος εἰς ἓν τὸ τοῦ153
5παντὸς ζῷον καὶ αἱ δυνάμεις δὲ αἱ ἐν τῷ κόσμῳ ὅσαι ποτέ εἰσι καὶ ὁποῖαι, ἄλλο μὲν ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τῶν ὅλων, ἕτερον δ’ ἐπὶ τῶν μερῶν ἐπιτελοῦσι διὰ τὴν τῶν μερῶν διῃρημένην ἀσθένειαν· οἷον ἡ φιλία τοῦ παντὸς καὶ ὁ ἔρως καὶ τὸ νεῖκος, κατ’ ἐνέργειαν μὲν
10ὄντα ἐν τῷ παντί, παθήματα ἐν τοῖς μετέχουσι τῶν καθ’ ἕκαστα γίγνεται· ἐν εἴδεσι δὲ προεστηκότα καὶ λόγοις καθαροῖς ἐν τῇ τῶν ὅλων φύσει μεταλαμβάνει τινὸς ὑλικῆς ἐνδείας καὶ ἀμορφίας ἐπὶ τῶν κατὰ μέρος· συνηνωμένα δὲ πρὸς ἄλληλα ἐπὶ τῶν ὅλων, ἐπὶ τῶν
15μερῶν διαστασιάζει. Καὶ οὕτως ἐπὶ πάντων ἐξίσταται τῶν καλῶν καὶ τελείων καὶ ὅλων τὰ μεθ’ ὕλης αὐτῶν μεταλαγχάνοντα μεριστά. Ἔνια δὲ καὶ φθείρεται τῶν μερῶν ὑπὲρ τοῦ τὰ ὅλα τὰ κατὰ φύσιν συνεστηκότα διασώζεσθαι· καὶ θλίβεται δὲ καὶ βαρεῖται ἐνίοτε τὰ
20μέρη, καίτοι τῶν ὡς ὅλων φυομένων ἀπ’ αὐτῆς τῆς τοιαύτης ὀχλήσεως ἀπαθῶν διαμενόντων.
Myst
.

4

.

10

Συλλογισώμεθα δὴ οὖν τὰ ἀπὸ τούτων συμβαί‐ νοντα· εἰ γὰρ φυσικαῖς δυνάμεσιν ἢ σωματικαῖς τοῦ παντὸς χρῶνταί τινες τῶν καλούντων, ἡ μὲν δόσις γίγνεται τῆς ἐνεργείας ἀπροαίρετος καὶ ἄνευ κακίας·
5ὁ μέντοι χρώμενος αὐτῇ μεταστρέφει τὴν δόσιν ἐπὶ τἀ‐ ναντία καὶ τὰ φαῦλα. Καὶ ἡ μὲν συμπαθῶς δι’ ὁμοιό‐ τητα καὶ δι’ ὁμοιότητα τοῖς πάθεσιν ὑπεναντίως συγκι‐ νεῖται, ὁ δὲ ἤδη κατὰ προαίρεσιν ἕλκει παρὰ τὸ δίκαιον ἐπὶ τὰ φαῦλα τὸ διδόμενον· καὶ ἡ μὲν κατὰ μίαν ἁρμο‐
10νίαν τοῦ κόσμου τὰ πορρωτάτω ποιεῖ συνεργεῖν, εἰ δέ τις τοῦτο καταμαθὼν ἕλκειν ἐπιχειροίη μὴ καλῶς μοί‐ ρας τινὰς τοῦ παντὸς εἰς ἕτερα μέρη, οὐ τά γε ἐκείνου αἴτια, ἀλλ’ ἡ τῶν ἀνθρώπων τόλμα καὶ παράβασις τῆς
ἐν τῷ κόσμῳ τάξεως παρατρέπει τὰ καλὰ καὶ νόμιμα.154
15Ὁπότε δὴ οὖν οὔτε οἱ θεοὶ δρῶσι τὰ δοξαζόμενα εἶναι πονηρά, ἀλλ’ αἱ καθήκουσαι ἀπ’ αὐτῶν φύσεις τε καὶ τὰ σώματα, οὔτε αὐτὰ ταῦτα οὕτως ὡς νομίζεται ἐνδί‐ δωσι πλημμέλειάν τινα ἀφ’ αὑτῶν, ἐπὶ σωτηρίᾳ δὲ τῶν ὅλων καταπέμπει τοῖς περὶ γῆν τὰς οἰκείας ἀπορροίας,
20οἵ τε παραδεχόμενοι αὐτὰς συμμίξει τῇ οἰκείᾳ καὶ πα‐ ρατροπῇ μεταπλάττουσιν, ἑτέρως τε διδομένας ἐπ’ ἄλλα μετάγουσιν, κομιδῇ ἐξ ἁπάντων τούτων ἀναίτιον ἀπο‐ δέδεικται εἶναι τῶν κακῶν καὶ ἀδίκων τὸ θεῖον.
Myst
.

4

.

11

Ἐρωτᾷς δὴ καὶ ἅμα ἀπορεῖς μετὰ τοῦτο, ὡς μὴ καθαρῷ μὲν ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπ‐ ακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν. Τὸ δὲ ἔχει μὲν καὶ ἀπὸ τῶν
5ἔμπροσθεν εἰρημένων σαφῆ τὴν λύσιν· εἰ τῶν μὲν νόμων ἐκτός, κατ’ ἄλλην δὲ κρείττονα τῶν νόμων αἰτίαν καὶ τάξιν ταῦτα γίγνεται, ἢ εἰ καθ’ ἁρμονίαν μὲν καὶ φιλίαν ἐν τῷ κόσμῳ, κατὰ δέ τινα ἀσυμπαθῆ κρᾶσιν ἐπὶ τῶν μερῶν τὰ τοιαῦτα συμβαίνει, ἢ εἰ καλῶς διδο‐
10μένων μεταστρέφεται ἡ δόσις τῶν καλῶν ὑπὸ τῶν λαμ‐ βανόντων ἐπὶ τἀναντία.
Myst
.

4

.

12

Οὐ μὴν ἀλλὰ δεῖ καὶ κατ’ ἰδίαν ἐπισκέψασθαι περὶ αὐτῶν τούτων, ὅπως τε γίγνονται καὶ ὅντινα ἔχει λόγον. Δεῖ δὴ νοεῖν ὡς ἓν ζῷόν ἐστι τὸ πᾶν. Τὰ δ’ ἐν αὐτῷ μέρη διέστηκε μὲν τοῖς τόποις, τῇ δὲ μιᾷ φύσει
5σπεύδει πρὸς ἄλληλα. Τὸ δὲ συναγωγὸν ὅλον καὶ τὸ τῆς συγκράσεως αἴτιον ἕλκει μὲν καὶ αὐτοφυῶς τὰ μέρη πρὸς τὴν ἀλλήλων σύμμιξιν. Δύναται δὲ καὶ ἀπὸ τέχ‐ νης ἐγείρεσθαί τε καὶ ἐπιτείνεσθαι μᾶλλον τοῦ δέον‐ τος· αὐτὸ μὲν οὖν καθ’ ἑαυτὸ καὶ τὸ διατεῖνον ἀπ’
10αὐτοῦ περὶ ὅλον τὸν κόσμον ἀγαθόν τέ ἐστι καὶ πλη‐ ρώσεως αἴτιον, κοινωνίας τε καὶ συνόδου καὶ συμμε‐ τρίας συναρμοστικόν, ἔρωτός τε ἀδιάλυτον ἀρχὴν ἐντί‐ θησι τῇ ἑνώσει, διακρατοῦσαν τά τε ὄντα καὶ τὰ γιγνό‐ μενα. Ἐν δὲ τοῖς μέρεσι διὰ τὴν ἀπ’ ἀλλήλων καὶ τῶν155
15ὅλων ἀπόστασιν, καὶ διότι κατὰ τὴν ἰδίαν αὐτῶν φύσιν ἀτελῆ τέ ἐστι καὶ ἐνδεῆ καὶ ἀσθενῆ, μετὰ πάθους ποιεῖ‐ ται τὴν ἀλληλουχίαν· ἀφ’ οὗ δὴ καὶ ἐπιθυμία καὶ ἔφε‐ σις σύμφυτος αὐτῶν τοῖς πλείστοις ἔνεστιν. Κατιδοῦσα δὴ οὖν αὐτὸ οὕτως ἐνσπειρόμενον τῇ φύ‐
20σει καὶ περὶ αὐτὴν μεριζόμενον τέχνη, πολυειδῶς καὶ αὐτὴ μεριζομένη περὶ τὴν φύσιν ἕλκει ποικίλως αὐτὸ καὶ μετοχετεύει, καὶ τὸ μὲν ἑαυτῷ τεταγμένον εἰς ἀτα‐ ξίαν μετάγει, τὸ δὲ κάλλος καὶ τὸ τῶν εἰδῶν σύμμετρον ἀσυμμετρίας καὶ ἀσχημοσύνης ἐμπίμπλησι, τὸ δ’ ἕνεκα
25τῆς ἑνώσεως συμφυόμενον σεμνὸν τέλος ἐπ’ ἄλλο ἀπρεπὲς μεταφέρει πλήρωμα τὸ κοινόν, κατὰ πάθος ἐκ διαφερομένων πως συμφερόμενον· ὕλην τε ἐνδίδωσιν ἀφ’ ἑαυτῆς, ἥτις ἀπρόσφορός ἐστιν εἰς τὴν τοῦ καλοῦ γένεσιν, ἢ μὴ δεχομένη παρὰ πᾶν τὸ καλὸν ἢ ἐπ’ ἄλλα
30αὐτὸ μεταβάλλουσα, δυνάμεις τε πολλὰς φυσικὰς δια‐ φερούσας μίγνυσιν, ἀφ’ ὧν ὡς ἂν ἐθέλῃ οὕτω κατευθύνει τὰς πρὸς τὴν γένεσιν συμμίξεις· πανταχόθεν οὖν ἀπο‐ δείκνυμεν ὡς ἐκ τέχνης τινὸς ἀνθρωπίνης ἡ τοιαύτη γίγνεται κατασκευὴ τῆς τῶν ἀφροδισίων συμπλοκῆς,
35ἀλλ’ οὐκ ἀπό τινος δαιμονίας ἢ θείας ἀνάγκης.
Myst
.

4

.

13

Ἐπίσκεψαι δὴ οὖν καὶ κατ’ ἄλλο αἰτίων γένος πῶς λίθος ἢ βοτάνη πολλάκις φύσιν ἔχουσιν ἀφ’ ἑαυ‐ τῶν φθαρτικὴν ἢ πάλιν συναγωγὸν τῶν γιγνομένων·
μὴ γὰρ οὐκ ἦν ἐπὶ τούτων μόνων ἀλλὰ καὶ ἐπὶ μειζόνων156
5καὶ ἐν μείζοσι πράγμασι φύσεων ἡ φυσικὴ αὕτη ἐπι‐ κράτεια, ἣν οἱ μὴ δυνάμενοι συλλογίζεσθαι τάχ’ ἂν ἐπὶ τὰ κρείττονα ἔργα τὰ τῶν φύσεων ἐνεργήματα μεταφέροιεν. Ἤδη τοίνυν συνωμολόγηται, ἐν τῇ γενέ‐ σει καὶ περὶ τὰ ἀνθρώπεια πράγματα καὶ ὅσα ἐστὶν ἐν
10τοῖς περὶ γῆν τὸ τῶν πονηρῶν δαιμόνων φῦλον πλέον ἐπικρατεῖν δύνασθαι. Τί οὖν ἔτι θαυμαστὸν εἰ καὶ τὰ τοιαῦτα ἔργα τὸ τοιοῦτον ἐπιτελεῖ; οὐδὲ γὰρ πᾶς ἀνὴρ διακρῖναι δυνηθείη τί ποτ’ ἐστὶ τὸ σπουδαῖον αὐτοῦ καὶ φαῦλον ἢ τίσι γνωρίσμασι διακρίνεται ἑκάτερον·
15ὃ δὴ μὴ οἷοί τε ὄντες καθορᾶν ἀτόπως συλλογίζονται περὶ τούτων τὴν τῆς αἰτίας ζήτησιν, καὶ ἐπανάγουσιν αὐτὴν ἐπὶ τὰ κρείττονα γένη τῆς φύσεώς τε καὶ τῆς δαιμονίας τάξεως· εἰ δὲ καὶ τῆς ψυχῆς τῆς μερικῆς ἐπὶ τούτων συνεπιλαμβάνονταί τινες δυνάμεις εἰς ἀπερ‐
20γασίαν, τῆς τε ἐν σώματι κατεχομένης καὶ ὅση τὸ μὲν ὀστρεῶδες καὶ γήινον σῶμα ἀφῆκεν, ἐπὶ δὲ πνεύματος θολεροῦ καὶ διύγρου περιπλανᾶται κάτω περὶ τοὺς τῆς γενέσεως τόπους, καὶ αὐτὴ ἀληθὴς μὲν ἂν εἴη ἡ δόξα, πορρωτάτω δὲ τῆς τῶν κρειττόνων αἰτίας διέστηκεν.
25Οὐδαμῶς ἄρα τὸ θεῖον καὶ ὅσον ἐστὶν ἀγαθὸν δαιμό‐ νιον ὑπηρετεῖ ταῖς παρανόμοις εἰς τὰ ἀφροδίσια τῶν ἀνθρώπων ἐπιθυμίαις, ἐπειδὴ πέφηνεν αὐτῶν ἄλλα αἴ‐ τια πολλὰ ὑπάρχοντα.
Myst
.

5

.

1

Ὃ τοίνυν πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων τῶν τε ἐν παιδείᾳ διατριβόντων καὶ τῶν ἀπειροτέρων τῆς ἐν λόγοις μελέτης κοινόν ἐστι ζήτημα, ἀπορεῖς κατὰ τὸ συνεχές, τὸ περὶ θυσιῶν λέγω, τίνα ἔχουσι χρείαν ἢ
5δύναμιν ἐν τῷ παντὶ καὶ παρὰ τοῖς θεοῖς, τίνος τε ἕνεκα λόγου προσφόρως μὲν τοῖς τιμωμένοις ὠφελίμως δὲ τοῖς τὰ δῶρα προσάγουσιν ἐπιτελοῦνται. Πρόσεστι δὲ δὴ αὐτόθι καὶ ἄλλη τις ἐναντίωσις ἡ ἀπὸ τοῦ τοὺς ὑποφήτας ἀπέχεσθαι δεῖν ἐμψύχων, ἵνα μὴ οἱ θεοὶ τοῖς157
10ἀπὸ ζῴων ἀτμοῖς χραίνωνται· ἐναντίον γὰρ δὴ τοῦτο τῷ αὐτοὺς τοῖς ἀπὸ ζῴων ἀτμοῖς μάλιστα δελεάζεσθαι.
Myst
.

5

.

2

Τὴν μὲν οὖν μάχην τῶν νυνὶ προκειμένων εὐπό‐ ρως ἄν τις διαλύσειε, τὴν τῶν ὅλων πρὸς τὰ μέρη πα‐ ραδείξας ὑπεροχήν, καὶ τὴν τῶν θεῶν πρὸς τοὺς ἀνθρώ‐ πους ἐξῃρημένην ὑπερβολὴν ὑπομνήσας· οἷον ὃ λέγω
5τῇ μὲν ὅλῃ ψυχῇ προεστηκέναι τοῦ κοσμικοῦ παντὸς σώματος, καὶ τοῖς οὐρανίοις θεοῖς ἐπιβεβηκέναι τοῦ οὐρανίου σώματος οὔτε βλαβερόν ἐστιν εἰς παθῶν πα‐ ραδοχὴν οὔτε ἐμπόδιον πρὸς τὰς νοήσεις, τῇ δὲ ἐν μέρει ψυχῇ κοινωνεῖν σώματι πρὸς ἀμφότερα ταῦτά
10ἐστιν ἀλυσιτελές. Εἰ δή τις κατιδὼν τοῦτο συμπλέκει τινὰ τοιαύτην ἀπορίαν, ὡς εἰ τῇ ψυχῇ τῇ ἡμετέρᾳ δεσ‐ μὸς τὸ σῶμα, καὶ τῇ τοῦ παντὸς ἔσται δεσμός, καὶ εἴπερ ἡ μεριστὴ ψυχὴ πρὸς τὸ σῶμα ἐπέστραπται, καὶ ἡ δύναμις τῶν θεῶν ὡσαύτως ἐπέστραπται πρὸς τὴν
15γένεσιν, πᾶς ἂν ἀπαντήσειε πρὸς τοῦτο, λέγων ὡς οὐκ οἶδεν ὅση τίς ἐστιν ἡ τῶν κρειττόνων πρὸς τοὺς ἀνθρώ‐ πους καὶ ἡ τῶν ὅλων ὑπεροχὴ πρὸς τὰ μέρη. Ἐπ’ ἄλλων οὖν καὶ ἄλλων τὰ ἀντικείμενα προσαγόμενα οὐδεμίαν κινεῖ πρὸς ἀμφισβήτησιν.
Myst
.

5

.

3

Καὶ ἐνταῦθα δὴ οὖν ὁ αὐτὸς ἐξαρκεῖ λόγος· ἡμῖν μὲν γὰρ βαρύτητα καὶ μιασμὸν ἐναπομόργνυται τῶν τῆς ψυχῆς κοινωνησάντων ποτὲ σωμάτων ἡ ἀπόλαυ‐ σις, ἡδυπάθειάν τε ἐντίκτει καὶ ἄλλα ἐμποιεῖ τῇ ψυχῇ
5πολλὰ νοσήματα· ἐπὶ δὲ τῶν θεῶν καὶ τῶν ἐγκοσμίων καὶ ὅλων αἰτίων ἡ ἀπὸ τούτων ἀναγομένη πως ἱερο‐ πρεπῶς ἀναθυμίασις (ἅτε δὴ περιεχομένη καὶ οὐ πε‐ ριέχουσα, συνταττομένη τε αὕτη πρὸς τὸ πᾶν ἀλλ’ οὐχὶ συντάττουσα πρὸς ἑαυτὴν τὰ ὅλα καὶ τὰ τῶν θεῶν),158
10συναρμόζεται αὕτη τοῖς κρείττοσι καὶ ὅλοις αἰτίοις ἀλλ’ οὐχὶ κατέχει αὐτὰ καὶ συναρμόζει πρὸς ἑαυτήν.
Myst
.

5

.

4

Οὐδὲ γὰρ ὅπερ σε εἴσεισιν ὡς μαχόμενον περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἔχει τινὰ δυσκολίαν, εἴ τις αὐτὸ ὀρθῶς ὑπολαμβάνοι· οὐ γὰρ δὴ ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζῴων ἀτμοῖς χραίνωνται, διὰ τοῦτο οἱ θεραπεύοντες
5αὐτοὺς ἀπέχονται τῶν ἐμψύχων. Τίς γὰρ ἂν καὶ ἀπὸ σωμάτων ἀναθυμίασις αὐτοῖς πελάσειεν, οἳ καὶ πρὶν ἐφάψασθαί τι τῶν ἐνύλων τῆς σφετέρας δυνάμεως τὴν ὕλην ἀναφῶς ἀποκόπτουσιν; καὶ μὴ ὅτι ἡ δύναμις αὐ‐ τῶν ἀναιρεῖ πάντα καὶ ἀφανίζει τὰ σώματα ἄνευ τοῦ
10πρὸς αὐτὰ πελάζειν, ἀλλὰ καὶ τὸ σῶμα τὸ οὐράνιον ἄμικτόν ἐστι πρὸς πάντα τὰ ὑλικὰ στοιχεῖα, καὶ οὔτε ἂν αὐτὸ παραδέξαιτό τι εἰς ἑαυτὸ τῶν ἔξωθεν, οὔτε ἂν ἀφ’ ἑαυτοῦ τινα δοίη μοῖραν εἰς τὰ ἀλλότρια. Πότε οὖν ἀτμός τις περίγειος, ὃς οὐδὲ ἄχρι σταδίων πέντε
15ἀπὸ γῆς ἐπαιρόμενος ἀπορρεῖ πάλιν εἰς τὴν γῆν, δύ‐ ναται τῷ οὐρανῷ πελάζειν ἢ τρέφειν τὸ κυκλοφορητι‐ κὸν καὶ ἄυλον σῶμα ἢ ποιεῖν τι ἐν αὐτῷ ὅλως ἢ μίασμα ἢ ἄλλο ὁτιοῦν πάθος; Ὁμολογεῖται γὰρ δὴ τὸ αἰθέριον σῶμα πάσης ἐκτὸς
20εἶναι ἐναντιώσεως, τροπῆς τε πάσης ἀπηλλάχθαι, καὶ τὸ δύνασθαι εἰς ὁτιοῦν μεταβάλλειν πάντῃ καθαρεύειν, ῥοπῆς τε τῆς ἐπὶ τὸ μέσον καὶ ἀπὸ τοῦ μέσου παντε‐
λῶς ἀπολελύσθαι, διότι ἀρρεπές ἐστιν ἢ κατὰ κύκλον περιφέρεται· οὔκουν οὐδὲ ἀπὸ τῶν σωμάτων τῶν ἐκ159
25διαφερουσῶν δυνάμεων καὶ κινήσεων συνεστηκότων, τρεπομένων παντοίως ἢ ἄνω ἢ κάτω φερομένων, οὐκ ἔστιν ἥτις ἂν κοινωνία φύσεως ἢ δυνάμεως ἢ ἀναθυ‐ μιάσεως συμμιχθείη πρὸς τὰ ἐν οὐρανῷ σώματα, οὐδὲ ποιήσει τι οὖν εἰς αὐτά, ἅ γε παντελῶς ἀπ’ αὐτῶν
30κεχώρισται. Οὐ γὰρ ἐκεῖνα δύναμίν τινα ἔχει τοῦ πα‐ ραδέχεσθαι εἰς ἑαυτὰ τὴν ἀπὸ τῶν γιγνομένων μετα‐ βολήν, ὄντα ἀγέννητα. Ἦ που ἄρα τὰ τῶν θεῶν χραί‐ νεται ἀπὸ τῶν τοιούτων ἀτμῶν, ἃ καὶ τῆς ὕλης ὅλης καὶ τῶν ἐνύλων σωμάτων τοὺς ἀτμούς, ἵν’ οὕτως εἴπω‐
35μεν, ἐξαίφνης κατὰ μίαν βολὴν ἀποκόπτει; Τοῦτο μὲν οὖν οὐκ ἄξιον ὑπονοεῖν· πολὺ δὲ μᾶλλον ἐκεῖνο χρὴ διανοεῖσθαι, ὡς ἡμῖν καὶ τῇ ἡμετέρᾳ φύσει τὰ τοιαῦτά ἐστιν ἀλλότρια· τὰ μὲν γὰρ δὴ διῃρη‐ μένα εἰς τὰ μεριστὰ καὶ τὰ ἔνυλα πρὸς τὰ ἔνυλα καὶ
40ὅλως τὰ ὁμοφυῆ πρὸς τὰ ὁμοφυῆ δύναταί τινα κοινω‐ νίαν ἔχειν πρὸς ἄλληλα τοῦ ποιεῖν ἢ πάσχειν, τὰ δ’ ἐπ’ ἄλλης ὄντα οὐσίας καὶ ὅσα παντελῶς ὑπεραίρει φύσεσί τε καὶ δυνάμεσιν ἑτέραις χρῆται, ταῦτα οὐχ οἷά τέ ἐστιν ἢ ποιεῖν εἰς ἄλληλα ἢ δέχεσθαί τινα παρ’
45ἀλλήλων. Καὶ ὁ μολυσμὸς οὖν ἀπὸ τῶν ἐνύλων συμ‐ πίπτει τοῖς ἀπὸ σώματος ὑλικοῦ κατεχομένοις, καὶ τὸ ἀπὸ τούτων ἀποκαθαίρεσθαι ἀναγκαῖον ἐκείνοις ὅσα δύναται ἀπὸ τῆς ὕλης μιαίνεσθαι· ἃ δ’ οὔτε ὅλως ἔχει φύσιν διαιρετὴν οὔτε δύναμιν κέκτηται τοῦ εἰσδέχεσθαι
Myst
.

5

.

4

(50)

εἰς ἑαυτὰ τὰ ἀπὸ τῆς ὕλης πάθη, τί ἂν ἀπὸ τῶν ἐνύλων μιανθείη; πῶς δ’ ἔνεστιν ἀπὸ τῶν ἐμῶν παθημάτων ἢ ἄλλου του τῶν ἀνθρώπων ἐπιθολοῦσθαι τὸ θεῖον, ὃ μη‐ δὲν ἔχει κοινὸν πρὸς ἡμᾶς, τῆς ἀνθρωπίνης ἀσθενείας
κρεῖττον προϋπάρχον;160
55 Οὐδέτερον ἄρα διαφέρει τι τοῖς θεοῖς, οὔτε τὸ ἡμᾶς ἐμπίπλασθαι ὑλικῶν σωμάτων (οὐδὲ γάρ ἐστιν ὅλως τι πρὸς αὐτοὺς τοῦτο, οὐδὲ χραίνονται αὐτοὶ ἀπὸ τῆς ἡμετέρας κηλῖδος, ἄχραντοι γάρ εἰσι πάντῃ καὶ ἀκή‐ ρατοι), οὔτε εἴ τινες ὑλικοὶ σωμάτων ἀτμοὶ περὶ γῆν
60ἀναδίδονται. Πορρωτάτω γὰρ αὐτῶν καὶ οὗτοι τῆς οὐσίας καὶ δυνάμεως ἀφεστήκασιν. Ὅλη ἄρα καὶ τῆς ἐναντιώσεως συνανῄρηται ἡ ὑπό‐ θεσις, εἰ μηδέτερον αὐτῆς ὑπάρχει μόριον περὶ τοὺς θεούς· ὃ γὰρ μηδὲ ὅλως ἐστί, πῶς ἂν ἔχοι τινὰ ἐν ἑαυτῷ
65μάχην; μάτην ἄρα ὑποπτεύεις τὰ τοιαῦτα ὡς ἄτοπα καὶ ἀναξίας τῶν θεῶν προσάγεις ἀπορίας, ἃς οὐδ’ ἐπ’ ἀνθρώπων τῶν ἀγαθῶν εὐλόγως ἄν τις προσοῖτο. Τὸ γὰρ δελεάζεσθαι ὑπὸ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως οὐδὲ ἄνθρωπός τις νοῦν ἔχων καὶ ἀπαθὴς εἰσδέξαιτ’ ἄν ποτε
70εἰς ἑαυτόν, μὴ ὅτι γε τῶν κρειττόνων τις· ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον τεύξεται λόγου, νυνὶ δέ, τῆς ἐναν‐ τιώσεως διὰ πολλῶν λύσεων ἀνῃρημένης, ἐνταῦθα καὶ περὶ τῆς πρώτης ἀπορίας τὸν λογισμὸν ἀποπαύομεν.
Myst
.

