TLG 2023 002 :: IAMBLICHUS :: Protrepticus

IAMBLICHUS Phil.
(Chalcidensis: A.D. 3–4)

Scholia: Cf. SCHOLIA IN IAMBLICHUM PHILOSOPHUM (5027)

Protrepticus

Source: Pistelli, H. (ed.), Iamblichi protrepticus ad fidem codicis Florentini. Leipzig: Teubner, 1888 (repr. Stuttgart, 1967): 3–126.

Citation: Page — (line)

Protr
.

3

ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΛΟΓΟΥ. Τίς ἡ ἀρχὴ κατὰ Πυθαγόραν τῆς εἰς παιδείαν καὶ φιλοσοφίαν εἰσαγωγῆς, καὶ πῶς κοινοτάτη ἐστὶ καὶ εἰς πάντα τὰ εἰς φιλοσοφίαν ἀγαθὰ διατείνουσα, τίς τε
5αὐτῆς ἡ τάξις καὶ ὅτι τριχῇ διαιρεῖται, καὶ πῶς ἀεὶ πρόεισιν ἐπὶ τὸ καθαρώτερον. Γνωμικὰ ὁμοιώματα προτρεπτικὰ ἀπὸ τῶν ἐναρ‐ γῶν πᾶσι κινοῦντα ἡμῶν τὴν προθυμίαν ἐπὶ τὸ γεν‐ ναίως ἀντιλαμβάνεσθαι τῆς κοινῶς κατὰ πᾶσαν αἵρε‐
10σιν νοουμένης ἀρετῆς. Πυθαγορικαὶ γνῶμαι προτρεπτικαὶ ἔμμετροι, εἰς πᾶσαν τὴν ἀρίστην καὶ θειοτάτην φιλοσοφίαν παρακα‐ λεῖν δυνάμεναι. Ἐπιστημονικαὶ ἔφοδοι εἰς προτροπὴν τείνουσαι τῆς
15θεωρητικῆς φιλοσοφίας μετὰ τοῦ καὶ διδασκαλίαν παρ‐ έχειν ὅσον τε καὶ ἡλίκον ἀγαθόν ἐστιν ἡ σοφία καὶ διὰ τίνας αἰτίας περισπούδαστον τοῖς εὖ φρονοῦσι. Πυθαγορικαὶ ἰδίως προτροπαὶ πολὺ παραλλάττου‐ σαι τὰς παρὰ τοῖς ἄλλοις φιλοσόφοις παρακλήσεις καὶ
20ἰδίας ποιούμεναι τὰς ἐφόδους. Σύμμικτοι προτροπαὶ πρός τε τὴν πρακτικὴν καὶ πολιτικὴν ἀρετὴν καὶ πρὸς τὴν τῆς τελειοτέρας κατὰ
νοῦν σοφίας κτῆσίν τε καὶ χρῆσιν.3
Protr
.

4

Ἰδιάζουσαι παρακλήσεις πρὸς τὴν θεωρητικὴν φιλο‐ σοφίαν καὶ διαφερόντως τὴν κατὰ νοῦν ζωήν, αἱ μὲν ἀπὸ τῆς τοῦ ὄντως ἀνθρώπου φύσεως, αἱ δὲ ἀπὸ τῶν ἐναργῶν ὑπομιμνῄσκουσαι τουτὶ τὸ προκείμενον.
5 Ὑπομνήσεις ἀπὸ τῶν κοινῶν ἐννοιῶν παραμυθού‐ μεναι τὸ πρώτως ὀρεκτὸν καὶ δι’ ἑαυτὸ αἱρετὸν φιλο‐ σοφίας, ἐναργῶς τε προάγουσαι εἰς τὴν προτροπὴν ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν. Ἀπὸ τοῦ βουλήματος τῆς φύσεως ἔφοδος εἰς προ‐
10τροπὴν κατὰ τὴν Πυθαγόρου ἀπόκρισιν, ἣν εἶπε τοῖς ἐν Φλιοῦντι πυνθανομένοις τίς ἐστι καὶ τίνος ἕνεκα γέγονε· ταύτῃ γὰρ ἑπομένως συλλογιζόμεθα τὴν προ‐ τροπὴν ὅλην. Ὅτι καὶ μεγάλας ὠφελείας παρέχεται πρὸς τὸν βίον
15ἡ θεωρητικὴ φρόνησις, ὑπομνήσεις πλείονες καὶ ἀπὸ πλειόνων ἀφορμῶν τρόποι τε τῆς χρείας ὑποδείκνυνται διάφοροι καὶ πρὸς πολλὰ τέλη τῶν συμφερόντων ἡμῖν συμβαλλόμενοι. Ὅτι τῷ τὸν κατὰ νοῦν ἑλομένῳ βίον καὶ τὸ χαῖρον
20διαφερόντως ὑπάρχει. Ἀπὸ τοῦ πρὸς εὐδαιμονίαν φέρειν φιλοσοφίαν τε‐ λέως καὶ ἀληθῶς ἔφοδος εἰς προτροπὴν τοῦ φιλοσοφεῖν τελέαν καὶ ἀνυσιμωτάτην. Ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ἔφοδοι εἰς προ‐
25τροπὴν κατὰ τὰς Πυθαγορικὰς ὑποθέσεις καὶ κατὰ τὰς ἀληθεῖς περὶ ψυχῆς δόξας. Ἀπὸ τοῦ βίου τοῦ ἐν φιλοσοφίᾳ καὶ τῆς ὅλης
ζωῆς τοῦ φιλοσόφου ἀφορμαὶ εἰς προτροπήν, ὁμοῦ ἐξ4
Protr
.

5

ἀντιπαραθέσεως ἐπιδεικνύουσαι ὅσῳ δή τινι προέχει ἡ τοιαύτη ἐνέργεια τῶν ἄλλων τῶν δοκούντων εὐδοκίμων εἶναι βίων. Ἀπὸ τῆς παιδείας καὶ ἀπαιδευσίας ἡ προτροπή, εἰ
5τὸ μὲν μέγιστον τῶν ἀγαθῶν, τὸ δὲ τῶν κακῶν μέγι‐ στον, εἰ καὶ αὐτά τέ ἐστι τοιαῦτα καὶ ἔοικε τοιούτοις τισὶν ἑτέροις οἷαπέρ ἐστιν αὐτά, καὶ ὅτι φιλοσοφία μὲν παιδείας ἐστὶν ἡγεμών, τὸ δὲ ἐναντίον κατάρχει ἀπαι‐ δευσίας.
10 Ἄλλαι ἔφοδοι ἀπὸ τοῦ τέλους τῆς παιδείας προ‐ τρέπουσαι ἐπὶ τὴν συγγενῆ πρὸς τὸ παιδεύεσθαι φιλο‐ σοφίαν, τό τε ἔργον ὁμοῦ τῆς φιλοσοφίας ἐπιδεικνύουσαι καὶ τὴν ὅλην αὐτῆς ἐπιμέλειαν περὶ τὰς ἀρίστας ἐνερ‐ γείας τῶν τῆς ψυχῆς δυνάμεων.
15 Ἀπὸ τῶν παλαιῶν λόγων καὶ τῶν ἱερῶν μύθων τῶν τε ἄλλων καὶ τῶν Πυθαγορικῶν ὑπομνήσεις εἰς προ‐ τροπὴν ἐπὶ τὸν σώφρονα καὶ μέτριον καὶ κεκοσμημένον βίον· αἱ δὲ αὐταὶ μεταβάλλουσι τὴν διάνοιαν ἡμῶν ἐκ τοῦ πρὸς τὴν ἀκολασίαν καὶ τοῦ κατὰ τὴν ἡδονὴν βίου.
20 Ἀπὸ τῶν ἐναργῶς περὶ τὸ σῶμα φαινομένων τά‐ ξεων καὶ ἀπὸ τοῦ περὶ αὐτὸ κόσμου κατὰ τὴν ἀνάλογον μετάβασιν τῆς διανοίας ἐπὶ ψυχὴν μεταβαίνοντες ποιού‐ μεθα τὴν προτροπὴν γνωρίμως τοῖς ἀκούουσι καὶ πι‐ θανῶς διὰ τὸ ἀπὸ τῶν ἐναργῶν αὐτὴν προϊέναι.
25 Ἀπὸ τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν ἔφοδος εἰς προτρο‐ πὴν ὡς ὄντων κυριωτάτων εἰς εὐδαιμονίαν, καὶ ἀπὸ τῶν ἀρετῶν ὡς αὐτάρκων ὑπαρχουσῶν πρὸς τὸν μακά‐
ριον βίον ἡ ὁμοία παράκλησις.5
Protr
.

6

Μεμιγμέναι ὑποθῆκαι προτροπαῖς κοινῇ διήκουσαι ἐπὶ πάντα τὰ ἀγαθὰ καὶ τὰ μέρη πάντα τὰ ἐν φιλο‐ σοφίᾳ καὶ τὰ τέλη τοῦ βίου, ὧν στοχάζεται ἡ ἀρετή. Τίς ἡ συμβολικὴ προτροπὴ καὶ πῶς γίνεται διὰ
5συμβόλων, ἀνάπτυξίς τε καὶ κοινὴ τῶν συμβόλων καὶ ἰδία ἑκάστου, μόνον ἀπ’ αὐτῶν τὸ προτρεπτικὸν ἐξη‐ γουμένη ποσαχῶς γίνεται, τὴν δὲ ἄλλην πραγματείαν περὶ τῶν συμβόλων ἀλλαχοῦ ὑπερτιθεμένη. ΙΑΜΒΛΙΧΟΥ ΧΑΛΚΙΔΕΩΣ ΤΗΣ ΚΟΙΛΗΣ
10 ΣΥΡΙΑΣ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠΙ
ΦΙΛΟΣΟΦΙΑΝ.
Περὶ μὲν Πυθαγόρου καὶ τοῦ κατ’ αὐτὸν βίου τῶν τε Πυθαγορικῶν ἀνδρῶν τὰ σύμμετρα ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, ἀρχώμεθα δὲ τὸ λοιπὸν αὐτοῦ τῆς
15αἱρέσεως ἀπὸ τῆς κοινῆς εἰς πᾶσαν παιδείαν καὶ μά‐ θησιν καὶ ἀρετὴν παρασκευῆς, ἥτις οὐ κατὰ μέρος ἀπολαβοῦσα πρὸς ἕν τι τῶν πάντων παρασκευάζει τὸν ἄνθρωπον ἐπιτήδειον, ἀλλ’ ὡς ἁπλῶς εἰπεῖν τὰς ἐν
αὐτῷ προθυμίας προτρέπει εἰς πάντα μὲν τὰ μαθή‐6
Protr
.

7

ματα, πάσας δὲ τὰς ἐπιστήμας, πάσας δὲ τὰς ἐν τῷ βίῳ καλὰς καὶ γενναίας πράξεις, πάσας δὲ παιδείας, καὶ ὡς ἔπος εἰπεῖν πάντα ὅσα μετέχει τοῦ καλοῦ. οὔτε γὰρ ἄνευ τοῦ προτραπῆναι οἷόν τέ ἐστιν ὁρμῆσαι ἐπὶ
5τὰ καλὰ καὶ γενναῖα ἐπιτηδεύματα, οὔτε οἷόν τε εὐθὺς ἐπὶ τὸ ἀκρότατον καὶ τελειότατον ἀγαθὸν προευτρε‐ πίζειν τινὰ πρὶν ἐμποιῆσαι ὑποκατασκευὴν τῆς ψυχῆς διὰ τῆς προτροπῆς· ἀλλ’ ὥσπερ ἡ ψυχὴ κατὰ βραχὺ πρόεισιν ἐπὶ τὰ μείζονα ἀπὸ τῶν ἐλαττόνων, διὰ πάν‐
10των τε διέξεισι τῶν καλῶν, καὶ ἐπὶ τῷ τέλει τὰ τε‐ λεώτατα ἀγαθὰ εὑρίσκει, οὕτως καὶ τὴν προτροπὴν δεῖ ὁδῷ προϊέναι ἀρχομένην ἀπὸ τῶν κοινῶν. εἰς γὰρ φιλοσοφίαν ἁπλῶς παρορμήσει καὶ πρὸς αὐτὸ τὸ φιλο‐ σοφεῖν συλλήβδην καθ’ ἡντινοῦν ἀγωγήν, μηδεμιᾶς
15τῶν αἱρέσεων ἄντικρυς προκρινομένης, ἀλλὰ κοινῶς κατὰ γένος ἁπασῶν ἐπαινουμένων καὶ παρὰ τὰ ἀνθρώ‐ πινα ἐπιτηδεύματα πρεσβευομένων κατά τινα κοινὸν καὶ δημώδη προτρεπτικὸν τρόπον. μετὰ δὲ ταῦτα μέσῃ τινὶ μεθόδῳ χρηστέον, οὔτε παντάπασι δημώδει οὔτε
20μὴν ἄντικρυς Πυθαγορικῇ, ἀλλ’ οὐδὲ ἀπηλλαγμένῃ ὁλοσχερῶς ἑκατέρου τοῦ τρόπου τούτου. ἐν δὲ ταύτῃ κοινάς τε πάσης φιλοσοφίας τάξομεν παρορμήσεις, ὥστε κεχωρίσθαι αὐτὰς Πυθαγορικοῦ βουλήματος κατά γε τοῦτο, συμμίξομεν δὲ ἐγκαιρότατα καὶ τὰς τῶν ἀνδρῶν
25τούτων κυριωτάτας δόξας [εἰς ἃς προτρέπειν τῶν Πυ‐
θαγορικῶν], ὥστε οἰκεῖον γίγνεσθαι [τὸν τρόπον] τῶν7
Protr
.

8

Πυθαγορικῶν ἀνδρῶν κατά γε τοῦτο τὸν τρόπον τῶν λόγων· ἀφ’ οὗ δὴ λεληθότως, ὡς τὸ εἰκός, ἀπὸ μὲν τῶν ἐξωτερικῶν ἐννοιῶν ἀποστησόμεθα, μεταβησόμεθα δὲ καὶ οἰκειωσόμεθα ταῖς κατὰ τὴν αἵρεσιν τεχνολογου‐
5μέναις ἀποδείξεσιν, οἷον διά τινος γεφύρας ἢ κλίμακος κάτωθεν εἰς ὕψος ἀνιόντες. ἐπὶ δὲ τῷ τέλει τὰ ἴδια προτρεπτικὰ τῆς Πυθαγορικῆς αἱρέσεως συντάξομεν, ἀλλότρια καὶ ἀπόρρητα τρόπον τινὰ πρὸς τὰς ἄλλας ἀγωγὰς ὑπάρχοντα.
10 Ἀρξώμεθα δὲ τὸ λοιπὸν ἀπὸ τῶν ὡς πρὸς ἡμᾶς πρώτων. ἔστι δὴ τὰ ἐναργῆ ταῦτα καὶ φαινόμενα πᾶσι καὶ μηδέπω προειληφότα τὴν οὐσίαν τῆς ἀρετῆς, κατὰ δὲ τὰς κοινὰς ἐννοίας περὶ αὐτῆς ἀνεγείροντα ἡμῶν τὴν προθυμίαν κατά τινας γνωρίμους τοῖς πολ‐
15λοῖς γνώμας, ἀπεικαζομένας πρὸς τὰ ἐναργῆ δείγματα τῶν ὄντων. ἔχουσι δὲ αὗται ὧδέ πως· Ψυχῇ ζῶντας ἡμᾶς τῇ ταύτης ἀρετῇ ῥητέον εὖ ζῆν, ὡς ὀφθαλμοῖς ὁρῶντας τῇ τούτων ἀρετῇ καλῶς ὁρᾶν. οὔτε χρυσοῦ νομιστέον ἰόν, οὔτ’ ἀρετῆς αἶσχος
20ἅπτεσθαι. καθάπερ εἰς ἄσυλον τέμενος τὴν ἀρετὴν8
Protr
.

9

ὁρμητέον, ὅπως πρὸς μηδεμίαν ἀγεννῆ ψυχῆς ὕβριν ὦμεν ἔκδοτοι. [περὶ κοινωνίας βίου καὶ παραμονῆς.] ἀρετῇ μὲν θαρσητέον ὡς σώφρονι γαμετῇ, τύχῃ δ’ ὡς ἀστάτῳ πιστευτέον ἑταίρᾳ. κρεῖττον μετὰ πενίας ἀρε‐
5τὴν ὑποληπτέον ἢ πλοῦτον μετὰ κακίας, ὀλιγοσιτίαν μετὰ ὑγείας ἢ πολυφαγίαν μετὰ νόσου. βλαβερὰ μά‐ λιστα τροφῆς μὲν ἀφθονία τῷ τὸ σῶμα, κτήσεως δὲ τῷ τὴν ψυχὴν διακειμένῳ κακῶς. καὶ ἐπισφαλὲς καὶ ὅμοιον μαινομένῳ δοῦναι μάχαιραν καὶ μοχθηρῷ δύνα‐
10μιν. καθάπερ τῷ ἐμπύῳ βέλτιον τὸ καίεσθαι τοῦ δια‐ μένειν, καὶ τῷ μοχθηρῷ τὸ τεθνάναι τοῦ ζῆν. τῶν κατὰ σοφίαν θεωρημάτων ἀπολαυστέον ἐφόσον οἷόν τε, καθάπερ ἀμβροσίας καὶ νέκταρος· ἀκήρατόν τε γὰρ τὸ ἀπ’ αὐτῶν ἡδὺ καὶ † τὸ θεῖον τὸ μεγαλόψυχον † δύ‐
15ναται [τε] ποιεῖν, καὶ εἰ μὴ ἀιδίους, ἀιδίων γε ἐπι‐ στήμονας. εἰ εὐκτὸν ἡ εὐαισθησία, μᾶλλον σπουδαστὸν ἡ φρόνησις· ἔστι γὰρ τοῦ ἐν ἡμῖν πρακτικοῦ νοῦ οἱονεί τις εὐαισθησία· δι’ ἣν μὲν γὰρ ἐν οἷς πάσχομεν οὐ
παραισθανόμεθα, δι’ ἣν δὲ ἐν οἷς πράττομεν οὐ παρα‐9
Protr
.

10

λογιζόμεθα. καὶ τὸν θεὸν σεβόμεθα κατὰ τρόπον, εἰ τὸν ἐν ἡμῖν νοῦν παρασκευάσαιμεν πάσης κακίας ὥσπερ τινὸς κηλῖδος καθαρόν. κοσμητέον ἱερὸν μὲν ἀναθήμασι, τὴν δὲ ψυχὴν μαθήμασιν. ὡς πρὸ τῶν
5μεγάλων μυστηρίων τὸ μικρὰ παραδοτέον, καὶ πρὸ φιλοσοφίας παιδείαν. ὁ μὲν τῆς γῆς καρπὸς δι’ ἐνι‐ αυτοῦ, καθ’ ἕκαστον δὲ ὥρας μόριον ὁ 〈τῆσ〉 φιλο‐ σοφίας ἀποδίδοται. καθάπερ χώρας μάλιστα ἐπιμελη‐ τέον τῷ τῆς ἀρίστης ἐπιτυχόντι, καὶ ψυχῆς, ὅπως τῆς
10φύσεως ἄξιον ἐνέγκηται τὸν καρπόν. Τοιαῦτα ἄν τις ἀπὸ τῶν ἐναργῶν γνωμικὰ ὁμοιώ‐ ματα παρατιθέμενος κοινῶς ἂν εἰς φιλοσοφίαν προ‐ τρέψειεν. Ἔστι δὲ καὶ ἄλλος τύπος γνώμαις χρώμενος
15καὶ αὐτός, οὐκέτι δὲ διὰ παραβολῆς ἀντιπαρατιθεὶς τὰς ὁμοιώσεις, ἔμμετρος καὶ ἐναρμόνιος, γνήσιος τῶν ἀν‐ δρῶν τούτων, ὃν ἔχομεν παρειληφότες ἐν ἄλλοις τε καὶ ἐν τοῖς Χρυσοῖς ἔπεσιν, ὧν ὀλίγα ἄττα δείγματα παραθετέον τὰ τοιαῦτα·
20 ταῦτα πόνει, ταῦτ’ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείας ἀρετῆς εἰς ἴχνια θήσει. διὰ γὰρ τούτων εἰς πάντα τὰ καλὰ μαθήματά τε καὶ ἐπιτηδεύματα προτρέπει, μήτε πόνων φείδεσθαι οἰόμενος δεῖν, μήτε μελέτην ὑφιέναι μηδεμίαν, εἰς
25ἔρωτά τε καὶ προθυμίαν τῶν καλῶν διεγείρων, καὶ10
Protr
.

11

πάντα ταῦτα ἀνάγων εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν οὐχ ἁπλῶς τῆς τυχούσης, ἀλλ’ ἥτις ἡμᾶς ἀφίστησι μὲν τῆς ἀνθρωπίνης φύσεως, ἐπὶ δὲ τὴν θείαν οὐσίαν καὶ τὴν γνῶσιν τῆς θείας ἀρετῆς καὶ τὴν κτῆσιν αὐτῆς
5περιάγει. ἀλλὰ μὴν εἴς γε τὴν θεωρητικὴν σοφίαν διὰ τούτων παρακαλεῖ·
τούτων δὲ κρατήσας γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τ’ ἀνθρώπων σύστασιν, ᾗ τε ἕκαστα διέρχεται ᾗ τε κρατεῖται·
10 γνώσῃ δ’, ᾗ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην, ὥστε σε μήτε ἄελπτ’ ἐλπίζειν μήτε τι λήθειν. τούτων γὰρ οὐκ ἔστιν ἄλλα θαυμασιώτερα τοῖς εὖ πεφυκόσιν εἰς τὸ παρορμᾶσθαι γενναίως εἰς τὴν θεω‐ ρητικὴν φιλοσοφίαν. ἡ μὲν γὰρ γνῶσις τῶν θεῶν ἀρετή
15τέ ἐστι καὶ σοφία καὶ εὐδαιμονία τελεία, ποιεῖ τε ἡμᾶς τοῖς θεοῖς ὁμοίους, ἡ δὲ τῶν ἀνθρωπίνων ἐπιστήμη τάς τε ἀνθρωπίνας ἀρετὰς παρέχει καὶ τῶν ἡμετέρων πραγμάτων ἐμπείρους ποιεῖ, τά τε ἀπὸ τούτων ὠφέ‐ λιμα καὶ βλαβερὰ διακρίνει, καὶ τὰ μὲν φυλάττεται
20τὰ δὲ περιποιεῖ, καὶ ὅλως τὴν σύστασιν ἥτις ἐστὶ τῆς ἀνθρωπίνης ζωῆς λόγῳ τε καὶ ἔργῳ καταμανθάνει. τὸ δὲ θαυμασιώτατον ἐκεῖνο διδάσκεται ἀπὸ τῆς τοιαύ‐ της εἰδήσεως, κατὰ τί διέρχεται εὐλύτως καὶ ἀκωλύτως ἕκαστα τῶν ἐν ἡμῖν, ὅσα ἐστὶ τῆς κρείττονος μοίρας,
25καὶ κατὰ τί κρατεῖται καὶ κωλύεται, ὥστε μὴ δύνα‐
σθαι ῥᾳδίως ἐξιέναι καὶ τῶν δεσμῶν ἀπολύεσθαι.11
Protr
.

12

Ἡ δὲ μετὰ ταύτην γνώμη εἰς φυσιολογίαν ποιεῖται τὴν παράκλησιν καὶ πᾶσαν τὴν περὶ τὸν οὐρανὸν θεω‐ ρίαν. ἡ γὰρ τούτου φύσις ἀεί ἐστιν ὁμοία κατὰ τὴν αὐτὴν περιφορὰν ὡσαύτως περιοῦσα, ἣν ἐάν τις κατα‐
5μάθῃ, οὔτ’ ἂν ἀπροσδόκητά ποτε προσδοκήσειεν, οὔτ’ ἂν ἀγνοήσειέ τι τῶν κατ’ ἀνάγκην αὐτῷ μελλόντων συμβαίνειν. Αἱ δὲ ἐπὶ τούτοις γνῶμαι ἀπὸ τῆς προαιρετικῆς ἐν ἡμῖν ζωῆς ποιοῦνται τὴν παράκλησιν, οἷον
10 γνώσῃ δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας τλήμονας. εἰ γὰρ ἀρχαὶ τῶν πράξεών εἰσιν οἱ ἄνθρωποι, καὶ δύναμιν ἔχουσιν ἐξ ἑαυτῶν οἰκείαν εἰς αἵρεσιν τῶν ἀγαθῶν καὶ φυγὴν τῶν κακῶν, ὁ μὴ χρώμενος ταύτῃ
15τῇ δυνάμει τῶν δοθέντων ἐκ φύσεως αὐτῷ πλεον‐ εκτημάτων ἐστὶν ἀνάξιος. οὐδὲν οὖν ἄλλο λέγει ἢ τοῦτο, ὅτι ἡμεῖς τὸν δαίμονα αἱρούμεθα, καὶ ὅτι αὐτοὶ ἑαυτοῖς ἐσμεν ἐν τύχης τάξει καὶ δαίμονος, καὶ ὅτι εὐδαίμονας αὐτοὶ ἑαυτοὺς παρασκευάζομεν· ὃ πρὸς
20μόνον τὸ καλὸν προτρέπει καὶ τὴν τούτου τιμὴν δι’ ἑαυτὸ αἱρετὴν ἐπιδείκνυσι.
Παραπλήσια δὲ τούτῳ καὶ τὰ τοιαῦτά ἐστιν·12
Protr
.

13

οἵ τ’ ἀγαθῶν πέλας ὄντων οὔτ’ ἐσορῶσιν οὔτε κλύουσι, λύσιν δὲ κακῶν παῦροι συνιᾶσι. τὸ γὰρ ἐγγὺς εἶναι τἀγαθὰ καὶ συμπεφυκέναι ἡμῶν τῇ ψυχῇ πάντων δὲ ὑπάρχειν οἰκειότατα ἡμῖν, θαυ‐
5μαστῶς ἐστι προτρεπτικά. καὶ τὸ μήτε ὁρᾶν μήτε ἀκούειν, ὑπὸ δὲ τῆς αἰσθήσεως ἐπισκοτεῖσθαι, δαι‐ μονίως εἰς τὴν νοερὰν ζωὴν παρακαλεῖ, ὡς τοῦ νοῦ μόνου καὶ ὁρῶντος πάντα καὶ ἀκούοντος. ἡ δὲ ἀπαλ‐ λαγὴ τῶν κακῶν, ἣν ὀλίγοι καθορῶσι, προτρέπει εἰς
10τὴν λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τὴν ζωὴν τὴν καθ’ ἑαυτὴν τῆς ψυχῆς, ἥντινα μελέτην θανάτου προσαγορεύομεν. Καὶ ἄλλος δ’ ἐστὶ προτρεπτικὸς τρόπος ἐφεξῆς ἀπὸ τῆς διαβολῆς τῶν κακῶν. οὐ γὰρ ἀνεκτόν ἐστι
15κυλινδρίοις ἐοικότας ἄλλοτ’ ἐπ’ ἄλλα φέρεσθαι, ἀπείρονα πήματ’ ἔχοντας. τὸ γὰρ βίαιον καὶ ἀλόγιστον καὶ εἰκῇ φερόμενον καὶ ἄλλοτε ἀλλοῖον καὶ μάλιστα τὸ ἀπέραντον ἡ κακία παρίστησιν, ἃ δεῖ διαφερόντως φεύγειν.
20
Ἡ δὲ μετὰ ταῦτα γνώμη ἐστὶ τοιαύτη· λυγρὰ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληθε σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν. ἐνταῦθα καὶ τὸ διττὸν τῆς ἀνθρωπίνης φύσεως ἐπέ‐
δειξε, καὶ τὸ παραπεφυκὸς ἡμῖν ἀπὸ τῆς γενέσεως13
Protr
.

