TLG 2023 005 :: IAMBLICHUS :: Theologoumena arithmeticae

IAMBLICHUS Phil.
(Chalcidensis: A.D. 3–4)

Scholia: Cf. SCHOLIA IN IAMBLICHUM PHILOSOPHUM (5027)

Theologoumena arithmeticae

Source: de Falco, V. (ed.), [Iamblichi] theologoumena arithmeticae. Leipzig: Teubner, 1922: 1–87.

Citation: Page — (line)

Theol Ar
.

1

ΤΑ ΘΕΟΛΟΓΟΥΜΕΝΑ ΤΗΣ
ΑΡΙΘΜΗΤΙΚΗΣ
περὶ μονάδος.Μονάς ἐστιν ἀρχὴ ἀριθμοῦ, θέσιν μὴ ἔχουσα· λέγεται δὲ
5μονὰς παρὰ τὸ μένειν· καὶ γὰρ ἡ μονάς, ἐφ’ ὃν γίνεται ἀρι‐ θμόν, φυλάσσει τὸ αὐτὸ εἶδος, οἷον ἅπαξ τρία τρία, ἅπαξ τέσ‐ σαρα τέσσαρα· ἰδοὺ γὰρ ἐπὶ τούτοις προσελθοῦσα ἡ μονὰς τὸ αὐτὸ εἶδος ἐφύλαξε καὶ οὐκ ἐποίησεν ἕτερον ἀριθμόν. πάντα γὰρ ἐκ τῆς πάντα δυνάμει περιεχούσης μονάδος διακεκόσμη‐
10ται· αὕτη γὰρ καὶ εἰ μήπω ἐνεργείᾳ ἀλλ’ οὖν σπερματικῶς πάντας τοὺς ἐν πᾶσιν ἀριθμοῖς καὶ δὴ καὶ τοὺς ἐν δυάδι λό‐ γους ἔχει, ἀρτία τε οὖσα καὶ περιττὴ καὶ ἀρτιοπέριττος καὶ γραμμὴ καὶ ἐπίπεδος καὶ στερεὰ κυβική τε καὶ σφαιρική. καὶ ἀπὸ τετραγώνου μέχρις ἀπειρογώνου ἐν πυραμίδων εἴδεσι. τε‐
15λεία τε καὶ ὑπερτελὴς καὶ ἐλλιπὴς καὶ ἀνάλογος καὶ ἁρμονικὴ καὶ πρώτη καὶ ἀσύνθετος καὶ δευτέρα καὶ διαμετρική τε καὶ πλευρική, καὶ ἐν ἰσότητι καὶ ἐν ἀνισότητι πάσης κατάρχουσα σχέσεως, ὡς ἐν τῇ Εἰσαγωγῇ ἀποδέδεικται· πρὸς δὲ τοῖς εἰρη‐ μένοις σημεῖόν τε καὶ γωνία σὺν ἅπασι τῆς γωνίας εἴδεσιν,
20ἀρχή τε καὶ μέσον καὶ τέλος τῶν ὅλων φαίνεται· * ἐπὶ μὲν τὸ1
Theol Ar
.

2

μεῖον αὐτῆς, τὴν ἐπ’ ἄπειρον τοῦ συνεχοῦς ὁρίζουσα τομήν, ἐπὶ δὲ τὸ μεῖζον, τὴν ὁμοίαν τοῖς διῃρημένοις ἐπαύξησιν, οὐχ ἡμῶν τοῦτο θεμένων ἀλλὰ θείας φύσεως. ἀναλόγως γοῦν ἀνθ‐ υπακούει καὶ ἀντιπεριίσταται ἑκάτερα ἐν αὐτῇ τὰ μέρη πρὸς
5τὰ ὅλα, ὡς ἐν τῷ λαμβδοειδεῖ διαγράμματι ἐσαφηνίσθη κατὰ τὴν ἀρχὴν τῆς Ἀριθμητικῆς· διὸ καὶ ὡς τὰ μήκει διπλάσια δυνάμει 〈μὲν〉 τετραπλάσια, στερεῷ δὲ ὀκταπλάσια, καὶ τὰ μήκει τριπλάσια δυνάμει μὲν ἐννεαπλάσια, στερεῷ δὲ ἑπτα‐ καιεικοσαπλάσια, ἐν τῇ τῶν ἀριθμῶν πάντων εὐταξίᾳ, οὕτω
10κἀν τῇ τῶν μερῶν τὰ μὲν μήκει ἡμίση δυνάμει 〈μὲν〉 τεταρ‐ τημόρια, στερεῷ δὲ ὀγδοημόρια, τὰ δὲ μήκει τρίτα δυνάμει μὲν ἔννατα, στερεῷ δὲ ἑπτακαιεικοσιμόρια. καὶ πᾶν δὲ πλήθους σύστημα ἢ ὑποτομῆς μόριον κατὰ μονάδα εἰδοποιεῖται· μία γὰρ δεκὰς καὶ μία χιλιὰς καὶ ἔμπαλιν δέκατον ἓν καὶ χιλιοστὸν
15ἓν καὶ τὰ μόρια ἐπ’ ἄπειρον. καθ’ ἕκαστον δὲ τούτων εἴδει μὲν ἡ αὐτὴ μονάς, μεγέθει δὲ ἄλλη καὶ ἄλλη, ἑαυτὴν πρὸς τούτοις γεννῶσα ἐξ ἑαυτῆς, καθὰ καὶ ὁ κοσμικὸς λόγος καὶ ἡ τῶν ὄντων φύσις, καὶ πάντα διατηροῦσα καὶ μεταπίπτειν οὐκ ἐῶσα. ᾧ ἂν προσγένηται, μόνη τῶν ἄλλων ὁμοίως τῷ τοῦ
20παντὸς σωτηρίῳ προνοίᾳ ἐμφῆναί τε τὸν περὶ θεοῦ λόγον καὶ προσοικειωθῆναι αὐτῷ μάλιστα πάντων ἐπιτηδειοτάτη, ὅσῳ προσεχεστάτη. καὶ εἶδος εἰδῶν τυγχάνει, ὡς τέχνη τις τεχνικῷ
καὶ νόησις νοητικῷ. μετρίως δὲ ἀπεδείχθη τοῦτο ἐν τῇ περὶ2
Theol Ar
.

3

ἑτερομήκων καὶ τετραγώνων ἐναντιώσει τῇ φιλαλλήλῳ. καὶ ὅτι τὸν θεόν φησιν ὁ Νικόμαχος τῇ μονάδι ἐφαρμόζειν, σπερμα‐ τικῶς ὑπάρχοντα πάντα τὰ ἐν τῇ φύσει ὄντα ὡς αὐτὴν ἐν ἀριθμῷ, ἐμπεριέχεταί τε δυνάμει τὰ δοκοῦντα ἐναντιώτατα
5κατ’ ἐνέργειαν εἶναι πᾶσιν ἁπλῶς ἐναντιότητος τρόποις, καθὼς αὐτὴ ἀρρήτῳ τινὶ φύσει πανείδεος οὖσα ὤφθη παρ’ ὅλην τὴν Ἀριθμητικὴν εἰσαγωγήν, ἀρχήν τε καὶ μέσον καὶ τέλος ἀνειλη‐ φυῖα τῶν ὅλων, ἐάν τε κατ’ ἀλληλουχίαν ἐάν τε κατὰ παράθε‐ σιν ἐπινοῶμεν αὐτὴν συνεστάναι, καθάπερ καὶ μονὰς ἀρχή τε
10καὶ μέσον καὶ τέλος ποσοῦ τε καὶ πηλίκου καὶ προσέτι πάσης ποιότητος. ὡς δὲ οὐκ ἄνευ αὐτῆς σύστασις ἁπλῶς τινος, οὕτως οὐδὲ χωρὶς αὐτῆς γνώρισις οὑτινοσοῦν, ὡς φωτὸς καθαροῦ κυριωτάτης πάντων ἁπλῶς οὔσης, καὶ ἡλιοειδοῦς καὶ ἡγεμο‐ νικοῦ, ἵν’ ἐοίκῃ καθ’ ἕκαστον τούτων τῷ θεῷ, καὶ μάλιστα
15καθὸ φιλιωτικὴ καὶ συστατικὴ καὶ τῶν πολυμιγῶν καὶ πάνυ διαφορωτάτων, ὡς ἐκεῖνος ἐξ οὕτως ἀντικειμένων ἁρμόσας καὶ ἑνώσας τόδε τὸ πᾶν· ἑαυτήν γε μὴν γεννᾷ καὶ ἀφ’ ἑαυτῆς γεννᾶται ὡς αὐτοτελὴς καὶ ἄναρχος καὶ ἀτελεύτητος, καὶ δια‐ μονῆς αἰτία φαίνεται, καθὼς ὁ θεὸς ἐν τοῖς φυσικοῖς ἐνερ‐
20γήμασι τοιοῦτος ἐπινοεῖται, διασωστικὸς καὶ τῶν φύσεων τηρη‐
τικός. λέγουσιν οὖν ταύτην οὐ μόνον θεόν, ἀλλὰ καὶ νοῦν3
Theol Ar
.

4

καὶ ἀρσενόθηλυν· νοῦν μέν, ὅτι τὸ ἐν θεῷ ἡγεμονικώτατον καὶ ἐν κοσμοποιΐᾳ καὶ ἐν πάσῃ ἁπλῶς τέχνῃ τε καὶ λόγῳ, εἰ καὶ μὴ ἐπιφαίνοιτο τοῖς καθ’ ἕκαστον ὅλον, δι’ ἐνεργείας νοῦς ἐστι, ταυτότης τις ὢν καὶ ἀμετάτρεπτος δι’ ἐπιστήμης, ὡς αὐτὴ
5πάντα περιειληφυῖα ἐν ἑαυτῇ κατ’ ἐπίνοιαν, εἰ καὶ κατ’ ἔκ‐ στασιν ἐν τοῖς τῶν ὄντων εἴδεσιν, ὡς λόγος τις τεχνικὸς ἐοικὼς τῷ θεῷ, καὶ οὐ μεθισταμένη τοῦ καθ’ ἑαυτὴν λόγου, οὐδὲ μεθίστασθαι ἄλλον τινὰ ἐῶσα, ἀλλὰ ἄτρεπτος ὡς ἀληθῶς καὶ μοῖρα Ἄτροπος. διὰ τοῦτο γὰρ καλεῖται δημιουργὸς
10καὶ πλάστρια, προσόδοις καὶ ἀποχωρήσεσιν ἐπινοουμένη τῶν μαθηματικῶν φύσεων, ἀφ’ ὧν σωματότητες καὶ ζωογονίαι καὶ συντάξεις κοσμικαί. διὸ καὶ Προμηθέα μυθεύουσιν αὐτήν, δημιουργὸν ζωότητος, ἀπὸ τοῦ πρόσω μηδενὶ τρόπῳ θεῖν μηδ’ ἐκφοιτᾶν τοῦ ἰδίου λόγου μονώτατα μηδὲ τὰ ἄλλα ἐᾶν,
15μεταδιδοῦσαν τῶν ἰδιωμάτων ἑαυτῆς· ὁπόσαις γὰρ ἂν αὐξηθῇ ἀποστάσεσιν ἢ ὁπόσας ἂν αὐξήσῃ, θεῖν πρόσω κωλύει καὶ μεταπίπτειν τὸν ἐξ ἀρχῆς ἑαυτῆς τε κἀκείνων λόγον. ὡς δὲ σπέρμα συλλήβδην ἁπάντων ἄρσενά τε καὶ θήλειαν τὴν
αὐτὴν τίθενται, οὐ μόνον ἐπεὶ τὸ μὲν περισσὸν ἄρσεν δυσδιαί‐4
Theol Ar
.

5

ρετον ὄν, τὸ δὲ ἄρτιον θῆλυ εὔλυτον ὂν ᾤοντο, ἀρτίαν δὲ καὶ περισσὴν μόνην αὐτήν, ἀλλὰ καὶ ὅτι πατὴρ καὶ μήτηρ, ὕλης καὶ εἴδους λόγον ἔχουσα, ἐπενοεῖτο, τεχνίτου καὶ τεχνη‐ τοῦ· καὶ δυάδος γὰρ παρεκτικὴ διφορηθεῖσα· ῥᾷον γὰρ τεχνίτῃ
5ὕλην ἑαυτῷ προσάγεσθαι ἢ τὸ ἔμπαλιν ὕλῃ τεχνίτην. τὸ δὲ σπέρμα καὶ θήλεων καὶ ἀρσένων ὅσον ἐπ’ αὐτῷ παρεκτικὸν ἀποσπαρὲν ἀδιάκριτόν τε τὴν ἀμφοῖν φύσιν παρέχει κἀν τῇ μέχρι τινὸς κινήσει, βρεφοῦσθαι δὲ ἀρχόμενον ἢ φυτοῦσθαι διάλλαξιν λοιπὸν ἐπὶ θάτερον καὶ ἐνάλλαξιν ἐπιδέχεται, μετιὸν
10ἀπὸ δυνάμεως εἰς ἐνέργειαν. εἰ δὲ δύναμις παντὸς ἀριθμοῦ ἐν μονάδι, νοητὸς ἂν κυρίως ἀριθμὸς εἴη μονάς, οὔπω τι ἐνεργὸν ἀποφαίνουσα ἀλλὰ πανθ’ ὁμοῦ κατ’ ἐπίνοιαν. κατὰ δέ τι σημαινόμενον καὶ ὕλην αὐτὴν καλοῦσι καὶ πανδοχέα γε, ὡς παρεκτικὴν οὖσαν καὶ δυάδος τῆς κυρίως ὕλης καὶ πάν‐
15των χωρητικὴν λόγων, εἴ γε πᾶσι παρεκτικὴ καὶ μεταδοτικὴ τυγχάνει. ὡσαύτως δὲ χάος αὐτήν φασι τὸ παρ’ Ἡσιόδῳ πρωτόγονον, ἐξ οὗ τὰ λοιπὰ ὡς ἐκ μονάδος. ἡ αὐτὴ σύγχυ‐ σίς τε καὶ σύγκρασις ἀλαμπία τε καὶ σκοτωδία στερήσει διαρθρώσεως καὶ διακρίσεως τῶν ἑξῆς ἁπάντων ἐπινοεῖται.
20 Ὅτι Ἀνατόλιος γονὴν αὐτήν φησι καλεῖσθαι καὶ ὕλην, ὡς ἄνευ αὐτῆς μὴ ὄντος μηδενὸς ἀριθμοῦ· ὅτι τὸ τῆς μονάδος
σημαντικὸν χάραγμα σύμβολόν ἐστι τῆς τῶν ὅλων ἀρχικωτά‐5
Theol Ar
.

6

της, καὶ τὴν πρὸς τὸν ἥλιον κοινωνίαν ἐμφαίνει διὰ τῆς συγκεφαλαιώσεως τοῦ ὀνόματος αὐτῆς· συναριθμηθὲν γὰρ τὸ μονὰς ὄνομα τξαʹ ἀποδίδωσιν, ἅπερ ζωδιακοῦ κύκλου μοῖραί εἰσιν. ὅτι τὴν μονάδα ἐκάλουν οἱ Πυθαγόρειοι νοῦν, εἰκάζον‐
5τες τῷ ἑνί· ἐν ἀρεταῖς γὰρ εἴκαζον αὐτὴν φρονήσει· τὸ γὰρ ὀρθὸν ἕν. ἐκάλουν δὲ αὐτὴν οὐσίαν, αἴτιον ἀληθείας, ἁπλοῦν, παράδειγμα, τάξιν, συμφωνίαν, ἐν μείζονι καὶ ἐλάσσονι τὸ ἴσον, ἐν ἐπιτάσει καὶ ἀνέσει τὸ μέσον, ἐν πλήθει τὸ μέτριον, ἐν χρόνῳ τὸν νῦν ἐνεστῶτα·
10ἔτι δὲ καὶ ναῦν, ἅρμα, φίλον, ζωήν, εὐδαιμονίαν. πρὸς τούτοις φασὶ περὶ τὸ μέσον τῶν τεσσάρων στοιχείων κεῖσθαί τινα ἑναδικὸν διάπυρον κύβον, οὗ τὴν μεσότητα τῆς θέσεως καὶ Ὅμηρον εἰδέναι λέγοντα· ‘τόσσον ἔνερθ’ Ἄϊδος, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίησ. ἐοίκασι δὲ κατά γε ταῦτα
15κατηκολουθηκέναι τοῖς Πυθαγορείοις οἵ τε περὶ Ἐμπεδοκλέα καὶ Παρμενίδην καὶ σχεδὸν οἱ πλεῖστοι τῶν πάλαι σοφῶν. φάμενοι τὴν μοναδικὴν φύσιν Ἑστίας τρόπον ἐν μέσῳ ἱδρῦσθαι. καὶ διὰ τὸ ἰσόρροπον φυλάσσειν τὴν αὐτὴν ἕδραν, καὶ δὴ Εὐρι‐ πίδης, ὡς Ἀναξαγόρου γενόμενος μαθητὴς οὕτω τῆς γῆς μέμνη‐
20ται· ‘Ἑστίαν δέ ς’ οἱ σοφοὶ βροτῶν νομίζουσιν. ἔτι6
Theol Ar
.

7

φασὶν οἱ Πυθαγόρειοι καὶ τὸ ὀρθογώνιον τρίγωνον ὑπὸ Πυθα‐ γόρου τὴν σύστασιν λαβεῖν διὰ μονάδος κατιδόντος τοὺς ἐν αὐτῷ ἀριθμούς. ἔτι τὴν ὕλην τῇ δυάδι προσαρμόττουσιν οἱ Πυθα‐ γορικοί· ἑτερότητος γὰρ ἐκείνη μὲν ἐν φύσει, δυὰς δὲ ἐν
5ἀριθμῷ κατάρχει, καὶ ὡς ἐκείνη ἀόριστος καθ’ αὑτὴν καὶ ἀσχημάτιστος, οὕτω μονωτάτη ἁπάντων ἀριθμῶν δυὰς σχή‐ ματος οὐκ ἔστιν ἐπιδεκτική· μήτι γὰρ καὶ διὰ τοῦτο δύναται ἀόριστος ἡ δυὰς κεκλῆσθαι· ὑπὸ γὰρ ἐλαχίστων καὶ πρώτων τριῶν γωνιῶν ἢ καὶ εὐθειῶν σχῆμα κατ’ ἐνέργειαν περιέχεται,
10κατὰ δύναμιν δὲ ἡ μονάς. οὐκ ἀπιθάνως δὲ καὶ Πρωτέα προσηγόρευον αὐτὴν τὸν ἐν Αἰγύπτῳ πάμμορφον ἥρωα τὰ πάντων ἰδιώματα περιέχοντα, ὡς ἐκείνη τὸ ἑκάστου ἀριθμοῦ συνέργημα.
περὶ δυάδος. Ἀνατολίου.
15 Ὅτι ἡ δυὰς συντεθεῖσα ἴσα δύναται τῷ ἀπ’ αὐτῆς γινο‐ μένῳ· ἡ γὰρ σύνθεσις ταύτης καὶ ὁ πολλαπλασιασμὸς τοῦτο αὐτὸ ποιεῖ [ἤγουν τὸν δʹ], καίτοι ἐπὶ τῶν ἄλλων ὁ πολλα‐ πλασιασμὸς τῆς συνθέσεως μείζων. εἴκαζον δὲ αὐτὴν ἐν ἀρε‐
ταῖς ἀνδρείᾳ· προβέβηκε γὰρ ἤδη ἐπὶ πρᾶξιν· διὸ καὶ τόλμαν7
Theol Ar
.

8

ἐκάλουν καὶ ὁρμήν. καὶ δόξαν δὲ ὠνόμαζον, ὅτι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν δόξῃ. ὠνόμαζον δὲ αὐτὴν κίνησιν, γένε‐ σιν, μεταβολήν, διαίρεσιν, μῆκος, αὔξησιν, σύνθε‐ σιν, κοινωνίαν, τὸ πρός τι, λόγον τὸν ἐν ἀναλογίᾳ·
5δύο γὰρ ἀριθμῶν σχέσις πανσχήμων ἐστίν· ἀπολείπεται δὴ μόνη σχήματος ἄμοιρος καὶ ἐν τρισὶν ὅροις καὶ ἐν ἀναλογίᾳ ὁρισμοῦ τινος ἡ δυὰς ὑπάρχουσα ἀντίξους τε καὶ ἐναντιωτάτη παρὰ πάντας τοὺς ἐν ἀριθμῷ ὅρους τῇ μονάδι, ὡς ὕλη θεῷ καὶ σῶμα ἀσωμάτῳ, ἀρχή τε καὶ πυθμὴν ὡσανεὶ τῆς τοῦ
10ἀριθμοῦ ἑτεροειδείας κατ’ εἰκόνα ὕλης, ἀντιδιαστελλομένη παρα‐ πλησίως τῇ τοῦ θεοῦ φύσει κατὰ τὸ αὐτὴν μὲν τῆς μεταπτώ‐ σεως καὶ μεταβολῆς ἐμποιητικὴν τοῖς οὖσι νομίζεσθαι, τὸν δὲ θεὸν ταυτότητος καὶ ἀμεταπτώτου διαμονῆς. ἓν μὲν οὖν ἕκα‐ στόν τι καὶ ὁ κόσμος κατὰ τὴν ἐν αὐτῷ φυσικὴν καὶ συστη‐
15ματικὴν μονάδα, διαιρετὸν δὲ πάλιν ἕκαστον, καθ’ ὅσον ἀναγκαίως καὶ ὑλικῆς δυάδος μετέσχε· διόπερ ἡ πρώτη σύν‐ οδος αὐτῶν πρῶτον ὡρισμένον πλῆθος ἀπετέλεσε, στοιχεῖον τῶν ὄντων, ὃ ἂν εἴη τρίγωνον μεγεθῶν τε καὶ ἀριθμῶν σωματικῶν τε καὶ ἀσωμάτων· ὡς γὰρ ὁ ὀπὸς τὸ κεχυμένον γάλα συστρέφει
20κατὰ τὸ ποιητικόν τε καὶ ἐργατικὸν ἰδίωμα, οὕτως ἡ ἑνωτικὴ
δύναμις τῆς μονάδος προσελθοῦσα τῇ δυάδι, εὐπορίας καὶ8
Theol Ar
.

9

χύσεως οὔσῃ πηγῇ, πέρας ἐνεποίησεν, εἶδος δέ, ὅπερ ἐστὶν ἀριθμός, τῇ τριάδι· ἀρχὴ γὰρ κατ’ ἐνέργειαν ἀριθμοῦ αὕτη, μονάδων συστήμασιν ὁριζομένου. μονὰς δὲ τρόπον τινὰ καὶ ἡ δυὰς διὰ τὸ ἀρχοειδές. ὅτι δυὰς λέγεται παρὰ τὸ διιέναι καὶ
5διαπορεύεσθαι· πρώτη γὰρ ἡ δυὰς διεχώρισεν αὑτὴν ἐκ τῆς μονάδος, ὅθεν καὶ τόλμα καλεῖται· τῆς γὰρ μονάδος ἕνωσιν δηλούσης, ἡ δυὰς ὑπεισελθοῦσα διαχωρισμὸν δηλοῖ. ὅτι καὶ τῆς πρός τί πως σχέσεως αὐτὴ κατάρχει ἢ τῷ πρὸς τὴν μονάδα λόγῳ, ὅς ἐστι διπλάσιος, ἢ τῷ πρὸς τὴν μετ’ αὐτήν, ὅς ἐστιν
10ἡμιόλιος· ῥίζα δ’ οὗτοι τῶν ἐφ’ ἑκάτερα ἀπείρως προιόντων λόγων, ὥστε καὶ τῇ τῶν πολλαπλασίων τε καὶ ἐπιμορίων ἡ αὐτή ἐστιν. ὅτι καὶ ἡ δυὰς στοιχεῖον τῆς τῶν ὅλων συστά‐ σεως, ἀντίξουν μονάδι καὶ διὰ τοῦτο ἁρμονίᾳ ὑποπεσὸν πρὸς αὐτήν, ὡς ὕλη τις πρὸς εἶδος· ὅθεν ἐπεὶ τοῦ μὲν εἶναι
15καὶ ἀεὶ εἶναι τὸ εἶδος συλληπτικόν, τῶν δὲ ἐναντίων ἡ ὕλη, τῶν μὲν πάντη ὁμοίων καὶ ταὐτῶν καὶ μονίμων, ὅ ἐστι τε‐ τραγώνων, ἡ μονὰς αἰτία, οὐ μόνον, ἐπειδὴ ὡς γνώμονι αὐτῇ περιτιθέμενοι οἱ ἑξῆς ἀριθμοὶ περιττοί, εἰδοποιήματα αὐτῆς ὄντες, τετραγώνους ἀπετέλουν τῇ σωρηδὸν προβάσει ἀεὶ καὶ
20μᾶλλον τοὺς ἐπ’ ἄπειρον καὶ ἑξῆς προιόντας ἀλλ’ ὅτι καὶ ἑκάστη πλευρά, ὥσπερ καμπτὴρ ἀπὸ ὕσπληγος μονάδος εἴς τε νύσσαν μονάδα, πάλιν εἶχε τῆς προόδου καὶ ἐπανόδου τὴν
σύνθεσιν ἀφ’ ἑαυτῆς αὐτὸν τὸν τετράγωνον· τῶν δὲ πάντη9
Theol Ar
.

10

ἀνομοίων, ὅ ἐστιν ἑτερομήκων, ἡ δυὰς πάλιν αἰτία, οὐ μόνον ὅτι περιτιθεμένων αὐτῇ ὡς γνώμονι τῶν κατ’ αὐτὴν εἰδῶν εἰδοποιηθέντων ἀρτίων καὶ οὗτοι σωρηδὸν ἀποτελοῦνται, ἀλλὰ καὶ ὅτι ἐν τῇ αὐτῇ τοῦ καμπτῆρός τε καὶ νύσσης καὶ ὕσπλη‐
5γος εἰκόνι τὴν μὲν γένναν ὁμοίως ἡ μονὰς παρέχειν φαίνεται, ὡς τοῦ ταὐτοῦ καὶ ἁπλῶς διαμονῆς αἰτία, τὴν δὲ φθορὰν καὶ ἐπάνοδον παρηλλαγμένως πρὸς τοὺς προτέρους ἡ δυὰς ἀναδέ‐ χεσθαι, ὡς ὑλική τις ὑπόστασις καὶ φθορᾶς πάσης ἀναδεκτική. ὅτι νοουμένου πλήθους κατὰ τριάδα τοῦ δ’ ἀντιθεμένου τῷ
10πλήθει κατὰ τὴν μονάδα μεταίχμιον ἡ δυὰς ἂν εἴη. διὰ τοῦτο καὶ τὰ ἀμφοτέρων ἰδιώματα ἅμα ἔχει· τοῦ μὲν γὰρ ἑνὸς ὡσανεὶ ἀρχῆς ἰδίωμα τὸ κατὰ σύνθεσιν πλεῖόν τι ποιεῖν τοῦ κατ’ ἔγκρασιν· ἓν γοῦν καὶ ἓν πλέον τοῦ ἅπαξ ἕν· τοῦ δὲ πλήθους ὡσανεὶ ἀποτελέσματος πάλιν ἴδιον τὸ ἐναντίον· ἐκ μὲν γὰρ
15κατακράσεως πλεῖον ποιεῖ, ἐκ δὲ παραθέσεως ἔλαττον· οὐκέτι γὰρ ἀρχοειδὲς τοῦτο, ἀλλ’ ἐξ ἀλλήλων λοιπὸν ἡ γέννησις αὐ‐ τοῖς καὶ κατὰ κρᾶσιν· τοιγαροῦν τρὶς τρία πλεῖον τῶν τρία καὶ τρία· ἐναντιοπαθούντων δὲ ἀμφοῖν, ἡ δυὰς ὡσανεὶ μέση οὖσα καὶ τὰ ἀμφοῖν ἅμα ἀναδέξεται ἰδιώματα, τὴν ἑκατέρων
20μεσότητα λαμβάνουσα. μέσον γὰρ μείζονος καὶ ἐλάσσονος εἴπο‐ μεν εἶναι τὸ ἴσον· τὸ ἴσον ἄρα ἐν μόνῃ ταύτῃ· διὰ τοῦτο
ἔσται τὸ ἐκ κατακράσεως τῷ ἐκ παραθέσεως ἴσον· δύο γὰρ καὶ10
Theol Ar
.

11

δύο ἴσα τῷ δὶς δύο· ἔνθεν ἴσην αὐτὴν ἐπεκάλουν. ὅτι δὲ εἰδοποιὸς τοῦ τοιούτου καὶ τοῖς προσήκουσιν αὐτῇ πᾶσι, δῆλον οὐ μόνον, ἐξ ὧν ἐνεργείᾳ ἰσότητος πρώτη ἔμφασιν παρέσχεν ἐπιπέδως τε καὶ στερεῶς ἔν τε τῷ δύο μήκους τε καὶ πλάτους
5καὶ ἐν τῷ ὀκτὼ πρὸς τούτοις βάθους τε καὶ ὕψους, ἐν αὐτῇ τῇ διαιρέσει εἰς δύο μονάδας οὔσῃ ἀλλήλαις ἴσας, ἀλλὰ καὶ ἐν τῷ λεγομένῳ ἀπ’ αὐτῆς ἐξελίκτῳ, τουτέστι τῷ ιϛʹ, ὄντι δὶς δύο δὶς καὶ τοῦτο δίς, τῆς ἀπ’ αὐτῆς λεγομένης χροιᾶς ἐπι‐ πέδου ὑπάρχοντος· τετράκις γὰρ τέσσαρα· καὶ οὕτως μεσότης
10τις τρόπον τινὰ ὁρᾶται πλείονος καὶ ἐλάττονος κατὰ τὰ αὐτὰ τῇ δυάδι· οἱ μὲν γὰρ πρὸ αὐτοῦ τετράγωνοι πλείονας ἔχουσι τὰς περιμέτρους τῶν ἐμβαδῶν, οἱ δὲ μετ’ αὐτὸν ἀντικειμένως ἐλάττονας, οὗτος δὲ μονώτατος ἴσας. διὰ τοῦτο φαίνεται καὶ Πλάτων ἐν τῷ Θεαιτήτῳ μέχρι αὐτοῦ προελθὼν παύεσθαί
15πως ἐν τῇ ἑπτακαιδεκάποδι πρὸς ἔμφασιν τοῦ κατὰ τὸν ἑπτα‐ καίδεκα ἰδιώματος καὶ ἰσότητός τινος μεθεκτοῦ. τί οὖν ὁρῶν‐ τες οἱ παλαιοὶ ἄνισον τὴν δυάδα ἐκάλουν καὶ ἔλλειψιν καὶ πλεονασμόν; κατὰ τὴν τῆς ὕλης ἔννοιαν, εἰ δηλονότι ἐν αὐτῇ πρώτη ἀπόστασίς τε καὶ πλευρᾶς ἔννοια ὤφθη, διαφορᾶς
20ἤδη καὶ ἀνισότητος ἀρχή· καὶ ἄλλως δὲ ὅτι μέχρι μὲν αὐτῆς
ἡ ἀντεξέτασις πλείων τοῦ πρὸ αὐτῆς, μέχρι δὲ τετράδος ἐλάτ‐11
Theol Ar
.