5

.

5

Ὃ δὲ μεῖζον ἐρώτημα καὶ περὶ μειζόνων πυνθάνῃ, πῶς ἄν σοι δυνηθείην δυσβάτου καὶ μακρᾶς δεόμενον διερμηνεύσεως ἀποκρίνασθαι διὰ βραχέων καὶ ἱκανῶς; «ἐρῶ μὲν οὖν ἐγώ, καὶ προθυμίας οὐδὲν ἀπολείψω·
5πειρῶ δ’ ἕπεσθαι» τοῖς συντόμως ὑποδεικνυμένοις καὶ μέχρις ἐμφάσεως ἐνίοις προϊοῦσιν· ἐγὼ δέ σοι λέγω τό γε ἐμὸν δόγμα περὶ θυσιῶν, ὡς οὐδέποτε αὐτὰς δεῖ προσίεσθαι τιμῆς μόνης ἕνεκα, καθάπερ δὴ τιμῶμεν τοὺς εὐεργέτας, οὐδὲ ὁμολογίας ἕνεκα χαρίτων, ἐφ’ οἷς
10ἡμῖν οἱ θεοὶ δεδώκασιν ἀγαθοῖς, οὐδὲ ἀπαρχῆς χάριν ἢ δώρων τινῶν ἀντιδόσεως, ἀφ’ ὧν ἡμῖν παρέχουσιν οἱ θεοὶ πρεσβυτέρων δώρων· κοινὰ γὰρ ταῦτα καὶ πρὸς ἀνθρώπους ἐστίν, ἀπό τε τῆς κοινῆς εἴληπται πολι‐ τείας, τὸ τῶν θεῶν παντελῶς ὑπερέχον καὶ τὸ τῆς τά‐161
15ξεως αὐτῶν, ὡς αἰτίων ἐξῃρημένων, μηδαμῶς διασώ‐ ζοντα.
Myst
.

5

.

6

Τὸ δὲ μέγιστον τὸ δραστήριον τῶν θυσιῶν, καὶ διὰ τί μάλιστα τοσαῦτα ἐπιτελεῖ, ὡς μήτε λοιμῶν παῦλαν μήτε λιμῶν ἢ ἀφορίας χωρὶς αὐτῶν γίγνεσθαι, μήτε ὄμβρων αἰτήσεις, μήτε τὰ τιμιώτερα τούτων, ὅσα εἰς
5ψυχῆς κάθαρσιν ἢ τελείωσιν ἢ τὴν ἀπὸ τῆς γενέσεως ἀπαλλαγὴν συμβάλλεται, ταῦτα δὴ οὖν οὐδ’ ὅλως ἐνδείκ‐ νυνται οἱ τοιοῦτοι τρόποι τῶν θυσιῶν. Ὥστε οὐκ ἄν τις αὐτοὺς δοκιμάσειε δικαίως ὡς ἐπαξίως τῶν ἐν αὐ‐ ταῖς ἔργων τὴν αἰτίαν ἀπολογιζομένους, ἀλλ’ εἴπερ
10ἄρα, ὡς ἐπακολουθοῦντας καὶ κατὰ δεύτερον τρόπον συνηρτημένους τοῖς πρώτοις καὶ πρεσβυτάτοις αἰτίοις δευτέρως ἂν αὐτοὺς παραδέξαιτο.
Myst
.

5

.

7

Ἀπαιτεῖ δὴ οὖν ὁ λόγος εἰπεῖν κατὰ τί τὸ ποιη‐ τικὸν ἔχουσι τῶν πραγμάτων αἱ θυσίαι καὶ τὸ συνηρ‐ τημένον πρὸς τοὺς θεοὺς προηγουμένως αἰτίους τῶν γιγνομένων. Ἐὰν δὲ λέγωμεν ὡς ἐν ἑνὶ ζῴῳ τῷ παντὶ καὶ
5μίαν ζωὴν τὴν αὐτὴν πανταχοῦ ἔχοντι κοινωνία τῶν ὁμοίων δυνάμεων ἢ τῶν ἐναντίων διάστασις ἤ τις ἐπι‐ τηδειότης τοῦ ποιοῦντος πρὸς τὸ πάσχον συγκινεῖ τὰ ὅμοια καὶ ἐπιτήδεια, ὡσαύτως κατὰ μίαν συμπάθειαν διήκουσα καὶ ἐν τοῖς πορρωτάτω ὡς ἔγγιστα οὖσι, λέ‐
10γεται μέν τι οὕτω τῶν ἀληθῶν καὶ τῶν συνεπομένων
ταῖς θυσίαις ἐξ ἀνάγκης, οὐ μὴν ὅ γε ἀληθὴς τρόπος τῶν θυσιῶν ἐπιδείκνυται. Οὐ γὰρ ἐν τῇ φύσει καὶ ταῖς φυσικαῖς ἀνάγκαις ἡ τῶν θεῶν κεῖται οὐσία, ὥστε πά‐ θεσι φυσικοῖς συνεγείρεσθαι ἢ ταῖς διατεινούσαις δι’162
15ὅλης τῆς φύσεως δυνάμεσιν, ἀλλ’ ἔξω τούτων καθ’ ἑαυ‐ τὴν ὥρισται, οὐδὲν ἔχουσα πρὸς αὐτὰ κοινὸν οὔτε κατ’ οὐσίαν οὔτε κατὰ δύναμιν οὔτε κατ’ ἄλλο οὐδ’ ὁτιοῦν.
Myst
.

5

.

8

Τὰ δ’ αὐτὰ ἄτοπα συμβαίνει καὶ εἴ τινες τῶν παρ’ ἡμῖν ἀριθμοὺς ὡς ἐπὶ τοῦ κροκοδείλου λαμβάνουσι τὴν ἑξηκοντάδα ὡς οἰκείαν ἡλίῳ, ἢ λόγους φυσικοὺς ὡς τὰς τῶν ζῴων δυνάμεις καὶ ἐνεργείας, οἷον κυνὸς κυνο‐
5κεφάλου μυγαλῆς, κοινὰς οὔσας πρὸς σελήνην, ἢ τὰ ἔνυλα εἴδη (ὥσπερ ἐπὶ τῶν ἱερῶν ζῴων θεωρεῖται κατὰ τὰς χροιὰς καὶ πάσας τοῦ σώματος μορφάς) ἢ ἄλλο τι τῶν περὶ τοῖς σώμασι τῶν ζῴων ἢ τῶν ἄλλων ὁπωσ‐ οῦν προσαγομένων αἰτιῶνται τῆς ποιήσεως, ἢ μέλος
10(ὡς ἐπὶ τῆς καρδίας τοῦ ἀλεκτρυόνος) ἢ ἄλλα τινὰ τοιαῦτα τῶν περὶ τὴν φύσιν θεωρουμένων ὡς αἴτια τῆς ἐν ταῖς θυσίαις ἀπεργασίας λογίζονται. Καὶ γὰρ ἐκ τούτων οὐχ ὑπερφυής τις ἡ τῶν θεῶν αἰτία δείκνυται, οὐδ’ ὡς τοιαύτη συγκινεῖται ταῖς θυσίαις, ὡς δὲ φυσικὴ
15κατεχομένη τε ὑπὸ τῆς ὕλης καὶ ὑπὸ τῶν σωμάτων περιειλημμένη φυσικῶς αὐτοῖς συνεγείρεται καὶ συνανα‐ παύεται, καὶ ταῦτα τὰ περὶ τὴν φύσιν ὑπάρχοντα. Εἰ δ’ ἄρα τι καὶ τοιοῦτον ἐν ταῖς οὐσίαις συνακολουθεῖ, ὡς συναίτιον καὶ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, οὕτω
20συνήρτηται τοῖς προηγουμένοις αἰτίοις.
Myst
.

5

.

9

Βέλτιον οὖν φιλίαν καὶ οἰκείωσιν αἰτιᾶσθαι, σχέ‐
σιν τε συνδετικὴν τῶν δημιουργούντων πρὸς τὰ δη‐ μιουργούμενα καὶ τῶν γεννώντων πρὸς τὰ ἀπογεννώ‐ μενα. Ὅταν οὖν ταύτης προηγουμένης τῆς κοινῆς163
5ἀρχῆς λάβωμέν τι ζῷον ἢ τῶν φυομένων ἐπὶ τῆς γῆς ἀκραιφνῶς καὶ καθαρῶς διασῶζον τὸ βούλημα τοῦ πε‐ ποιηκότος, τότε διὰ τοῦ τοιούτου τὴν ἐπιβεβηκυῖαν ἀχράντως ἐπ’ αὐτοῦ δημιουργικὴν αἰτίαν οἰκείως κινοῦ‐ μεν. Πολλῶν δὲ οὐσῶν τούτων καὶ τῶν μὲν προσεχῶς
10συνηρτημένων, ὥσπερ τῶν δαιμονίων, τῶν δὲ ἀνωτέρω τούτων προτεταγμένων, ὥσπερ τῶν θείων αἰτίων, ἔτι δὲ τούτων πρεσβυτάτης τῆς μιᾶς αἰτίας ἐξηγουμένης, συγ‐ κινεῖται μὲν ὑπὸ τῆς τελείας θυσίας πάντα τὰ αἴτια· καθ’ ἣν εἴληχε δὲ ἕκαστα τάξιν, συγγενῶς πρὸς αὐτὴν
15οἰκειοῦται. Ἐὰν δὲ ἀτελής τις γένηται, μέχρι τινὸς προχωρεῖ, προσώτερον δὲ προελθεῖν οὐχ οἵα τέ ἐστιν. Ὅθεν δὴ καὶ πολλοὶ μὲν δαίμοσιν ἀγαθοῖς, πολλοὶ δὲ θεῶν ταῖς τελευταίαις δυνάμεσι, πολλοὶ δὲ ταῖς πε‐ ρικοσμίοις ἢ περιγείοις δαιμόνων ἢ θεῶν δυνάμεσιν
20ἡγοῦνται τὰς θυσίας προσάγεσθαι, μέρος μέν τι τῶν περὶ αὐτὰς οὐ ψευδῶς ἀφηγούμενοι, τὸ δ’ ὅλον αὐτῆς τῆς δυνάμεως καὶ τὰ πάντα ἀγαθὰ καὶ εἰς πᾶν τὸ θεῖον διατείνοντα οὐκ εἰδότες.
Myst
.

5

.

10

Ἡμεῖς δὲ πάντα προσιέμεθα, τὰ μὲν φυσικὰ καὶ ὡς ἐν ἑνὶ ζῴῳ κατ’ ἐπιτηδειότητα ἢ συμπάθειαν ἢ ἀντι‐ πάθειαν συγκινούμενα, ὡς τηνάλλως ὑποκείμενα καὶ ἐπακολουθοῦντα καὶ δουλεύοντα εἰς τὴν αἰτίαν τῆς τῶν
5θυσιῶν ποιήσεως, τὰ δὲ τῶν δαιμόνων καὶ τῶν περι‐ γείων ἢ περικοσμίων θείων δυνάμεων, ὡς πρῶτα προσ‐ οικειούμενα κατὰ τὴν ὡς πρὸς ἡμᾶς τάξιν· τὰ μέντοι
τελειότατα καὶ ἡγεμονικώτατα τῶν αἰτίων τῆς ἐν ταῖς θυσίαις ποιήσεως συνάπτεσθαι λέγομεν ταῖς δημιουρ‐164
10γικαῖς καὶ τελειοτάταις δυνάμεσιν· ἐπεὶ δὲ αὗται πε‐ ριέχουσιν ἐν ἑαυταῖς πάντα ὅσα ποτέ ἐστιν αἴτια, συγ‐ κινεῖσθαι λέγομεν ἅμα μετὰ τούτων ἀθρόως καὶ πάντα ὅσα ποτέ ἐστι ποιητικά, ἐκ δὲ ἁπάντων κοινὸν κατιέναι τὸ ὄφελος εἰς ὅλην τὴν γένεσιν, ἐνίοτε μὲν κατὰ πόλεις
15καὶ δήμους ἢ ἔθνη παντοδαπὰ ἢ μείζονας τούτων ἢ ἐλάττονας περιγραφάς, ἄλλοτε δὲ κατὰ οἴκους ἢ κατὰ ἄνδρα ἕκαστον παρεχούσας τὰ ἀγαθὰ ἀφθόνως, βου‐ λήσει καὶ οὐ πάθει τῶν χαριζομένων τὴν διανομὴν αὐ‐ τῶν ἀπεργαζομένων, νῷ τε ἀπαθεῖ κατ’ οἰκειότητα καὶ
20συγγένειαν κρινόντων, ὡς δεῖ διδόναι, φιλίας τε μιᾶς, τῆς τὰ πάντα συνεχούσης, τὸν σύνδεσμον τοῦτον διά τινος ἀρρήτου κοινωνίας ἀπεργαζομένης. Πολὺ γὰρ ταῦτα ἀληθέστερά ἐστι καὶ μᾶλλον τῆς τῶν θεῶν οὐσίας καὶ δυνάμεως τυγχάνει ἢ ὃ σὺ καθ‐
25υπονοεῖς, ὡς ἀτμοῖς θυσιῶν τοῖς ἀπὸ ζῴων μάλιστα δελεάζονται· εἰ γάρ τί που καὶ περίκειται τοῖς δαίμοσι σῶμα, ὃ δή τινες τρέφεσθαι ἀπὸ τῶν θυσιῶν νομίζουσιν, ἄτρεπτόν ἐστι τοῦτο καὶ ἀπαθὲς αὐγοειδές τε καὶ ἀνεν‐ δεές, ὡς μήτε ἀπορρεῖν τι ἀπ’ αὐτοῦ μήτ’ ἐπιρροῆς
30ἔξωθεν αὐτὸ προσδεῖσθαι. Εἰ δ’ ἄρα καὶ τοῦτό τις θείη, τοῦ κόσμου καὶ τοῦ ἐν αὐτῷ ἀέρος ἀνέκλειπτον ἔχον‐ τος ἀπὸ τῶν περὶ τὴν γῆν τὴν ἀναθυμίασιν, περικεχυ‐ μένου τε πανταχόθεν ἐπίσης τοῦ τοιούτου ῥεύματος, τίς ἂν ἔτι χρεία αὐτοῖς εἴη τῶν θυσιῶν; ἀλλ’ οὐδὲ δι’
35ἴσου τοῖς ἀπορρέουσιν ἀναπληροῖ τὰ ἐπεισιόντα συμ‐ μέτρως, ὡς μήτε ὑπερβολὴν ἐπικρατεῖν μήτε ἔλλειψίν ποτε ἐγγίγνεσθαι, ἰσότητα δὲ πάντῃ καὶ ὁμαλότητα τῶν δαιμονίων σωμάτων ὡσαύτως ὑπάρχειν. Οὐ γὰρ
δήπου τοῖς μὲν ἐν γῇ καὶ θαλάττῃ πᾶσι ζῴοις ὁ δη‐165
40μιουργὸς ἄφθονον καὶ ἕτοιμον διατροφὴν παρέθηκε, τοῖς δὲ κρείττοσιν ἡμῶν ἔνδειαν ταύτης ἐνεποίησεν. Οὐδὲ τοῖς μὲν ἄλλοις ζῴοις ἐξ ἑαυτῶν ἔμφυτον παρ‐ έσχε τὴν εὐπορίαν τῶν καθ’ ἡμέραν ἐπιτηδείων, τοῖς δαίμοσι δὲ ἐπείσακτον καὶ παρ’ ἡμῶν τῶν ἀνθρώπων
45συντελουμένην ἔδωκε τὴν διατροφήν· καὶ ὡς ἔοικεν, ἐὰν ἡμεῖς δι’ ἀργίαν ἢ ἄλλην τινὰ πρόφασιν κατολιγωρή‐ σωμεν τῆς τοιαύτης εἰσφορᾶς, ἐνδεῆ τῶν δαιμόνων τὰ σώματα ἔσται, ἀσυμμετρίας τε καὶ ἀταξίας μεθέξει. Διὰ τί οὖν οἱ ταῦτα λέγοντες οὐ καὶ τὴν ὅλην ἀνα‐
Myst
.

5

.

10

(50)

στρέφουσι τάξιν, ὥστε ἡμᾶς ἐν καλλίονι ποιεῖν τάξει καὶ δυνατωτέρους; εἰ γὰρ τροφέας ἡμᾶς καὶ ἀποπληρωτὰς ποιοῦσι τῶν δαιμόνων, ἡμεῖς τῶν δαιμόνων ἐσόμεθα αἰτιώτεροι· ἕκαστον γὰρ ἀφ’ οὗ γέγονεν, ἀπὸ τούτου καὶ τὴν τροφὴν καὶ τελειότητα προσλαμβάνει. Καὶ
55τοῦτο ἴδοι μὲν ἄν τις καὶ ἐπὶ τῶν φανερῶν γενέσεων. Ἔστι δὲ καὶ ἐπὶ τῶν κοσμικῶν θεωρεῖν· καὶ γὰρ τὰ περίγεια ἀπὸ τῶν οὐρανίων τρέφεται. Πολὺ δὲ διαφε‐ ρόντως ἐπὶ τῶν ἀφανῶν αἰτίων κατάδηλον γίγνεται. Ψυχὴ μὲν γὰρ ἀπὸ νοῦ τελειοῦται, φύσις δὲ ἀπὸ ψυχῆς,
60τά τε ἄλλα ὡσαύτως ἀπὸ τῶν αἰτίων τρέφεται· εἰ δὲ ἀδύνατον ἀρχηγοὺς ἡμᾶς εἶναι τῶν δαιμόνων, τῷ αὐτῷ λόγῳ καὶ τῆς τροφῆς αὐτῶν ἐσμεν αἴτιοι.
Myst
.

5

.

11

Δοκεῖ δ’ ἔμοιγε καὶ ἄλλο διαμαρτάνειν ἡ παρ‐ οῦσα ἐπιζήτησις. Ἀγνοεῖ γὰρ τὴν διὰ τοῦ πυρὸς προσ‐ αγωγὴν τῶν θυσιῶν, ὡς δαπανητικὴ μᾶλλον τῆς ὕλης ἐστὶ καὶ ἀναιρετική, ἀφομοιωτική τε πρὸς ἑαυτὴν ἀλλ’
5οὐχὶ αὐτὴ ἀφομοιουμένη πρὸς τὴν ὕλην, ἀναγωγός τε ἐπὶ τὸ θεῖον καὶ οὐράνιον πῦρ καὶ ἄυλον ἀλλ’ οὐχὶ
κάτω βρίθουσα περὶ τὴν ὕλην καὶ τὴν γένεσιν. Εἰ μὲν γὰρ ὕλης ἦν γλυκυθυμία τις ἡ διὰ τῶν ἀπὸ τῆς ὕλης ἀτμῶν δελεάζουσα ἀπόλαυσις, ἐχρῆν ἀκέραιον τὴν ὕλην166
10εἶναι· πλείων γὰρ ἂν οὕτως ἡ ἀπ’ αὐτῆς ἀπορροὴ τοῖς μεταλαμβάνουσι προσεγένετο· νῦν δὲ ἐμπίπραται πᾶσα καὶ καταναλίσκεται καὶ εἰς τὴν τοῦ πυρὸς καθαρότητα καὶ λεπτότητα μεταβάλλεται· ὃ καὶ αὐτὸ σημεῖόν ἐστιν ἐναργὲς τοῦ ἐναντίου ἢ οὗ σὺ λέγεις. Ἀπαθεῖς τε γάρ
15εἰσιν οἱ κρείττονες, οἷς φίλον ἐστὶ τὸ τὴν ὕλην ἐκκόπ‐ τεσθαι διὰ τοῦ πυρός, καὶ ἡμᾶς ἀπαθεῖς ἀπεργάζον‐ ται· καὶ τὰ ἐν ἡμῖν ἀφομοιοῦνται τοῖς θεοῖς, ὥσπερ δὴ καὶ τὸ πῦρ ἀφομοιοῖ πάντα τὰ στερεὰ καὶ ἀντίτυπα τοῖς φωτεινοῖς καὶ λεπτοῖς σώμασιν, ἡμᾶς τε ἀνάγει
20διὰ τῶν θυσιῶν καὶ τοῦ θυηπολικοῦ πυρὸς πρὸς τὸ τῶν θεῶν πῦρ κατὰ τὰ αὐτὰ τῇ τοῦ πυρὸς ἀναγωγῇ τῇ πρὸς τὸ πῦρ ἐπαγομένῃ καὶ ἀνελκούσῃ τὰ καταγωγὰ καὶ ἀντίτυπα πρὸς τὰ θεῖα καὶ τὰ οὐράνια.
Myst
.

5

.

12

Ὡς γὰρ ἁπλῶς εἰπεῖν, οὔτε ἀπὸ τῆς ὕλης οὔτε ἀπὸ τῶν στοιχείων οὔτε ἀπ’ ἄλλου τινὸς τῶν γιγνωσ‐ κομένων ἡμῖν σωμάτων ἐστὶ τὸ ὑπηρετοῦν τοῖς δαίμο‐ σιν ὄχημα σωματοειδές. Τίς ἂν οὖν ἀπ’ ἄλλης οὐσίας
5εἰς ἄλλην οὐσίαν γένοιτο ἄν ποτε ἀποπλήρωσις; ἢ τίς ἀπόλαυσις ἀπὸ τῶν ἀλλοτρίων τοῖς ἀλλοτρίοις δύνα‐ ται προστίθεσθαι; οὐκ ἔστιν οὐδεμία, ἀλλὰ πολὺ μᾶλ‐ λον ὥσπερ οἱ θεοὶ τῷ κεραυνίῳ πυρὶ τέμνουσι τὴν ὕλην καὶ χωρίζουσιν ἀπ’ αὐτῆς τὰ ἄυλα μὲν κατὰ τὴν οὐ‐
10σίαν κρατούμενα δὲ ἀπ’ αὐτῆς καὶ πεπεδημένα, ἀπαθῆ τε ἐξ ἐμπαθῶν ἀπεργάζονται, οὕτω καὶ τὸ μιμούμενον παρ’ ἡμῖν πῦρ τοῦ θείου πυρὸς τὴν ἐνέργειαν ἀναιρεῖ τὸ ὑλικὸν πᾶν ἐν ταῖς θυσίαις, τά τε προσαγόμενα τῷ πυρὶ καθαίρει καὶ ἀπολύει τῶν ἐν τῇ ὕλῃ δεσμῶν,
15ἐπιτήδειά τε διὰ καθαρότητα φύσεως πρὸς τὴν τῶν θεῶν κοινωνίαν ἀπεργάζεται, καὶ ἡμᾶς διὰ τῶν αὐτῶν τρό‐ πων ἀπολύει τῶν τῆς γενέσεως δεσμῶν καὶ ἀφομοιοῖ τοῖς θεοῖς, πρός τε τὴν φιλίαν αὐτῶν ἐπιτηδείους ἐργά‐ ζεται, καὶ περιάγει τὴν ἔνυλον ἡμῖν φύσιν ἐπὶ τὴν167
20ἄυλον.
Myst
.

5

.

13

Κοινῶς μὲν οὕτω τὰς ἀτόπους ὑπονοίας ἀν‐ ελόντες περὶ θυσιῶν ἀντ’ αὐτῶν τὰς ἀληθεῖς νοήσεις ἀντεισηγάγομεν κατ’ ἰδίαν περὶ ἑκάστου θυσιῶν εἴδους, ὡς ὁ ἴδιος λόγος περὶ τῶν θυσιῶν ἀπαιτεῖ τὴν διάρ‐
5θρωσιν, ὅστις ἄλλης τέ ἐστι πραγματείας καὶ ἅμα ἀπὸ τῶν εἰρημένων, ὅστις εὐφυής ἐστι καὶ ἀφ’ ἑνὸς ἐπὶ πολλὰ δυνατὸς διατείνειν τὴν διάνοιαν ῥᾳδίως γνώσεται ἀπὸ τούτων καὶ τὰ παραλειπόμενα. Ἐγὼ μὲν οὖν ᾤμην ταῦτα ἱκανῶς εἰρῆσθαι, τά τε ἄλλα καὶ διότι τῆς τῶν
10θεῶν ἐπαξίως εἶχε καθαρότητος· ἐπεὶ δὲ τοῖς ἄλλοις ἴσως ἂν ἀπιστίαν παράσχοιτο μὴ οὐκ ᾖ ἐναργῆ, καὶ ὑποψίαν ὡς μὴ κινοῦντα τὴν διάνοιαν μηδ’ ἐπιλαμβα‐ νόμενα τῶν τῆς ψυχῆς διαλογισμῶν, βούλομαι περὶ τῶν αὐτῶν ὀλίγα πλείονα διελθεῖν, καὶ ἐὰν οἷόν τε ᾖ, γνω‐
15ριμώτερα τεκμήρια τῶν ἤδη προειρημένων παραθέσθαι.
Myst
.

5

.