14

ἀλλότριον ζῷον, ὅπερ οἱ μὲν πολυκέφαλον θηρίον, οἱ δὲ θνητόν τι ζωῆς εἶδος, ἄλλοι δὲ φύσιν γενεσιουρ‐ γὸν καλοῦσιν· ἐνταῦθα δὲ ἔριν σύμφυτον ἐπω‐ νόμασεν, οὐχ ὡς ἴσην τάξιν ἔχουσαν ἡμῶν πρὸς τὴν
5κυριωτάτην ζωήν, ἀλλ’ ὡς συνοπαδὸν συνακολουθοῦ‐ σαν τῇ πρεσβυτέρᾳ ζωῇ. ταύτην δὴ οὖν παραγγέλλει φεύγειν, ἀντὶ δὲ ταύτης ἀνταλλάττεσθαι τὴν ἄνευ ἐναντιώσεως ἑνοειδῆ νοερὰν ἐνέργειαν, ἥτις ἀντὶ μὲν τοῦ βλάπτειν ἀγαθοειδής ἐστιν, ἀντὶ δὲ τοῦ ῥέπειν
10εἰς ὄλεθρον σωτηρίας ἀρχὴν παρέχει, καὶ τὴν μὲν ἐπεισοδιώδη καὶ δευτέραν συνεπομένην ὑπόστασιν ὡς ἀλλοτρίαν ἐκτὸς μεθίησι, τὴν δὲ πρωτουργὸν καὶ ἀφ’ ἑαυτῆς καὶ ἐν ἑαυτῇ πάντα ἔχουσαν τελεωτάτην ζωὴν προσείληφε. διὰ πάντα οὖν ταῦτα ἐκείνην
15μὲν ὡς ἐπὶ βραχύτατον συστέλλειν ἄξιον, ταύτην δὲ προάγειν ὡς ἐπὶ πλεῖστον· καὶ οὕτως εἰς τὴν κατὰ νοῦν ζωὴν ἡ τοιαύτη προτροπὴ γέγονεν ἀνυσιμωτάτη. Πρός γε μὴν τὴν θείαν τελειότητα καὶ τὴν μετὰ θεῶν συνεπομένην ἀρίστην κατάστασιν αἱ τοιαῦται
20γνῶμαι παρακαλοῦσι· Ζεῦ πάτερ, ἦ πολλῶν γε κακῶν παύσειας ἅπαντας, εἰ πᾶσιν δείξεις οἵῳ τῷ δαίμονι χρῶνται. ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν. ἐν δὴ τούτοις μία μὲν ἀρίστη παράκλησις εἰς τὴν
25θείαν εὐδαιμονίαν ἡ μεμιγμένη ταῖς εὐχαῖς καὶ ἀνα‐
κλήσεσι τῶν θεῶν καὶ μάλιστα τοῦ βασιλέως αὐτῶν14
Protr
.

15

Διός, δευτέρα δὲ ἡ τοῦ δοθέντος καὶ συγκληρωθέν‐ τος ἡμῖν ἀπὸ τῶν θεῶν δαίμονος δεῖξις ἐμφανὴς καὶ δι’ αὐτοῦ πάλιν πρὸς τοὺς θεοὺς ἀναγωγή. οὐδὲ γὰρ ἂν ἄλλως τις δυνηθείη πρὸς τὸ θειότατον ἑαυτοῦ
5καὶ κυριώτατον τῆς οὐσίας ἀναδραμεῖν, εἰ μὴ τῷ τοιούτῳ δαίμονι ἡγεμόνι χρήσαιτο, ὃν δεῖ πάντα τὸν ἐραστὴν τῶν θεῶν γνησίως ἀποκαθαίρειν. ἀφ’ οὗ δὴ πρώτη μὲν ἔσται κακῶν παῦλα τῶν συμπεφυκότων ἡμῖν ἀπὸ τῆς γενέσεως, ἔπειτα γνῶσις ἡμῖν ἀληθινὴ
10παρέσται τῆς δαιμονίας καὶ μακαρίας ζωῆς, ὅση τίς ἐστι καὶ ὁποία· μεθ’ ἧς ἀνιόντες τὸ ἀρχηγὸν θεῖον γένος τῶν ἀνθρώπων κατοψόμεθα, καὶ εἰς αὐτὸ ἐνι‐ δρυθέντες τέλος ἕξομεν τοῦ προτεθέντος ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις μακαριωτάτου βίου.
15 Ἐπὶ τέλει τοίνυν πρὸς τὴν μετάστασιν τῆς ψυχῆς προτρέπει καὶ τὴν ζωὴν αὐτῆς τὴν καθ’ ἑαυτήν, καθ’ ἣν ἀπήλλακται τοῦ σώματος καὶ τῶν τῷ σώματι συν‐ ηρτημένων φύσεων. λέγει δὲ οὕτως· ἡνίοχον γνώμην στῆσον καθύπερθεν ἀρίστην,
20 ἢν δ’ ἀπολείψας σῶμα ἐς αἰθέρ’ ἐλεύθερον ἔλθῃς, ἔσσεαι ἀθάνατος θεὸς ἄμβροτος, οὐκέτι θνητός. τὸ μὲν οὖν ἐν τῇ ἀνωτάτω τάξει τὸν ἄριστον νοῦν ἡγεμόνα προστήσασθαι, τῆς ψυχῆς ἀκραιφνῆ τὴν
ὁμοιότητα διασῴζει πρὸς τοὺς θεούς, εἰς ἣν καὶ15
Protr
.

16

προτρέπει πρώτως· τὸ δ’ ἀπολιπεῖν τὸ σῶμα καὶ μεταστῆναι εἰς τὸν αἰθέρα, μεταλλάττειν καὶ τὴν ἀνθρωπίνην φύσιν εἰς τὴν τῶν θεῶν καθαρότητα καὶ ἀντὶ θνητοῦ βίου ἀθάνατον ζωὴν προαιρεῖσθαι,
5εἰς τὴν αὐτὴν οὐσίαν τε ἀποκαθίστασθαι παρέχει καὶ μετὰ θεῶν περίοδον, ἥνπερ εἴχομεν καὶ πρότερον πρὶν ἐλθεῖν εἰς ἀνθρώπινον εἶδος. πέφηνεν ἄρα καὶ ἡ τῶν τοιούτων παρακλήσεων μέθοδος εἰς ὅλα τὰ γένη τῶν ἀγαθῶν καὶ πρὸς πάντα τὰ εἴδη τῆς βελ‐
10τίονος ζωῆς ἡμᾶς προτρέπουσα. Εἰ δὲ δεῖ λοιπὸν καὶ ἐπὶ τὰς ἐσωτερικάς τε καὶ ἐπιστημονικὰς προτροπὰς ὁρμῆσαι, προχειρισώμεθα πρώτας ἐκείνας, ὅσαι μετὰ τοῦ διδαχὴν παρέχειν τῶν κυριωτάτων καὶ πρώτων οὐσιῶν ὁμοῦ καὶ προτρέ‐
15πουσιν ἐπὶ τὴν θεολογικὴν καὶ νοερὰν αὐτῶν ἀνεύ‐ ρεσίν τε καὶ μάθησιν, καὶ πρὸς τὴν πρεσβυτάτην σοφίαν παρακαλοῦσιν. Ἀρχύτας τοίνυν ἐν τῷ Περὶ σοφίας εὐθὺς ἀρχόμενος προτρέπει οὕτως· ‘τοσοῦτον διαφέρει σοφία ἐν πᾶσι τοῖς ἀνθρωπίνοις
20πράγμασιν, ὅσον ὄψις μὲν αἰσθασίων σώματος, νόος δὲ ψυχᾶς, ἅλιος δὲ ἄστρων. ὄψις τε γὰρ ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντὶ καὶ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ
25δύναμις τῶν τιμιωτάτων ὑπάρχων. ἅλιός γε
μὰν ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόν‐16
Protr
.

17

των· ὁρῆταί τε γὰρ δι’ αὐτῶ πάντα καὶ γεν‐ νῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ ζωπυρῆται μετ’ αἰσθάσιος.‘ πάνυ ἐπιστημονικῶς ἐνταῦθα τήν τε
5φύσιν καὶ ἐνέργειαν τῆς σοφίας ἐπιδείκνυσι, καὶ ἀπὸ τοῦ χρησιμωτάτην αὐτὴν εἶναι καὶ ἡγεμονικωτάτην ποιεῖται τὴν προτροπὴν ἐπὶ τὸν νοῦν καὶ τὴν θεωρίαν. καὶ ἄλλο δὲ θαυμάσιον οἷον εἰς προτροπὴν ἀγαθὸν παρέχεται· ἀπὸ γὰρ τῶν γνωρίμων ποιεῖται τὴν ὑπό‐
10μνησιν δι’ ἀναλογίας ἐναργοῦς. τὸ γὰρ ὄψιν εἶναι ὀξυτάτην τῶν αἰσθήσεων καὶ ἀκριβεστάτην καὶ τιμιω‐ τάτην πᾶσι πρόδηλον, καὶ τὸ τὸν ἥλιον τῶν ἄστρων ὑπερέχειν οὐδένα λέληθε, καὶ τὸ τὸν νοῦν τῆς ψυ‐ χῆς εἶναι ἐξάρχοντα ἐν ταῖς κοιναῖς ἐννοίαις προ‐
15ειλήφαμεν. ἀπὸ δὴ τούτων τὸ διαφέρον παραδηλοῖ τῆς σοφίας πρὸς ἅπαντα τὰ ἀνθρώπινα πράγματα γνωρίμως καὶ ἐπιστημονικῶς, ὥστε εὐμαθὲς εἶναι τὸ ἀληθὲς καὶ εὔληπτον τοῖς ἀκούουσι τὸ κρυπτόμενον ἐν ἀφανεῖ. πρὸς τούτοις τοίνυν καὶ ἀπὸ τῶν δια‐
20φορῶν ἑκάστου ἥ τε εἴδησις τῆς σοφίας καὶ ἡ πρὸς αὐτὴν προτροπὴ ἀναδιδάσκεται. τοῦτο μὲν γάρ, εἰ ἡ ὄψις ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντί, καὶ ἡ σοφία κατὰ τὰ αὐτὰ τὰ πορρωτάτω ἀφεστηκότα ὡς παρόντα νοεῖ καὶ πάντων
25τῶν ὄντων τὰ εἴδη περιείληφεν ἐν ἑαυτῇ· τοῦτο δέ, εἰ ὁ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ δύναμις τῶν τιμιω‐
τάτων ὑπάρχων, πάντως που καὶ ἡ σοφία ὡσαύτως17
Protr
.

18

ὑπερέχει λόγου καὶ διανοίας καὶ ταῖς ἁπλουστέραις τούτων ἐπιβλητικαῖς νοήσεσι τὰ ὄντα θεωρεῖ, τά τε ἀγαθὰ κρίνει ἀφ’ ἑαυτῆς καὶ ἐπιτελεῖ ἐν ἑαυτῇ, τῶν τε νοητῶν ἐστιν ὄψις καὶ δύναμις τῶν θειοτάτων καὶ
5τελειοτάτων ἐνεργειῶν ὑπάρχει· τοῦτο δ’ αὖ, εἰ ὁ ἥλιος ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόν‐ των· ὁρῆταί τε γὰρ δι’ αὐτῶ πάντα καὶ γεννῆ‐ ται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ ζωπυρῆται μετ
10αἰσθάσιος· δῆλόν που καὶ ἀπὸ τούτων γίγνεται ὡς ὀφθαλμός ἐστι καὶ ζωὴ τῶν νοερῶν ἡ σοφία, καὶ τὸ ὁρᾶσθαι τοῖς νοουμένοις παρέχει πᾶσι καὶ τὸ εἶναι τοῖς οὖσι, δημιουργίας τε πάσης ἀρχηγὸς γίγνεται ἐν τῷ κόσμῳ καὶ γεννήσεως τῆς πρώτης καὶ τάξεως, καὶ
15δὴ καὶ ἐν ἡμῖν ὡσαύτως. τὴν δὴ τοιαύτην τε καὶ τοσαύτην αἰτίαν καὶ τοσαῦτα ἀγαθὰ παρέχουσαν τίς οὐκ ἂν μετὰ μεγάλης σπουδῆς μεταθέοι ἂν προθύμως, βουλόμενος τῆς ἀρίστης εὐδαιμονίας μεταλαμβάνειν; Ἡ μὲν οὖν ἀπὸ τοῦ τίμιον εἶναι τὴν σοφίαν
20προϊοῦσα εἰς προτροπὴν ἔφοδός ἐστι τοιαύτη, ἡ δὲ ἀπὸ τοῦ ὄντως ἀνθρώπου ὑπομιμνῄσκουσα τῆς ἐπὶ τὰ αὐτὰ προτροπῆς διὰ τῶν ἑξῆς ἐπιδείκνυται τῶν οὕτω λεγο‐ μένων· ‘ἄνθρωπος πάντων ζῴων ἐπὶ πολλὸν γέγονε σοφώτατος· θεωρῆσαί τε γὰρ δυνατός
25ἐντι τὰ ἐόντα καὶ ἐπιστάμαν καὶ φρόνασιν λαβὲν αὐτῶν ἁπάντων. παρὸ καὶ ἐνεχάραξε [καὶ ἐπεσημήνατο] τὸ θεῖον αὐτῷ τὸ τῶ παντὸς
λόγω σύσταμα, ἐν ᾧ τά τε εἴδεα πάντα τῶ18
Protr
.

19

ἐόντος ἐνδέδασται καὶ ταὶ σαμασίαι [τε] τῶν ὀνυμάτων τε καὶ ῥημάτων. τοῖς μὲν γὰρ φθόγ‐ γοις τᾶς φωνᾶς τόπος ἀφώρισται φάρυγξ καὶ στόμα καὶ ῥῖνες. ὥσπερ δὲ τῶν φθόγγων, δι
5ὧν τὰ ὀνύματά τε καὶ ῥήματα τυπούμενα σαμαί‐ νεται, γέγονεν ἄνθρωπος ὄργανον, οὕτω δὲ καὶ τῶν νοαμάτων ἐν τοῖς ἐόντεσσιν † ὀπτιζο‐ μένοις. ἔργον σοφίας τοῦτο δοκεῖ μοι ἦμεν, ποθ’ ὅπερ καὶ γέγονε καὶ συνέστα ὁ ἄνθρωπος
10καὶ ὄργανα δὲ καὶ δυνάμεις εἴλαφε παρὰ τῶ θε.‘ αὕτη ἡ ἔφοδος ἐπὶ τὴν προτροπὴν ἀπὸ τῆς φύσεως γέγονε τοῦ ἀνθρώπου. εἰ γὰρ σοφώτατός ἐστι καὶ θεωρῆσαι τὰ ὄντα δυνατός, τῆς θεωρητικῆς αὐτὸν καὶ θεολογικῆς σοφίας δεῖ ἀντιποιεῖσθαι· καὶ
15εἴπερ ἐπιστήμην καὶ φρόνησιν λαβεῖν ἁπάντων δύναμιν ἔχει παρὰ τῆς φύσεως, τὴν ἀποδεικτικὴν ἐπιστήμην αὐτὸν δεῖ μεταδιώκειν καὶ τὴν κατὰ φρόνησιν ἀρετὴν ὡς μάλιστα αὐτῷ πρέπουσαν. διότι γε μὴν ἐνετυ‐ πώσατο ἐν αὐτῷ τὸ θεῖον τὸ τοῦ παντὸς λόγου
20σύστημα, ἐν ᾧ καὶ τὰ εἴδη πάντα τῶν ὄντων καὶ αἱ σημασίαι ἐνυπάρχουσι τῶν ὀνομάτων τε καὶ ῥημάτων, διὰ τοῦτο τῆς λογικῆς αὐτὸν φιλοσοφίας πάσης ἀντι‐ λαμβάνεσθαι προσήκει, ἐπειδὴ οὐ τῶν σημαινομένων μόνον 〈διὰ τῶν φθόγγων ὄργανον〉 γέγονεν ὁ ἄν‐
25θρωπος, ἀλλὰ καὶ τῶν νοημάτων τῶν ἐν τοῖς οὖσι19
Protr
.

20

θεωρὸς ὑπάρχει, καὶ πρὸς τοῦτο γέγονε καὶ ὄργανα καὶ δυνάμεις εἴληφε παρὰ τοῦ θεοῦ. διὰ ταῦτα δὴ πάλιν περὶ πᾶν τὸ ὄν, ᾗ ὄν, τῆς θεωρητικῆς σοφίας ἐφίεσθαι αὐτὸν χρή, καὶ τὰς ἀρχὰς καὶ τὰ κριτήρια
5πάσης γνώσεως μεταθεῖν ἐπιστημονικῶς περὶ πάντα τὰ γένη τῶν ὄντων· αὐτόν τε τὸν νοῦν καθ’ ἑαυτὸν καὶ τὸν καθαρώτατον λόγον ἐπισκοπεῖσθαι ἄξιον· καὶ ὅσαι ἀπ’ αὐτοῦ ἀρχαὶ ἐνδίδονται εἰς τὰ καλὰ καὶ ἀγαθὰ τοῦ ἀνθρωπίνου βίου, καὶ ὅσα περὶ ἀρετῶν
10ἐπιλογιζόμεθα καθόλου, καὶ ὅσα περὶ μαθημάτων ἢ ἄλλων τινῶν τεχνῶν ἢ ἐπιτηδευμάτων μανθάνομεν, προσήκει προθύμως ἀναδιδάσκεσθαι. καὶ οὕτω πρὸς ὅλην τὴν φιλοσοφίαν καὶ ἡ ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ὁρμωμένη γέγονε παράκλησις.
15 Ποιεῖται δὲ καὶ ἄλλην σύμμικτον ἔφοδον ἐπὶ τὰ αὐτὰ προτρέπουσαν ὧδέ πως· ‘γέγονε καὶ συνέστα ὁ ἄν‐ θρωπος ποττὸ θεωρῆσαι τὸν λόγον τᾶς τῶ ὅλω φύσιος· καὶ τᾶς σοφίας ὦν ἔργον 〈κτᾶσθαι〉 καὶ θεωρὲν τὰν τῶν ἐόντων φρόνασιν.‘ ὃ δή φαμεν
20ἐν τούτοις σύμμικτον, ἐκεῖνό ἐστι· τῇ γὰρ ἰδίᾳ φύσει τὴν κοινὴν συνεκέρασεν, ὡς ἐχουσῶν τούτων συμφω‐ νίαν πρὸς ἀλλήλας. εἰ γὰρ ὅ τε λόγος τοῦ ἀνθρώπου θεωρητικός ἐστιν ἐν τῷ λόγῳ τᾶς τῶ ὅλω φύσιος καὶ ἡ σοφία τοῦ ἀνθρώπου κτᾶται καὶ θεωρεῖ τὰν
25τῶν ἐόντων φρόνασιν, ὁμοῦ μὲν ὁμολογία οὖσα ἀποδέδεικται τῆς μεριστῆς τοῦ λόγου καὶ τῆς τοῦ
ὅλου νοερᾶς φύσεως, ὁμοῦ δὲ καὶ ἡ προτροπὴ τελεω‐20
Protr
.

21

τέρα γέγονεν. οὐ γὰρ ἄλλως διαβιωσόμεθα κατὰ φύσιν, οὗ πάντες διαφερόντως ἐφιέμεθα, ἐὰν μὴ κατὰ λόγον ζῶμεν τὸν θεῖον καὶ τὸν ἀνθρώπινον, οὐδὲ ἄλλῃ πῃ εὐδαιμονήσομεν, ἐὰν μὴ κτησώμεθα διὰ φιλοσοφίας
5καὶ θεωρήσωμεν τὴν τῶν ὄντων φρόνησιν. ἄλλη τοίνυν ἐν τούτοις τοιαύτη νοείσθω σύμμιξις· ἐν ταὐτῷ γὰρ παρορμᾶν ἐπιχειρεῖ εἴς τε τὴν πρακτικὴν καὶ θεωρητικὴν φιλοσοφίαν. τὸ μὲν γὰρ κτήσασθαι φρό‐ νησιν ποιητικῆς τινός ἐστι καὶ πρακτικῆς ἀρετῆς
10ἔργον, ἧς τέλος οὐ τὸ κατιδεῖν ἁπλῶς οὑτωσίν, ἀλλὰ τὸ προσλαβεῖν αὐτὸ διὰ τῶν ἐνεργειῶν, τό γε μὴν θεωρῆσαι τοῦ θεωρητικοῦ νοῦ ἐνέργημα ὑπῆρχε. πρὸς ἀμφότερα τοίνυν ἡ προτροπὴ δεόντως γέγονεν. Ἐπεὶ τοίνυν μᾶλλον τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ
15πάντα τῆς σοφίας ἀγαθὸν διαφαίνεται, καὶ ἡ προτροπὴ τελεωτέρα πρὸς αὐτὸ γίγνεται διὰ τῶν τοιούτων· ‘ἁ σοφία οὐ περί τι ἀφωρισμένον ἐντὶ τῶν ἐόντων, ἀλλ’ ἁπλῶς περὶ πάντα τὰ ἐόντα, καὶ δεῖ μὴ πρώ‐ ταν αὐτὰν τὰς ἀρχὰς αὑτᾶς ἀνευρέσθαι, ἀλλὰ τὰς
20κοινὰς τῶν ἐόντων· οὕτω γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα ὡς ὄψις περὶ πάντα τὰ ὁρατ. τὰ ὦν καθόλω πᾶσι συμβεβακότα συνιδὲν καὶ θεωρὲν τᾶς σοφίας οἰκῇον, καὶ διὰ τοῦτο σοφία τὰς τῶν ἐόντων ἁπάντων ἀρχὰς ἀνευ‐
25ρίσκει.‘ πάλιν γὰρ ἐνταῦθα οὐκ ἀφορίζει περί τι21
Protr
.

22

μέρος τὴν ἐνέργειαν αὐτῆς, ἀλλὰ κοινῇ διήκειν φησὶν ἐπὶ πάντα τὰ ὄντα, τάς τε ἀρχὰς τὰς κοινὰς τῶν ὅλων φησὶν αὐτὴν ἐπισκοπεῖν καὶ κατὰ γένη ταῦτα θεωρεῖν καὶ κατὰ ἁπλουστάτας ἐπιβολάς, ὥσπερ ἡ ὄψις τοῖς
5ὁρατοῖς ἐπιβάλλει, τούς τε καθόλου λόγους πάντων φησὶν αὐτὴν περιέχειν, καὶ πρὸς τούτῳ θεωρεῖν καὶ διαλογίζεσθαι· μόνην δὲ καὶ ἀνυπόθετον εἶναι ἐπι‐ στήμην, ἅτε δὴ τῶν ὄντων πάντων τὰς ἀρχὰς ἀνευ‐ ρίσκουσαν καὶ περὶ τῶν οἰκείων ἑαυτῆς ἀρχῶν δυνα‐
10μένην λόγον διδόναι. εἰς καλὸν ἄρα συμβαίνει ἡ ἔφοδος τῆς προτροπῆς· εἰ γὰρ τῆς τοιαύτης σοφίας οὔτε καθολικωτέραν οὔτε τελειοτέραν οὔτε κοινοτέραν οὔτε αὐταρκεστέραν οὔτε ἀγαθοειδεστέραν ἢ καλλίονα δυνατὸν λογισμῷ λαβεῖν, ταύτης ἐφίεσθαι χρὴ τοὺς
15βουλομένους κατὰ λόγον καὶ νοῦν εὐδαιμονεῖν. Ἐν τῷ τέλει τοίνυν πρὸς αὐτὸ τὸ ἀκρότατον ἄνεισιν ἡ παράκλησις ὧδέ πως· ‘ὅστις ὦν ἀναλῦσαι οἷός τέ ἐντι πάντα τὰ γένεα ὑπὸ μίαν τε καὶ τὰν αὐτὰν ἀρχὰν καὶ πάλιν συνθεῖναί τε καὶ συναριθ‐
20μήσασθαι, οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ παναλαθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφ’ ἇς δυνατὸς ἐσσεῖται τὸν θεὸν κατοψεῖσθαι καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ καὶ τάξει τᾷ ἐκείνω κατακεχωρι‐
25σμένα, καὶ ταύταν ἁρματήλατον ὁδὸν ἐκπορι‐22
Protr
.

23

σάμενος τῷ νόῳ κατ’ εὐθεῖαν ὁρμαθῆμεν καὶ τελεοδρομᾶσαι τὰς ἀρχὰς τοῖς πέρασι συν‐ άψαντα καὶ ἐπιγνόντα διότι ὁ θεὸς ἀρχά τε καὶ τέλος καὶ μέσον ἐντὶ πάντων τῶν κατὰ δίκαν
5τε καὶ τὸν ὀρθὸν λόγον περαινομένων.‘ σαφῶς δὴ καὶ ἐν τούτοις τὸ τέλος ἐπέθηκε τῆς θεολογικῆς προτροπῆς, μὴ ἵστασθαι ἀξιῶν ἐπὶ τῶν πολλῶν ἀρχῶν καὶ πάντων τοῦ ὄντος γενῶν, ἀναλύσειν δὲ προθυ‐ μούμενος ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν ἀρχὴν τὰ πάντα,
10ἀπὸ δὲ τῆς μιᾶς διαιρῶν κατὰ ἀριθμὸν ὡρισμένον τὰ πλησίον τοῦ ἑνὸς καὶ οὕτως ἀεὶ τὰ πορρωτέρω ἀφι‐ στάμενα καὶ διιστάμενα ἐπισκοπῶν, ἕως ἂν ἐπὶ τὰ σύνθετα καὶ ἐκ πολλῶν συνεστηκότα συναριθμήσηται τὸ πλῆθος· ἐπ’ ἄμφω τε οὕτω προϊὼν ἱκανὸς ἦν ἀνάγειν
15τε ἑαυτὸν ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἓν καὶ κατάγειν ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ πλῆθος. ἐπεὶ δὲ μάλιστα ἀλη‐ θείας καὶ σοφίας ἐφιέμεθα, προτρέπων ἐπὶ τὴν τοι‐ αύτην ἐπιστήμην σοφώτατον καὶ παναληθέστατόν φησιν εἶναι τὸν τὴν τοιαύτην διαιρετικὴν ἔχοντα ἐπιστήμην
20διὰ τῶν πρώτων εἰδῶν καὶ γενῶν, συνάγοντά τε αὐτὴν εἰς ἓν διὰ τῆς ὁριστικῆς ἐπιστήμης, τοῦ τε ἑνὸς ὄντα θεωρητικόν, ὅπερ τέλος ἐστὶ πάσης θεωρίας. καὶ τούτου δ’ ἔτι κυριώτερον ἀγαθὸν ἐπήγαγε, τὸ ὥσπερ ἀπὸ σκοπιᾶς ἐντεῦθεν δύνασθαι τὸν θεὸν καθορᾶν καὶ
25πάντα τὰ ἐν τῇ συστοιχίᾳ τοῦ θεοῦ. εἰ γὰρ πάσης ἀληθείας καὶ εὐδαιμονίας οὐσίας τε καὶ αἰτίας καὶ
τῶν ἀρχῶν ὁ θεὸς ἐξηγεῖται, σπουδαστέον ἐν τούτῳ23
Protr
.

24

μάλιστα ἐκείνην τὴν ἐπιστήμην κτήσασθαι, δι’ ἧς ἀτενίσει τις αὐτὸν καθαρὸν καὶ δι’ ἧς πλατεῖαν εὑρήσει τὴν πρὸς αὐτὸν πορείαν καὶ δι’ ἧς τὰ τέλη ταῖς ἀρχαῖς συνάψει. τελεωτάτη γὰρ ἡ τοιαύτη ζωὴ καὶ εὐδαι‐
5μονία, οὐκέτι διωρισμένως τὰ τελευταῖα ἀπὸ τῶν πρώτων διακρίνουσα, ἀλλ’ εἰς ἓν τὰ συναμφότερα ταῦτα συλλαβοῦσα ἀρχάς τε καὶ τέλος καὶ μέσον ὁμοῦ συνέχουσα. τοιαύτη γάρ ἐστιν ἡ θεία αἰτία, ἧς δεῖ ἀντέχεσθαι τοὺς μέλλοντας εὐδαιμονήσειν. οὕτω μὲν
10οὖν ἡ προτροπὴ διὰ πάντων διεξελθοῦσα τῶν τε ἐν ἡμῖν καὶ τῶν ἐν τῇ φύσει καὶ ὡς ἔπος εἰπεῖν διὰ πάν‐ των τῶν ὄντων, συνεκεφαλαιώσατο πάσας τὰς ἐφόδους εἰς μίαν τὴν ἐπὶ τὸν θεὸν ἀνήκουσαν ἀναγωγήν. Δεῖ δὲ λοιπὸν αὐταῖς ταῖς Πυθαγορικαῖς διαι‐
15ρέσεσι προσχρῆσθαι εἰς τὸ προτρέπειν. πάνυ γὰρ ἐντρεχῶς καὶ τελειότατα καὶ πρὸς τὰς ἄλλας φιλο‐ σοφίας ἐξηλλαγμένως οἱ κατὰ τήνδε τὴν αἵρεσιν διῄρουν ἑπόμενοι ταῖς ἐκείνου διδασκαλίαις τὸν εἰς παρόρμησιν ἐπὶ φιλοσοφίαν λόγον, εὐμηχάνως ἐπιρρωννύντες καὶ
20πιστούμενοι ἀποδείξεσιν ἐπιστημονικωτάταις μηδὲν ἀνα‐ κόλουθον συναγαγούσαις. εἰσὶ δὲ τοιαῦται· Πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν, εὖ δὲ πράττομεν, εἰ ἡμῖν πολλὰ ἀγαθὰ παρείη. ἀγαθὰ δὲ τὰ μέν ἐστι κατὰ σῶμα, ὥστε ἱκανῶς αὐτὸ παρ‐
25εσκευάσθαι πρὸς τὴν κατὰ φύσιν συμμετρίαν καὶ κρᾶσιν καὶ ῥώμην· τὰ δὲ ἐν τοῖς ἐκτός, ὥσπερ εὐγέ‐
νειαι καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ πατρίδι·24
Protr
.