12

των τῶν πρὸ αὐτῆς· ἀνὰ μέσον δὲ ἀμφοῖν τῆς τριάδος οὔσης, συμβήσεται πάλιν ἑτέρῳ τρόπῳ ὁ τῆς ἰσότητος λόγος ἐν τριάδι πρὸς τοὺς πρὸ αὐτῆς· ὁ δύο μὲν γὰρ μείζων τοῦ προκειμένου, λέγω δὲ τοῦ ἕν, [καὶ] κατὰ τὴν πυθμενικωτάτην γε τοῦ μείζο‐
5νος σχέσιν, ὁ δʹ δὲ ἐλάττων τοῦ γʹ βʹ αʹ κατὰ τὴν πυθμενι‐ κωτάτην γε τοῦ ἐλάττονος σχέσιν, τρία δὲ ἴσα τῷ δύο ἓν κατὰ τὴν ἄσχιστόν γε ἰσότητα, ὥστε ἐν μὲν αὐτῇ ὡς πλευρᾷ τὸ πλεῖον, ἐν δὲ τῇ δυνάμει αὐτῆς ὡς ἐπιπέδῳ τὸ ἔλαττον ἐφ‐ αρμόζεσθαι. ἔλλειψις δὲ καὶ πλεονασμὸς λέγεται καὶ ὕλη,
10ἣν καὶ ἀόριστον δυάδα ὁμωνύμως ταύτῃ καλοῦσι διὰ τὸ μορ‐ φῆς καὶ εἴδους καὶ ὁρισμοῦ τινος ἐστερῆσθαι ὅσον ἐφ’ ἑαυτῇ, οἷόν τε δὲ διορισθῆναί τε καὶ ὁρισθῆναι ὑπὸ λόγου καὶ τέχνης. ὅτι ἡ δυὰς φαίνεται ἀσχημάτιστος, εἴπερ ἀπὸ μὲν τριγώνου καὶ τριάδος τὰ ἐπ’ ἄπειρον πολύγωνα ἐνεργείᾳ προχωρεῖ, ἐκ
15δὲ μονάδος πάνθ’ ὁμοῦ κατὰ δύναμιν ὑπάρχει, ὑπὸ δὲ δύο οὔτε εὐθειῶν ποτε οὔτε γωνιῶν εὐθύγραμμον συνίσταται σχῆμα· κατὰ μόνην ἄρα αὐτὴν τὸ ἀόριστον καὶ ἀσχημάτιστον. ὅτι δὲ καὶ τὸ ἄπειρον φαίνεται, εἴγε καὶ τὸ ἕτερον, τοῦτο δὲ ἀπὸ τοῦ παρ’ ἓν ἀρξάμενον εἰς ἄπειρον ἐκπίπτει. δύναται δὲ καὶ
20ἀπείρου παρεκτικὴ λέγεσθαι, ὅτι μήκους πρώτη ἔμφασις ἐν δυάδι, ὡς ἀπὸ σημείου τῆς μονάδος, ἐπ’ ἄπειρον δὲ τοῦτο καὶ διαιρεῖται καὶ αὔξεται· καὶ μὴν καὶ ἡ τῆς ἀνισότητος
φύσις ἐπ’ ἄπειρον προιέναι μέλλουσα ἀπ’ αὐτῆς ἄρχεται, ἐναν‐12
Theol Ar
.

13

τιοζύγως τῇ μονάδι· μείζων γὰρ καὶ ἐλάττων ἡ πρώτη διαίρε‐ σις αὐτῶν. οὐκ ἀριθμὸς δὲ ἡ δυὰς οὐδὲ ἄρτιος ὅτι μὴ ἐνερ‐ γείᾳ· ἀμέλει πᾶς ἄρτιος καὶ εἰς ἴσα καὶ εἰς ἄνισα δύναται ὁ αὐτὸς μερίζεσθαι, μόνη δὲ ἡ δυὰς εἰς ἄνισα οὐκ ἂν μερι‐
5σθείη, καὶ εἰς ἴσα δὲ μερισθεῖσα ἄδηλον ὁποτέρου γένους ἄντι‐ κρυς αὐτὰ ἕξει, ὡς ἀρχοειδής τις οὖσα. ὅτι ἡ δυὰς καὶ Ἐρατώ, φασί, καλεῖται· τὴν γὰρ τῆς μονάδος ὡς εἴδους πρόσοδον δι’ ἔρωτα ἐπισπωμένη, τὰ λοιπὰ ἀποτελέσματα γεννᾷ, ἀρξαμένη ἀπὸ τριάδος καὶ τετράδος. ὠνομάσθαι δὲ αὐτὴν οἴονται παρ’
10αὐτὴν τὴν τόλμησιν, ὅτι ἄρα ὑπέμεινε τὸν χωρισμὸν πρωτίστη, δύη τε 〈καὶ〉 ὑπομονὴ καὶ τλημοσύνη· ἀπὸ δὲ τῆς εἰς δύο τομῆς δίκη τε, οἱονεὶ δίχη, καὶ Ἴσις, οὐ μόνον ὅτι ἴσον ἐν αὐτῇ τὸ ἀπὸ κατακράσεως, ὡς ἔφαμεν, τῷ ἀπὸ συνθέσεως, ἀλλὰ καὶ ὅτι οὐδὲ τὴν εἰς ἄνισα μονωτάτη διαίρεσιν ἐγχωρεῖ.
15καὶ φύσιν δὲ αὐτὴν καλοῦσι· κίνησις γὰρ εἰς τὸ εἶναί ἐστιν αὕτη καὶ οἷον γένεσίς τις ἀπὸ λόγου σπερματικοῦ 〈καὶ〉 ἔκ‐ τασις, τετευχυῖα παρὰ τὸ τοιοῦτον τῆς ὀνομασίας, παρ’ ὅσον ἐστὶ κίνησίς τις ἀφ’ ἑτέρου εἰς ἕτερον κατ’ εἰκόνα τῆς δυάδος. ὑπὸ μέντοι τῶν ἀριθμητῶν ἤδη καὶ δευτέρων παραλογιζό‐
20μενοί τινες ἐπινοεῖν διδάσκονται τὴν δυάδα δύο τινῶν μονά‐ δων σύστημα εἶναι, ὥστε καὶ λυομένην εἰς τὰς αὐτὰς ἀνατρέχειν
μονάδας· ἀλλ’ εἴτε σύστημα μονάδων ἡ δυάς, προγενέστεραι13
Theol Ar
.

14

αἱ μονάδες, εἴτε ἥμισυ δυάδος ἡ μονάς, προϋπάρχειν δεῖ τὴν δυάδα, εἴτε σώζοιντο αὐταῖς αἱ πρὸς ἀλλήλας σχέσεις, συνυ‐ πάρχειν ἀναγκαῖον, καθὸ διπλάσιον ἡμίσους καὶ ἥμισυ δι‐ πλασίου, καὶ οὔτε προτέρα οὔθ’ ὑστέρα διὰ τὸ συνεπιφέρειν
5τε καὶ συνεπιφέρεσθαι καὶ συναναιρεῖν καὶ συναναιρεῖσθαι. ὅτι καὶ διομήτορα ταύτην ὠνόμαζον ὡς Διὸς μητέρα— Δία δ’ ἔλεγον τὴν μονάδα—καὶ Ῥέαν ἀπὸ τῆς ῥύσεως καὶ ἀπὸ τῆς τάσεως, ὅπερ οἰκεῖον καὶ δυάδι καὶ φύσει τῇ πάντα γινομένῃ. καὶ τῇ σελήνῃ δέ φασιν ἐφαρμόζειν τὸ δυὰς ὄνομα,
10ὅτι τε καὶ πλείονας δύσεις ἐκ πάντων τῶν πλανητῶν ἐπιδέχε‐ ται καὶ ὅτι ἐδυάσθη καὶ ἐδιχοτομήθη· ἡμίτομος γὰρ καὶ διχότομος λέγεται.
περὶ τριάδος. Ὅτι ἡ τριὰς ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἀριθμοὺς κάλ‐
15λος εἴληχε καὶ εὐπρέπειαν, πρῶτον μὲν τὰς τῆς μονάδος δυ‐ νάμεις ἐνεργοὺς πρωτίστη παρασχοῦσα, περισσότητα, τελειότητα, ἀναλογίαν, ἕνωσιν, πέρας· περισσὸς μὲν γὰρ κατ’ ἐνέργειαν πρῶτος ὁ γʹ, ἀκολούθως ταῖς ὀνομασίαις περίϊσος ὢν καὶ πλέον τι τοῦ ἴσου ἐν ἑτέρῳ μέρει ἔχων, ἐξαίρετον δὲ τὸ ταῖς
20δυσὶν ἀρχαῖς συνεχὴς καὶ σύστημά γε ἀμφοῖν ὑπάρχειν. τέ‐ λειός γε μὴν ἰδιαίτερον τῶν ἄλλων ἐστίν, ὅτι οἱ ἀπὸ μονάδος
ἐφεξῆς ἴσοι εὑρίσκονται μέχρι τετράδος· λέγω δὲ οἷον μονάδος,14
Theol Ar
.

15

τριάδος, ἑξάδος, δεκάδος· ἡ μὲν γὰρ μονὰς ὡς πυθμὴν μονάδι ἴση, ἡ δὲ τριὰς μονάδι καὶ δυάδι, 〈ἡ δὲ ἑξὰς μονάδι δυάδι τριάδι〉, δεκὰς δὲ μονάδι δυάδι τριάδι τετράδι. πλέον οὖν τι ἡ τριὰς ἔχειν φαίνεται τῷ συνεχὴς εἶναι τούτοις, οἷς καὶ ἴση
5ὑπάρχει· καὶ γὰρ ἐκ τοῦ τοιούτου μεσότητα καὶ ἀναλογίαν αὐτὴν προσηγόρευον, οὐκ ἐπειδὴ πρωτίστη μὲν τῶν ἀριθμῶν μέσον εἴληχε, μονωτάτη δὲ τὸ αὐτὸ ἴσον τοῖς ἄκροις, ἀλλ’ ὅτι κατ’ εἰκόνα τῆς γενικῆς ἰσότητος, μέσης τοῦ μείζονος καὶ ἐλάτ‐ τονος ἀνισότητος εἰδῶν ὑπαρχούσης, καὶ αὐτὴ τοῦ πλείονος
10καὶ ὀλιγωτέρου ἀνὰ μέσον θεωρεῖται, σύμμετρον φύσιν ἔχουσα ὁ μὲν γὰρ πρὸ αὐτῆς ὁ δύο πλείων [τοῦ αʹ] τοῦ ὑπόπροσθεν ὑπάρχει, καὶ ῥίζα γε τῆς πυθμενικῆς τοῦ μείζονος σχέσεως διπλάσιος γάρ· ὁ δὲ μετ’ αὐτὴν ὁ δʹ ἐλάττων [τοῦ αʹ βʹ γʹ· καὶ γὰρ ϛʹ] τῶν ὑπόπροσθεν, καὶ πρώτιστον γε τῆς πυθμενικῆς
15τοῦ ἐλάσσονος σχέσεως εἶδος· ὑφημιόλιος γάρ· αὕτη δὲ μεταξὺ ἀμφοῖν ἴση [τῷ αʹ βʹ] τοῖς ὑπόπροσθεν [ἤγουν ἐστὶ γʹ]· εἰδο‐ ποιὸς ἄρα μεσότητος τοῖς ἄλλοις. ἔνθεν τρεῖς μὲν δι’ αὐτὴν αἱ ὀρθαὶ λεγόμεναι μεσότητες, ἀριθμητικὴ γεωμετρικὴ ἁρμο‐ νική, τρεῖς δὲ αἱ ταύταις ὑπεναντίαι, τρεῖς δὲ οἱ καθ’ ἑκάστην
20ὅροι, τρία δὲ 〈τὰ〉 διαστήματα, τουτέστιν αἱ ἐν ἑκάστῳ ὅρῳ15
Theol Ar
.

16

διαφοραὶ μικροῦ πρὸς μέσον καὶ μέσου πρὸς μέγα καὶ μικροῦ πρὸς μέγα, σχέσεις τε ἰσάριθμοι αἱ κατὰ τὰ λεχθέντα ἐν προ‐ λόγων τάξει, ἄλλαι δὲ τρεῖς ἀναστροφαὶ ἐξεταζόμεναι μεγάλου πρὸς μικρόν, μεγάλου πρὸς μέσον, μέσου πρὸς μικρόν. ὅτι ἡ
5μὲν μονὰς τοῦ παντὸς ἀριθμοῦ λόγον ἀδιατύπωτον ἔτι καὶ ἀδιάρθρωτον ὡς ἐν σπέρματι ἑαυτῇ ἔχει, ἡ δυὰς δὲ βρα‐ χεῖά τις ἐπ’ ἀριθμὸν προχώρησις, οὐκ ἄντικρυς δὲ τοιαύτη διὰ τὸ ἀρχοειδές, ἡ τριὰς δὲ τὴν τῆς μονάδος δύναμιν εἰς ἐνέργειαν καὶ ἐπέκτασιν προχωρεῖν ποιεῖ. καὶ μονάδος μὲν τὸ
10τόδε, δυάδος δὲ τὸ ἑκάτερον, τριάδος δὲ τὸ ἕκαστον καὶ τὸ 〈πᾶν〉· διὸ καὶ εἰς πλήθους ἔμφασιν τῇ τριάδι χρώμεθα, ‘τρισμύριοι‘ λέγοντες ἀντὶ τοῦ ‘πολλάκις πολλοί‘ καὶ ‘τρισ‐ όλβιοι‘· διὸ καὶ τὰς τῶν νεκρῶν ἀνακλήσεις τρὶς εἰθίσθη‐ μεν ποιεῖν. ἔτι δὲ καὶ πᾶσα οὐσία διέξοδον ἔχουσα φυσικὴν
15ὅρους ἔχει τρεῖς, ἀρχὴν ἀκμὴν τελευτήν, οἷον πέρατα καὶ μέσον, διαστήματα δὲ 〈δύο〉, οἷον αὔξησιν καὶ φθίσιν, ὥστε τὴν μὲν δυάδος φύσιν καὶ τὸ ἑκάτερον ἐμφαίνεσθαι τῇ τριάδι διὰ τῶν περάτων. ὅτι ἡ τριὰς εὐβουλία καλεῖται καὶ φρόνησις, οἷον τῶν ἀνθρώπων τά τε παρόντα διορθούντων
20τά τε μέλλοντα προορωμένων καὶ ἐκ τῶν ἤδη γεγονότων λαμ‐ βανόντων πεῖραν· τῶν ἄρα τριῶν τοῦ χρόνου μερῶν ἐποπτική
πως ἡ φρόνησις, ὥστε καὶ ἡ γνῶσις κατὰ τὴν τριάδα. ὅτι16
Theol Ar
.

17

τὴν τριάδα εὐσέβειαν καλοῦσι· διὸ καὶ τριὰς ὠνομάσθη παρὰ τὸ τρεῖν, τὸ δεδοικέναι καὶ εὐλαβεῖσθαι.
Ἀνατολίου. ὅτι ὁ τρία πρῶτος περισσὸς καλεῖται ὑπ’ ἐνίων τέλειος, ὅτι
5πρῶτος τὰ πάντα σημαίνει, ἀρχὴν καὶ μέσον καὶ τέλος. τὰ ἐξ‐ αίσια ἀπὸ ταύτης σεμνύνοντες καλοῦσι τρισολβίους, τρισμάκα‐ ρας. εὐχαὶ καὶ σπονδαὶ τρὶς γίνονται. εἰκών ἐστιν ἐπιπέδου καὶ πρώτη ὑπόστασις ἐν τριγώνοις· τρία γὰρ αὐτῶν γένη, ἰσόπλευρον ἰσοσκελὲς σκαληνόν· ἔτι γωνίαι εὐθύγραμμοι τρεῖς,
10ὀξεῖα ἀμβλεῖα ὀρθή. χρόνου μέρη τρία. εἴκαζον δὲ αὐτὴν ἐν ἀρεταῖς σωφροσύνῃ· συμμετρία γὰρ αὕτη μεταξὺ ὑπεροχῆς καὶ ἐλλείψεως. ἔτι ἡ τριὰς ἐκ μονάδος καὶ δυάδος καὶ ἑαυτῆς τὸν ἓξ ποιεῖ κατὰ σύνθεσιν, ὅς ἐστι πρῶτος τέλειος ἀριθμός.
Νικομάχου Θεολογούμενα.
15ὅτι ἀρχὴ κατ’ ἐνέργειαν ἀριθμοῦ ἡ τριὰς μονάδων συστήματι ὁριζομένου· μονὰς μὲν γὰρ τρόπον τινὰ ἡ δυὰς διὰ τὸ ἀρχο‐ ειδές, σύστημα δὲ μονάδος καὶ δυάδος ἡ τριὰς πρώτη· ἀλλὰ καὶ τέλους καὶ μέσου καὶ ἀρχῆς πρωτίστη ἐπιδεκτική, δι’ ὧν
τελειότης περαίνεται πᾶσα. εἶδος τῆς τῶν ὅλων τελεσιουργίας17
Theol Ar
.

18

καὶ ὡς ἀληθῶς ἀριθμὸς ἡ τριάς, ἰσότητα καὶ στέρησίν τινα τοῦ πλείονος καὶ ἐλάττονος τοῖς ὅλοις παρέσχεν, ὁρίσασα τὴν ὕλην καὶ μορφώσασα ποιοτήτων πασῶν δυνάμεσιν. ἴδιον γοῦν καὶ ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους ἀριθμοὺς ὁ τρία τὸ τοῖς
5πρὸ αὐτοῦ ἴσος εἶναι. τρὶς δὲ καὶ σπένδουσι καὶ τρὶς ἐπι‐ θύουσιν οἱ τελειωθῆναι τὰς ἑαυτῶν εὐχὰς αἰτοῦντες παρὰ θεοῦ· τρισμακαρίους τε καὶ τρισευδαίμονας καὶ τρισολβίους τρίς τε τὰ ἐναντία φαμέν, ὅσοις τελείως ἕκαστον τούτων ὡσα‐ νεὶ πάρεστιν. ὅτι ὠνομάσθαι καὶ ταύτην τριάδα φασὶ παρὰ
10τὸ ἀτειρής τις εἶναι καὶ ἀκαταπόνητος· οὕτω δὲ λέγεται διὰ τὸ μὴ δύνασθαι αὐτὴν εἰς δύο ἴσα διαιρεῖσθαι. ὅτι πρῶτον πλῆθος ἡ τριάς· ἑνικὰ γὰρ καὶ δυϊκὰ λέγομεν, εἶτ’ οὐκέτι τρια‐ δικὰ ἀλλὰ πληθυντικὰ ἰδίως. ὅτι καὶ ἐν τῇ τοῦ ἀριθμοῦ φύ‐ σει ἡ τριὰς διατείνει· περιττοῦ μὲν γὰρ εἴδη τρία, τὸ μὲν
15πρῶτον καὶ ἀσύνθετον, τὸ δὲ δεύτερον καὶ σύνθετον, τὸ δὲ μικτόν, τὸ πρὸς αὑτὸ μὲν δεύτερον, πρὸς ἄλλο δὲ πρῶτον· πάλιν δὲ τὸ μὲν ὑπερτελές, τὸ δὲ ἀτελές, τὸ δὲ τέλειον· συλ‐ λήβδην δὲ τοῦ πρός τι ποσοῦ τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, τὸ δὲ ἴσον. τῇ τε γεωμετρίᾳ προσφυέστατόν ἐστιν ἡ τριάς· τὸ
20γὰρ ἐν ἐπιπέδοις στοιχειωδέστατόν ἐστι τρίγωνον καὶ τούτου εἴδη τρία, ὀξυγώνιον ἀμβλυγώνιον σκαληνόν. τρεῖς τε τῆς
σελήνης οἱ σχηματισμοί, αὔξησις πανσέληνος καὶ μινύθησις·18
Theol Ar
.

19

τρεῖς δὲ καὶ οἱ τῆς ἀνωμαλίας τρόποι, προποδισμὸς ἀναποδισ‐ μὸς καὶ ὁ μεταξὺ αὐτῶν στηριγμός. καὶ τρεῖς οἱ τὸ ζωδια‐ κὸν πλάτος ὁρίζοντες κύκλοι, θερινός τε καὶ χειμερινὸς καὶ ὁ ἀνὰ μέσον τούτων ὁ λεγόμενος ἐκλειπτικός. καὶ τρία μὲν
5εἴδη ζώων, πεζὸν πτηνὸν ἔνυδρον. τρεῖς δὲ καὶ αἱ Μοῖραι θεολογοῦνται, ὅτι καὶ ἡ σύμπασα διεξαγωγὴ θείων τε καὶ θνητῶν ἔκ τε προέσεως καὶ ὑποδοχῆς καὶ τρίτον ἀνταποδό‐ σεως κρατύνεται, σπερμαινόντων μὲν τρόπον τινὰ τῶν αἰθε‐ ρίων, ὑποδεχομένων δὲ ὡσανεὶ τῶν περιγείων, ἀνταποδόσεων
10δὲ διὰ τῶν ἀνὰ μέσον τελουμένων, ὥσπερ ἐγγόνου τινὸς με‐ ταξὺ ἄρρενος καὶ θήλεος. καὶ τὸ παρ’ Ὁμήρῳ δὲ ἁρμόσοι τις ἂν τούτοις ‘τριχθὰ γὰρ πάντα δέδασται‘, ὅπου καὶ τὰς ἀρετὰς εὑρίσκομεν δύο κακιῶν ἀλλήλαις τε καὶ ἀρετῇ ἀντι‐ κειμένων μέσας, καὶ συνᾴδει ὁ λόγος, κατὰ μὲν μονάδα ὡρισ‐
15μένον τι καὶ γνωστὸν καὶ φρόνιμον τὰς ἀρετὰς εἶναι—τὸ γὰρ μέσον ἕν—, κατὰ δὲ δυάδα ἀόριστον καὶ ἄγνωστον καὶ ἄφρον τὰς κακίας. ἔτι γε μὴν καὶ φιλίαν καὶ εἰρήνην καὶ προσέτι ἁρμονίαν τε καὶ ὁμόνοιαν προσαγορεύουσιν· ἐναν‐ τίων γὰρ καὶ οὐχ ὁμοίων συνακτικὰ καὶ ἑνωτικὰ ταῦτα· διὸ
20καὶ γάμον ταύτην καλοῦσι. τρεῖς δὲ καὶ αἱ ἡλικίαι.19
Theol Ar
.

20

περὶ τετράδος. Ὅτι ἐν τῇ μέχρι τῆς τετράδος φυσικῇ ἐπαυξήσει πάντα συν‐ τελούμενα φαίνεται τὰ ἐν τῷ κόσμῳ, καθόλου καὶ κατὰ μέ‐ ρος, καὶ τὰ ἐν ἀριθμῷ, ἐν πάσαις ἁπλῶς φύσεσιν· ἐξαίρετον
5δὲ καὶ πρὸς τὴν ἐφάρμοσιν τοῦ ἀποτελέσματος μάλιστα συν‐ τεῖνον τὸ τὴν δεκάδα ὑπ’ αὐτῆς ἅμα τοῖς ὑπόπροσθεν συγ‐ κορυφοῦσθαι γνώμονα καὶ συνοχὴν ὑπάρχουσαν, ἀλλὰ καὶ τὸ τὴν σωμάτωσιν καὶ τὴν ἐπὶ τρία διάστασιν μέχρις αὐτῆς πέ‐ ρας ἴσχειν· τὸ γὰρ ἐλάχιστον καὶ πρωτοφανέστατον σῶμα πυ‐
10ραμὶς ἐν τετράδι ὁρᾶται εἴτε γωνιῶν εἴτε ἐπιπέδων, ὥσπερ καὶ τὸ ἐξ ὕλης καὶ εἴδους αἰσθητόν, ὅ ἐστιν ἀποτέλεσμα τριχῆ διαστατόν, ἐν τέσσαρσιν ὅροις ἐστί. καὶ μὴν καὶ τῆς ἐν τοῖς οὖσιν ἀληθείας τὴν κατάληψιν τήν τε βεβαίαν καὶ τὴν ἐπι‐ στημονικὴν ἐπίγνωσιν ποιεῖσθαι διὰ τῶν τεσσάρων μαθημά‐
15των βέλτιον καὶ ἀπταιστότερον· τῶν γὰρ ὄντων ἁπλῶς ἁπάν‐ των ἐν μὲν παραθέσει καὶ σωρείᾳ τῷ ποσῷ ὑπαγομένων, ἐν δὲ ἑνώσει καὶ ἀλληλουχίᾳ τῷ πηλίκῳ, καὶ τῶν μὲν ἐν ποσό‐ τητι ἤτοι καθ’ ἑαυτὰ νοουμένων ἢ [ἐν] πρός τι, τῶν δὲ ἐν πηλικότητι ἢ ἐν μονῇ ἢ ἐν κινήσει, τέτταρες ἀνάλογον μαθη‐
20ματικαὶ μέθοδοι καὶ ἐπιστῆμαι τὴν κατάληψιν ἑκάστην ἑκάστῃ κατ’ οἰκειότητα ποιήσονται, ποσοῦ μὲν κοινῇ ἀριθμητική, ἰδιαίτερον δὲ [περὶ] τοῦ καθ’ αὑτό, τοῦ δὲ πρὸς ἕτερον ἤδη
καὶ μουσική, πηλίκου δὲ κοινῶς μὲν γεωμετρία, ἰδιαίτερον δὲ20
Theol Ar
.

21

τοῦ ἑστῶτος, τοῦ δ’ ἐν κινήσει ἤδη καὶ εὐτάκτῳ μεταβάσει σφαιρική. εἰ δὲ τῶν ὄντων εἶδος ὁ ἀριθμός, ἀριθμοῦ δὲ τὰ ῥιζώματα καὶ οἱονεὶ στοιχεῖα οἱ μέχρι τετράδος ὅροι, εἴη ἂν ἐν τούτοις τὰ προλεχθέντα ἰδιώματα καὶ αἱ τῶν τεσσάρων
5ἐπιστημῶν ἐμφάσεις, ἀριθμητικῆς μὲν ἐν μονάδι, μουσικῆς δὲ ἐν δυάδι, γεωμετρίας δὲ ἐν τριάδι, σφαιρικῆς δὲ ἐν τε‐ τράδι, καθὼς ἐν τῷ δηλουμένῳ Περὶ θεῶν συγγράμματι ὁ Πυθαγόρας οὕτω διορίζεται· ‘τέτταρες μὲν καὶ ταὶ σο‐ φίας ἐπιβάθραι, ἀριθμητικὰ μωσικὰ γεωμετρία σφαι‐
10ρικ, αʹ βʹ γʹ δʹ τεταγμέναι.‘ καὶ Κλεινίας δὲ ὁ Ταραντῖ‐ νος· ‘ταῦτα γὰρ ἄρα μένοντα μέν, φησίν, ‘ἀριθμητι‐ κὰν καὶ γεωμετρίαν ἐγέννασεν, ἐκκινηθέντα δὲ ἁρ‐ μονίαν καὶ ἀστρονομίαν.‘ κατὰ μὲν οὖν τὴν μονάδα ἡ ἀριθμητικὴ εἰκότως θεωρεῖται πρῶτον· συναναιρεῖ γὰρ τὰς
15ἄλλας ἑαυτῇ καὶ συνεπιφέρεται δὲ ἐκείναις, οὐκ ἔμπαλιν δέ, ὥστε ἀρχεγονωτέρα καὶ μήτηρ αὐτῶν, καθὰ καὶ ἡ μονὰς πρὸς τοὺς μετ’ αὐτὴν ἀριθμοὺς ἔχουσα φαίνεται. ἀλλὰ καὶ ἀριθμοῦ πᾶν εἶδος καὶ πᾶν ἰδίωμα καὶ παρακολούθημα ἐν τῇ μονάδι πρώτιστα ὡς ἐν σπέρματι ὁρᾶται· ἔστι γὰρ ποσόν τι ἡ μο‐
20νὰς καὶ καθ’ ἑαυτό γε θεωρούμενον καὶ μονώτατον περαῖνον καὶ ἀληθῶς ὁρίζον· σὺν γὰρ ἑτέρῳ μόνον οὐκ ἄν ποτε εἴη τι.
κατὰ δὲ τὴν δυάδα· ἑτερότητος γὰρ πρωτίστη ἔννοια ἐν δυάδι·21
Theol Ar
.

22

πρὸς ἕτερον δέ πως ἡ μουσικὴ φαίνεται, σχέσις πως οὖσα καὶ ἁρμονία τῶν ἀνομοίων πάντη καὶ ἐν ἑτερότητι· κατὰ δὲ τὴν τριάδα γεωμετρική, οὐ μόνον ὅτι περὶ τὸ τριχῆ διαστατὸν καὶ τὰ τούτου κατασχολεῖται μέρη καὶ εἴδη, ἀλλ’ ὅτι καὶ ἴδιον
5τοῦ διδασκάλου τούτου, τὰς ἐπιφανείας, ἃς δὴ χροιὰς ἔφασκον, γεωμετρίαν περαινούσας ὀνομάζειν ἀεί, ὡς δὴ τῆς γεωμετρίας περὶ τὸ ἐπίπεδον πρώτιστα διαγινομένης, ἐπίπεδον δὲ τὸ στοι‐ χειωδέστατον ἐν τριάδι ἤτοι γωνιῶν ἢ πλευρῶν, ἀφ’ οὗ ὡς ἀπό τινος βάσεως ὡς ἐπὶ ἕν τι σημεῖον βάθους προσγενομένου
10πάλιν σωμάτων τὸ στοιχειωδέστατον πυραμὶς συνίσταται ὑπὸ τεσσάρων τῶν ἐλαχίστων ἤτοι γωνιῶν ἢ γραμμῶν καὶ αὐτὴ περιεχομένη, τρισὶν ἴσοις διαστήμασι καθαρμοσθεῖσα, μεθ’ ἃ οὐκέτι ἄλλο 〈τι〉 ἐν τῷ σώματι ὑπόκειται φύσει. καὶ ἡ σφαιρικὴ τῇ τετράδι ἐφαρμόζεται· σωμάτων γὰρ πάντων
15τελειότατόν τε καὶ τῶν ἄλλων μάλιστα περιεκτικώτατον φύσει καὶ μυρίοις ἑτέροις ὑπερφέρον τί ἐστιν ἡ σφαῖρα, τεσσάρων περιοχή τις οὖσα, κέντρου διαμέτρου περιφερείας ἐμβαδοῦ, ὅ ἐστιν ἀντιτυπίας. τοιαύτης δὲ οὔσης ἐπώμνυον δι’ αὐτῆς τὸν Πυθαγόραν οἱ ἄνδρες, θαυμάζοντες δηλονότι καὶ ἀνευφημοῦν‐
20τες ἐπὶ τῇ εὑρέσει, καθά που καὶ Ἐμπεδοκλῆς· ‘ο, μὰ τὸν ἁμετέρᾳ γενεᾷ παραδόντα τετρακτύν,
παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν.‘22
Theol Ar
.