14

Ἀρχὴ δὲ πασῶν ἀρίστη ἣ τῆς τῶν θεῶν τάξεως τὸν θεσμὸν τῶν θυσιῶν ἐχόμενον ἐπιδείκνυσιν· ἄνωθεν οὖν τοὺς μὲν ὑλαίους τῶν θεῶν τοὺς δὲ ἀύλους ὑπο‐ θώμεθα· ὑλαίους μὲν τοὺς τὴν ὕλην περιέχοντας ἐν
5ἑαυτοῖς καὶ διακοσμοῦντας, ἀύλους δὲ παντελῶς τοὺς ἐξῃρημένους ἀπὸ τῆς ὕλης καὶ ὑπερέχοντας. Κατὰ δὲ τὴν τῶν ἱερέων τέχνην ἄρχεσθαι χρὴ τῶν ἱερουργιῶν ἀπὸ τῶν ὑλαίων· οὐ γὰρ ἂν ἄλλως ἐπὶ τοὺς ἀύλους
θεοὺς γένοιτο ἡ ἀνάβασις. Οὗτοι δὴ οὖν ἔχουσί τινα168
10κοινωνίαν πρὸς τὴν ὕλην καθόσον αὐτῆς ἐπιβεβήκασιν· οἱ αὐτοὶ δὴ οὖν καὶ τῶν περὶ τὴν ὕλην ἐγγιγνομένων ἐπάρχουσιν, οἷον διαιρέσεων, πληγῆς ἀντιτύπου, με‐ ταβολῆς γενέσεως φθορᾶς πάντων τῶν ἐνύλων σω‐ μάτων.
15 Εἰ δή τις τοὺς τοιούτους βούλοιτο θεραπεύειν θεουρ‐ γικῶς, ᾗ πεφύκασι καὶ ᾗ τὴν ἀρχὴν εἰλήχασι ταύτῃ προσεκτέον αὐτοῖς τὴν θεραπείαν, ἐνύλοις οὖσιν αὐ‐ τοῖς ἔνυλον οὖσαν· οὕτω γὰρ ἂν ὅλους αὐτοὺς δι’ ὅλων προσαγοίμεθα εἰς οἰκείωσιν, συγγένειάν τε αὐτοῖς
20ἐν τῇ θεραπείᾳ προσφέροιμεν τὴν προσήκουσαν· καὶ ἐπὶ τῶν θυσιῶν τοίνυν τὰ νεκρὰ σώματα καὶ ἀπεστερη‐ μένα τῆς ζωῆς, φόνος τε τῶν ζῴων καὶ κατανάλωσις τῶν σωμάτων μεταβολή τε παντοία καὶ φθορά, καὶ ὅλως ἡ πρόπτωσις 〈τοῖσ〉 τῆς ὕλης προϊσταμένοις θεοῖς προσ‐
25ήκει· οὐκ αὐτοῖς δι’ ἑαυτούς, ἀλλὰ διὰ τὴν ὕλην ἧς ἐπάρχουσιν. Εἰ γὰρ καὶ ὅτι μάλιστα χωριστοί εἰσιν ἀπ’ αὐτῆς, ἀλλ’ ὅμως αὐτῇ πάρεισι· καὶ εἰ περιέχουσιν αὐ‐ τὴν ἐν ἀύλῳ δυνάμει, σὺν αὐτῇ ὑπάρχουσι· τά τε διοι‐ κούμενα τοῖς διοικοῦσίν ἐστιν οὐκ ἀλλότρια καὶ τὰ δια‐
30κοσμούμενα τοῖς διακοσμοῦσι, τοῖς χρωμένοις τε τὰ ὑπηρετοῦντα ὡς ὄργανά ἐστιν οὐκ ἀνάρμοστα. Διόπερ τοῖς μὲν ἀύλοις θεοῖς ὕλην προσφέρειν διὰ θυσιῶν ἐστιν ἀλλότριον, τοῖς δ’ ἐνύλοις οἰκειότατον ἅπασιν.
Myst
.

5

.

15

Σκεψώμεθα δὴ τὸ μετὰ τοῦτο συμφώνως τοῖς προειρημένοις καὶ τὴν ἡμετέραν διπλῆν κατάστασιν· ὅτε μὲν γὰρ ὅλοι ψυχὴ γιγνόμεθα καί ἐσμεν ἔξω τοῦ σώματος μετέωροί τε τῷ νῷ, μεθ’ ὅλων τῶν ἀύλων θεῶν
5μετεωροπολοῦμεν· ὅτε δ’ αὖ δεδέμεθα ἐν τῷ ὀστρεώδει σώματι, καὶ ὑπὸ τῆς ὕλης κατεχόμεθα καί ἐσμεν σω‐ ματοειδεῖς· πάλιν οὖν ἥκει τῆς θρησκείας ὁ διπλοῦς τρόπος· ὁ μὲν γὰρ ἔσται ἁπλοῦς ἀσώματος ἁγνὸς ἀπὸ πάσης γενέσεως, ὅστις ταῖς ἀχράντοις ἐπιβάλλει169
10ψυχαῖς, ὁ δ’ ἀναπιμπλάμενος τῶν σωμάτων καὶ τῆς ἐνύλου πάσης πραγματείας, ὅστις ταῖς μὴ καθαραῖς πρέπει ψυχαῖς μηδὲ ἀπολυθείσαις πάσης γενέσεως. Καὶ θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκε‐ καθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ ἑνὸς ἄν
15ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡράκλειτος, ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν, τὰ δ’ ἔνυλα καὶ σωμα‐ τοειδῆ καὶ διὰ μεταβολῆς συνιστάμενα, οἷα τοῖς ἔτι κατεχομένοις ὑπὸ τοῦ σώματος ἁρμόζει. Πόλεσι τοί‐ νυν καὶ δήμοις οὐκ ἀπολελυμένοις τῆς γενεσιουργοῦ
20μοίρας καὶ τῆς ἀντεχομένης τῶν σωμάτων κοινωνίας εἰ μὴ δώσει τις τὸν τοιοῦτον τρόπον τῆς ἁγιστείας, ἀμ‐ φοτέρων διαμαρτήσει, καὶ τῶν ἀύλων ἀγαθῶν καὶ τῶν ἐνύλων· τὰ μὲν γὰρ οὐ δύναται δέξασθαι, τοῖς δὲ οὐ προσάγει τὸ οἰκεῖον. Καὶ ἅμα ἕκαστος καθότι ἐστίν,
25οὐ μέντοι καθὸ μή ἐστι, ποιεῖται τῆς ὁσίας τὴν ἐπιμέ‐ λειαν· οὐκ ἄρα δεῖ αὐτὴν ὑπεραίρειν τὸ οἰκεῖον μέτρον τοῦ θεραπεύοντος. Ὁ δ’ αὐτός ἐστί μοι λόγος καὶ περὶ τῆς συμπλοκῆς τῆς οἰκείως συναρμοζομένης τῶν θεραπευόντων ἀνδρῶν
30καὶ τῶν θεραπευομένων δυνάμεων. Καὶ γὰρ ταύτην τὸν ἑαυτῇ πρόσφορον τρόπον τῆς θρησκείας ἐκλέγεσθαι ἀξιῶ, ἄυλον μὲν τὴν ἀύλως συμμιγνυμένην καὶ ταῖς ἀσωμάτοις καθαρῶς δυνάμεσι πρὸς αὐτὰ καθαρῶς τὰ ἀσώματα συναπτομένην, σωματοειδῶς δὲ τὴν σω‐
35ματοειδῆ καὶ μετὰ σωμάτων συνηρτημένην, πρὸς τὰς σώμασιν ἐπιβεβηκυίας οὐσίας ἀνακεραννυμένην.170
Myst
.

5

.

16

Μὴ ἀτιμάσωμεν τοίνυν ἔτι καὶ τὰ τοιαῦτα εἰπεῖν, ὡς πολλάκις τῆς τοῦ σώματος ἕνεκα ἀναγκαίας χρείας διαπραγματευόμεθά τι πρὸς τοὺς ἐφόρους τοῦ σώμα‐ τος θεοὺς καὶ δαίμονας ἀγαθούς· οἷον καθαίροντες αὐτὸ
5ἀπὸ κηλίδων παλαιῶν ἢ νόσων ἀπολύοντες καὶ ὑγείας πληροῦντες, ἢ τὸ μὲν βαρὺ καὶ νωθρὸν ἀποκόπτοντες ἀπ’ αὐτοῦ τὸ δὲ κοῦφον καὶ δραστήριον αὐτῷ παρ‐ έχοντες, ἢ ἄλλο γέ τι τῶν πάντων ἀγαθῶν αὐτῷ πα‐ ρασκευάζοντες. Τότε δὴ οὖν οὐ δήπου νοερῶς καὶ ἀσω‐
10μάτως τὸ σῶμα μεταχειριζόμεθα· οὐ γὰρ πέφυκε τῶν τοιούτων τρόπων τὸ σῶμα μετέχειν· τῶν δὲ συγγενῶν ἑαυτῷ μεταλαγχάνον, σώμασι σῶμα θεραπεύεταί τε καὶ ἀποκαθαίρεται. Ἔσται δὴ οὖν καὶ ὁ τῶν θυσιῶν θεσ‐ μὸς ἐπὶ τῆς τοιαύτης χρείας ἐξ ἀνάγκης σωματοειδής,
15τὰ μὲν ἀποκόπτων τῶν ἐν ἡμῖν περιττευόντων, τὰ δὲ ἀναπληρῶν ὅσα ἡμῖν ἐλλείπει, τὰ δὲ εἰς συμμετρίαν ἄγων καὶ τάξιν ὅσα πλημμελῶς ἐπιτετάρακται. Καὶ μὴν πολλὰ καὶ πρὸς τὸν ἀνθρώπινον βίον ἐπιτηδείων δεό‐ μενοι ἡμῖν γενέσθαι παρὰ τῶν κρειττόνων ἱερουργίαις
20χρώμεθα· ταῦτα δ’ ἔστι δήπου κηδεμονίαν σώματι παρέχοντα ἢ ἐκείνων ἐπιμελούμενα ἃ τῶν σωμάτων ἕνεκα κτώμεθα.
Myst
.

5

.

17

Τί δὴ οὖν ἡμῖν ἔσται παρὰ τῶν ἐξῃρημένων παν‐ τάπασι θεῶν πάσης ἀνθρωπίνης γενέσεως εἰς ἀκαρπίαν ἢ ἀγονίαν ἢ περιουσίαν ἢ ἄλλο τι τῶν τοῦ βίου πραγ‐ μάτων ἐχομένων; οὐδὲν οὐδαμῶς· τοὺς γὰρ ἀπολελυ‐
5μένους πάντων οὐκ ἔνεστι τῶν τοιούτων ἐφάπτεσθαι δόσεων. Ἀλλ’ εἰ μέν τις λέγοι ὅτι περιέχουσι καὶ τοὺς
τοιούτους θεοὺς οἱ παντελῶς ἄυλοι, περιέχοντες δὲ αὐτοὺς καὶ τὰ δῶρα αὐτῶν κατὰ μίαν τὴν πρώτην αἰτίαν συνειλήφασιν ἐν ἑαυτοῖς, λέγοι τινὰ ἂν οὕτω κατιοῦσαν171
10ἀπ’ αὐτῶν περιουσίαν τῆς θείας δόσεως· ὡς δὲ αὐτοὶ ταῦτα δρῶσι προσεχῶς ἐφαπτόμενοι τῶν τοῦ ἀνθρωπί‐ νου βίου πράξεων, οὐδενὶ συγχωρητέον λέγειν. Μεριστή τε γάρ ἐστιν ἡ τοιαύτη προστασία τῶν τῇδε, καὶ μετά τινος ἐπιστροφῆς ἐπιτελεῖται, χωριστή τε οὐκ ἔστι
15πάντῃ σωμάτων, καὶ οὐ δύναται δέξασθαι τὴν καθαρὰν καὶ ἄχραντον ἐπιστασίαν. Οὐκοῦν καὶ τρόπος ἱερουρ‐ γίας ἐπὶ τῶν τοιούτων ἔργων ὁ συμμιγὴς πρὸς τὰ σώματα καὶ τῆς γενέσεως ἐχόμενος ἁρμόζει, οὐχ ὅστις ἐστὶν ἄυλος παντελῶς καὶ ἀσώματος. Ὁ μὲν γὰρ καθα‐
20ρὸς ὑπερέχεται παντελῶς καὶ ἔστιν ἀσύμμετρος, ὁ δὲ τοῖς σώμασι προσχρώμενος καὶ ταῖς διὰ τῶν σωμάτων δυνάμεσι, πάντων μάλιστά ἐστι συγγενέστατος, δυνα‐ τὸς μὲν ἐμποιεῖν τινας εὐπραγίας εἰς τὸν βίον, δυνατὸς δὲ ἀποτρέπειν καὶ τὰς ἐνισταμένας δυσπραγίας, συμ‐
25μετρίαν δὲ καὶ κρᾶσιν τῷ θνητῷ γένει παρεχόμενος.
Myst
.

5

.

18

Κατ’ ἄλλην τοίνυν διαίρεσιν ἡ πολλὴ μὲν ἀγέλη τῶν ἀνθρώπων ὑποτέτακται ὑπὸ τὴν φύσιν, φυσικαῖς τε δυνάμεσι διοικεῖται, καὶ κάτω πρὸς τὰ τῆς φύσεως ἔργα βλέπει, συμπληροῖ τε τῆς εἱμαρμένης τὴν διοί‐
5κησιν, καὶ τῶν καθ’ εἱμαρμένην ἐπιτελουμένων δέχεται τὴν τάξιν, πρακτικόν τε λογισμὸν ἀεὶ ποιεῖται περὶ μόνων τῶν κατὰ φύσιν. Ὀλίγοι δέ τινες ὑπερφυεῖ δή τινι δυνάμει τοῦ νοῦ χρώμενοι, τῆς φύσεως μὲν ἀφισ‐ τάνονται, πρὸς δὲ τὸν χωριστὸν καὶ ἀμιγῆ νοῦν περι‐
10άγονται, οἵτινες ἅμα καὶ τῶν φυσικῶν δυνάμεων γίγνον‐ ται κρείττονες. Ἔνιοι δὲ μεταξὺ τούτων φέρονται περὶ τὰ μέσα τῆς φύσεώς τε καὶ τοῦ καθαροῦ νοῦ, οἱ μὲν
ἀμφοτέρῳ ἐφεπόμενοι, οἱ δὲ συμμικτόν τινα ἀπ’ αὐτῶν ζωὴν μετιόντες, οἱ δὲ ἀπολυόμενοι μὲν τῶν ὑποδεεσ‐172
15τέρων ἐπὶ δὲ τὰ ἀμείνονα μεθιστάμενοι. Τούτων δὴ οὖν οὕτω διῃρημένων, καὶ τὸ τοῖσδε ἑπό‐ μενον εὔδηλον ἂν ὅτι μάλιστα γένοιτο. Οἱ μὲν γὰρ ἐπιτροπευόμενοι κατὰ τὴν τῶν ὅλων φύσιν, καὶ αὐτοὶ κατὰ φύσιν τὴν οἰκείαν ἑαυτῶν ζῶντες δυνάμεσί τε τῆς
20φύσεως χρώμενοι, τὴν θρησκείαν ἐπιτηδεύουσι τῇ φύσει πρόσφορον καὶ τοῖς κινουμένοις ὑπὸ τῆς φύσεως σώ‐ μασι, τόπους τε καὶ ἀέρας καὶ ὕλην καὶ δυνάμεις τῆς ὕλης, καὶ σώματα καὶ τὰς περὶ τοῖς σώμασιν ἕξεις καὶ ποιότητας, κινήσεις τε τὰς προσηκούσας καὶ μεταβο‐
25λὰς τῶν ἐν γενέσει, καὶ τἄλλα τὰ ἐχόμενα τούτων ἐπι‐ τηδεύοντες ἔν τε τοῖς ἄλλοις τῆς εὐσεβείας μορίοις καὶ δὴ καὶ ἐν τῷ θυηπολικῷ μέρει. Οἱ δὲ κατὰ νοῦν μόνον καὶ τὴν τοῦ νοῦ ζωὴν τὸν βίον διάγοντες, τῶν δὲ τῆς φύσεως δεσμῶν ἀπολυθέντες, νοερὸν καὶ ἀσώματον
30ἱερατικῆς θεσμὸν διαμελετῶσι περὶ πάντα τῆς θεουρ‐ γίας τὰ μέρη. Οἱ δὲ μέσοι τούτων κατὰ τὰς διαφορὰς τῆς μεταξὺ μεσότητος καὶ τὰς ὁδοὺς τῆς ἁγιστείας διαφόρους διαπονοῦσιν, ἤτοι μετέχοντες ἀμφοτέρων τῶν τρόπων τῆς θρησκείας, ἢ τοῦ μὲν ἀφιστάμενοι, ἢ
35ὡς ὑπόθεσιν αὐτὰ λαμβάνοντες τῶν τιμιωτέρων (ἄνευ γὰρ αὐτῶν οὐκ ἄν ποτε παραγένοιτο τὰ ὑπερέχοντα), ἢ ἄλλως οὑτωσὶ μεταχειριζόμενοι αὐτὰ δεόντως.
Myst
.

5

.

19

Περὶ δὲ τὸν αὐτὸν τόπον κἀκείνη στρέφεται ἡ διαίρεσις· τῶν θείων οὐσιῶν καὶ δυνάμεων αἱ μὲν ἔχουσι ψυχὴν καὶ φύσιν ὑποκειμένην καὶ ὑπηρετοῦσαν αὐτῶν ταῖς δημιουργίαις, ᾗπερ ἂν αὗται βούλωνται, αἱ δὲ
5πάντῃ ψυχῆς καὶ φύσεώς εἰσι χωρισταί, λέγω δὲ τῆς
θείας ψυχῆς τε καὶ φύσεως ἀλλ’ οὐχὶ τῆς περικοσμίου τε καὶ γενεσιουργοῦ· τινὲς δὲ καὶ μέσαι τούτων ὑπάρ‐ χουσαι κοινωνίαν αὐταῖς παρέχουσι πρὸς ἀλλήλας, ἢ κατὰ σύνδεσμον ἕνα ἀδιαίρετον, ἢ κατὰ μετάδοσιν τῶν173
10μειζόνων ἄφθονον, ἢ κατὰ ὑποδοχὴν τῶν ἐλαττόνων ἀκώλυτον, ἢ κατὰ σύνδετον ἀμφοῖν ὁμόνοιαν. Ὅταν μὲν οὖν θεοὺς θεραπεύωμεν τοὺς βασιλεύοντας ψυχῆς καὶ φύσεως, οὐκ ἀλλότριον τούτοις ἐστὶ καὶ φυσικὰς δυνάμεις προσφέρειν, σώματά τε τὰ διοικούμενα ὑπὸ
15τῆς φύσεως καθαγίζειν αὐτοῖς οὐκ ἔστιν ἀπόβλητον· ὅλα γὰρ τὰ τῆς φύσεως ἔργα ὑπηρετεῖ τε αὐτοῖς καὶ συντελεῖ τι αὐτῶν εἰς τὴν διακόσμησιν. Ὅταν δὲ τοὺς αὐτοὺς καθ’ ἑαυτοὺς μονοειδεῖς ὄντας τιμᾶν ἐπιχει‐ ρῶμεν, ἀπολύτοις τιμαῖς αὐτοὺς γεραίρειν ἄξιον· τὰ
20δὲ νοερὰ τοῖς τοιούτοις δῶρα ἁρμόζει καὶ τὰ τῆς ἀσω‐ μάτου ζωῆς, ὅσα τε ἀρετὴ καὶ σοφία δωρεῖται, καὶ εἴ τινα τέλεια καὶ ὅλα τῆς ψυχῆς ἐστιν ἀγαθά. Καὶ μὴν τοῖς γε μέσοις καὶ τῶν μέσων ἡγεμονοῦσιν ἀγαθῶν ἐνίοτε μὲν ἂν διπλᾶ δῶρα συναρμόσειεν, ἐνιότε δ’ ἂν
25ἐπίκοινα πρὸς ἀμφότερα ταῦτα, ἢ καὶ ἀποσχιζόμενα μὲν ἀπὸ τῶν κάτω πρὸς δὲ τὰ ὑψηλότερα ἀνήκοντα, ἢ πάντως ἑνί γε τῶν τρόπων συμπληροῦντα τὴν μεσό‐ τητα.
Myst
.

5

.

20

Ἀπ’ ἄλλης τοίνυν ἀρχῆς ὁρμώμενοι τοῦ τε κόσ‐ μου καὶ τῶν ἐγκοσμίων θεῶν, τῆς τε ἐν αὐτῷ τῶν τετ‐ τάρων στοιχείων διανομῆς, καὶ τῆς κατὰ τὰ μέτρα τῶν στοιχείων συλλήξεως, καὶ τῆς ἐν τάξει περὶ τοῖς κέν‐
5τροις περιδινουμένης περιφορᾶς, εὔβατον ἔχομεν ἄνο‐ δον ἐπὶ τὴν ἀλήθειαν τῆς περὶ θυσιῶν ἁγιστείας· εἰ
γὰρ αὐτοί τέ ἐσμεν ἐν κόσμῳ καὶ ὡς μέρη περιεχόμεθα ἐν ὅλῳ τῷ παντί, παραγόμεθά τε ὑπ’ αὐτοῦ πρώτως, καὶ τελειούμεθα ἀπὸ τῶν ὅλων ἐν αὐτῷ δυνάμεων, ἀπό174
10τε τῶν ἐν αὐτῷ στοιχείων συνεστήκαμεν, καὶ μοῖράν τινα ζωῆς καὶ φύσεως παρ’ αὐτοῦ λαβόντες ἔχομεν, οὐ δεῖ δὴ διὰ ταῦτα ὑπερβαίνειν τὸν κόσμον καὶ τὰς ἐγ‐ κοσμίους διατάξεις. Θῶμεν οὖν καθ’ ἑκάστην περικόσμιον μερίδα εἶναι
15μέν τι καὶ σῶμα τοῦτο ὅπερ ὁρῶμεν, εἶναι καὶ τὰς περὶ τοῖς σώμασι μεριστὰς δυνάμεις ἀσωμάτους· ὁ δὴ τῆς θρησκείας νόμος τὰ ὅμοια δηλονότι τοῖς ὁμοίοις ἀπο‐ νέμει, καὶ διατείνει δι’ ὅλων οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων, ἀσώματα μὲν ἀσωμάτοις, σώματα δὲ σώμασι,
20τὰ σύμμετρα κατὰ τὴν ἑαυτῶν φύσιν ἑκατέροις ἀπο‐ διδούς. Ἀλλὰ μὴν ὁπότε γέ τις τῶν θεουργικῶν θεῶν ὑπερκοσμίως μετάσχοι (τοῦτο δ’ ἐστὶ τὸ πάντων σπα‐ νιώτατον), ἐκεῖνος δήπουθέν ἐστιν ὁ καὶ σωμάτων καὶ ὕλης ὑπερέχων ἐπὶ θεραπείᾳ τῶν θεῶν, ὑπερκοσμίῳ τε
25δυνάμει τοῖς θεοῖς ἑνούμενος. Οὐ δεῖ δὴ τὸ ἐν ἑνί ποτε μόλις καὶ ὀψὲ παραγιγνόμενον ἐπὶ τῷ τέλει τῆς ἱερατι‐ κῆς τοῦτο κοινὸν ἀποφαίνειν πρὸς ἅπαντας ἀνθρώπους, ἀλλ’ οὐδὲ πρὸς τοὺς ἀρχομένους τῆς θεουργίας ποιεῖ‐ σθαι αὐτόχρημα κοινόν, οὐδὲ πρὸς τοὺς μεσοῦντας ἐν
30αὐτῇ· καὶ γὰρ οὗτοι ἁμωσγέπως σωματοειδῆ ποιοῦν‐ ται τὴν ἐπιμέλειαν τῆς ὁσιότητος.
Myst
.

5

.

21

Οἶμαι τοίνυν καὶ τοῦτο ἂν προσομολογῆσαι πάν‐ τας τοὺς φιλοθεάμονας τῆς θεουργικῆς ἀληθείας, ὡς οὐκ ἐκ μέρους χρὴ οὐδὲ ἀτελῶς συνυφαίνειν τοῖς θείοις τὴν ἐπιβάλλουσαν αὐτοῖς εὐσέβειαν. Ἐπειδὴ τοίνυν πρὸ
5τῆς παρουσίας τῶν θεῶν προκινοῦνται πᾶσαι δυνάμεις
ὅσαι αὐτοῖς προϋπόκεινται, καὶ ὅταν μέλλωσι κινεῖσθαι ἐπὶ γῆν προηγοῦνται αὐτῶν καὶ προπομπεύουσιν, ὁ μὲν μὴ ἀπονείμας πᾶσι τὸ πρόσφορον καὶ κατὰ τὴν ἐπιβάλλουσαν τιμὴν ἕκαστον δεξιωσάμενος, ἀτελὴς175
10ἀπέρχεται καὶ ἄμοιρος τῆς μετουσίας τῶν θεῶν, ὁ δὲ πάντα τε ἱλεωσάμενος καὶ ἑκάστῳ τὰ κεχαρισμένα καὶ κατὰ δύναμιν ὁμοιότατα γέρα προσενεγκών, ἀσφαλὴς καὶ ἄπταιστος ἀεὶ διαμένει, τέλεον καὶ ὁλόκληρον τὴν ὑποδοχὴν τοῦ θείου χοροῦ καλῶς ἀποπληρώσας.
15Ὁπότε δὴ οὖν τοῦτο οὕτως ἔχει, πότερον ἁπλοῦν καὶ ἐξ ὀλίγων δή τινων συνιστάμενον τὸν τρόπον εἶναι δεῖ τῆς ἁγιστείας, ἢ πολύτροπον καὶ παναρμόνιον καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐν τῷ κόσμῳ συγκεκρο‐ τημένον;
20 Εἰ μὲν οὖν ἁπλοῦν τι καὶ μιᾶς τάξεως τὸ παρακαλού‐ μενον καὶ κινούμενον ἦν ἐν ταῖς ἁγιστείαις, ἁπλοῦς ἂν ἦν καὶ τῶν θυσιῶν ἐξ ἀνάγκης ὁ τρόπος· εἰ δὲ τῶν μὲν ἄλλων οὐδενὶ περιληπτόν, ὅσον ἐγείρεται πλῆθος δυνάμεων ἐν τῷ κατιέναι καὶ κινεῖσθαι τοὺς θεούς, μό‐
25νοι δὲ οἱ θεουργοὶ ταῦτα ἐπὶ τῶν ἔργων πειραθέντες ἀκριβῶς γιγνώσκουσι, μόνοι οὗτοι καὶ δύνανται γιγ‐ νώσκειν τίς ἐστιν ἡ τελεσιουργία τῆς ἱερατικῆς, καὶ τὰ παραλειπόμενα ἴσασι, κἂν βραχέα ᾖ, ὅτι τὸ ὅλον τῆς θρησκείας ἔργον ἀνατρέπει, ὥσπερ ἐν ἁρμονίᾳ μιᾶς
30χορδῆς ῥαγείσης ἡ ὅλη ἀνάρμοστός τε καὶ ἀσύμμετρος γίγνεται· ὥσπερ οὖν ἐπὶ τῶν φανερῶν θείων καθόδων ἐναργὴς ἡ βλάβη γίγνεται τοῖς ἀτίμητόν τινα τῶν κρειτ‐ τόνων παραλιποῦσιν, οὕτω καὶ ἐπὶ τῆς ἀφανοῦς αὐτῶν παρουσίας ἐν ταῖς θυσίαις οὐ τὸν μὲν τὸν δ’ οὔ, πάνυ
35δὲ τιμητέον καθ’ ἣν ἕκαστος εἴληχε τάξιν. Ὁ δὲ ἀγέ‐ ραστόν τινα ἀφεὶς συνέχεε τὸ ὅλον καὶ τὴν μίαν καὶ ὅλην διακόσμησιν διέσπασεν· οὐχ ὡς ἄν τις οὖν νομί‐ σειεν, ἀτελῆ τὴν ὑποδοχὴν ἐποιήσατο, ἀλλὰ καὶ τὸ παράπαν τὴν ὅλην ἀνέστρεψεν ἁγιστείαν.176
Myst
.