25

τὰ δὲ περὶ ψυχήν, ὡς τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον, καὶ διαφερόντως τὸ σοφὸν εἶναι· μεθ’ ὧν οὐ μικρὸν διαφέρει τὸ συνεπιλαμβάνειν καὶ τὴν εὐτυχίαν ταῖς ὀρθαῖς πράξεσιν, ἤτοι ὑπὸ τῆς σοφίας
5ἐπιφερομένην, ἢ καὶ καθ’ αὑτὴν ἔχουσαν ἰδίαν τινὰ δύναμιν. ἀλλ’ οὐκ εὐθὺς εὐδαιμονοῦμεν διὰ τὰ παρ‐ όντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ· ὠφελεῖ δὲ οὐδέν, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δὲ αὐτοῖς μή. οὐδὲ γὰρ ἄλλο οὐδὲν παρὸν διὰ τὴν κτῆσιν ὠφελεῖ ἄνευ τοῦ
10χρῆσθαι αὐτῷ, οὐδ’ εἴ τις οὖν πλοῦτον καὶ ἃ νῦν δὴ ἐλέγομεν ἀγαθὰ κεκτημένος εἴη, χρῷτο δὲ αὐτοῖς μή, οὐκ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων τῶν ἀγαθῶν κτῆσιν. δεῖ ἄρα μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ
15χρῆσθαι αὐτοῖς, ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται. ἀλλ’ οὐδὲ τὸ χρῆσθαι μόνον ἐξαρκεῖ, ἀλλὰ δεῖ προσ‐ εῖναι τὸ ὀρθῶς χρῆσθαι. πλέον γὰρ θάτερόν ἐστιν, ἐάν τις χρῆται μὴ ὀρθῶς ὁτῳοῦν πράγματι, ἢ ἐὰν ἐᾷ· τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε κακὸν οὔτε ἀγαθόν.
20ἀλλὰ μὴν ἔν γε τῇ χρήσει τε καὶ ἐργασίᾳ πάσῃ τῇ περὶ ὁτιοῦν τὸ ἀπεργαζόμενον τὸ ὀρθῶς χρῆσθαι ἐπι‐ στήμη παρέχεται· καὶ περὶ τὴν χρείαν οὖν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι χρῆσθαι τοῖς τοιούτοις ἐπι‐
25στήμη ἡγουμένη καὶ κατορθοῦσά ἐστι τὴν πρᾶξιν. οὐ μόνον οὖν εὐτυχίαν, ἀλλὰ καὶ εὐπραγίαν ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει, καὶ οὐδὲν ὄφελος τῶν ἄλλων κτημάτων ἄνευ φρονή‐
σεώς τε καὶ σοφίας. τί γὰρ ὄφελος κεκτῆσθαι πολλὰ25
Protr
.

26

καὶ πολλὰ πράττειν νοῦν μὴ ἔχοντα μᾶλλον ἢ ὀλίγα; οὐχ ὁ μὲν ἐλάττω πράττων ἐλάττω ἐξαμαρτάνει, ἐλάττω δ’ ἐξαμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἂν ἧττον εἴη; συγχωρεῖν ἀναγ‐
5καῖον τούτοις, καὶ ὅτι ὁ μὲν τὰ εἰρημένα ἀγαθὰ κεκτη‐ μένος ἄνευ νοῦ πλείονα πράξει, ὁ δὲ τὰ ἐναντία ἔχων [τὰ κακὰ] ἐλάττονα. ἐν κεφαλαίῳ ἄρα κινδυνεύει πάντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου αὐτοῖς ὁ λόγος εἶναι, ὅπως αὐτά γε καθ’
10αὑτὰ πέφυκεν ἀγαθὰ εἶναι, ἀλλ’, ὡς ἔοικεν, ὧδε ἔχει· ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι· ἐὰν δὲ φρόνησις καὶ σοφία, μείζω ἀγαθά· αὐτὰ δὲ καθ’ αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι.
15μόνη τοίνυν ἡ μὲν σοφία ἀγαθόν ἐστιν, ἡ δὲ ἀμαθία κακόν. ἐπειδὴ τοίνυν εὐδαίμονες μὲν εἶναι προθυμού‐ μεθα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσθαί τε τοῖς πράγμασι καὶ ὀρθῶς χρῆσθαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη ἐστὶν ἡ παρέχουσα,
20δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου πάντα ἄνδρα παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος ἔσται· μόνον γὰρ τοῦτο τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖ τὸν ἄνθρωπον. ἀναγκαῖον οὖν φιλοσοφεῖν τοῖς βουλομέ‐ νοις εὖ πράττειν· ἡ δὲ φιλοσοφία ὄρεξίς ἐστι καὶ κτῆ‐
25σις ἐπιστήμης, οὐχ ἥτις κτητικὴ μόνον ἐστὶ τῶν δο‐ κούντων ἀγαθῶν, οὔθ’ ἥτις ποιητικὴ αὐτῶν, χρηστικὴ
δὲ οὔ. τοιαύτης οὖν δεῖ ἐπιστήμης, ἐν ᾗ συμπέπτωκεν26
Protr
.

27

ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι καὶ χρῆσθαι τούτῳ ὃ ἂν ποιήσῃ. εἰ τοίνυν αἱ μὲν ἄλλαι πᾶσαι ἐπιστῆμαι θηρευτικαί τινές εἰσι καὶ παρασκευαστικαὶ τῶν ἀγαθῶν, μόνη δὲ ἡ τελέα δικαιοσύνη καὶ φρόνησις τὴν κατ’
5ἀξίαν χρῆσιν ποιοῦνται ἑκάστῳ καὶ ἀναφέρουσι ταύτην πρὸς τὸν ἡγεμόνα νοῦν, αὕτη ἂν εἴη ἧς δεῖ ἀντι‐ ποιεῖσθαι. καὶ γὰρ τὸ θεωρεῖν καὶ κρίνειν ἐν αὑτῇ ἔχει καὶ τὰς ἀρχὰς ἔχει τῆς ὀρθῆς χρήσεως τῶν ἀγα‐ θῶν, ἧς τυχόντες καλῶς ἂν τὸν ἐπίλοιπον βίον διεξέλ‐
10θοιμεν. τοιαύτη τίς ἐστιν ἡ ἐκ τῆς 〈πρώτησ〉 διαιρέ‐ σεως προτρεπτικὴ ἔφοδος. Ἄλλη δέ ἐστι παρὰ αὐτοῖς τοιαύτη διαίρεσις· ὡς ἔστι μέν τι ψυχὴ ἔστι δέ τι σῶμα ἐν ἡμῖν, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται, καὶ τὸ μὲν χρῆται τὸ δ’
15ἐστὶ τοιοῦτον οἷον ᾧ χρῆται, καὶ τὸ μὲν θεῖον καὶ ἀγαθὸν καὶ οἰκειότατον ἡμῖν, τὸ δὲ ἄλλως συνηρτη‐ μένον ὑπουργίας τινὸς ἕνεκα καὶ χρείας ἐχόμενον τῆς εἰς τὸν κοινὸν βίον τὸν ἀνθρώπινον. δεῖ τοίνυν τοῦ ἄρχοντος μᾶλλον ἀλλὰ μὴ τοῦ ἀρχομένου, καὶ τοῦ θειο‐
20τέρου καὶ οἰκειοτέρου ἡμῖν ἀλλὰ μὴ τοῦ καταδεεστέρου ἐπιμελεῖσθαι. Ταύτῃ δ’ ἐστὶ παραπλησία τοιαύτη διαίρεσις· ὡς τριχῇ τὰ ἡμέτερα πάντα διῄρηται, εἴς τε ψυχὴν καὶ σῶμα καὶ τὰ τοῦ σώματος· τούτων δὲ τὰ μέν ἐστι
25πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα· καὶ προηγουμένως27
Protr
.

28

μὲν δεῖ στοχάζεσθαι τῶν τῆς ψυχῆς, τὰ δ’ ἄλλα τῆς ψυχῆς ἕνεκα πράττειν· καὶ γὰρ τοῦ σώματος ἐπιμελεῖ‐ σθαι χρὴ ἀναφέροντας αὐτοῦ τὴν ἐπιμέλειαν ἐπὶ τὴν τῆς ψυχῆς ὑπηρεσίαν, καὶ τὰ χρήματα κτᾶσθαι δεῖ διὰ
5τὸ σῶμα, πάντα δὲ τῆς ψυχῆς ἕνεκα διατάττειν καὶ τῶν τῆς ψυχῆς ἀρχουσῶν δυνάμεων. εἰ δὴ τοῦτο οὕ‐ τως ἔχει, οὐδὲν τῶν δεόντων πράττουσιν ὅσοι χρη‐ μάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχουσι, δικαιο‐ σύνης δὲ ἀμελοῦσι δι’ ἣν ἐπιστάμεθα ὀρθῶς χρῆσθαι
10τοῖς χρήμασι, καὶ τοῦ μὲν ζῆν καὶ ὑγιαίνειν φροντί‐ ζουσι τῷ σώματι, τοῦ δὲ ὀρθῶς χρῆσθαι τῇ ζωῇ καὶ τῇ ὑγείᾳ ἀμελοῦσι, καὶ τῆς μὲν ἄλλης παιδείας ἐπιμε‐ λοῦνται δι’ ἣν οὐδέποτε ὁμονοητικὴν φιλίαν κτήσα‐ σθαι δύνανται, τὴν δὲ τῆς ὁμονοίας ἀρχηγὸν ἐπιστή‐
15μην παρορῶσιν ἥτις διὰ φιλοσοφίας μόνης κάλλιστα παραγίγνεται, καὶ ταῖς μὲν πράξεσιν ἐπιχειροῦσι, τὸ δὲ πῶς δεῖ πράττειν ἕκαστον τῶν ἔργων οὔτε ἴσασιν οὔτε λογίζονται. Ἀπ’ ἄλλης δὲ ἀρχῆς διαιροῦσι τὰ τοιαῦτα· χωρὶς
20δήπουθέν ἐστιν αὐτὸς ἕκαστος, τὸ ἑαυτοῦ, ἅ ἐστι τῶν αὑτοῦ. αὐτὸς μὲν οὖν ἕκαστός ἐστιν ἡμῶν ἡ ψυχή, τὸ δ’ αὑτοῦ ἐστι τὸ σῶμα καὶ τὰ τοῦ σώματος, ἃ δ’ ἐστὶ τῶν αὑτοῦ, τὰ χρήματά ἐστιν, ὅσα τοῦ σώματος ἕνεκα κτώμεθα. καὶ ἐπιστῆμαι τοίνυν τρεῖς εἰσιν ἐπὶ
25τοῖς τρισὶ τούτοις πράγμασιν. ὁ μὲν οὖν τὰ τοῦ
σώματος γινώσκων, τὰ αὑτοῦ ἀλλ’ οὐχ αὑτὸν ἔγνωκεν.28
Protr
.

29

ὅθεν οἱ ἰατροὶ οὐχ ἑαυτοὺς γιγνώσκουσι καθόσον ἰατροί, οὐδὲ οἱ παιδοτρῖβαι καθόσον παιδοτρῖβαι. καὶ ὅσοι δὲ πορρωτέρω τῶν ἑαυτῶν τὰ περὶ τὸ σῶμα γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται, ὡς οἱ γεωργοὶ
5καὶ οἱ ἄλλοι δημιουργοί, πολλοῦ δὴ δέουσιν ἑαυτοὺς γιγνώσκειν· οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοι γιγνώσκουσι. διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι. μόνη δὲ σωφροσύνη ἐστὶν ἡ τῆς ψυχῆς γνῶσις, καὶ τῷ ὄντι ἡμετέρα ἀρετὴ μόνη ἐκείνη ὑπάρχει, ἥτις
10τὴν ψυχὴν βελτίονα ἀπεργάζεται. ταύτης ἄρα μάλιστα ἀντιποιεῖσθαι ἄξιον τοὺς βουλομένους ὁμολογουμένως τῇ ἑαυτῶν οὐσίᾳ διακοσμεῖν τὸν ἑαυτῶν βίον καὶ ἑαυτοὺς ἀπεργάζεσθαι καλοὺς καὶ ἀγαθούς, καὶ τῷ ὄντι ἑαυτῶν ἐπιμελεῖσθαι προαιρουμένους.
15 Τῆς δὲ αὐτῆς ἔχεται γνώμης καὶ ταῦτα· ὡς τῶν ἡμετέρων κτημάτων μετὰ θεοὺς ψυχὴ θειότατον οἰκειό‐ τατόν τέ ἐστι, τὰ δ’ ἡμέτερα διττὰ πάντα ἐστὶ πᾶσι, τὰ μὲν κρείττω καὶ ἀμείνω δεσπόζοντα, τὰ δὲ ἥττω καὶ χείρω δοῦλα. τὰ δεσπόζοντα οὖν προτιμητέον
20τῶν δουλευόντων. οὕτως οὖν τὴν ψυχὴν μετὰ θεοὺς τῶν ἄλλων προτιμητέον πάντων· τιμᾷ δὲ αὐτὴν οὐχ ὁ χείρονα ἐκ βελτίονος ἀπεργαζόμενος, οὐδ’ ὁ κακῶν καὶ μεταμελείας ἐμπιπλὰς αὐτήν, οὐδ’ ὁ φεύγων τοὺς ἐπαινουμένους πόνους καὶ φόβους καὶ ἀλγηδόνας καὶ
25λύπας (ἄτιμον γὰρ αὐτὴν ἀπεργάζεται ὁ τοιοῦτος), οὐδ’ ὁ φεύγων τὸν θάνατον (τὴν γὰρ λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τῆς ψυχῆς τὴν καθ’ ἑαυτὴν ζωὴν δυσχεραί‐
νοιτο ἂν ὁ τοιοῦτος), οὐδ’ ὁ πρὸ ἀρετῆς προτιμῶν29
Protr
.

30

κάλλος ἢ χρήματα (τῶν γὰρ χειρόνων οὕτω τὴν κρείτ‐ τονα ψυχὴν καταδεεστέραν ἀποφαίνει). μία τοίνυν ἔσται τιμὴ τῆς ψυχῆς ἡ κατὰ τὸν ὀρθὸν λόγον ζωὴ καὶ κατὰ νοῦν τελειότης τῆς ψυχῆς καὶ τὸ ὁμοιοῦσθαι τοῖς
5οὖσιν ἀρίστοις παραδείγμασι καὶ τὸ τοῖς ἀμείνοσιν ἕπεσθαι τὰ χείρονα, ὅσα γενέσθαι βελτίω δύναται, καὶ τὸ φεύγειν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν τὸ πάντων ἄριστον, καὶ ἑλόντα αὖ κοινῇ ξυνοικεῖν τὸν ἐπίλοιπον βίον. τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ δεόντως
10φιλοσοφεῖν, ὥστ’ ἐξ ἅπαντος τρόπου φιλοσοφητέον τοῖς βουλομένοις εὐδαιμονεῖν. Τελέως δ’ ἂν καὶ οὕτως ἐπὶ τὸ αὐτὸ ἐκ διαιρέσεως ἐπέλθοιμεν. τρία τριχῇ ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται, τὸ μὲν ᾧ λογιζόμεθα, τὸ δὲ ᾧ θυμούμεθα, τρίτον δὲ ᾧ
15ἐπιθυμοῦμεν. τυγχάνει δ’ ἕκαστον αὐτῶν κινήσεις ἔχον· τὸ μὲν οὖν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δὲ ἐν γυμνασίοις ἐρρωμενέστατον· διὸ φυλακτέον, ὅπως ἂν ἔχωσι τὰς κινήσεις πρὸς ἀλλήλας συμμέτρους.
20διαφερόντως δὲ δὴ τὸ κυριώτατον τῆς ψυχῆς εἶδος, ὅπερ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε καὶ ὅπερ ἀπὸ γῆς ἡμᾶς αἴρει πρὸς τὴν ἐν οὐρανῷ ξυγγένειαν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον, ἀλλ’ οὐράνιον, τοῦτο δὴ μάλιστα ἀσκητέον. τῷ μὲν γὰρ περὶ τὰς ἐπιθυμίας ἢ περὶ
25φιλονεικίας ἐσπουδακότι καὶ ταῦτα σφόδρα διαπονοῦντι πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι, καὶ παντάπασι καθόσον μάλιστα δυνατὸν γίγνεσθαι θνητῷ,
τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ τοιοῦτον ηὐξη‐30
Protr
.

31

κότι· τῷ δὲ περὶ φιλομάθειαν καὶ περὶ τὰς τῆς ἀλη‐ θείας φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ, φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα, ἄνπερ ἀληθείας ἐφάπτηται, πᾶσα ἀνάγκη που, καθόσον
5δ’ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολείπειν, ἅτε δὴ ἀεὶ θεραπεύ‐ οντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα ξύνοικον ἑαυτῷ, διαφερόντως εὐδαίμονα εἶναι. θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ
10τροφὰς καὶ κινήσεις ἀποδιδόναι· τῷ δ’ ἐν ἡμῖν θείῳ ξυγγενεῖς εἰσι κινήσεις αἱ τοῦ παντὸς διανοήσεις καὶ περιφοραί. ταύταις δὴ οὖν ξυνεπόμενον ἕκαστον δεῖ τὰς περὶ τὴν γένεσιν ἐν τῇ κεφαλῇ διεφθαρμένας ἡμῶν περιόδους ἐξορθοῦν, διὰ τὸ καταμανθάνειν τὰς
15τοῦ παντὸς ἁρμονίας καὶ περιφοράς, τῷ κατανοουμένῳ δὲ τὸ κατανοοῦν ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον. οὐ γὰρ δὴ λυσιτελεῖ τὸ παντοδαπὸν
20θηρίον ὥσπερ τὴν ἐπιθυμίαν εὐωχοῦντας ποιεῖν ἰσχυ‐ ρόν, οὐδὲ τὸν λέοντα οἷον τὸν θυμὸν καὶ τὰ περὶ τὸν λέοντα τρέφειν ἄξιον καὶ ἰσχυρὰ ποιεῖν ἐν ἡμῖν, τὸν δὲ ἄνθρωπον ὥσπερ τὸν λόγον λιμοκτονεῖν καὶ ποιεῖν ἀσθενῆ, ὡς ἕλκεσθαι ὅπῃ ἂν ἐκείνων ὁπότερον
25ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ συνεθίζειν μηδὲ φίλον ποιεῖν· ἀλλὰ πολὺ μᾶλλον τὸν ἐν ἡμῖν θεῖον ἄνθρω‐
πον τοῦ πολυκεφάλου θρέμματος ἐγκρατῆ ποιητέον,31
Protr
.

32

ὅπως ἂν τὰ μὲν ἥμερα τῶν ἐπιθυμιῶν εἴδη τρέφῃ καὶ τιθασσεύῃ, τὰ δὲ ἄγρια ἀποκωλύῃ φύεσθαι, σύμμαχον ποιησάμενος τὴν τοῦ θυμοῦ φύσιν καὶ κοινῇ πάντων κηδόμενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ ἑαυτῷ,
5οὕτως αὐτὰ θρέψει. καὶ ὁ μὲν τοιοῦτος κατὰ πάντα ἔσται ἄριστος, ὁ δ’ ἐναντίος οὐδὲν ὑγιὲς ἔχει. καὶ τὸ μὲν καλὸν ἐν τῷ τοιούτῳ διαφαίνεται (ὑπὸ γὰρ τῷ θείῳ τὰ θηριώδη τῆς φύσεως ὑποτάττεται), τὸ δ’ αἰσχρὸν ἐν τῷ ἐναντίῳ· ὑπὸ γὰρ τῷ ἀγρίῳ τὸ ἥμερον
10δουλοῦται, καὶ τὸ βέλτιστον ὑπὸ τῷ μοχθηροτάτῳ καὶ τὸ ἑαυτῷ θειότατον ὑπὸ τῷ ἀθεωτάτῳ τε καὶ μιαρω‐ τάτῳ δουλοῦται καὶ ἐπὶ τῇ αὑτοῦ ψυχῇ πλημμελεῖ. καὶ μὴν τό γε ἀκολασταίνειν διὰ τὰ τοιαῦτα πάλαι ψέγεται, ὅτι ἀνίεται ἐν τῷ τοιούτῳ τὸ ἐπιθυμητικὸν
15εἰς ἐλευθερίαν πέρα τοῦ δέοντος. καὶ ἡ αὐθάδεια δὲ καὶ δυσκολία ψέγεται, ὅταν ὁ θυμὸς ἀναρμόστως αὔξηται καὶ συντείνηται. τρυφὴ δὲ ἐπὶ τῇ τοῦ αὐτοῦ ἀνέσει ψέγεται, ὅταν ἐν αὐτῷ δειλίαν ἐμποιῇ. κολακεία δὲ καὶ ἀνελευθερία παρενοχλεῖ, ὅταν τις τὸ θυμοειδὲς
20ὑπὸ τῷ ὀχλώδει θηρίῳ ποιῇ, καὶ ἕνεκα χρημάτων καὶ τῆς ἐκείνου ἀπληστίας προπηλακιζόμενον ἐθίζῃ ἐκ νέου ἀντὶ λέοντος πίθηκον γίγνεσθαι. καὶ τἆλλα δὲ ἀπὸ τούτου δῆλα ὡς ἐστὶ δεινά, ὅσα τὸ βέλτιστον ἐν ἡμῖν εἶδος ἀσθενὲς ἀπεργάζεται. μόνως τοίνυν εὐδαιμονή‐
25σομεν ὑπὸ τοῦ θείου καὶ φρονίμου ἀρχόμενοι. οὕτω
γὰρ εἰς δύναμιν πάντες ὅμοιοι ἐσόμεθα καὶ φίλοι τῷ32
Protr
.

33

αὐτῷ κυβερνώμενοι. δηλοῖ δὲ καὶ ὁ νόμος ὅτι τὸ τοιοῦτον βούλεται, πᾶσι τοῖς ἐν τῇ πόλει ξύμμαχος ὤν· καὶ ἡ τῶν παίδων ἀρχή, τὸ μὴ ἐᾶν ἐλευθέρους εἶναι, ἕως ἂν ἐν αὐτοῖς ὥσπερ ἐν πόλει πολιτείαν καταστή‐
5σωμεν, καὶ τὸ βέλτιστον θεραπεύσαντες τῶν παρ’ ἡμῖν, τούτῳ ἀντικαταστήσωμεν φύλακα ὅμοιον καὶ ἄρχοντα ἐν αὐτῷ, καὶ τότε δὴ ἐλεύθερον ἀφίεμεν. οὐκοῦν ὅ γε νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς τοῦτο ξυντείνας βιώσεται, πρῶτον μὲν μαθήματα τιμῶν ἃ τοιαύτην
10αὐτοῦ τὴν ψυχὴν ἀπεργάσεται, τὰ δὲ ἄλλα ἀτιμάζων, ἔπειτα τὴν τοῦ σώματος ἕξιν καὶ τροφὴν οὐχ ὅπως τῇ θηριώδει καὶ ἀλόγῳ ἡδονῇ ἐπιτρέψας ἐνταῦθα τε‐ τραμμένος ζήσει, ἀλλ’ οὐδὲ πρὸς ὑγείαν βλέπων, οὐδὲ τοῦτο πρεσβεύων, ὅπως ἰσχυρὸς ἢ ὑγιὴς ἢ καλὸς ἔσται,
15ἐὰν μὴ καὶ σωφρονήσειν μέλλῃ ἀπ’ αὐτῶν· ἀλλ’ ἀεὶ τὴν ἐν τῷ σώματι ἁρμονίαν τῆς ἐν τῇ ψυχῇ ἕνεκα ξυμφωνίας ἁρμοττόμενος φανεῖται, ἐάνπερ μέλλῃ τῇ ἀληθείᾳ μουσικὸς εἶναι. οὐκοῦν καὶ τὴν ἐν τῇ τῶν χρημάτων κτήσει σύνταξιν οὐκ εἰς ἄπειρον αὐξήσει
20ἀπέραντα κακὰ ἔχων, ἀλλ’ ἀποβλέπων πρὸς τὴν ἐν ἑαυτῷ πολιτείαν καὶ φυλάττων, μή τι παρακινῇ αὑτοῦ τῶν ἐκεῖ διὰ πλῆθος οὐσίας ἢ δι’ ὀλιγότητα, οὕτω κυβερνῶν προσθήσει καὶ ἀναλώσει τῆς οὐσίας καθόσον ἂν οἷός τε. ἀλλὰ μὴν καὶ τιμάς γε εἰς ταὐτὸν ἀπο‐
25βλέπων τῶν μὲν μεθέξει ἑκών, ἃς ἂν οἴηται ἀμείνω αὑτὸν ποιήσειν, τὰς δὲ φεύξεται ἰδίᾳ καὶ δημοσίᾳ, ἃς ἂν ἡγῆται λύσειν τὴν ὑπάρχουσαν ἕξιν. καὶ ἑνὶ δηλονότι τῷ πάντα τὰ ἄλλα ἀνταλλάσσεσθαι ἐπι‐
χειρήσει ἑνὸς τούτου μόνου, τοῦ φρόνησιν κτήσασθαι,33
Protr
.

34

καὶ πάντα πράξει δουλεύων τῇ τοῦ νοῦ κτήσει. τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ φιλοσοφεῖν, ὥστε καὶ κατὰ ταύτην τὴν διαίρεσιν πάντων μάλιστα φιλοσοφητέον τοῖς βουλομένοις εὖ πράττειν.
5 Εἰς ταὐτὸ δὲ φέρει τέλος καὶ ἡ τοιάδε ἔφοδος. πᾶσα φύσις ὥσπερ ἔχουσα λόγον οὐθὲν μὲν εἰκῇ ποιεῖ, ἕνεκα δέ τινος πάντα, καὶ μᾶλλον τοῦ ἕνεκά τινος τὸ εἰκῆ ἐξορίσασα πεφρόντικεν ἤπερ αἱ τέχναι, ὅτι καὶ φύσεως αἱ τέχναι ἦσαν μιμήματα. τοῦ δὲ ἀνθρώπου συνεστῶτος
10φύσει ἐκ ψυχῆς τε καὶ σώματος, βελτίονος δὲ οὔσης τῆς ψυχῆς τοῦ σώματος καὶ ἀεὶ τοῦ βελτίονος ἕνεκα ὑπηρετουμένου τοῦ χείρονος, καὶ τὸ σῶμα τῆς ψυχῆς ἕνεκά ἐστι. τῆς ψυχῆς δὲ τὸ μὲν ἦν ἔχον λόγον, τὸ δ’ οὐκ ἔχον, ὅπερ καὶ χεῖρον· ὥστε τὸ ἄλογον ἕνεκα τοῦ
15λόγον ἔχοντος. ἐν δὲ τῷ λόγον ἔχοντι ὁ νοῦς· ὥστε τοῦ νοῦ ἕνεκα πάντα εἶναι ἀναγκάζει ἡ ἀπόδειξις. τοῦ δ’ αὖ νοῦ αἱ νοήσεις ἐνέργειαι, ὁράσεις οὖσαι νοητῶν, ὡς τοῦ ὁρατικοῦ ἐνέργεια ὁρᾶν τὰ ὁρατά. νοήσεως οὖν καὶ νοῦ 〈ἕνεκα〉 πάντα αἱρετὰ τοῖς
20ἀνθρώποις, εἴπερ τὰ μὲν ἄλλα τῆς ψυχῆς ἕνεκα αἱρετά, νοῦς δὲ τὸ βέλτιστον τῶν κατὰ ψυχὴν μόνον, τοῦ δὲ βελτίστου τὰ ἄλλα συνέστηκε χάριν. πάλιν δὲ τῶν διανοήσεων ἐλεύθεραι μὲν ἦσαν ὅσαι δι’ αὑτὰς αἱρε‐ ταί, δούλαις δὲ ἐοικυῖαι αἱ δι’ ἄλλα τὴν γνῶσιν
25ἀπερείδουσαι· κρεῖττον δὲ πανταχοῦ τὸ δι’ αὑτὸ τοῦ δι’ ἄλλο, ὅτι καὶ τὸ ἐλεύθερον τοῦ μὴ τοιούτου.
χρωμένων δὴ τῶν πράξεων τῇ διανοίᾳ, κἂν αὐτὸς34
Protr
.