23

ἀέναον γὰρ φύσιν τὴν δεκάδα ᾐνίττοντο τὴν οἱονεὶ ἀΐδιον καὶ αἰώνιον τῶν ὅλων φύσιν καὶ εἰδῶν ὑπάρχουσαν, καθ’ ἣν συνεπληρώθη καὶ πέρας τὸ ἁρμόζον καὶ περικαλλέστατον ἔσχε τὰ ἐν κόσμῳ. ῥιζώματα δ’ αὐτῆς τὰ μέχρι τετράδος,
5αʹ βʹ γʹ δʹ· πέρατα γὰρ ταῦτα καὶ οἱονεὶ ἀρχαί τινες τῶν ἀριθμοῦ ἰδιωμάτων, μονὰς μὲν ταὐτοῦ καθ’ αὑτὸ νοουμένου, δυὰς δὲ θατέρου καὶ τοῦ ἤδη πρὸς ἄλλο, τριὰς δὲ ἑκάστου τε καὶ περισσοῦ τοῦ κατ’ ἐνέργειαν, τετρὰς δὲ τοῦ ἐνεργείᾳ ἀρτίου· περισσοειδὴς γὰρ πολλάκις ἡμῖν ὤφθη ἡ δυὰς διὰ τὸ
10ἀρχοειδὲς οὔπω τῶν ἀρτίου καθαρῶν ἰδιωμάτων ἐπιδεκτικὴ οὖσα οὐδὲ τῶν ὑποδιαιρέσεων. ὅτι ἐν πρώτῃ τετράδι σωμά‐ τωσις ἐλαχίστη καὶ σπερματικωτάτη, εἴπερ καὶ στοιχειωδέστα‐ τον τῶν σωμάτων καὶ μικρομερέστερόν ἐστι τὸ πῦρ, αὐτοῦ δὲ τούτου σχῆμα ὡς σώματος πυραμὶς φερώνυμος διὰ τοῦτο
15ὑπὸ τεσσάρων τε βάσεων καὶ ὑπὸ τεσσάρων γωνιῶν μόνη περικλειομένη ἐστί· κἀκεῖθεν, πεισθείημεν ἄν, τέσσαρες ἀρχαὶ τοῦ κόσμου, εἴτε ὡς ἀϊδίου συνοχῆς εἴτε ὡς γεννητῆς συστάσεως, 〈ὡσ〉 προελέχθη, ὑφ’ οὗ, ἐξ οὗ, δι’ ὅ, πρὸς ὅ· θεὸς ἄρα καὶ ὕλη καὶ εἶδος καὶ ἀποτέλεσμα. ὅτι γὰρ καὶ τὰ τέσσαρα στοι‐
20χεῖα, πῦρ ἀὴρ ὕδωρ γῆ, καὶ αἱ τούτων δυνάμεις, θερμὸν ψυχρὸν ὑγρὸν ξηρόν, κατὰ τὴν τετράδος φύσιν ἐν τοῖς οὖσι διατέτακται, δῆλον. καὶ τὰ οὐράνια δὲ κατὰ ταύτην διακε‐
κόσμηται· τέτρασι γὰρ κέντροις, τῷ ὑπὲρ κορυφήν, τῷ κατὰ23
Theol Ar
.

24

ἀνατολήν, τῷ πρὸς ὀρθὰς ὑπὸ γῆν, τῷ πρὸς δύσιν· ἃ δὴ καὶ † ζωδιακὸς ἀπ’ ἀλλήλων τέτταρα φαίνεται, καὶ ἑτέρως τοῖς τέσσαρσι πέρασιν, ἀρκτικῷ, ἀνταρκτικῷ, ἑῴῳ καὶ ἑσπερίῳ, εἴς τε τὸν τῆς σφαιρώσεως αὐτῆς λόγον, κέντρῳ, ἄξονι, περιφε‐
5ρείᾳ, ἐμβαδῷ. ἀλλὰ καὶ τὰ λεγόμενα ἐννενηκονταμόρια τοῦ ζωδιακοῦ τμήματα, καθ’ ἃ διὰ τοῦ ἐκλειπτικοῦ ψαύει τροπι‐ κῶν τεσσάρων, θερινοῦ, χειμερινοῦ, ἰσημερινοῦ δὶς κεχιασμέ‐ νως κατὰ διάμετρον, τοσαῦθ’ ὑπάρχει· αἵ τε ἐν ἀλλήλαις καὶ δι’ ἀλλήλων ἐξαιρέτως μόνῳ συμβεβηκυῖαι οὐρανῷ κινήσεις
10τέσσαρες αἱ γενικαί, πρόσω μὲν διὰ τοῦ καθ’ ἕκαστον κλίμα μεσουρανήματος, * * * ἄνω δὲ διὰ τοῦ ἀναφερομένου ὑπὲρ τὸν ὁρίζοντα, κάτω δὲ διὰ τοῦ δυομένου. τέσσαρες δὲ καὶ αἱ λεγόμεναι ὧραι τοῦ ἔτους, ἔαρ θέρος μετόπωρον χειμών. τέσ‐ σαρα δὲ καὶ τὰ τῆς καθολικῆς κινήσεως σχεδὸν μέτρα, ὧν τὸ
15μέγιστον καὶ διηνεκὲς αἰὼν ἐκλήθη, τὸ δὲ καθ’ αὑτὸ καὶ κατ’ ἐπίνοιαν εὔληπτον χρόνος, τὸ δ’ ἔτι ὑποβεβηκὸς καὶ τρόπον τινὰ ἐν καταλήψει αἰσθητῇ ἡμῖν πεφυκὸς καιρός, τὸ δὲ βραχυ‐ τάτης διαστάσεως καὶ παρεκτάσεως μετέχον ὥρα· καὶ ἑτέρως ἔτος, μήν, νύξ, ἡμέρα. τούτοις δʹ ἀνάλογα καὶ κατὰ τὴν κοσ‐
20μικὴν συμπλήρωσιν, ἄγγελοι δαίμονες ζῶα φυτά, συμπληροῖ24
Theol Ar
.

25

τὸ πᾶν. τέσσαρσι δὲ τρόποις καὶ αὐτὰς τὰς κινήσεις διακρί‐ νουσι, προποδισμῷ, ἀναποδισμῷ, στηριγμοῖς δυσί, προτέρῳ καὶ δευτέρῳ. καὶ ἐν τοῖς ζώοις δὲ αἰσθήσεις τέσσαρες ὡρισ‐ μέναι καταλαμβάνονται, τῆς ἁφῆς κοινῆς ὑποβεβλημένης ἁπα‐
5σῶν καὶ διὰ τοῦτο τόπον ἢ ὄργανον μόνης εὔτακτον οὐκ ἐχούσης. καὶ φυτῶν δὲ τὰ μὲν δένδρα, τὰ δὲ θάμνοι, τὰ δὲ λάχανα, τὰ δὲ πόα. καὶ γένη δὲ ἀρετῶν τέσσαρα, φρόνησις μὲν πρώτη τῆς ψυχῆς, κατ’ αὐτὴν δὲ εὐαισθησία σώματος καὶ εὐτυχία ἐν τοῖς ἐκτός, δευτέρα σωφροσύνη περὶ ψυχήν,
10ὑγεία δὲ περὶ σῶμα, εὐδοξία δὲ ἐν τοῖς ἐκτός, τρίτη δὲ κατὰ τὴν αὐτὴν τάξιν ἀνδρεία, ἰσχύς, δυναστεία, καὶ τετάρτη δι‐ καιοσύνη, κάλλος, φιλία. καὶ μὴν καὶ ὧραι, ὥσπερ ἔτους. οὕτω δὴ καὶ ἀνθρώπου τέσσαρες, παῖς νεανίας ἀνὴρ γέρων. ἀλλὰ καὶ τὰ ἐν ἀριθμῷ στοιχειωδέστατα ἰδιώματα τέσσαρα.
15ταὐτὸν ἐν μονάδι, ἕτερον ἐν δυάδι, χροιὰ ἐν τριάδι, σῶμα ἐν τετράδι. ὅτι καὶ ὁ ἄνθρωπος εἰς τέσσαρα διαιρεῖται. κεφαλὴν θώρακα πόδας καὶ χεῖρας. καὶ τέσσαρες ἀρχαὶ τοῦ λογικοῦ ζώου, ὥσπερ καὶ Φιλόλαος ἐν τῷ Περὶ φύσεως λέγει, ἐγκέ‐ φαλος καρδία ὀμφαλὸς αἰδοῖον· ‘ἐγκέφαλος μὲν νόου,
20καρδία δὲ ψυχᾶς καὶ αἰσθήσιος, ὀμφαλὸς δὲ ῥιζώ‐ σιος καὶ ἀναφύσιος τοῦ πρώτου, αἰδοῖον δὲ σπέρμα‐ τος [κα] καταβολᾶς τε καὶ γεννήσιος. ἐγκέφαλος δὲ
〈σαμαίνει〉 τὰν ἀνθρώπω ἀρχάν, καρδία δὲ τὰν25
Theol Ar
.

26

ζώου, ὀμφαλὸς δὲ τὰν φυτο, αἰδοῖον δὲ τὰν ξυνα‐ πάντων· πάντα γὰρ ἀπὸ σπέρματος καὶ θάλλοντι καὶ βλαστάνοντι.‘ ὅτι εἰ καὶ πλῆθος ἐν τριάδι πρῶτον ὤφθη, ἀλλ’ οὖν οὔτε σωρεία ἐπινοηθῆναι ἄνευ τετράδος δύναται,
5καθ’ ἣν καὶ ἡ πυραμὶς φύσει ἐν ἀλληλουχουμένοις λαμβάνει τὸ δυσδιάλυτον σχῆμα δυσδιαλύτου σώματος, πλήθους δὲ ἐπί‐ τασις ὁ σωρός πως καὶ βιαιότερος ἢ κατὰ τὴν τριάδα. ἀμέλει κατὰ τὸ Σόλωνος ἀπόφθεγμα τὸ ‘τέλος ὁρᾶν μακροῦ βίου‘ δυνατὸν ἐκδέξασθαι παρὰ τῷ ποιητῇ τοὺς μὲν ἔτι ζῶντας
10τρὶς μόνον ἐπ’ εὐδαιμονίᾳ μακαριζομένους, ἀδήλου τοῦ τῆς μεταπτώσεως καὶ μεταβολῆς ἔτι ὑπάρχοντος, τοὺς δὲ τεθνεῶ‐ τας βεβαίως ἔχοντας τὸ εὔδαιμον καὶ μεταβολῆς ἐκτὸς τελειό‐ τερον τετράκις· λέγει γὰρ ἐπὶ μὲν τοῦ ζῶντος· ‘τρισμάκαρ Ἀτρείδη‘ μόνον, ἐπὶ δὲ τῶν ἄριστα μετηλλαχότων ‘τρισμά‐
15καρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ ὄλοντο‘. τὸ γὰρ κατὰ φύσιν πλῆθος καὶ σωρείαν παρασχεῖν δυνάμενον τοῦθ’ ὑπάρχει, εἴπερ καὶ τελειότητος εἴδη τέσσαρα ἀνάλογα καὶ ὁμο‐ ταγῆ τοῖς τέτρασι τελείοις ἀριθμοῖς, οἳ συνίστανται ἐντὸς δε‐ κάδος ἴσοι κατὰ πρόβασιν τοῖς ἀπὸ μονάδος συνεχέσι, μέχρις
20ἂν εἰς τετράδα ἡ προκοπὴ ἔλθῃ. πρῶτον μὲν γὰρ ἀσύνθετον
αὐτὴ ἡ μονὰς τελειότητος τρόπον τινὰ ἔχουσα ἐν τῷ πάντ’26
Theol Ar
.

27

ἔχειν δυνάμει ἐν ἑαυτῇ καὶ μηδενὸς προσδεῖσθαι, παρεκτικὴ δὲ ἄλλως καὶ εἰδοποιὸς ὑπάρχει τοῖς ἄλλοις ἅπασι κατὰ πάσας διαφορῶν παραλλαγάς· εἰ γὰρ καὶ ἔστι τι τέλειον εἶδος τὸ τοῖς ἑαυτοῦ μέρεσιν ἴσον, μέρος δὲ ἡ μονὰς οὐκ ἔχει, ὅλη δέ ἐστιν
5ἑαυτῇ ἴση, τελεία ἂν καὶ αὐτὴ εἴη. δεύτερον δὲ μονάδι καὶ δυάδι ἴση καὶ συνεχής γε ἐξαιρέτως ἡ τριάς, ἄλλως οὖσα καὶ αὐτὴ τελεία, ὅτι ἀρχὴν καὶ μέσον καὶ τέλος μονωτάτη ἔχει. τρίτον δὲ τὸ ἓν καὶ δύο καὶ τρία οὐκέτι συνεχὴς ἡ ἑξὰς ἴση ὑπάρχει τρόπῳ τινὶ τελεία, τοῖς γὰρ ἑαυτῆς μέρεσιν ἴση πρώτη
10ὑπάρχει, ἡμίσει τρίτῳ ἕκτῳ. τέταρτον δὲ τὸ αʹ βʹ γʹ δʹ ἡ δεκάς, πολὺ μᾶλλον οὐ συνεχής, τὴν τελειότητα ἑτέρῳ τινὶ παρὰ τούτους τοὺς τρόπους κεκτημένη· μέτρον γὰρ καὶ τέλειος ὅρος παντὸς αὕτη ἀριθμοῦ, καὶ οὐκέτι μετ’ αὐτὴν οὐδὲ εἷς φυσι‐ κός, ἀλλὰ πάντες δευτερωδούμενοι καὶ ἐπ’ ἄπειρον παλινω‐
15δούμενοι κατὰ μετοχὴν αὐτῆς. τετρακτὺς ἄρα τις καὶ ἡ τῶν ἐντὸς δεκάδος τελείων αὕτη διαφορά. μή τι καὶ τούτου χάριν μέγισται μὲν καὶ ὡσανεὶ τελειότεραι περίοδοι τριταῖαί τε καὶ τεταρταῖαι καὶ εὐσημόταται τυγχάνουσι, μείζων δὲ καὶ βεβαιο‐ τέρα καὶ διὰ τοῦτο καὶ δυσαπονιπτοτέρα ἡ τεταρταία διὰ τὴν
20τοῦ τέσσαρα ἀριθμοῦ ἑδραιότητα πάντα πυραμι〈δι〉κῶς κατα‐27
Theol Ar
.

28

λαμβανομένην εἰς εὐσταθεῖς βάσεις. διὸ καὶ τὸν Ἡρακλέα τοιοῦτον ἀκλινῆ γεγονότα τετράδι γεγεννῆσθαί φασι. τετρά‐ γωνοι δὲ καὶ οἷον οὐκ εὔσειστοι ἐν τῷ καταφρονεῖν κατὰ τὰ αὐτὰ τῷ τοιούτῳ ἀναπλασσομένῳ Ἑρμῇ. ἐπεὶ δὲ μονάδος ἀνὰ
5μέσον καὶ ἑβδομάδος κυβικῶν χωρίων κυβικὸς ὁ δʹ, εἰκότως, κρισίμου μάλιστα τῆς ἑβδομάδος ἐν τοῖς ἀρρωστήμασιν οὔσης, ἐπιδηλότερον οἱ ἰατροί, καθάπερ Ἱπποκράτης, τὴν τετράδα λέ‐ γουσι κοινωνοῦσαν ὁλοσχερέστερόν πως τῇ ἑβδομάδι ἐν τῇ διὰ πάντων ἐνεργείᾳ, εἴτε καὶ ἄλλως συναπτομένη τῇ ἑβδομάδι
10δεκάδα ἀποτελεῖ τετάρτην κυβικῆς τετάρτης χώρας παρεκτικήν. ὅτι Αἰόλου φύσιν ἐπωνόμαζον τὴν τετράδα τὸ ποικίλον ἐμ‐ φαίνοντες τῆς οἰκειότητος. καὶ ὅτι οὐκ ἄνευ ταύτης ἡ καθο‐ λικὴ διακόσμησις, διὸ καὶ κλειδοῦχόν τινα τῆς φύσεως αὐτὴν πανταχοῦ ἐπωνόμαζον. τὸν Αἴολον δέ φησιν ἡ ποίησις
15φορικοὺς ἐκπορίζειν ἀνέμους, ὃς καὶ Ἱπποτάδης προσηγο‐ ρεύθη ἀπὸ τῆς ταχυτῆτος τῶν ἐπιτελούντων αὐτὸν ἄστρων καὶ διὰ τοῦ ἀδιαλείπτου δρόμου· ἔστι γὰρ Αἴολος ὁ ἐνιαυτὸς διὰ τὴν τῶν κατ’ αὐτὸν φυομένων ποικιλίαν. πάλιν δὲ Ἡρακλέα παρὰ τὴν αὐτὴν τοῦ ἔτους ἔννοιαν τὴν τετράδα
20καλοῦσι, χρονιότητος οὖσαν παρεκτικήν, εἴπερ 〈δʹ〉 αἰὼν χρό‐
νος καιρὸς ὥρα, ἔτι 〈ἔτοσ〉 μὴν [ὥρα] νὺξ 〈ἡμέρα, καὶ〉 ὄρ‐28
Theol Ar
.

29

θρος μεσημβρία ἑσπέρα νύξ. ὅτι τετράδα κατ’ ἐναλλαγὴν τοῦ λ πρὸς τὸ ρ τετλάδα νομίζουσιν εἰρῆσθαι τὴν ὑπομείνασαν, καθάπερ ἡ αὐτῆς πλευρὰ τὴν πρώτην ἀπὸ μονάδος ἀπόστα‐ σιν· τὰς γὰρ πάσας ἀποστάσεις ἤτοι τὰς τρεῖς ὑπέστη, ὧν πε‐
5ραιτέρω οὐκέτι εἰσίν. ἐτίμων δὲ αὐτὴν οἱ Πυθαγόρειοι ὡς δε‐ κάδος γεννητικήν. καλεῖται δὲ αὐτή, ὥς φησιν ὁ Ἀνατόλιος, δικαιοσύνη, ἐπεὶ τὸ τετράγωνον τὸ ἀπ’ αὐτῆς, τουτέστι τὸ ἐμβαδόν, τῇ περιμέτρῳ ἴσον· τῶν μὲν γὰρ πρὸ αὐτῆς ἡ περί‐ μετρος τοῦ ἐμβαδοῦ τοῦ τετραγώνου μείζων, τῶν δὲ μετ’ αὐτὴν
10ἡ περίμετρος τοῦ ἐμβαδοῦ ἐλάττων, ἐπ’ αὐτῆς δὲ ἴση. πρώτη ἡ τετρὰς ἔδειξε τὴν τοῦ στερεοῦ φύσιν· σημεῖον γάρ, εἶτα γραμμή, εἶτα ἐπιφάνεια, εἶτα στερεόν, ὅ τι σῶμα. πρῶτος ἀρ‐ τιάκις ἄρτιος, πρῶτος ἐπίτριτος τῆς πρώτης ἁρμονίας τῆς διὰ τεσσάρων, ἴσα πάντα ἐπ’ αὐτοῦ, ἐμβαδὸν γωνίαι πλευραί.
15κλίματα τέσσαρα, σημεῖα τέσσαρα, ἀνατολικὸν δυτικὸν με‐
σουράνημα ὑπὸ γῆν καὶ ὑπὲρ γῆν· ἄνεμοι οἱ πρῶτοι δʹ.29
Theol Ar
.

30

ἄλλοι τὰ ὅλα διακοσμηθῆναί φασιν ἐκ τεσσάρων, οὐσίας σχήματος εἴδους λόγου. οὐ μόνον δὲ τὸν τοῦ σώματος ἐπέχει λόγον τετράς, ἀλλὰ καὶ τὸν τῆς ψυχῆς· ὡς γὰρ τὸν ὅλον κόσ‐ μον φασὶ κατὰ ἁρμονίαν διοικεῖσθαι, οὕτω καὶ τὸ ζῶον ψυ‐
5χοῦσθαι. δοκεῖ δὲ καὶ τελεία ἁρμονία ἐν τρισὶ συμφωνίαις ὑφεστάναι, τῇ διὰ τεσσάρων, ἥτις ἐν ἐπιτρίτῳ κεῖται λόγῳ, τῇ διὰ πέντε ἐν ἡμιολίῳ, τῇ διὰ πασῶν ἐν διπλασίῳ. ὄντων δὲ ἀριθμῶν τεσσάρων τῶν πρώτων αʹ βʹ γʹ δʹ, ἐν τούτοις καὶ ἡ τῆς ψυχῆς ἰδέα περιέχεται κατὰ τὸν ἐναρμόνιον λόγον·
10ὁ μὲν γὰρ [τοῦ] δʹ τοῦ βʹ καὶ ὁ βʹ τοῦ αʹ διπλάσιος, ἐν ᾧ κεῖται ἡ διὰ πασῶν συμφωνία, ὁ δὲ γʹ τοῦ βʹ ἡμιόλιος περι‐ έχων αὐτὸν καὶ τὸ ἥμισυ, ἐν ᾧ ἡ διὰ πέντε συμφωνία, ὁ δὲ δʹ τοῦ γʹ ἐπίτριτος, ἐν ᾧ ἡ διὰ τεσσάρων συμφωνία. εἰ δὲ ἐν τῷ δʹ ἀριθμῷ τὸ πᾶν κεῖται ἐκ ψυχῆς καὶ σώματος, ἀλη‐
15θὲς ἄρα καί, ὅτι αἱ συμφωνίαι πᾶσαι κατ’ αὐτὸν τελοῦνται.
περὶ πεντάδος. Ἀνατολίου. Ὅτι ἡ πεντὰς πρώτη περιέλαβε τὸ τοῦ παντὸς ἀριθμοῦ εἶδος, ἤτοι τὸν βʹ τὸν πρῶτον ἄρτιον καὶ τὸν γʹ τὸν πρῶτον
περιττόν· διὸ καὶ γάμος καλεῖται ὡς ἐξ ἄρρενος καὶ θήλεος.30
Theol Ar
.

31

κέντρον ἐστὶ τῆς δεκάδος. τετραγωνιζομένη ἀεὶ περιέχει ἑαυτήν, πεντάκις γὰρ πέντε κεʹ· μηκυνομένη δὲ αὕτη καὶ τὸν τετράγωνον ὅλον περιέχει καὶ λήγει εἰς ἑαυτήν, πεντάκις γὰρ κεʹ ρκεʹ. σχήματα στερεὰ ἰσόπλευρα καὶ ἰσογώνια πέντε, τε‐
5τράεδρον, ὅ ἐστι πυραμίς, ὀκτάεδρον. εἰκοσάεδρον, κύβος, δω‐ δεκάεδρον· τὸ μὲν πυρὸς σχῆμά φησιν ὁ Πλάτων, τὸ δὲ ἀέρος, τὸ δὲ ὕδατος, τὸ δὲ γῆς, τὸ δὲ παντός. ὅτι οἱ πλανώμενοι πέντε ἐκτὸς ἡλίου καὶ σελήνης. τὸ ἀπὸ τοῦ εʹ πρῶτον τε‐ τράγωνον ἴσον δυσὶ τετραγώνοις τῷ τε ἀπὸ τῶν τριῶν καὶ
10τῷ ἀπὸ τῶν δʹ. λέγεται τετράχορδος ἐκ πρώτου ἀρτίου εἶναι καὶ πρώτου περισσοῦ, κατὰ τὸν εʹ νοεῖται συμφωνία γεωμετρική. ἔτι, ἂν καθ’ ὁποιανοῦν σύνθεσιν τὸν δέκα συνθῇς, μέσος εὑρεθήσεται ὁ εʹ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, οἷον θʹ καὶ αʹ, ηʹ καὶ βʹ, ζʹ καὶ γʹ, ϛʹ καὶ δʹ· ἐξ ἑκάστης γὰρ συν‐
15θέσεως ὁ ιʹ ἀποτελεῖται καὶ μέσος εὑρίσκεται ὁ εʹ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δηλοῖ τὸ διάγραμμα. ὅτι ἡ πεντὰς πρώτη μεσότητος τῆς ἀρίστης καὶ φυσικωτάτης ἐμφαντικὴ κατὰ διάζευξιν ἀμφοτέροις πέρασι τοῦ φυσικοῦ ἀριθμοῦ, μο‐
νάδι μὲν ὡς ἀρχῇ, δεκάδι δὲ ὡς τέλει, συνεζευγμένη τῇ δυάδι,31
Theol Ar
.

32

ὥσπερ γὰρ ἓν πρὸς βʹ, οὕτω εʹ πρὸς ιʹ, καὶ ἀνάπαλιν ὡς ιʹ πρὸς εʹ, οὕτω βʹ πρὸς αʹ, παραλλάξ τε, ὡς ιʹ πρὸς βʹ, εʹ πρὸς αʹ καὶ ὡς βʹ πρὸς ιʹ, αʹ πρὸς εʹ· τό τε ὑπὸ τῶν ἄκρων ἴσον τῷ ὑπὸ τῶν μέσων ἀκολούθως τῇ γεωμετρικῇ ἀναλογίᾳ· τὸ γὰρ
5δὶς εʹ ἴσον τῷ ἅπαξ ιʹ. [ὅτι δὲ ἄρχεται μὲν ἀπὸ μονάδος, τελειοῦται δὲ ὁ ἀριθμὸς εἰς δέκα, λεχθήσεται προιοῦσιν.] ἀντιπεπονθότως ἄρα τὸν τοῦ ἡμίσους λόγον ἐν πρωτίστῃ τῇ πεντάδι πρὸς τὸ μεῖζον ἄκρον ἔχομεν ἰδεῖν, καθάπερ ἐν τῇ δυάδι πρὸς τὸ ἔλαττον· διπλάσια μὲν γὰρ τοῦ αʹ τὰ βʹ, ἡμίσεα
10δὲ τοῦ ιʹ τὰ εʹ. διόπερ μάλιστα συλληπτικὴ τῶν ἐν κοσμικῇ φύσει φαινομένων. ὅτι ἄρα κατὰ μὲν τὴν δεκάδα ὁ πᾶς κόσμος ἠνύσθαι καὶ κατακεκλεῖσθαι ἐφάνη, πολλάκις ἡμῖν λόγος. κατὰ δὲ τὴν μονάδα ἐρριζῶσθαι, καὶ κίνησιν μὲν κατὰ δυάδα ἐσχηκέναι, φύσιν δὲ ζωότητος κατὰ πεντάδα, οὖσαν ἄλλως καὶ
15προσεχεστάτως καὶ μόνον μέρος τῆς δεκάδος, εἴπερ αὐτῇ μὲν τὸ ἀντίζυγον ἀναγκαίως ἀκολουθεῖ, τὸ δὲ ὁμώνυμον τῇ δυάδι. πέντε οὖν καὶ τὰ καθόλου στοιχεῖα τοῦ παντός, γῆ ὕδωρ ἀὴρ πῦρ αἰθήρ. πέντε δὲ καὶ τὰ τούτων σχήματα, τετράεδρον ἑξά‐ εδρον ὀκτάεδρον δωδεκάεδρον εἰκοσάεδρον, ὧν ἡ συγκορύφωσις
20πάλιν τῶν βάσεων εἰς τὸν πεντάδος διπλασιάζεται λόγον. πέντε δὲ καὶ οἱ παράλληλοι κατὰ τὸν οὐρανὸν κύκλοι, ἰσημερινὸς
καὶ οἱ παρ’ ἑκάτερα τούτου τροπικοί, θερινὸς καὶ χειμερινός.32
Theol Ar
.

33

ἀλλήλοις μὲν ἴσοι, δεύτεροι δὲ τῇ τοῦ μεγέθους συμμετρίᾳ, καὶ οἱ τούτων ἐφ’ ἑκατέρωθεν τὸ ἔξαρμα καὶ τὸ ἀντέξαρμα ὁρίζοντες, ἀρκτικός τε καὶ ἀνταρκτικός, μικρότατοι μὲν τῷ μεγέθει, ἀλλήλοις μέντοι καὶ αὐτοὶ ἴσοι. ὧν ἀναλόγως τῇ
5θέσει πέντε καὶ ἐπὶ γῆς ζῶναι ἐπινοοῦνται, κεκαυμένη μὲν ἰσημερινῷ, εὔκρατοι δὲ δύο τροπικοῖς δυσίν, ἴσαι δὲ αἱ 〈δύο〉 ἀοίκητοι ὑπὸ κρύους τῶν παρ’ ἑκάτερα πόλων. πέντε δὲ μόνοι ἐκτὸς ἡλίου καὶ σελήνης οἱ πλάνητες ἀστέρες ὑπάρχουσι. καὶ σελήνης φάσεις ὡς ἐπίπαν τοσαῦται, διχότομοι δύο, ἀμ‐
10φίκυρτοι δύο, πλησίφως μία. τινὲς δὲ ἀκριβέστερον ἀντὶ τῶν δύο διχοτόμων μηνοειδεῖς δύο τάσσουσι τῷ ἀριθμῷ τῶν φάσεων τὸ γὰρ διχότομον οὐχ ὡς ἀληθῶς συμβαίνειν τῇ σελήνῃ τότε, ὅτε νομίζεται, ἀλλὰ μόνον φαίνεσθαι, κατὰ γραμμικὴν δὲ ἀπόδειξιν πλεῖον δεῖ πάντως εἶναι τοῦ φαινομένου τὸ πεφω‐
15τισμένον, ἔλαττον δὲ τὸ ἀφώτιστον, εἴπερ τῆς ἡλιακῆς σφαίρας μικροτέρα ἡ σεληνιακή, τῆς δὲ τοιαύτης πλέον ἀεὶ τοῦ ἡμίσους λάμπεται, ἵνα καὶ τὸ ἀπορρέον αὐτῆς σκίασμα κωνοειδὲς ἀποτελῆται, τὸ δὲ ἐπὶ θάτερα ἀντεκβαλλόμενον ἐπ’ εὐθὺ τῶν τοῦ κώνου εὐθειῶν καλαθοειδὲς σχῆμα ᾖ· κοινὴν δὲ ἀμφοῖν
20βάσιν ἡ τὸ πεφωτισμένον καὶ ἀφώτιστον διορίζουσα κυκλικὴ γραμμὴ περιγράφει. πέντε δὲ καὶ τῶν τὰ κοσμικὰ κέντρα ἀποτελουσῶν εὐθειῶν ψαύσεις· δῆλον γάρ, ὅτι διάμετροί εἰσιν
αὗται δύο, αἵπερ καὶ μέγισται, πρὸς ὀρθὰς ἀλλήλας τέμνουσαι·33
Theol Ar
.