5

.

22

Τί δέ; οὐχὶ τὸ ἀκρότατον τῆς ἱερατικῆς ἐπ’ αὐτὸ τὸ κυριώτατον τοῦ ὅλου πλήθους ἓν ἀνατρέχει, καὶ ἐν αὐτῷ ἅμα τὰς πολλὰς οὐσίας καὶ ἀρχὰς συνθεραπεύει; καὶ πάνυ γε, φήσαιμ’ ἄν· ἀλλὰ τοῦτο ὀψιαίτατα παρα‐
5γίγνεται καὶ τοῖς σφόδρα ὀλιγιστοῖς, καὶ ἀγαπητὸν εἰ καὶ ἐν δυσμαῖς τοῦ βίου ποτὲ ὑπάρξειεν. Ἀλλ’ ὁ νῦν λόγος οὐ τῷ τοιούτῳ ἀνδρὶ διαθεσμοθετεῖ (κρείτ‐ των γάρ ἐστι παντὸς νόμου), τοῖς δὲ δεομένοις θεσμοῦ τινος προσάγει τὴν τοιαύτην νομοθεσίαν. Λέγει τοίνυν
10ὅτι καθάπερ κόσμον τινὰ ἐκ πολλῶν τάξεων εἰς μίαν συνιόντα σύνταξιν, οὕτω καὶ τῶν θυσιῶν δεῖ τὴν συμ‐ πλήρωσιν, ἀνέκλειπτον οὖσαν καὶ ὁλόκληρον, ὅλῳ τῷ διακόσμῳ τῶν κρειττόνων συνάπτεσθαι. Ἀλλὰ μὴν οὗ‐ τος εἴ γε πολύς ἐστι καὶ παντελὴς καὶ κατὰ πολλὰς
15τάξεις συμφυόμενος, δεῖ τοίνυν καὶ τὴν ἱερουργίαν μιμεῖσθαι αὐτοῦ τὸ παντοδαπὸν δι’ ὅλων τῶν προσ‐ αγομένων δυνάμεων. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ τὰ περὶ ἡμᾶς παντοδαπὰ ὄντα οὐ χρὴ ἐκ μέρους τινὸς τῶν ἐν αὐτοῖς συνυφαίνεσθαι πρὸς τὰ προηγούμενα αὐτῶν θεῖα
20αἴτια, ἀλλ’ οὐδὲ ἀτελῶς πρὸς τοὺς ἀρχηγέτας αὐτῶν ἀνήκειν.
Myst
.

5

.

23

Ὁ τοίνυν ποικίλος τρόπος τῆς ἐν ταῖς ἱερουρ‐ γίαις ἁγιστείας τὰ μὲν ἀποκαθαίρει, τὰ δὲ τελειοῖ τῶν ἐν ἡμῖν ἢ περὶ ἡμᾶς ὄντων, τὰ δὲ εἰς συμμετρίαν καὶ τάξιν καθίστησι, τὰ δὲ ἄλλως ἀπολύει τῆς θνητοειδοῦς
5πλημμελείας, πάντα δὲ προσήγορα τοῖς ὅλοις κρείτ‐ τοσιν ἡμῶν ἀπεργάζεται. Καὶ μὴν συνιόντων γε εἰς τὸ αὐτὸ τῶν θείων αἰτίων καὶ τῶν ἀνθρωπίνων παραπλη‐ σίων αὐτοῖς παρασκευῶν, πάντα τελεῖ καὶ μεγάλα ἀγαθὰ τῆς θυσίας ἡ τελεσιουργία παρέχεται.177
10 Οὐ χεῖρον δέ τι καὶ τὰ τοιαῦτα προσθεῖναι πρὸς ἀκριβῆ περὶ τῶν αὐτῶν κατανόησιν. Πέφυκεν ἀεὶ τῶν ἀκροτάτων ἡ περιουσία τῆς δυνάμεως καὶ ἐν τῷδε ὑπερέχειν τῶν ὅλων, ἐν τῷ παρεῖναι πᾶσιν ἐξ ἴσου τὴν αὐτὴν ἀνεμποδίστως· ἐλλάμπει τοίνυν κατὰ τοῦτον τὸν
15λόγον καὶ τοῖς ἐσχάτοις τὰ πρώτιστα, καὶ πάρεστιν ἀύλως τοῖς ἐνύλοις τὰ ἄυλα. Μὴ δή τις θαυμαζέτω ἐὰν καὶ ὕλην τινὰ καθαρὰν καὶ θείαν εἶναι λέγωμεν· ἀπὸ γὰρ τοῦ πατρὸς καὶ δημιουργοῦ τῶν ὅλων καὶ αὕτη γενομένη, τὴν τελειότητα ἑαυτῆς ἐπιτηδείαν κέκτηται
20πρὸς θεῶν ὑποδοχήν. Καὶ ἅμα οὐδὲν διείργει τὰ κρείτ‐ τονα πρὸς τὸ δύνασθαι τὰ καταδεέστερα ἑαυτῶν ἐλ‐ λάμπειν, οὐδὲ τὴν ὕλην οὖν ἀφίστησιν οὐδὲν τῆς τῶν βελτιόνων μετουσίας, ὥστε ὅση τελεία καὶ καθαρὰ καὶ ἀγαθοειδὴς ὑπάρχει πρὸς θεῶν ὑποδοχήν ἐστιν οὐκ
25ἀνάρμοστος· ἐπεὶ γὰρ ἔδει καὶ τὰ ἐν γῇ μηδαμῶς εἶναι ἄμοιρα τῆς θείας κοινωνίας, ἐδέξατό τινα ἀπ’ αὐτῆς θείαν μοῖραν καὶ ἡ γῆ, ἱκανὴν οὖσαν χωρῆσαι τοὺς θεούς. Ταῦτα τοίνυν κατιδοῦσα ἡ θεουργικὴ τέχνη, κοινῶς
30τε οὑτωσὶ κατ’ οἰκειότητα ἑκάστῳ τῶν θεῶν τὰς προσ‐ φόρους ὑποδοχὰς ἀνευρίσκουσα, συμπλέκει πολλάκις λίθους βοτάνας ζῷα ἀρώματα ἄλλα τοιαῦτα ἱερὰ καὶ τέλεια καὶ θεοειδῆ, κἄπειτα ἀπὸ πάντων τούτων ὑπο‐ δοχὴν ὁλοτελῆ καὶ καθαρὰν ἀπεργάζεται.
35 Οὐ γὰρ δὴ δεῖ δυσχεραίνειν πᾶσαν ὕλην, ἀλλὰ μό‐ νην τὴν ἀλλοτρίαν τῶν θεῶν, τὴν δὲ οἰκείαν πρὸς αὐτοὺς ἐκλέγεσθαι, ὡς συμφωνεῖν δυναμένην εἴς τε θεῶν οἰκοδομήσεις καὶ καθιδρύσεις ἀγαλμάτων καὶ δὴ καὶ εἰς τὰς τῶν θυσιῶν ἱερουργίας. Οὐδὲ γὰρ ἂν ἄλλως178
40τοῖς ἐπὶ γῆς τόποις ἢ τοῖς δεῦρο κατοικοῦσιν ἀνθρώ‐ ποις μετουσία ἂν γένοιτο τῆς τῶν κρειττόνων λήψεως, εἰ μή τις τοιαύτη καταβολὴ πρώτη προενιδρυθείη· πεί‐ θεσθαι δὲ χρὴ τοῖς ἀπορρήτοις λόγοις ὡς καὶ διὰ τῶν μακαρίων θεαμάτων ὕλη τις ἐκ θεῶν παραδίδοται· αὕτη
45δέ που συμφυής ἐστιν αὐτοῖς ἐκείνοις τοῖς διδοῦσιν· οὐκοῦν καὶ ἡ τῆς τοιαύτης ὕλης θυσία ἀνεγείρει τοὺς θεοὺς ἐπὶ τὴν ἔκφασιν, καὶ προσκαλεῖται εὐθέως πρὸς κατάληψιν, χωρεῖ τε αὐτοὺς παραγιγνομένους καὶ τε‐ λείως ἐπιδείκνυσι.
Myst
.

5

.

24

Τὰ δ’ αὐτὰ ἄν τις καταμάθοι καὶ ἀπὸ τῆς κατὰ τόπους διανομῆς καὶ ἀπὸ τῆς μεριστῆς ἐφ’ ἑκάστῳ τῶν ὄντων ἐπιστασίας, ὅση κατὰ διαφόρους τάξεις ἢ μεί‐ ζονας ἢ ἐλάττονας τὰς λήξεις ταύτας κατενείματο· δῆ‐
5λον γὰρ δήπου τοῦθ’, ὅτι τοῖς ἐπιβεβηκόσι τινῶν τόπων θεοῖς τὰ ἀπ’ αὐτῶν γεννώμενα προσάγεσθαι εἰς θυσίαν ἐστὶν οἰκειότατα, καὶ τοῖς διοικοῦσι τὰ τῶν διοικουμέ‐ νων· ἀεὶ μὲν γὰρ τοῖς ποιοῦσι τὰ ἑαυτῶν ἔργα διαφε‐ ρόντως ἐστὶ κεχαρισμένα, τοῖς δὲ πρώτως τινὰ παρ‐
10άγουσι καὶ πρώτως ἐστὶ τὰ τοιαῦτα προσφιλῆ· εἴτε οὖν ζῷά τινα εἴτε φυτὰ εἴτε ἄλλα τῶν ἐπὶ γῆς διακυβερ‐ νᾶται ἀπὸ τῶν κρειττόνων, ὁμοῦ τῆς ἐπιστασίας αὐτῶν μετείληχε καὶ τὴν κοινωνίαν ἡμῖν προξενεῖ πρὸς αὐ‐ τοὺς ἀδιαίρετον. Ἔνια μὲν οὖν τῶν τοιούτων, σωζόμενα
15αὐτὰ καὶ τηρούμενα, τῶν συνεχόντων συναύξει τὴν πρὸς θεοὺς οἰκείωσιν, ὅσα τῷ μένειν ἀκέραια τὴν δύναμιν τῆς κοινωνίας θεῶν καὶ ἀνθρώπων διασώζει. Τοιαῦτα δ’ ἐστὶν ἔνια τῶν ἐν Αἰγύπτῳ ζῴων, καὶ οἷος ὁ ἱερὸς ἄν‐ θρωπος πανταχοῦ ὑπάρχει. Ἔνια δὲ καθαγιαζόμενα179
20λαμπροτέραν ποιεῖ τὴν οἰκειότητα, ὅσα τὴν ἀνάλυσιν ἐπὶ τὴν τῶν πρώτων στοιχείων ἀρχὴν συγγενῆ ποιεῖται τοῖς τῶν κρειττόνων αἰτίοις καὶ ἱεροπρεπεστέραν· τε‐ λειουμένης γὰρ ἀεὶ ταύτης τελειότερα καὶ τὰ ἀπ’ αὐτῆς ἐνδιδόμενα ἀγαθὰ καθήκει.
Myst
.

5

.

25

Εἰ μὲν οὖν ἀνθρώπινα ἔθη ταῦτα ἦν μόνον, καὶ διὰ τῶν ἡμετέρων νομίμων ἐπεκυροῦτο, εἶχεν ἄν τις λέ‐ γειν ἡμετέρων ἐννοιῶν εὑρέσεις εἶναι τὰς τῶν θεῶν ἁγιστείας· νῦν δὲ θεός ἐστιν αὐτῶν ἡγεμὼν ὁ ἐπὶ
5θυσιῶν οὕτω καλούμενος, καὶ θεοὶ καὶ ἄγγελοι περὶ αὐτὸν παμπληθεῖς ὑπάρχουσιν· καθ’ ἕκαστόν τε ἔθνος τῶν ἐπὶ γῆς διακεκλήρωταί τις ὑπ’ αὐτοῦ κοινὸς προ‐ στάτης, καὶ καθ’ ἕκαστον ἱερὸν ὁ ἴδιος· καὶ τῶν μὲν πρὸς θεοὺς θυσιῶν ἔφορός ἐστι θεός, τῶν δὲ πρὸς ἀγγέ‐
10λους ἄγγελος, τῶν δὲ πρὸς δαίμονας δαίμων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὃ κατὰ τὸ οἰκεῖον γένος συγγενῶς συγκεκλήρωται ἐφ’ ἑκάστων. Ὁπότε δὴ οὖν μετὰ θεῶν ἐφόρων καὶ ἀποπληρωτῶν τῆς θυηπολίας τὰς θυσίας προσάγομεν τοῖς θεοῖς, ὁμοῦ μὲν σέβειν δεῖ τὸν θεσμὸν
15τῆς ἐν ταῖς θυσίαις θείας ὁσίας, ὁμοῦ δὲ θαρρεῖν ἐφ’ ἑαυτοῖς προσήκει (ὡς ὑπὸ θεοῖς ἄρχουσιν ἱερουργοῦ‐ μεν), ὁμοῦ δὲ καὶ τὴν ἀξίαν εὐλάβειαν ἔχειν, μή πῃ τῶν θεῶν ἀνάξιόν τι δῶρον προσαγάγωμεν ἢ ἀλλό‐ τριον· ἐπὶ τῷ τέλει δὲ κἀκεῖνο παραγγέλλομεν, στο‐
20χάζεσθαι πάντων τελέως τῶν περὶ ἡμᾶς, τῶν ἐν τῷ
παντί, τῶν κατὰ γένη διωρισμένων θεῶν ἀγγέλων δαι‐ μόνων, καὶ πρὸς πάντας ταύτῃ ὁμοίως προσφιλῆ τὴν θυσίαν δωρεῖσθαι· μόνως γὰρ ἂν οὕτως ἐπάξιος τῶν ἐφεστηκότων αὐτῆς θεῶν ἡ ἁγιστεία γένοιτο.180
Myst
.

5

.

26

Ἐπεὶ δὲ μέρος τῶν θυσιῶν οὐ τὸ σμικρότατόν ἐστι τὸ τῶν εὐχῶν, συμπληροῖ τε αὐτὰς ἐν τοῖς μά‐ λιστα, καὶ διὰ τούτων κρατύνεται αὐτῶν καὶ ἐπιτελεῖ‐ ται τὸ πᾶν ἔργον, κοινήν τε συντέλειαν ποιεῖται πρὸς
5τὴν θρησκείαν, καὶ τὴν κοινωνίαν ἀδιάλυτον ἐμπλέκει τὴν ἱερατικὴν πρὸς τοὺς θεούς, οὐ χεῖρον καὶ περὶ ταύτης ὀλίγα διελθεῖν· καὶ γὰρ αὐτὸ καθ’ αὑτὸ τοῦτο ἄξιόν ἐστι μαθήσεως, καὶ τὴν περὶ θεῶν ἐπιστήμην τελειοτέ‐ ραν ἀπεργάζεται. Φημὶ δὴ οὖν ὡς τὸ μὲν πρῶτον τῆς
10εὐχῆς εἶδός ἐστι συναγωγόν, συναφῆς τε τῆς πρὸς τὸ θεῖον καὶ γνωρίσεως ἐξηγούμενον· τὸ δ’ ἐπὶ τούτῳ κοι‐ νωνίας ὁμονοητικῆς συνδετικόν, δόσεις τε προκαλού‐ μενον τὰς ἐκ θεῶν καταπεμπομένας πρὸ τοῦ λόγου, καὶ πρὸ τοῦ νοῆσαι τὰ ὅλα ἔργα ἐπιτελούσας· τὸ δὲ τελεώ‐
15τατον αὐτῆς ἡ ἄρρητος ἕνωσις ἐπισφραγίζεται, τὸ πᾶν κῦρος ἐνιδρύουσα τοῖς θεοῖς, καὶ τελέως ἐν αὐτοῖς κεῖσθαι τὴν ψυχὴν ἡμῶν παρέχουσα. Ἐν τρισὶ δὲ τούτοις ὅροις, ἐν οἷς τὰ θεῖα πάντα με‐ τρεῖται, τὴν πρὸς θεοὺς ἡμῶν φιλίαν συναρμόσασα καὶ
20τὸ ἀπὸ τῶν θεῶν ἱερατικὸν ὄφελος τριπλοῦν ἐνδίδωσι, τὸ μὲν εἰς ἐπίλαμψιν τεῖνον, τὸ δὲ εἰς κοινὴν ἀπεργα‐ σίαν, τὸ δὲ εἰς τὴν τελείαν ἀποπλήρωσιν ἀπὸ τοῦ πυ‐ ρός· καὶ ποτὲ μὲν προηγεῖται τῶν θυσιῶν, ποτὲ δ’ αὖ μεταξὺ διαλαμβάνει τὴν ἱερουργίαν, ἄλλοτε δ’ αὖ τὸ
25τέλος τῶν θυσιῶν ἀποπληροῖ· ἔργον τε οὐδὲν ἱερατι‐
κὸν ἄνευ τῶν ἐν ταῖς εὐχαῖς ἱκετειῶν γίγνεται. Ἡ δ’ ἐν αὐταῖς ἐγχρονίζουσα διατριβὴ τρέφει μὲν τὸν ἡμέτερον νοῦν, τὴν δὲ τῆς ψυχῆς ὑποδοχὴν τῶν θεῶν ποιεῖ λίαν εὐρυτέραν, ἀνοίγει δὲ τοῖς ἀνθρώποις τὰ τῶν θεῶν,181
30συνήθειαν δὲ παρέχει πρὸς τὰς τοῦ φωτὸς μαρμαρυγάς, κατὰ βραχὺ δὲ τελειοῖ τὰ ἐν ἡμῖν πρὸς τὰς τῶν θεῶν συναφάς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἡμᾶς ἐπαναγάγῃ, καὶ τὰ μὲν ἡμέτερα τῆς διανοίας ἤθη ἠρέμα ἀνέλκει, τὰ δὲ τῶν θεῶν ἡμῖν ἐκδίδωσι, πειθὼ δὲ καὶ κοινωνίαν καὶ
35φιλίαν ἀδιάλυτον ἐγείρει, τόν τε θεῖον ἔρωτα συναύξει, καὶ τὸ θεῖον τῆς ψυχῆς ἀνάπτει, ἀποκαθαίρει τε πᾶν τὸ ἐναντίον τῆς ψυχῆς, καὶ ἀπορρίπτει τοῦ αἰθερώδους καὶ αὐγοειδοῦς πνεύματος περὶ αὐτὴν ὅσον ἐστὶ γενε‐ σιουργόν, ἐλπίδα τε ἀγαθὴν καὶ τὴν περὶ τὸ φῶς πίστιν
40τελειοῖ, καὶ τὸ ὅλον εἰπεῖν, ὁμιλητὰς τῶν θεῶν, ἵνα οὕτως εἴπωμεν, τοὺς χρωμένους αὐταῖς ἀπεργάζεται. Εἰ δὴ τοῦτό ἐστιν ὅπερ εὐχὴν ἄν τις εἴποι, δρᾷ τε ἐν ἡμῖν τοσαῦτα ἀγαθὰ τὸ τοιοῦτον, ἔχει τε πρὸς τὰς θυσίας ἣν εἰρήκαμεν κοινωνίαν, πῶς οὐ καὶ διὰ τούτου
45καταφανὲς γίγνεται τὸ τῶν θυσιῶν τέλος, ὡς συναφῆς καὶ αὐτὸ δημιουργικῆς μετείληχεν ἐπειδὴ δι’ ἔργων οἰκειοῦται τοῖς θεοῖς, τό τε ἀγαθὸν αὐτῆς ὡς τοσοῦτόν ἐστιν ὅσον ἀπὸ τῶν δημιουργικῶν αἰτίων καταπέμπε‐ ται εἰς ἀνθρώπους; καὶ μὴν ἀπ’ ἐκείνου γε αὖθις τὸ
Myst
.

5

.

26

(50)

τῶν εὐχῶν ἀναγωγὸν καὶ τελεσιουργὸν καὶ ἀποπληρω‐ τικὸν εὔδηλον γίγνεται, πῶς μὲν δραστήριον πῶς δὲ ἡνωμένον ἐπιτελεῖται πῶς δὲ ἔχει τὸν ἐνδιδόμενον ἀπὸ τῶν θεῶν κοινὸν σύνδεσμον· τὸ τρίτον τοίνυν, ὡς ἄμφω δι’ ἀλλήλων βεβαιοῦται, καὶ δύναμιν ἐντίθησιν εἰς ἄλ‐
55ληλα ἁγιστείας τελείαν ἱερατικήν, ῥᾳδίως ἄν τις ἀπὸ
τῶν εἰρημένων κατανοήσειεν. Διόπερ δὴ δι’ ὅλων φαίνεται τῆς ἱερατικῆς ἀγωγῆς ἡ πᾶσα σύμπνοια καὶ συνέργεια πρὸς ἑαυτήν, ζῴου παντὸς μᾶλλον συμφυῆ τὰ μόρια ἑαυτῆς παντάπασι182
60κατὰ μίαν συνέχειαν συνάπτουσα, ἧς οὐδέποτε δεῖ κα‐ ταμελεῖν, οὐδὲ τὰ ἡμίση μέρη αὐτῆς ἐγκρίνοντας τὰ ἄλλα ἀποδοκιμάζειν· ὁμοίως δὲ πᾶσιν ἐγγυμνάζεσθαι καὶ δι’ ὅλων αὐτῶν τελειοῦσθαι χρὴ τοὺς ἐθέλοντας εἰλικρινῶς τοῖς θεοῖς συνάπτεσθαι.
Myst
.

6

.

1

Ταῦτα μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι· τὸ δὲ λοιπὸν ἐμοὶ καιρὸς ἐπὶ τὴν ἑξῆς ἀπορίαν ὧν σὺ προτείνεις μεταβαίνειν. Τί γὰρ δήποτε, ὡς ὁ σὸς λόγος, νεκροῦ μὲν ἀναφῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ δὲ νεκρῶν ζῴων
5τὰ πολλὰ αἱ θεαγωγίαι ἐπιτελοῦνται; πάλιν οὖν καὶ ταῦτα διαλύοντες τὴν δοκοῦσαν εἶναι μάχην ἐπισκε‐ ψώμεθα· μὴ οὐδαμῶς ᾖ τις ἐν αὐτῇ ἀντίθεσις, φαίνεται δὲ μόνον ἐναντίως ἔχειν. Εἰ μὲν γὰρ τῶν αὐτῶν νεκρῶν σωμάτων καὶ ἀπείχοντο τῆς ἁφῆς καὶ ἥπτοντο, ἦν ἂν
10τοῦτο πρὸς ἑαυτὸ ὑπεναντίον· εἰ δὲ ἄλλων μὲν ἀπέχε‐ σθαι παραγγέλλουσι τῶν ἀνιέρων, ἄλλων δὲ ἅπτεσθαι ὅσα καθιεροῦνται, οὐδεμίαν τοῦτο ἔχει ἐναντίωσιν. Ἔτι τοίνυν τῶν μὲν ἀνθρωπείων σωμάτων, ἐπειδὰν ἀπολίπῃ αὐτὰ ἡ ψυχή, οὐχ ὅσιον θιγγάνειν (τῆς γὰρ θείας ζωῆς
15ἴχνος τι ἢ εἴδωλον ἢ ἔμβασις ἐναποσβέννυται ἐν τῷ σώματι κατὰ τὸν θάνατον), τῶν δὲ ἄλλων ζῴων οὐκέτι
ἀνόσιον ἅπτεσθαι τεθνηκότων, ἐπεὶ οὐδὲ κεκοινωνήκασι τῆς θειοτέρας ζωῆς. Ἔστι τοίνυν πρὸς ἄλλους μὲν τὸ ἀναφὲς οἰκεῖον, οἷον τοὺς ὕλης καθαροὺς θεούς,183
20πρὸς ἄλλους δὲ τὸ κλητικὸν διὰ τῶν ζῴων ἀποδέδοται τοὺς ἐπιβεβηκότας τῶν ζῴων καὶ προσεχῶς αὐτοῖς συν‐ ηρτημένους· οὐδὲ κατὰ τοῦτο οὖν συμβαίνει τις ἐναν‐ τίωσις.
Myst
.

6

.

2

Καὶ ἄλλως δ’ ἄν τις τοῦτο διαλύσειεν· ἀνθρώποις μὲν γὰρ ἐν ὕλῃ κατεχομένοις τὰ ἐστερημένα τῆς ζωῆς σώματα φέρει τινὰ κηλῖδα, διότι τῷ ζῶντι τὸ μὴ ζῶν, ὥσπερ τῷ καθαρῷ τὸ ῥυπαρὸν καὶ τῷ ἐν ἕξει τὸ ἐν στε‐
5ρήσει, μολυσμόν τινα ἐντίθησιν, καὶ διότι τῷ μὲν δύνα‐ μιν ἔχοντι τοῦ ἀποθνῄσκειν ἐμποιεῖ τινα μολυσμὸν διὰ τὴν φυσικὴν τὸ χεῖρον πρὸς αὐτὸ ἐπιτηδειότητα, δαί‐ μονι δὲ τὸ σῶμα ἀσωμάτῳ ὄντι παντελῶς καὶ μὴ πα‐ ραδεχομένῳ φθορὰν μηδαμόθεν, οὐδένα ἐμποιεῖ μολυσ‐
10μόν· ἀλλ’ ὑπερέχειν ἀνάγκη τοῦ διεφθαρμένου σώμα‐ τος καὶ μηδεμίαν ἀπ’ αὐτοῦ παραδέχεσθαί τινα εἰς ἑαυτὸν φθορᾶς ἔμφασιν.
Myst
.