35

ὑποβάλλῃ τὸ συμφέρον καὶ ταύτῃ ἡγῆται, ἀλλ’ ἕπεταί γε ταύταις καὶ δεῖταί γε καὶ τοῦ διακονήσοντος σώ‐ ματος καὶ ἀναπίμπλαταί γε καὶ τῆς τύχης, ὑπὲρ ὧν ἀποδίδωσι τὰς πράξεις ὧν ὁ νοῦς κύριος, καὶ διὰ
5σώματος αἱ πολλαί. ὥστε τῶν διανοήσεων αἱ δι’ αὐτὸ ψιλὸν τὸ θεωρεῖν αἱρεταὶ τιμιώτεραι καὶ κρείττους τῶν πρὸς ἄλλα χρησίμων· δι’ αὑτὰς δὲ τίμιοι αἱ θεωρίαι καὶ αἱρετὴ ἐν ταύταις τοῦ νοῦ ἡ σοφία, διὰ δὲ πράξεις αἱ κατὰ φρόνησιν· ὥστε τὸ ἀγαθὸν καὶ
10τίμιον ἐν ταῖς κατὰ σοφίαν θεωρίαις, θεωρίαις δὲ οὐ δήπου πάλιν ταῖς τυχούσαις· οὐ γὰρ πᾶσα ἁπλῶς κατάληψις τίμιον, ἀλλ’ ἡ τοῦ ἄρχοντος σοφοῦ ὄντος καὶ τῆς ἐν τῷ παντὶ ἀρχῆς, αὕτη καὶ σοφίᾳ σύνοικος καὶ οἰκείως ἂν ὑποκέοιτο. αἰσθήσεως μὲν οὖν καὶ
15νοῦ ἀφαιρεθεὶς ἄνθρωπος φυτῷ γίγνεται παραπλή‐ σιος, νοῦ δὲ μόνου ἀφῃρημένος ἐκθηριοῦται, ἀλο‐ γίας δὲ ἀφαιρεθεὶς μένων δ’ ἐν τῷ νῷ ὁμοιοῦται θεῷ. καταργητέον οὖν εἰς δύναμιν τῆς ἀλογίας τὰ πάθη, ταῖς δὲ τοῦ νοῦ καθαραῖς ἐνεργείαις καὶ εἰς
20ἑαυτὸν καὶ τὸ θεῖον ἀφορώσαις χρηστέον, καὶ ταῖς διεξόδοις τοῦ νοῦ ζῆν μελετητέον, πᾶν τὸ τῆς προσοχῆς ὄμμα καὶ τὸν ἔρωτα πρὸς τοῦτον συνάψαντα. οὐ γὰρ δὴ τὰ περὶ τὸν θεὸν καὶ τὰ θεῖα θεωρητέον τῶν πρά‐ ξεων ἕνεκα. οὐ γάρ φασι θεμιτὸν εἶναι χραίνειν τὴν
25θέαν τοῦ θείου καταδουλούμενον τῷ τοῦ χρησίμου ἀνθρώποις ἀναγκαίῳ, οὐδ’ ὅλως τὸν νοῦν ἀσπαστέον
διὰ τὰς χρείας *** εἰκὼς πρὸς ταύτας (μόνος δὴ πασῶν35
Protr
.

36

τῶν ἄλλων ἃς ἔχομεν ἐπιτυχὴς δυνάμεων), ἔμπαλιν δὲ καὶ τὰς πράξεις καὶ πάντα τὰ ἄλλα πρὸς νοῦν καὶ τὸν θεὸν συντακτέον, καὶ ἀπὸ τούτου καὶ τῶν κατὰ μέρος καθηκόντων τὸ εὐλόγιστον ἀναμετρητέον. δικαία τε
5γὰρ καὶ κατ’ ἀξίαν ἡ κρίσις καὶ μόνη πασῶν ἱκανὴ τὴν ἀληθινὴν ἀνθρώποις εὐδαιμονίαν παρασκευάζειν. ᾧ γὰρ τῶν ἄλλων διαφέρομεν ζῴων, ἐν μόνῳ δὴ τούτῳ τῷ βίῳ διαλάμπει, ᾧ οὐκ ἦν τι τυχὸν καὶ οὐ μεγάλην ἔχον ἀξίαν. λόγου μὲν γὰρ καὶ φρονήσεως μικρά τινα
10καὶ ἐν ἐκείνοις αἰθύγματα, σοφίας δὲ θεωρητικῆς ταῦτα μὲν παντελῶς ἄμοιρα, μόνοις δὲ μέτεστι θεοῖς· ὡς αἰσθήσεσί γε καὶ ὁρμαῖς πολλῶν ἤδη ζῴων τῆς ἀκρι‐ βείας καὶ τῆς ἰσχύος λείπεται ἄνθρωπος, καὶ μόνον τοῦτο ὄντως ἀγαθὸν ἀναφαίρετον, ὃ δὴ περιέχειν συγ‐
15χωροῦσι τὴν τοῦ ἀγαθοῦ ἔννοιαν, οὐδαμῶς μὲν τοῖς τυχηροῖς ὑποτάττοντος ἑαυτὸν κατὰ τοῦτον τὸν βίον τοῦ σπουδαίου, ἀπὸ δὲ τῶν ὑποχειρίων τῇ τύχῃ μά‐ λιστα δὴ πάντων ἑαυτὸν ἐλευθερώσαντος. διὸ καὶ τὸ θαρρεῖν ἐξ ὅλης τῆς γνώμης ἐν τούτῳ διατελοῦντα
20ἔνεστι τῷ βίῳ. τίνος γὰρ τίς αὐτὸν ἀφαιρήσεται τὸν πάλαι τῶν ἀφαιρεθῆναι οἵων τε ἑαυτὸν ἀλλοτριώσαντα, ἔχοντα δὲ τὸν ὄντως ἑαυτὸν καὶ ζῶντα ἐν τοῖς ἑαυτοῦ καὶ τρεφόμενον ἀπὸ τῶν αὑτοῦ καὶ τῆς ἀμετρήτου ᾧ συνῆπται θεοῦ εὐζωίας; τοιαῦται μὲν οὖν ἡμῖν ἔστω‐
25σαν αἱ πρὸς τὴν τελειοτάτην σοφίαν Πυθαγορικαὶ παρακλήσεις. Ἐπεὶ δὲ ἀνθρώποις διαλεγόμεθα, ἀλλ’ οὐχὶ
τοῖς τὴν θείαν μοῖραν τῆς ζωῆς πρόχειρον ἔχουσι, δεῖ36
Protr
.

37

συμμιγνύναι ταῖς τοιαύταις παρακλήσεσι τὰς πρὸς τὸν πολιτικὸν καὶ πρακτικὸν βίον προτροπάς. ὧδε οὖν λέγωμεν· τὰ ὑποκείμενα πρὸς τὸν βίον ἡμῖν, οἷον 〈τὸ〉 σῶμα καὶ 〈τὰ〉 περὶ τὸ σῶμα, καθάπερ ὄργανά τινα
5ὑπόκειται, τούτων δ’ ἐπικίνδυνός ἐστιν ἡ χρῆσις, καὶ πλέον θάτερον ἀπεργάζεται τοῖς μὴ δεόντως αὐτοῖς χρωμένοις. δεῖ τοίνυν ὀρέγεσθαι τῆς ἐπιστήμης κτᾶ‐ σθαί τε αὐτὴν καὶ χρῆσθαι αὐτῇ προσηκόντως, δι’ ἧς πάντα ταῦτα εὖ θησόμεθα. φιλοσοφητέον ἄρα ἡμῖν,
10εἰ μέλλομεν ὀρθῶς πολιτεύσεσθαι καὶ τὸν ἑαυτῶν βίον διάξειν ὠφελίμως. ἔτι τοίνυν ἄλλαι μέν εἰσιν αἱ ποιοῦσαι ἕκαστον τῶν ἐν τῷ βίῳ πλεονεκτημάτων ἐπι‐ στῆμαι, ἄλλαι δὲ αἱ χρώμεναι ταύταις, καὶ ἄλλαι μὲν αἱ ὑπηρετοῦσαι, ἕτεραι δὲ αἱ ἐπιτάττουσαι, ἐν αἷς ἐστιν
15ὡς ἂν ἡγεμονικωτέραις ὑπαρχούσαις τὸ κυρίως ὂν ἀγα‐ θόν. εἰ τοίνυν μόνη ἡ τοῦ κρίνειν ἔχουσα τὴν ὀρθό‐ τητα καὶ ἡ τῷ λόγῳ χρωμένη καὶ ἡ τὸ ὅλον ἀγαθὸν θεωροῦσα, ἥτις ἐστὶ φιλοσοφία, χρῆσθαι πᾶσι καὶ ἐπι‐ τάττειν κατὰ φύσιν δύναται, φιλοσοφητέον ἐκ παντὸς
20τρόπου, ὡς μόνης φιλοσοφίας τὴν ὀρθὴν κρίσιν καὶ τὴν ἀναμάρτητον ἐπιτακτικὴν φρόνησιν ἐν ἑαυτῇ περιε‐ χούσης. ἔτι τοίνυν, ἐπεὶ τὰ δυνατὰ καὶ ὠφέλιμα πάν‐ τες αἱρούμεθα, παραδεικτέον ὡς τῷ φιλοσοφεῖν ἀμ‐ φότερα ταῦτα ὑπάρχει, καὶ ὅτι τὴν χαλεπότητα τῆς
25κτήσεως ὑποδεεστέραν ἔχει τοῦ μεγέθους τῆς ὠφελείας·
τὰ γὰρ ῥᾴω πάντες ἥδιον πονοῦμεν. ὅτι μὲν οὖν τὰς37
Protr
.

38

περὶ τῶν δικαίων καὶ τῶν συμφερόντων, ἔτι δὲ περὶ φύσεώς τε καὶ τῆς ἄλλης ἀληθείας ἐπιστήμας δυνατοὶ λαβεῖν ἐσμεν, ῥᾴδιον ἐπιδεῖξαι. ἀεὶ γὰρ γνωριμώτερα τὰ πρότερα τῶν ὑστέρων καὶ τὰ βελτίω τὴν φύσιν
5τῶν χειρόνων. τῶν γὰρ ὡρισμένων καὶ τεταγμένων ἐπιστήμη μᾶλλόν ἐστιν ἢ τῶν ἐναντίων, ἔτι δὲ τῶν αἰτίων ἢ τῶν ἀποβαινόντων. ἔστι δ’ ὡρισμένα καὶ τεταγμένα τἀγαθὰ τῶν κακῶν μᾶλλον, ὥσπερ ἄνθρω‐ πος ἐπιεικὴς ἀνθρώπου φαύλου· τὴν αὐτὴν γὰρ ἔχειν
10ἀναγκαῖον αὐτὰ πρὸς ἄλληλα διαφοράν. αἴτιά τε μᾶλ‐ λον τὰ πρότερα τῶν ὑστέρων· ἐκείνων γὰρ ἀναιρου‐ μένων ἀναιρεῖται τὰ τὴν οὐσίαν ἐξ ἐκείνων ἔχοντα, μήκη μὲν ἀριθμῶν, ἐπίπεδα δὲ μηκῶν, στερεὰ δὲ ἐπι‐ πέδων[, στοιχεῖα δὲ τῶν ὀνομαζομένων συλλαβῶν]. ὥστε
15εἴπερ ψυχὴ μὲν σώματος ἄμεινον (ἀρχικώτερον γὰρ τὴν φύσιν ἐστί), περὶ δὲ σῶμα τέχναι καὶ φρονήσεις εἰσὶν ἰατρική τε καὶ γυμναστική (ταύτας γὰρ ἡμεῖς ἐπιστήμας τίθεμεν καὶ κεκτῆσθαί τινας αὐτάς φαμεν), δῆλον ὅτι καὶ περὶ ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς ἐστί τις ἐπιμέ‐
20λεια καὶ τέχνη, καὶ δυνατοὶ λαβεῖν αὐτήν ἐσμεν, εἴπερ γε καὶ τῶν μετ’ ἀγνοίας πλείονος καὶ γνῶναι χαλε‐ πωτέρων. ὁμοίως δὲ καὶ τῶν περὶ φύσεως· πολὺ γὰρ
πρότερον ἀναγκαῖον τῶν αἰτίων καὶ τῶν στοιχείων38
Protr
.

39

εἶναι φρόνησιν ἢ τῶν ὑστέρων. οὐ γὰρ ταῦτα τῶν ἄκρων οὐδ’ ἐκ τούτων τὰ πρῶτα πέφυκεν, ἀλλ’ ἐξ ἐκείνων καὶ δι’ ἐκείνων τἆλλα γίγνεται καὶ συνίστα‐ ται φανερῶς. εἴτε γὰρ πῦρ εἴτ’ ἀὴρ εἴτε ἀριθμὸς εἴτε
5ἄλλαι τινὲς φύσεις αἰτίαι καὶ πρῶται τῶν ἄλλων, ἀδύ‐ νατον τῶν ἄλλων τι γιγνώσκειν ἐκείνας ἀγνοοῦντας· πῶς γὰρ ἄν τις ἢ λόγον γνωρίζοι συλλαβὰς ἀγνοῶν, ἢ ταύτας ἐπίσταιτο μηδὲν τῶν στοιχείων εἰδώς; Ὅτι μὲν οὖν τῆς ἀληθείας καὶ τῆς περὶ ψυχὴν
10ἀρετῆς ἐστιν ἐπιστήμη καὶ διότι δυνατοὶ λαβεῖν αὐτάς ἐσμεν, ταῦτα ἡμῖν εἰρήσθω περὶ αὐτῶν· ὅτι δὲ μέγιστόν ἐστι τῶν ἀγαθῶν καὶ πάντων ὠφελιμώτατον τῶν ἄλλων, ἐκ τῶνδε δῆλον. πάντες γὰρ ὁμολογοῦμεν ὅτι δεῖ μὲν τὸν σπουδαιότατον ἄρχειν καὶ τὸν τὴν φύσιν κράτιστον,
15τὸν δὲ νόμον ἄρχοντα καὶ κύριον εἶναι μόνον· οὗτος δὲ φρόνησίς τις καὶ λόγος ἀπὸ φρονήσεώς ἐστιν. ἔτι δὲ τίς ἡμῖν κανὼν ἢ τίς ὅρος ἀκριβέστερος τῶν ἀγα‐ θῶν πλὴν ὁ φρόνιμος; ὅσα γὰρ ἂν οὗτος ἕλοιτο κατὰ τὴν ἐπιστήμην αἱρούμενος, ταῦτ’ ἐστὶν ἀγαθά, καὶ
20κακὰ δὲ τὰ ἐναντία τούτοις. ἐπεὶ δὲ πάντες αἱροῦνται μάλιστα τὰ κατὰ τὰς οἰκείας ἕξεις (τὸ μὲν γὰρ δικαίως ζῆν ὁ δίκαιος, τὸ δὲ κατὰ τὴν ἀνδρείαν ὁ τὴν ἀνδρείαν ἔχων, ὁ δὲ σώφρων τὸ σωφρονεῖν ὁμοίως), δῆλον ὅτι καὶ τὸ φρονεῖν ὁ φρόνιμος αἱρήσεται πάντων μάλιστα·
25τοῦτο γὰρ ἔργον ταύτης τῆς δυνάμεως. ὥστε φανερὸν
ὅτι κατὰ τὴν κυριωτάτην κρίσιν κράτιστόν ἐστι τῶν39
Protr
.

40

ἀγαθῶν ἡ φρόνησις. οὐ δὴ δεῖ φεύγειν φιλοσοφίαν, εἴπερ ἐστὶν ἡ μὲν φιλοσοφία, καθάπερ οἰόμεθα, κτῆσίς τε καὶ χρῆσις σοφίας, ἡ δὲ σοφία τῶν μεγίστων ἀγαθῶν· οὐδὲ δεῖ χρημάτων μὲν ἕνεκα πλεῖν ἐφ’
5Ἡρακλέους στήλας καὶ πολλάκις κινδυνεύειν, διὰ δὲ φρόνησιν μηδὲν πονεῖν μηδὲ δαπανᾶν. ἦ μὴν ἀνδρα‐ ποδῶδές γε τοῦ ζῆν ἀλλὰ μὴ τοῦ ζῆν εὖ γλίχεσθαι, καὶ ταῖς τῶν πολλῶν αὐτὸν ἀκολουθεῖν δόξαις ἀλλὰ μὴ τοὺς πολλοὺς ἀξιοῦν ταῖς αὑτοῦ, καὶ τὰ μὲν χρή‐
10ματα ζητεῖν τῶν δὲ καλῶν μηδεμίαν ἐπιμέλειαν ποι‐ εῖσθαι τοπαράπαν. Καὶ περὶ μὲν ὠφελείας καὶ μεγέθους τοῦ πράγ‐ ματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω, διότι δὲ πολλῷ ῥᾴστη τῶν ἄλλων ἀγαθῶν ἡ κτῆσις αὐτῆς, ἐκ τῶνδε
15πεισθείη τις ἄν. τὸ γὰρ μήτε μισθοῦ παρὰ τῶν ἀν‐ θρώπων γινομένου τοῖς φιλοσοφοῦσι, δι’ ὃν συντόνως οὕτως ἂν διαπονήσειαν, πολύ τε προεμένους εἰς τὰς ἄλλας τέχνας ὅμως ἐξ ὀλίγου χρόνου θέοντας παρελη‐ λυθέναι ταῖς ἀκριβείαις, σημεῖόν μοι δοκεῖ τῆς περὶ
20τὴν φιλοσοφίαν εἶναι ῥᾳστώνης. ἔτι δὲ τὸ πάντας φιλοχωρεῖν ἐπ’ αὐτῇ καὶ βούλεσθαι σχολάζειν ἀφε‐ μένους τῶν ἄλλων ἁπάντων, οὐ μικρὸν τεκμήριον ὅτι μεθ’ ἡδονῆς ἡ προσεδρεία γίγνεται· πονεῖν γὰρ οὐδεὶς ἐθέλει πολὺν χρόνον. πρὸς δὲ τούτοις ἡ χρῆσις πλεῖ‐
25στον διαφέρει πάντων· οὐδὲ γὰρ δέονται πρὸς τὴν
ἐργασίαν ὀργάνων οὐδὲ τόπων, ἀλλ’ ὅπῃ τις ἂν θῇ40
Protr
.

41

τῆς οἰκουμένης τὴν διάνοιαν, ὁμοίως πανταχόθεν ὥσπερ παρούσης ἅπτεται τῆς ἀληθείας. οὐκοῦν ἀποδέδεικται καὶ ὅτι δυνατὸν καὶ διότι μέγιστον τῶν ἀγαθῶν καὶ κτήσασθαι ῥᾴδιον ἡ φιλοσοφία, ὥστε πάντων ἕνεκα
5προθύμως αὐτῆς ἀντιλαμβάνεσθαι ἄξιον. Ἴδοι δ’ ἄν τις τὸ αὐτὸ γνωριμώτερον ἀπὸ τού‐ των. τὸ φρονεῖν καὶ τὸ γιγνώσκειν ἐστὶν αἱρετὸν καθ’ αὑτὸ τοῖς ἀνθρώποις (οὐδὲ γὰρ ζῆν δυνατὸν ὡς ἀνθρώ‐ ποις ἄνευ τούτων), χρήσιμόν τε εἰς τὸν βίον ὑπάρχει·
10οὐδὲν γὰρ ἡμῖν ἀγαθὸν παραγίγνεται, ὅ τι μὴ λογισα‐ μένοις καὶ κατὰ φρόνησιν ἐνεργήσασιν τελειοῦται. καὶ μὴν εἴτε τὸ ζῆν εὐδαιμόνως ἐν τῷ χαίρειν ἐστὶν εἴτε ἐν τῷ τὴν ἀρετὴν ἔχειν εἴτε ἐν τῇ φρονήσει, κατὰ ταῦτα πάντα φιλοσοφητέον· ταῦτα γὰρ μάλιστα καὶ εἰλικρινῶς
15διὰ τοῦ φιλοσοφεῖν ἡμῖν παραγίγνεται. ἔτι τοίνυν τὸ μέν ἐστι ψυχὴ τῶν ἐν ἡμῖν τὸ δὲ σῶμα, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται, καὶ τὸ μὲν χρῆται τὸ δ’ ὑπόκειται ὡς ὄργανον. ἀεὶ τοίνυν πρὸς τὸ ἄρχον καὶ τὸ χρώ‐ μενον συντάττεται ἡ τοῦ ἀρχομένου καὶ τοῦ ὀργάνου
20χρεία. τῆς δὲ ψυχῆς τὸ μὲν λόγος ἐστὶν ὅπερ κατὰ φύσιν ἄρχει καὶ κρίνει περὶ ἡμῶν, τὸ δ’ ἕπεταί τε καὶ πέφυκεν ἄρχεσθαι. πᾶν δὲ εὖ διάκειται κατὰ τὴν οἰκείαν ἀρετήν· τὸ γὰρ τετυχηκέναι ταύτης ἀγαθόν ἐστι. καὶ μὴν ὅταν γε ἔχῃ τὰ μάλιστα καὶ κυριώτατα
25καὶ τιμιώτατα τὴν ἀρετήν, τότε εὖ διάκειται· τοῦ βελτίονος ἄρα φύσει βελτίων ἐστὶν ἡ κατὰ φύσιν ἀρετή. βέλτιον δὲ τὸ κατὰ φύσιν ἀρχικώτερον καὶ μᾶλλον ἡγεμονικόν, ὡς ἄνθρωπος πρὸς τὰ ἄλλα ζῷα· οὐκοῦν ψυχὴ μὲν σώματος βέλτιον (ἀρχικώτερον γάρ),
30ψυχῆς δὲ τὸ λόγον ἔχον καὶ διάνοιαν· ἔστι γὰρ τοι‐
οῦτον ὃ κελεύει καὶ κωλύει, καὶ δεῖν ἢ μὴ δεῖν φησι41
Protr
.

42

πράττειν. ἥτις ποτὲ οὖν ἐστιν ἀρετὴ τούτου τοῦ μέρους, ἀναγκαῖον εἶναι πάντων αἱρετωτάτην ἁπλῶς τε πᾶσι καὶ ἡμῖν· καὶ γὰρ ἂν τοῦτο, οἶμαι, θείη τις, ὡς ἤτοι μόνον ἢ μάλιστα ἡμεῖς ἐσμεν τὸ μόριον τοῦτο.
5ἔτι τοίνυν ὅταν ὃ πέφυκεν ἔργον ἑκάστου μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ λεγόμενον κάλλιστα ἀπο‐ τελῇ, τότε καὶ τοῦτο ἀγαθὸν εἶναι λεκτέον, ταύτην τε ἀρετὴν θετέον κυριωτάτην, καθ’ ἣν ἕκαστον αὐτὸ τοῦτο πέφυκεν ἀπεργάζεσθαι. τοῦ μὲν οὖν συνθέτου
10καὶ μεριστοῦ πλείους καὶ διάφοροί εἰσιν ἐνέργειαι, τοῦ δὲ τὴν φύσιν ἁπλοῦ καὶ μὴ πρὸς τὶ τὴν οὐσίαν ἔχοντος μίαν ἀναγκαῖον εἶναι τὴν καθ’ αὑτὸ κυρίως ἀρετήν. εἰ μὲν οὖν ἁπλοῦν τι ζῷόν ἐστιν ὁ ἄνθρωπος καὶ κατὰ λόγον καὶ νοῦν τέτακται αὐτοῦ ἡ οὐσία, οὐκ
15ἄλλο ἐστὶν αὐτοῦ ἔργον ἢ μόνη ἡ ἀκριβεστάτη ἀλή‐ θεια καὶ τὸ περὶ τῶν ὄντων ἀληθεύειν· εἰ δ’ ἐστὶν ἐκ πλειόνων δυνάμεων συμπεφυκός, δῆλόν ἐστιν ὡς ἀφ’ οὗ πλείω πέφυκεν ἀποτελεῖσθαι, ἀεὶ τούτων τὸ βέλτιστον ἔργον ἐστίν, οἷον ἰατρικοῦ ὑγεία καὶ κυβερ‐
20νήτου σωτηρία. βέλτιον δὲ οὐδὲν ἔχομεν λέγειν ἔργον τῆς διανοίας ἢ τοῦ διανοουμένου τῆς ψυχῆς ἡμῶν ἀληθείας. ἀλήθεια ἄρα τὸ κυριώτατον ἔργον ἐστὶ τοῦ μορίου τούτου τῆς ψυχῆς. τοῦτο δὲ δρᾷ κατ’ ἐπι‐ στήμην ἁπλῶς, μᾶλλον δὲ κατὰ τὴν μᾶλλον ἐπιστήμην,
25ταύτῃ δ’ ἐστὶ θεωρία τὸ κυριώτατον τέλος. ὅταν γὰρ δυοῖν ὄντοιν θάτερον διὰ θάτερον αἱρετὸν ᾖ, βέλτιόν ἐστι τοῦτο καὶ μᾶλλον αἱρετὸν δι’ ὅπερ αἱρετόν ἐστι καὶ θάτερον, οἷον ἡδονὴ μὲν τῶν ἡδέων, ὑγεία δὲ
τῶν ὑγιεινῶν· ταῦτα γὰρ ποιητικὰ λέγεται τούτων.42
Protr
.

43

οὐκοῦν τῆς φρονήσεως, ἥν φαμεν δύναμιν εἶναι τοῦ κυριωτάτου τῶν ἐν ἡμῖν, οὐκ ἔστιν αἱρετώτερον οὐδέν, ὡς ἕξις πρὸς ἕξιν κρίνεσθαι· τὸ γὰρ γνωστικὸν μέρος καὶ χωρὶς καὶ συγκείμενον βέλτιόν ἐστι πάσης τῆς
5ψυχῆς, τούτου δὲ ἐπιστήμη ἀρετή. οὐκ ἄρα ἐστὶν ἔργον αὐτῆς οὐδεμία τῶν κατὰ μέρος λεγομένων ἀρε‐ τῶν· πασῶν γάρ ἐστι βελτίων, τὸ δὲ ποιούμενον τέλος ἀεὶ κρεῖττόν ἐστι τῆς ποιούσης ἐπιστήμης· οὐδὲ μὴν ἅπασα τῆς ψυχῆς ἀρετὴ οὕτως ἔργον οὐδ’ ἡ εὐδαι‐
10μονία. εἰ γὰρ ἔσται ποιητική, ἑτέρα ἑτέρων ἔσται, ὥσπερ οἰκοδομικὴ οἰκίας, ἥτις οὐκ ἔστι μέρος τῆς οἰκίας, ἡ μέντοι φρόνησις μόριον τῆς ἀρετῆς ἐστι καὶ τῆς εὐδαιμονίας· ἢ γὰρ ἐκ ταύτης ἢ ταύτην φαμὲν εἶναι τὴν εὐδαιμονίαν. οὐκοῦν καὶ κατὰ τὸν λόγον
15τοῦτον ἀδύνατον εἶναι τὴν ἐπιστήμην ποιητικήν· βέλ‐ τιον γὰρ δεῖ τὸ τέλος εἶναι τοῦ γιγνομένου, οὐδὲν δὲ βέλτιον εἶναι φρονήσεως, πλὴν εἴ τι τῶν εἰρημένων, τούτων δὲ οὐδὲν ἕτερον αὐτῆς ἐστιν ἔργον. θεωρη‐ τικήν τινα ἄρα φατέον εἶναι ταύτην τὴν ἐπιστήμην,
20ἐπείπερ ἀδύνατον ποίησιν εἶναι τὸ τέλος. τὸ φρονεῖν ἄρα καὶ τὸ θεωρεῖν ἔργον τῆς ἀρετῆς ἐστι καὶ τοῦτο πάντων ἐστὶν αἱρετώτατον τοῖς ἀνθρώποις, ὥσπερ οἶμαι καὶ τὸ τοῖς ὄμμασιν ὁρᾶν, ὃ καὶ ἕλοιτό τις ἂν ἔχειν, εἰ καὶ μή τι μέλλοι γίγνεσθαι δι’ αὐτὸ παρ’
25αὐτὴν τὴν ὄψιν ἕτερον. ἔτι εἰ τὸ ὁρᾶν ἀγαπῶμεν δι’ ἑαυτό, ἱκανῶς μαρτυρεῖ τοῦτο ὅτι πάντες τὸ φρονεῖν καὶ τὸ γιγνώσκειν ἐσχάτως ἀγαπῶσιν. ἔτι εἴ τις ἀγαπᾷ τόδε τι διὰ τὸ συμβεβηκέναι ἕτερον αὐτῷ τι,
δῆλον ὅτι μᾶλλον οὗτος βουλήσεται ᾧ μᾶλλον ὑπάρχει43
Protr
.