34

ἑαυτῶν οὖν καὶ τῆς οὐρανίας σφαίρας πενταχῆ ψαύουσι, καὶ ἑαυτῶν μὲν κατὰ κοσμικὸν κέντρον, τῆς δὲ σφαίρας κατὰ ταῦτα τὰ ὀνομασθέντα κέντρα. αἰσθητήρια τὰ τῶν τελειοτέρων ἤδη ζώων τοσαῦτα, κατὰ συγγένειαν καὶ ὁμοίαν τάξιν καὶ ὑπόβασιν
5τοῖς στοιχείοις. ἡ δὲ φύσις διὰ τοῦτο πενταχῆ τῶν ἡμετέρων μερῶν ἕκαστα κατὰ τὰ ἄκρα διέκρινε, ποδῶν λέγω καὶ χειρῶν, εἰς δακτύλους. πέντε δὲ καὶ σπλάγχνων εἴδη, νεφροὶ πνεύμων ἧπαρ σπλὴν καρδία. πέντε δὲ καὶ τῶν κατ’ ἐπιφάνειαν ὁλοσχερῶς ὁρωμένων μορίων εἴδη, κεφαλὴ χεῖρες θώραξ αἰδοῖα
10πόδες. πέντε δὲ καὶ ζώων γένη, ἐμπύρων ἐναερίων ἐγγείων ἐνύδρων ἀμφιβίων. ὅτι καὶ ἀνεικίαν προσηγόρευον τὴν πεντάδα, οὐ μόνον ἐπειδὴ τὸ πέμπτον καὶ κατ’ αὐτὸ τεταγμένον στοιχεῖον ὁ αἰθὴρ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον διατελεῖ, νείκους καὶ μεταβολῆς ἐν τοῖς ὑπ’ αὐτὸν ὑπαρχόντων ἀπὸ
15σελήνης μεχρὶ γῆς, ἀλλ’ ὅτι τὰ πρώτιστα διαφέροντα καὶ οὐχ ὅμοια τοῦ ἀριθμοῦ δύο εἴδη, ἄρτιον καὶ περιττόν, αὐτὸς ὡσ‐ ανεὶ ἐφίλωσε καὶ συνήρτησε σύστημα τῆς αὐτῶν γενόμενος συνόδου, καθάπερ καὶ ὁ αἰθὴρ ἑαυτοῦ τε φίλος διατελεῖ σχήματι καὶ οὐσίᾳ καὶ τοῖς ὁμοίοις τοῖς τε ἄλλοις ἅπασι
20τοῦ τοιούτου παρεκτικὸς εὑρίσκεται, παντοίαν περὶ τὰς δύο ἀρχὰς ἐπιδεδειγμένοις ἐναντιότητα. διὰ τοῦτο καὶ Μέγιλ‐
λος ἐν τῷ Περὶ ἀριθμῶν οὕτως αὐτὴν σεμνύνων φησίν·34
Theol Ar
.

35

ἁ δὲ πεντὰς ἀλλοίωσις, φάος, ἀνεικία· ἀλλοίωσις μέν, ὅτι τριχᾶ διαστὰν ἐς ταυτότητα τῆς σφαίρας ἤμειψε, κυκλικῶς κινήσασα καὶ φάος ἐνεργασαμένη, διόπερ καὶ φάος· ἀνεικία δὲ παρὰ τὴν πάντων προ‐
5διεστώτων σύστασιν καὶ ἕνωσιν καὶ διὰ τὴν τῶν δύο εἰδέων σύνοδον καὶ φίλωσιν.‘ ὅτι τῆς δικαιοσύνης ἐμφαντικωτάτη ἡ πεντάς, δικαιοσύνη δὲ πασῶν τῶν ἀρετῶν περιεκτική· ἡ γὰρ τὸ προσῆκον ἀποδιδοῦσα ἑκάστῃ καὶ τὴν ἐν τῇ ψυχῇ ἰσότητα κρατύνουσα αὕτη ἂν εἴη, ἰσότης δὲ ψυχῆς
10περὶ τὸ λογικὸν μόνον, ἀνισότης δὲ περὶ τὸ ἄλογον, ὑπεῖκον δὲ καὶ πειθόμενον τῷ λόγῳ. ἀλλὰ τὸ μὲν ἴσον ἀποίκιλον (ἑνὶ γὰρ τρόπῳ ἴσον), τὸ δὲ ἄνισον ποικιλώτατον (κατὰ πολλοὺς γὰρ τρόπους ἄνισον), καὶ τά γε πρώτιστα αὐτοῦ εἴδη δύο ἐστί, μεῖζόν τε καὶ ἔλαττον· καὶ τῆς ψυχῆς ἄρα τὸ
15μὲν ἴσον ἔσται, τὸ δὲ ἄνισον, ἴσον μὲν τὸ θεῖον καὶ λογικόν, ἄνισον δὲ τὸ θνητόν τε καὶ ἄλογον, αὐτοῦ δὲ τούτου μεῖζον μὲν τὸ θυμοειδές (ὑπέρζεσις γάρ ἐστι καὶ ὥσπερ ἀποθέσεως τοῦ περιττεύοντος ἔφεσις), ἔλαττον δὲ τὸ ἐπιθυμητικόν (ἐν‐ δεὲς γὰρ τῇ τοῦ ἐλλείποντος ὀρέξει), ἀλλ’ ὑπὸ τοῦ λογικοῦ
20κρατηθέντα πάντα καὶ ἰσότητος δι’ αὐτὸ μετασχόντα ἀρετὰς
κτᾶται, τὸ μὲν θυμοειδὲς ἀνδρείαν, τὸ δὲ ἐπιθυμητικὸν σω‐35
Theol Ar
.

36

φροσύνην. εἴ τις τοίνυν ἀριθμὸς ἰσάκις ἴσος ἐστίν, οὗτος δι‐ καιοσύνης εἰδοποιὸς καὶ ἐπιδεκτικὸς ἂν εἴη. πᾶς δὲ τετράγωνος ἰσάκις ἴσος ὑπάρχει, ἀλλ’ οὐ πᾶς μεσότητος δεκτικός, ἀλλὰ μόνος δηλονότι, ὃς ἂν περισσὸς ᾖ· καθόλου γὰρ ἀρτίου ἀριθμοῦ
5μεσότης οὐ φαίνεται· περισσῶν δὲ προσεχέστατος καὶ οἰκειό‐ τατος ἂν εἴη ὁ πυθμήν, εἰ καὶ τῶν αὐτοῦ λόγων ἐπιδεκτικοὶ οἱ μετ’ αὐτόν. ἐπιστημονικαὶ δὲ καὶ φιλόσοφοι ἀποδείξεις ἀεὶ τοῖς πυθμέσιν ἐλαχίστοις ἔτι καὶ εὐ〈λογίστοις καὶ εὐ〉πίστοις ἐπιχρῶνται καὶ ἐνορῶσιν αὐτοῖς ὡς ἐν παραδείγμασί τισι
10τὰ ὁμοιότατα τῶν ὁμογενῶν, οἷον διπλασίων μὲν ἀπείρων φύσει ὄντων ἐν δυάδι μᾶλλον πρὸς μονάδα, ἡμιολίων δὲ ἐν τριάδι πρὸς δυάδα· ὥστε ἡ τῆς δικαιοσύνης ἔννοια καὶ φύσις ἐν ἰσάκις ἴσῳ δεικνυμένη ἀριθμῷ, τουτέστιν ἐν τετραγώνῳ, ἐν ἀρτίῳ μὲν οὐκ ὀρθῶς δειχθείη 〈ἂν〉 μεσότητος ἀμοιροῦντι,
15ἀλλ’ ἐν περισσῷ δηλονότι καὶ τῶν περισσῶν ἐν πυθμενικωτάτῳ καὶ οἱονεὶ σπέρματι τῶν ἄλλων διὰ τὸ ἐπιστημονικόν· ἐν ἄρα πρωτίστῳ τῷ θʹ· οὗτος γὰρ καὶ ἀπὸ πρώτου περισσοῦ ἀριθμοῦ τοῦ γʹ πυθμὴν τετράγωνος συνίσταται τρὶς γʹ ὤν, πλευρικοῦ μεσότητα πρώτου ἔχοντος, τετράγωνος καὶ αὐτὸς μεσότητα
20πρῶτος ἔχων. τούτοις ἄρα ἐπιχειρητέον ἁρμόζειν τὸν περὶ36
Theol Ar
.

37

δικαιοσύνης λόγον ἀκολούθως τῷ Πυθαγορικῷ περὶ δικαιο‐ σύνης ὅρῳ, ὅς ἐστι· ‘δύναμις ἀποδόσεως τοῦ ἴσου 〈καὶ〉 τοῦ προσήκοντος, ἐμπεριεχομένη ἀριθμοῦ τετραγώ‐ νου περισσοῦ μεσότητι.‘ πρῶτον δὴ ἐκθετέον στιχηδὸν
5τοὺς μέχρι τούτου ἀριθμοὺς ἀπὸ μονάδος ἑξῆς, αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ, εἶτα συγκεφαλαιωτέον τὴν πάντων ὁμοῦ ποσότητα, καὶ ἐπεὶ ἐννεάχωρος ὁ στίχος, τὸ ἔννατον τοῦ συγκεφαλαιώ‐ ματος ζητητέον, εἴ τι φύσει πάρεστιν ἤδη τῶν ἐν τῷ στίχῳ ἀριθμῶν· εὑρήσομεν γὰρ αὐτῇ τῇ μεσότητι τοῦτο προσὸν μόνῃ·
10πεντὰς γάρ ἐστιν ἄλλο μήτε πλέον μήτε ἔλασσον ἔχουσά τι, καὶ τοῖς λοιποῖς περιποιητικὴ τοῦ τοιούτου αὐτὴ φανή‐ σεται, ὡς ἄν τις δικαιοσύνη οὖσα, κατ’ εἰκόνα τοῦ ὀργάνου τοῦ ζυγικοῦ· εἰ γὰρ τὸν στίχον ὑποθοίμεθα τοιοῦτόν τινα ὑπάρχειν ζυγικόν, τὴν δὲ μεσότητα τὸν εʹ ἀριθμὸν τὸ τρῆμα
15εἶναι τὸ τοῦ ἀορτοῦ, καταρρέποντα μὲν πάντα διὰ πλῆθος ἔσται τὰ πρὸς τῇ ἐννεάδι ἀπὸ ἑξάδος μέρη, ἀναρρέποντα δὲ τὰ πρὸς τῇ μονάδι ἀπὸ τετράδος δι’ ὀλιγότητα, τριπλάσια δὲ τὰ πλεονεκτοῦντα τῶν πλεονεκτουμένων σύνολα συνόλων, αὐτὴν δὲ τὴν εʹ, ὥσπερ τὸ τοῦ πήχεος τρῆμα, μηδετέρου μετέχουσαν.
20ἀλλ’ ἰσότητα μόνον καὶ ταυτότητα. κατὰ βραχὺ δὲ τὰ γειτνιῶντα37
Theol Ar
.

38

αὐτῇ καὶ ἐγγυτέρω γινόμενα ἔλαττον ἀεὶ καὶ ἔλαττον πλεονε‐ κτοῦντά τε καὶ πλεονεκτούμενα, ὥσπερ τὴν ἀπὸ τῶν ζυγικῶν πλαστίγγων κατὰ μικρὸν ὑποβαίνοντα τοῦ πήχεος ὡς πρὸς τὴν ἀορτήν· μήκιστον μὲν γὰρ ἀφέστηκεν ἡ ἐννεὰς καὶ μονάς,
5διὸ καὶ πλείστῳ πλεονεκτεῖ μὲν ἐννεάς, πλεονεκτεῖται δὲ μονάς, τετράδι ὅλῃ· βραχὺ δὲ τούτων ἐνδοτέρω ὀγδοὰς καὶ δυάς, διὸ καὶ βραχὺ ἐλάττονι πλέον μὲν ὀγδοάς, ἔλαττον δὲ δυὰς ἔχει· τριάδα γάρ· εἶθ’ ἑξῆς τούτοις ἑβδομάς τε καὶ τριάς, διὰ τοῦτο τῇ ἑξῆς ποσότητι ἐλαττοῦται μὲν τριάς, πλεονάζει δὲ ἑβδομάς·
10δυάδι γὰρ ἐνδοτέρω· ἐνδοτέρω δὲ τούτων καὶ προσεχῶς τῇ πεντάδι, ὡσανεὶ τῇ ἀορτῇ, τετράς τε καὶ ἑξὰς τῷ ἐλαχίστῳ πλεονεκτοῦσα· ἐλάττων γὰρ τούτου ἀριθμὸς οὐκέτι νοεῖται. ἀναρτῳμένου δὲ τοῦ πήχεος, τὰ μὲν πλέον ἔχοντα πλεονεκτοῦ‐ σαν καὶ τὴν πρὸς αὐτὴν γωνίαν ἀπεργάζεται καὶ τὴν ἑαυτῶν
15πρὸς τὴν ἀορτήν, τὰ δὲ ἔλαττον ὀλιγεκτοῦσαν καθ’ ἑκάτερον· πλεονεκτοῦσα δὲ γωνία ἡ ἀμβλεῖά ἐστι, τὸν ἰσότατον λόγον τῆς ὀρθῆς ἐχούσης. ἐπεὶ δὲ ἐπίσης μὲν ἐν ἀδικίᾳ οἵ τε ἀδικού‐ μενοι οἵ τε ἀδικοῦντες ὡς ἐν ἀνισότητι ἐπίσης τό τε μεῖζον τό τε ἔλαττον, ἀδικώτεροι 〈δὲ〉 ὅμως οἱ ἀδικοῦντες τῶν ἀδικου‐
20μένων (οἱ μὲν γὰρ κολάσεως, οἱ δὲ ἐπισώσεως καὶ βοηθείας δέονται), τὰ κατὰ ἀμβλεῖαν ἄρα ἀφιστάμενα γωνίαν περί τε τῷ ζυγῷ καὶ ἐν τῷ ἀριθμητικῷ ὑποδείγματι πλέον ἀποστή‐
σεται τοῦ μέσου, ὅπερ ἐστὶ τῆς δικαιοσύνης, μᾶλλον ἀεὶ38
Theol Ar
.

39

καὶ μᾶλλον, τουτέστι τὰ πλεονεκτοῦντα, προσδραμεῖται δὲ καὶ προσπελάσει ἔτι καὶ ἔτι ἀεὶ τὰ κατ’ ὀξεῖαν, καὶ οἱονεὶ ἀδικούμενα ἀεὶ ἐν τῷ πλεονεκτεῖσθαι τὰ μὲν κάτω καὶ εἰς φθόρον καὶ εἰς κακίας βαπτισμὸν οἰχήσεται, τὰ δὲ ἄνω καὶ
5ὡς εἰς θεὸν προσφεύγοντα ἀναρρέψει τιμωρίας καὶ ἀπισώσεως δεόμενα. εἰ γοῦν δεήσει σὺν παντὶ τῷ πήχει καὶ τῷ ἀριθμη‐ τικῷ ἐκθέματι τούτῳ ἰσότητα ἐγγενέσθαι, πάλιν τὸ τοιοῦτον κατὰ πεντάδος μετοχὴν ὡσανεὶ δικαιοσύνης τινὸς οὔσης μηχα‐ νηθήσεται· ἤτοι γὰρ τὰ ἀπὸ τῶν πλεονεκτούντων τεταγμένα
10πέμπτα ἀφαιρεθέντα αὐτῶν εἰ προστεθείη τοῖς πλεονεκτουμέ‐ νοις, τὸ ζητούμενον ἀπεργάζεται· ἤτοι κατὰ διορισμὸν καὶ ἀντιπεπονθυῖαν διαστολὴν τὴν πεντάδα ἀπὸ μὲν τοῦ μήκιστον ἀφεστῶτος πλεονέκτου τὸ τοῦ ἑτέρου μέρους ἐλάχιστον ἀπέχον πλεονεκτούμενον 〈ἀπολαβεῖν καὶ προσθεῖναι τῷ μήκιστον
15ἀπέχοντι〉, ὅ ἐστι τὸ ἕν, πρὸς ἀπίσωσιν ἀπολαβεῖν τὰ δʹ ἀπὸ 〈τοῦ〉 θʹ καὶ προσθεῖναι τῷ ἑνί, ἀπὸ δὲ τοῦ ηʹ τὰ γʹ, ἃ προσθήκη τῷ βʹ ἔσται, ἀπὸ δὲ τοῦ ζʹ τὰ βʹ, ἃ τῷ γʹ πρόσκει‐ ται, ἀπὸ δὲ τοῦ ϛʹ τὸ αʹ, ὅ ἐστι τῷ δʹ προσθήκη εἰς ἀπίσω‐ σιν, καὶ πάντα ἐπίσης τά τε κολασθέντα ὡς πλεονεκτικὰ καὶ
20τὰ ἐπανορθωθέντα ἀπισώσει ὡς ἠδικημένα ὁμοιωθήσεται τῇ τῆς δικαιοσύνης μεσότητι· ἀνὰ εʹ γὰρ ἅπαντα ἔσται· μόνη γὰρ αὕτη ἀναφαίρετός τε καὶ ἀπρόσθετος διαμένει, ὡς ἂν μήτε πλέον μήτε ἔλασσον, ἀλλὰ καὶ τὸ προσῆκον καὶ ἐπιβάλλον φύσει μόνη
ἔχουσα. καὶ τῷ σχήματι δὲ οἱ τοὺς τῶν γραμμάτων χαρακτῆρας39
Theol Ar
.

40

πρῶτοι τυπώσαντες, ἐπεὶ τὸ θʹ τοῦ ἐννέα σημαντικὸν ὑπάρ‐ χει, μεσότης δὲ αὐτοῦ ὡς τετραγώνου τὸ εʹ, τὸ δὲ μέσον ἐν ἑκάστῳ σχεδὸν κατὰ τὸ ἥμισυ ὁρᾶται, ἥμισυ τοῦ θʹ γράμ‐ ματος τυποῦσθαι τὸ εʹ ἐπενόησαν, ὡς διχοτόμημα τοῦ θʹ, καθὰ
5καὶ τὸ τοῦ οʹ. τούτῳ δὴ τῷ τρόπῳ τῆς δικαιοσύνης τῷ εʹ ἀριθμῷ δικαιότατα ἐνοφθείσης καὶ τῆς τοῦ στίχου ἀριθμητι‐ κῆς εἰκόνος ζυγῷ τινι οὐκ ἀπιθάνως εἰκασθείσης, τὸ παράγ‐ γελμα τοῖς γνωρίμοις ἐν συμβόλου σχήματι ὁ Πυθαγόρας ἐνεποιήσατο ‘ζυγὸν μὴ ὑπέρβαινε‘, τουτέστι δικαιοσύνην.
10τριῶν δὲ ὄντων τῶν ζωοποιητικῶν κατὰ τοὺς φυσικοὺς μετὰ τὴν σωμάτωσιν, φυτικοῦ ψυχικοῦ λογικοῦ, καὶ τοῦ μὲν λογικοῦ κατὰ μὲν ἑβδομάδα τασσομένου, τοῦ δὲ ψυχικοῦ καθ’ ἑξάδα, τὸ φυτικὸν ἀναγκαίως κατὰ τὴν πεντάδα πίπτει, ὥστε καὶ ἀκρότης τις ἡ ἐλαχίστη τῆς ζωότητος ἡ πεντάς· γενέσεων μὲν
15γὰρ ῥίζα πασῶν ἡ μονάς, κίνησις δὲ ἐφ’ ἕν τι ἡ δυάς, ἐπὶ δὲ δεύτερον ἡ τριάς, ἐπὶ δὲ τρίτον καὶ τελειότερον ἡ τετράς, ἐπὶ δὲ τὴν πάντη πρόσθεσιν καὶ αὔξησιν ἡ πεντὰς κατὰ τὴν φυτικὴν τῆς ψυχῆς ἕξιν, ᾗ εὐθὺς καὶ τὸ αἰσθητικὸν γενικὸν παρέσπαρται. ὅτι Νέμεσιν καλοῦσι τὴν πεντάδα· νέμει γοῦν
20προσηκόντως τά τε οὐράνια καὶ θεῖα καὶ φυσικὰ στοιχεῖα τοῖς πέντε, τὰ πέντε σχήματα ταῖς κύκλῳ [ταῖς] κινήσεσι ταῖς τε σε‐
ληνιακαῖς καὶ τῶν λοιπῶν ἀστέρων, ἑσπερίᾳ ἀνατολῇ, ἑσπερίᾳ40
Theol Ar
.

41

δύσει, ἑῴᾳ ἀνατολῇ, ἑῴᾳ δύσει καὶ τῇ ἄνευ τούτων ἁπλῇ περιπολήσει· εἶτα τὰ κατ’ ἐπίκυκλον στηριγμοῖς δυσὶν ἢ προ‐ ποδισμῷ ἢ ἀναποδισμῷ, ὁμαλότητι μιᾷ τῇ κατὰ φύσιν· τοῖς τε φυτοῖς πενταμερὲς αὐτῶν τὸ ὁλοσχερὲς σύγκριμα· ῥίζα γὰρ
5καὶ πρέμνος καὶ φλοιὸς καὶ φύλλον καὶ καρπός· αἵ τε κατα‐ φοραὶ πέντε, ὑετοῦ χιόνος δρόσου χαλάζης πάχνης· ἀναφοραί τε πέντε, ἀτμὸς καπνὸς νέφος ὁμίχλη καὶ ὁ λεγόμενος τυφὼν ἀνεμώδης, ὅν τινες στρόβιλον ὀνομάζουσι· διὰ τοῦτο καὶ πεμπάδα αὐτὴν ὠνομάσθαι, ὅτι κατ’ αὐτὴν αἱ φοραὶ αὗται
10ἀναπέμπονται. διὰ δὲ τὸ ἰσοῦν τὰ ἄνισα καὶ πρόνοιαν ὀνομάζουσι καὶ δίκην οἷον δίχησιν καὶ Βουβάστειαν διὰ τὸ ἐν Βουβαστῷ τῆς Αἰγύπτου τιμᾶσθαι, καὶ Ἀφροδίτην διὰ τὸ ἐπιπλέκεσθαι ἀλλήλοις ἄρρενα καὶ θῆλυν ἀριθμόν. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ γαμηλία καὶ ἀνδρογυνία καὶ
15ἡμίθεος, οὐ μόνον ὅτι τοῦ δέκα θείου ὄντος ἥμισύ ἐστιν, ἀλλὰ καὶ ὅτι ἐν τῷ ἰδίῳ διαγράμματι ἐν τῷ κατὰ μέσον ἐνετέτακτο. καὶ δίδυμον, ὅτι τὴν δεκάδα διχάζει ἀδίχαστον ἑτέρως οὖσαν, ἄμβροτον δὲ 〈καὶ〉 Παλλάδα κατ’ ἔμφασιν τῆς πέμπτης οὐσίας καλοῦσι, καρδιᾶτιν δὲ κατ’ εἰκόνα τῆς
20ἐν τοῖς ζώοις καρδίας μέσης τεταγμένης.41
Theol Ar
.

42

ἐκ τοῦ περὶ πεντάδος λόγου δευτέρου τῆς
Ἀριθμητικῆς τοῦ Γερασηνοῦ Νικομάχο
υ. οἱ ἄνθρωποι ὅταν μὲν ἀδικῶνται, θεοὺς εἶναι θέλουσιν, ὅταν δὲ ἀδικῶσιν, οὐ θέλουσι· διόπερ ἀδικοῦνται, ἵνα θεοὺς
5εἶναι θέλωσιν· εἰ γὰρ μὴ θέλουσιν εἶναι θεούς, οὐ διαμενοῦ‐ σιν· εἰ τοῦ διαμένειν οὖν ἀνθρώπους αἴτιον τὸ θέλειν εἶναι θεούς, θέλουσι δέ, ὅταν ἀδικῶνται, τὸ δὲ ἀδίκημά ἐστι μὲν κακόν, ἀλλ’ ἐπὶ συμφέρον τι φύσεως, τὰ δ’ ἐπὶ συμφέρον τι φύσεως ἀγαθῶν ἔργα, φύσις δὲ ἀγαθή, ταὐτὸν καὶ πρόνοια.
10τὰ κακὰ ἄρα τοῖς ἀνθρώποις κατὰ πρόνοιαν γίνεται. τὰς δ’ ἀφορμὰς εἰκὸς καὶ τούτου παρ’ Ὁμήρου εἰληφέναι εἰπόντος· ‘καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων·
15ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν. αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ 〈ἑζέσθην,〉 Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν.
περὶ ἑξάδος. Ἀνατολίου. Ἡ ἑξὰς πρώτη τέλειος· τοῖς γὰρ αὑτῆς μέρεσιν ἀριθμεῖται,
20ἕκτον ἔχουσα, τρίτον καὶ ἥμισυ. τετραγωνιζόμενος περιέχει42
Theol Ar
.

43

ἑαυτόν· ἑξάκις γὰρ ἓξ λϛʹ· κυβιζόμενος δὲ ἑαυτὸν τετράγωνον οὐκέτι τηρεῖ· ἑξάκις γὰρ λϛʹ σιϛʹ· οὗτος δὲ τὸν μὲν ἓξ περι‐ έχει, τὸν δὲ λϛʹ οὐκ ἔχει. ἐξ ἀρτίου καὶ περισσοῦ τῶν πρώ‐ των, ἄρρενος καὶ θήλεος, δυνάμει καὶ πολλαπλασιασμῷ γίνε‐
5ται· διὸ καὶ ἀρρενόθηλυς καλεῖται. καὶ γάμος καλεῖται κυρίως, ὅτι οὐ κατὰ παράθεσιν ὡς ἡ πεντὰς γίνεται, ἀλλὰ πολλαπλασιασμῷ· ἔτι δὲ γάμος καλεῖται, ὅτι αὐτὸς τοῖς ἑαυ‐ τοῦ μέρεσίν ἐστιν ἴσος, γάμου δὲ ἔργον τὸ ὅμοια ποιεῖν τὰ ἔκγονα τοῖς γονεῦσι. κατὰ ἑξάδα πρῶτον συνέστη ἡ ἁρμονικὴ
10μεσότης, ληφθέντος πρὸς τὸν ϛʹ ἐπιτρίτου μὲν λόγου τοῦ ηʹ, διπλασίου δὲ τοῦ ιβʹ· τῷ γὰρ αὐτῷ μέρει ἤγουν τῷ τρίτῳ ὑπερέχει καὶ ὑπερέχεται ὁ ηʹ τῶν ἄκρων. καὶ ἀριθμητικὴ δὲ μεσότης κατὰ τὸν ϛʹ, ληφθέντος πρὸς αὐτὸν ἡμιολίου μὲν λό‐ γου τοῦ θʹ, διπλασίου δὲ τοῦ ιβʹ· τῷ γὰρ αὐτῷ ἀριθμῷ τὰ
15θʹ ὑπερέχει τοῦ ἄκρου καὶ ὑπερέχεται τῷ γʹ. ἔτι δὲ καὶ τὰ μέρη αὐτοῦ ἀναλογίαν τινὰ ἀριθμητικὴν ἔχει, οἷον αʹ βʹ γʹ.
ἔτι γεωμετρικὴ μεσότης ὁ ϛʹ, γʹ ϛʹ ιβʹ. ἔτι δὲ διαστάσεις σω‐43
Theol Ar
.

44

μάτων ἕξ. μετὰ δὲ τὴν πεντάδα τὸν ϛʹ εὐθὺς ἀριθμὸν ἐναρ‐ γεστέροις ἐσέμνυνον ἐγκωμίοις, ἐπιλογιζόμενοι δείγμασιν οὐκ ἀμφιβόλοις, κατ’ αὐτὴν ἐμψυχῶσθαι καὶ καθηρμόσθαι τὸν κόσμον, τυχεῖν τε ὁλότητος καὶ διαμονῆς ἐπιμελοῦς τε ὑγείας
5καὶ τὰ ζῶα καὶ τὰ φυτὰ συνόδῳ τε καὶ ἐπιγονῇ καὶ καλλονῆς καὶ ἀρετῆς καὶ τῶν τοιούτων. ἐπεχείρουν δὲ οὕτως ἐπάγον‐ τες· ἡ τῆς ἐξ ἀρχῆς ἀϊδίου ὕλης ἀκοσμία καὶ ὅσον ἐπ’ αὐτῇ ἀμορφία στέρησίς τε πάντων ἁπλῶς τῶν τρανωτικῶν, κατά τε ποιὸν καὶ ποσὸν καὶ τὰς λοιπὰς κατηγορίας, ἀπ’ ἀριθμοῦ ὡς
10κυριωτάτου καὶ τεχνικοῦ εἴδους ἐκρίθη καὶ διεκοσμήθη τρα‐ νότατά τε καὶ ἐμμελοῦς ἐξαλλαγῆς καὶ ἀκολουθίας ἀκηράτου ἔτυχε μετασχοῦσα κατ’ ἔφεσιν καὶ ἀπόμαξιν τῶν ἀριθμοῦ ἰδιωμάτων. ὁ δ’ ἀριθμὸς αὐτὸς τὴν ἐπ’ ἄπειρον προχώρησιν εἰδοποιούμενος εὑρίσκεται δι’ ἑξάδος κατὰ τελείας συνθέσεις·
15ἐπεὶ γὰρ τὸ μὲν πρῶτον τέλειον τὸ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχον, τὸ δὲ δεύτερον τὸ τοῖς ἰδίοις μέρεσιν ἴσον ἀπλεονέκτη‐ τον καὶ ἀνελλιπὲς ἐν τῇ πρὸς αὐτὰ ἀντεξετάσει, εὑρίσκεται δὲ τὸ μὲν πρῶτον ἐν τριάδι ὡς ἐν ῥίζῃ, τὸ δὲ δεύτερον ἐν ἑξάδι πυθμενικῶς, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς τὸ μὲν τῆς τριάδος
20ἐν τῇ ἑξάδι (πάλιν γὰρ βʹ καὶ βʹ καὶ βʹ ἀρχὴ καὶ μέσον καὶ τέλος), τὸ δὲ τῆς ἑξάδος οὐκέτι ἐν τῇ τριάδι (ἐλλεί‐ πει γὰρ ἐν αὐτῇ τὰ μέρη πρὸς τὸ ὅλον), συμβεβηκυίας δὲ εὑρίσκομεν κατὰ φύσιν καὶ οὐ θεμένων ἡμῶν τὰς κατὰ τριάδα ποσότητας, ἐν ἀριθμῶν συνθέσει ἑξαδικὴν εἰδοποίησιν ἐμ‐
25ποιούσας μέχρι ἀπείρου τῷ χύματι παντί, τὰς μὲν πρώτας
αὐτῇ τῇ ἑξάδι αʹ βʹ γʹ, τὰς δὲ δευτέρας πάλιν ἑξάδι, μονά‐44
Theol Ar
.