6

.

3

Πρὸς μὲν οὖν τὴν ἐναντίωσιν τῆς ἀπορίας τοσαῦτα λέγω· αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ διὰ τῶν ἱερῶν ζῴων, ὥσ‐ περ τῶν ἱεράκων, ὅπως ἐπιτελεῖται μαντικὸν διερμη‐ νεύοντες, θεοὺς μὲν οὐδέποτέ φαμεν παραγίγνεσθαι τῇ
5χρήσει τῶν κηδευθέντων οὕτω σωμάτων· οὔτε γὰρ με‐ ριστῶς οὔτε προσεχῶς οὔτε ἐνύλως οὔτε μετά τινος σχέσεως προΐστανται τῶν καθ’ ἕκαστα ζῴων· δαίμοσι δὲ καὶ τούτοις σφόδρα διῃρημένοις καὶ διαλαχοῦσιν ἄλλοις ἄλλα ζῷα προσεχῶς τε ἐπιβεβηκόσι τῇ τοιαύτῃ
10προστασίᾳ καὶ οὐ παντελῶς αὐτάρκη καὶ ἄυλον τὴν οἰκείαν ἀρχὴν διακληρωσαμένοις, ἡ τοιαύτη δεδόσθω
τῶν μαντικῶν ὀργάνων ἐπαφή· ἢ εἰ οὕτω τις βούλοιτο τίθεσθαι, ἕδρα αὐτοῖς ἀπονενεμήσθω τοιαύτη, δι’ ἧς ἀνθρώποις ὁμιλεῖν καὶ χρῆσθαι πεφύκασι· σωμάτων184
15μὲν οὖν καὶ ταύτην εἶναι καθαρὰν δεῖ νομίζειν, οὐδε‐ μία γὰρ γίγνεται κοινωνία τῷ καθαρῷ πρὸς τὸ ἐναντίον· διὰ δὲ τῆς ψυχῆς τῶν ζῴων συνάπτεσθαι αὐτὴν ἀνθρώ‐ ποις ἔχει τινὰ λόγον. Αὕτη γὰρ ἔχει τινὰ οἰκειότητα πρὸς ἀνθρώπους μὲν διὰ τὸ ὁμογενὲς τῆς ζωῆς, πρὸς
20δαίμονας δέ, διότι σωμάτων ἀπολυθεῖσα χωριστή πως ὑπάρχει· μέση δὲ οὖσα ἀμφοτέρων ὑπηρετεῖ μὲν τῷ ἐφεστηκότι, ἐξαγγέλλει δὲ τοῖς ἔτι κατεχομένοις ἐν σώ‐ ματι ἅπερ ὁ ἐπιβεβηκὼς προστάττει, κοινὸν δὲ σύνδεσ‐ μον ἀμφοτέροις τούτοις πρὸς ἀλλήλους ἐνδίδωσι.
Myst
.

6

.

4

Δεῖ δὲ ἡγεῖσθαι ὡς καὶ ἡ χρωμένη ψυχὴ τοῖς τοιούτοις μαντείοις οὐκ ἐπήκοος μόνον γίγνεται τῆς μαντείας, ἀλλὰ καὶ συμβάλλεταί τινα μοῖραν ἀφ’ ἑαυ‐ τῆς οὐκ ὀλίγην εἰς τὴν ἀπεργασίαν αὐτῆς τὴν ἐπὶ τῶν
5ἔργων· καὶ γὰρ συντρέπεται καὶ συνεργεῖ καὶ συμπρο‐ γιγνώσκει διά τινος συμπαθοῦς ἀνάγκης· ἔστι μὲν οὖν ὁ τρόπος τῆς μαντείας οὗτος τοιοῦτος πάντῃ διεστη‐ κὼς τοῦ θείου καὶ ἀληθινοῦ τρόπου, περὶ σμικρῶν τε καὶ ἐφημέρων πραγμάτων δυνάμενος προλέγειν, περὶ
10τῶν ἐν τῇ διῃρημένῃ φύσει κειμένων ὅσα ἤδη περὶ τὴν γένεσιν ἐμφέρεται, κινήσεις τε ἀφ’ ἑαυτῶν παρέχει τοῖς δυναμένοις αὐτὰς δέχεσθαι, καὶ πάθη πολυειδῶς ἐμποιεῖ τοῖς πεφυκόσιν ἐπιτηδείως εἰς τὸ συμπάσχειν· διὰ πά‐ θους δὲ οὐκ ἂν παραγένοιτό ποτε ἡ τελεία πρόγνωσις·
15αὐτὸ γὰρ μάλιστα τὸ ἄτρεπτόν τε καὶ ἄυλον καὶ πάντῃ καθαρὸν τῷ μέλλοντι ἐπιβάλλειν εἴωθε, τὸ δὲ
συμμιγνύμενον πρὸς τὸ ἀλόγιστον καὶ σκοτεινὸν τοῦ σωματοειδοῦς καὶ ὑλικοῦ πληροῦται πολλῆς ἀγνωσίας· ὅθεν οὐδέποτε τὴν τοιαύτην τεχνικὴν κατασκευὴν εἰς185
20τὸ μαντεύεσθαι ἀποδέχεσθαι ἄξιον. Οὐδὲ χρῆσθαι αὐτῇ ἐπὶ μεγάλης σπουδῆς δεῖ, οὐδὲ ἄλλῳ χρωμένῳ πιστευ‐ τέον ὡς ἔχοντι παρ’ ἑαυτῷ σαφὲς καὶ γνώριμόν τι τεκ‐ μήριον τῆς ἀληθείας. Τοσαῦτα δὴ καὶ περὶ τῆς τοιαύ‐ της μαντείας ἡμῖν εἰρήσθω.
Myst
.

6

.

5

Φέρε δὴ οὖν καὶ περὶ ἄλλου γένους ἀποριῶν ἀπο‐ κεκρυμμένην ἔχοντος τὴν αἰτίαν ποιησώμεθα λόγον· ὅπερ ἔχει μέν, ὡς καὶ σὺ αὐτὸς λέγεις, βιαστικὰς ἀπει‐ λάς, μερίζεται δὲ περὶ τὸ πλῆθος τῶν ἀπειλῶν πολυμε‐
5ρῶς· ἢ γὰρ τὸν οὐρανὸν προσαράξειν ἢ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖν ἢ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξειν ἢ στήσειν τὴν βάριν ἢ τὰ μέλη τοῦ Ὀσίριδος διασκε‐ δάσειν τῷ Τυφῶνι ἢ ἄλλο τι τοιοῦτον ἀπειλεῖ ποιή‐ σειν. Τοῦτο δὴ πᾶν τὸ εἶδος τῶν λόγων οὐχ, ὡς σὺ
10νομίζεις, πρὸς ἥλιον ἢ σελήνην ἤ τινα τῶν κατ’ οὐρα‐ νὸν ἐπανατείνονται οἱ ἄνθρωποι (ἔτι γὰρ ἂν συνέβη δεινότερα ἄτοπα ὧν σὺ σχετλιάζεις), ἀλλ’ ὅπερ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ἐπί τι γένος δυνάμεων ἐν τῷ κόσμῳ μεριστὸν ἄκριτον ἀλόγιστον, ὃ δέχεται μὲν ἀπ’ ἄλλου
15λόγον καὶ κατακούει, οἰκείᾳ δὲ συνέσει οὔτε χρῆται οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος ἢ δυνατὸν ἢ ἀδύνατον δια‐ κρίνει. Τὸ δὴ τοιοῦτον ἀθρόως ἐπανατεινομένων τῶν ἀπειλῶν συγκινεῖται καὶ ἐκπλήττεται, ὡς ἂν οἶμαι πε‐ φυκὸς αὐτό τε ἄγεσθαι ταῖς ἐμφάσεσι καὶ τὰ ἄλλα ψυχ‐
20αγωγεῖν διὰ τῆς ἐμπλήκτου καὶ ἀσταθμήτου φαντα‐ σίας.
Myst
.

6

.

6

Ἔχει δὲ ταῦτα καὶ ἄλλον τοιοῦτον λόγον. Ὁ θεουργὸς διὰ τὴν δύναμιν τῶν ἀπορρήτων συνθημάτων οὐκέτι ὡς ἄνθρωπος οὐδ’ ὡς ἀνθρωπίνῃ ψυχῇ χρώμενος ἐπιτάττει τοῖς κοσμικοῖς, ἀλλ’ ὡς ἐν τῇ τῶν θεῶν τάξει186
5προϋπάρχων μείζοσι τῆς καθ’ ἑαυτὸν οὐσίας ἐπανατά‐ σεσι χρῆται· οὐχ ὡς ποιήσων πάντα ἅπερ διισχυρίζε‐ ται, ἀλλ’ ἐν τῇ τοιαύτῃ τῶν λόγων χρήσει διδάσκων ὅσην καὶ ἡλίκην καὶ τίνα ἔχει τὴν δύναμιν διὰ τὴν πρὸς θεοὺς ἕνωσιν, ἣν παρέσχηκεν αὐτῷ τῶν ἀπορρήτων
10συμβόλων ἡ γνῶσις. Δύναται δέ τις καὶ τοῦτο εἰπεῖν, ὡς τοσαύτην ἔχουσιν οἱ κατὰ μέρη διῃρημένοι δαίμονες, οἱ φυλάττοντες τὰ μέρη τοῦ παντός, ἐπιμέλειαν ἧς εἰλήχασιν ἕκαστοι μερίδος καὶ κηδεμονίαν, ὡς μηδὲ λόγον ἐναντίον ἀνέχεσθαι, τὴν δὲ ἀίδιον διαμονὴν τῶν
15ἐν τῷ κόσμῳ διαφυλάττειν ἀμετάτρεπτον. Ταύτην τοί‐ νυν ἀμετάπτωτον παρειλήφασι, διότι τῶν θεῶν ἡ τάξις ἀκίνητος κατὰ τὰ αὐτὰ διαμένει· ἐν ᾧ τοίνυν ἔχουσι τὸ εἶναι οἵ τε ἀέριοι καὶ οἱ περὶ γῆν δαίμονες, τοῦτο οὐδὲ ἄχρις ἀκοῆς ἀνέχονται ἀπειλούμενον.
Myst
.

6

.

7

Ἢ καὶ οὕτως ἄν τις ἀποδοίη τὸν ἀπολογισμόν· τῶν ἀπορρήτων μυστηρίων οἱ δαίμονες ἐπιτροπεύουσι τὴν φυλακήν, οὕτω δή τι διαφερόντως ὡς ἐνταῦθα πρώτως συνεχομένης τῆς ἐν τῷ παντὶ διακοσμήσεως.
5Διὰ τοῦτο γὰρ μένει μὲν ἐν τάξει τὰ τοῦ παντὸς μόρια, διότι ἡ ἀγαθοποιὸς τοῦ Ὀσίριδος δύναμις ἁγνὴ καὶ ἄχραντος μένει, καὶ οὐ συμμίγνυται πρὸς τὴν ἐναντίαν πλημμέλειαν καὶ ταραχήν, μένει δὲ καὶ ἡ τῶν ὅλων ζωὴ καθαρὰ καὶ ἀδιάφθορος, ἐπειδὴ τὰ ἀπόκρυφα ζωο‐
10γόνα τῶν λόγων κάλλη τῆς Ἴσιδος οὐ κάτεισιν εἰς τὸ
φαινόμενον καὶ ὁρώμενον σῶμα. Ἀκίνητα δὲ διατελεῖ πάντα καὶ ἀειγενῆ, διότι οὐδέποτε ἵσταται ὁ τοῦ ἡλίου δρόμος· τέλεα δὲ καὶ ὁλόκληρα διαμένει πάντα, ἐπειδὴ τὰ ἐν Ἀβύδῳ ἀπόρρητα οὐδέποτε ἀποκαλύπτεται· οἷς187
15οὖν ἔχει τὴν σωτηρίαν τὰ ὅλα (λέγω δὲ ἐν τῷ τὰ ἀπόρ‐ ρητα κεκρυμμένα ἀεὶ διατηρεῖσθαι καὶ ἐν τῷ τὴν ἄφ‐ θεγκτον τῶν θεῶν οὐσίαν μηδέποτε τῆς ἐναντίας μετα‐ λαμβάνειν μοίρας), τοῦτο οὐδ’ ἄχρι φωνῆς ἀνεκτόν ἐστι τοῖς περιγείοις δαίμοσιν ἐπακούειν ὡς ἄλλως ἔχον
20ἢ βέβηλον γιγνόμενον, καὶ διὰ τοῦτο ἔχει τινὰ πρὸς αὐτοὺς ὁ τοιοῦτος τρόπος τῶν λόγων· θεοῖς δὲ οὐδεὶς ἀπειλεῖ, οὐδ’ ἐστί τις τοιοῦτος τρόπος εὐχῆς πρὸς αὐ‐ τοὺς γιγνόμενος. Διόπερ παρὰ Χαλδαίοις, παρ’ οἷς διακέκριται καθαρὸς ὁ πρὸς μόνους τοὺς θεοὺς λόγος,
25οὐδαμοῦ ἀπειλὴ λέγεται· Αἰγύπτιοι δὲ συμμιγνύοντες ἅμα μετὰ τῶν θείων συνθημάτων καὶ τοὺς δαιμονίους λόγους, χρῶνται ἔστιν ὅτε καὶ ταῖς ἀπειλαῖς. Ἔχεις δὴ καὶ τὴν περὶ τούτων ἀπόκρισιν συντόμως μὲν με‐ τρίως δ’ ἐγᾦμαι ἀποκεκαθαρμένην.
Myst
.

7

.

1

Τῆς δ’ αὐτῆς θεοσόφου Μούσης κἀκεῖνα δεῖται εἰς τὴν διάλυσιν τὰ ἀπορήματα· πρότερον δέ σοι βούλομαι τῶν Αἰγυπτίων τὸν τρόπον τῆς θεολογίας διερμηνεῦ‐ σαι· οὗτοι γὰρ τὴν φύσιν τοῦ παντὸς καὶ τὴν δημιουρ‐
5γίαν τῶν θεῶν μιμούμενοι καὶ αὐτοὶ τῶν μυστικῶν καὶ ἀποκεκρυμμένων καὶ ἀφανῶν νοήσεων εἰκόνας τινὰς διὰ συμβόλων ἐκφαίνουσιν, ὥσπερ καὶ ἡ φύσις τοῖς ἐμφα‐
νέσιν εἴδεσι τοὺς ἀφανεῖς λόγους διὰ συμβόλων τρό‐ πον τινὰ ἀπετυπώσατο, ἡ δὲ τῶν θεῶν δημιουργία τὴν188
10ἀλήθειαν τῶν ἰδεῶν διὰ τῶν φανερῶν εἰκόνων ὑπεγρά‐ ψατο. Εἰδότες οὖν χαίροντα πάντα τὰ κρείττονα ὁμοιώ‐ σει τῶν ὑποδεεστέρων καὶ βουλόμενοι αὐτὰ ἀγαθῶν οὕτω πληροῦν διὰ τῆς κατὰ τὸ δυνατὸν μιμήσεως, εἰκό‐ τως καὶ αὐτοὶ τὸν πρόσφορον αὐτῆς τρόπον τῆς κε‐
15κρυμμένης ἐν τοῖς συμβόλοις μυσταγωγίας προφέ‐ ρουσιν.
Myst
.

7

.

2

Ἄκουε δὴ οὖν καὶ σὺ κατὰ τὸν τῶν Αἰγυπτίων νοῦν τὴν τῶν συμβόλων νοερὰν διερμήνευσιν, ἀφεὶς μὲν τὸ ἀπὸ τῆς φαντασίας καὶ τῆς ἀκοῆς εἴδωλον αὐτῶν τῶν συμβολικῶν, ἐπὶ δὲ τὴν νοερὰν ἀλήθειαν ἑαυτὸν
5ἐπαναγαγών. Ἰλὺν μὲν τοίνυν νόει τὸ σωματοειδὲς πᾶν καὶ ὑλικὸν ἢ τὸ θρεπτικὸν καὶ γόνιμον ἢ ὅσον ἐστὶν ἔνυλον εἶδος τῆς φύσεως μετὰ τῶν ἀστάτων τῆς ὕλης ῥευμάτων συμφερόμενον, ἢ ὅσον τὸν ποταμὸν τῆς γενέ‐ σεως χωρεῖ, καὶ αὐτὸ μετ’ ἐκείνου συνιζάνον, ἢ τῶν
10στοιχείων καὶ τῶν περὶ τοῖς στοιχείοις δυνάμεων πασῶν ἀρχηγὸν αἴτιον ἐν πυθμένος λόγῳ προϋποκείμενον. Τοιούτου δὲ ὄντος αὐτοῦ, ὁ τῆς γενέσεως καὶ φύσεως ὅλης καὶ τῶν ἐν τοῖς στοιχείοις δυνάμεων πασῶν αἴτιος θεός, ἅτε δὴ ὑπερέχων τούτων ἄυλος καὶ ἀσώματος καὶ
15ὑπερφυὴς ἀγέννητός τε καὶ ἀμέριστος ὅλος ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ ἀναφανείς, προηγεῖται πάντων τούτων καὶ ἐν ἑαυτῷ τὰ ὅλα περιέχει. Καὶ διότι μὲν συνείληφε πάντα καὶ μεταδίδωσιν ἑαυτοῦ τοῖς κοσμικοῖς ὅλοις, ἐξ αὐτῶν ἀνεφάνη· διότι δ’ ὑπερέχει τῶν ὅλων καὶ καθ’
20ἑαυτὸν ὑπερήπλωται, ἀναφαίνεται ὡς χωριστὸς ἐξῃρη‐ μένος μετέωρος καὶ καθ’ ἑαυτὸν ὑπερηπλωμένος τῶν ἐν
τῷ κόσμῳ δυνάμεών τε καὶ στοιχείων. Συμμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ ἑξῆς σύμβολον. Τὸ γὰρ ἐπὶ λωτῷ καθέζεσθαι ὑπεροχήν τε ὑπὲρ τὴν ἰλὺν αἰνίτ‐189
25τεται μὴ ψαύουσαν μηδαμῶς τῆς ἰλύος, καὶ ἡγεμονίαν νοερὰν καὶ ἐμπύριον ἐπιδείκνυται· κυκλοτερῆ γὰρ πάντα ὁρᾶται τὰ τοῦ λωτοῦ, καὶ τὰ ἐν τοῖς φύλλοις εἴδη καὶ τὰ ἐν τοῖς καρποῖς φαινόμενα, ᾗπερ δὴ μόνῃ κινήσει τῇ κατὰ κύκλον νοῦ ἐνέργειά ἐστι συγγενής, τὸ κατὰ τὰ
30αὐτὰ καὶ ὡσαύτως καὶ ἐν μιᾷ τάξει καὶ καθ’ ἕνα λόγον ἐμφαίνουσα. Αὐτὸς δὲ δὴ ὁ θεὸς ἵδρυται καθ’ ἑαυτὸν καὶ ὑπὲρ τὴν τοιαύτην ἡγεμονίαν καὶ ἐνέργειαν, σεμνὸς καὶ ἅγιος ὑπερηπλωμένος καὶ μένων ἐν ἑαυτῷ, ὅπερ δὴ τὸ καθέζεσθαι βούλεται σημαίνειν. Ὁ δ’ ἐπὶ πλοίου
35ναυτιλλόμενος τὴν διακυβερνῶσαν τὸν κόσμον ἐπικρά‐ τειαν παρίστησιν. Ὥσπερ οὖν ὁ κυβερνήτης χωριστὸς ὢν τῆς νεὼς τῶν πηδαλίων αὐτῆς ἐπιβέβηκεν, οὕτω χω‐ ριστῶς ὁ ἥλιος τῶν οἰάκων τοῦ κόσμου παντὸς ἐπιβέ‐ βηκεν. Καὶ καθάπερ ἄνωθεν ἐκ πρύμνης ἀπευθύνει
40πάντα ὁ κυβερνήτης, ἐνδιδοὺς βραχεῖαν ἐξ ἑαυτοῦ τὴν πρώτην ἀρχὴν τῆς φορᾶς, οὕτω πολὺ πρότερον ὁ θεὸς ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχῶν τῆς φύσεως τὰς πρωτ‐ ουργοὺς αἰτίας τῶν κινήσεων ἀμεριστῶς ἐνδίδωσι· ταῦτα δὴ οὖν καὶ ἔτι πλείονα τούτων ἐνδείκνυται τὸ
45ναυτίλλεσθαι αὐτὸν ἐπὶ πλοίου.
Myst
.

7

.

3

Ἐπεὶ δὲ καὶ πᾶν μόριον τοῦ οὐρανοῦ καὶ πᾶν ζῴδιον καὶ πᾶσα τοῦ οὐρανοῦ φορὰ καὶ πᾶς χρόνος, καθ’ ὃν κινεῖται ὁ κόσμος, καὶ πάντα τὰ ἐν τοῖς ὅλοις δέχονται ἀπὸ τοῦ ἡλίου κατιούσας δυνάμεις, τὰς μὲν
5συμπλεκομένας αὐτοῖς τὰς δὲ τῆς συμμίξεως αὐτῶν ὑπερβεβηκυίας, παρίστησι καὶ ταύτας ὁ συμβολικὸς
τρόπος τῆς σημασίας, τὸ σχηματίζεσθαι μὲν κατὰ ζῴ‐ διον καὶ τὰς μορφὰς ἀμείβειν καθ’ ὥραν τοῖς ῥήμασι διασημαίνων, ἐκδεικνύμενος δὲ τὴν ἀμετάβλητον αὐτοῦ190
10καὶ ἑστῶσαν καὶ ἀνέκλειπτον καὶ ὁμοῦ πᾶσαν καὶ ἀθρόαν εἰς ὅλον τὸν κόσμον δόσιν. Ἀλλ’ ἐπεὶ τὰ δεχό‐ μενα ἄλλα ἀλλαχοῦ περὶ τὴν ἀμέριστον δόσιν τοῦ θεοῦ φέρεται, καὶ αὐτὰ δέχεται πολυειδεῖς δυνάμεις ἀπὸ τοῦ ἡλίου κατὰ τὰς οἰκείας ἑαυτῶν φοράς, διὰ τοῦτο βού‐
15λεται μὲν ἡ συμβολικὴ διδαχὴ διὰ τοῦ πλήθους τῶν δοθέντων τὸν ἕνα θεὸν ἐμφαίνειν, καὶ διὰ τῶν πολυτρό‐ πων δυνάμεων τὴν μίαν αὐτοῦ παριστάναι δύναμιν· διὸ καί φησιν αὐτὸν ἕνα εἶναι καὶ τὸν αὐτόν, τὰς δὲ διαμείψεις τῆς μορφῆς καὶ τοὺς μετασχηματισμοὺς ἐν
20τοῖς δεχομένοις ὑποτίθεται. Διόπερ κατὰ ζῴδιον καὶ καθ’ ὥραν μεταβάλλεσθαι αὐτόν φησιν, ὡς ἐκείνων δια‐ ποικιλλομένων περὶ τὸν θεὸν κατὰ τὰς πολλὰς αὐτοῦ ὑπο‐ δοχάς. Τοιαύταις εὐχαῖς Αἰγύπτιοι πρὸς ἥλιον χρῶν‐ ται οὐκ ἐν ταῖς αὐτοψίαις μόνον ἀλλὰ καὶ ἐν ταῖς κοι‐
25νοτέραις εὐχαῖς, αἵτινες ἔχουσι τοιοῦτον νοῦν καὶ κατὰ τοιαύτην συμβολικὴν μυσταγωγίαν τῷ θεῷ προσφέρον‐ ται· διόπερ οὐδ’ ἂν ἔχοι τινὰ λόγον, εἴ τις αὐτῶν προσ‐ άγοιτο ἀντίληψις.
Myst
.

7

.