44

τοῦτο· οἷον εἰ τυγχάνει τις. αἱρούμενος τὸ περιπατεῖν ὅτι ὑγιεινόν, εἴη δὲ μᾶλλον αὐτῷ ὑγιεινὸν τὸ τρο‐ χάζειν καὶ δυνατὸν παραγενέσθαι, μᾶλλον αἱρήσεται τοῦτο κἂν ἕλοιτο γνοὺς θᾶττον. εἰ τοίνυν ἐστὶν
5ἀληθὴς δόξα φρονήσει ὅμοιον, εἴπερ αἱρετὸν τὸ δοξά‐ ζειν ἀληθῶς ταύτην καὶ κατὰ τοσοῦτον καθόσον ὅμοιον τῇ φρονήσει διὰ τὴν ἀλήθειαν, εἰ μᾶλλον τοῦτο τῷ φρονεῖν ὑπάρχει, μᾶλλον αἱρετὸν τὸ φρονεῖν ἔσται τοῦ δοξάζειν ἀληθῶς. ἀλλὰ μὴν τό γε ζῆν τῷ αἰσθά‐
10νεσθαι διακρίνεται τοῦ μὴ ζῆν, καὶ ταύτης παρουσίᾳ καὶ δυνάμει τὸ ζῆν διώρισται, καὶ ταύτης ἐξαιρου‐ μένης οὐκ ἔστιν ἄξιον ζῆν ὥσπερ ἀναιρουμένου τοῦ ζῆν αὐτοῦ διὰ τὴν αἴσθησιν. τῆς δὲ αἰσθήσεως ἡ τῆς ὄψεως διαφέρει δύναμις τῷ σαφεστάτη εἶναι, καὶ διὰ
15τοῦτο καὶ μάλιστα αἱρούμεθα αὐτήν· αἴσθησις δὲ πᾶσα δύναμίς ἐστι γνωριστικὴ διὰ σώματος, ὥσπερ ἡ ἀκοὴ τοῦ ψόφου αἰσθάνεται διὰ τῶν ὤτων. οὐκοῦν εἰ τὸ ζῆν μέν ἐστιν αἱρετὸν διὰ τὴν αἴσθησιν ἡ δ’ αἴσθησις γνῶσίς τις, καὶ διὰ τὸ γνωρίζειν αὐτῇ δύ‐
20νασθαι τὴν ψυχὴν αἱρούμεθα, πάλαι δὲ εἴπομεν ὅτι‐ περ δυοῖν ἀεὶ μᾶλλον αἱρετὸν ᾧ μᾶλλον ὑπάρχει ταὐτόν, τῶν μὲν αἰσθήσεων τὴν ὄψιν ἀνάγκη μάλιστα αἱρετὴν εἶναι καὶ τιμίαν, ταύτης δὲ καὶ τῶν ἄλλων ἁπασῶν αἱρετωτέρα καὶ τοῦ ζῆν ἐστιν ἡ φρόνησις κυ‐
25ριωτέρα τῆς ἀληθείας· ὥστε πάντες ἄνθρωποι τὸ φρονεῖν μάλιστα διώκουσι. τὸ γὰρ ζῆν ἀγαπῶντες τὸ φρονεῖν καὶ τὸ γνωρίζειν ἀγαπῶσι· δι’ οὐδὲν γὰρ
ἕτερον αὐτὸ τιμῶσιν ἢ διὰ τὴν αἴσθησιν καὶ μάλιστα44
Protr
.

45

διὰ τὴν ὄψιν· ταύτην γὰρ τὴν δύναμιν ὑπερβαλλόντως φαίνονται φιλοῦντες· αὕτη γὰρ πρὸς τὰς ἄλλας αἰ‐ σθήσεις ὥσπερ ἐπιστήμη τις ἀτεχνῶς ἐστιν. Οὐ χεῖρον δ’ ἔτι καὶ ἀπὸ τῶν κοινῶν ἐν‐
5νοιῶν ὑπομνῆσαι τὸ προκείμενον, ἀπὸ τῶν ἐναργῶς πᾶσι φαινομένων. παντὶ δὴ οὖν τοῦτό γε πρόδηλον, ὡς οὐδεὶς ἂν ἕλοιτο ζῆν ἔχων τὴν μεγίστην ἀπ’ ἀνθρώπων οὐσίαν καὶ δύναμιν, ἐξεστηκὼς μέντοι τοῦ φρονεῖν καὶ μαινόμενος, οὐδ’ εἰ μέλλοι τὰς νεανικωτάτας ἡδονὰς
10† ζώειν χαίρων, ὥσπερ ἔνιοι τῶν παραφρονούντων δι‐ άγουσιν. οὐκοῦν ἀφροσύνην, ὡς ἔοικε, μάλιστα πάντες φεύγουσιν. ἐναντίον δὲ φρόνησις ἀφροσύνῃ, τῶν δ’ ἐναντίων ἑκάτερον τὸ μὲν φευκτόν ἐστι τὸ δὲ αἱρετόν. ὥσπερ οὖν τὸ κάμνειν φευκτόν, οὕτως αἱρετὸν ἡμῖν τὸ
15ὑγιαίνειν. φρόνησις οὖν, ὡς ἔοικε, καὶ κατὰ τοῦτον τὸν λόγον φαίνεται τὸ πάντων αἱρετώτατον οὐ δι’ ἕτερόν τι τῶν συμβαινόντων, ὡς μαρτυροῦσιν αἱ κοιναὶ ἔννοιαι. εἰ γὰρ καὶ πάντα τις ἔχοι, διεφθαρ‐ μένος δὲ εἴη καὶ νοσῶν τῷ φρονοῦντι, οὐχ αἱρετὸς ὁ
20βίος· οὐδὲν γὰρ ὄφελος οὐδὲ τῶν ἄλλων ἀγαθῶν. ὥστε πάντες καθόσον αἰσθάνονται τοῦ φρονεῖν καὶ γεύεσθαι δύνανται τούτου τοῦ πράγματος, οὐδὲν οἴονται τἆλλα εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ ἂν μεθύων οὔτε παιδίον οὐδ’ ἂν εἷς ἡμῶν ὑπομείνειεν
25εἶναι διὰ τέλους τὸν βίον. διὰ δὴ τοῦτο καὶ τὸ καθ‐45
Protr
.

46

εύδειν ἥδιστον μὲν οὐχ αἱρετὸν δέ, κἂν ὑποθώμεθα πάσας τῷ καθεύδοντι παρούσας τὰς ἡδονάς, διότι τὰ μὲν καθ’ ὕπνον φαντάσματα ψευδῆ, τὰ δ’ ἐγρηγορόσιν ἀληθῆ. διαφέρει γὰρ οὐδενὶ τῶν ἄλλων τὸ καθεύδειν
5καὶ τὸ ἐγρηγορέναι πλὴν τῷ τὴν ψυχὴν τότε μὲν πολ‐ λάκις ἀληθεύειν, καθεύδοντος δὲ ἀεὶ διεψεῦσθαι· τὸ γὰρ τῶν ἐνυπνίων εἴδωλόν ἐστι καὶ ψεῦδος ἅπαν. Καὶ τὸ φεύγειν δὲ τὸν θάνατον τοὺς πολλοὺς δείκνυσι τὴν φιλομάθειαν τῆς ψυχῆς. φεύγει γὰρ ἃ
10μὴ γιγνώσκει, τὸ σκοτῶδες καὶ τὸ μὴ δῆλον, φύσει δὲ διώκει τὸ φανερὸν καὶ τὸ γνωστόν. διὸ καὶ μάλιστα τοὺς αἰτίους ἡμῖν τοῦ τὸν ἥλιον ἰδεῖν καὶ τὸ φῶς, αὐτούς φαμεν δεῖν τιμᾶν ὑπερβαλλόντως καὶ σέβεσθαι πατέρα καὶ μητέρα ὡς μεγίστων ἀγαθῶν αἰτίους· αἴτιοι
15δέ εἰσιν, ὡς ἔοικε, τοῦ φρονῆσαί τι καὶ ἰδεῖν. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ χαίρομεν τοῖς συνήθεσι καὶ πράγ‐ μασι καὶ ἀνθρώποις, καὶ φίλους τούτους καλοῦμεν τοὺς γνωρίμους. δηλοῖ οὖν ταῦτα σαφῶς ὅτι τὸ γνωστὸν καὶ 〈τὸ〉 φανερὸν καὶ τὸ δῆλον ἀγαπητόν
20ἐστιν· εἰ δὲ τὸ γνωστὸν καὶ τὸ σαφές, δῆλον ὅτι καὶ τὸ γιγνώσκειν ἀναγκαῖον καὶ τὸ φρονεῖν ὁμοίως. Πρὸς δὴ τούτοις, ὥσπερ ἐπὶ τῆς οὐσίας οὐχ ἡ αὐτὴ κτῆσις ἕνεκα τοῦ ζῆν καὶ τοῦ ζῆν εὐδαιμόνως τοῖς ἀνθρώποις, οὕτως καὶ ἐπὶ φρονήσεως οὐ τῆς
25αὐτῆς οἶμαι δεόμεθα πρός τε τὸ ζῆν μόνον καὶ πρὸς τὸ ζῆν καλῶς. τοῖς μὲν οὖν πολλοῖς πολλὴ συγγνώμη τοῦτο πράττειν (εὔχονται μὲν γὰρ εὐδαιμονεῖν, ἀγα‐
πῶσι δὲ κἂν μόνον δύνωνται ζῆν), ὅστις δὲ οἴεται μὴ46
Protr
.

47

πάντα τρόπον ὑπομένειν αὐτὸ δεῖν, καταγέλαστον ἤδη τὸ μὴ πάντα πόνον ὑπομένειν καὶ πᾶσαν σπουδὴν σπουδάζειν ὅπως κτήσηται ταύτην τὴν φρόνησιν ἥτις γνώσεται τὴν ἀλήθειαν.
5 Γνοίη δ’ ἄν τις τὸ αὐτὸ καὶ ἀπὸ τούτων, εἰ θεωρήσειεν ὑπ’ αὐγὰς τὸν ἀνθρώπειον βίον. εὑρήσει γὰρ τὰ δοκοῦντα εἶναι μεγάλα τοῖς ἀνθρώποις πάντα ὄντα σκιαγραφίαν. ὅθεν καὶ λέγεται καλῶς τὸ μηδὲν εἶναι τὸν ἄνθρωπον καὶ τὸ μηδὲν εἶναι βέβαιον τῶν
10ἀνθρωπίνων. ἰσχύς τε γὰρ καὶ μέγεθος καὶ κάλλος γέλως ἐστὶ καὶ οὐδενὸς ἄξια, κάλλος τε παρὰ τὸ μηδὲν ὁρᾶν ἀκριβὲς δοκεῖ εἶναι τοιοῦτον. εἰ γάρ τις ἐδύνατο βλέπειν ὀξὺ καθάπερ τὸν Λυγκέα φασίν, ὃς διὰ τῶν τοίχων ἑώρα καὶ τῶν δένδρων, πότ’ ἂν ἔδοξεν εἶναί
15τινα τὴν ὄψιν ἀνεκτόν, ὁρῶν ἐξ οἵων συνέστηκε κακῶν; τιμαὶ δὲ καὶ δόξαι τὰ ζηλούμενα μᾶλλον τῶν λοιπῶν ἀδιηγήτου γέμει φλυαρίας· τῷ γὰρ καθορῶντι τῶν ἀιδίων τι ἠλίθιον περὶ ταῦτα σπουδάζειν. τί δ’ ἐστὶ μακρὸν ἢ τί πολυχρόνιον τῶν ἀνθρωπίνων; ἀλλὰ διὰ
20τὴν ἡμετέραν ἀσθένειαν, οἶμαι, καὶ βίου βραχύτητα καὶ τοῦτο φαίνεται πολύ. τίς ἂν οὖν εἰς ταῦτα βλέπων οἴοιτο εὐδαίμων εἶναι καὶ μακάριος, οἳ πρῶτον εὐθὺς φύσει συνέσταμεν, καθάπερ φασὶν οἱ τὰς τελετὰς λέγοντες, ὥσπερ ἂν ἐπὶ τιμωρίᾳ πάντες; τοῦτο γὰρ
25θείως οἱ ἀρχαιότεροι λέγουσι τὸ φάναι διδόναι τὴν47
Protr
.

48

ψυχὴν τιμωρίαν καὶ ζῆν ἡμᾶς ἐπὶ κολάσει μεγάλων τινῶν ἁμαρτημάτων. πάνυ γὰρ ἡ σύζευξις τοιούτῳ τινὶ ἔοικε πρὸς τὸ σῶμα τῆς ψυχῆς. ὥσπερ γὰρ τοὺς ἐν τῇ Τυρρηνίᾳ φασὶ βασανίζειν πολλάκις τοὺς ἁλι‐
5σκομένους προσδεσμεύοντας κατ’ ἀντικρὺ τοῖς ζῶσι νεκροὺς ἀντιπροσώπους ἕκαστον πρὸς ἕκαστον μέρος προσαρμόττοντας, οὕτως ἔοικεν ἡ ψυχὴ διατετάσθαι καὶ προσκεκολλῆσθαι πᾶσι τοῖς αἰσθητικοῖς τοῦ σώ‐ ματος μέλεσιν. οὐδὲν οὖν θεῖον ἢ μακάριον ὑπάρχει
10τοῖς ἀνθρώποις, πλὴν ἐκεῖνό γε μόνον ἄξιον σπουδῆς, ὅσον ἐστὶν ἐν ἡμῖν νοῦ καὶ φρονήσεως· τοῦτο γὰρ μόνον ἔοικεν εἶναι τῶν ἡμετέρων ἀθάνατον καὶ μόνον θεῖον. καὶ παρὰ τὸ τῆς τοιαύτης δυνάμεως δύνασθαι κοινωνεῖν, καίπερ ὢν ὁ βίος ἄθλιος φύσει καὶ χαλεπός,
15ὅμως οὕτως ᾠκονόμηται χαριέντως, ὥστε δοκεῖν πρὸς τὰ ἄλλα θεὸν εἶναι τὸν ἄνθρωπον. ‘ὁ νοῦς γὰρ ἡμῶν ὁ θεόσ‘, εἴτε Ἑρμότιμος εἴτε Ἀναξαγόρας εἶπε τοῦτο, καὶ ὅτι ‘ὁ θνητὸς αἰὼν μέρος ἔχει θεοῦ τινοσ‘. ἢ φιλοσοφητέον οὖν ἢ χαίρειν εἰποῦσι τῷ ζῆν ἀπιτέον
20ἐντεῦθεν, ὡς τὰ ἄλλα γε πάντα φλυαρία τις ἔοικεν εἶναι πολλὴ καὶ λῆρος. Οὕτως ἄν τις τὰς ἀπὸ τῶν 〈κοινῶν〉 ἐννοιῶν ἐφόδους συγκεφαλαιώσαιτο δεόντως εἰς προτροπὴν τοῦ δεῖν φιλοσοφεῖν θεωρητικῶς καὶ ζῆν ὅτι μάλιστα τὸν
25κατ’ ἐπιστήμην καὶ τὸν τοῦ νοῦ βίον.48
Protr
.

49

Ἄνωθεν δὲ ἀρχόμενοι ἀπὸ τοῦ τῆς φύσεως βουλήματος ἐπὶ τὴν αὐτὴν προτροπὴν προχωροῦμεν οὑτωσί. τῶν γινομένων τὰ μὲν ἀπό τινος διανοίας καὶ τέχνης γίνεται, οἷον οἰκία καὶ πλοῖον (ἀμφοτέρων γὰρ
5τούτων αἰτία τέχνη τίς ἐστι καὶ διάνοια), τὰ δὲ διὰ τέχνης μὲν οὐδεμιᾶς, ἀλλὰ διὰ φύσιν· ζῴων γὰρ καὶ φυτῶν αἰτία φύσις, καὶ κατὰ φύσιν γίνεται πάντα τὰ τοιαῦτα. ἀλλὰ μὴν καὶ διὰ τύχην ἔνια γίνεται τῶν πραγμάτων· ὅσα γὰρ μήτε διὰ τέχνην μήτε διὰ φύσιν
10μήτ’ ἐξ ἀνάγκης γίγνεται, τὰ πολλὰ τούτων διὰ τύχην γίνεσθαί φαμεν. τῶν μὲν οὖν ἀπὸ τύχης γιγνομένων οὐδὲν ἕνεκά του γίγνεται, οὐδ’ ἔστι τι τέλος αὐτοῖς· τοῖς δὲ ἀπὸ τέχνης γιγνομένοις ἔνεστι καὶ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα (ἀεὶ γὰρ ὁ τὴν τέχνην ἔχων ἀπο‐
15δώσει σοι λόγον δι’ ὃν ἔγραψε καὶ οὗ ἕνεκα), καὶ τοῦτο [ὅτι] βέλτιόν ἐστιν ἢ τὸ διὰ τοῦτο γιγνόμενον. λέγω δ’ ὅσων καθ’ αὑτὴν ἡ τέχνη πέφυκεν αἰτία καὶ μὴ κατὰ συμβεβηκός· ὑγείας μὲν γὰρ ἰατρικὴν μᾶλλον ἢ νόσου κυρίως ἂν θείημεν, οἰκοδομικὴν δὲ οἰκίας,
20ἀλλ’ οὐ τοῦ καταβάλλειν. πᾶν ἄρα ἕνεκά του γίγνεται τὸ κατὰ τέχνην, καὶ τοῦτο τέλος αὐτῆς τὸ βέλτιστον, τὸ μέντοι διὰ τύχην οὐ γίνεται ἕνεκά του· συμβαίη μὲν γὰρ ἂν καὶ ἀπὸ τύχης τι ἀγαθόν, οὐ μὴν ἀλλὰ κατά γε τὴν τύχην καὶ καθόσον ἀπὸ τύχης οὐκ ἀγα‐
25θόν, ἀόριστον δ’ ἀεὶ τὸ γιγνόμενόν ἐστι κατ’ αὐτήν. ἀλλὰ μὴν τό γε κατὰ φύσιν ἕνεκά του γίγνεται, καὶ βελτίονος ἕνεκεν ἀεὶ συνίσταται ἢ καθάπερ τὸ διὰ
τέχνης· μιμεῖται γὰρ οὐ τὴν τέχνην ἡ φύσις ἀλλὰ49
Protr
.

50

αὐτὴ τὴν φύσιν, καὶ ἔστιν ἐπὶ τῷ βοηθεῖν καὶ τὰ παραλειπόμενα τῆς φύσεως ἀναπληροῦν. τὰ μὲν γὰρ ἔοικεν αὐτὴ δύνασθαι δι’ αὑτῆς ἡ φύσις ἐπιτελεῖν καὶ βοηθείας οὐδὲν δεῖσθαι, τὰ δὲ μόλις καὶ παντελῶς
5ἀδυνατεῖν, οἷον αὐτίκα καὶ περὶ τὰς γενέσεις· ἔνια μὲν δήπου τῶν σπερμάτων εἰς ὁποίαν 〈ἂν〉 ἐμπέσῃ γῆν ἄνευ φυλακῆς γεννῶσιν, ἔνια δὲ προσδεῖται τῆς γεωργικῆς τέχνης· παραπλησίως δὲ καὶ τῶν ζῴων τὰ μὲν δι’ αὑτῶν ἅπασαν ἀπολαμβάνει τὴν φύσιν, ἄν‐
10θρωπος δὲ πολλῶν δεῖται τεχνῶν πρὸς σωτηρίαν κατά τε τὴν πρώτην γένεσιν καὶ πάλιν κατὰ τὴν ὑστέραν τροφήν. εἰ τοίνυν ἡ τέχνη μιμεῖται τὴν φύσιν, ἀπὸ ταύτης ἠκολούθηκε καὶ ταῖς τέχναις τὸ τὴν γένεσιν ἅπασαν ἕνεκά του γίγνεσθαι. τὸ γὰρ ὀρθῶς γιγνό‐
15μενον ἅπαν ἕνεκά του γίγνεσθαι θείημεν ἄν. οὐκοῦν τό γε καλῶς, ὀρθῶς· καὶ τὸ μὲν γιγνόμενον γίγνεται, γέγονε δὲ τὸ γεγονὸς τό γε μὴν κατὰ φύσιν ἅπαν καλῶς, εἴπερ τὸ παρὰ φύσιν φαῦλον καὶ τῷ κατὰ φύσιν *** γένεσις ἕνεκά του γίγνεται. καὶ τοῦτο ἴδοι
20τις ἂν καὶ ἀφ’ ἑκάστου τῶν ἐν ἡμῖν μερῶν· οἷον εἰ κατανοοῖς τὸ βλέφαρον, ἴδοις ἂν ὡς οὐ μάτην ἀλλὰ βοηθείας χάριν τῶν ὀμμάτων γέγονεν, ὅπως ἀνάπαυσίν τε παρέχῃ καὶ κωλύῃ τὰ προσπίπτοντα πρὸς τὴν ὄψιν. οὐκοῦν ταὐτόν ἐστιν οὗ τε ἕνεκα γέγονέ τι καὶ οὗ
25ἕνεκα δεῖ γεγονέναι· οἷον εἰ πλοῖον ἕνεκα τῆς κατὰ θάλατταν κομιδῆς ἔδει γίγνεσθαι, διὰ τοῦτο καὶ γέγονε.
καὶ μὴν τά γε ζῷα τῶν φύσει 〈τε καὶ κατὰ φύσιν〉50
Protr
.

51

γεγενημένων ἐστὶν ἤτοι πάντα τοπαράπαν ἢ τὰ βέλ‐ τιστα καὶ τιμιώτατα· διαφέρει γὰρ οὐδὲν εἴ τις αὐτῶν τὰ πολλὰ παρὰ φύσιν οἴεται γεγενῆσθαι διά τινα φθορὰν καὶ μοχθηρίαν. τιμιώτατον δέ γε τῶν ἐν‐
5ταῦθα ζῴων ἄνθρωπός ἐστιν, ὥστε δῆλον ὅτι φύσει τε καὶ κατὰ φύσιν γέγονε. καὶ τοῦτό ἐστι τῶν ὄντων οὗ χάριν ἡ φύσις ἡμᾶς ἐγέννησε καὶ ὁ θεός. τί δὴ τοῦτό ἐστι Πυθαγόρας ἐρωτώμενος, ‘τὸ θεάσασθαι‘ εἶπε ‘τὸν οὐρανόν‘, καὶ ἑαυτὸν δὲ θεωρὸν ἔφασκεν εἶναι τῆς
10φύσεως καὶ τούτου ἕνεκα παρεληλυθέναι εἰς τὸν βίον. καὶ Ἀναξαγόραν δέ φασιν εἰπεῖν ἐρωτηθέντα τίνος ἂν ἕνεκα ἕλοιτο γενέσθαι τις καὶ ζῆν, ἀποκρίνασθαι πρὸς τὴν ἐρώτησιν· ὡς ‘τοῦ θεάσασθαι [τὰ περὶ] τὸν οὐ‐ ρανὸν καὶ 〈τὰ〉 περὶ αὐτὸν ἄστρα τε καὶ σελήνην καὶ
15ἥλιον‘, ὡς τῶν ἄλλων γε πάντων οὐδενὸς ἀξίων ὄντων. εἰ τοίνυν παντὸς ἀεὶ τὸ τέλος ἐστὶ βέλτιον (ἕνεκα γὰρ τοῦ τέλους πάντα γίγνεται τὰ γιγνόμενα, τὸ δ’ οὗ ἕνεκα βέλτιον καὶ βέλτιστον πάντων), τέλος δὲ κατὰ φύσιν τοῦτό ἐστιν ὃ κατὰ τὴν γένεσιν πέφυκεν ὕστατον
20ἐπιτελεῖσθαι περαινομένης τῆς γενέσεως συνεχῶς· οὐκ‐ οῦν πρῶτον μὲν τὰ κατὰ τὸ σῶμα τῶν ἀνθρώπων λαμβάνει τέλος, ὕστερον δὲ τὰ κατὰ τὴν ψυχὴν, καί πως ἀεὶ τὸ τοῦ βελτίονος τέλος ὑστερίζει τῆς γενέσεως. οὐκοῦν ψυχὴ σώματος ὕστερον, καὶ τῶν τῆς ψυχῆς
25τελευταῖον ἡ φρόνησις· τοῦτο γὰρ ὕστατον ὁρῶμεν51
Protr
.

52

γιγνόμενον φύσει τοῖς ἀνθρώποις, διὸ καὶ τὸ γῆρας ἀντιποιεῖται τούτου μόνου τῶν ἀγαθῶν· φρόνησις ἄρα τις κατὰ φύσιν ἡμῖν ἐστι τὸ τέλος καὶ τὸ φρονεῖν ἔσχατον οὗ χάριν γεγόναμεν. οὐκοῦν εἰ γεγόναμεν,
5δῆλον ὅτι καὶ ἐσμὲν ἕνεκα τοῦ φρονῆσαί τι καὶ μαθεῖν. καλῶς ἄρα κατά γε τοῦτον τὸν λόγον Πυθαγόρας εἴρηκεν ὡς ἐπὶ τὸ γνῶναί τε καὶ θεωρῆσαι πᾶς ἄν‐ θρωπος ὑπὸ τοῦ θεοῦ συνέστηκεν. ἀλλὰ τοῦτο τὸ γνωστὸν πότερον ὁ κόσμος ἐστὶν ἤ τις ἑτέρα φύσις,
10σκεπτέον ἴσως ὕστερον, νῦν δὲ τοσοῦτον ἱκανὸν τὴν πρώτην ἡμῖν. εἰ γάρ ἐστι κατὰ φύσιν τέλος ἡ φρό‐ νησις, ἄριστον ἂν εἴη πάντων τὸ φρονεῖν. ὥστε τὰ μὲν ἄλλα δεῖ πράττειν ἕνεκα τῶν ἐν αὐτῷ γιγνομένων ἀγαθῶν, τούτων δὲ αὐτῶν τὰ μὲν ἐν τῷ σώματι τῶν
15ἐν 〈τῇ〉 ψυχῇ, τὴν δὲ ἀρετὴν τῆς φρονήσεως· τοῦτο γάρ ἐστιν ἀκρότατον. τὸ δὲ ζητεῖν ἀπὸ πάσης ἐπι‐ στήμης ἕτερόν τι γενέσθαι καὶ δεῖν χρησίμην αὐτὴν εἶναι, παντάπασιν ἀγνοοῦντός τινός ἐστιν ὅσον διέστηκεν ἐξ ἀρχῆς τὰ ἀγαθὰ καὶ τὰ ἀναγκαῖα· διαφέρει γὰρ
20πλεῖστον. τὰ μὲν γὰρ δι’ ἕτερον ἀγαπώμενα τῶν πραγμάτων, ὧν ἄνευ ζῆν ἀδύνατον, ἀναγκαῖα καὶ συναίτια λεκτέον, ὅσα δὲ δι’ αὑτά, κἂν ἀποβαίνῃ μηδὲν ἕτερον, ἀγαθὰ κυρίως· οὐ γὰρ δὴ τόδε μὲν αἱρετὸν διὰ τόδε, τόδε δὲ δι’ ἄλλο, τοῦτο δὲ εἰς
25ἄπειρον οἴχεται προϊόν, ἀλλ’ ἵσταταί που. γελοῖον οὖν ἤδη παντελῶς τὸ ζητεῖν ἀπὸ παντὸς ὠφέλειαν ἑτέραν παρ’ αὐτὸ τὸ πρᾶγμα, καὶ ‘τί οὖν ἡμῖν ὄφελος;‘ καὶ
‘τί χρήσιμον;‘ ἐρωτᾶν. ὡς ἀληθῶς γάρ, ὅπερ λέγομεν,52
Protr
.