45

δος μιᾶς κατὰ δευτερωδίαν εἰς τὸν ἑξῆς βαθμὸν μετιούσης, δʹ εʹ ϛʹ, τὰς δὲ μετὰ ταῦτα πάλιν ἑξάδι, δύο μονάδων δευ‐ τερωδουμένων, ζʹ ηʹ θʹ, τριῶν δὲ καὶ τεττάρων καὶ ἐφεξῆς τῶν μετὰ ταῦτα τριάδων συγκεφαλαιουμένων, ιʹ ιαʹ ιβʹ καὶ
5ἐφ’ ὁσονοῦν, ὥστε ἑξάδι φαίνεσθαι κατὰ τριάδος ἐξάρτησιν δια‐ τυπούμενον τὸν ἀριθμὸν σύμπαντα, διατυπωτικὸν φύσει καὶ αὐτὸν ὄντα τῆς ἐν τῇ ὕλῃ ἀμορφίας, εἶδος οὖν εἴδους οὐκ ἂν διαμάρτοιμεν αὐτὴν ἡγούμενοι. τρόπον δ’ ἕτερον εὐδιαρ‐ θρωτικὴ καὶ συντακτικὴ σώματος ψυχή, καθάπερ ψυχικὸν
10εἶδος ἀμόρφου ὕλης, τῇ δὲ ψυχῇ τὸ παράπαν οὐδεὶς ἐφαρμό‐ ζειν δύναται μᾶλλον ἑξάδος ἀριθμός, οὐκ ἄλλος ἂν οὕτω δι‐ άρθρωσις τοῦ παντὸς λέγοιτο, ψυχοποιὸς ἱσταμένως εὑρι‐ σκομένη καὶ τῆς ζωτικῆς ἕξεως ἐμποιητική, παρὸ ἑξάς. ὅτι μὲν γὰρ ἁρμονικὴ πᾶσα ψυχή, ἁρμονίας δὲ τὰ στοιχειωδέστατα
15σύμφωνα διαστήματα ἐπίτριτος καὶ ἡμιόλιος, ὧν κατὰ σύν‐ θεσιν τὰ λοιπὰ συμπληροῦται, φανερόν· παρούσης μὲν γὰρ αὐτῆς, εἰρηνεύει καὶ εὐτακτεῖ καὶ βέλτιστα ἐνήρμοσται τὰ ἐγκεκριμένα τῷ ζώῳ ἐναντία, ὑπείκοντα καὶ ἀντακολουθοῦντα καὶ διὰ τοῦτο ὑγείαν ἐμποιοῦντα τῷ συγκρίματι, θερμὸν ψυ‐
20χρῷ, ὑγρὸν ξηρῷ, βαρὺ κούφῳ, πυκνὸν ἀραιῷ, καὶ τὰ ἐοικότα,45
Theol Ar
.

46

ἃ χωρὶς ἁρμονίας τινὸς οὐκ ἂν συναναστρέφοιτο· συνυπάρχει γε μήν, ἐφ’ ὅσον ψυχὴ πάρεστι, συναγωγὸς αὐτοῖς, διεξελ‐ θούσης δ’ αὐτῆς, διάλυσις τῶν ἐν τῷ ζώῳ πάντων καὶ λειπο‐ ταξία συμβαίνει, εἰ δέ γε τὰς στοιχειώδεις τῆς ἁρμονίας λεχθεί‐
5σας ἀρχὰς τό τε ἡμιόλιον καὶ ἐπίτριτον ἡμίσους τε ἔδει ἐξ ἀνάγκης (οὐ γὰρ ἄνευ τούτου ἡμιόλιον, οὐδὲ μὴν αὐτοῦ τού‐ του τὸ διὰ εʹ) καὶ τρίτου δέ· σὺν γὰρ τούτῳ πάντως τὸ ἐπί‐ τριτον, σὺν ᾧ εὐθὺς τὸ διὰ δʹ· πρῶτος δὲ ἄλλων ὁ ϛʹ ἀρι‐ θμὸς ὑπὸ τὸ αὐτὸ καὶ ἥμισυ καὶ τρίτον ἔχει, πλευραῖς διαφε‐
10ρούσαις χρησάμενος καὶ ἐναντίαις, τῇ μὲν διχαστῶν, τῇ δὲ τριχαστῶν ῥίζῃ, δυάδι καὶ τριάδι, ἵν’, ὡς τῶν πάντη παρηλ‐ λαγμένων σύνοδος ἐγένετο, οὕτω καὶ τὰ πάντη διαφέροντα συνάγειν καὶ συνᾴδειν πεφύκῃ. ἐπεὶ δὲ ἀναγκαίως, καθὼς προείπομεν, πρὸς τούτοις καὶ στερεὸν ἔδει καὶ σφαιρικόν γε
15τὸ τῆς ψυχῆς μέγιστον εἶδος, καὶ οὔτε ἀρσενικῶς μόνον στε‐ ρεὸν οὔτε θηλυκῶς μόνον, ἀλλ’ ἀμφότερον (κοινὴ γὰρ ἐπίσης ἀμφοτέρου γένους ἡ ψύχωσις), ἀρτιοπερίττου τε πρῶτος διὰ τοῦτο ὁ ϛʹ λόγον ἔσχε φύσεως, καὶ τὸ κατ’ αὐτὸν σφαιρικόν, ἀλλ’ οὐ τὸ κατὰ πεντάδα, ψυχῇ πρεπωδέστερον ἐνομίσθη, ἅτε
20ἀρσενόθηλυ, τοῦ εʹ θάτερον μόνον εἶδος ἔχοντος. ἥ τε τοῦ κύβου πάλιν φύσις οὐ μονοειδής, ἀλλὰ τριγενής, κατὰ τὸν ἓξ φαντάζεται· τὸ γὰρ ἀπὸ ἑξαπέδου πλευρᾶς τετράγωνον συγ‐ κεφαλαίωμα ὑπάρχει τοῦ τε δυνάμει ἀρτίου καὶ περιττοῦ, κύ‐ βου ἅμα καὶ τῶν κατ’ ἐνέργειαν ἑκατέρων, αʹ καὶ ηʹ καὶ κζʹ
25ὁ λϛʹ, πρὸς ταύτῃ τῇ συνθέσει καὶ ἄλλην ἐμπεριέχων ἁρμο‐46
Theol Ar
.

47

νίαν· τοῦ γὰρ ϛʹ καὶ ηʹ καὶ θʹ καὶ ιβʹ καὶ τῆς κοινῆς ἀρ‐ χῆς, ὅ ἐστι μονάδος, ἄθροισμα πάλιν ὑπάρχει, ἐν οἷς τὰ μουσικὰ διαστήματα μάλιστα τεχνολογεῖται, ὡς οἰκειοτάτως καθολικὴ ἁρμονία, τὸ μὲν διὰ πασῶν διπλάσιον ἐν τοῖς
5ἄκροις, τὸ δὲ διὰ εʹ ἡμιόλιον ἐν ἀμφοτέροις τοῖς μέσοις παρὰ μέρος πρὸς ἄκρα, ἑτέρου πρὸς ἕτερον, τοῦ ιβʹ παρὰ τὸν μὴ συνεχῆ, ἤγουν τὸν ηʹ, τοῦ θʹ οὐ πρὸς τὸν ὄγδοον, ἀλλὰ πρὸς τὸν ϛʹ, τὸ δὲ διὰ δʹ ἐπίτριτον ἐν τοῖς αὐτοῖς πρὸς τοὺς αὐτούς, ἀνάπαλιν μέντοι πρὸς τοὺς συνεχεῖς, ἐξεταζομένοις,
10ἀλλ’ οὐ πρὸς τοὺς διεχεῖς, ηʹ πρὸς ϛʹ καὶ θʹ πρὸς ιβʹ. ὅτι δὲ τούτων αἰτιωτάτη ἡ ἑξάς, δῆλον· σκοπὸς γὰρ αὕτη πᾶσιν ὑπέστη τὸν ὑπάτης τόπον ἔχουσα, καὶ ἀπ’ αὐτῆς αἱ σύμπασαι ἀποστάσεις ἐπενοήθησαν. εἰ δὲ καὶ φυσικωτέρᾳ ἐφόδῳ. συν‐ τάττομεν τὴν τῆς ψυχῆς σύστασιν, πρὸς μὲν διχῆ διαστατόν,
15ἕκαστον δὲ διάστημα πεπερασμένον ἑκατέρωθεν ἡγούμενοι δεῖν εἶναι, δύο καθ’ ἕκαστον ἐπινοήσομεν πέρατα, τριῶν δὲ ὄντων ἓξ ἀποτελεσθήσονται, δι’ ἣν αἰτίαν καὶ αἱ λεγόμεναι σωματι‐ καὶ περιστάσεις τοσαῦται γίνονται καθ’ ἕκαστον διάστημα δύο θεωρούμεναι, ὥστε καθ’ ἑξάδα καὶ οὗτος ὁ τῆς ψυχῆς κυβισ‐
20μός. μή τι καὶ διὰ τοῦτο ἕξ τε αἱ ὀρθαὶ λεγόμεναι μεσότητες, ἃς ἀναλογίας [τινὰς] τινὲς καλοῦσι, καὶ τοσαῦται αἱ ἁπλαῖ τοῦ ἀνίσου σχέσεις. αἷς πάντ’ ἐφαρμόζεται τὰ συμμετρίαν καὶ ἀπί‐ σωσιν ἐπιδεχόμενα ἔν τε τοῖς ἄλλοις καὶ ἐν αὐτῇ τῇ ψυχῇ
ἄλογα μέρη. πρώτη γὰρ ἡ ἑξὰς πυθμενικωτάτη περιέσχεν47
Theol Ar
.

48

ἀριθμητικὴν μεσότητα· εἰ γὰρ ἐκείνη μὲν ἐν ἐλαχίστῳ αʹ βʹ γʹ φαίνεται, τούτων δὲ ἦν σύστημα ἡ ἑξάς, ἀναλογιῶν ἂν τὴν πρωτίστην δέχοιτο ἔμφασιν καὶ τὴν αὐτοῦ τοῦ ἀριθμοῦ εἰδοποίησιν, εἴπερ τὸ ἴδιον τῆς αὐτοῦ μεσότητος εἰς ταύ‐
5την συγκεφαλαιοῦται, ἀλλὰ καὶ σκαληνοῦ ἡ πρωτίστη σωμά‐ τωσις μέχρις αὐτῆς στερεοῦται, αʹ βʹ γʹ. ὅτι τὴν ἑξάδα ὁλο‐ μέλειαν προσηγόρευον οἱ Πυθαγορικοὶ κατακολουθοῦντες Ὀρφεῖ, ἤτοι παρόσον ὅλη τοῖς μέρεσιν ἢ μέλεσιν ἴση ἐστὶ μόνη τῶν ἐντὸς δεκάδος, ἢ ἐπειδὴ ὅλον καὶ τὸ πᾶν κατ’
10αὐτὴν διαμεμέρισται καὶ ἐμμελὲς ὑπάρχει· ἑπτὰ γὰρ κινημά‐ των ἀστερικῶν ὑπαρχόντων παρὲξ τοῦ τῶν ἀπλανῶν ὀγδόου μέν, οὐχ ἁπλοῦ δέ, καὶ φθόγγους ἀποτελούντων ἰσαρίθμους διὰ τῆς ῥοιζήσεως, ἀνάγκη τὰ διαστήματα αὐτῶν καὶ οἷον μεσότητας ἓξ ὑπάρχειν. ταύτην φίλωσιν οἰκείως κατονομά‐
15ζουσιν· αὕτη γὰρ συμπλεκτικὴ ἄρρενος καὶ θήλεος κατ’ ἔγ‐ κρασιν, ἀλλ’ οὐχ ὡς ἡ πεντὰς κατὰ παράθεσιν. καὶ εἰρήνη δὲ καλεῖται εἰκότως καὶ πολὺ πρότερον ἀπὸ τῆς διατάξεως τῆσδε κόσμος· καὶ γὰρ ὁ κόσμος, ὥσπερ καὶ ὁ ϛʹ, ἐξ ἐναν‐ τίων πολλάκις ὤφθη συνεστὼς καθ’ ἁρμονίαν, καὶ ἡ συν‐
20αρίθμησις τοῦ κόσμου ὀνόματος ἑξακόσιά ἐστιν. ἐκάλουν δὲ αὐτὴν ὑγείαν καὶ ἄκμονα τὴν οἷον ἀκάματον, ὅτι εὐλόγως τὰ τῶν κοσμικῶν στοιχείων ἀρχικώτατα τρίγωνα μετέχει αὐτῆς, καθ’ ἕκαστον ἓξ ὑπάρχοντα, εἰ καθέτοις τρισὶ διανέμοιτο· ἑξα‐
χῶς γὰρ ἂν πάντως διανεμηθείη. διὰ τοῦτο τοσαῦται μὲν αἱ48
Theol Ar
.

49

πυραμίδος πλευραί, τοσαῦτα δὲ καὶ τὰ τοῦ κύβου ἐπίπεδα, τοσαῦται δὲ καὶ αἱ ὀκταέδρου γωνίαι καὶ δωδεκαέδρου βάσεις κύβου τε καὶ ὀκταέδρου καὶ εἰκοσαέδρου πλευραί, καὶ οὐδὲν ἀπήλλακται τοῦ ἕδραις ἢ γωνίαις ἢ πλευραῖς ἐφάπτεσθαι
5πάντως τῆς ἑξάδος. καὶ ἓξ μὲν ὑπὲρ γῆν, ἓξ δὲ ὑπὸ γῆν ζώ‐ δια. ὅτι μέχρι πεντάδος ἡ ἀπὸ μονάδος πρόβασις ἁπλῆ, ἀπὸ δ’ αὐτῆς παλινωδουμένη καὶ ἐξ ἄλλης αὖθις ἀρχῆς· ἓν γὰρ καὶ πέντε ὁ τοῦ ἓξ συνεχής, καὶ δύο καὶ πέντε ὁ μετ’ ἐκεῖνον, εἶτα τρία καὶ πέντε ἐφεξῆς, εἶτα τέσσαρα καὶ πέντε. εἶθ’ ὁ
10τελευταῖος δὶς πέντε, διὰ τὴν αὐτὴν τοῦ πέντε πρὸς ἑαυτὴν ὑπάκουσιν. ἑκατηβελέτιν δὲ αὐτὴν καὶ τριοδῖτιν καὶ δι‐ χρονίαν πρὸς τούτοις ἐκάλουν· ἑκατηβελέτιν μὲν ἀπὸ τοῦ τὴν τριάδα, ἣν Ἑκάτην οὖσαν παρειλήφαμεν, βολήσασαν. καὶ οἷον ἐπισυντεθεῖσαν ἀπογεννῆσαι αὐτήν· τριοδῖτιν δὲ τάχα
15μὲν παρὰ τὴν τῆς θεοῦ φύσιν, εἰκὸς δέ, ὅτι καὶ ἡ ἑξὰς τὰ τρία τῶν διαστάσεων κινήματα πρώτη ἔλαχε, διχόθεν πεπε‐ ρασμένα ἀμφοτέραις καθ’ ἕκαστον περιστάσεσι· διχρονίαν δὲ παρὰ τὴν ἀπονέμησιν τοῦ παντὸς χρόνου, ἣν ἑξὰς τῶν ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ζωδίων διατελεῖ, ἢ ὅτι τῇ τριάδι προσ‐
20ῳκειώθη ὁ χρόνος τριμερὴς ὤν, διὰ δὲ 〈δύο〉 τριῶν ἡ ἑξάς. παρὰ δὲ τὸ αὐτὸ καὶ Ἀμφιτρίτην ἐκάλουν αὐτήν, ἀμφὶς ἑαυτῆς δύο παρέχουσαν τριάδας· τὸ γὰρ ἀμφὶς κατὰ διχα‐
σμὸν χωρίς ἐστι. τὸ δ’ ἀγχίδικος ὄνομα καθ’ ἁπλῆν ἔννοιαν49
Theol Ar
.

50

προσήρμοζον αὐτῇ, ὅτι γείτων μάλιστα τῇ πεντάδι ἡ ἑξάς. Θάλεια δὲ ἡ αὐτὴ διὰ τὴν τῶν ἑτέρων ἁρμονίαν, καὶ πα‐ νάκεια διὰ τὰ περὶ ὑγείας προειρημένα εἰς αὐτήν, ἢ οἷον πανάρκεια, ἀρκετῶς κεχορηγημένη τοῖς μέρεσιν εἰς τὴν ὁλό‐
5τητα. ὅτι ἑπτὰ τῶν σφαιρῶν οὐσῶν κατὰ τὴν ἑξάδα τὰ διαστήματά ἐστι· μονάδι γὰρ ἀεὶ ἐλάττονα. καὶ τοῦ κύβου δέ, ὅ ἐστι τῆς σωματότητος, ἓξ αἱ βάσεις τῶν τριῶν πέρατα οὖσαι διαστημάτων. διὰ δὲ τὴν τοῦ κόσμου κατὰ τὴν ἑξάδα τελειότητα ἡ τοῦ δημιουργήσαντος θεοῦ ἀρετὴ ἑξαδικὴ δικαίως
10ἐνομίσθη· μόνη γὰρ πασῶν ἀρετῶν θεία καὶ τελεία ὡς ἀλη‐ θῶς ἀκρότης καὶ κατ’ οὐδὲν μεσότητος κοινωνοῦσα ἡ σοφία ὑπάρχει, ἓν ἁπλοῦν ἀντίθετον ἔχουσα μόνην τὴν αὑτῆς στέ‐ ρησιν τὴν ἀμαθίαν, τῷ μήτε ὑπερβάλλειν μήτε ἐλλείπειν· οὐδὲ ἄλλης μέν τινος ἄπεστιν ἀρετῆς, ἀλλὰ συνυπάρχει πάσαις ὡς
15θνηταῖς, ταύτῃ δὲ μόνῃ οὐ πλεονάζει διὰ τὴν ἑξάδος μετοχὴν οὔτε πλέον οὔτε ἔλαττον πρὸς τὰ μέρη, ἰσότητα δὲ πάντως ἐχούσῃ κἀκ τούτου τελειότητα καὶ ὁλότητα, ᾗ κατείληπται ὁ σοφίᾳ θεοῦ καὶ προνοίᾳ μηχανηθεὶς κόσμος, αὐτός τε καὶ ἐπὶ μέρους ἐν αὐτῷ φυτὰ καὶ ζῶα, ὡς κἀν τοῖς περὶ ἑβδομάδος
20φανήσεται. καὶ νῦν δέ, ἐφ’ ὅσον ἑξάδι προσῆκεν, οὕτως ὁρα‐ τέον κατ’ ἐπιδρομὴν ἀπὸ μονάδος ἐν τῷ Πυθαγορικῷ ὀρθο‐ γωνίῳ τριγώνῳ τὴν πρόοδον ποιουμένοις· μία μὲν ἡ αὐτόθεν ὀρθὴ ἐν αὐτῷ γωνία, δύο δὲ ἄνισοι μὲν ἀλλήλαις, συναμφό‐ τεραι δὲ τῇ προλεχθείσῃ ἴσαι, καθὰ καὶ τῷ ἀπὸ τῆς ἐκείνην
25ὑποτεινούσης τετραγώνῳ ἀμφότερα τὰ ἐφ’ ἑκατέρας ἀναπλασσό‐
μενα τῶν ἐκείνας ὑποτεινουσῶν· τρεῖς μὲν αἱ κατὰ τὴν50
Theol Ar
.

51

ἐλάττονα τῶν περὶ τὴν ὀρθήν, τέτταρες δὲ αἱ περὶ τὴν μεί‐ ζονα, πέντε δὲ 〈αἱ〉 περὶ τὴν ὑποτείνουσαν, ἓξ δὲ αἱ τοῦ ἐμβαδοῦ, τουτέστι[ν αἱ] τοῦ ἡμισεύματος τοῦ παραλληλογράμ‐ μου, ὅπερ ἡ τοῦ παραλληλογράμμου περιώρισε διάμετρος. ἀπὸ
5γὰρ μονάδος συνεχὴς μέχρις ἑξάδος ἡ πρόοδος, ἀπὸ δὲ ἑξάδος ἐπὶ τῶν διπλασίων ἡ μουσική, ἀπὸ δὲ τούτων ἡ εἰς πάντα τὰ ὅλα διατείνουσα καθάρμοσις, ἐπὶ δὲ γονιμότητος ἑπταμήνων καὶ ἐννεαμήνων καὶ μᾶλλον· ἐάν τε γὰρ (κατὰ τὰ ψυχικὰ δύο ἀποχετεύματα διπλάσια καὶ τριπλάσια) ἡ πρόβασις ἀπὸ ἑξάδος
10διὰ δωδεκάδος χωρῇ διπλασίως, ἐάν τε δι’ ὀκτωκαιδεκάδος τριπλασίως, συμπεπλήρωται ἕκαστον διάστημα, ὥστε δύο λαβεῖν μεσότητας, τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχου‐ σάν τε καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατ’ ἀριθμὸν ὑπερ‐ έχουσαν, ἴσῳ δὲ ὑπερεχομένην, ἡμιολίων τε καὶ ἐπιτρίτων
15διαστημάτων λόγους ἀναδέξασθαι, 〈καὶ〉 καθ’ ἑκάτερον πάντως ἡ δηλουμένη φύσεται ζωογονία· ἐν μὲν γὰρ τῷ διπλασίῳ τῷ ϛʹ καὶ τῷ ιβʹ μεσασθέντων τοῦ ηʹ καὶ θʹ, (καὶ τὰ λεχθέντα τρανῶς ἀποτελεσάντων), τὸ ὁμοῦ πάντων σύστημα ὁ λεʹ ἑξάδι αὐξηθὲν ἑπτάμηνον χρόνον ἀποτελεῖ τὸν τῶν σιʹ ἡμερῶν, ἐν δὲ τῷ ϛʹ
20καὶ ιηʹ τὰ θʹ καὶ τὰ ιβʹ μεσεμβοληθέντα καὶ τὴν αὐτὴν ἐναλλὰξ ἁρμονικὴν σχέσιν ἀποδόντα, συγκεφαλαιωθέντα τὸν μεʹ ἀποτελεῖ, ὃς τῇ αὐτῇ ἑξάδι αὐξηθεὶς τὸν τῶν θʹ μηνῶν ἀποδώσει ἀριθμόν, ἡμερῶν ὄντα σοʹ, ὥστε ἀμφοτέρους τοὺς ζωογονικοὺς τούτους χρόνους ἠρτῆσθαι τῆς ἑξάδος, ὡς ἂν
25ψυχοειδοῦς. ἡ γοῦν πρώτη παρὰ Πλάτωνι ἐν τῇ ψυχογονίᾳ51
Theol Ar
.

52

μοῖρα ἑξὰς διὰ τοῦτο ὡς εὐλογιστότερον τίθεται, διπλασία δὲ αὐτῆς ἡ δωδεκάς, τριπλασία δὲ ἡ ὀκτωκαιδεκὰς μέχρι τῆς ρξβʹ ἑπτακαιεικοσαπλασίας· ἐν γὰρ ταύταις ταῖς ποσότησιν ἡ τῶν δύο μεσοτήτων ἐνορᾶται φύσις πρώταις ἐλαχίσταις ἥ τε τοῦ ἀνὰ
5μέσον ἀμφοῖν ἐπογδόου διαστήματος. ἐπεὶ δὲ ὁ ἀπὸ τοῦ ϛʹ κύβος σιϛʹ γίνεται, ὁ ἐπὶ ἑπταμήνων γονίμων χρόνος, συν‐ αριθμουμένων τοῖς ἑπτὰ τῶν ἓξ ἡμερῶν, ἐν αἷς ἀφροῦται καὶ διαφύσεις σπέρματος λαμβάνει τὸ σπέρμα, Ἀνδροκύδης τε ὁ Πυθαγορικὸς ὁ Περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδης
10ὁ Πυθαγορικὸς καὶ Ἀριστόξενος καὶ Ἱππόβοτος καὶ Νεάνθης οἱ τὰ κατὰ τὸν ἄνδρα ἀναγράψαντες σιϛʹ ἔτεσι τὰς μετεμψυ‐ χώσεις τὰς αὐτῷ συμβεβηκυίας ἔφασαν γεγονέναι. μετὰ τοσαῦτα γοῦν ἔτη εἰς παλιγγενεσίαν ἐλθεῖν Πυθαγόραν καὶ ἀναζῆσαι ὡσανεὶ μετὰ τὴν πρώτην ἀνακύκλησιν καὶ ἐπάνοδον τοῦ ἀπὸ
15ἓξ ψυχογονικοῦ κύβου, τοῦ δ’ αὐτοῦ καὶ ἀποκαταστατικοῦ διὰ τὸ σφαιρικόν, ὡς δὲ καὶ ἄλλοτε διὰ τούτων ἀνάζησιν ἔσχεν· ᾧ καὶ συμφωνεῖ τὸ Εὐφόρβου τὴν ψυχὴν ἐσχηκέναι κατά γε τοὺς χρόνους· φʹ γὰρ καὶ ιδʹ ἔτη ἔγγιστα ἀπὸ τῶν Τρωικῶν ἱστορεῖται μέχρι Ξενοφάνους τοῦ φυσικοῦ καὶ τῶν Ἀνακρέον‐
20τός τε καὶ Πολυκράτους χρόνων καὶ τῆς ὑπὸ Ἁρπάγου τοῦ Μήδου Ἰώνων πολιορκίας καὶ ἀναστάσεως, ἣν Φωκεῖς φυγόν‐
τες Μασσαλίαν ᾤκησαν· πᾶσι γὰρ τούτοις ὁμόχρονος ὁ Πυθα‐52
Theol Ar
.

53

γόρας· ὑπὸ Καμβύσου γοῦν ἱστορεῖται Αἴγυπτον ἑλόντος συνῃχμαλωτίσθαι ἐκεῖ συνδιατρίβων τοῖς ἱερεῦσι καὶ εἰς Βα‐ βυλῶνα μετελθὼν τὰς βαρβαρικὰς τελετὰς μυηθῆναι, ὅ τε Καμ‐ βύσης τῇ Πολυκράτους μάλιστα τυραννίδι συνεχρόνει, ἣν φεύ‐
5γων εἰς Αἴγυπτον μετῆλθε Πυθαγόρας. δὶς οὖν ἀφαιρεθείσης τῆς περιόδου, τουτέστι δὶς τῶν σιϛʹ ἐτῶν, λοιπὰ γίνεται τὰ τοῦ βίου αὐτοῦ πβʹ. τῆς οὖν τοῦ ϛʹ ἀριθμοῦ φύσεως διατει‐ νούσης πως εἰς ψυχῆς συγγένειαν καὶ εἰδοποίησιν, συλληπτικὰ ἂν καὶ τὰ ὑπὸ Πλάτωνος λεγόμενα εἰς τοῦτον τὸν τρόπον εὑρε‐
10θείη· τὸ γὰρ σύγκριμα, ἀφ’ οὗ ἡ τῆς ψυχογονίας διανομὴ καὶ τῶν μέχρις ἑπτακαιεικοσαπλασίων μοιρῶν ἀπόστασις, ἑξα‐ δικὸν καὶ κατ’ αὐτὸν ὑπάρχει εἰς οὐδὲν ἄλλο ἀπιδόντα ἢ εἰς αὐτὴν τὴν περὶ ἑξάδος ὑφ’ ἡμῶν λεχθεῖσαν ἰδιότητα. ἐπεὶ γὰρ αὕτη οὐ μόνον ἀρτιοπερίσσου τῆς μονάδος ἐναργές ἐστι πρὸ
15τῶν ἄλλων ὁμοίωμα, πρωτίστη ἐναντιωνυμούμενα καὶ ἀντωνυ‐ μοῦντα ἔχουσα τὰ μόρια (τρίτον μὲν βʹ, ἥμισυ δὲ γʹ, ἕκτον αʹ, ὅλον δὲ ϛʹ), ἀλλὰ καὶ τοῦ πρώτου κατ’ ἐνέργειαν περισ‐ σοῦ καὶ τοῦ ὁμοίως ἀρτίου σύγκριμά ἐστιν ἅμα καὶ ἥμισυ διὰ τοῦτο μόνη ἀπὸ πάντων τῶν ἐντὸς δεκάδος, ὥστε ὑπάρ‐
20χειν τρανὲς τῆς ἀμερίστου οὐσίας καὶ τῆς μεριστῆς μίγμα, ἑτερομήκης δὲ ἄντικρυς πρὸ τῶν ἄλλων, δυάδος τοῦτο οὐκ εὐλόγως ἔχειν νομιζομένης, καὶ πρὸς τούτοις στερεὸς πρῶτος ἀριθμῶν πεφώραται, καὶ εἰ σκαληνός, ἀλλ’ οὖν τριχῆ διαστα‐
τὸς διὰ τὰς μεσότητας ἡ ἐλαχίστη συμπασῶν κατ’ αὐτὴν τοῖς53
Theol Ar
.

54

τε ἰδίοις μέρεσι τελείως ἐξεταζομένων, εἰκότως διὰ πάντα ταῦτα τὸ κέρασμα ὁ Πλάτων συνεκεράσατο, πρῶτον μὲν τῆς τοῦ ἀμερίστου οὐσίας, δεύτερον δὲ τῆς μεριστῆς, τρίτον δὲ τοῦ ἐξ ἀμφοῖν, ἵνα δύο ὄντα τρίτα καθ’ ἑκάτερον ὑπάρχῃ ἢ τρία
5κατὰ ἀντιδιαστολὴν διττά, ἴσον τῷ δὶς τρία ἢ τρὶς δύο, περισ‐ σὸν καὶ ἄρτιον καὶ ἀρτιοπέρισσον, τετράγωνος, ἑτερομήκης. ὅτι δὲ οὐδὲ ἐντὸς ἑξάδος δυνατὸν εὑρεῖν ἕτερον ἀριθμὸν τῶν τῆς ψυχῆς ἁρμονίας λόγων πάντων ἐπιδεκτικόν, καὶ Ἀρισταῖος ὁ Πυθαγορικὸς δείκνυσιν.
10
περὶ ἑπτάδος. Ἀνατολίου. Ὅτι ὁ ἑπτὰ ἀμήτωρ καὶ παρθένος. ἀπὸ μονάδος συντεθεὶς τὸν κηʹ ποιεῖ τέλειον. ἡμέραι σελήνης κηʹ καθ’ ἑβδομάδας συμ‐ πληρωθεῖσαι. ἀπὸ μονάδος ἑπτὰ ἀριθμοὶ ἐν διπλασίονι λόγῳ προσαυξηθέντες ποιοῦσι τὸν πρῶτον τετράγωνον ὁμοῦ καὶ κύβον
15τὸν ξδʹ, αʹ βʹ δʹ ηʹ ιϛʹ λβʹ ξδʹ· ἐν τριπλασίονι δὲ λόγῳ
προσαυξηθέντες ἑπτὰ ἀριθμοὶ ποιοῦσι τὸν δεύτερον τετράγωνον54
Theol Ar
.