4

Ἃ δ’ ἐστὶ τούτων ἐχόμενα ἐρωτήματα πλείονος μὲν δεῖται διδαχῆς, εἴ τις ἱκανῶς ἐπεξίοι τῷ λόγῳ· δεῖ δ’ ὅμως ἐν ἀποκρίσει διὰ βραχέων τἀληθές πῃ περὶ αὐτῶν διαπερανθῆναι. Τί γὰρ βούλεται τὰ ἄσημα ὀνό‐
5ματα πυνθάνῃ· τὰ δὲ οὐκ ἔστιν ἄσημα, ὃ σὺ νενόμικας· ἀλλ’ ἡμῖν μὲν ἄγνωστα ἔστω ἢ καὶ γνωστὰ ἔνια, περὶ
ὧν παρεδεξάμεθα τὰς ἀναλύσεις παρὰ θεῶν, τοῖς μέντοι θεοῖς πάντα σημαντικά ἐστιν οὐ κατὰ ῥητὸν τρόπον, οὐδ’ οἷός ἐστιν ὁ διὰ τῶν φαντασιῶν παρ’ ἀνθρώποις191
10σημαντικός τε καὶ μηνυτικός, ἀλλ’ ἤτοι νοερῶς [κατὰ τὸν θεῖον αὐτὸν ἀνθρώπειον νοῦν] ἢ καὶ ἀφθέγκτως καὶ κρειττόνως καὶ ἁπλουστέρως [καὶ] κατὰ νοῦν τοῖς θεοῖς συνηνωμένος· ἀφαιρεῖν μὲν οὖν χρὴ πάσας ἐπινοίας καὶ λογικὰς διεξόδους ἀπὸ τῶν θείων ὀνομάτων, ἀφαι‐
15ρεῖν δὲ καὶ τὰς συμφυομένας τῆς φωνῆς πρὸς τὰ ἐν τῇ φύσει πράγματα φυσικὰς ἀπεικασίας. Ὅσπερ δέ ἐστι νοερὸς καὶ θεῖος τῆς θείας ὁμοιότητος συμβολικὸς χα‐ ρακτήρ, τοῦτον ὑποθετέον ἐν τοῖς ὀνόμασιν. Καὶ δὴ κἂν ἄγνωστος ἡμῖν ὑπάρχῃ, αὐτὸ τοῦτό ἐστιν αὐτοῦ
20τὸ σεμνότατον· κρείττων γάρ ἐστιν ἢ ὥστε διαιρεῖσθαι εἰς γνῶσιν. Ἐφ’ ὧν γε μὴν παρειλήφαμεν τὴν ἐπιστή‐ μην τῆς ἀναλύσεως, ἐπὶ τούτων τῆς θείας οὐσίας καὶ δυνάμεως καὶ τάξεως ἔχομεν ὅλης ἐν τῷ ὀνόματι τὴν εἴδησιν. Καὶ ἔτι ἀθρόαν τὴν μυστικὴν καὶ ἀπόρρητον εἰ‐
25κόνα τῶν θεῶν ἐν τῇ ψυχῇ διαφυλάττομεν, καὶ τὴν ψυ‐ χὴν δι’ αὐτῶν ἀνάγομεν ἐπὶ τοὺς θεούς, καὶ ἀναχθεῖσαν κατὰ τὸ δυνατὸν τοῖς θεοῖς συνάπτομεν. Ἀλλὰ διὰ τί τῶν σημαντικῶν τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων προτιμῶμεν; ἔστι δὲ καὶ τούτου μυστι‐
30κὸς ὁ λόγος. Διότι γὰρ τῶν ἱερῶν ἐθνῶν, ὥσπερ Ἀσσυ‐ ρίων τε καὶ Αἰγυπτίων, οἱ θεοὶ τὴν ὅλην διάλεκτον ἱερο‐ πρεπῆ κατέδειξαν, διὰ τοῦτο καὶ τὰς κοινολογίας οἰό‐ μεθα δεῖν τῇ συγγενεῖ πρὸς τοὺς θεοὺς λέξει προσφέρειν, καὶ διότι πρῶτος καὶ παλαιότερός ἐστιν ὁ τοιοῦτος τρό‐
35πος τῆς φωνῆς, καὶ μάλιστα ἐπειδὴ οἱ μαθόντες τὰ πρῶτα
ὀνόματα περὶ τῶν θεῶν μετὰ τῆς οἰκείας γλώττης αὐτὰ συμμίξαντες παραδεδώκασιν ἡμῖν, ὡς οἰκείας καὶ προσ‐ φόρου πρὸς αὐτὰ ὑπαρχούσης, ἀκίνητον διατηροῦμεν δεῦρο ἀεὶ τὸν θεσμὸν τῆς παραδόσεως. Εἴπερ γάρ τι192
40τοῖς θεοῖς ἄλλο προσήκει, δηλονότι καὶ τὸ ἀίδιον καὶ ἀμετάβλητον αὐτοῖς ἐστι συγγενές.
Myst
.

7

.

5

Ἀλλ’ ὁ ἀκούων, φής, πρὸς τὰ σημαινόμενα ἀφορᾷ, ὥστε αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. Τὸ δ’ οὐ τοιοῦτόν ἐστιν οἷον σὺ προσ‐ εδόκησας· εἰ μὲν γὰρ ἦν κατὰ συνθήκην κείμενα τὰ
5ὀνόματα, οὐδὲν διέφερε τὰ ἕτερα ἀντὶ τῶν ἑτέρων μετα‐ λαμβάνειν· εἰ δὲ τῇ φύσει συνήρτηται τῶν ὄντων, τὰ μᾶλλον αὐτῇ προσεοικότα καὶ τοῖς θεοῖς ἐστι δήπου προσφιλέστερα· ἐκ δὴ τοῦδε καταφαίνεται ὡς εὐλόγως καὶ ἡ τῶν ἱερῶν ἐθνῶν προκέκριται φωνὴ πρὸ τῶν ἄλλων
10ἀνθρώπων· οὐδὲ γὰρ πάντως τὴν αὐτὴν διασώζει διά‐ νοιαν μεθερμηνευόμενα τὰ ὀνόματα, ἀλλ’ ἔστι τινὰ καθ’ ἕκαστον ἔθνος ἰδιώματα, ἀδύνατα εἰς ἄλλο ἔθνος διὰ φωνῆς σημαίνεσθαι· ἔπειτα κἂν εἰ οἷόν τε αὐτὰ μεθερ‐ μηνεύειν, ἀλλὰ τήν γε δύναμιν οὐκέτι φυλάττει τὴν
15αὐτήν· ἔχει δὲ καὶ τὰ βάρβαρα ὀνόματα πολλὴν μὲν ἔμφασιν πολλὴν δὲ συντομίαν, ἀμφιβολίας τε ἐλάττο‐ νος μετέσχηκε καὶ ποικιλίας καὶ τοῦ πλήθους τῶν λέ‐ ξεων· διὰ πάντα δὴ οὖν ταῦτα συναρμόζει τοῖς κρείτ‐ τοσιν.
20 Ἄνελε οὖν ἐκ μέσων τὰς ἀποπιπτούσας τῆς ἀληθείας ὑπονοίας, ἢ ὡς Αἰγύπτιος ἢ αἰγυπτίᾳ φωνῇ χρώμενός ἐστιν ὁ καλούμενος· ἀλλὰ μᾶλλον ἐκεῖνο ὑπολάμβανε, ὡς Αἰγυπτίων πρώτων τὴν μετουσίαν τῶν θεῶν διακλη‐ ρωσαμένων, καὶ οἱ θεοὶ χαίρουσι τοῖς Αἰγυπτίων θεσ‐
25μοῖς καλούμενοι· οὐδ’ αὖ γοήτων ἐστὶ ταῦτα πάντα τεχνάσματα· πῶς γὰρ ἂν τὰ μάλιστα συνηνωμένα τοῖς θεοῖς καὶ ἡμᾶς πρὸς αὐτοὺς συνάπτοντα καὶ μόνον οὐχὶ τὰς ἴσας δυνάμεις ἔχοντα τοῖς κρείττοσι, φαντασ‐ τικὰ ἂν εἴη πλάσματα, ὧν χωρὶς οὐδὲν ἱερατικὸν ἔργον193
30γίγνεται; ἀλλ’ οὐδὲ προκαλύμματα ταῦτα διὰ τῶν ἐπι‐ φημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γίγνεται παθῶν. Οὐ γὰρ ἀφ’ ὧν ἂν ἡμεῖς πάθωμεν, τοὐναντίον δὲ ἀπὸ τῶν οἰκείων τοῖς θεοῖς ὁρμώμενοι τὰς προσφόρους αὐ‐ τοῖς λέξεις κατὰ φύσιν προσφέρομεν· οὐδ’ ἐναντίας
35ποιούμεθα περὶ τοῦ θείου τὰς ἐννοίας ᾗ αὐτὸ τῷ ὄντι διάκειται· ἀλλ’ ᾗπερ ἔχει φύσεως, καὶ ὡς τετυχήκασι τῆς περὶ αὐτοῦ ἀληθείας οἱ πρῶτοι καταστησάμενοι τοὺς νόμους τῆς ἱερᾶς ἁγιστείας, οὕτως ἐν αὐτοῖς ἐμ‐ μένομεν· εἴπερ γάρ τι τῶν ἄλλων τῶν ἱεροπρεπῶς
40νομίμων, καὶ τὸ ἀμετάπτωτον αὐτοῖς συναρμόζει· καὶ δεῖ τὰ τῶν παλαιῶν εὐχῶν, ὥσπερ ἱερὰ ἄσυλα, τηρεῖσθαι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, μήτε ἀφαιροῦντάς τι ἀπ’ αὐτῶν μήτε προστιθέντας τι αὐταῖς ἀλλαχόθεν. Σχε‐ δὸν γὰρ καὶ τοῦτο αἴτιον νυνὶ γέγονε τοῦ πάντα ἐξίτη‐
45λα καθεστηκέναι καὶ τὰ ὀνόματα καὶ τὰ τῶν εὐχῶν, διότι μεταβαλλόμενα ἀεὶ διὰ τὴν καινοτομίαν καὶ πα‐ ρανομίαν τῶν Ἑλλήνων οὐδὲν παύεται. Φύσει γὰρ Ἕλληνές εἰσι νεωτεροποιοὶ καὶ ᾄττοντες φέρονται παν‐ ταχῇ, οὐδὲν ἔχοντες ἕρμα ἐν ἑαυτοῖς· οὐδ’ ὅπερ ἂν
Myst
.

7

.

5

(50)

δέξωνται παρά τινων διαφυλάττοντες, ἀλλὰ καὶ τοῦτο ὀξέως ἀφιέντες, πάντα κατὰ τὴν ἄστατον εὑρεσιλογίαν μεταπλάττουσιν· βάρβαροι δέ, μόνιμοι τοῖς ἤθεσιν ὄντες, καὶ τοῖς λόγοις βεβαίως τοῖς αὐτοῖς ἐμμένουσιν· διόπερ αὐτοί τέ εἰσι προσφιλεῖς τοῖς θεοῖς καὶ τοὺς
55λόγους αὐτοῖς προσφέρουσι κεχαρισμένους· διαμεί‐
βειν τε αὐτοὺς κατ’ οὐδένα τρόπον οὐδενὶ ἀνθρώπῳ θεμιτόν ἐστιν. Τοιαῦτα καὶ περὶ τῶν ὀνομάτων τῶν τε ἀφθέγκτων καὶ τῶν βαρβάρων μὲν καλουμένων ἱερο‐ πρεπῶν δὲ ὄντων πρὸς σὲ ἀποκρινόμεθα.194
Myst
.

8

.

1

Τούτων δὲ ἀποστάς, ὡς φῄς, βούλει σοι δηλωθῆ‐ ναι τί τὸ πρῶτον αἴτιον ἡγοῦνται εἶναι Αἰγύπτιοι, πό‐ τερον νοῦν ἢ ὑπὲρ νοῦν, καὶ μόνον ἢ μετ’ ἄλλου ἢ ἄλλων, καὶ πότερον ἀσώματον ἢ σωματικόν, καὶ εἰ τῷ
5δημιουργῷ τὰ αὐτὰ ἢ πρὸ τοῦ δημιουργοῦ, καὶ εἰ ἐξ ἑνὸς τὰ πάντα ἢ ἐκ πολλῶν, καὶ εἰ ὕλην ἴσασιν ἢ σώ‐ ματα ποιὰ πρῶτα, καὶ ἀγέννητον ὕλην ἢ γεννητήν. Ἐγὼ δέ σοι πρῶτον ἐρῶ τὴν αἰτίαν δι’ ἣν ἔν τε γράμ‐ μασι τῶν ἀρχαίων ἱερογραμματέων πολλαὶ καὶ ποικίλαι
10δόξαι περὶ τούτων φέρονται, καὶ παρὰ τοῖς ἔτι ζῶσι τῶν σοφῶν τὰ μεγάλα οὐχ ἁπλῶς ὁ λόγος παραδίδο‐ ται. Λέγω δὴ οὖν ὡς πολλῶν οὐσιῶν ὑπαρχουσῶν καὶ τούτων διαφερουσῶν πάμπληθες, πολλαὶ παρεδόθησαν αὐτῶν καὶ ἀρχαὶ διαφόρους ἔχουσαι τάξεις, ἄλλαι παρ’
15ἄλλοις τῶν παλαιῶν ἱερέων· τὰς μὲν οὖν ὅλας Ἑρμῆς ἐν ταῖς δισμυρίαις βίβλοις, ὡς Σέλευκος ἀπεγράψατο, ἢ ταῖς τρισμυρίαις τε καὶ ἑξακισχιλίαις καὶ πεντακο‐ σίαις καὶ εἴκοσι πέντε, ὡς Μανεθὼς ἱστορεῖ, τελέως ἀν‐ έδειξεν. Τὰς δ’ ἐπὶ τῶν κατὰ μέρος οὐσιῶν ἄλλοι ἄλλας
20διαβάλλοντες τῶν παλαιῶν πολλαχοῦ διερμηνεύουσιν. Δεῖ δὲ τἀληθὲς περὶ πασῶν ἀνευρεθῆναι, συντόμως τε αὐτό σοι κατὰ τὸ δυνατὸν διερμηνεῦσαι. Καὶ πρῶτον μὲν ὃ πρῶτον ἠρώτησας περὶ τούτου ἄκουε.
Myst
.

8

.

2

Πρὸ τῶν ὄντως ὄντων καὶ τῶν ὅλων ἀρχῶν ἐστι θεὸς εἷς, πρώτιστος καὶ τοῦ πρώτου θεοῦ καὶ βασιλέως, ἀκίνητος ἐν μονότητι τῆς ἑαυτοῦ ἑνότητος μένων. Οὔτε γὰρ νοητὸν αὐτῷ ἐπιπλέκεται οὔτε ἄλλο τι· παρά‐195
5δειγμα δὲ ἵδρυται τοῦ αὐτοπάτορος αὐτογόνου καὶ μο‐ νοπάτορος θεοῦ τοῦ ὄντως ἀγαθοῦ· μεῖζον γάρ τι καὶ πρῶτον καὶ πηγὴ τῶν πάντων καὶ πυθμὴν τῶν νοου‐ μένων πρώτων ἰδεῶν ὄντων. Ἀπὸ δὲ τοῦ ἑνὸς τούτου ὁ αὐτάρκης θεὸς ἑαυτὸν ἐξέλαμψε, διὸ καὶ αὐτοπάτωρ
10καὶ αὐτάρχης· ἀρχὴ γὰρ οὗτος καὶ θεὸς θεῶν, μονὰς ἐκ τοῦ ἑνός, προούσιος καὶ ἀρχὴ τῆς οὐσίας. Ἀπ’ αὐτοῦ γὰρ ἡ οὐσιότης καὶ ἡ οὐσία, διὸ καὶ οὐσιοπάτωρ καλεῖται· αὐτὸς γὰρ τὸ προόντως ὄν ἐστι, τῶν νοητῶν ἀρχή, διὸ καὶ νοητάρχης προσαγορεύεται. Αὗται μὲν
15οὖν εἰσιν ἀρχαὶ πρεσβύταται πάντων, ἃς Ἑρμῆς πρὸ τῶν αἰθερίων καὶ ἐμπυρίων θεῶν προτάττει καὶ τῶν ἐπου‐ ρανίων· ἑκατὸν μὲν περὶ τῆς ἱστορίας τῶν ἐμπυρίων καὶ ἰσάριθμα τούτοις περὶ τῶν αἰθερίων συγγράμματα παρα‐ δούς, χίλια δὲ περὶ τῶν ἐπουρανίων.
Myst
.

8

.

3

Κατ’ ἄλλην δὲ τάξιν προτάττει θεὸν τὸν Ἠμὴφ τῶν ἐπουρανίων θεῶν ἡγούμενον, ὅν φησι νοῦν εἶναι αὐτὸν ἑαυτὸν νοοῦντα καὶ τὰς νοήσεις εἰς ἑαυτὸν ἐπι‐ στρέφοντα· τούτου δὲ τὸ ἓν ἀμερὲς καὶ ὅ φησι πρῶτον
5μαίευμα προτάττει, ὃν καὶ Εἰκτὼν ἐπονομάζει· ἐν ᾧ δὴ τὸ πρῶτόν ἐστι νοοῦν καὶ τὸ πρῶτον νοητόν, ὃ δὴ καὶ διὰ σιγῆς μόνης θεραπεύεται. Ἐπὶ δὲ τούτοις τῶν ἐμφα‐ νῶν δημιουργίας ἄλλοι προεστήκασιν ἡγεμόνες. Ὁ γὰρ δημιουργικὸς νοῦς καὶ τῆς ἀληθείας προστάτης καὶ
10σοφίας, ἐρχόμενος μὲν ἐπὶ γένεσιν, καὶ τὴν ἀφανῆ τῶν κεκρυμμένων λόγων δύναμιν εἰς φῶς ἄγων, Ἀμοῦν κατὰ τὴν τῶν Αἰγυπτίων γλῶσσαν λέγεται, συντελῶν δὲ ἀψευδῶς ἕκαστα καὶ τεχνικῶς μετ’ ἀληθείας Φθὰ (Ἕλ‐ ληνες δὲ εἰς Ἥφαιστον μεταλαμβάνουσι τὸν Φθὰ τῷ196
15τεχνικῷ μόνον προσβάλλοντες), ἀγαθῶν δὲ ποιητικὸς ὢν Ὄσιρις κέκληται, καὶ ἄλλας δι’ ἄλλας δυνάμεις τε καὶ ἐνεργείας ἐπωνυμίας ἔχει. Ἔστι δὴ οὖν καὶ ἄλλη τις ἡγεμονία παρ’ αὐτοῖς τῶν περὶ γένεσιν ὅλων στοιχείων καὶ τῶν ἐν αὐτοῖς δυνά‐
20μεων, τεττάρων μὲν ἀρρενικῶν τεττάρων δὲ θηλυκῶν, ἥντινα ἀπονέμουσιν ἡλίῳ· καὶ ἄλλη τῆς φύσεως ὅλης τῆς περὶ γένεσιν ἀρχή, ἥντινα σελήνῃ διδόασιν. Κατὰ μέρη τε διαλαμβάνοντες τὸν οὐρανὸν εἰς δύο μοίρας ἢ τέτταρας ἢ δώδεκα ἢ ἓξ καὶ τριάκοντα ἢ διπλασίας
25τούτων ἢ ἄλλως ὁπωσοῦν αὐτὰς διαιροῦντες, ἡγεμο‐ νίας καὶ τούτων προτάττουσι πλείονας ἢ ἐλάττονας, πάλιν δὲ αὖ τὸν ὑπερέχοντα αὐτῶν ἕνα προτιθέασιν. Καὶ οὕτως ἄνωθεν ἄχρι τῶν τελευταίων ἡ περὶ τῶν ἀρχῶν Αἰγυπτίοις πραγματεία ἀφ’ ἑνὸς ἄρχεται, καὶ πρόεισιν
30εἰς πλῆθος, τῶν πολλῶν αὖθις ὑφ’ ἑνὸς διακυβερνωμέ‐ νων καὶ πανταχοῦ τῆς ἀορίστου φύσεως ἐπικρατουμέ‐ νης ὑπό τινος ὡρισμένου μέτρου καὶ τῆς ἀνωτάτω ἑνιαίας πάντων αἰτίας. Ὕλην δὲ παρήγαγεν ὁ θεὸς ἀπὸ τῆς οὐσιότητος ὑποσχισθείσης ὑλότητος, ἣν παραλα‐
35βὼν ὁ δημιουργὸς ζωτικὴν οὖσαν τὰς ἁπλᾶς καὶ ἀπα‐ θεῖς σφαίρας ἀπ’ αὐτῆς ἐδημιούργησε, τὸ δὲ ἔσχατον αὐτῆς εἰς τὰ γεννητὰ καὶ φθαρτὰ σώματα διεκόσμησεν.
Myst
.

8

.

4

Διευκρινηθέντων δὴ οὖν τούτων οὕτως, καὶ τῶν ἐν
τοῖς συγγράμμασιν οἷς λέγεις περιτετυχηκέναι σαφής ἐστιν ἡ διάλυσις· τὰ μὲν γὰρ φερόμενα ὡς Ἑρμοῦ ἑρμαϊκὰς περιέχει δόξας, εἰ καὶ τῇ τῶν φιλοσόφων197
5γλώττῃ πολλάκις χρῆται· μεταγέγραπται γὰρ ἀπὸ τῆς αἰγυπτίας γλώττης ὑπ’ ἀνδρῶν φιλοσοφίας οὐκ ἀπεί‐ ρως ἐχόντων. Χαιρήμων δὲ καὶ οἵτινες ἄλλοι τῶν περὶ τὸν κόσμον ἅπτονται πρώτων αἰτίων, τὰς τελευταίας ἀρχὰς ἐξηγοῦνται· ὅσοι τε τοὺς πλανήτας καὶ τὸν
10ζωδιακὸν τούς τε δεκανοὺς καὶ ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς καὶ ἡγεμόνας παραδιδόασι, τὰς μεριστὰς τῶν ἀρχῶν διανομὰς ἀναφαίνουσιν. Τά τε ἐν τοῖς σαλμεσχινιακοῖς μέρος τι βραχύτατον περιέχει τῶν ἑρμαϊκῶν διατάξεων· καὶ τὰ περὶ ἀστέρων ἢ φά‐
15σεων ἢ κρύψεων ἢ σελήνης αὐξήσεων ἢ μειώσεων ἐν τοῖς ἐσχάτοις εἶχε τὴν παρ’ Αἰγυπτίοις αἰτιολογίαν. Φυσικά τε οὐ λέγουσιν εἶναι πάντα Αἰγύπτιοι, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς ζωὴν καὶ τὴν νοερὰν ἀπὸ τῆς φύ‐ σεως διακρίνουσιν οὐκ ἐπὶ τοῦ παντὸς μόνον ἀλλὰ καὶ
20ἐφ’ ἡμῶν· νοῦν τε καὶ λόγον προστησάμενοι καθ’ ἑαυ‐ τοὺς ὄντας, οὕτω δημιουργεῖσθαί φασι τὰ γιγνόμενα· προπάτορά τε τῶν ἐν γενέσει δημιουργὸν προτάττουσι, καὶ τὴν πρὸ τοῦ οὐρανοῦ καὶ τὴν ἐν τῷ οὐρανῷ ζωτι‐ κὴν δύναμιν γιγνώσκουσι· καθαρόν τε νοῦν ὑπὲρ τὸν
25κόσμον προτιθέασι, καὶ ἕνα ἀμέριστον ἐν ὅλῳ τῷ κόσμῳ, καὶ διῃρημένον ἐπὶ πάσας τὰς σφαίρας ἕτερον. Καὶ ταῦτα οὐδ’ ὅλως ψιλῶς θεωροῦσιν, ἀλλὰ καὶ διὰ τῆς ἱερατικῆς θεουργίας ἀναβαίνειν ἐπὶ τὰ ὑψηλότερα καὶ καθολικώτερα καὶ τῆς εἱμαρμένης ὑπερκείμενα παραγ‐
30γέλλουσι πρὸς τὸν θεὸν καὶ δημιουργόν, μήτε ὕλην προσποιουμένους μήτε ἄλλο τι προσπαραλαμβάνοντας ἢ μόνον καιροῦ παρατήρησιν.198
Myst
.

8

.

5

Ὑφηγήσατο δὲ καὶ ταύτην τὴν ὁδὸν Ἑρμῆς· ἡρ‐ μήνευσε δὲ Βίτυς προφήτης Ἄμμωνι βασιλεῖ ἐν ἀδύ‐ τοις εὑρὼν ἀναγεγραμμένην ἐν ἱερογλυφικοῖς γράμ‐ μασι κατὰ Σάιν τὴν ἐν Αἰγύπτῳ· τό τε τοῦ θεοῦ ὄνομα
5παρέδωκε τὸ διῆκον δι’ ὅλου τοῦ κόσμου· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ περὶ τῶν αὐτῶν συντάξεις, ὥστε οὐκ ὀρθῶς μοι δοκεῖς πάντα ἐπὶ φυσικὰ ἀνάγειν αἴτια τὰ παρ’ Αἰγυπτίοις. Εἰσί τε γὰρ ἀρχαὶ παρ’ αὐτοῖς πλείονες καὶ περὶ πλειόνων οὐσιῶν, ὑπερκόσμιοί τε δυνάμεις ἃς
10καὶ διὰ τῆς ἱερατικῆς ἁγιστείας ἐθεράπευσαν. Ἐμοὶ μὲν οὖν κοινὰς ταῦτα δοκεῖ παρέχεσθαι ἀφορμὰς εἰς τὴν διάλυσιν καὶ τῶν μετὰ ταῦτα ἐπεζητημένων ὅλων. Ἀλλ’ ἐπεὶ δεῖ μηδὲν ἀνεξέταστον αὐτῶν παραλιπεῖν, προσιστώμεθα καὶ τούτοις τοῖς προβλήμασι, περικρού‐
15σωμέν τε αὐτὰ πανταχόθεν, ἵν’ εἰδῶμεν ὅπῃ σαθρόν τι διαδοξάζει.
Myst
.

8

.

6

Λέγεις τοίνυν ὡς Αἰγυπτίων οἱ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως. Τὸ δὲ πῶς ἔχει δεῖ διὰ πλειόνων ἀπὸ τῶν ἑρμαϊκῶν σοι νοημάτων διερμηνεῦσαι. Δύο γὰρ ἔχει ψυχάς, ὡς ταῦτά φησι τὰ
5γράμματα, ὁ ἄνθρωπος· καὶ ἡ μέν ἐστιν ἀπὸ τοῦ πρώ‐ του νοητοῦ, μετέχουσα καὶ τῆς τοῦ δημιουργοῦ δυνά‐ μεως, ἡ δὲ ἐνδιδομένη ἐκ τῆς τῶν οὐρανίων περιφορᾶς, εἰς ἣν ἐπεισέρπει ἡ θεοπτικὴ ψυχή· τούτων δὴ οὕτως ἐχόντων ἡ μὲν ἀπὸ τῶν κόσμων εἰς ἡμᾶς καθήκουσα
10ψυχὴ ταῖς περιόδοις συνακολουθεῖ τῶν κόσμων, ἡ δὲ ἀπὸ τοῦ νοητοῦ νοητῶς παροῦσα τῆς γενεσιουργοῦ κυκλήσεως ὑπερέχει, καὶ κατ’ αὐτὴν ἥ τε λύσις γίγνε‐ ται τῆς εἱμαρμένης καὶ ἡ πρὸς τοὺς νοητοὺς θεοὺς ἄνο‐ δος, θεουργία τε ὅση πρὸς τὸ ἀγέννητον ἀνάγεται κατὰ199
15τὴν τοιαύτην ζωὴν ἀποτελεῖται.
Myst
.

8

.