53

οὐδὲν ἔοικεν ὁ τοιοῦτος εἰδότι καλὸν κἀγαθὸν οὐδὲ τί αἴτιον τῷ διαγιγνώσκοντι καὶ συναίτιον. ἴδοι δ’ ἄν τις ὅτι παντὸς μᾶλλον ἀληθῆ ταῦτα λέγομεν, εἴ τις ἡμᾶς οἷον εἰς μακάρων νήσους τῇ διανοίᾳ κομίσειεν.
5ἐκεῖ γὰρ οὐδενὸς χρεία οὐδὲ τῶν ἄλλων τινὸς ὄφελος ἂν γένοιτο, μόνον δὲ καταλείπεται τὸ διανοεῖσθαι καὶ θεωρεῖν, ὅνπερ καὶ νῦν ἐλεύθερόν φαμεν βίον εἶναι. εἰ δὲ ταῦτ’ ἐστὶν ἀληθῆ, πῶς οὐκ ἂν αἰσχύνοιτο δικαίως ὅστις ἡμῶν ἐξουσίας γενομένης ἐν μακάρων
10οἰκῆσαι νήσοις ἀδύνατος εἴη δι’ ἑαυτόν; οὐκοῦν οὐ μεμπτὸς ὁ μισθός ἐστι τῆς ἐπιστήμης τοῖς ἀνθρώποις, οὐδὲ μικρὸν τὸ γιγνόμενον ἀπ’ αὐτῆς ἀγαθόν. ὥσπερ γὰρ τῆς δικαιοσύνης, ὥς φασιν οἱ σοφοὶ τῶν ποιητῶν, ἐν Ἅιδου κομιζόμεθα τὰς δωρεάς, οὕτω τῆς φρονήσεως
15ἐν μακάρων νήσοις, ὡς ἔοικεν. οὐδὲν οὖν δεινόν, ἂν μὴ φαίνηται χρησίμη οὖσα μηδ’ ὠφέλιμος· οὐ γὰρ ὠφέλιμον ἀλλ’ ἀγαθὴν αὐτὴν εἶναί φαμεν, οὐδὲ δι’ ἕτερον ἀλλὰ δι’ ἑαυτὴν αἱρεῖσθαι αὐτὴν προσήκει. ὥσπερ γὰρ εἰς Ὀλυμπίαν αὐτῆς ἕνεκα τῆς θέας ἀπο‐
20δημοῦμεν, καὶ εἰ μηδὲν μέλλοι πλεῖον ἀπ’ αὐτῆς ἔσεσθαι (αὐτὴ γὰρ ἡ θεωρία κρείττων πολλῶν ἐστι χρημάτων), καὶ τὰ Διονύσια δὲ θεωροῦμεν οὐχ ὡς ληψόμενοί τι παρὰ τῶν ὑποκριτῶν ἀλλὰ καὶ προσ‐ θέντες, πολλάς τε ἄλλας θέας ἑλοίμεθα 〈ἂν〉 ἀντὶ
25πολλῶν χρημάτων· οὕτω καὶ τὴν θεωρίαν τοῦ παντὸς
προτιμητέον πάντων τῶν δοκούντων εἶναι χρησίμων.53
Protr
.

54

οὐ γὰρ δήπου ἐπὶ μὲν ἀνθρώπους μιμουμένους γύναια καὶ δούλους, τοὺς δὲ μαχομένους καὶ θέοντας, δεῖ πορεύεσθαι μετὰ πολλῆς σπουδῆς ἕνεκα τοῦ θεάσασθαι αὐτούς, τὴν δὲ τῶν ὄντων φύσιν καὶ τὴν ἀλήθειαν
5οὐκ οἴεσθαι δεῖν θεωρεῖν ἀμισθί. οὕτω μὲν οὖν ἀπὸ τοῦ βουλήματος τῆς φύσεως ἐπιόντες προετρέψαμεν ἐπὶ τὸ φρονεῖν ὡς ἐπὶ ἀγαθόν τε ὑπάρχον καὶ δι’ αὑτὸ τίμιον, κἂν μηδὲν ἀπ’ αὐτοῦ χρήσιμον γίγνηται ὡς πρὸς τὸν ἀνθρώπινον βίον.
10 Ἀλλὰ μὲν ὅτι γε καὶ ὠφελείας τὰς μεγίστας ἡμῖν πρὸς τὸν ἀνθρώπινον βίον παρέχεται ἡ θεωρητικὴ φρόνησις, εὑρήσει τις ῥᾳδίως ἀπὸ τῶν τεχνῶν. ὥσπερ γὰρ τῶν ἰατρῶν ὅσοι κομψοὶ καὶ τῶν περὶ τὴν γυ‐ μναστικὴν οἱ πλεῖστοι σχεδὸν ὁμολογοῦσιν ὅτι δεῖ τοὺς
15μέλλοντας ἀγαθοὺς ἰατροὺς ἔσεσθαι καὶ γυμναστὰς περὶ φύσεως ἐμπείρους εἶναι, οὕτω καὶ τοὺς ἀγαθοὺς νομοθέτας ἐμπείρους εἶναι δεῖ τῆς φύσεως, καὶ πολύ γε μᾶλλον ἐκείνων. οἱ μὲν γὰρ τῆς τοῦ σώματος ἀρετῆς εἰσι δημιουργοὶ μόνον, οἱ δὲ περὶ τὰς τῆς
20ψυχῆς ἀρετὰς ὄντες καὶ περὶ πόλεως εὐδαιμονίας καὶ κακοδαιμονίας διδάξειν προσποιούμενοι πολὺ δὴ μᾶλλον προσδέονται φιλοσοφίας. καθάπερ γὰρ ἐν ταῖς ἄλλαις τέχναις ταῖς δημιουργικαῖς ἀπὸ τῆς φύσεως εὕρηται τὰ βέλτιστα τῶν ὀργάνων, οἷον ἐν τεκτονικῇ στάθμη
25καὶ κανὼν καὶ τόρνος † τὰ μὲν ὕδατι καὶ φωτὶ καὶ ταῖς αὐγαῖς τῶν ἀκτίνων ληφθέντων, πρὸς ἃ κρίνοντες τὸ
κατὰ τὴν αἴσθησιν ἱκανῶς εὐθὺ καὶ λεῖον βασανίζο‐54
Protr
.

55

μεν, ὁμοίως δὲ καὶ τὸν πολιτικὸν ἔχειν τινὰς ὅρους δεῖ ἀπὸ τῆς φύσεως αὐτῆς καὶ τῆς ἀληθείας, πρὸς οὓς κρινεῖ τί δίκαιον καὶ τί καλόν καὶ τί συμφέρον. ὥσπερ γὰρ ἐκεῖ τῶν ὀργάνων ταῦτα διαφέρει πάντων,
5οὕτω καὶ νόμος κάλλιστος ὁ μάλιστα κατὰ φύσιν κείμενος. τοῦτο δ’ οὐχ οἷόν τε μὴ φιλοσοφήσαντα δύνασθαι ποιεῖν μηδὲ γνωρίσαντα τὴν ἀλήθειαν. καὶ τῶν μὲν ἄλλων τεχνῶν τά τε ὄργανα καὶ τοὺς λογι‐ σμοὺς τοὺς ἀκριβεστάτους οὐκ ἀπ’ αὐτῶν τῶν πρώτων
10λαβόντες σχεδὸν ἴσασιν, ἀλλ’ ἀπὸ τῶν δευτέρων καὶ τρίτων καὶ πολλοστῶν, τούς τε λόγους ἐξ ἐμπειρίας λαμβάνουσι· τῷ δὲ φιλοσόφῳ μόνῳ τῶν ἄλλων ἀπ’ αὐτῶν τῶν ἀκριβῶν ἡ μίμησίς ἐστιν· αὐτῶν γάρ ἐστι θεατής, ἀλλ’ οὐ μιμημάτων. ὥσπερ οὖν οὐδ’ οἰκο‐
15δόμος ἀγαθός ἐστιν οὗτος ὅστις κανόνι μὲν μὴ χρῆται μηδὲ τῶν ἄλλων μηδενὶ τῶν τοιούτων ὀργάνων, ἑτέροις δὲ οἰκοδομήμασι παραβάλλων, ὁμοίως ἴσως κἂν εἴ τις ἢ νόμους τίθεται πόλεσιν ἢ πράττει πράξεις ἀποβλέπων καὶ μιμούμενος πρὸς ἑτέρας πράξεις ἢ πολιτείας ἀν‐
20θρωπίνας Λακεδαιμονίων ἢ Κρητῶν ἤ τινων ἄλλων τοιούτων, οὐκ ἀγαθὸς νομοθέτης οὐδὲ σπουδαῖος· οὐ γὰρ ἐνδέχεται μὴ καλοῦ μίμημα καλὸν εἶναι, μηδὲ θείου καὶ βεβαίου τὴν φύσιν ἀθάνατον καὶ βέβαιον, ἀλλὰ μόνον ὅτι μόνου τῶν δημιουργῶν τοῦ φιλοσόφου
25καὶ νόμοι βέβαιοι καὶ πράξεις εἰσὶν ὀρθαὶ καὶ καλαί. μόνος γὰρ πρὸς τὴν φύσιν βλέπων ζῇ καὶ πρὸς τὸ
θεῖον, καὶ καθάπερ ἂν εἰ κυβερνήτης τις ἀγαθὸς ἐξ55
Protr
.

56

ἀιδίων καὶ μονίμων ἀναψάμενος τοῦ βίου τὰς ἀρχὰς ὁρμεῖ καὶ ζῇ καθ’ ἑαυτόν. ἔστι μὲν οὖν θεωρητικὴ ἥδε ἡ ἐπιστήμη, παρέχει δ’ ἡμῖν τὸ δημιουργεῖν κατ’ αὐτὴν ἅπαντα. ὥσπερ γὰρ ἡ ὄψις ποιητικὴ μὲν καὶ δημιουργὸς
5οὐδενός ἐστι (μόνον γὰρ αὐτῆς ἔργον ἐστὶ τὸ κρίνειν καὶ δηλοῦν ἕκαστον τῶν ὁρατῶν), ἡμῖν δὲ παρέχει τὸ πράττειν τι δι’ αὐτὴν καὶ βοηθεῖ πρὸς τὰς πράξεις ἡμῖν τὰ μέγιστα (σχεδὸν γὰρ ἀκίνητοι παντελῶς ἂν εἶμεν στερηθέντες αὐτῆς), οὕτω δῆλον ὅτι καὶ τῆς ἐπιστήμης
10θεωρητικῆς οὔσης μυρία πράττομεν κατ’ αὐτὴν ὅμως ἡμεῖς, καὶ τὰ μὲν λαμβάνομεν τὰ δὲ φεύγομεν τῶν πραγ‐ μάτων, καὶ ὅλως πάντα τὰ ἀγαθὰ δι’ αὐτὴν κτώμεθα. Ὅτι τοίνυν τοῖς ἑλομένοις τὸν κατὰ νοῦν βίον καὶ τὸ ζῆν ἡδέως μάλιστα ὑπάρχει, δῆλον ἂν γένοιτο ἐν‐
15τεῦθεν. φαίνεται διττῶς λέγεσθαι τὸ ζῆν, τὸ μὲν κατὰ δύναμιν τὸ δὲ κατ’ ἐνέργειαν· ὁρῶντα γὰρ εἶναί φαμεν ὅσα τε ἔχει τῶν ζῴων ὄψιν καὶ δυνατὰ πέφυκεν ἰδεῖν, κἂν μύοντα τυγχάνῃ, καὶ τὰ χρώμενα τῇ δυνάμει καὶ προσβάλλοντα τὴν ὄψιν. ὁμοίως δὲ καὶ τὸ ἐπίστασθαι
20καὶ τὸ γιγνώσκειν, ἓν μὲν τὸ χρῆσθαι καὶ θεωρεῖν λέγομεν, ἓν δὲ τὸ κεκτῆσθαι τὴν δύναμιν καὶ τὴν ἐπιστήμην ἔχειν. εἰ τοίνυν τῷ μὲν αἰσθάνεσθαι τὸ ζῆν διακρίνομεν καὶ τὸ μὴ ζῆν, τὸ δ’ αἰσθάνεσθαι διττόν, κυρίως μὲν τὸ χρῆσθαι ταῖς αἰσθήσεσιν ἄλλως
25δὲ τὸ δύνασθαι (διόπερ φαμὲν αἰσθάνεσθαι *** καὶ56
Protr
.

57

τὸν καθεύδοντα λέγοντες, ὡς ἔοικε), δῆλον ὅτι καὶ τὸ ζῆν ἀκολουθήσει διττῶς λεγόμενον· τὸν μὲν γὰρ ἐγρη‐ γορότα φατέον ζῆν ἀληθῶς καὶ κυρίως, τὸν δὲ καθεύ‐ δοντα διὰ τὸ δύνασθαι μεταβάλλειν εἰς ταύτην τὴν
5κίνησιν, καθ’ ἣν λέγομεν ἐγρηγορέναι τε καὶ τῶν πραγ‐ μάτων αἰσθάνεσθαί τινος. διὰ τοῦτο καὶ εἰς τοῦτο βλέποντες, ὅταν οὖν λέγηταί τι ταὐτὸν ἑκάτερον δυοῖν ὄντοιν, ᾖ δὲ θάτερον λεγόμενον ἢ τὸ ποιεῖν ἢ τὸ πά‐ σχειν, τούτῳ μᾶλλον ἀποδώσομεν ὑπάρχειν τὸ λεχθέν,
10οἷον ἐπίστασθαι μὲν μᾶλλον τὸν χρώμενον τοῦ τὴν ἐπιστήμην ἔχοντος, ὁρᾶν δὲ τὸν προσβάλλοντα τὴν ὄψιν τοῦ δυναμένου προσβάλλειν. οὐ γὰρ μόνον τὸ μᾶλλον λέγομεν καθ’ ὑπεροχὴν ὧν ἂν εἷς ᾖ λόγος, ἀλλὰ καὶ κατὰ τὸ πρότερον εἶναι τὸ δὲ ὕστερον, οἷον
15τὴν ὑγείαν τῶν ὑγιεινῶν μᾶλλον ἀγαθὸν εἶναί φαμεν, καὶ τὸ καθ’ αὑτὸ τὴν φύσιν αἱρετὸν τοῦ ποιητικοῦ. καίτοι τόν γε λόγον ὁρῶμεν ὡς οὐχ ᾗ ἐστι κατηγορού‐ μενος ἀμφοῖν, ὅτι ἀγαθὸν ἑκάτερον ἐπί τε τῶν ὠφε‐ λίμων καὶ τῆς ἀρετῆς. καὶ ζῆν ἄρα μᾶλλον φατέον
20τὸν ἐγρηγορότα τοῦ καθεύδοντος καὶ τὸν ἐνεργοῦντα τῇ ψυχῇ τοῦ μόνον ἔχοντος· διὰ γὰρ ἐκεῖνον καὶ τοῦ‐ τον ζῆν φαμεν, ὅτι τοιοῦτός ἐστιν οἷος ἐκεῖνος πάσχειν ἢ ποιεῖν. οὐκοῦν τό γε χρῆσθαι παντὶ τοῦτ’ ἐστίν, ὅταν εἰ μὲν ἑνὸς ἡ δύναμίς ἐστι, τοῦτο αὐτὸ πράττῃ
25τις, εἰ δὲ πλειόνων τὸν ἀριθμόν, ὃ ἂν τούτων τὸ βέλ‐ τιστον, οἷον αὐλοῖς, ἤτοι μόνον ὅταν αὐλῇ χρῆταί τις
ἢ μάλιστα· ἴσως γὰρ ἐπὶ τούτῳ καὶ τὰ τῶν ἄλλων.57
Protr
.

58

οὐκοῦν καὶ μᾶλλον χρῆσθαι τὸν ὀρθῶς χρώμενον φα‐ τέον· τὸ γὰρ ἐφ’ ᾧ καὶ ὣς πέφυκεν ὑπάρχειν τῷ χρω‐ μένῳ καλῶς καὶ ἀκριβῶς. ἔστι δὴ καὶ ψυχῆς ἤτοι μόνον ἢ μάλιστα πάντων ἔργον τὸ διανοεῖσθαί τε καὶ
5λογίζεσθαι. ἁπλοῦν ἄρα ἤδη τοῦτο καὶ παντὶ συλλογί‐ ζεσθαι ῥᾴδιον ὅτι ζῇ μᾶλλον ὁ διανοούμενος ὀρθῶς καὶ μάλιστα πάντων ὁ μάλιστα ἀληθεύων, οὗτος δέ ἐστιν ὁ φρονῶν καὶ θεωρῶν κατὰ τὴν ἀκριβεστάτην ἐπιστήμην· καὶ τό γε τελέως ζῆν τότε καὶ τούτοις
10ἀποδοτέον, τοῖς φρονοῦσι καὶ τοῖς φρονίμοις. εἰ δὲ τὸ ζῆν ἐστι τῷ ζῴῳ γε ταὐτὸν παντὶ ὅπερ εἶναι, δῆλον ὅτι κἂν εἴη γε μάλιστα καὶ κυριώτατα πάντων ὁ φρόνι‐ μος, καὶ τότε μάλιστα τοῦ χρόνου παντὸς ὅταν ἐνεργῇ καὶ τυγχάνῃ θεωρῶν τὸ μάλιστα τῶν ὄντων γνώριμον.
15ἀλλὰ μὴν ἥ γε τελεία ἐνέργεια καὶ ἀκώλυτος ἐν ἑαυτῇ ἔχει τὸ χαίρειν, ὥστε ἂν εἴη ἡ θεωρητικὴ ἐνέργεια πασῶν ἡδίστη. ἔτι τοίνυν ἕτερόν ἐστιν τὸ ἡδόμενον πίνειν καὶ τὸ ἡδέως πίνειν· οὐδὲν γὰρ κωλύει μὴ διψῶντά τινα μηδὲ οἵῳ χαίρει πόματι προσφερόμενον
20πίνοντα χαίρειν, μὴ τῷ πίνειν ἀλλὰ τῷ συμβαίνειν ἅμα θεωρεῖν ἢ θεωρεῖσθαι καθήμενον. οὐκοῦν τοῦ‐ τον ἥδεσθαι μὲν καὶ ἡδόμενον πίνειν φήσομεν, ἀλλ’ οὐ τῷ πίνειν οὐδὲ ἡδέως πίνειν. οὐκοῦν οὕτως καὶ βάδισιν καὶ καθέδραν καὶ μάθησιν καὶ πᾶσαν κίνησιν
25ἐροῦμεν ἡδεῖαν ἢ λυπηράν, οὐχ ὅσων συμβαίνει λυπεῖ‐ σθαι παρουσῶν ἡμᾶς ἢ χαίρειν, ἀλλ’ ὧν τῇ παρουσίᾳ καὶ λυπούμεθα πάντες καὶ χαίρομεν. καὶ ζωὴν οὖν
ἡδεῖαν ὁμοίως ἐροῦμεν, ἧς ἡ παρουσία τοῖς ἔχουσιν58
Protr
.

59

ἡδεῖα, καὶ ζῆν ἡδέως οὐ πάντας ὅσοις ζῶσι συμβαίνει χαίρειν, ἀλλ’ οἷς αὐτὸ τὸ ζῆν ἡδὺ καὶ χαίρουσι τὴν ἀπὸ ζωῆς ἡδονήν. οὐκοῦν τὸ ζῆν ἀποδίδομεν τῷ μὲν ἐγρηγορότι μᾶλλον ἢ τῷ καθεύδοντι, τῷ φρονοῦντι
5δὲ ἢ τῷ ἄφρονι μᾶλλον, τὴν δ’ ἀπὸ ζωῆς ἡδονὴν τὴν ἀπὸ τῆς χρήσεως γιγνομένην φαμὲν εἶναι τῆς ψυχῆς· τοῦτο γάρ ἐστι τὸ ζῆν ἀληθῶς. εἰ τοίνυν καὶ πολλαὶ ψυχῆς εἰσι χρήσεις, ἀλλὰ κυριωτάτη γε πασῶν ἡ τοῦ φρονεῖν ὅ τι μάλιστα. δῆλον τοίνυν ὅτι καὶ τὴν γιγνο‐
10μένην ἀπὸ τοῦ φρονεῖν καὶ θεωρεῖν ἡδονὴν ἢ μόνην ἢ μάλιστα ἀναγκαῖον ἀπὸ τοῦ ζῆν εἶναι. τὸ ζῆν ἄρα ἡδέως καὶ τὸ χαίρειν ὡς ἀληθῶς ἤτοι μόνοις ἢ μάλιστα ὑπάρχει τοῖς φιλοσόφοις. ἡ γὰρ τῶν ἀληθεστάτων νοήσεων ἐνέργεια καὶ ἀπὸ τῶν μάλιστα ὄντων πληρου‐
15μένη καὶ στέγουσα ἀεὶ μονίμως τὴν ἐνδιδομένην τελειό‐ τητα, αὕτη πασῶν ἐστι καὶ πρὸς εὐφροσύνην ἀνυσιμω‐ τάτη. ὥστε καὶ δι’ αὐτὸ τὸ χαίρειν τὰς ἀληθεῖς καὶ ἀγαθὰς ἡδονὰς φιλοσοφητέον ἐστὶ τοῖς νοῦν ἔχουσιν. Εἰ δὲ δεῖ μὴ μόνον ἀπὸ τῶν μερῶν τοῦτο
20συλλογίσασθαι, ἀλλὰ καὶ ἀπὸ τῆς ὅλης εὐδαιμονίας ἄνω‐ θεν τὸ αὐτὸ κατασκευάσαι, λέγωμεν διαρρήδην ὅτι δὴ ὡς ἔχει πρὸς εὐδαιμονίαν τὸ φιλοσοφεῖν, οὕτω καὶ πρὸς τὸ σπουδαῖον ἡμῖν ἢ φαῦλον εἶναι αὐτὸ διακεῖσθαι. πάντα γὰρ τὰ μὲν πρὸς τοῦτο τὰ δὲ διὰ τοῦτο πᾶσιν
25αἱρετέον εἶναι, καὶ τὰ μὲν ὡς ἀναγκαῖα τῶν πραγμά‐ των τὰ δὲ ἡδέα δι’ ὧν εὐδαιμονοῦμεν. οὐκοῦν τὴν εὐδαιμονίαν τιθέμεθα ἤτοι φρόνησιν εἶναι καί τινα
σοφίαν ἢ τὴν ἀρετὴν ἢ τὸ μάλιστα χαίρειν 〈ἢ〉 πάντα59
Protr
.

60

ταῦτα. οὐκοῦν εἴτε φρόνησίς ἐστι, φανερὸν ὅτι μόνοις ἂν ὑπάρχοι τοῖς φιλοσόφοις τὸ ζῆν εὐδαιμόνως, εἴτε ἀρετὴ ψυχῆς ἢ τὸ χαίρειν, κἂν οὕτως ἢ μόνοις ἢ μάλιστα πάντων· ἀρετὴ γάρ ἐστι τὸ κυριώτατον τῶν
5ἐν ἡμῖν, ἥδιστόν τε πάντων ἐστὶν ὡς ἓν πρὸς ἓν ἡ φρόνησις, ὁμοίως δὲ κἂν ταῦτα πάντα ταὐτὰ φῆ τις εἶναι τὴν εὐδαιμονίαν, ὁριστέον ἐστὶ τὸ φρονεῖν. ὥστε φιλοσοφητέον ἂν εἴη πᾶσι τοῖς δυναμένοις· ἢ γάρ τοι τοῦτ’ ἐστὶ τὸ τελέως εὖ ζῆν, ἢ μάλιστά γε πάντων ὡς
10ἓν εἰπεῖν αἴτιον ταῖς ψυχαῖς. ἀλλ’ ἐνταῦθα μὲν διὰ τὸ παρὰ φύσιν ἴσως εἶναι τὸ γένος ἡμῶν χαλεπὸν τὸ μανθάνειν τι καὶ σκοπεῖν ἐστι, καὶ μόλις αἰσθάνοιτο, διὰ τὴν ἀφυΐαν καὶ τὴν παρὰ φύσιν ζωήν· ἂν δέ ποτε δυνηθῶμεν σωθῆναι πάλιν ὅθεν ἐληλύθαμεν, δῆ‐
15λον ὡς ἥδιον καὶ ῥᾷον αὐτὸ ποιήσομεν πάντες. νῦν μὲν γὰρ ἀφειμένοι τῶν ἀγαθῶν διατελοῦμεν πράττον‐ τες τὰ ἀναγκαῖα, καὶ μάλιστα πάντων οἱ μάλιστα μα‐ κάριοι δοκοῦντες εἶναι τοῖς πολλοῖς· ἐὰν δὲ τῆς οὐρα‐ νίας ὁδοῦ λαβώμεθα καὶ ἐπὶ τὸ σύννομον ἄστρον τὴν
20ζωὴν τὴν ἑαυτῶν ἀπερείσωμεν, τότε φιλοσοφήσομεν ζῶντες ἀληθῶς καὶ θεώμενοι θεωρίας ἀμηχάνους τὸ κάλλος, ἀτενίζοντες τῇ ψυχῇ πρὸς τὴν ἀλήθειαν ἀρα‐ ρότως καὶ θεώμενοι τὴν τῶν θεῶν ἀρχήν, εὐφραινό‐
μενοι καὶ χαίροντες συνεχῶς ἀπὸ τοῦ θεωρεῖν, ἡδόμενοι60
Protr
.

61

χωρὶς πάσης λύπης. οὕτως οὖν ἐπιόντες εἰς πᾶσαν εὐδαιμονίαν εὑρίσκομεν ἡμῖν συμβαλλόμενον τὸ φιλο‐ σοφεῖν· διόπερ αὐτοῦ ἀντιλαμβάνεσθαι ἄξιον ὡς σπου‐ δαιοτάτου καὶ μάλιστα ἡμῖν προσήκοντος.
5 Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ποιήσασθαί τινα ἐπὶ τοῦτο παράκλησιν, ἴθι δὴ καὶ ἀπὸ τούτων ἐπέλθωμεν οὑτωσί. κινδυνεύου‐ σιν ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτη‐
10δεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι. καὶ μάλα εἰκότως. λέληθε γὰρ τοὺς πολλοὺς ᾗ τε θανατῶσι καὶ ᾗ ἄξιοί εἰσι θανάτου καὶ οἵου θανάτου οἱ ὡς ἀληθῶς φιλόσοφοι. θάνατος μὲν οὖν ἐστιν οὐκ ἄλλο τι ἢ ἡ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγή, καὶ
15ἔστι τοῦτο τὸ τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ αὑτὸ τὸ σῶμα γεγονέναι, χω‐ ρὶς δὲ τὴν ψυχὴν τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθ’ αὑτὴν εἶναι. τούτου δὴ οὖν οὕτως ἔχοντος, εἰκότως δὴ οὐκ ἔστι φιλοσόφου ἀνδρὸς ἐσπουδακέναι
20περὶ τὰς ἡδονὰς καλουμένας τὰς τοιάσδε, οἷον σίτων τε καὶ ποτῶν, οὐδὲ τὰς τῶν ἀφροδισίων· ἀλλ’ οὐδὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα θεραπείας ἐντίμους ἡγή‐ σεται ὁ τοιοῦτος, οἷον ἱματίων διαφερόντων κτήσεις καὶ ὑποδημάτων, καὶ τοὺς ἄλλους καλλωπισμοὺς τοὺς
25περὶ τὸ σῶμα οὐ τιμᾷ, ἀτιμάζει δὲ καθόσον μὴ πολλὴ ἀνάγκη μετέχειν αὐτῶν. ὅλως δοκεῖ ἡ τοῦ τοιούτου
πραγματεία οὐ περὶ τὸ σῶμα εἶναι, ἀλλὰ καθόσον61
Protr
.