55

καὶ κύβον τὸν ψκθʹ, αʹ γʹ θʹ κζʹ παʹ σμγʹ ψκθʹ. ἔτι ἑβδομὰς ἐκ τῶν τριῶν διαστάσεων, μήκους πλάτους βάθους, καὶ τῶν τεσσάρων περάτων, σημείου γραμμῆς ἐπιφανείας πάχους, σῶμα δείκνυσιν. ὁ ζʹ λέγεται τῆς πρώτης συμφωνίας ἀριθμὸς εἶναι
5τῆς διὰ δʹ δγ, ἀναλογίας τε γεωμετρικῆς αʹ βʹ δʹ. καλεῖται καὶ τελεσφόρος γόνιμα γὰρ τὰ ἑπτάμηνα. ἐν νόσοις κρίσιμος ἡ ἑβδομάς. τοῦ πρωτοτύπου ὀρθογωνίου τριγώνου ὁ ζʹ περιέχει τὰς περὶ τὴν ὀρθὴν γωνίαν πλευράς· τῶν γὰρ πλευρῶν ἡ μὲν δʹ, ἡ δὲ γʹ. πλάνητες ζʹ. ἑπτὰ ὁρῶμεν, σῶμα διάστασιν σχῆμα μέ‐
10γεθος χρῶμα κίνησιν στάσιν. κινήσεις ἑπτά, ἄνω κάτω πρόσω ὀπίσω δεξιὰ ἀριστερὰ [μέσον] ἐν κύκλῳ. Πλάτων ἐξ ἑπτὰ ἀριθμῶν συνέστησε τὴν ψυχήν. πάντα φιλέβδομα. φωνήεντα ἑπτά, φωνῆς μεταβολαὶ ἑπτά. ἡλικίαι ζʹ, ὥς φησιν Ἱπποκράτης· ‘ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέομεν, παιδίον παῖς
15μειράκιον νεανίσκος ἀνὴρ πρεσβύτης γέρων· καὶ55
Theol Ar
.

56

παιδίον μὲν ἄχρις ἑπτὰ ἐτέων ὀδόντων ἐκβολῆς, παῖς δ’ ἄχρι 〈γονῆσ〉 ἐκφύσιος, ἐς τὰ δὶς ζʹ, μειράκιον δ’ ἄχρι γενείου λαχνώσιος, ἐς τὰ τρὶς ζʹ, νεανίσκος δ’ ἔστ’ αὐξήσιος ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ζʹ,
5ἀνὴρ δὲ ἄχρις ἑνὸς δέοντος 〈ἐτέων πεντήκοντα,〉 ἐς τὰ ἑπτάκις ζʹ, πρεσβύτης δ’ ἄχρις ἐτέων νϛʹ, ἐς τὰ ἑπτάκις ηʹ, τὸ δ’ ἐντεῦθεν γέρων.ἐκ τοῦ δευτέρου βιβλίου τῆς Ἀριθμητικῆς τοῦ
Γερασηνοῦ Νικομάχο
υ.
10 Ἀγελεία μὲν λέγεται ἀπὸ τοῦ συνειλῆσθαι καὶ συνῆ‐ χθαι ἑνοειδῶς τὴν σύστασιν αὐτῆς, ἐπείπερ παντοίως ἄλυτος, πλὴν εἰς τὸ ὁμώνυμον, ἢ ἀπὸ τοῦ πάντα ἀγηοχέναι δι’ αὐτῆς τὰ φυσικὰ ἀποτελέσματα εἰς τελείωσιν, ἢ μᾶλλον, ὃ καὶ Πυθα‐ γορικώτερον, ἐπειδὴ καὶ Βαβυλωνίων οἱ δοκιμώτατοι καὶ
15Ὁστάνης καὶ Ζωροάστρης ἀγέλας κυρίως καλοῦσι τὰς ἀστερικὰς56
Theol Ar
.

57

σφαίρας, ἤτοι παρ’ ὅσον τελείως ἄγονται περὶ ἕν τι κέντρον μόναι παρὰ τὰ σωματικὰ μεγέθη, ἢ ἀπὸ τοῦ σύνδεσμοί πως καὶ συναγωγαὶ χρηματίζειν δογματίζεσθαι παρ’ αὐτῶν τῶν φυσικῶν λογ〈ί〉ων, ἃς ἀγέλους κατὰ τὰ αὐτὰ καλοῦσιν ἐν
5τοῖς ἱεροῖς λόγοις, κατὰ παρέμπτωσιν δὲ τοῦ γάμμα ἐφθαρ‐ μένως ἀγγέλους· διὸ καὶ τοὺς καθ’ ἑκάστην τούτων τῶν ἀγελῶν ἐξάρχοντας ἀστέρας καὶ δαίμονας ὁμοίως ἀγγέλους καὶ ἀρχαγ‐ γέλους προσαγορεύεσθαι, οἵπερ εἰσὶν ἑπτὰ τὸν ἀριθμόν, ὥστε ἀγγελία κατὰ τοῦτο ἐτυμώτατα ἡ ἑβδομάς, μήτι δὲ καὶ φυ‐
10λακῖτις ἡ αὐτὴ ἐκ τοῦ αὐτοῦ· οὐ γὰρ μόνον παρὰ τὸν τῶν φυλάκων ἀριθμὸν ἕπτ’ ἔσονται ἡγεμόνες, ἀλλὰ καὶ ὅτι οἱ φυ‐ λάσσοντες τὸ πᾶν καὶ ἐν συνοχῇ καὶ αἰωνίῳ μονῇ διακρατοῦν‐ τες τοσοῦτοί εἰσιν ἀστέρες. ὅτι τὴν ἑπτάδα οἱ Πυθαγόρειοι οὐχ ὁμοίαν τοῖς ἄλλοις φασὶν ἀριθμοῖς, ἀλλὰ σεβασμοῦ φασιν
15ἀξίαν· ἀμέλει σεπτάδα προσηγόρευον αὐτήν, καθὰ καὶ Πρῶρος ὁ Πυθαγορικὸς ἐν τῷ Περὶ τῆς ἑβδομάδος φησί· διὸ καὶ ἐξε‐ πίτηδες τὸν ἓξ διὰ τῆς ἐκφωνήσεως τοῦ κάππα καὶ σίγμα (ταῦτα γὰρ ἐν τῷ ξι συνεξακούεσθαι) ἐκφέρουσιν, ἵν’ ἐν τῇ συνεχεῖ καθ’ εἱρμὸν ἐπιφορᾷ τὸ σίγμα συνάπτηται τῷ ἑπτά.
20ὥστε λεληθότως ἐκφωνεῖσθαι σεπτά. τοῦ δὲ σεβάσμιον εἶναι
τὸν ἕβδομον ἀριθμὸν αἰτία ἥδε· ἡ τοῦ κοσμοποιοῦ θεοῦ πρό‐57
Theol Ar
.

58

νοια τὰ ὄντα πάντα ἀπειργάσατο γενέσεως μὲν ἀρχὴν καὶ ῥίζαν ἀπὸ τοῦ πρωτογόνου ἑνὸς ποιησαμένη τοῦ παντὸς εἰς ἀπόμαξιν καὶ ἀφομοίωσιν ἰόντος ἀνωτάτου καλοῦ, συμπληρώ‐ σεως δὲ τελείωσιν καὶ κατάκλεισιν ἐν αὐτῇ τῇ δεκάδι, ὄργανον
5δέ τι καὶ ἄρθρον τὸ κυριώτατον καὶ τῆς ἀπεργασίας τὸ κράτος ἀπειληφὸς τὴν ἑβδομάδα νομιστέον τῷ κοσμοποιῷ θεῷ ὑπάρ‐ ξαι· μεσότης γάρ τις φυσικὴ καὶ οὐχ ἡμῶν θεμένων ἡ ἑβδο‐ μὰς μονάδος καὶ δεκάδος, αἱ δὲ ἴδιαι μεσότητες κυριώτεραί πως τῶν ἄκρων ὑπάρχουσι· πρὸς αὐτοῖς γὰρ ἑκατέρωθεν οἱ
10λόγοι συννεύουσιν· οὐ μόνον οὖν ὅτι, ἐπειδὴ κατ’ ἀριθμητι‐ κὴν ἴσην σχέσιν μεσιτεύουσι μονάδος καὶ δεκάδος ὁ δʹ καὶ ζʹ, ἴσον τῇ τῶν ἄκρων συνθέσει τὸ ἀμφοτέρων αὐτῶν σύστημα παρέχοντες, ὅσῳ πλεονάζει τοῦ ἑνὸς ὁ δʹ τοσούτῳ τοῦ δέκα ὁ ζʹ λειπόμενος, καὶ ἐναλλάξ, ὅσῳ [ὁ] τοῦ ιʹ ὁ δʹ λείπεται,
15τοσούτῳ τοῦ αʹ ὁ ζʹ πλεονάζων, ἀλλὰ καὶ ὅτι τὰ μὲν ἀπὸ μονάδος μέχρι τετράδος δυνάμει δέκα ἐστίν, ἐνεργείᾳ δὲ αὐτὸ τοῦτο ἡ δεκάς, ὁ δὲ ζʹ ἀριθμητικὴ μεσότης τετράδος καὶ δε‐ κάδος, τρόπον τινὰ δύο δεκάδων, τῆς μὲν δυνάμει, τῆς δὲ ἐνεργείᾳ, ὑποδιπλάσιος ὢν τῆς ἀμφοῖν συνθέσεως. ἔτι δὲ καὶ
20ἀκρόπολίς τις ὡσανεὶ καὶ δυσχείρωτον ἔρυμα μονάδι ἀσχίστῳ κατὰ τοῦτο ἡ ἑβδομὰς ἐν τῇ δεκάδι φαίνεται· μονω‐ τάτη γὰρ οὔτε πλάτος ἐπιδέχεται εὐθυμετρικὴ οὖσα καὶ μόνου τοῦ ὁμωνύμου ἐπιδεκτικὴ μέρους, οὔτε μὴν μιγνυμένη τινὶ τῶν ἐντὸς δεκάδος τινὰ τῶν ἐν αὐτῇ γεννᾷ, οὔτε μιγέντων
25τινῶν τῶν μέχρι δεκάδος γεννᾶται, λόγον δὲ ἴδιον ἔχουσα καὶ58
Theol Ar
.

59

ἀκοινώνητον καιριώτατα τέτακται. διὸ πολλὰ συντυγχάνει ἐν τοῖς κοσμικοῖς οὐρανίοις τε καὶ περιγείοις, ἀστράσι καὶ ζώοις καὶ φυτοῖς, κατ’ αὐτὴν ἀποτελεῖσθαι· τοιγαροῦν τύχη τε ὡς πᾶσι παρεπομένη τοῖς ἀποβαίνουσιν ὀνομάζεται καὶ καιρὸς
5ἐπὶ τούτῳ, διότι καιριωτάτης τέτευχε χώρας καὶ φύσεως. μέγα δὲ τεκμήριον τοῦ λόγου καὶ τὸ ἐν ταῖς σφαίραις, ὀγδόην μὲν [τὴν] ἄνωθεν, τρίτην δὲ κάτωθεν τὴν σεληνιακὴν ὑπάρχουσαν τὴν τῶν περὶ γῆν ἀποτελεσμάτων ἀποτέλεσιν καὶ ἐξουσίαν ἀποφέρεσθαι, μεσαίχμιον νοουμένην τῶν τε ἄνωθεν καὶ τῶν
10κάτωθεν· καὶ αὐτὴ γὰρ ἑβδομάδι πρὸς ταῦτα ἐπιχρωμένη φαί‐ νεται συλλαμβανούσης μέν πως ὡς ὑπασπιστοῦ τῆς τετράδος— καὶ αὐτὴ γὰρ ἐν δεκάδι μεσότης ὤφθη σὺν αὐτῇ τῇ ἑβδομάδι, 〈ὥστε〉 ἀναγκαίως τελεσιουργία καὶ συμπλήρωσις τοῖς οὖσιν ἀποτελεῖται δι’ ἀμφοτέρων τῶν ἀριθμῶν, ἐπειδὴ καὶ ὁ κηʹ,
15τέλειος τοῖς ἑαυτοῦ μέρεσιν ὤν, ἀμφοτέρων ἐγκραθέντων ἔργον ἐστί (τετράκι γὰρ 〈ἑπτά〉)—, συλλαμβανούσης δὲ πολύ τι πλέον τῆς ἑβδομάδος· ἡ γὰρ ἀπὸ μονάδος μέχρι αὐτῆς σύνθεσις
ἀποτελεῖ αὐτόν. ἑπτάωροι οὖν αἱ τέσσαρες σεληνιακαὶ φάσεις59
Theol Ar
.

60

ὑπάρχουσαι συμπληροῦσιν εὐλόγως τὸν τοῦ ἀστέρος τούτου μῆνα, ἡμερῶν ὄντα ἔγγιστα κηʹ. συλλογίσασθαι δὲ δεῖ καὶ τὰς ἑπτὰ σχηματικὰς μορφὰς τῆς σελήνης τετράδι, μηνοειδῆ διχότομον ἀμφίκυρτον πανσέληνον, πάλιν ἄλλην ἀμφίκυρτον,
5ἐκ θατέρου μέρους φωτιζομένης αὐτῆς, καὶ πάλιν διχότομον κατὰ ταὐτὰ καὶ ἄλλην μηνοειδῆ. διατιθέμενον δὲ καὶ τὸν ὠκεανὸν ὑπ’ αὐτῆς κατὰ τοὺς ἑβδομαδικοὺς ἀριθμοὺς ὁρῶμεν· νουμηνίᾳ μὲν μέγιστος ἐν τῷ πλημμύρειν ὁρᾶται, δευτέρᾳ δὲ βραχὺ ὑποβεβηκώς, τρίτῃ ἔτι ἐλάσσων, καὶ κατὰ
10τὸ ἑξῆς ἡ ἀνοίδησις τῆς πλημμυρίδος ἔτι μᾶλλον μειοῦται μέχρι τῆς ἑβδόμης, ἥτις διχότομον τὴν σελήνην ἐπιδείκνυσι, τὸ δ’ αὖ ἀπὸ ταύτης ἐν τῇ ὀγδόῃ ἴσως πάλιν γίνεται τῇ ἑβδόμῃ, τουτέστιν ἡ αὐτὴ δυνάμει, ἐν δὲ τῇ θʹ, οἵαπερ ἐπὶ τῆς ϛʹ, δεκάτῃ δέ, οἵα ἐπὶ τῆς εʹ, καὶ τῇ ιαʹ, οἵα ἐν τῇ δʹ, τῇ δὲ
15ιβʹ, οἵα ἐν τῇ γʹ, τῇ δὲ ιγʹ, οἵα ἐν τῇ βʹ, τῇ δὲ ιδʹ, οἵα ἐν τῇ αʹ. εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἡ τρίτη ἑβδομὰς τὰς αὐτὰς δια‐ θέσεις ποιεῖ τῇ ὑδατικῇ σφαίρᾳ, ἃς ἡ πρώτη, ἡ δὲ τετάρτη, ἃς ἡ δευτέρα. τί γὰρ δεῖ νῦν ὀστρέων τε καὶ ἐγκεφάλων καὶ μυελῶν μινύθησιν καὶ τῶν πλείστων ζώων τὴν συμπά‐
20θειαν ἐπεξιέναι τὴν πρὸς τὸ ἄστρον τοῦτο, ὁπότε ἐξ αὐτῶν60
Theol Ar
.

61

τῶν τοῖς ἀνθρώποις συμβαινόντων αὐτάρκως δυνάμεθα πει‐ ραθῆναι περὶ τῶν λεγομένων; πρῶτον μὲν αἱ καθάρσεις ταῖς γυναιξὶ διὰ τῶν προλεχθεισῶν ἑβδομαδικῶν περιόδων γίνονται, παρ’ αὐτὸ τοῦτο πρός τινων ἔμμηνα καὶ καταμήνια καλούμενα.
5εἶτα ἑπτάκις ὁ γόνος ὡς ἐπίπαν τῷ ἄρρενι θόρνυται εἰς τὴν γυναικείαν μήτραν, ἑπτὰ δὲ ὥραις ταῖς πλείσταις ἤτοι προσ‐ πλάσσεται εἰς ζωογόνησιν τὸ νοστιμώτερον αὐτοῦ ἢ ἀπολισθαί‐ νει, καθάπερ ἀμέλει καὶ ἀντιστρόφως ἀπὸ τῆς φυσικῆς τοῦ ἐμβρύου ὀμφαλοτομίας εἰς τὴν τῆς ἐξόδου ἐπίδειξιν ἑπτὰ
10ὡρῶν οὐκ ἐντὸς διάστημα ἀναλύεται, ἐν αἷς συμμέτρως ἱκανὸν ἀντέχειν τὸ κύημα, οὔτε τῇ ἀπὸ τοῦ ὀμφαλοῦ τροφῇ διακρα‐ τεῖσθαι ἔχον ἔτι ὡς φυτὸν ἢ μέρος, οὔτε πω τῇ θύραθεν εἰσπνοῇ ὡς ζῶον ἤδη ἀπροσάρτητον καὶ αὐτοτελές, ἡμέραις δὲ ἑπτὰ φύσει τινὶ ὑμενώδει ὑδροδόχῳ ὁμοιοῦται, καθάπερ καὶ ὁ ἰατρὸς
15Ἱπποκράτης συναινεῖ λέγων ἐν τῷ Περὶ παιδίου φύσεως· ‘γυ‐ ναικὸς οἰκείης ἡμῖν μουσουργὸς ἀγαθὴ κάρτα καὶ πολύτιμος ἦν πρὸς ἄνδρα φοιτέουσα, οὐκ ἔθελε δὲ λαβεῖν ἐν γαστρ, ἵνα μὴ ἀτιμοτέρη τοῖς ἐρασταῖς εἴη. ἠκηκόει δὲ ἡ μουσουργός, οἷάπερ αἱ γυναῖκες πρὸς
20ἀλλήλας λέγουσιν, ὅτι, ἐπειδὰν μέλλῃ ἡ γυνὴ συλλή‐ ψεσθαι ἐν γαστρ, οὐκ ἐξέρχεται ἡ γον, ἀλλ’ ἐμμέ‐
νει· ταῦτα ἀκούσασα συνῆκε, καί που ᾔσθετο οὐκ61
Theol Ar
.

62

ἐξελθοῦσαν τὴν γονὴν ἅπασαν ἀφ’ ἑαυτῆς καὶ ἔφρασε τῇ δεσποίν, καὶ ὁ λόγος ἦλθεν εἰς ἐμ· κἀγὼ ἀκού‐ σας ἑβδομαίαν οὖσαν ἐπέτρεψα πρὸς γῆν ὑψηλὰ πη‐ δᾶν· ἑπτὰ δέ οἱ πεπήδητο, καὶ ἐξῆλθεν αὐτῇ ἡ γον,
5καὶ ψόφος ἐγένετο· οἷον δὲ ἦν τὸ ἐκθορόν, ἐγὼ ἐρέω· οἷον εἴ τις ὠοῦ τὸ ἔξωθεν λεπύριον περιέλοι, ἐν δὲ τῷ ἐσωτάτῳ ὑμένι τὸ ὑγρὸν διαφαίνοιτο.‘ καὶ τάδε μὲν Ἱπποκράτης· Στράτων δὲ ὁ Περιπατητικὸς καὶ Διοκλῆς ὁ Κα‐ ρύστιος καὶ πολλοὶ ἕτεροι τῶν ἰατρῶν ἐν μὲν τῇ δευτέρᾳ ἑβδο‐
10μάδι ῥανίδας αἵματος ἐπιφαίνεσθαι τῷ λεχθέντι ὑμένι φασὶν ἐκ τῆς ἐξωτέρας ἐπιπολῆς, ἐν δὲ τῇ τρίτῃ διϊκνεῖσθαι αὐτὰς μέχρι τῶν ὑγρῶν, ἐν δὲ τῇ δʹ θρομβοῦσθαι τὸ ὑγρόν φασι καὶ μέσον ὡς σαρκός τι καὶ αἵματος σύστρεμμα ἴσχειν, δηλον‐ ότι τελεσιουργίας τυχὸν διὰ τὴν τοῦ κηʹ τελείαν φύσιν ἢ διὰ
15τὴν ἐν αὐτῷ τῶν δύο περιττῶν κύβων περαινούσης οὐσίας ὑπαρχόντων σύνθεσιν, ἐν δὲ τῇ εʹ κατὰ τὴν λʹ μάλιστα καὶ πέμπτην ἡμέραν διαπλάττεσθαι ἐν μέσῳ αὐτοῦ μελίττης μὲν μεγέθει ἐοικὸς τὸ βρέφος, διατετρανωμένον δὲ ὅμως, ὥστε κε‐ φαλὴν καὶ αὐχένα καὶ θώρακα καὶ κῶλα ὁλοσχερέστερον φαντά‐
20ζεσθαι ἐν αὐτῷ· καὶ τοῦτό φασι ζʹ μησὶ γόνιμον εἶναι, εἰ δ’
ἐννέα μέλλει γενήσεσθαι, τῇ ἕκτῃ πάσχει τοῦτο ἑβδομάδι, ἂν62
Theol Ar
.

63

θῆλυ ᾖ, ἂν δὲ ἄρσεν, τῇ ἑβδόμῃ. τῆς δὲ γονιμότητος αἰτίαν μάλιστα τὴν ἑβδομάδα ὑπάρχειν, δηλοῖ τὸ καὶ τὰ ἑπταμηνιαῖα δι’ αὐτὴν ζώσιμα οὐκ ἔλαττον τῶν ἐννεαμηνιαίων γίνεσθαι. διαφθείρεσθαι δὲ ὑπὸ τῆς φυσικῆς ἀνάγκης τὰ ἀμφοῖν μέσα
5τεταγμένα ὀκταμηνιαῖα, ὃ διὰ τοιούτου τινὸς ἐπιλογισμοῦ συνε‐ βίβαζον οἱ Πυθαγορικοί, δι’ ἀριθμητικῶν λόγων καὶ διαγραμ‐ μάτων τὴν ἔφοδον ποιούμενοι· τοὺς ἀπὸ τῶν δύο ἐλαχίστων ἀριθμῶν πυθμένας κύβους τοῦ τε βʹ καὶ τοῦ γʹ τὸν ηʹ καὶ τὸν κζʹ συντιθέντες ποιοῦσι τὸν λεʹ, ἐν ᾧ μάλιστα συμβέβηκε
10τοὺς τῶν συμφωνιῶν ὁρᾶσθαι λόγους, δι’ ὧν ἡ ἁρμονία τελει‐ οῦται· γένεσις μὲν γὰρ πᾶσα ἐξ ἐναντίων, ὑγροῦ ξηροῦ, ψυχροῦ θερμοῦ, ἐναντία δὲ οὐχ ὁμονοεῖ οὐδ’ εἰς συστασίν τινος συν‐ τρέχει δίχα ἁρμονίας· ἁρμονιῶν δὲ ἀρίστη, πάντων ἐπιδεκτικὴ τῶν συμφώνων λόγων, ἡ κατὰ τὸν λεʹ ἀριθμόν, ὃς οὐ μόνον
15εἰς στερέωσιν καὶ τελειότητα τοῖς προλεχθεῖσι δυσὶ κύβοις τριχῆ διαστατοῖς ἰσάκις ἴσοις ἰσάκις συμπληροῦται, ἀλλὰ καὶ τῶν πρώτων τριῶν τελείων τῶν τοῖς ἰδίοις μέρεσιν ἴσων, δυνάμει μὲν τοῦ αʹ, ἐνεργείᾳ δὲ τοῦ ϛʹ καὶ τοῦ κηʹ, σύστημά ἐστι. πρὸς δὲ τούτοις καὶ τῶν τὴν ἁρμονικὴν ἐπιδειξαμένων πυ‐
20θμενικῶς θεωρίαν τῶν τῶν συμφωνιῶν σχέσεων ἁπασῶν, τοῦ ϛʹ καὶ ηʹ καὶ θʹ καὶ ιβʹ, συγκεφαλαίωμά ἐστι, τοῦτον δὲ τὸν λεʹ ἐναρμόνιον ὄντα καὶ τελεστικώτατον ὑπὸ πλευρῶν δύο περισ‐ σῶν περιεχόμενον παραλληλόγραμμον, τῆς εʹ καὶ ζʹ, ψυχογο‐ νικὸν γενέσθαι, εἰ τὴν τρίτην διάστασιν τῷ ϛʹ μηκυνθεὶς αὐξη‐
25θείη (ψυχῇ γὰρ οἰκειότατος ὁ ϛʹ), προαπεδείχθη. ὅτι ποιότης63
Theol Ar
.

64

μὲν καὶ χροιὰ καὶ φῶς μετὰ τὰ σωματικὰ μεγέθη τριχῆ δια‐ στάντα ὤφθη κατὰ τὴν πεντάδα, ψύχωσις δὲ καὶ ἕξις ζωτικὴ κατὰ τὴν ἑξάδα διὰ τοῦτο ὠνομασμένην, τελείωσις δὲ καὶ διανόησις κατὰ τὴν ἑβδομάδα. ὅπερ οὖν πεντάκις ἓξ ἑπτάκις
5〈ἢ〉 ἑπτάκις ἓξ πεντάκις ἀποτελεῖται, τοῦτο δηλονότι καὶ ἐκ τοῦ πεντάκις ἑπτὰ ἑξάκις ἀποβαίη ἄν· σύμπαντα δὲ σιʹ, ἐν ὅσαις ἡμέραις οἱ ἑπταμήνιοι ζωογονοῦνται παρὲξ τῶν ἓξ ἡμερῶν, δι’ ὅσων ἡ τοῦ ὑγροφόρου ὑμένος σύστασις ἐδείχθη πρώτιστα φαίνεσθαι, σὺν δ’ ἐκείναις κύβος ἂν εἴη ἀποκα‐
10ταστατικὸς καὶ σφαιρικός, ὃς ἀποτελειοῦται τοῖς οἰκείοις μέρε‐ σιν ἴσος, τοῦ ἓξ ψυχικοῦ ἀριθμοῦ. καὶ Διοκλῆς δὲ ἑξαπλασια‐ σθέντων τῶν λεʹ γίνεσθαί φησι στερεὸν τὸν σιʹ, ὅσαιπέρ εἰσιν εἰς τοὺς ἑπτὰ μῆνας ἡμέραι τοὺς τριακονθημέρους. Ἱπποκράτης δέ· ‘τὰ ἐν οʹ ἡμέραις κινούμενα, φησίν, ἐν τριπλασίῃσι
15τελειοῦται· καὶ κατὰ τοῦτον γὰρ αἱ μὲν οʹ τριπλασιασθεῖσαι τοῦ σιʹ ποιητικαί εἰσιν, αἱ δὲ ϟʹ τοῦ σοʹ, ἑπταμήνου καὶ ἐννεα‐ μήνου. ὅτι καὶ τὰ σπέρματα πάντα ὑπὲρ γῆν ἀναφαίνεται δι’ ἑβδόμης μάλιστα ἡμέρας ἐκφυόμενα, καὶ ἑπτάκαυλα ὡς ἐπίπαν τὰ πλεῖστα γίνεται, τά τε βρέφη, ὥσπερ ἐσπάρη τε καὶ κατὰ
20γαστρὸς ἑβδομάδι διῳκήθη, οὕτω καὶ μετὰ τὴν γένεσιν ἑπτὰ μὲν ὥραις τὴν κρίσιν ἴσχει τοῦ ζῆν ἢ μή· ἐμπνέοντα γὰρ πάντα
τῆς μήτρας ἐξέρχεται τὰ τελεσφόρα καὶ οὐ νεκρὰ ἀποκυηθέντα,64
Theol Ar
.

65

πρὸς δὲ τὴν τοῦ ἀναπνεομένου ἀέρος παραδοχήν, ὑφ’ οὗ το‐ νοῦται τὸ τῆς ψυχῆς εἶδος, κρισιμωτάτῃ βεβαιοῦται τῇ ζʹ ὥρᾳ ἐπὶ θάτερον, ἢ ζωὴν ἢ θάνατον. ἑπτὰ δὲ μησὶν ὀδοντοφυεῖ, δὶς δὲ ἑπτὰ ἀνακαθίζει καὶ ἕδρας ἀκλινοῦς τυγχάνει, τρὶς δὲ
5ἑπτὰ διαρθροῦν ἄρχεται τὸ φθέγμα καὶ λαλεῖν τὰς πρώτας ὁρμὰς ἐπιβάλλεται, τετράκις δὲ ἑπτὰ ἵσταται μὴ σφαλλόμενα καὶ διαβαίνειν ἐπιχειρεῖ, πεντάκις δὲ ἑπτὰ παύεται τῆς τοῦ γάλακτος τροφῆς φυσικῶς ἀποδιατιθέμενα. ἑπτὰ δὲ ἔτεσιν ἀποβάλλει τοὺς φυσικοὺς ὀδόντας καὶ ἀναφύει τοὺς πρὸς τὴν
10σκληρὰν τροφὴν ἐπιτηδείους, δὶς δὲ ἑπτὰ ἡβάσκει καὶ ὥσπερ διηρθρωμένως ἔτυχε τοῦ παντὸς προφορικοῦ λόγου ἐν τῇ προ‐ τέρᾳ τῶν ἐτῶν ἑβδομάδι, τοσούτων φύσει ὑπαρχόντων καὶ τῶν εἰς τὸ τοιοῦτον ἐπιτηδείων ἁπλῶν φθεγμάτων, οὕτως ἄρχεται ταῖς τοῦ ἐνδιαθέτου ἐπιβάλλειν διαρθρώσεσιν, καθὸ λογικὸν
15ἤδη ὑπάρχει ζῶον, ἑπτὰ κατὰ πολλοὺς τῶν φιλοσόφων ὑπαρ‐ χουσῶν τῶν τὸ λογικὸν συνασκουσῶν αἰσθήσεων καὶ τότε μάλιστα συμπληρουμένων· πρὸς γὰρ ταῖς τεθρυλλημέναις πέντε ἔτι καὶ τὴν φωνητικὴν καὶ σπερματικὴν καταριθμοῦσιν ἔνιοι,
αὕτη δὲ τότε συμπληροῦται αὐτοῖς, ὅτε τὸ σπερματικὸν φυσι‐65
Theol Ar
.