7

Οὐκέτι δὴ οὖν, ὃ σὺ ἀπορεῖς, δεσμοῖς ἀλύτοις ἀνάγκης, ἣν εἱμαρμένην καλοῦμεν, ἐνδέδεται πάντα· ἔχει γὰρ ἀρχὴν οἰκείαν ἡ ψυχὴ τῆς εἰς τὸ νοητὸν πε‐ ριαγωγῆς καὶ τῆς ἀποστάσεως μὲν ἀπὸ τῶν γιγνομένων
5ἐπὶ δὲ τὸ ὂν καὶ τὸ θεῖον συναφῆς. Οὐδ’ αὖ τοῖς θεοῖς τὴν εἱμαρμένην ἀνήψαμεν, οὓς ὡς λυτῆρας τῆς εἱμαρ‐ μένης ἔν τε ἱεροῖς καὶ ξοάνοις θεραπεύομεν. Ἀλλ’ οἱ μὲν θεοὶ λύουσι τὴν εἱμαρμένην, αἱ δ’ ἀπ’ αὐτῶν ἔσχα‐ ται φύσεις καθήκουσαι καὶ συμπλεκόμεναι τῇ γενέσει
10τοῦ κόσμου καὶ τῷ σώματι τὴν εἱμαρμένην ἐπιτελοῦ‐ σιν· εἰκότως ἄρα τοῖς θεοῖς ἁγιστείαν πᾶσαν προσ‐ άγομεν, ὅπως ἂν μόνοι διὰ πειθοῦς νοερᾶς τῆς ἀνάγκης ἄρχοντες τὰ ἀπὸ τῆς εἱμαρμένης ἀποκείμενα κακὰ ἀπο‐ λύωσιν.
15 Ἀλλ’ οὐδὲ πάντ’ ἔχεται ἐν τῇ φύσει τῆς εἱμαρμένης, ἀλλ’ ἔστι καὶ ἑτέρα τῆς ψυχῆς ἀρχὴ κρείττων πάσης φύσεως καὶ γνώσεως, καθ’ ἣν καὶ θεοῖς ἑνοῦσθαι δυνά‐ μεθα καὶ τῆς κοσμικῆς τάξεως ὑπερέχειν, ἀιδίου τε ζωῆς καὶ τῶν ὑπερουρανίων θεῶν τῆς ἐνεργείας μετέ‐
20χειν. Κατὰ δὴ ταύτην οἷοί τέ ἐσμεν καὶ ἑαυτοὺς λύειν. Ὅταν γὰρ δὴ τὰ βελτίονα τῶν ἐν ἡμῖν ἐνεργῇ, καὶ πρὸς τὰ κρείττονα ἀνάγηται αὐτῆς ἡ ψυχή, τότε χωρίζεται παντάπασι τῶν κατεχόντων αὐτὴν εἰς τὴν γένεσιν, καὶ
ἀφίσταται τῶν χειρόνων, ζωήν τε ἑτέραν ἀνθ’ ἑτέρας200
25ἀλλάττεται, καὶ δίδωσιν ἑαυτὴν εἰς ἄλλην διακόσμησιν τὴν προτέραν ἀφεῖσα παντελῶς.
Myst
.

8

.

8

Τί οὖν; οἷόν τέ ἐστι διὰ τῶν πολευόντων θεῶν λύειν ἑαυτόν, καὶ τοὺς αὐτοὺς ἡγεῖσθαι μοιρηγέτας καὶ δεσμοῖς ἀλύτοις τοὺς βίους δεσμεύοντας; κωλύει μὲν ἴσως οὐδὲν καὶ τοῦτο, εἰ τῶν θεῶν πολλὰς περιεχόντων
5οὐσίας καὶ δυνάμεις ἐν ἑαυτοῖς, ἐνυπάρχουσιν ἐν αὐ‐ τοῖς ἄλλαι τε ἀμήχανοι ὅσαι διαφοραὶ καὶ ἐναντιώσεις. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἔνεστι λέγειν, ὡς ἐν ἑκάστῳ τῶν θεῶν, καὶ τῶν ἐμφανῶν, εἰσί τινες οὐσίας νοηταὶ ἀρχαί, δι’ ὧν γίγνεται ἡ ἀπὸ τῆς γενέσεως τῶν κόσμων
10ταῖς ψυχαῖς ἀπαλλαγή. Εἰ δ’ ἄρα τις καὶ δύο γένη περικοσμίων καὶ ὑπερκοσμίων θεῶν ἀπολείποι, διὰ τῶν ὑπερκοσμίων ἔσται ταῖς ψυχαῖς ἡ ἀπόλυσις· ταῦτα μὲν οὖν ἐν τοῖς περὶ θεῶν ἀκριβέστερον λέγεται, τίνες τέ εἰσιν ἀναγωγοὶ καὶ κατὰ ποίας αὐτῶν δυνάμεις, πῶς
15τε τὴν εἱμαρμένην λύουσι καὶ διὰ τίνων ἱερατικῶν ἀνό‐ δων, τάξις τε ὁποία τῆς κοσμικῆς ἐστι φύσεως, καὶ ὅπως ἡ νοερὰ ταύτης ἐπικρατεῖ τελειοτάτη ἐνέργεια· ὥστε οὐδ’ ὅπερ ἐκ τῶν Ὁμηρικῶν σὺ παρέθηκας, τὸ στρεπτοὺς εἶναι τοὺς θεούς, ὅσιόν ἐστι φθέγγεσθαι.
20Νόμοις γὰρ ἀχράντοις καὶ νοεροῖς ὥρισται πάλαι τὰ ἔργα τῆς ἱερᾶς ἁγιστείας, τάξει τε μείζονι καὶ δυνάμει λύεται τὰ καταδεέστερα, εἰς βελτίονά τε μεθισταμένων ἡμῶν λῆξιν ἀπόστασις γίγνεται τῶν καταδεεστέρων· καὶ οὐ παρὰ τὸν ἐξ ἀρχῆς τι θεσμὸν ἐπιτελεῖται ἐν τῷ
25τοιῷδε, ἵνα μεταστραφῶσιν οἱ θεοὶ κατὰ τὴν εἰς ὕστερον γιγνομένην ἱερουργίαν, ἀλλ’ ἀπὸ τῆς πρώτης καθόδου ἐπὶ τούτῳ κατέπεμψεν ὁ θεὸς τὰς ψυχάς, ἵνα πάλιν εἰς αὐτὸν ἐπανέλθωσιν. Οὔτε οὖν μεταβολή τις γίγνεται
διὰ τῆς τοιαύτης ἀναγωγῆς οὔτε μάχονται αἱ κάθοδοι201
30τῶν ψυχῶν καὶ αἱ ἄνοδοι. Ὥσπερ γὰρ καὶ ἐν τῷ παντὶ τῇ νοερᾷ οὐσίᾳ ἡ γένεσις καὶ τὸ πᾶν τόδε συνήρτηται, οὕτω καὶ ἐν τῇ τῶν ψυχῶν διακοσμήσει τῇ περὶ γένεσιν αὐτῶν ἐπιμελείᾳ συμφωνεῖ καὶ ἡ ἀπὸ γενέσεως λύσις.
Myst
.

9

.

1

Φέρε δὴ οὖν καὶ τὴν πολύτροπον ἀπορίαν τὴν περὶ τοῦ ἰδίου δαίμονος ποικίλαις τε ἀντιλήψεσι χρω‐ μένην ἀπευθύνειν πειραθῶμεν τὸν δυνατὸν ἡμῖν τρόπον. Ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, διττῆς οὔσης περὶ τὸν ἴδιον
5δαίμονα πραγματείας, τῆς μὲν θεουργικῆς τῆς δὲ τεχ‐ νικῆς, καὶ τῆς μὲν ἀπὸ τῶν ἄνωθεν αἰτίων αὐτὸν ἐπικα‐ λουμένης, τῆς δὲ ἀπὸ τῶν ἐν τῇ γενέσει φανερῶν περιόδων, καὶ τῆς μὲν οὐδὲν προσχρωμένης γενεθλιαλογίᾳ, τῆς δὲ ἐφαπτομένης καὶ τῶν τοιούτων μεθόδων, καὶ τῆς μὲν
10ὑπὲρ τὴν φύσιν καθολικώτερον, τῆς δὲ μεριστῶς κατὰ τὴν φύσιν αὐτὸν θεραπευούσης, ἀτόπως μοι σὺ δοκεῖς τὴν τελειοτέραν ἱερουργίαν ἐπὶ τὴν ἀνθρωπίνην ὑπ‐ ενεχθῆναι, καὶ ἐπὶ ταύτης γυμνάσαι τὰς σαυτοῦ ἐρω‐ τήσεις.
Myst
.

9

.

2

Ἔπειτα καὶ ἐνταῦθά μοι φαίνῃ βραχύ τι μόριον τῆς περὶ αὐτὸν πραγματείας ἀποτεμέσθαι· εἰωθότων γὰρ τῶν περὶ τὴν φύσιν ἐργοτεχνιτῶν ἀπό τε τῶν δεκα‐ νῶν καὶ τῶν λειτουργῶν, ζῳδίων τε καὶ ἄστρων, ἡλίου
5τε καὶ σελήνης, καὶ ἀπὸ τῶν ἄρκτων, ἀφ’ ὅλων τε τῶν στοιχείων καὶ ἀπὸ τοῦ κόσμου καλεῖν αὐτὸν τεταγμένως, οὐκ ὀρθῶς σὺ κατανειμάμενος ἕν τι βραχύτατον τὸ
τοῦ οἰκοδεσπότου μόριον, περὶ αὐτὸ τὰς ζητήσεις ἐποιήσω. Καὶ ἐνταῦθα πάλιν ἀφέ〈με〉νος τοῦ προκειμέ‐202
10νου καὶ τοῦ διερευνήσασθαι πῶς μὲν ὁ οἰκοδεσπότης αὐ‐ τὸν δίδωσι, κατὰ τίνα δὲ ἀτοπίαν ἢ ἀπόρροιαν ἢ ζωὴν ἢ δύναμιν εἰς ἡμᾶς ἀπ’ αὐτοῦ καθήκει, περὶ γενεθλιαλο‐ γίας ποιῇ τὸν λόγον, εἴτε ὑφέστηκεν εἴτε μή, καὶ περὶ εὑρέσεως τοῦ οἰκοδεσπότου, εἴτε ἀδύνατός ἐστιν εἴτε
15δυνατή· ταῦτα δὴ τίνα ἔχει λόγον πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπικράτειαν; δῆλον γὰρ ὡς οὐδὲν διαφέρει πρὸς τὴν οὐσίαν αὐτοῦ τὰ τοιαῦτα τὸ ἡμᾶς εἰδέναι πῶς ὑφέστηκεν. Καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ φύσει γιγνομένων, κἂν μὴ τυγχάνωμεν ἐπιστάμενοι 〈πῶσ〉 γίγνεται, τὰ ἐν
20τῷ παντὶ ὅμως ἔχει τὴν οἰκείαν ἕκαστα βεβαιότητα τῆς ἑαυτῶν οὐσίας. Κοινῶς μὲν οὖν οὕτω πρὸς τὰς ἀπορίας ἀπηντήσαμεν· κατ’ ἰδίαν δὲ θέντες ὅσα ἐπιζητεῖς, πει‐ ρασόμεθα περὶ αὐτῶν ἀποδοῦναί σοι τὰς διαλύσεις.
Myst
.

9

.

3

Φῂς γὰρ δὴ ὡς οὗτος ἦν ἄρα εὐδαίμων ὅστις μα‐ θὼν τὸ σχῆμα τῆς αὑτοῦ γενέσεως τὰ εἱμαρμένα ἐκθύ‐ σαιτο γνοὺς τὸν ἑαυτοῦ δαίμονα· ἐμοὶ δὲ δοκεῖς ταῦτα οὐ πάνυ σύμφωνα λέγειν οὔτε αὐτὰ πρὸς ἑαυτὰ οὔτε
5πρὸς τὴν ἀλήθειαν· εἰ μὲν γὰρ ἀπὸ τοῦ σχήματος τῆς γενέσεως ἀπονενέμηται ἡμῖν ὁ δαίμων, κἀκεῖθεν αὐτὸν ἀνευρίσκομεν, πῶς ἂν ἀπολυσαίμεθα τὰ εἱμαρμένα διὰ τῆς γνώσεως τοῦ καθ’ εἱμαρμένην ἡμῖν δοθέντος δαί‐ μονος; εἰ δὲ ἐκθυόμεθα ὄντως τὰ ἀναγκαῖα, ὥσπερ δὴ
10σὺ λέγεις, διὰ τοῦ δαίμονος, πῶς ἔτι καθ’ εἱμαρμένην ἡμῖν συγκεκλήρωται;
Μάχεται μὲν οὖν οὑτωσὶ τὰ νῦν εἰρημένα πρὸς ἑαυτά, πρὸς δὲ τὴν ἀλήθειαν διαφωνεῖ· ἐπειδὴ οὐ πάντως ἀπὸ τοῦ σχήματος τῆς ἰδίας γενέσεως ὁ οἰκεῖος ἑκάστῳ203
15δαίμων ἐφήκει, ἀλλ’ ἦν τις αὐτοῦ καὶ πρεσβυτέρα ἀρχὴ ταύτης, ἣν εἰσαῦθις μέτιμεν· καὶ διότι εἰ μόνως ἐντεῦ‐ θεν ἐθεωρεῖτο κατιὼν ὁ δαίμων, οὐκ ἦν ἄρα εὐδαίμων ὁ τῆς τοῦ γενεσιουργοῦ δαίμονος εὐτυχήσας γνώσεως. Τίς δ’ ἂν καὶ ὁδηγὸν αὐτὸν λάβοι πρὸς τὴν τῶν εἱμαρ‐
20μένων ἔκθυσιν, εἰ ἐπὶ τούτῳ δέδοται, ὥστε ἀποπληρῶ‐ σαι τὰ ἀπὸ τῆς εἱμαρμένης ἀπονεμόμενα; Ἔτι δ’ ἔμοιγε δοκεῖ μέρος τι τῆς τοῦ δαίμονος θεω‐ ρίας καὶ τοῦτο ἔσχατον εἶναι τὸ τοιοῦτον, τὸ δ’ ὅλον αὐτοῦ τῆς οὐσίας παραλείπεσθαι κατὰ τὴν τοιαύτην
25μέθοδον. Ἀλλὰ ταῦτα μέν, εἰ καὶ ψευδῶς εἴρηται, ὅμως οὐκ ἔχει γέ τινα ἀλλοτριότητα, τὰ δ’ ἐφεξῆς περὶ τῆς τῶν κανόνων διαριθμήσεως καὶ περὶ τῆς ἐπιστήμης τῆς γενεθλιαλογικῆς ἀπορηθέντα, ὥς εἰσιν ἀκατάληπτοι, οὐδεμίαν ἔχουσι πρὸς τὸ προκείμενον ἀμφισβήτησιν·
30εἴτε γὰρ γνώριμοι εἴτε ἀκατάληπτοί εἰσιν αἵδε αἱ τέχ‐ ναι, ὅμως ἡ ἀπὸ τῶν ἄστρων ἀπόρροια ἀπονέμει τὸν δαίμονα, ἄν τε ἡμεῖς γιγνώσκωμεν ἄν τε μή· δύναται δὲ ἡ θεία μαντικὴ διδάσκειν ἡμᾶς περὶ τῶν ἄστρων κατ’ αὐτὸ τὸ ἀληθέστατον, καὶ οὐ πάντως δεόμεθα τῆς
35τῶν κανόνων διαριθμήσεως ἢ τῆς μαντικῆς τέχνης.
Myst
.

9

.

4

Εἰ δὲ δεῖ καὶ τούτων ἀπαλλαγέντας ἐκεῖνο εἰπεῖν, οὐ καλῶς μοι δοκεῖς τὸ ἀδύνατον εἰς γνῶσιν τῆς μαθη‐ ματικῆς ἐπιστήμης συλλογίζεσθαι, διότι πολλὴ δια‐ φωνία περὶ αὐτὴν γέγονεν, ἢ ὅτι ὁ Χαιρήμων ἢ ἄλλος
5τις πρὸς αὐτὴν ἀντείρηκεν. Ἐπεὶ τούτῳ γε τῷ λόγῳ πάντα ἔσται ἀκατάληπτα. Μυρίους γὰρ ἐσχήκασιν αἱ
ὅλαι ἐπιστῆμαι τοὺς ἀμφισβητοῦντας, καὶ τὰ ἐν αὐταῖς ἀπορήματα ἀναρίθμητα γέγονεν. Ὥσπερ οὖν πρὸς τοὺς ἐριστικοὺς εἰώθαμεν ἀντιλέγειν, ὅτι δὴ καὶ τοῖς ἀληθέσι204
10τἀναντία πέφυκε διαστασιάζειν καὶ οὐ μόνα τὰ ψευδῆ πρὸς ἄλληλα μάχεται, οὕτω καὶ περὶ τῆς μαθηματικῆς ἀντεροῦμεν, ὡς ὑπάρχει μὲν ἀληθής, οἱ δὲ πλανώμενοι περὶ αὐτῆς οὐδὲν εἰδότες τῶν ἀληθῶν ἀντιλέγουσιν. Συμβέβηκε δὲ τοῦτο οὐ περὶ ταύτην μόνην, ἀλλὰ καὶ
15περὶ πάσας ἐκ θεῶν παραδοθείσας ἀνθρώποις ἐπιστή‐ μας· προϊόντος γὰρ ἀεὶ τοῦ χρόνου, πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννύμεναι, ἐξίτηλον τὸ θεῖον ἦθος τῆς γνώσεως ἀπεργάζονται. Ἔνεστι μέντοι καὶ εἰ βραχὺ τοῦτο, ἔστιν ὅμως ἐναρ‐
20γές τι τεκμήριον τῆς ἀληθείας διασώζειν. Ἐπεὶ καὶ τῆς τῶν θείων περιόδων ἀναμετρήσεως ἐν ὀφθαλμοῖς ἐστι κατάδηλα τὰ σημεῖα, ὁπόταν ἐκλείψεις ἡλίου καὶ σελήνης καὶ παραβολὰς πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τῆς σελήνης προμηνύῃ, καὶ συνομολογουμένη φαίνε‐
25ται τῇ προσημασίᾳ τῆς ὄψεως ἡ πεῖρα. Οὐ μὴν ἀλλὰ καὶ αἱ διὰ παντὸς τοῦ αἰῶνος σωζόμεναι τῶν οὐρανίων τηρήσεις παρά τε Χαλδαίοις καὶ παρ’ ἡμῖν συμμαρτυ‐ ροῦσι πρὸς τὴν ἀλήθειαν τῆς ἐπιστήμης ταύτης. Ἔχοι δ’ ἄν τις καὶ γνωριμώτερα τούτων ἐπιδεικνύναι τεκμή‐
30ρια, εἰ περὶ τούτων προηγουμένως ὁ λόγος γίγνοιτο· ἀλλ’ ἐπεὶ περιττά ἐστι καὶ οὐδὲν προσήκοντα πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπίγνωσιν, ἀφίημι αὐτὰ εἰκότως. Ἐπὶ δὲ τὰ οἰκειότερα τούτων μέτειμι.
Myst
.

9

.

5

Φῂς γὰρ δὴ κατὰ τὸ σὸν γράμμα τῆς ἐπιστολῆς ὡς ἡ τοῦ οἰκοδεσπότου τῆς γενέσεως λῆψις, ἢ τῶν οἰκοδεσποτούντων εἰ πλείους εἶεν ἑνός, σχεδὸν καὶ παρ’ αὐτοῖς ὁμολογεῖται εἶναι ἀκατάληπτος, ἀφ’ οὗ δή φα‐
5σιν ἐνεῖναι τὸν οἰκεῖον καταμαθεῖν δαίμονα. Καὶ πῶς ὁμολογεῖται εἶναι παρ’ αὐτοῖς ἡ τοῦ οἰκοδεσπότου γνῶσις ἀκατάληπτος, ὁπότε μεθόδους παραδεδώκασι περὶ τῆς εὑρέσεως αὐτοῦ σαφεῖς, ἐπί τε τῶν ἀμφισβη‐ τουμένων στοιχεῖα πρὸς τὴν διάκρισιν ἀναδιδάσκουσιν205
10οἱ μὲν πέντε οἱ δὲ καὶ πλείονα τούτων οἱ δὲ ἐλάττονα; πλὴν ἵνα τοῦτο παρῶμεν, ὡς μεῖζον ἔργον ἐπ’ ἀμφό‐ τερα τὰ συμβαίνοντα σκεψώμεθα· εἴτε γὰρ δυνατὸν εὑ‐ ρεῖν τὸν οἰκοδεσπότην τῆς γενέσεως, ἔστι δήπου καὶ ὁ ἀπ’ αὐτοῦ διδόμενος δαίμων γνώριμος· εἴτε ἀκατά‐
15ληπτός ἐστιν, ἡμεῖς μὲν αὐτὸν ἀγνοοῦμεν κατά γε τὴν ὑπόθεσιν ταύτην, οὐδὲν δὲ ἧττον ὅ τε οἰκοδεσπότης ἐστὶ καὶ ὁ ἀπ’ αὐτοῦ διδόμενος δαίμων. Τί οὖν κωλύει διὰ γενεθλιαλογίας μὲν δύσκολον αὐτὸν εἶναι εἰς εὕρε‐ σιν, διὰ τῆς ἱερᾶς δὲ μαντείας ἢ θεουργίας εὐπορίαν
20εἶναι πολλὴν εἰς ἐπιστήμην; ὅλως δὲ οὐδὲ ἀπὸ τοῦ οἰκοδεσπότου μόνου ἐνδίδοται, ἀλλὰ πολλαί εἰσιν ἀρ‐ χαὶ αὐτοῦ καθολικώτεραι ἢ κατὰ τὸν οἰκοδεσπότην. Ἔτι δὲ ἡ τοιαύτη μέθοδος τεχνικήν τινα εἰσάγει καὶ ἀνθρωπίνην τὴν περὶ τὸν ἴδιον δαίμονα πραγματείαν·
25οὐδὲν ἄρα ὑγιὲς ἐν τούτοις διαπορεῖς.
Myst
.

9

.

6

Εἰ δὲ δεῖ σοι τὸν ἀληθῆ περὶ τοῦ οἰκείου δαίμονος λόγον ἀποκαλύψαι, οὐκ ἀφ’ ἑνὸς μέρους τῶν ἐν τῷ οὐρανῷ οὐδ’ ἀπό τινος στοιχείου τῶν ὁρωμένων ἀπο‐ νέμεται ἡμῖν οὗτος, ἀφ’ ὅλου δὲ τοῦ κόσμου καὶ τῆς
5παντοδαπῆς ἐν αὐτῷ ζωῆς καὶ τοῦ παντοδαποῦ σώμα‐ τος, δι’ ὧν ἡ ψυχὴ κάτεισιν ἐπὶ τὴν γένεσιν, ἀπομε‐ ρίζεταί τις ἡμῖν μοῖρα ἰδία πρὸς ἕκαστον τῶν ἐν ἡμῖν ἀπομεριζομένη κατ’ ἰδίαν ἐπιστασίαν. Οὗτος δὴ οὖν ὁ δαίμων ἕστηκεν ἐν παραδείγματι πρὸ τοῦ καὶ τὰς ψυ‐
10χὰς κατιέναι εἰς γένεσιν· ὃν ἐπειδὰν ἕληται ἡ ψυχὴ ἡγεμόνα, εὐθὺς ἐφέστηκεν ὁ δαίμων ἀποπληρωτὴς τῶν βίων τῆς ψυχῆς, εἰς τὸ σῶμά τε κατιοῦσαν αὐτὴν συν‐ δεῖ πρὸς τὸ σῶμα, καὶ τὸ κοινὸν ζῷον αὐτῆς ἐπιτρο‐ πεύει, ζωήν τε τὴν ἰδίαν τῆς ψυχῆς αὐτὸς κατευθύνει,206
15καὶ ὅσα λογιζόμεθα, αὐτοῦ τὰς ἀρχὰς ἡμῖν ἐνδιδόντος διανοούμεθα, πράττομέν τε τοιαῦτα οἷα ἂν αὐτὸς ἡμῖν ἐπὶ νοῦν ἄγῃ, καὶ μέχρι τοσούτου κυβερνᾷ τοὺς ἀνθρώ‐ πους, ἕως ἂν διὰ τῆς ἱερατικῆς θεουργίας θεὸν ἔφορον ἐπιστήσωμεν καὶ ἡγεμόνα τῆς ψυχῆς· τότε γὰρ ἢ
20ὑποχωρεῖ τῷ κρείττονι, ἢ παραδίδωσι τὴν ἐπιστασίαν, ἢ ὑποτάττεται ὡς συντελεῖν εἰς αὐτόν, ἢ ἄλλον τινὰ τρόπον ὑπηρετεῖ αὐτῷ ὡς ἐπάρχοντι.
Myst
.

9

.

7

Ἀπὸ δὴ τούτων ῥᾳδίως ἀποκρινοῦμαί σοι καὶ πρὸς τὸ ἐφεξῆς ἐρώτημα. Οὐ γάρ τινος τῶν ἐν ἡμῖν μέρους, πάντων δ’ ἅπαξ ἁπλῶς ἡγεῖται, διήκει τε ἐπὶ πᾶσαν τὴν ἐφ’ ἡμῖν ἀρχήν, ὥσπερ ἀφ’ ὅλων τῶν ἐν τῷ παντὶ
5διατάξεων ἀπονενέμηται. Καὶ γὰρ ὅπερ σὺ παρατίθε‐ σαι τεκμήριον τὸ περὶ τῶν κατὰ μέρη τοῦ σώματος ἐφεστηκότων δαιμόνων ὑγείας καὶ τοῦ εἴδους καὶ τῆς ἕξεως τῆς ἐν αὐτοῖς ὄντων συνοχέων καὶ ἑνὸς τοῦ ἐπὶ πᾶσι κοινῶς ἐπιβεβηκότος προστάτου, τοῦτο ποιοῦ
10δεῖγμα τῆς εἰς ἕνα δαίμονα πάντων τῶν ἐν ἡμῖν ἀνηκού‐ σης προστασίας· μὴ τοίνυν διαίρει τὸν μὲν σώματος τὸν δὲ ψυχῆς τὸν δὲ νοῦ δαίμονα. Καὶ γὰρ ἄτοπον εἰ τὸ μὲν ζῷον ἕν ἐστιν, ὁ δὲ ἐφεστηκὼς αὐτῷ δαίμων πο‐ λυειδής· καίτοι πανταχοῦ τὰ ἄρχοντα τῶν ἀρχομένων
15ἐστὶν ἁπλούστερα· ἀτοπώτερον δ’ ἔτι τούτου εἰ μηδὲ συμφυῆ διῃρημένα δ’ ἔσται χωρὶς ἀπ’ ἀλλήλων τὰ
ἐπάρχοντα μόρια τῶν πολλῶν δαιμόνων. Ποιεῖς δὲ καὶ ἐν αὐτοῖς ἐναντίωσιν τῶν μὲν ὡς ἀγαθῶν τῶν δὲ ὡς φαύλων, οὐδαμοῦ τῶν κακῶν ἡγεμονικὴν ἐχόντων λῆ‐207
20ξιν οὐδὲ ἰσαξίως ἀντιδιαιρουμένων τοῖς ἀγαθοῖς.
Myst
.