62

δύναται ἀφεστάναι αὐτοῦ, πρὸς δὲ τὴν ψυχὴν τετρά‐ φθαι. καὶ ἐν τοῖς τοιούτοις οὖν δῆλός ἐστιν ὁ φιλό‐ σοφος ἀπολύων ὅτι μάλιστα τὴν ψυχὴν ἀπὸ τῆς τοῦ σώματος κοινωνίας διαφερόντως τῶν ἄλλων ἀνθρώπων.
5καὶ δοκεῖ γέ που διὰ τοῦτο τοῖς πολλοῖς ἀνθρώποις, ᾧ μηδὲν ἡδὺ τῶν τοιούτων μηδὲ μετέχει αὐτῶν, οὐκ ἄξιον εἶναι ζῆν, ἀλλ’ ἐγγύς τι τείνειν τοῦ τεθνάναι ὁ μηδὲν φροντίζων τῶν ἡδονῶν αἳ διὰ τοῦ σώματός εἰσι. καὶ μὴν περί γε αὐτὴν τὴν τῆς φρονήσεως
10κτῆσιν ἐμπόδιον τὸ σῶμα, ἐάν τις αὐτὸ ἐν τῇ ζητήσει κοινωνὸν συμπαραλαμβάνῃ. οἷον τὸ τοιόνδε λέγω· οὐκ ἔχει ἀλήθειάν τινα ὄψις τε καὶ ἀκοὴ τοῖς ἀνθρώ‐ ποις· τὰ γὰρ τοιαῦτα οἱ ποιηταὶ ἀεὶ ἡμῖν θρυλλοῦσιν, ὅτι οὔτε ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν. καίτοι
15εἰ αὗται τῶν περὶ τὸ σῶμα αἰσθήσεων μὴ ἀκριβεῖς εἰσι μηδὲ σαφεῖς, σχολῇ αἵ γε ἄλλαι· πᾶσαι γάρ που τούτων φαυλότεραί εἰσιν. οὐκοῦν εἰ ἡ ψυχὴ τῆς ἀλη‐ θείας ἀποτυγχάνει, ὅταν μετὰ τοῦ σώματος ἐπιχειρῇ τι σκοπεῖν (δῆλον γὰρ ὅτι τότε ἐξαπατᾶται ὑπ’ αὐτοῦ),
20πάντως που ἐν τῷ λογίζεσθαι, εἴπερ που ἄλλοθι, κατάδηλον αὐτῇ γίγνεταί τι τῶν ὄντων. λογίζεται δέ γέ που τότε κάλλιστα, ὅταν αὐτὴν τούτων μηδὲν παρα‐ λυπῇ, μήτε ἀκοὴ μήτε ὄψις μήτε ἀλγηδὼν μηδέ τις ἡδονή, ἀλλ’ ὅτι μάλιστα αὐτὴ καθ’ αὑτὴν γίγνηται
25ἐῶσα χαίρειν τὸ σῶμα, καὶ καθόσον δύνηται μὴ κοινω‐ νοῦσα αὐτῷ μηδὲ ἁπτομένη ὀρέγηται τοῦ ὄντος. οὐκ‐ οῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ
καθ’ αὑτὴν γίγνεσθαι.62
Protr
.

63

Μάλιστα δὲ ἔσται τοῦτο δῆλον ἀπὸ τῆς τῶν εἰδῶν θεωρίας. τὸ γὰρ δίκαιον αὐτὸ καὶ καλὸν καὶ ἀγαθὸν καὶ πάντα οἷς ἐπισφραγιζόμεθα τὸ ὅ ἐστιν, οὐδεπώποτέ τις τοῖς ὀφθαλμοῖς εἶδεν, οὐδὲ ἄλλῃ τινὶ αἰσθήσει
5τῶν διὰ τοῦ σώματος ἐφήψατο αὐτῶν, ἀλλ’ ὃς ἂν μάλιστα ἡμῶν καὶ ἀκριβέστατα παρασκευάσηται αὐτὸ ἕκαστον διανοηθῆναι περὶ οὗ σκοπεῖ, οὗτος ἂν ἐγγύ‐ τατα ἴοι τοῦ γνῶναι ἕκαστον. οὐκοῦν ἐκεῖνος ἂν τοῦτο ποιήσειεν καθαρώτατα, ὅστις ὅ τι μάλιστα αὐτῇ τῇ
10διανοίᾳ ἴοι ἐφ’ ἕκαστον, μήτε τὴν ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε ἄλλην αἴσθησιν ἐφέλκων μηδε‐ μίαν μετὰ τοῦ λογισμοῦ, ἀλλ’ αὐτῇ καθ’ αὑτὴν εἰλι‐ κρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ καθ’ αὑτὸ εἰλικρινὲς ἕκαστον ἐπιχειροίη θηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς
15ὅ τι μάλιστα ὀφθαλμῶν τε καὶ ὤτων καὶ ὡς ἔπος εἰπεῖν ξύμπαντος τοῦ σώματος, ὡς ταράττοντος καὶ οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασθαι ἀλήθειάν τε καὶ φρόνησιν, ὅταν κοινωνῇ. οὗτος γάρ ἐστιν, εἴπερ τις ἄλλος, ὁ τευξό‐ μενος τοῦ ὄντος. ἀνάγκη δὴ οὖν ἐκ πάντων τούτων
20παρίστασθαι δόξαν τοιάνδε τινὰ τοῖς γνησίοις φιλο‐ σόφοις, ὥστε καὶ πρὸς ἀλλήλους τοιαῦτα ἄττα λέγειν, ὅτι κινδυνεύει τι ὥσπερ ἀτραπὸς ἐκφέρειν ἡμᾶς μετὰ τοῦ λόγου ἐν τῇ σκέψει, ὅτι, ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ ξυμπεφυρμένη 〈ᾖ〉 ἡμῶν ἡ ψυχὴ μετὰ τοιούτου
25κακοῦ, οὐ μήποτε κτησώμεθα ἱκανῶς οὗ ἐπιθυμοῦμεν· φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληθές. μυρίας μὲν γὰρ
ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν63
Protr
.

64

τροφήν· ἔτι δὲ ἄν τινες νόσοι προσπέσωσιν, ἐμποδί‐ ζουσιν ἡμῶν τὴν τοῦ ὄντος θήραν. ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς
5ἀληθῶς τῷ ὄντι ὑπ’ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγί‐ γνεται οὐδέποτε οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τού‐ του ἐπιθυμίαι. διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίνονται, τὰ δὲ χρήματα ἀναγκα‐
10ζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ πάντα ταῦτα. τὸ δὲ ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ’ αὐτοῦ καὶ τρα‐ πώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσιν αὖ
15πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπ’ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι, εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα· καὶ τότε,
20ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμέν τε καί φαμεν ἐρασταὶ εἶναι, φρόνησις, ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δὲ οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν τὰ ἕτερα, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι·
25τότε γὰρ αὐτὴ καθ’ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δὲ οὔ. καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως ὡς ἔοικεν ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅ τι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν,
ὅ τι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου64
Protr
.

65

φύσεως ἀλλὰ καθαρεύωμεν ἀπ’ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν καθαροὶ ἀπαλλατ‐ τόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα καὶ γνωσόμεθα δι’ ἡμῶν αὐτῶν
5πᾶν τὸ εἰλικρινές· τοῦτο δ’ ἐστὶν ἴσως τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. κάθαρσις δὲ τοῦτο ξυμβαίνει, ὅπερ πάλαι ἐν τῷ λόγῳ λέγεται, τὸ χωρίζειν ὅ τι μάλιστα ἀπὸ τοῦ σώματος τὴν ψυχὴν καὶ ἐθίσαι αὐτὴν καθ’ αὑτὴν πανταχόθεν
10ἐκ τοῦ σώματος συναγείρεσθαί τε καὶ ἀθροίζεσθαι, καὶ οἰκεῖν κατὰ τὸ δυνατὸν καὶ ἐν τῷ νῦν παρόντι καὶ ἐν τῷ ἔπειτα μόνην καθ’ αὑτήν, ἐκλυομένην ὥσπερ ἐκ δεσμῶν ἐκ τοῦ σώματος. τοῦτο δὲ θάνατος ὀνο‐ μάζεται, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος.
15λύειν δέ γε αὐτήν, ὥς φαμεν, προθυμοῦνται ἀεὶ μά‐ λιστα καὶ μόνοι οἱ φιλοσοφοῦντες ὀρθῶς, καὶ τὸ μελέ‐ τημα αὐτὸ τοῦτό ἐστι τῶν φιλοσόφων, λύσις καὶ χωρι‐ σμὸς ψυχῆς ἀπὸ σώματος. ὥστε τὸ μέγιστον ἡμῖν ἀγαθὸν ἡ φιλοσοφία παρέχουσα, τὴν ἀπαλλαγὴν τῶν
20ἐν τῇ ψυχῇ καὶ γενέσει δεσμῶν, περισπούδαστος ἂν εἴη διαφερόντως. Ἀλλὰ μὴν καὶ ἡ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω διακειμένοις μάλιστα προσήκει, καὶ ἡ σωφροσύνη, ἣν καὶ οἱ πολλοὶ ὀνομάζουσι σωφροσύνην, τὸ περὶ τὰς
25ἐπιθυμίας μὴ ἐπτοῆσθαι ἀλλ’ ὀλιγώρως ἔχειν καὶ65
Protr
.

66

κοσμίως, τούτοις μόνοις προσήκει, τοῖς μάλιστα τοῦ σώματος ὀλιγωροῦσί τε καὶ ἐν φιλοσοφίᾳ ζῶσιν. εἰ γὰρ ἐθέλεις ἐννοῆσαι τήν γε τῶν ἄλλων ἀνδρείαν τε καὶ σωφροσύνην, δόξει σοι εἶναι ἄτοπος. οἶσθα γὰρ
5δήπου ὅτι τὸν θάνατον ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων κακῶν. οὐκοῦν φόβῳ μειζόνων ὑπομένουσιν αὐτῶν οἱ ἀνδρεῖοι τὸν θάνατον, ὅταν ὑπομένωσι. τῷ δεδιέναι ἄρα καὶ δέει ἀνδρεῖοί εἰσι πάντες πλὴν οἱ φιλόσοφοι. καίτοι ἄλογόν γε δέει τινὰ καὶ δειλίᾳ
10ἀνδρεῖον εἶναι, τί δὲ οἱ κόσμιοι αὐτῶν; οὐ ταὐτὸν τούτῳ πεπόνθασιν; ἀκολασίᾳ τινὶ σώφρονές εἰσι; καί‐ τοι φαμέν γε ἀδύνατον εἶναι, ἀλλ’ ὅμως αὐτοῖς συμ‐ βαίνει τούτῳ ὅμοιον τὸ πάθος τὸ περὶ ταύτην τὴν εὐήθη σωφροσύνην· φοβούμενοι γὰρ ἑτέρων ἡδονῶν
15στερηθῆναι καὶ ἐπιθυμοῦντες ἐκείνων, ἄλλων ἀπέ‐ χονται ὑπ’ ἄλλων κρατούμενοι. καίτοι καλοῦσί γε ἀκολασίαν τὸ ὑπὸ τῶν ἡδονῶν ἄρχεσθαι· ἀλλ’ ὅμως συμβαίνει αὐτοῖς κρατουμένοις ὑφ’ ἡδονῶν κρατεῖν ἄλλων ἡδονῶν. τοῦτο δ’ ὅμοιόν ἐστιν ὃ νῦν δὴ
20ἔλεγον, τρόπον τινὰ δι’ ἀκολασίαν αὐτοὺς σεσωφρο‐ νίσθαι. οὐ τοίνυν αὕτη ἐστὶν ἡ ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσθαι, μείζω πρὸς ἐλάττω, ὥσπερ νομίσματα, ἀλλ’ ᾖ ἐκεῖνο μόνον τὸ
25νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάτ‐ τεσθαι, φρόνησις, καὶ τούτου μὲν πάντα καὶ μετὰ τούτου ὠνούμενά τε καὶ πιπρασκόμενα τῷ ὄντι ᾖ καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην
ἀληθὴς ἀρετὴ μετὰ φρονήσεως, καὶ προσγινομένων66
Protr
.

67

καὶ ἀπογιγνομένων καὶ ἡδονῶν καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων· χωριζόμενα δὲ φρονή‐ σεως καὶ ἀλλαττόμενα ἀντὶ ἀλλήλων σκιαγραφία τίς ἐστιν ἡ τοιαύτη ἀρετὴ καὶ τῷ ὄντι ἀνδραποδώδης τε
5καὶ οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἔχει, τὸ δὲ ἀληθὲς τῷ ὄντι ἐστὶ κάθαρσίς τις τῶν τοιούτων πάντων, καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία καὶ αὐτὴ ἡ φρόνησις μὴ καθαρμός τις ᾖ. καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοι
10εἶναι, ἀλλὰ τῷ ὄντι πάλαι αἰνίττεσθαι ὅτι ὃς ἂν ἀμύητος ἢ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται, ἐν βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε ἀφικό‐ μενος μετὰ θεῶν οἰκήσει. εἰσὶ γὰρ δή, φασὶν οἱ περὶ τὰς τελετάς, ‘ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε
15παῦροι‘, οὗτοι δ’ εἰσὶ κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες. εἰ τοίνυν καὶ ἀρετὴν τελείαν καὶ κάθαρσιν τῆς ψυχῆς φιλοσοφία μόνη παρέχειν πέφυκε, μόνης αὐτῆς ἀντιλαμβάνεσθαι ἄξιον. εἰς γὰρ θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ
20ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἄλλῳ ἢ τῷ φιλομαθεῖ. ἀλλὰ τούτων ἕνεκα οἱ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς αὑτούς, οὐχὶ οἰκοφθορίαν τε καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρή‐
25ματοι· οὐδὲ αὖ ἀτιμίαν τε καὶ ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ οἱ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν. τοιγάρτοι τούτοις μὲν ἅπασιν ἐκεῖνοι
οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ μὴ σώματι πλάτ‐67
Protr
.

68

τοντες ζῶσι, χαίρειν εἰπόντες οὐ κατὰ τὰ αὐτὰ πορεύ‐ ονται αὐτοῖς, ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται, αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης λύσει τε καὶ καθαρμῷ ταύτῃ τρέπονται
5ἐκείνῃ ἑπόμενοι, ᾗ ἐκείνη ὑφηγεῖται. γιγνώσκουσι γὰρ οἱ φιλομαθεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ δι’ ἑργ‐ μοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν
10δι’ αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ κυλινδουμένην, καὶ τοῦ ἑργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’ ἐπιθυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος ξυλλήπτωρ εἴη τῷ δεδέσθαι, —ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι οὕτω παραλαβοῦσα ἡ φιλοσοφία
15ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυθεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης 〈μὲν〉 μεστὴ ἡ διὰ τῶν ὀμμάτων σκέψις, ἀπάτης δὲ ἡ διὰ τῶν ὤτων καὶ τῶν ἄλλων αἰσθήσεων, πείθουσα δὲ ἐκ τούτων μὲν ἀναχωρεῖν ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆ‐
20σθαι, αὐτὴν δὲ εἰς αὑτὴν ξυλλέγεσθαι καὶ ἀθροίζεσθαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ’ ἢ αὐτὴν αὑτῇ, ὅ τι ἂν νοήσῃ αὐτὴ καθ’ αὑτὴν αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων, ὅ τι δ’ ἂν δι’ ἄλλων σκοπῇ ἐν ἄλλοις ὂν ἄλλο, μηδὲν ἡγεῖσθαι ἀληθές· εἶναι δὲ
25τὸ μὲν τοιοῦτον αἰσθητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ νοητόν τε καὶ ἀειδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι ἡ τοῦ ὡς ἀληθῶς φιλο‐
σόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπι‐68
Protr
.

69

θυμιῶν καὶ λυπῶν καθόσον δύναται, λογιζομένη ὅτι, ἐπειδάν τις σφόδρα ἡσθῇ ἢ λυπηθῇ ἢ φοβηθῇ ἢ ἐπι‐ θυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαθεν ἀπ’ αὐτῶν ὡς ἄν τις οἰηθείη, οἷον ἢ νοσήσας ἤ τι ἀναλώσας διὰ
5τὰς ἐπιθυμίας, ἀλλ’ ὃ πάντων μέγιστόν τε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό, ὅτι δὴ ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται ἅμα τε ἡσθῆναι σφόδρα ἢ λυπηθῆναι ἐπὶ τούτῳ καὶ ἡγεῖσθαι, περὶ ὃ ἂν πάσχῃ μάλιστα τοῦτο, τοῦτο ἐναργέστατόν
10τε εἶναι καὶ ἀληθέστατον, οὐχ οὕτως ἔχον· ταῦτα δὲ μάλιστα ὁρατά. οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος, ἐπεὶ ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν
15ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ τοῦ ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγ‐ κάζεται, οἶμαι, ὁμότροπός τε καὶ ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς Ἅιδου καθαρῶς ἀφικέσθαι, ἀλλ’ ἀεὶ ἀναπλέα τοῦ σώματος ἐξιέναι, ὥστε ταχὺ πάλιν
20πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη [μὴ] ἐμφύεσθαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς τοῦ θείου τε καὶ καθαροῦ καὶ μονοειδοῦς συνουσίας. τούτων τοίνυν ἕνεκα οἱ δικαίως φιλομαθεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἱ πολλοὶ ἕνεκά φασιν. ἀλλ’ οὕτω
25λογίσαιτ’ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου, καὶ οὐκ ἂν οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι ἑαυτὴν λύειν
λυούσης δὲ ἐκείνης αὑτὴν παραδιδόναι ταῖς ἡδοναῖς69
Protr
.

70

καὶ λύπαις ἑαυτὴν πάλιν αὖ ἐγκαταδεῖν καὶ ἀνήνυτον ἔργον πράττειν, Πενελόπης τινὰ ἐναντίως ἱστὸν μετα‐ χειριζομένης· ἀλλὰ γαλήνην τούτων παρασκευάζουσα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα, τὸ ἀληθὲς
5καὶ τὸ θεῖον καὶ τὸ ἀδόξαστον θεωμένη καὶ ὑπ’ ἐκείνου τρεφομένη, ζῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν ζῇ, καὶ ἐπειδὰν τελευτήσῃ εἰς τὸ ξυγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν. ἐκ δὴ τῆς τοιαύτης ἐφόδου φαίνεται ἡμῖν
10φιλοσοφία ἀπαλλαγὴν τῶν ἀνθρωπίνων δεσμῶν παρ‐ έχειν καὶ λύσιν τῆς γενέσεως καὶ περιαγωγὴν ἐπὶ τὸ ὂν καὶ γνῶσιν τῆς ὄντως ἀληθείας καὶ κάθαρσιν ταῖς ψυχαῖς. εἰ δὲ ἐν τούτῳ μάλιστά ἐστιν ἡ ὄντως εὐδαι‐ μονία, σπουδαστέον περὶ αὐτήν, εἴπερ ὄντως βουλό‐
15μεθα μακάριοι εἶναι. Ἀλλὰ μὴν καὶ τόδε διανοηθῆναι ἄξιον, ὅτι εἴπερ ἡ ψυχὴ ἀθάνατος, ἐπιμελείας δὴ δεῖται οὐχ ὑπὲρ τοῦ χρόνου μόνου τούτου ἐν ᾧ καλοῦμεν τὸ ζῆν, ἀλλ’ ὑπὲρ τοῦ παντός, καὶ ὁ κίνδυνος νῦν δὴ καὶ δόξειεν
20ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει. εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμα ἀπηλ‐ λάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς· νῦν δὲ ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν εἴη
25αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι. οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς Ἅιδου ἡ ψυχὴ ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς, ἃ δὴ καὶ λέγεται μέγιστα
ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ70
Protr
.

71

τῆς ἐκεῖσε πορείας. ἡ μὲν γὰρ ἀμείνων ψυχὴ μετὰ θεῶν οἰκεῖ καὶ περιπορεύεται κατ’ οὐρανὸν βελτίονός τε λήξεως τυγχάνει, ἡ δὲ ἀδίκων ἔργων ἁψαμένη καὶ ἀνοσιουργίας πλησθεῖσα καὶ ἀσεβείας εἰς τὰ ὑπὸ γῆν
5δικαιωτήρια ἐλθοῦσα δίκης τῆς προσηκούσης μεταλαγ‐ χάνει. ὧν δὴ ἕνεκα χρὴ πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη. καὶ τούτων δὴ ἕνεκα θαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ ἄνδρα, ὅστις ἐν τῷ βίῳ τὰς μὲν
10ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς κόσμους εἴασε χαίρειν, ὡς ἀλλοτρίους τε ὄντας καὶ πλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι, τὰς δὲ περὶ τὸ μανθάνειν ἐσπούδασέ τε καὶ κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ ἑαυτῆς κόσμῳ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ
15καὶ ἀνδρείᾳ καὶ ἐλευθερίᾳ καὶ ἀληθείᾳ, οὕτω περι‐ μένει τὴν εἰς Ἅιδου πορείαν, ὡς πορευσόμενος ὅταν ἡ εἱμαρμένη καλῇ. τούτων δὴ οὖν οὕτως ἐχόντων οὐ χρημάτων δεῖ ἐπιμελεῖσθαι ὅπως ἔσται ὡς πλεῖστα, οὐδὲ δόξης καὶ τιμῆς, ἀλλὰ φρονήσεως καὶ ἀληθείας
20καὶ τῆς ψυχῆς, ὅπως ὡς βελτίστη ἔσται. οὐ γὰρ δεῖ τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖσθαι, τὰ δὲ φαυλότερα περὶ πλείονος. οὔτε σωμάτων οὖν ἐπι‐ μελεῖσθαι οὔτε χρημάτων δεῖ πρότερον, οὐδὲ οὕτως σφόδρα ὡς τῆς ψυχῆς, ὅπως ὡς ἀρίστη ἔσται· οὐ γὰρ
25ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ’ ἐξ ἀρετῆς χρήματα
καὶ τἆλλα ἀγαθὰ τοῖς ἀνθρώποις πάντα καὶ ἰδίᾳ καὶ71
Protr
.

72

δημοσίᾳ. ἕν τι οὖν τοῦτο διανοεῖσθαι δεῖ ἀληθές, ὅτι οὐκ ἔσται ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα, ὥστε εἰς ἑαυτὸν διανηρτῆσθαι πάντα τὰ
5ἀγαθὰ τὰ εἰς εὐδαιμονίαν φέροντα, καὶ ὁ τούτου ἐγγύτατα παρεσκευασμένος οὗτος ἂν μάλιστα μακαριώ‐ τατος διαζήσειεν. τοιαῦται ἔστωσαν καὶ αἱ ἀπὸ τού‐ των ἐπὶ τὴν εἰς φιλοσοφίαν προτροπὴν ἔφοδοι. Δεῖ δὲ καὶ ἀπὸ τοῦ βίου τῶν κορυ‐
10φαίων ἐν φιλοσοφίᾳ ἀνδρῶν ἑπομένως ταῖς Πυθα‐ γόρου ὑποθήκαις ποιήσασθαι τὴν προτροπήν. οἱ γὰρ τοιοῦτοί που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευ‐ τήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νό‐
15μους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι· σπουδαὶ δὲ ἑταιρειῶν ἐπ’ ἀρ‐ χὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστιν ἐκ προ‐
20γόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδ’ ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπι‐
25δημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ72
Protr
.

73

καὶ οὐδέν, ἀτιμάσασα πανταχῇ πέτεται κατὰ Πίνδαρον τά τε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα, οὐρανοῦ τε ὕπερ ἀστρονομοῦσα καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς
5οὐδὲν ἑαυτὴν συγκαθιεῖσα. ὥσπερ δὴ καὶ Θαλῆν ἀστρονομοῦντα καὶ ἀναβλέποντα πεσόντα εἰς φρέαρ Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀπο‐ σκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ὄπισθεν αὐτοῦ καὶ παρὰ πόδας λαν‐
10θάνοι αὐτόν. ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι τὸν τοι‐ οῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει, ἀλλ’ ὀλίγου καὶ 〈εἰ〉 ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα· τί δή ποτ’ ἐστὶν ἄνθρωπος καὶ τί
15τῇ τοιαύτῃ φύσει προσήκει διαφέρον τῶν ἄλλων ἢ ποιεῖν ἢ πάσχειν, ζητεῖ τε καὶ πράγματ’ ἔχει διερευ‐ νώμενος. τοιγάρτοι ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλ‐
20μοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτηρίας παρεχομένη. ἔν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν αὐτὸς
25οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετη‐ κέναι· ἀπορῶν οὖν γελοῖος φαίνεται· ἔν τε τοῖς ἐπαί‐
νοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως,73
Protr
.

74

ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι. τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον ἕνα τῶν νομέων οἷον συβώτην ἢ ποιμένα ἤ τινα βου‐ κόλον ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλ‐
5λοντα γάλα, δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπι‐ βουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς, ἀγροῖκον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. γῆς δὲ ὅταν μυρία
10πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν
15ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλεῖς καὶ δοῦλοι βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι
20γεγόνασιν ὁτῳοῦν, ἀλλ’ ἐπὶ πέντε καὶ εἴκοσι κατα‐ λόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος 〈ἄτοπα αὐτῷ παταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ ἀπ’ Ἀμφιτρύωνοσ〉 εἰς τὸ ἄνω 〈πεντεκαιεικοστὸσ〉 τοιοῦτος ἦν οἵα συνέβαινεν
25αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ’ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ
τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων,74
Protr
.

75

ὡς δοκεῖ, τὰ δ’ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν. ὅταν δέ γέ τινα αὐτὸς ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ Τί ἐγὼ σὲ ἀδικῶ ἢ σὺ ἐμέ; εἰς σκέψιν αὖ τῆς δικαιοσύνης τε καὶ
5ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον; ἢ ἐκ τοῦ Εἰ βασιλεὺς εὐδαί‐ μων κεκτημένος πολὺ χρυσίον, [ἢ] βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπί‐ σκεψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου
10φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀπο‐ φυγεῖν, —περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν. ἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετ‐
15έωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐδ’ ἄλλῳ ἀπαιδεύτῳ οὐδενί (οὐδὲ γὰρ αἰσθάνονται), τοῖς δὲ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. οὗτος δὴ ἑκατέρου τρόπος τῆς ζωῆς· ὁ μὲν τῷ ὄντι ἐν
20ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ 〈δεῖ〉 φιλόσοφον καλεῖν, 〈ᾧ〉 ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι, ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μηδὲ ὄψον ἡδῦναι ἢ θῶπας λόγους· ὁ δ’ αὖ τὰ μὲν
25τοιαῦτα πάντα δυναμένου τορῶς θατέρου καὶ ὀξέως
διακονεῖν, ἀναβάλλεσθαι 〈δὲ〉 οὐκ ἐπισταμένου ἐπὶ75
Protr
.

76

δεξιὰ ἐλευθέρως οὐδὲ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων βίον ἀληθῆ. οἶμαι δὴ οὖν, εἰ πείθοιντο οἱ ἄνθρωποι τούτοις, πλείονα ἂν εἰρήνην καὶ κακὰ ἐλάττω κατ’ αὐτοὺς
5ἔσεσθαι. τὰ μὲν οὖν κακὰ οὔτ’ ἀπολέσθαι δυνατόν (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη), οὔτ’ ἐν θεοῖς αὐτὰ ἱδρύσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πει‐ ρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅ τι τάχιστα. φυγὴ
10δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γὰρ οὐ πάνυ ῥᾴδιον πεῖσαι, ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον τὸ δ’ οὔ, ἵνα δὴ
15μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι. ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγομεν. θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅ τι
20δικαιότατος. περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ ἡ οὐδένειά τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δὲ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις
25γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστ’ ἔχει τι τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι· ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ
λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλὰ ἄνδρες οἵους δεῖ ἐν76
Protr
.

77

πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τὸ ἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται· ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσι, πληγαί τε καὶ
5θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν. παραδειγμάτων γὰρ ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ 〈ἀθέου〉 ἀθλιωτάτου, οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι
10τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι. οὗ δὴ τίνουσι δίκην ζῶντες τὸν εἰκότα βίον ᾧ ὡμοιοῦντο. ἐὰν δὲ εἴπωμεν ὅτι, ἐὰν μὴ ἀπαλ‐ λαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται,
15ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς ξυνόντες, ταῦτα δὴ καὶ παντά‐ πασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκού‐ σονται, καὶ μάλα δὴ ὑπέρογκον φρονοῦντες. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί
20τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φεύγειν, τότε ἀτόπως τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι, καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων δοκεῖν μηδὲν δια‐
25φέρειν. εἰ δὴ ταῦτα οὕτως ἔχει, καὶ ὁ βίος θειότερός τε εἶναι καὶ εὐδαιμονέστερος φαίνεται τῶν ἐν φιλο‐ σοφίᾳ διαγόντων, οὐδὲν ἄλλο χρὴ πράττειν ἢ φιλο‐
σοφίας ἀντιλαμβάνεσθαι γενναίως.77
Protr
.