66

κῶς ἅπασι κινεῖται, ἄρρεσι μὲν διὰ γονῆς, θηλείαις δὲ δι’ ἐμμήνου καθάρσεως· διόπερ ζωογονητικῆς ἐπιτηδειότητος τότε μόνον κατάρχονται, καὶ Βαβυλωνίοις οὐδὲ θρησκεύονται οὐδὲ τῆς αὐτῶν ἱερατικῆς σοφίας μετέχουσιν, ἀλλ’ ἀποκλείονται τῶν
5ἐνταῦθα μυημάτων ἐντὸς τούτου τοῦ χρόνου. ἐπεὶ δὲ καὶ τίκτειν τῷ ἑξῆς ἔνεστι χρόνῳ καὶ ἀνθ’ αὑτῶν ἀμείβειν εἰς τὴν κοσμικὴν συμπλήρωσιν ἄνθρωπον, εἰκότως γενεὰν τὴν συμ‐ μετρότητα οἱ ποιηταὶ τὴν τριακονταετῆ τίθενται, ἐν ᾗ τέκνον ἔστιν ἰδεῖν· καὶ κατὰ τὴν ἐν τριάδι τελείωσιν διὰ τριῶν ἡ δια‐
10δοχὴ συγκλείεται διὰ πατρός, υἱοῦ, ἐγγόνου. τῇ δὲ τρίτῃ ἑβδομάδι συλλήβδην καὶ τὴν ἐπὶ μῆκος αὔξησιν ἀπολαμβάνει, τῇ δὲ τετάρτῃ τὴν ἐπὶ πλάτος τελειοῦται, καὶ οὐδεμία ἄλλη αὐτοῖς ἀπολείπεται σώματος ἐπίδοσις· τέλειος γὰρ ὁ κηʹ. τῇ δὲ εʹ κατὰ τὸν ἁρμονικὸν ἀποδειχθέντα τὸν λεʹ καὶ ἡ κατὰ
15ἰσχὺν πᾶσα ἐπίδοσις ἀποστραγγίζεται καὶ οὐκέτι οἷόν τε ἑαυ‐ τοῦ ἰσχυρότερον μετὰ ταῦτα τὰ ἔτη γενέσθαι. διὰ τοῦτο οἱ ἀθληταὶ τοσούτων γενόμενοι οἱ μὲν ἤδη νενικηκότες πλέον τι πρᾶξαι οὐ προσδοκῶσιν, οἱ δὲ μήπω καταλύουσι. καὶ αἱ τῶν βελτίστων πολιτειῶν νομοθεσίαι μέχρι μὲν ταύτης στρατεύεσθαι
20ἀναγκάζουσιν, εἰσὶ δὲ καὶ αἱ μέχρι τῆς μετ’ αὐτήν, τὸ δὲ μετὰ τοῦτο στρατηγεῖν μέν, οὐκέτι δὲ στρατεύεσθαι συγχωροῦσιν. τὸ δὲ κεφάλαιον. ὅταν ὁ τῆς δεκάδος λόγος τῷ τῆς ἑβδομάδος
κερασθῇ καὶ δεκάκις ἑπτὰ γένηται, τότε πάντων ἔργων ἀφετέον66
Theol Ar
.

67

τῷ ἀνθρώπῳ, καθοσιωτέον δὲ τῇ τῆς λεγομένης εὐδαιμονίας ἀπολαύσει. ὅτι εἰς τέσσαρα τὰ πάντα στοιχεῖα, τρεῖς δὲ αὐτῶν ἀναγκαίως αἱ μεταξύτητες, ἑβδομὰς ἂν κἀνταῦθα ἐπικρατοίη τῶν ὅλων· διὸ καὶ Λίνος ὁ θεολόγος ἐν τῷ Πρὸς Ὑμέναιον
5δευτέρῳ θεολογικῷ φαίνεται λέγων· ‘τέσσαρες ἀρχαὶ ἅπασι τρισσοῖς δεσμοῖς κρατοῦνται.‘ πῦρ μὲν γὰρ καὶ γῆ συν‐ ηρμόσθησαν ἀλλήλοις κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· ὃ πρὸς ἀέρα γῆ, τοῦθ’ ὕδωρ πρὸς πῦρ, καὶ ἀνάπαλιν ὃ πρὸς ἀέρα πῦρ, τοῦθ’ ὕδωρ πρὸς γῆν, καὶ τὸ ἐναντίον· τῶν δὲ τοι‐
10ούτων ἑνωτικαί πως αἱ ἁρμονίαι, μεταξὺ δὲ ἀέρος καὶ πυρὸς πειθώ· κατ’ ἔφεσιν γὰρ καὶ ἀπόμαξιν ἀφομοιοῦται τὰ ἀπὸ ἀέρος μέχρι γῆς τοῖς οὐρανίοις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχουσι, πειθόμενά πως καὶ ποδηγούμενα τῇ τοῦ ἀρχεγόνου καὶ πάντα ἕλκοντος ἐφ’ ἑαυτὸ κάλλους φύσει. ὅτι πρὸς τοῖς ἄλλοις
15τῇ ἑβδομάδι ὑπάρχει τὸ κρισιμωτάτην εἶναι αὐτήν, ὥσπερ ἐν τῇ κυοφορήσει καὶ ἐν ταῖς τῆς ἀνατροφῆς ἡλικίαις, οὕτω δὲ καὶ ἐν ταῖς νόσοις καὶ ταῖς ὑγείαις διὰ τὸ συγγενεστάτην αὐτὴν καὶ ὁμόφυτον εἶναι τῇ τοῦ ἀνθρώπου κατασκευῇ· σπλάγχνα τε γὰρ τὰ λεγόμενα μέλανα ἑπτὰ κατ’ αὐτὴν ἐμπέφυκεν ἡμῖν,
20γλῶττα, καρδία, ἧπαρ, πνεύμων, σπλήν, νεφροὶ δύο, καὶ τὰ67
Theol Ar
.

68

καθολικὰ μέρη τοσαῦτα, ἅπερ ἐστὶ κεφαλή, θώραξ, χεῖρες δύο, πόδες δύο καὶ αἰδοῖον· κατὰ μέρος δὲ διατρήσεις ἐν μὲν τῷ προσώπῳ ζʹ, ὀφθαλμῶν βʹ, ὠτῶν βʹ, ῥινῶν βʹ, στόματος αʹ, τά τε πνοὴν καὶ τροφὴν διαφέροντα ζʹ, φάρυγξ, στόμαχος,
5γαστήρ, ἔντερον, μεσεντέριον, κύστις καὶ τὸ πρὸς τῇ ἕδρᾳ, ὅ τινες ἀρχὸν καλοῦσιν. ὅτι μηδενὸς τρέφοντος ἐνεθέντος ζʹ ἡμέρας οἷόν τε ζῆν. καὶ ἐν γεωμετρικαῖς σκέψεσιν ἑπτὰ εἴδη τῶν παρ’ αὐτοῖς ἀρχῶν, σημεῖον γραμμὴ ἐπιφάνεια γωνία σχῆμα στερεὸν ἐπίπεδον, καὶ ἑπτὰ 〈τὰ〉 τῶν στοιχειωτῶν ἐξετάσεις
10ἐπιδεχομένων πληροῦνται· τριγώνου γὰρ γωνίαι τρεῖς καὶ πλευ‐ ραὶ ἴσαι καὶ αὐτὸ τὸ ἐμβαδὸν ἕν. πολὺ δὲ πλέον καὶ ὅτι τὰ σημειωτικὰ δι’ ἑβδομάδος κρατύνεται ἢ ἐπὶ τὸ νοσερὸν ἢ ἐπὶ τὸ ὑγιεινὸν ῥέποντα· εἰς γὰρ τὴν ἑβδόμην ἡμέραν μόνην τῶν ἐντὸς αὐτῆς οἱ πυρεκτικοὶ πάντες τύποι συναντῶσι· διὸ καὶ
15κρίσεως ἐνταῦθα τυγχάνουσιν. ὁ δὲ τῆς ἀποδείξεως τρόπος ἁπλοῦς εἰκὼς τῷ 〈τῶν〉 προβραχέος ἀπὸ μονάδος παντοίων ἀναλόγων ἐκθέσεων ἰδιώματι, ἐν ᾧ κύβων μὲν ἅμα καὶ τετραγώ‐ νων ἡ αʹ καὶ ζʹ χώρα μόνη ἐπιδεκτικὴ ἡμῖν ἐφάνη, τετραγώνων δὲ μόνων εʹ καὶ γʹ, βʹ καὶ ϛʹ οὐδετέρων, ὡς οὐδὲ τριταίου
20οὐδὲ τεταρταίου ἐν τοῖς πυρεκτικοῖς τύποις. ἰδοὺ γὰρ τοῦ μὲν
λεγομένου τριταίου τετραγώνῳ μάλιστα ὁμοιουμένου διὰ τὸ68
Theol Ar
.

69

ἐπιπέδων τριγώνων κατάρχειν, ὧν τὸ συμμετρότατον τετράγω‐ νον ἰσότητα ὀρθογωνίου καὶ πλευρῶν ἔχει, καὶ πρὸς αὐτὸ εὐθύνεται, ἀλλὰ παρὰ μίαν πάντως ἐπισημαίνοντος, αʹ τε καὶ γʹ καὶ εʹ καὶ ζʹ μετέχουσιν ἀπ’ ἀλλήλων οὖσαι τρίται καθὰ
5καὶ τετραγωνισμοῦ ἐν πάσαις ταῖς ἀνάλογον ἐκθέσεσιν ἰσοτα‐ γεῖς χώρας· τεταρταίου δὲ καὶ τῷ κύβῳ παραπεμφθέντος διὰ τὴν πανταχόθεν ἑδραιότητα κἀκ τῶν ἓξ βάσεων τετραγώνων εὐσταθὲς αʹ καὶ δʹ καὶ ζʹ κοινωνοῦσι· παρὰ γὰρ δύο ἐπιση‐ μαίνει ὁ λόγος, ὥστε διὰ τετάρτης ἀπαντᾶν ἡμέρας, ὡς ἐν ταῖς
10αὐτῶν ἀνάλογον ἐκθέσεσιν εἰς τὰς τετάρτας πάντως οἱ κύβοι ἀποτελοῦνται χώρας· τοῦ δὲ λεγομένου ἡμιτριταίου φύσιν μὲν ἰδίαν οὐκ ἔχοντος, παρὰ δὲ τὸν τριταῖον μορφουμένου, ἀπαν‐ τῶντος δὲ αὐτοῦ ἐν δυσὶ νυχθημέροις, τουτέστιν ὥραις μηʹ, ἀεὶ μέντοι τρεῖς ὥρας ὁρίζοντος εἰς ὁποτερονοῦν, ἤτοι λῆψιν
15ἢ ἄνεσιν, τὸ δὲ λοιπὸν ἓν δωδεκάωρον εἰς τοὐναντίον, παρὰ μέντοι τὸ θᾶττον ἢ βράδιον αὐτὰ ταῦτα ἀποδιδόναι ἤτοι με‐ γάλου ἡμιτριταίου λεγομένου ἢ μικροῦ ἢ μέσου πρὸς τὰς παρ’ ἑκάτερον παρολκὰς ἢ παρεκτάσεις, μεθέξει μὲν ἡ τῆς δευτέρας ἡμέρας δευτέρα δωδεκάωρος ἐπισημανθεῖσα τῆς δὲ
20τετάρτης ἡ προτέρα δωδεκάωρος καὶ τῆς ἕκτης ἡ ἀρχή, ὥστε πάλιν ἀπάντησιν εἰς τὴν τῆς ἑβδόμης ὑστέραν γενέσθαι καὶ τρόπον τινὰ τὴν ἑβδόμην ἐοικυῖαν εἶναι τῇ πρωτίστῃ κατὰ πάντα· πάντων γὰρ ἁπλῶς τῶν ἐντὸς διαστήματος τεταρταϊκοῦ
τόπων ἀμφότεραι μόναι μετέχουσαι, ἡ μὲν γεννητική, ὡς εἰπεῖν,69
Theol Ar
.

70

αὐτῶν ἔσται, ἡ δὲ κριτικὴ καὶ οἷον δοκιμαστική, τῶν δ’ ἀνὰ μέσον πασῶν οὐδεμία πάντων μετέχει πλὴν ἀφημερινοῦ, οὗπερ ἀναγκαίως καὶ ζʹ καὶ αʹ· κοινὴ γὰρ αὕτη ἐπισημασία μόνη, ὥσπερ καὶ τῶν ἐκκειμένων διαγραμμάτων. αὕτη ἡ πολλαπλα‐
5σιότης κοινὸν πάντων στίχων παρακολούθημα, ἀλλὰ διαφεύγει δευτέρα μὲν τριταῖον καὶ τεταρταῖον, μετέχει δὲ ἀφημερινοῦ καὶ ἡμιτριταίου· τρίτη δὲ διαφεύγει μὲν ἡμιτριταῖον καὶ τεταρ‐ ταῖον, μετέχει δὲ ἀφημερινοῦ καὶ τριταίου· τετάρτη δὲ διαφεύ‐ γει μὲν τριταῖον, τῶν δὲ λοιπῶν μετέχει τριῶν· πέμπτη δὲ δια‐
10φεύγει μὲν τεταρταῖον, μετέχει δὲ καὶ τριταίου καὶ ἀφημερινοῦ καὶ τῆς τοῦ λοιποῦ ἀνωμαλίας· ἕκτη δὲ μόνη ἀφημερινοῦ με‐ τέχει ἀντιπεπονθότως τῇ τετάρτῃ ἕνα μόνον διαφευγούσῃ· ἑβδόμη δὲ πάντων μετέχει, ὡς ἡ πρώτη. κἀπειδὴ τὰ τῶν ἄλ‐ λων τύπων συμφανέστερα ἢ ἁπλούστερα, τεταραγμένου δὲ τοῦ
15ἡμιτριταίου, σαφέστερον οὕτω ὁρισθήσεται· πρώτης ἀρχῆς ση‐ μασίας ἐνδοτέρω οὐκ ἂν ἐπισημήνειε εʹ ἑξαώρων, ὥστε κατὰ τὴν τῆς γʹ ἑσπέραν τῆς πρότερον γενομένης κατὰ τὴν μεσημβρίαν τῆς δευτέρας ἡ ἐπὶ ταύτῃ ὅρον ἕξει, οὗ ἐνδοτέρω ἀμήχανον, πάλιν τὸ τῆς τετάρτης μεσονύκτιον εἰς τὴν τῆς ἕκτης εὐθὺς
20πρωΐαν, ὥστε τὴν τῆς ἑβδόμης μεσημβρίαν ἀποκρίνεσθαι. ἀπὸ δὲ ταύτης τῆς διαιρέσεως, ἥτις ἐστὶ τοῦ σμικροτάτου, καὶ τὰς ἀνωμαλίας λογιστέον. διὰ τὸ οὖν τυχαίως καὶ ἐπίκαιρόν τινα τρόπον ἀπαντᾶν καὶ ἀποκρίνεσθαι ἕκαστα 〈κατὰ〉 τὴν τῆς
ἑβδομάδος χώραν καιρὸν αὐτὴν καὶ τύχην ἐπωνόμαζον, καὶ70
Theol Ar
.

71

ἡ συνήθεια καιρὸς καὶ τύχη εἰθίσθη λέγειν. τί γὰρ δεῖ νῦν καὶ περὶ τῶν κλιμακτήρων λεπτολογεῖν ἑβδομαδικῶν μάλιστα παρὰ τοῖς ἀποτελεσματολόγοις δογματιζομένων; ὅτι Ἀθηνᾶν καὶ καιρὸν καὶ τύχην τὴν ἑπτάδα ἐπωνόμαζον· Ἀθηνᾶν μέν, ὅτι
5παραπλησίως τῇ μυθευομένῃ παρθένος τις καὶ ἄζυξ ὑπάρχει, οὔτε ἐκ μητρὸς γεννηθεῖσα, ὅ ἐστιν ἀρτίου ἀριθμοῦ, οὔτε ἐκ πατρός, ὅ ἐστι περιττοῦ, πλὴν ἀπὸ κορυφῆς τοῦ πάντων πα‐ τρός, ὅπερ ἂν εἴη ἀπὸ τῆς τοῦ ἀριθμοῦ κεφαλῆς μονάδος, καὶ ἔστιν οἷον Ἀθηνᾶ ἀθήλυντός τις, θῆλυ δὲ ὁ εὐδιαίρετος ἀρι‐
10θμός· καιρὸν δέ, ὅτι οὐ χρόνῳ μακρῷ τὰς ἐνεργείας ἀνυομένας ἐν ταῖς κρίσεσιν ἔχει 〈εἰσ〉 ὑγείαν ἢ νόσον ἢ εἰς γένεσιν καὶ φθοράν· τύχην δέ, ὅτι παραπλησίως τῇ μυθευομένῃ Τύχῃ τὰ θνητὰ διέπει. ὅτι οὐ μόνον τῆς ἀνθρωπίνης φωνῆς ἀλλὰ καὶ ὀργανικῆς καὶ κοσμικῆς καὶ ἁπλῶς ἐναρμονίου φωνῆς ζʹ ὑπάρ‐
15χει τὰ στοιχειώδη φθέγματα, οὐ μόνον παρὰ τὸ ὑπὸ τῶν ζʹ ἀστέρων ἀφίεσθαι μόνα καὶ πρώτιστα, ὡς ἐμάθομεν, ἀλλ’ ὅτι καὶ τὸ πρῶτον διάγραμμα παρὰ τοῖς μουσικοῖς ἑπτάχορδον ὑπέπεσεν. ὅτι τριῶν ὄντων τῶν τῆς ψυχῆς εἰδῶν ἢ μερῶν, φρονητικοῦ θυμικοῦ ἐπιθυμητικοῦ, τέσσαρες ἀρεταὶ αἱ τε‐
20λειόταται γίνονται, καθάπερ τριῶν διαστημάτων τέσσαρες ὅροι
ἐπὶ σωματικῆς συναυξήσεως.71
Theol Ar
.

72

περὶ ὀκτάδος. Τὴν ὀκτάδα πρῶτον ἐνεργείᾳ κύβον καὶ μόνον ἐντὸς δεκά‐ δος ἀρτιάκις ἄρτιον ἔφαμεν, ἐπειδὴ ὁ δʹ συνέχειν φαίνεται τὰς περισσαρτίου καὶ ἀρτιάκις ἀρτίου διαγνώσεις ἐν τῷ δύο μόνον
5διχασμοὺς ἐπιδέχεσθαι [εἰ] μέχρι μονάδος, τὸν μὲν αὑτοῦ, τὸν δὲ τῶν μερῶν, παγκάλως τε καὶ παραλλήλως ἡρμοσμένος πά‐ σας ἁρμόσεις, τὴν μὲν ἐκ δύο μήτε γεννώντων μήτε γεννωμέ‐ νων, οἵπερ μόνοι ἐν δεκάδι ὤφθησαν (λέγω δὲ τὴν ἐκ τοῦ αʹ καὶ ζʹ), τὴν δὲ ἐκ δύο ἀρτιοπερίσσων ἐνεργείᾳ, ἥπερ στοιχει‐
10ώδης εἰς γέννησιν κύβων σύνθεσις καὶ πρώτη συλλαβή, τὴν 〈δὲ〉 ἐκ τοῦ γʹ καὶ εʹ, τὴν μὲν δυνάμει, τὴν δὲ ἐνερ‐ γείᾳ τὴν ἐκ τοῦ βʹ καὶ ϛʹ, τὴν δὲ ἐκ δύο πρώτων περισ‐ σῶν, τοῦ μὲν πρὸ αὐτοῦ ἀσυνθέτως ἀποβάντος, τοῦ ἑνός, (τοῦ δὲ μετ’ αὐτὸν ἐκ τριῶν τῶν μετὰ τούτους ἐσομένων, ζʹ
15θʹ ιαʹ, τοῦ δ’ ἔτι μετ’ ἐκεῖνον ἐκ δʹ συνεχῶν, ιγʹ ιεʹ ιζʹ ιθʹ),
τετάρτην δὲ τὴν ἐκ διφορουμένου τοῦ δʹ, μόνου καὶ γεννῶν‐72
Theol Ar
.

73

τος ἅμα καὶ γεννωμένου, ἵν’ ἐκ τῶν ἀντιθέτων δύο πρωτίστων ἀγόνων καὶ γεννητῶν καὶ τοῦ ἀμφότερα ἔχοντος συντελῆ 〈ᾖ〉 τὰ ηʹ. καὶ ἄλλως ὁ δʹ μεθόριον ἁρμονικῶν σχέσεων ἡμῖν ἀνεφάνη, συμφώνων μὲν ἐντὸς ἑαυτοῦ, ἀσυμφώνων δέ, ἀλλ’ ἐμμελῶν
5μεθ’ ἑαυτόν. ἔνθεν παναρμόνιος ἐπεκαλεῖτο ὑπὸ τῶν ἀν‐ δρῶν ἡ ὀγδοὰς διὰ τὴν ὑπερφυῆ καθάρμοσιν ταύτην ἢ ὅτι ἰσάκις ἴση ἰσάκις πρὸ πάντων αὐτὴ καθαρμοσθεῖσα ηὐξήθη δικαιοτάτην γένεσιν. ὅτε οὖν Καδμείαν καλοῦσιν αὐτήν, ὑπακουστέον, ὅτι παρ’ ὅσον Κάδμου γυναῖκα τὴν Ἁρμονίαν πάν‐
10τες ἱστοροῦσιν. ἐναργῶς δὲ κἀν τοῖς οὐρανίοις εὕροι τις ἂν ἴχνη ὀγδοάδος· ὀκτώ τε γὰρ σφαῖραι ἀστέρων καὶ ὀκτὼ οἱ ἀστρο‐ νόμοις κατὰ λῆψιν ἀναγκαιότατοι καὶ ἐπιστημονικώτατοι κύκλοι· τέσσαρες μὲν μέγιστοι ἀλλήλων ἐφαπτόμενοι, πῇ μὲν δίχα, πῇ δὲ ἄλλως, ἰσημερινὸς καὶ ζωδιακὸς καὶ ὁρίζων καὶ ὁ διὰ τῶν
15πόλων, ὅν τινες μεσημβρινόν, οἱ δὲ κόλουρόν φασι, τέσσαρες δὲ ἐλάττονες, οὐδαμῶς ἀλλήλων ἐφαπτόμενοι, ἀρκτικὸς καὶ ἀν‐ ταρκτικὸς καὶ θερινὸς καὶ χειμερινός. καὶ ἄλλα τοιαῦτα ἐν [δεῖ] τοῖς περιγείοις, εἴπερ τῶν πεποδισμένων ζώων ὁ ὅρος ἐν αὐτῇ, μετ’ αὐτὴν δὲ ἡ ἀοριστία, σκορπίοι τε καὶ καρκῖνοι καὶ τὰ
20ὅμοια τῶν ῥητοὺς πόδας ἐχόντων, τὰ δὲ ἐφεξῆς αὐτοῖς πολυ‐73
Theol Ar
.

74

πόδων ψιλῶν ἐστιν ἤδη. καὶ τῶν τοῦ ἀνθρώπου ὀδόντων ἡ τετραχῆ διανέμησις ὀγδοαδική πώς ἐστι, καὶ ἡ τῶν ἐκ κεφα‐ λῆς τεσσάρων κατατρήσεων διαφόρησις κατ’ αὐτὴν ὥρισται, καὶ ἕτερα ἐοικότα περί τε θηλὰς ζώων καὶ χηλὰς κατ’ ἀνάλο‐
5γον. ὅθεν αὐτὴν μητέρα ἐπωνόμαζον, τάχα μὲν εἰς τὰ λε‐ χθέντα ἀναφέροντες, (θῆλυς γὰρ ὁ ἄρτιος,) τάχα δέ, ἐπειδὴ μή‐ τηρ μὲν θεῶν ἡ Ῥέα, Ῥέας δὲ δυὰς μὲν ἀπεδείχθη σπερματι‐ κῶς, ὀγδοὰς δὲ κατ’ ἐπέκτασιν. δοκεῖ δέ τισι καὶ αὐτὸ τὸ ὄνομα τοῦτο πεποιῆσθαι τὸ ὀγδοὰς οἷον ἐκδυὰς ἡ ἐκ δυάδος
10γεγονυῖα κυβισθείσης. Φιλόλαος δὲ μετὰ τὸ μαθηματικὸν μέ‐ γεθος τριχῆ διαστὰν 〈ἐν〉 τετράδι, ποιότητα καὶ χρῶσιν ἐπι‐ δειξαμένης τῆς φύσεως ἐν πεντάδι, ψύχωσιν δὲ ἐν ἑξάδι, νοῦν δὲ καὶ ὑγείαν καὶ τὸ ὑπ’ αὐτοῦ λεγόμενον φῶς ἐν ἑβδομάδι, μετὰ ταῦτά φησιν ἔρωτα καὶ φιλίαν καὶ μῆτιν καὶ ἐπίνοιαν
15ἐπ’ ὀγδοάδι συμβῆναι τοῖς οὖσιν. ὅτι ἀλιτόμηνος· ἐπὶ μὲν τῆς Ῥέας μυθολογοῦσιν, ὅτι τοὺς τικτομένους ἀπ’ αὐτῆς ἠφά‐ νιζεν ὁ Κρόνος, ὡς ἱστορεῖται, ἐπὶ δὲ τῆς ὀγδοάδος, ὅτι ἀτε‐ λεσιούργητοι αἱ κατὰ τὸν ὄγδοον μῆνα ὠδῖνες, ἠλιτόμηνοί πως διὰ τοῦτο λεγόμεναι. ὅτι τοῦ τῶν Μουσῶν ἀριθμοῦ τὸ Εὐ‐
20τέρπη ὄνομα τῇ ὀγδοάδι ἐπιπρέπειν ἔλεγον, παρ’ ὅσον εὔτρε‐ πτος μάλιστα τῶν ἐντὸς δεκάδος, ἀρτιάκις ἄρτιος οὖσα καὶ
μέχρι τῆς φύσει ἀτόμου μονάδος αὐτῆς.74
Theol Ar
.

75

Ἀνατολίου. ἡ ὀγδοὰς ἀσφάλεια καλεῖται καὶ ἕδρασμα, ἀγωγὸς οὖσα παρὰ τὸ δύο ἄγειν σπέρμα αὐτῆς ὁ πρῶτος ἄρτιος. τετράδι πολλαπλασιασθεῖσα ποιεῖ τὸν λβʹ, ἐν ᾧ φασι χρόνῳ τὰ ἑπτά‐
5μηνα διατυποῦσθαι· ἡ περιέχουσα τὰ πάντα σφαῖρα ὀγδόη, ὅθεν ἡ παροιμία ‘πάντα ὀκτώ‘ φησι. ‘[σὺν] ὀκτὼ δὴ σφαίρῃσι κυλίνδετο [ὁ] κύκλῳ ἰόντα ... ἐνάτην περὶ γαίην‘, Ἐρατοσθένης φησίν. ἀρχὴ τῶν μουσικῶν λόγων ἐστὶν ὁ ηʹ ἀριθμός, καὶ εἰσὶν οἱ ὅροι τοῦ κοσμικοῦ συστήματος οὕ‐
10τως· ὁ ηʹ ἀριθμὸς ἐπόγδοον ἔχων τὸν θʹ ἀριθμόν (ὑπερέχει δὲ μονάδι ὁ θʹ τοῦ ηʹ), ὁ ιβʹ ἡμιόλιος τοῦ ηʹ, ἐπίτριτος τοῦ θʹ, ὑπερέχει τριάδι τοῦ θʹ· ὁ ιϛʹ ἐπίτριτος τοῦ ιβʹ, ὑπερέχει δʹ· ὁ ιηʹ ἡμιόλιος τοῦ ιβʹ, ὑπερέχει ἑξάδι· ὁ καʹ τοῦ θʹ διπλασιεπίτριτος, ὑπερέχει ιβʹ· ὁ κδʹ ἐπίτριτος τοῦ ιηʹ,
15ὑπερέχει ϛʹ· ὁ λβʹ ἐπίτριτος τοῦ κδʹ, ὑπερέχει ηʹ· ὁ λϛʹ δι‐ πλάσιος τοῦ ιηʹ, ἡμιόλιος τοῦ κδʹ, ὑπερέχει ιβʹ· καὶ ἔστιν ὁ μὲν θʹ ἐπόγδοος τοῦ ηʹ Σελήνης, ὁ ιβʹ ἡμιόλιος τοῦ ηʹ Ἑρ‐ μοῦ, ὁ ιϛʹ διπλάσιος τοῦ ηʹ Ἀφροδίτης, ὁ ιηʹ διπλάσιος τοῦ θʹ ἐν ἐπογδόῳ τοῦ ιϛʹ Ἡλίου, ὁ καʹ διπλασιεπίτριτος τοῦ θʹ
20Ἄρεος, ὁ κδʹ διπλάσιος τοῦ ιβʹ ἐν ἡμιολίῳ τοῦ ηʹ Διός, ὁ λβʹ
τετραπλάσιος τοῦ ηʹ Κρόνου, ὁ λϛʹ τετραπλάσιος τοῦ θʹ ἀπλα‐75
Theol Ar
.

76

νῶν ἐν ἐπογδόῳ λόγῳ 〈τοῦ λβʹ〉· αἱ δὲ ὑπεροχαί· λϛʹ ὑπερέχει δʹ, λβʹ ηʹ, κδʹ γʹ, 〈καʹ γʹ〉, ιηʹ βʹ, ιϛʹ δʹ, ιβʹ γʹ, θʹ αʹ, ἢ ὑπερέχει [δὲ] τοῦ ηʹ ὁ θʹ μονάδι, ὁ ιβʹ τοῦ θʹ τριάδι, ὁ ιϛʹ τοῦ ιβʹ τετράδι, ὁ ιηʹ τοῦ ιϛʹ δυάδι, καὶ οἱ λοιποὶ ὁμοίως.
5
περὶ ἐννεάδος. Τὴν δὲ ἐννεάδα μέγιστον τῶν ἐντὸς δεκάδος ἀριθμῶν καὶ πέρας ἀνυπέρβλητον· ὁρίζει γοῦν τὴν εἰδοποίησιν οὕτως· οὐ γὰρ μόνον ἐπὶ τοῦ ἐπ’ ἐννάτου τόνου μηκέτι εἶναι συμβέ‐ βηκε λόγον περαιτέρω μουσικὸν ἐπιμορίως, ἀλλὰ καὶ διὰ τὸ
10φυσικῶς ἀναστρέφειν τὴν σύνθεσιν ἐκ φυσικοῦ τέλους εἰς τὴν ἀρχὴν καὶ ἀπὸ συναμφοτέρων εἰς τὸ μέσον, καθὰ ποικιλώτε‐ ρον ἀπεδείξαμεν ἐν τῷ κατὰ τὴν πεντάδα δικαιοσύνης ἐπι‐ γράμματι. κατὰ γοῦν τὸ ὄνομα τὴν συμπάθειαν καὶ ἀντιζυγίαν ἔοικεν αἰνίττεσθαι, εἴπερ ἐννεὰς μὲν κέκληται οἱονεὶ ἑνὰς ἡ
15πάντα ἐντὸς αὐτῆς κατὰ παρωνυμίαν τοῦ ἕν· ὅτι δὲ οὐδὲν ὑπὲρ τὴν ἐννεάδα ὁ ἀριθμὸς ἐπιδέχεται, ἀλλ’ ἀνακυκλεῖ πάντα ἐντὸς ἑαυτῆς, δῆλον ἐκ τῶν λεγομένων παλινωδιῶν· μέχρι μὲν γὰρ αὐτῆς φυσικὴ πρόβασις, μετὰ δ’ αὐτὴν παλιμπετής· τὰ γὰρ ιʹ μονὰς γίνεται κατὰ ἑνὸς ἀφαίρεσιν στοιχειώδους ποσοῦ,
20τουτέστι κατὰ ἐννεάδος μιᾶς, τὰ δὲ ιαʹ καὶ κʹ πάλιν δυάς,
ἤτοι μιᾶς ἢ δυοῖν ἀφαιρεθεισῶν, ιβʹ δὲ καὶ λʹ τριάς,76
Theol Ar
.