9

.

8

Ἔπειτα τούτων ἀποστὰς ἐπὶ μὲν τὴν φιλόσοφον ἀπολισθάνεις δόξαν, ἀνατρέπεις δὲ τὴν ὅλην περὶ τοῦ ἰδίου δαίμονος ὑπόθεσιν. Εἰ γὰρ μέρος ἐστὶ τῆς ψυχῆς, οἷον τὸ νοερόν, καὶ οὗτός ἐστιν εὐδαίμων ὁ τὸν νοῦν
5ἔχων ἔμφρονα, οὐκέτι ἐστὶν ἑτέρα τάξις οὐδεμία κρείτ‐ των ἢ δαιμόνιος, ἐπιβεβηκυῖα τῆς ἀνθρωπίνης ὡς ὑπερ‐ έχουσα. Μέρη δέ τινα τῆς ψυχῆς ἢ δύναμις διῃρημέ‐ νως κυριωτέρα ἔσται τῶν πλειόνων εἰδῶν τῆς ἐν ἡμῖν ζωῆς, καὶ ταῦτα συμφυῶς ἀλλ’ οὐχ ὡς ἐξῃρημένα κατὰ
10φύσιν ἡμῶν τῆς ὅλης συστάσεως ἐπάρχοντα.
Myst
.

9

.

9

Μνημονεύεις τοίνυν μετὰ τοῦτο καὶ ἄλλης πραγ‐ ματείας περὶ τὸν ἴδιον δαίμονα, τῆς μὲν ὡς πρὸς δύο τῆς δὲ ὡς πρὸς τρεῖς ποιουμένης τὴν θεραπείαν. Αὕτη δ’ ἐστὶ πᾶσα διημαρτημένη. Τὸ γὰρ διαιρεῖν ἀλλὰ μὴ
5εἰς ἓν ἀνάγειν τὰ ἐφεστηκότα ἡμῖν αἴτια ψεῦδός ἐστι, καὶ διαμαρτάνει τῆς ἐν πᾶσιν ἐπικρατούσης ἑνώσεως. Καὶ ἡ μερίζουσα δ’ αὐτὸν εἰς τὸ σῶμα δόξα καὶ τὴν τοῦ σώματος προστασίαν, εἰς μέρος τι τὸ βραχύτατον αὐ‐ τοῦ καθέλκει τὴν ἡγεμονίαν. Ὥστε τί δεῖ τὰς ἐχομένας
10τῆς τοιαύτης δόξης ἱερουργίας ἐπισκοπεῖν, αὐτῆς τῆς πρώτης αὐτῶν ἀρχῆς σαθρᾶς οὔσης; εἷς μὲν οὖν ἐστι καθ’ ἕκαστον ἡμῶν ὁ οἰκεῖος προστάτης δαίμων, κοινὸν δὲ ἢ τὸν αὐτὸν πάντων ἀνθρώπων οὐ δεῖ αὐτὸν ὑπο‐ λαμβάνειν, οὐδ’ αὖ κοινὸν μὲν ἰδίως δὲ ἑκάστῳ συνόντα·
15ἡ γὰρ κατ’ εἶδος ἕκαστον διαίρεσις καὶ ἡ τῆς ὕλης ἑτερότης οὐκ ἐπιδέχεται τὴν τῶν καθ’ αὑτὰ ἀσωμάτων κοινότητά τε καὶ ταὐτότητα. Διὰ τί οὖν κοινῇ κλήσει καλεῖται ὑπὸ πάντων; ὅτι καθ’ ἕνα τὸν κύριον θεὸν τῶν δαιμόνων ἡ κλῆσις αὐτῶν γίγνεται, ὃς ἐξ ἀρχῆς τε ἀφ‐208
20ώρισε τοὺς ἰδίους δαίμονας ἑκάστοις, καὶ δὴ καὶ ἐν ταῖς ἱερουργίαις ἀναφαίνει κατὰ τὴν ἰδίαν βούλησιν τοὺς ἰδίους ἑκάστοις. Ἀεὶ γὰρ ἐν τῇ θεουργικῇ τάξει διὰ τῶν ὑπερεχόντων τὰ δεύτερα καλεῖται· καὶ ἐπὶ τῶν δαιμόνων τοίνυν εἷς κοινὸς ἡγεμὼν τῶν περὶ τὴν γένε‐
25σιν κοσμοκρατόρων καταπέμπει τοὺς ἰδίους δαίμονας ἑκάστοις. Ἐπειδὰν μέντοι παραγίγνηται ὁ οἰκεῖος ἑκάστῳ, τότε καὶ τὴν ἰδίαν θεραπείαν ἑαυτοῦ καὶ τὸ σφέτερον ὄνομα ἐκφαίνει, τρόπον δὲ τῆς ἰδίας κλήσεως τὸν ἴδιον παραδίδωσιν.
Myst
.

9

.

10

Καὶ αὕτη τάξις ἐστὶν ἡ πρόσφορος τῶν δαιμό‐ νων· ἡ μὲν συγγενὴς οὖσα τοῖς καλουμένοις, ἡ δ’ ἀπὸ τῶν πρεσβυτέρων αἰτίων καθήκουσα, τρίτη δὲ κοινὴν ποιουμένη τὴν ἀπ’ ἀμφοτέρων τούτων συντέλειαν. Μὴ
5τοίνυν ἀφομοίου τὰς θείας κλήσεις ταῖς ἀνθρωπίναις μηδὲ τὰς ἀρρήτους ταῖς ῥηταῖς, μηδὲ τὰς πρὸ παντὸς ὅρου καὶ παντὸς ἀορίστου τρόπου ταῖς παρ’ ἀνθρώποις παράβαλλε ὡρισμέναις ἢ ἀορίστοις προστάξεσιν. Οὐ‐ δὲν γὰρ ἔχει κοινὸν τὰ παρ’ ἡμῖν τῷ ὅλῳ γένει καὶ καθ’
10ὅλην τὴν τάξιν ὑπερέχουσιν ἡμῶν καὶ τοῖς ὅλης τῆς οὐσίας ἡμῶν καὶ φύσεως ἐπάρχουσιν· ἀλλ’ ἐνταῦθα καὶ μάλιστα σφάλματα συμβαίνει τοῖς ἀνθρώποις τὰ μέγιστα, ἡνίκα ἂν ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας συλ‐ λογίζωνταί τι περὶ τῶν δαιμονίων ἐπιστασιῶν, καὶ τοῖς
15μικροῖς καὶ οὐδενὸς ἀξίοις καὶ διῃρημένοις τὰ μεγάλα
καὶ ἀξιόλογα καὶ τέλεια τεκμαίρονται. Τοσαῦτα καὶ περὶ τοῦ ἰδίου δαίμονος πρὸς σὲ ἀποκρινόμεθα πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις.209
Myst
.

10

.

1

Λείπεται δὲ τελευταῖος ὁ περὶ εὐδαιμονίας λόγος, περὶ οὗ σὺ ποικίλως ἐπεζήτησας, τὰ μὲν πρῶτα ἐπι‐ στάσεις ὑποτείνων ἔπειτα ἀπορῶν καὶ μετὰ ταῦτα δια‐ πυνθανόμενος. Θέντες οὖν ἕκαστα τῶν σῶν ᾗπερ αὐτὰ
5προήγαγες, ἀποκρινούμεθά σοι πρὸς αὐτὰ συμμέτρως. Ἐπέστησας γὰρ μήποτε ἄλλη τις λανθάνῃ οὖσα ἡ πρὸς εὐδαιμονίαν ὁδός· καὶ τίς ἂν γένοιτο ἑτέρα ἀφισ‐ ταμένη τῶν θεῶν εὔλογος πρὸς αὐτὴν ἄνοδος; εἰ γὰρ ἐν τοῖς θεοῖς ἡ οὐσία τῶν ἀγαθῶν ὅλων καὶ τελειότης
10περιέχεται καὶ ἡ πρώτη δύναμις αὐτῶν καὶ ἀρχή, παρὰ μόνοις ἡμῖν καὶ τοῖς ὁμοίως ἐχομένοις τῶν κρειττόνων γνησίως τε τῆς πρὸς αὐτοὺς ἑνώσεως ἀντιλαμβανομέ‐ νοις ἡ τῶν ἀγαθῶν ὅλων ἀρχὴ καὶ τελευτὴ σπουδαίως ἐπιτηδεύεται· ἐνταῦθα δὴ οὖν καὶ ἡ τῆς ἀληθείας πάρ‐
15εστι θέα καὶ ἡ τῆς νοερᾶς ἐπιστήμης, καὶ μετὰ τῆς τῶν θεῶν γνώσεως ἡ πρὸς ἑαυτοὺς ἐπιστροφὴ καὶ ἡ γνῶσις ἑαυτῶν συνέπεται.
Myst
.

10

.

2

Μάτην οὖν διαπορεῖς ὡς οὐ δεῖ πρὸς δόξας ἀνθρω‐ πίνας βλέπειν. Τίς γὰρ σχολὴ τῷ πρὸς τοῖς θεοῖς τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώπων ἐπαίνους; ἀλλ’ οὐδὲ τὸ ἐπὶ τούτῳ πρὸς ἔπος ἐπαπορεῖς, ὡς ἡ
5ψυχὴ ἐκ τοῦ τυχόντος ἀναπλάττει μεγάλα. Τίς γὰρ δὴ ἐν τοῖς ὄντως οὖσι πλασμάτων ἀρχὴ συνίσταται; οὐχ ἡ μὲν φανταστικὴ δύναμις ἐν ἡμῖν ἐστιν εἰδωλοποιός,
φαντασία δ’ οὐδεμία ἐγείρεται τῆς νοερᾶς ζωῆς τελείως ἐνεργούσης; οὐ παρὰ τοῖς θεοῖς συνυπάρχει ἡ ἀλήθεια210
10κατ’ οὐσίαν, ἀλλ’ οὐχὶ κατὰ συμφωνίαν, ἐνιδρυμένη τοῖς νοητοῖς; εἰκῆ τοίνυν τὰ τοιαῦτα καὶ παρὰ σοὶ καὶ παρ’ ἄλλοις τισὶ θρυλλεῖται. Ἀλλ’ οὐδὲ ὅσα ὡς ἀγύρ‐ τας καὶ ἀλαζόνας διασύρουσί τινες τοὺς τῶν θεῶν θερα‐ πευτάς, οἷς καὶ σὺ παραπλήσια εἴρηκας, οὐδὲν οὐδὲ
15ταῦτα ἅπτεται τῆς ἀληθινῆς θεολογίας τε καὶ θεουρ‐ γίας. Εἰ δέ πού τινες παραφύονται τοιοῦτοι παρὰ τὰς τῶν ἀγαθῶν ἐπιστήμας (ὥσπερ καὶ παρὰ τὰς ἄλλας τέχνας αἱ κακοτεχνίαι παραβλαστάνουσιν), ἐναντιώτε‐ ραι δήπου αὗται πρὸς αὐτὰς ὑπάρχουσι μᾶλλον ἢ πρὸς
20ἄλλο ὁτιοῦν· τῷ γὰρ ἀγαθῷ τὸ κακὸν διαμάχεται μᾶλ‐ λον ἢ τῷ μὴ ἀγαθῷ.
Myst
.

10

.

3

Βούλομαι δὴ τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα ἐπιδρα‐ μεῖν, ὅσα διαβάλλων τὴν θείαν πρόγνωσιν ἄλλας τινὰς μεθόδους αὐτῇ παραβάλλεις, περὶ τὴν τοῦ μέλλοντος προμήνυσιν διατριβούσας. Ἐμοὶ γάρ, οὔτε εἴ τις ἐκ
5φύσεως ἐπιτηδειότης εἰς σημασίαν τοῦ ἐσομένου πα‐ ραγίγνεται, ὥσπερ ἡ τοῖς ζῴοις τῶν σεισμῶν ἢ τῶν ἀνέμων ἢ τῶν χειμώνων συμπίπτει πρόγνωσις, τίμιος εἶναι δοκεῖ· κατ’ αἰσθήσεως γὰρ ὀξύτητα ἢ κατὰ συμ‐ πάθειαν ἢ κατ’ ἄλλην τινὰ φυσικῶν δυνάμεων συγκί‐
10νησιν ἡ τοιαύτη ἔμφυτος συνέπεται μαντεία, οὐδὲν ἔχουσα σεμνὸν καὶ ὑπερφυές· οὔτε εἴ τις κατὰ λογισμὸν ἀνθρώπινον ἢ τεχνικὴν παρατήρησιν ἀπὸ σημείων τεκ‐ μηριοῦται ἐκεῖνα ὧν ἐστι τὰ σημεῖα δηλωτικά (ὡς ἀπὸ συστολῆς ἢ φρίκης τὸν μέλλοντα πυρετὸν προγιγνώσ‐
15κουσιν οἱ ἰατροί), οὐδὲν οὐδὲ οὗτός μοι δοκεῖ τίμιον
ἔχειν καὶ ἀγαθόν· ἀνθρωπίνως τε γὰρ ἐπιβάλλει καὶ συλλογίζεται τῇ ἡμετέρᾳ διανοίᾳ, περί τε τῶν ἐν τῇ φύσει τοῖς γιγνομένοις ὁμολογουμένως οὐ πόρρω τῆς σωματοειδοῦς τάξεως ποιεῖται τὴν διάγνωσιν. Ὥστε211
20οὐδ’ εἰ φυσική τις ἔνεστιν ἐν ἡμῖν ἐπιβολὴ τοῦ μέλλον‐ τος, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ δύναμις ἥδε ἐναργῶς ἐνεργοῦσα διαφαίνεται, οὐδὲν οὐδὲ αὕτη μα‐ καριστὸν τῷ ὄντι κέκτηται· τί γὰρ ἂν εἴη γνήσιον καὶ τέλειον καὶ ἀίδιον ἀγαθὸν τῶν ὑπὸ τῆς φύσεως τῆς ἐν
25γενέσει εἰς ἡμᾶς ἐμφυομένων;
Myst
.

10

.

4

Μόνη τοίνυν ἡ θεία μαντικὴ συναπτομένη τοῖς θεοῖς ὡς ἀληθῶς ἡμῖν τῆς θείας ζωῆς μεταδίδωσι, τῆς τε προγνώσεως καὶ τῶν θείων νοήσεων μετέχουσα καὶ ἡμᾶς θείους ὡς ἀληθῶς ἀπεργάζεται· ἡ δὲ αὐτὴ καὶ τὸ
5ἀγαθὸν ἡμῖν γνησίως παρέχει, διότι πεπλήρωται τῶν ἀγαθῶν ὅλων ἡ μακαριωτάτη τῶν θεῶν νόησις· οὐ τοίνυν προορῶσι μέν, ὡς σὺ τοπάζεις, οἱ ταύτην ἔχοντες τὴν μαντικήν, οὐ μήν εἰσιν εὐδαίμονες· ἀγαθοειδὴς γάρ ἐστι πᾶσα ἡ θεία πρόγνωσις· οὐδὲ προορῶσι μὲν τὰ
10μέλλοντα, χρῆσθαι δὲ αὐτοῖς καλῶς οὐκ ἐπίστανται· ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὴν τάξιν τὴν ἀληθῆ καὶ πρέ‐ πουσαν μετὰ τῆς προγνώσεως παραδέχονται· πάρεστι δ’ αὐτῇ καὶ τὸ ὠφέλιμον. Οἱ γὰρ θεοὶ καὶ δύναμιν τοῦ φυλάξασθαι τὰ ἐπιόντα ἀπὸ τῆς φύσεως δεινὰ παρα‐
15διδόασι· καὶ ὅταν μὲν ἀσκεῖν δέῃ τὴν ἀρετὴν καὶ συμ‐ βάλληται πρὸς τοῦτο ἡ τοῦ μέλλοντος ἀδηλία, ἀπο‐ κρύπτουσι τὰ ἐσόμενα ἕνεκα τοῦ τὴν ψυχὴν βελτίονα ἀπεργάζεσθαι· ὅταν δὲ πρὸς τοῦτο μηδὲν διαφέρῃ, λυσιτελῇ δὲ ταῖς ψυχαῖς τὸ προγιγνώσκειν, ἕνεκα τοῦ
20σώζειν αὐτὰς καὶ ἀνάγειν, τὴν ἐν ταῖς μαντείαις πρό‐ γνωσιν ἐν μέσαις αὐτῶν ταῖς οὐσίαις ἐντιθέασιν.
Myst
.

10

.

5

Ἀλλὰ τί ταῦτα ἀπομηκύνω, διὰ πολλῶν ἐν τοῖς ἔμπροσθεν τὸ τῆς θείας μαντικῆς πρὸς τὴν ἀνθρωπίνην ἐπιδείξας ὑπερέχον; βέλτιον οὖν, ὅπερ ἀπαιτεῖς παρ’ ἡμῶν, τὴν εἰς εὐδαιμονίαν ὁδὸν ἐπιδεῖξαί σοι, καὶ ἐν212
5τίνι κεῖται ἡ αὐτῆς οὐσία· ἀπὸ γὰρ τούτου τό τε ἀλη‐ θὲς εὑρίσκεται καὶ ἅμα τὰς ἀπορίας πάσας ἔνεστι δια‐ λύειν ῥᾳδίως. Λέγω τοίνυν ὡς ὁ θεωτὸς νοούμενος ἄν‐ θρωπος, ἡνωμένος τὸ πρόσθεν τῇ θέᾳ τῶν θεῶν, ἐπεισ‐ ῆλθεν ἑτέρᾳ ψυχῇ τῇ περὶ τὸ ἀνθρώπινον μορφῆς εἶ‐
10δος συνηρμοσμένῃ, καὶ διὰ τοῦτο ἐν τῷ τῆς ἀνάγκης καὶ εἱμαρμένης ἐγένετο δεσμῷ. Σκοπεῖν δὴ δεῖ τίς αὐτοῦ γίγνεται λύσις καὶ ἀπαλ‐ λαγὴ τῶν δεσμῶν. Ἔστι τοίνυν οὐκ ἄλλη τις ἢ τῶν θεῶν γνῶσις· ἰδέα γάρ ἐστιν εὐδαιμονίας τὸ ἐπίστα‐
15σθαι τὸ ἀγαθόν, ὥσπερ τῶν κακῶν ἰδέα συμβαίνει ἡ λήθη τῶν ἀγαθῶν καὶ ἀπάτη περὶ τὸ κακόν· ἡ μὲν οὖν τῷ θείῳ σύνεστιν, ἡ δὲ χείρων μοῖρα ἀχώριστός ἐστι τοῦ θνητοῦ· καὶ ἡ μὲν τὰς τῶν νοητῶν οὐσίας ἱερατικαῖς ὁδοῖς ἀναμετρεῖ, ἡ δέ, παρακρουσθεῖσα τῶν ἀρχῶν,
20προΐησιν ἑαυτὴν ἐπὶ τὴν καταμέτρησιν τῆς τοῦ σώμα‐ τος ἰδέας· καὶ ἡ μὲν γνῶσίς ἐστι τοῦ πατρός, ἡ δὲ παρ‐ αγωγὴ ἀπ’ αὐτοῦ καὶ λήθη τοῦ προουσίου αὐταρχοῦν‐ τος πατρὸς θεοῦ· καὶ ἡ μὲν σώζει τὴν ἀληθινὴν ζωὴν ἐπὶ τὸν πατέρα αὐτῆς ἀνάγουσα, ἡ δὲ κατάγει τὸν
25γεναρχοῦντα ἄνθρωπον ἄχρι τοῦ μηδέποτε μένοντος ἀλλ’ ἀεὶ ῥέοντος. Αὕτη μὲν οὖν νοείσθω σοι 〈ἡ〉 πρώτη τῆς εὐδαιμονίας ὁδός, νοερὰν ἔχουσα τῆς θείας ἑνώ‐ σεως ἀποπλήρωσιν τῶν ψυχῶν· ἡ δ’ ἱερατικὴ καὶ θεουρ‐ γικὴ τῆς εὐδαιμονίας δόσις καλεῖται μὲν θύρα πρὸς
30θεὸν τὸν δημιουργὸν τῶν ὅλων, ἢ τόπος ἢ αὐλὴ τοῦ
ἀγαθοῦ· δύναμιν δ’ ἔχει πρώτην μὲν ἁγνείαν τῆς ψυχῆς πολὺ τελειοτέραν τῆς τοῦ σώματος ἁγνείας, ἔπειτα κατάρτυσιν τῆς διανοίας εἰς μετουσίαν καὶ θέαν τοῦ ἀγαθοῦ καὶ τῶν ἐναντίων πάντων ἀπαλλαγήν, μετὰ δὲ213
35ταῦτα πρὸς τοὺς τῶν ἀγαθῶν δοτῆρας θεοὺς ἕνωσιν.
Myst
.

10

.

6

Ἐπειδὰν δὲ κατ’ ἰδίαν ταῖς μοίραις τοῦ παντὸς συνάψῃ καὶ ταῖς διηκούσαις δι’ αὐτῶν ὅλαις θείαις δυνάμεσι, τότε τῷ ὅλῳ δημιουργῷ τὴν ψυχὴν προσάγει καὶ παρακατατίθεται, καὶ ἐκτὸς πάσης ὕλης αὐτὴν
5ποιεῖ μόνῳ τῷ ἀιδίῳ λόγῳ συνηνωμένην· οἷον, ὃ λέγω, τῇ αὐτογόνῳ καὶ τῇ αὐτοκινήτῳ καὶ τῇ ἀνεχούσῃ πάντα καὶ τῇ νοερᾷ καὶ τῇ διακοσμητικῇ τῶν ὅλων καὶ τῇ πρὸς ἀλήθειαν τὴν νοητὴν ἀναγωγῷ καὶ τῇ αὐτοτελεῖ καὶ τῇ ποιητικῇ καὶ ταῖς ἄλλαις δημιουργικαῖς δυνάμεσι
10τοῦ θεοῦ κατ’ ἰδίαν συνάπτει, ὡς ἐν ταῖς ἐνεργείαις αὐτῶν καὶ ταῖς νοήσεσι καὶ ταῖς δημιουργίαις τελέως ἵστασθαι τὴν θεουργικὴν ψυχήν. Καὶ τότε δὴ ἐν ὅλῳ τῷ δημιουρ‐ γικῷ θεῷ τὴν ψυχὴν ἐντίθησιν. Καὶ τοῦτο τέλος ἐστὶ τῆς παρ’ Αἰγυπτίοις ἱερατικῆς ἀναγωγῆς.
Myst
.

10

.

7

Αὐτὸ δὲ τἀγαθὸν τὸ μὲν θεῖον ἡγοῦνται τὸν προεν‐ νοούμενον θεόν, τὸ δὲ ἀνθρώπινον τὴν πρὸς αὐτὸν ἕνω‐ σιν, ὅπερ Βίτυς ἐκ τῶν ἑρμαϊκῶν βίβλων μεθηρμήνευ‐ σεν. Οὐκ ἄρα παρεῖται τοῦτο τὸ μέρος τοῖς Αἰγυπτίοις,
5ὃ σὺ ὑπονοεῖς, ἀλλὰ θεοπρεπῶς παρεδόθη· οὐδὲ περὶ σμικρῶν οἱ θεουργοὶ τὸν θεῖον νοῦν ἐνοχλοῦσιν, ἀλλὰ περὶ τῶν εἰς ψυχῆς κάθαρσιν καὶ ἀπόλυσιν καὶ σωτη‐ ρίαν ἀνηκόντων· οὐδὲ χαλεπὰ μὲν διαμελετῶσιν οὗτοι ἄχρηστα δὲ τοῖς ἀνθρώποις, ἀλλὰ τοὐναντίον τὰ τῇ
10ψυχῇ πάντων ὠφελιμώτατα· οὐδ’ ὑπὸ πλάνου τινὸς φενακίζονται δαίμονος οἱ πᾶσι τὴν ἀπατηλὴν καὶ δαι‐ μονίαν φύσιν ἐπικρατήσαντες, ἐπὶ δὲ τὴν νοητὴν καὶ θείαν ἀνενεχθέντες.214
Myst
.

10

.

8

Τοσαῦτά σοι καθ’ ἡμετέραν δύναμιν ἀπεκρινάμεθα περὶ ὧν ἠπόρησας περὶ τῆς θείας μαντικῆς τε καὶ θεουρ‐ γίας. Εὔχομαι δὴ οὖν τὸ λοιπὸν τοῖς θεοῖς ἐπὶ τῷ τέλει τῶν λόγων, τῶν ἀληθῶν νοημάτων ἐμοί τε καὶ σοὶ παρ‐
5έχειν τὴν φυλακὴν ἀμετάπτωτον, εἴς τε τὸν ἀίδιον αἰῶνα τῶν αἰωνίων ἀλήθειαν ἐντιθέναι, καὶ τελειοτέρων νοήσεων περὶ θεῶν χορηγεῖν μετουσίαν, ἐν αἷς δὴ καὶ τὸ μακαριστὸν τέλος τῶν ἀγαθῶν ἡμῖν πρόκειται καὶ αὐτὸ τὸ κῦρος τῆς ὁμονοητικῆς φιλίας τῆς πρὸς ἀλ‐
10λήλους.215