77

καὶ πάλιν τὸ ρʹ μονάς, ιαʹ ἐννεάδων ἀφαιρεθεισῶν, καὶ τὸ αὐτὸ μέχρι καὶ ἀπείρου, ὥστε μηδεμιᾷ μηχανῇ δυνατὸν εἶναι ἀριθμὸν ἄλλον ὑπὲρ τὰ ἐννέα στοιχειώδη συστῆναι. καὶ διὰ τοῦτο Ὠκεανόν τε προσηγόρευον αὐτὴν καὶ ὁρίζοντα, ὅτι
5ἀμφοτέρας ταύτας περιείληφεν οἰκήσεις καὶ ἐντὸς ἑαυτῆς ἔχει, κατ’ ἄλλο δὲ σημαινόμενον Προμηθέα ἀπὸ τοῦ μηκέτι ἐᾶν τινα πρόσω αὑτῆς χωρεῖν ἀριθμόν, καὶ εὐλόγως γε· τρὶς γὰρ τέλειος ὑπάρχουσα οὐδ’ ἐπίδοσιν αὐξήσεως ἀπέλιπεν, ἀλλὰ καὶ δύο κύβων ἅμα σύνθεσις, τοῦ αʹ καὶ τοῦ ηʹ, καὶ τετράγωνος
10οὖσα τὴν πλευρὰν τρίγωνον ἔχει μόνη τῶν μέχρις αὐτῆς. διὰ γοῦν τὸ μὴ ἀφιέναι σκορπίζεσθαι ὑπὲρ αὐτὴν τὴν τοῦ ἀρι‐ θμοῦ σύμπνοιαν, συνάγειν δὲ εἰς τὸ αὐτὸ καὶ συναυλίζειν, ὁμό‐ νοιά τε καλεῖται καὶ πέρασις, καὶ ἅλιος ἀπὸ τοῦ ἁλίζειν. ἐκαλεῖτο δὲ καὶ ἀνεικία διὰ τὴν ἀνταπόδοσίν τε καὶ ἀμοιβὴν
15τῶν ἀπ’ αὐτῆς μέχρι μονάδος, ὡς εἴρηται ἐν τῷ περὶ δικαιο‐ σύνης διαγράμματι· ὁμοίωσις δὲ τάχα μὲν παρὰ τὸ πρῶτος περισσὸς τετράγωνος ὑπάρχειν (ὁμοιωτικὸν γὰρ δι’ ὅλου παρ’ αὐτῆς λέγεται τὸ περισσὸν εἶδος, ἀνόμοιον δὲ τὸ ἄρ‐ τιον, καὶ πάλιν ὁμοιωτικὸν μὲν τὸ τετράγωνον, ἀνόμοιον δὲ
20τὸ ἑτερόμηκες), τάχα δὲ κἀπειδὴ μάλιστα τῇ πλευρᾷ ὡμοι‐ ώθη ὡς γὰρ ἐκείνη τρίτην χώραν ἐν τῇ φυσικῇ εἴληχεν, οὕτω καὶ ἡ ἐννεὰς τρίτη ἐν τῇ κατ’ αὐτὴν ἀναλόγῳ προβάσει. καὶ
Ἥφαιστον δὲ αὐτὴν ἐπωνόμαζον, ὅτι μέχρις αὐτῆς ὥσπερ77
Theol Ar
.

78

κατὰ χώνευσιν καὶ ἀναφορὰν ἡ ἄνοδος, καὶ Ἥραν παρὰ τὸ κατ’ αὐτὴν τετάχθαι τὴν τοῦ ἀέρος σφαῖραν ἐπὶ ταῖς ὀκτὼ ἐννάτην οὖσαν, καὶ Διὸς ἀδελφὴν καὶ σύνευνον διὰ τὴν πρὸς μονάδα συζυγίαν, ἑκάεργον ἀπὸ τοῦ εἴργειν τὴν ἑκὰς
5πρόβασιν τοῦ ἀριθμοῦ, νυσσηίταν ἀπὸ τοῦ ἐπὶ νύσσαν καὶ ὡσανεὶ τέρμα τι τῆς προόδου τετάχθαι. Κουρήτιδα δὲ ἰδίως καὶ Ὀρφεὺς καὶ Πυθαγόρας αὐτὴν τὴν ἐννεάδα ἐκάλουν, ὡς Κουρήτων ἱερὰν ὑπάρχουσαν τριῶν τριμερῆ, ἢ κόρην γε, ἅπερ ἀμφότερα τριάδι ἐφηρμόσθη, τρὶς τοῦτο ἔχουσαν, καὶ Ὑπερίονα
10διὰ τὸ ὑπὲρ πάντας τοὺς ἄλλους εἰς μέγεθος ἐληλυθέναι, καὶ Τερψιχόρην ἀπὸ τοῦ τρέπειν καὶ ὡς χορὸν ἀνακυκλεῖν τὴν τῶν λόγων παλιμπέτειαν καὶ σύννευσιν ὡς εἰς μέσον καὶ τὴν ἀρχὴν ἀπὸ τέλους τινός. ἐννεὰς ἀπὸ περισσοῦ πρῶτος τετράγωνος.
15καλεῖται δὲ καὶ αὐτὴ τελεσφόρος, τελειοῖ δὲ τὰ ἐννεάμηνα ἔτι τέλειος, ὅτι ἐκ τελείου τοῦ γʹ γίνεται. αἱ σφαῖραι περὶ
ἐννάτην 〈τὴν〉 γῆν στρέφονται. λέγεται δὲ καὶ τοὺς τῶν συμ‐78
Theol Ar
.

79

φωνιῶν λόγους ἔχειν 〈ὁ〉 θʹ, δʹ γʹ βʹ, ἐπίτριτον τὸν δʹ πρὸς [τὸ] γʹ, ἡμιόλιον τὸν γʹ πρὸς βʹ, διπλάσιον τὸν δʹ πρὸς βʹ. πρῶτός ἐστιν ἐπόγδοος.
περὶ δεκάδος.
5 Πολλάκις ἔφθημεν εἰπόντες τὸν τεχνικὸν νοῦν πρὸς τὰς ἀριθμοῦ ἐμφερείας καὶ ἀφομοιώσεις ὡς πρὸς παράδειγμά τι παντελὲς ἀπεργάσασθαι τὴν τοῦ κόσμου καὶ τῶν ἐν κόσμῳ πάν‐ των κατασκευήν τε καὶ σύστασιν· ἐπεὶ δὲ ἀόριστον τὸ ὅλον πλῆθος ἦν καὶ ἀδιεξίτητος ἡ τοῦ ἀριθμοῦ πᾶσα ὑπόστασις,
10οὐκ ἦν εὔλογον οὐδ’ ἄλλως ἐπιστημονικὸν ἀπεριλήπτῳ χρῆσθαι παραδείγματι, ἔδει δὲ συμμετρίας, ἵνα τῶν προκειμένων αὐτῷ ὅρων καὶ μέτρων ὁ τεχνίτης θεὸς ἐν τῇ δημιουργίᾳ περιγένη‐ ται καὶ περικρατήσῃ, καὶ μήτε ἐπ’ ἔλαττον μήτε ἐπὶ πλέον τοῦ προσήκοντος ἤτοι ἐνδεῶς συστείλῃ ἢ πλημμελῶς ὑπερεκπέσῃ·
15φυσικὴ δέ τις συσταθμία καὶ μετριότης καὶ ὅλωσις ἐν τῇδε μάλιστα ὑπῆρχε. πάντα μὲν σπερματικῶς ἐντὸς αὑτῆς περιει‐ ληφυῖα, στερεὰ καὶ ἐπίπεδα, ἄρτιά τε καὶ περισσὰ καὶ ἀρτιο‐ πέρισσα καὶ τέλεια πᾶσι τρόποις, πρῶτά τε καὶ ἀσύνθετα, ἰσό‐ τητά τε καὶ ἀνισότητα, τὰς δὲ δέκα σχέσεις, διαμετρικά τε καὶ
20σφαιρικὰ καὶ κυκλικά, μηδεμίαν δὲ ἰδιάζουσαν ἢ φυσικὴν ἄλ‐ λως παραλλαγὴν καθ’ ἑαυτὴν ἔχουσα, ὅτι μὴ κατ’ ἐπιδρομὴν καὶ ἀνακύκλησιν τὴν εἰς ἑαυτήν, εἰκότως μέτρῳ τῶν ὅλων αὐτῇ καὶ ὥσπερ γνώμονι καὶ εὐθυντηρίῳ ἐχρήσατο πρὸς τὴν πρόθεσιν ἁρμοζόμενος· διόπερ τοῖς κατ’ αὐτὴν λόγοις συμφώ‐
25νως ἔχοντα τὰ ἀπ’ οὐρανοῦ μέχρι γῆς ὁλοσχερέστερόν τε καὶ79
Theol Ar
.

80

κατὰ μέρος εὑρίσκεται [καὶ] διακεκοσμημένα κατ’ αὐτήν. διόπερ καὶ ἐπωνόμαζον αὐτὴν θεολογοῦντες οἱ Πυθαγορικοὶ ποτὲ μὲν κόσμον, ποτὲ δὲ οὐρανόν, ποτὲ δὲ πᾶν, ποτὲ δὲ εἱμαρ‐ μένην καὶ αἰῶνα κράτος τε καὶ πίστιν καὶ Ἀνάγκην
5Ἄτλαντά τε καὶ ἀκάμαντα καὶ θεὸν ψιλῶς καὶ Φάνητα καὶ ἥλιον, ἀπὸ μὲν τοῦ κατ’ αὐτὴν διατετάχθαι τὰ ὅλα καθ‐ όλου τε καὶ κατὰ μέρος κόσμον, ἀπὸ δὲ τοῦ ὅρον τὸν τελει‐ ότατον ἀριθμοῦ εἶναι, παρ’ ὃ δεκὰς οἱονεὶ δεχάς, καθάπερ ὁ οὐρανὸς τῶν πάντων δοχεῖον, οὐρανὸν καὶ Μουσῶν γε Οὐ‐
10ρανίαν· πᾶν δέ, ὅτι ἀριθμὸς φυσικὸς πλείων οὐδείς ἐστιν, ἀλλ’ εἰ καί τις ἐπινοεῖται, κατὰ παλινωδίαν ἐπ’ αὐτόν πως ἀνακυκλεῖται· ἑκατοντὰς γὰρ δέκα δεκάδες καὶ χιλιὰς δέκα ἑκα‐ τοντάδες καὶ μυριὰς δέκα χιλιάδες καὶ ἄλλων ἕκαστος οὕτως ἢ εἰς αὐτὴν ἢ εἴς τινα τῶν ἐντὸς αὐτῆς ἀναποδισθήσεται
15παλινωδούμενος· πάντων οὖν εἰς αὐτὴν ἡ ἀνάλυσις καὶ ἡ ἀναστροφὴ παντοία· ἢ πᾶν ἡ δεκὰς καλεῖται ἀπὸ τοῦ μυθευο‐ μένου Πανός· δεκάδι γὰρ καὶ οὗτος τιμᾶται καὶ ταῖς τῶν μηνῶν δεκαταίαις παρὰ τῶν ἀγροίκων τιμᾶται καὶ ὑπὸ δέκα, καὶ ἐπίπαν ὑπὸ ποιμένων, αἰπόλων, βουκόλων, ἱπποφορ‐
20βῶν, πολεμικῶν, κυνηγῶν, ἁλιέων, κηπωρῶν, ὑλοτόμων, τῶν80
Theol Ar
.

81

θεμελίους τινὰς καταβαλλομένων. καὶ τῷ ἀνθρωπίνῳ δὲ γένει δέκα ζώων ἰδέας συνωκηκέναι λέγεται, κύνα, ὄρνιν, βοῦν, ἵπ‐ πον, ὄνον, ὀρέα, χῆνα [ἢ νῆτταν], αἶγα, πρόβατον, γαλῆν. εἱμαρμένην δὲ πάλιν ἔλεγον, παρ’ ὅσον οὐδεμία ἰδιότης οὔτε
5ἐν ἀριθμοῖς οὔτε ἐν τοῖς οὖσι κατ’ ἀριθμοῦ σύστασίν ἐστιν, ἣ οὐκ ἐν δεκάδι καὶ τοῖς ἐντὸς αὐτῆς σπερματικῶς καταβέβλη‐ ται, κατὰ εἱρμὸν δὲ λοιπὸν καὶ κατ’ ἀκολουθίαν διατείνει καὶ ἐπὶ τὰ μετ’ αὐτήν, εἱμαρμένη δὲ ὡς εἰρομένη τις καὶ εὐτακτου‐ μένη ἀπόβασις· αἰῶνα δέ, ὅτι περιεκτικὸς τῶν ὅλων οὗτος
10τελειότατος ὢν καὶ ἀίδιος, τελεστικὸς τῶν ἁπάντων, ὡς ἡ δε‐ κάς, ἐλέχθη· κράτος δέ, ὅτι κρατύνεσθαί τε τὰ κοσμικὰ δι’ αὐτοῦ συμβέβηκε, καὶ τῶν ἄλλων κρατεῖν ἀριθμῶν ὁ δέκα φαί‐ νεται πάντων τε λόγων ἕρκος τι καὶ περίκλεισις καὶ δοχεῖον διόπερ καὶ κλειδοῦχος ἐκαλεῖτο πρὸς τῷ καὶ τοῦ μέχρι τε‐
15τράδος εἶναι συστήματος. πίστις γε μὴν καλεῖται, ὅτι κατὰ τὸν Φιλόλαον δεκάδι καὶ τοῖς αὐτῆς μορίοις περὶ τῶν ὄντων οὐ παρέργως καταλαμβανομένοις πίστιν βεβαίαν ἔχομεν. διό‐ περ καὶ Μνήμη λέγοιτ’ ἂν ἐκ τῶν αὐτῶν, ἀφ’ ὧν καὶ μο‐ νὰς Μνημοσύνη ὠνομάσθη. εἰ δὲ καὶ τὴν Ἀνάγκην οἱ
20θεολόγοι τῇ τοῦ παντὸς οὐρανοῦ ἐξωτάτῃ ἄντυγι ἐπηχοῦσι διηνεκῶς ἐλαύνουσαν καὶ κατεπείγουσαν ἀδαμαντίνῳ καὶ ἀτρύ‐
τῳ μάστιγι τὴν σύμπασαν περιδίνησιν, εἴη ἂν καὶ οὕτως ἡ81
Theol Ar
.

82

δεκὰς Ἀνάγκη, πάντα περιορίζουσα καὶ ἀλλήλοις καταμιγνύ‐ ουσα καὶ πάλιν διιστάνουσα καὶ κίνησιν καὶ ἀλληλουχίαν ἐμποιοῦσα τοῖς οὖσιν. αἱ κατ’ αὐτὴν σφαῖραι τοῦ παντὸς αἱ δέκα. Ἄτλας δέ, παρ’ ὅσον ὁ μὲν Τιτὰν μυθεύεται φέρειν
5ἐπὶ τοῖς ὤμοις τὸν οὐρανόν· φησὶ γάρ·
ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν· ἡ δὲ δεκὰς τὸν τῶν σφαιρῶν συγκρατεῖ λόγον οἷον πασῶν τις διάμετρος οὖσα καὶ περιάγουσα ταύτας καὶ περικλείουσα
10συνεκτικώτατα. ὅτι καὶ Σπεύσιππος ὁ Πωτώνης μὲν υἱὸς τῆς τοῦ Πλάτωνος ἀδελφῆς, διάδοχος δὲ Ἀκαδημίας πρὸ Ξενο‐ κράτου, ἐκ τῶν ἐξαιρέτως σπουδασθεισῶν ἀεὶ Πυθαγορικῶν ἀκροάσεων, μάλιστα δὲ τῶν Φιλολάου συγγραμμάτων, βιβλίδιόν τι συντάξας γλαφυρὸν ἐπέγραψε μὲν αὐτὸ Περὶ Πυθαγορικῶν
15ἀριθμῶν, ἀπ’ ἀρχῆς δὲ μέχρι ἡμίσους περὶ τῶν ἐν αὐτοῖς γραμ‐ μικῶν ἐμμελέστατα διεξελθὼν πολυγωνίων τε καὶ παντοίων τῶν ἐν ἀριθμοῖς ἐπιπέδων ἅμα καὶ στερεῶν περί τε τῶν πέντε σχημάτων, ἃ τοῖς κοσμικοῖς ἀποδίδοται στοιχείοις, ἰδιότητός 〈τε〉 αὐτῶν καὶ πρὸς ἄλληλα κοινότητος, 〈περὶ〉 ἀναλογίας τε
20καὶ ἀντακολουθίας, μετὰ ταῦτα λοιπὸν θάτερον τὸ τοῦ βιβλίου82
Theol Ar
.

83

ἥμισυ περὶ δεκάδος ἄντικρυς ποιεῖται φυσικωτάτην αὐτὴν ἀποφαίνων καὶ τελεστικωτάτην τῶν ὄντων, οἷον εἶδός τι τοῖς κοσμικοῖς ἀποτελέσμασι τεχνικὸν ἀφ’ ἑαυτῆς (ἀλλ’ οὐχ ἡμῶν νομισάντων ἢ ὡς ἔτυχε) θεμέλιον ὑπάρχουσαν καὶ παράδειγμα
5παντελέστατον τῷ τοῦ παντὸς ποιητῇ θεῷ προεκκειμένην. λέ‐ γει δὲ τὸν τρόπον τοῦτον περὶ αὐτῆς· ‘ἔστι δὲ τὰ δέκα τέλειος 〈ἀριθμόσ〉, καὶ ὀρθῶς τε καὶ κατὰ φύσιν εἰς τοῦτον καταν‐ τῶμεν παντοίως ἀριθμοῦντες Ἕλληνές τε καὶ πάντες ἄνθρω‐ ποι οὐδὲν αὐτοὶ ἐπιτηδεύοντες· πολλὰ γὰρ ἴδια ἔχει, ἃ προσ‐
10ήκει τὸν οὕτω τέλειον ἔχειν, πολλὰ δὲ ἴδια μὲν οὐκ ἔστιν αὐ‐ τοῦ, δεῖ δὲ ἔχειν αὐτὰ τέλειον. πρῶτον μὲν οὖν ἄρτιον δεῖ εἶναι, ὅπως ἴσοι ἐνῶσιν οἱ περισσοὶ καὶ ἄρτιοι καὶ μὴ ἑτερο‐ μερῶς· ἐπεὶ γὰρ πρότερος ἀεί ἐστιν ὁ περισσὸς τοῦ ἀρτίου, εἰ μὴ ἄρτιος εἴη ὁ συμπεραίνων, πλεονεκτήσει ὁ ἕτερος· εἶτα
15δὲ ἴσους ἔχειν χρὴ τοὺς πρώτους καὶ ἀσυνθέτους καὶ τοὺς δευτέρους καὶ συνθέτους· ὁ δὲ δέκα ἔχει ἴσους, καὶ οὐδεὶς ἂν ἄλλος ἐλάσσων τῶν δέκα τοῦτο ἔπαθεν ἀριθμός, πλείων δὲ τάχα (καὶ γὰρ ὁ ιβʹ καὶ ἄλλοι τινές), ἀλλὰ πυθμὴν αὐτῶν ὁ δέκα· καὶ πρῶτος τοῦτο ἔχων καὶ ἐλάχιστος τῶν ἐχόν‐
20των τέλος τι ἔχει, καὶ ἴδιόν πως αὐτοῦ τοῦτο γέγονε τὸ ἐν83
Theol Ar
.

84

πρώτῳ αὐτῷ ἴσους ἀσυνθέτους τε καὶ συνθέτους ὦφθαι, ἔχων τε τοῦτο ἔχει πάλιν 〈ἴσουσ〉 καὶ τοὺς πολλαπλασίους καὶ τοὺς ὑποπολλαπλασίους, ὧν εἰσι πολλαπλάσιοι· ἔχει μὲν γὰρ ὑπο‐ πολλαπλασίους τοὺς μέχρι πέντε, τοὺς δὲ ἀπὸ τῶν ἓξ μέχρι
5τῶν δέκα [οἱ] πολλαπλασίους αὐτῶν· ἐπεὶ δὲ τὰ ἑπτὰ οὐδενός, ἐξαιρετέον, καὶ τὰ τέσσαρα ὡς πολλαπλάσια τοῦ δύο, ὥστε ἴσους εἶναι πάλιν [δεῖ]. ἔτι πάντες οἱ λόγοι ἐν τῷ ιʹ, ὅ τε τοῦ ἴσου καὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος καὶ τοῦ ἐπιμορίου καὶ τῶν λοιπῶν εἰδῶν ἐν αὐτῷ, καὶ οἱ γραμμικοὶ 〈καὶ〉 οἱ
10ἐπίπεδοι καὶ οἱ στερεοί· τὸ μὲν γὰρ ἓν στιγμή, τὰ δὲ δύο γραμμή, τὰ δὲ τρία τρίγωνον, τὰ δὲ τέσσαρα πυραμίς· ταῦτα δὲ πάντα ἐστὶ πρῶτα καὶ ἀρχαὶ τῶν καθ’ ἕκαστον ὁμογενῶν. καὶ ἀναλογιῶν δὲ πρώτη αὕτη ἐστὶν ἡ ἐν αὐτοῖς ὀφθεῖσα ἡ τὸ ἴσον μὲν ὑπερέχουσα, τέλος δὲ ἔχουσα ἐν τοῖς δέκα. ἔν τε
15ἐπιπέδοις καὶ στερεοῖς πρῶτά ἐστι ταῦτα· στιγμὴ γραμμὴ τρίγωνον πυραμίς· ἔχει δὲ ταῦτα τὸν τῶν δέκα ἀριθμὸν καὶ τέλος ἴσχει· τετρὰς μὲν γὰρ ἐν πυραμίδος γωνίαις ἢ βάσεσιν, ἑξὰς δὲ ἐν πλευραῖς, ὥστε δέκα· τετρὰς δὲ πάλιν ἐν στιγμῆς καὶ γραμμῆς διαστήμασι καὶ πέρασιν, ἑξὰς δὲ ἐν τριγώνου
20πλευραῖς καὶ γωνίαις, ὥστε πάλιν δέκα. καὶ μὴν καὶ ἐν τοῖς84
Theol Ar
.

85

σχήμασι κατ’ ἀριθμὸν σκεπτομένῳ 〈ταὐτὸ〉 συμβαίνει· πρῶ‐ τον γάρ ἐστι τρίγωνον τὸ ἰσόπλευρον, ὃ ἔχει μίαν πως γραμ‐ μὴν καὶ γωνίαν· λέγω δὲ μίαν, διότι ἴσας ἔχει· ἄσχιστον γὰρ ἀεὶ καὶ ἑνοειδὲς τὸ ἴσον· δεύτερον δὲ τὸ ἡμιτετράγωνον· μίαν
5γὰρ ἔχον παραλλαγὴν γραμμῶν καὶ γωνιῶν ἐν δυάδι ὁρᾶται· τρίτον δὲ τὸ τοῦ ἰσοπλεύρου ἥμισυ τὸ καὶ ἡμιτρίγωνον· πάν‐ τως γὰρ ἄνισον καθ’ ἕκαστον, τὸ δὲ πάντη αὐτοῦ τρία ἐστί. καὶ ἐπὶ τῶν στερεῶν εὑρίσκοις ἂν ἄχρι τῶν τεττάρων προϊὸν τὸ τοιοῦτο, ὥστε δεκάδος καὶ οὕτως ψαύει· γίνεται γάρ πως ἡ
10μὲν πρώτη πυραμὶς μίαν πως γραμμήν τε καὶ ἐπιφάνειαν ἐν ἰσότητι ἔχουσα, ἐπὶ τοῦ ἰσοπλεύρου ἱσταμένη· ἡ δὲ δευτέρα δύο, ἐπὶ τετραγώνου ἐγηγερμένη, μίαν παραλλαγὴν ἔχουσα παρὰ τῆς ἐπὶ τῆς βάσεως γωνίας, ὑπὸ τριῶν ἐπιπέδων περιε‐ χομένη, τὴν κατὰ κορυφὴν ὑπὸ τεττάρων συγκλειομένη, ὥστε
15ἐκ τούτου δυάδι ἐοικέναι· ἡ δὲ τρίτη τριάδι, ἐπὶ ἡμιτετρα‐ γώνου βεβηκυῖα καὶ σὺν τῇ ὀφθείσῃ μιᾷ ὡς ἐν ἐπιπέδῳ τῇ ἡμιτετραγώνῳ ἔτι καὶ ἄλλην ἔχουσα διαφορὰν τὴν τῆς κορυφαίας γωνίας, ὥστε τριάδι ἂν ὁμοιοῖτο, πρὸς ὀρθὰς τὴν γωνίαν ἔχουσα τῇ τῆς βάσεως μέσῃ πλευρᾷ· τετράδι δὲ ἡ
20τετάρτη κατὰ ταὐτά, ἐπὶ ἡμιτριγώνῳ βάσει συνισταμένη, ὥστε τέλος ἐν τοῖς δέκα λαμβάνειν τὰ λεχθέντα. τὰ αὐτὰ δὲ καὶ ἐν τῇ γενέσει· πρώτη μὲν γὰρ ἀρχὴ εἰς μέγεθος στιγμή, δευτέρα
γραμμή, τρίτη ἐπιφάνεια, τέταρτον στερεόν.‘85
Theol Ar
.

86

Ἀνατολίου. ἡ δεκὰς γεννᾶται δυνάμει ἐξ ἀρτίου καὶ περιττοῦ· πεντάκις γὰρ δύο δέκα. κύκλος ἐστὶ παντὸς ἀριθμοῦ καὶ πέρας· περὶ αὐτὸν γὰρ εἰλούμενοι καὶ ἀνακάμπτοντες ὥσπερ καμπτῆρα
5δολιχεύουσιν. ἔτι ὅρος ἐστὶ τῆς ἀπειρίας τῶν ἀριθμῶν. κα‐ λεῖται δὲ κράτος καὶ παντέλεια, ἐπεὶ πάντα περαίνει τὸν ἀριθμὸν περιέχουσα πᾶσαν φύσιν ἐντὸς ἑαυτῆς, ἀρτίου τε καὶ περισσοῦ, κινουμένου τε καὶ ἀκινήτου, ἀγαθοῦ τε καὶ κα‐ κοῦ. ἔτι γέγονεν ἐκ τῶν πρώτων ἀριθμῶν τῆς τετρακτύος συν‐
10τεθέντων, αʹ βʹ γʹ δʹ, καὶ ὁ κʹ ἐκ δὶς ἑκάστου αὐτῶν. ἔτι ἡ δεκὰς ἀριθμὸν γεννᾷ τὸν εʹ καὶ νʹ θαυμαστὰ περιέχοντα κάλλη· πρῶτον μὲν γὰρ συνέστηκεν ἐκ τοῦ διπλασίου καὶ τοῦ τριπλασίου τῶν κατὰ τὸ ἑξῆς συντεθειμένων, διπλασίων μὲν αʹ βʹ δʹ ηʹ (ταῦτα δέ ἐστι ιεʹ), τριπλασίων δὲ αʹ γʹ θʹ
15κζʹ (ἅπερ ἐστὶ μʹ)· ταῦτα δὲ συντιθέμενα ποιεῖ τὸν νεʹ ὧν καὶ Πλάτων μέμνηται τῆς ψυχογονίας ἀρχόμενος οὕτως· ‘μίαν ἀφεῖλεν ἀπὸ παντὸς μοῖραν‘ καὶ τὰ ἑξῆς. δεύ‐ τερον ὁ μὲν νεʹ ἀριθμὸς δεκάδος ἐστὶ σύνθεσις, ὁ δὲ τπεʹ τῆς δυνάμει δεκάδος· ἐὰν γὰρ ἐκ τῶν ἀπὸ μονάδος μέχρι
20δεκάδος πολλαπλασιάσῃς, συνθήσεις τὸν προειρημένον ἀρι‐ θμὸν τὸν τπεʹ, τὰ δὲ τπεʹ τοῦ νεʹ τὸ ἑπταπλάσιον. ἔτι ἐὰν ψηφίσῃς τὸ ἓν ἐν γράμμασιν, εὑρήσεις κατὰ σύνθεσιν τὸν
νεʹ. ἔτι δὲ ἡ γονιμωτάτη ἑξὰς ἐφ’ ἑαυτὴν πολλαπλασιασθεῖσα86
Theol Ar
.

87

δυνάμει ἐπιγεννᾷ τὸν λϛʹ· ἔστι δὲ ἑπτὰ τούτου μέρη γεν‐ νώμενα οὕτως, δὶς ιηʹ, τρὶς ιβʹ, τετράκις θʹ, ἑξάκις ϛʹ, ἐν‐ νεάκις δʹ, δωδεκάκις γʹ, ὀκτωκαιδεκάκις βʹ· γίνεται μέρη μὲν 〈ἑπτά〉, ἀριθμὸς δὲ ὁ νεʹ. ἔτι τρίγωνοι πέντε κατὰ τὸ ἑξῆς
5γεννῶσι τὸν νεʹ, γʹ ϛʹ ιʹ ιεʹ καʹ (γίνονται νεʹ)· πάλιν τετρά‐ γωνοι πέντε κατὰ τὸ ἑξῆς, αʹ δʹ θʹ ιϛʹ κεʹ (γίνονται νεʹ), ἐκ δὲ τριγώνου καὶ τετραγώνου ἡ τοῦ ὅλου γένεσις κατὰ Πλά‐ τωνα· ἐκ μὲν 〈γὰρ〉 ἰσοπλεύρων τριγώνων τρία σχήματα συν‐ ίσταται, πυραμὶς ὀκτάεδρον εἰκοσάεδρον, ἡ μὲν πυρὸς σχῆμα,
10τὸ δὲ ἀέρος, τὸ δὲ ὕδατος, ἐκ δὲ τετραγώνων ὁ κύβος, τοῦτο
δὲ σχῆμα γῆς ἐστιν.87