78

Μετὰ ταῦτα δὴ ἀπεικάσαι δεῖ τοιούτῳ πάθει τὴν ἡμετέραν φύσιν παιδείας τε πέρι καὶ ἀπαιδευσίας. ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώ‐ δει, ἀναπεπταμένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ
5μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν, φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον
10ὄπισθεν αὐτῶν, μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμω‐ τῶν ἐπάνω ὁδόν, παρ’ ἣν εἶναι τειχίον ᾠκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρό‐ κειται τὰ παραφράγματα, ὑπὲρ ὧν τὰ θαύματα δει‐ κνύουσιν. ἔτι τοίνυν ὅρα παρὰ τοῦτο τὸ τειχίον φέ‐
15ροντας ἀνθρώπους σκεύη τε παντοδαπὰ ὑπερέχοντα τοῦ τειχίου καὶ ἀνδριάντας καὶ ἄλλα ζῷα λίθινά τε καὶ ξύλινα καὶ παντοῖα εἰργασμένα, οἷον εἰκός, τοὺς μὲν φθεγγομένους, τοὺς δὲ σιγῶντας τῶν παραφερόντων. τὴν δὴ ἄτοπον εἰκόνα ταύτην καὶ τοὺς δεσμώτας τοὺς
20ἀτόπους θὲς εἶναι ὁμοίους ἡμῖν. τοὺς γὰρ τοιούτους πρῶτον μὲν ἑαυτῶν τε καὶ ἀλλήλων οἴει ἄν τι ἑωρα‐ κέναι ἄλλο πλὴν τὰς σκιὰς τὰς ὑπὸ τοῦ πυρὸς εἰς τὸ κατ’ ἀντικρὺ αὐτῶν τοῦ σπηλαίου προσπιπτούσας; οὐδὲν ἄλλο. πῶς γάρ, εἰ ἀκινήτους γε τὰς κεφαλὰς
25ἔχειν ἠναγκασμένοι εἶεν διὰ βίου; τί δὲ τῶν παρα‐ φερομένων; οὐ ταὐτὸν τοῦτο; τί μήν; εἰ οὖν δια‐
λέγεσθαι οἷοί τ’ εἶεν πρὸς ἀλλήλους, οὐ ταῦτα ἡγῇ78
Protr
.

79

ἂν τὰ ὄντα αὐτοὺς ὀνομάζειν, ἅπερ ὁρῷεν; ἀνάγκη. τί δ’; εἰ καὶ ἠχὼ τὸ δεσμωτήριον ἐκ τοῦ κατ’ ἀντικρὺ ἔχοι, ὁπότε τις τῶν παριόντων φθέγξαιτο, οἴει ἂν ἄλλο τι αὐτοὺς ἡγεῖσθαι τὸ φθεγγόμενον ἢ τὴν παριοῦσαν
5σκιάν; οὐδὲν ἄλλο. παντάπασι δὴ οὖν οἱ τοιοῦτοι οὐκ ἂν ἄλλο τι νομίζοιεν τὸ ἀληθὲς ἢ τὰς τῶν σκευ‐ αστῶν σκιάς. πολλὴ ἀνάγκη. σκόπει οὖν αὐτῶν λύσιν τε καὶ ἴασιν τῶν τε δεσμῶν καὶ τῆς ἀφροσύνης, οἵα τις ἂν εἴη, εἰ φύσει τοιάδε ξυμβαίνοι αὐτοῖς· ὁπότε
10τις λυθείη καὶ ἀναγκάζοιτο ἐξαίφνης ἀνίστασθαί τε καὶ περιάγειν τὸν αὐχένα καὶ βαδίζειν καὶ πρὸς τὸ φῶς ἀναβλέπειν, πάντα δὲ ταῦτα ποιῶν ἀλγοῖ τε καὶ διὰ τὰς μαρμαρυγὰς ἀδυνατοῖ καθορᾶν ἐκεῖνα ὧν τότε τὰς σκιὰς ἑώρα, τί ἂν οἴει αὐτὸν εἰπεῖν, εἴ τις
15αὐτῷ λέγοι ὅτι τότε μὲν ἑώρα φλυαρίας, νῦν δὲ μᾶλλόν τι ἐγγυτέρω τοῦ ὄντος καὶ πρὸς μᾶλλον ὄντα τετραμ‐ μένος ὀρθότερον βλέποι, καὶ δὴ καὶ ἕκαστον τῶν παριόντων δεικνὺς αὐτῷ ἀναγκάζοι ἐρωτῶν ἀποκρί‐ νασθαι ὅ τι ἐστίν; οὐκ οἴει αὐτὸν ἀπορεῖν τε ἂν καὶ
20ἡγεῖσθαι τὰ τότε ὁρώμενα ἀληθέστερα ἢ τὰ νῦν δει‐ κνύμενα; πάντως δήπου. οὐκοῦν κἂν εἰ πρὸς αὐτὸ τὸ φῶς ἀναγκάζοι αὐτὸν βλέπειν, ἀλγεῖν τε ἂν τὰ ὄμματα καὶ φεύγειν ἀποστρεφόμενον πρὸς ἐκεῖνα ἃ δύναται καθορᾶν, καὶ νομίζειν ταῦτα τῷ ὄντι σαφέ‐
25στερα τῶν δεικνυμένων; εἰ δὲ ἐντεῦθεν ἕλκοι τις αὐτὸν βίᾳ διὰ τραχείας τῆς ἀναβάσεως καὶ ἀνάν‐ τους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου
φῶς, ὀδυνᾶσθαί τε ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον; καὶ79
Protr
.

80

ἐπειδὴ πρὸς τὸ φῶς ἔλθοι, αὐγῆς ἂν ἔχοντα τὰ ὄμ‐ ματα μεστὰ ὁρᾶν οὐδ’ ἂν ἓν δύνασθαι τῶν 〈νῦν〉 λεγομένων ἀληθῶν, ὥστε ἐξαίφνης αὐτοῖς προσβάλ‐ λοντας; συνηθείας δή, οἶμαι, δέοιτ’ ἄν, εἰ μέλλοι τὰ
5ἄνω ὄψεσθαι· καὶ πρῶτον μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῴη, καὶ μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον δὲ αὐτά· ἐκ δὲ τούτων τὰ ἐν τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον θεάσαιτο, προσβλέπων τὸ
10τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἢ μεθ’ ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ ἡλίου. τελευταῖον δή, οἶμαι, τὸν ἥλιον οὐκ ἐν ὕδασιν οὐδ’ ἐν ἀλλοτρίᾳ ἕδρᾳ φαντάσ‐ ματα αὐτοῦ, ἀλλ’ αὐτὸν καθ’ αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτ’ ἂν κατιδεῖν καὶ θεάσασθαι οἷός τέ ἐστι. καὶ
15μετὰ ταῦτ’ ἂν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ, ὅτι οὗτος ὁ τάς τε ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπι‐ τροπεύων τὰ ἐν τῷ ὁρωμένῳ τόπῳ, καὶ ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος. δῆλον γὰρ ὅτι ἐπὶ ταῦτα ἂν μετ’ ἐκεῖνα ἔλθοι. τί οὖν; ἀνα‐
20μιμνῃσκόμενον αὐτὸν τῆς πρώτης οἰκήσεως καὶ τῆς ἐκεῖ σοφίας καὶ τῶν τότε ξυνδεσμωτῶν οὐκ ἂν οἴει αὑτὸν μὲν εὐδαιμονίζειν τῆς μεταβολῆς, τοὺς δὲ ἐλεεῖν; καὶ μάλα. τιμαὶ δὲ καὶ ἔπαινοι εἴ τινες ἦσαν αὐτοῖς τότε παρ’ ἀλλήλων καὶ γέρα τῷ ὀξύτατα καθορῶντι
25τὰ παριόντα, καὶ μνημονεύοντι μάλιστα ὅσα τε πρό‐ τερα αὐτῶν καὶ ὕστερα εἴωθε καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ δυνατώτατα ἀπομαντευομένῳ τὸ μέλλον
ἥξειν, δοκεῖς ἂν αὐτὸν ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ80
Protr
.

81

ζηλοῦν τοὺς παρ’ ἐκείνοις τιμωμένους τε καὶ ἐνδυνα‐ στεύοντας, ἢ τὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι καὶ σφόδρα βούλεσθαι ἐπάρουρον ἐόντα θητευέμεν ἄλλῳ ἀν‐ δρὶ παρ’ ἀκλήρῳ καὶ ὁτιοῦν ἂν πεπονθέναι μᾶλλον ἢ
5ἐκεῖνά τε δοξάζειν καὶ ἐκείνως ζῆν; οὕτως ἔγωγε οἶμαι, πᾶν μᾶλλον πεπονθέναι ἂν δέξασθαι ἢ ζῆν ἐκείνως. καὶ τόδε δὴ ἐννόησον· εἰ πάλιν ὁ τοιοῦτος καταβὰς εἰς τὸν αὐτὸν θᾶκον καθίζοιτο, ἆρ’ οὐ σκότους ἀνάπλεως σχοίη τοὺς ὀφθαλμούς, ἐξαίφνης ἥκων ἐκ τοῦ ἡλίου;
10μάλα γε. τὰς δὲ δὴ σκιὰς ἐκείνας πάλιν εἰ δέοι αὐτὸν γνωματεύοντα διαμιλλᾶσθαι τοῖς ἀεὶ δεσμώταις ἐκεί‐ νοις, ἐν ᾧ ἀμβλυωπεῖ, πρὶν καταστῆναι τὰ ὄμματα, οὗτος δὲ ὁ χρόνος μὴ πάνυ ὀλίγος εἴη τῆς συνηθείας, ἆρα οὐ γέλωτ’ ἂν παρέχοι, καὶ λέγοιτο ἂν περὶ αὐτοῦ,
15ὡς ἀναβὰς ἄνω διεφθαρμένος ἥκει τὰ ὄμματα, καὶ ὅτι οὐκ ἄξιον οὐδὲ πειρᾶσθαι ἀνιέναι, καὶ τὸν ἐπιχει‐ ροῦντα λύειν τε καὶ ἀνάγειν, εἴ πως ἐν ταῖς χερσὶ δύναιντο λαβεῖν καὶ ἀποκτείνειν, ἀποκτιννύναι ἄν; σφόδρα γε. ταύτην τοίνυν τὴν εἰκόνα προσαπτέον
20ἅπασαν ὡς ἀληθῶς τοῖς λεγομένοις, τὴν μὲν δι’ ὄψεως φαινομένην ἕδραν τῇ τοῦ δεσμωτηρίου οἰκήσει ἀφο‐ μοιοῦντα, τὸ δὲ τοῦ πυρὸς ἐν αὐτῇ φῶς τῇ τοῦ ἡλίου δυνάμει· τὴν δὲ ἄνω ἀνάβασιν καὶ θέαν τῶν ἄνω τὴν εἰς τὸν νοητὸν τόπον τῆς ψυχῆς ἄνοδον τιθεὶς οὐχ
25ἁμαρτήσει τῆς ἀληθείας. αὕτη δέ που οὕτω φαίνεται ἐν τῷ γνωστῷ τελευταία ἡ τοῦ ἀγαθοῦ ἰδέα καὶ μόγις ὁρᾶσθαι, ὀφθεῖσα δὲ συλλογιστέα εἶναι ὡς ἄρα πᾶσι
πάντων αὕτη ὀρθῶν τε καὶ καλῶν αἰτία, ἔν τε ὁρατῷ81
Protr
.

82

φῶς καὶ τὸν τούτου κύριον τεκοῦσα, ἔν τε νοητῷ αὐτὴ κυρία ἀλήθειαν καὶ νοῦν παρεχομένη, καὶ ὅτι δεῖ ταύτην ἰδεῖν τὸν μέλλοντα ἐμφρόνως πράξειν ἢ ἰδίᾳ ἢ δημοσίᾳ. εἰ δὴ τοῦτο ἔργον ἐστὶ τῆς παιδείας, καὶ
5τοσοῦτον πρόκειται τὸ διάφορον αὐτῆς πρὸς τὴν ἀπαι‐ δευσίαν, τί ἂν ἄλλο ἁρμόζοι ἢ παιδείας ἀντιλαμβάνε‐ σθαι καὶ φιλοσοφίας, τῶν δὲ νῦν δοκούντων εἶναι περισπουδάστων τοῖς πολλοῖς ἀφίεσθαι ὡς οὐδεμίαν ἐχόντων εἰς εὐδαιμονίαν ῥοπὴν ἀξιόλογον;
10 Ἔτι τοίνυν, εἰ ταῦτα ἀληθῆ, δεῖ νοῆσαι περὶ αὐτῶν τοιόνδε τι, τὴν παιδείαν οὐχ οἷόν τινες ἐπαγ‐ γελλόμενοί φασιν εἶναι, τοιαύτην καὶ εἶναι. φασὶ δέ που οὐκ ἐνούσης ἐν τῇ ψυχῇ ἐπιστήμης ἐντιθέναι, οἷον τυφλοῖς ὀφθαλμοῖς ὄψιν ἐντιθέντες. ὁ δέ γε νῦν λό‐
15γος σημαίνει ταύτην τὴν ἐνοῦσαν ἑκάστῳ δύναμιν ἐν τῇ ψυχῇ καὶ τὸ ὄργανον ᾧ καταμανθάνει ἕκαστος, οἷον εἰ ὄμμα μὴ δυνατὸν ἦν ἄλλως ἢ ξὺν ὅλῳ τῷ σώματι στρέφειν πρὸς τὸ φανὸν ἐκ τοῦ σκοτώδους, οὕτως ξὺν ὅλῃ τῇ ψυχῇ ἐκ τοῦ γιγνομένου περιακτέον
20εἶναι, ἕως ἂν εἰς τὸ ὂν καὶ τοῦ ὄντος τὸ φανότατον δυνατὴ γένηται ἀνασχέσθαι θεωμένη· τοῦτο δ’ εἶναί φαμεν τἀγαθόν. τούτου τοίνυν αὐτοῦ τέχνη ἂν εἴη, τῆς περιαγωγῆς, τίνα τρόπον ὡς ῥᾷστά τε καὶ ἀνυσι‐ μώτατα μεταστραφήσεται, οὐ τοῦ ἐμποιῆσαι αὐτῷ 〈τὸ〉
25ὁρᾶν, ἀλλ’ ὡς ἔχοντι μὲν αὐτό, οὐκ ὀρθῶς δὲ τετραμ‐ μένῳ οὐδὲ βλέποντι οἷ ἔδει, τοῦτο δεῖ μηχανήσασθαι.
αἱ μὲν τοίνυν ἄλλαι ἀρεταὶ καλούμεναι ψυχῆς κινδυ‐82
Protr
.

83

νεύουσιν ἐγγύς τι εἶναι τῶν τοῦ σώματος (τῷ ὄντι γὰρ οὐκ ἐνοῦσαι πρότερον ὕστερον ἐμποιεῖσθαι ἔθεσι καὶ ἀσκήσεσιν), ἡ δὲ τοῦ φρονῆσαι παντὸς μᾶλλον θειο‐ τέρου τινὸς τυγχάνει, ὡς ἔοικεν, οὖσα, ὃ τὴν μὲν
5δύναμιν οὐδέποτε ἀπόλλυσιν, ὑπὸ δὲ τῆς περιαγωγῆς χρήσιμόν τε καὶ ὠφέλιμον καὶ ἄχρηστον αὖ καὶ βλα‐ βερὸν γίγνεται. ἢ οὔπω ἐννενόηκας τῶν λεγομένων μὲν πονηρῶν, σοφῶν δέ, ὡς δριμὺ μὲν βλέπει τὸ ψυ‐ χάριον καὶ ὀξέως διορᾷ ταῦτα ἐφ’ ἃ τέτραπται, ὡς οὐ
10φαύλην ἔχον τὴν ὄψιν, κακίᾳ δὲ ἠναγκασμένον ὑπηρε‐ τεῖν, ὥστε ὅσῳ ἂν ὀξύτερον βλέπῃ, τοσούτῳ πλείω κακὰ ἐργαζόμενον; τοῦτο μέντοι τὸ τῆς τοιαύτης φύ‐ σεως εἰ ἐκ παιδὸς εὐθὺς κοπτόμενον περιεκόπη τὰς τῆς γενέσεως ξυγγενεῖς ὥσπερ μολυβδίδας, αἳ δὴ
15ἐδωδαῖς τε καὶ τοιούτων ἡδοναῖς τε καὶ λιχνείαις προσφυεῖς γιγνόμεναι περὶ τὰ κάτω στρέφουσι τὴν τῆς ψυχῆς ὄψιν, ὧν εἰ ἀπαλλαγὲν περιεστρέφετο εἰς τὰ ἀληθῆ, καὶ ἐκεῖνα ἂν τὸ αὐτὸ τοῦτο τῶν αὐτῶν ἀνθρώ‐ πων ὀξύτα〈τα ἑώρα, ὥσ〉περ καὶ ἐφ’ ἃ νῦν τέτραπται.
20 Νῦν δὴ οὖν, ὁπότε ἐνταῦθα γεγόναμεν, καὶ τὸ τῆς φιλοσοφίας ἔργον ὁποῖόν ἐστι φαίνεται, καὶ ὥς ἐστι τίμιον αὐτόθεν ἐστὶ κατάδηλον. τὸ γὰρ περιαι‐ ρεῖν τὴν γένεσιν ἀπὸ τῆς ψυχῆς καὶ ἐκκαθαίρειν τὴν λογίζεσθαι δυναμένην αὐτῆς ἐνέργειαν μάλιστα αὐτῇ
25προσήκει. οὗτος οὖν ἄριστος τρόπος τοῦ βίου, τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ἀσκοῦντας καὶ ζῆν καὶ τεθνάναι. τούτῳ οὖν ἑπώμεθα, εἰ βουλοίμεθα ὄν‐
τως εὐδαιμονήσειν.83
Protr
.

84

Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν παλαιῶν λόγων καὶ τῶν μύθων τῶν ἱερῶν τῶν τε ἄλλων καὶ τῶν Πυθα‐ γορείων ὑπομνῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αὐτὴν παράκλησιν, ἀρχώμεθα καὶ τούτου ἐντεῦθεν. ὀρθῶς
5λέγονται οἱ μηδενὸς δεόμενοι εὐδαίμονες εἶναι, καὶ ὡς τῶν ἀπεράντους ἐχόντων τὰς ἐπιθυμίας δεινὸς ὁ βίος. οὐ γάρ τι θαυμάζοιμ’ ἄν, εἰ Εὐριπίδης ἀληθῆ ἐν τοῖσδε λέγει, λέγων τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; καὶ
10ἡμεῖς τῷ ὄντι ἴσως τέθναμεν· ἤδη γάρ του ἔγωγε καὶ ἤκουσα τῶν σοφῶν, ὡς νῦν ἡμεῖς τέθναμεν, καὶ τὸ μὲν σῶμά ἐστιν ἡμῖν σῆμα, τῆς δὲ ψυχῆς τοῦτο, ἐν ᾧ ἐπιθυμίαι εἰσί, τυγχάνει ὂν οἷον ἀναπείθεσθαι καὶ μεταπίπτειν ἄνω κάτω, καὶ τοῦτο ἄρα τις μυθολογῶν
15κομψὸς ἀνήρ, ἴσως Σικελικός τις ἢ Ἰταλικός τις, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόν τε καὶ πιστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους· τῶν δὲ ἀνοήτων τοῦτο τῆς ψυχῆς, οὗ αἱ ἐπιθυμίαι εἰσί, τὸ ἀκόλαστον αὐτοῦ καὶ οὐ στεγανόν, ὡς τετρημένος εἴη
20πίθος διὰ τὴν ἀπληστίαν ἀπεικάσας. τοὐναντίον δὴ οὗτος τοῖς πολλοῖς ἀνθρώποις ἐνδείκνυται, ὡς τῶν ἐν Ἅιδου, τὸ ἀειδὲς δὴ λέγων, οὗτοι ἀθλιώτατοί εἰσιν οἱ ἀμύητοι, καὶ φοροῖεν εἰς τὸν τετρημένον πίθον ὕδωρ ἑτέρῳ τοιούτῳ τετρημένῳ κοσκίνῳ. τὸ δὲ κόσκι‐
25νον ἄρα λέγει, ὡς ἔφη ὁ πρὸς ἐμὲ λέγων, τὴν ψυχὴν εἶναι· τὴν δὲ ψυχὴν κοσκίνῳ ἀπείκασε τὴν τῶν ἀνοή‐
των ὡς τετρημένην, ἅτε οὐ δυναμένην στέγειν δι’ ἀπι‐84
Protr
.

85

στίαν τε καὶ λήθην. ταῦτα ἐπιεικῶς μέν ἐστιν ὑπό τι ἄτοπα, δηλοῖ μὴν ὃ ἐγὼ βούλομαι ἐνδείξασθαι, ὡς χρὴ μεταθέσθαι ἀπὸ τοῦ ἀπλήστως καὶ ἀκολάστως ἔχοντος βίου ἐπὶ τὸν κοσμίως καὶ τοῖς ἀεὶ παροῦσιν ἱκανῶς
5καὶ ἐξαρκούντως ἔχοντα βίον, καὶ πείθεσθαι εὐδαιμο‐ νεστέρους εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων. φέρε δὴ οὖν καὶ ἄλλην εἰκόνα εἴπω ἐκ τοῦ αὐτοῦ γυμνασίου τὴν νῦν. σκόπει γὰρ εἰ τοιόνδε δοκεῖ περὶ τοῦ βίου ἑκατέρου, τοῦ τε σώφρονος καὶ τοῦ ἀκολάστου, οἷον εἰ
10δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν, καὶ τῷ μὲν ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, ὁ μὲν οἴνου ὁ δὲ μέλιτος ὁ δὲ γάλακτος καὶ ἄλλοι πολλοὶ πολλῶν, νάματα δὲ σπάνια καὶ χαλεπὰ ἑκάστου τούτων εἴη καὶ μετὰ πολ‐ λῶν πόνων καὶ χαλεπῶν ἐκποριζόμενα· ὁ μὲν οὖν
15ἕτερος πληρωσάμενος μήτε ἐποχετεύοι μηδέ τι φρον‐ τίζοι, ἀλλ’ ἕνεκα τούτων ἡσυχίαν ἔχοι· τῷ δ’ ἑτέρῳ τὰ μὲν νάματα, ὥσπερ καὶ ἐκείνῳ, δυνατὰ μὲν πορί‐ ζεσθαι εἴη, χαλεπὰ δέ, τὰ δὲ ἀγγεῖα τετρημένα καὶ σαθρά, ἀναγκάζοιτο δὲ ἀεὶ καὶ νύκτα καὶ ἡμέραν πιμ‐
20πλάναι αὐτά, ἢ τὰς ἐσχάτας λυποῖτο λύπας ἆρα τοιού‐ του ὄντος τοῦ βίου, οὐκ ἔσται εὐδαιμονέστερος ὁ τοῦ κοσμίου ἢ τοῦ ἀκολάστου; ὁ μὲν γὰρ τῷ ὡς πλεῖστον ἐπιρρεῖν ἔχει τὸ εὔδαιμον, ἐν ᾧ πολὺ ἀνάγκη καὶ τὸ ἀπιὸν εἶναι καὶ μεγάλα ἄττα τὰ τρήματα εἶναι ταῖς
25ἐκροαῖς, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ χαραδριοῦ τινα βίον διαζῆν· ὁ δὲ πεπληρωμένος εἰσάπαξ τῶν οἰκείων ἀγα‐ θῶν αὐτάρκης ἀεὶ διαμένει πάντα τὸν χρόνον. τοιαύτη τίς ἐστι καὶ ἡ ἀρχαιοπρεπὴς παράκλησις ἐπὶ τὴν τῆς
ἀρετῆς ἐπιτήδευσιν.85
Protr
.

86

Ταύτῃ δ’ ἐστὶ συγγενὴς καὶ ἄλλη ἔφοδος ἡ κατ’ ἀναλογίαν ἀπὸ τῶν ἐν τῷ σώματι φαινομένων ἐναργῶν ἐπὶ τὰ τῆς ψυχῆς μεταβαίνουσα κακά τε καὶ ἀγαθά, καὶ τῶν μὲν κακῶν χωρίζουσα καὶ πρὸς τὰ
5αἰσχρὰ ἀλλοτριοῦσα τὴν προαίρεσιν ἡμῶν, τῶν δὲ ἀγαθῶν ἀντιλαμβάνεσθαι παντὶ σθένει παρακελευο‐ μένη, καὶ πρὸς τὰ καλὰ οἰκειοῦσα ἡμῶν τὴν διάνοιαν ἐξ ἅπαντος τρόπου. οἷον εἰ τὰ πάθη τοῦ σώματος φευκτὰ καὶ τὰ νοσήματα, πολὺ δήπου πρότερον τὰ
10τῆς ψυχῆς, καὶ εἰ ἡ νόσος τοῦ σώματος οὐ βιωτὸν ἡμῖν τὸν βίοτον ἀπεργάζεται, πολὺ δήπου πρότερον ἡ ἀδικία νόσος οὖσα τῆς ψυχῆς ἀφόρητόν ἐστι τῷ ἔχοντι, καὶ εἰ τὸ σῶμα ἀσυμμέτρως διακείμενον ἀπόλ‐ λυσιν ἡμῶν τὴν τελειότητα τῆς ψυχῆς, ὅταν ἐκεῖνο,
15ᾧ ζῶμεν, πλημμελῶς ἔχῃ καὶ στασιάζῃ πρὸς ἑαυτό, οὐκ ἔνεστιν ὀρθῶς διαβιῶναι. μετίωμεν δὴ καὶ ἐπὶ θάτερα κατὰ τὸν αὐτὸν τρόπον. ὥσπερ γὰρ τάξεως καὶ κόσμου τὰ ἡμέτερα σώματα τυχόντα χρηστὰ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά, οὕτως καὶ ἡ ψυχὴ ἀταξίας
20μὲν τυχοῦσα ἔσται πονηρά, χρηστὴ δὲ ἡ τάξεώς τινος καὶ κόσμου ἐπιλαβοῦσα. ἐπὶ μὲν οὖν τῷ σώματι ὄνομά ἐστι τῷ ἐκ τῆς τάξεώς τε καὶ τοῦ κόσμου γιγνομένῳ ὑγεία, ἰσχύς· ἐπὶ δὲ αὖ τῷ ἐν τῇ ψυχῇ ἐγγιγνομένῳ ἐκ τῆς τάξεως καὶ τοῦ κόσμου νόμιμόν τε καὶ νόμος
25ὄνομα κεῖται. ὥσπερ γὰρ ἐπὶ ταῖς τοῦ σώματος τάξεσι τὸ ὑγιεινὸν ἀποδίδομεν, ἐξ οὗ ἐν αὐτῷ ὑγίεια γίγνεται
καὶ ἄλλη ἀρετὴ τοῦ σώματος, οὕτως ἐπὶ ταῖς τῆς86
Protr
.

87

ψυχῆς κοσμήσεσιν ὁ νόμος λέγεται, ὅθεν καὶ νόμιμοι γίγνονται καὶ κόσμιοι· ταῦτα δ’ ἐστὶ δικαιοσύνη τε καὶ σωφροσύνη. οὐκοῦν ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς πρὸς ταῦτα βλέποντες καὶ τοὺς λόγους προσοί‐
5σουσι ταῖς ψυχαῖς, οὓς ἂν λέγωσι, καὶ τὰς πράξεις ἁπά‐ σας, καὶ δῶρον ἐάν τι διδῶσι, δώσουσι, καὶ ἐάν τι ἀφαιρῶνται, ἀφαιρήσονται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχοντες, ὅπως ἂν αὐτῶν δικαιοσύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλλάττηται, καὶ σωφροσύνη μὲν
10ἐγγίγνηται, ἀκολασία δὲ ἀπαλλάττηται, καὶ ἡ ἄλλη ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπίῃ. τί γὰρ ὄφελος σώ‐ ματί γε κάμνοντι καὶ μοχθηρῶς διακειμένῳ ἢ σιτία πολλὰ διδόναι καὶ τὰ ἥδιστα ἢ ποτὰ ἢ ἄλλο ὁτιοῦν, ὃ μὴ ὀνήσει αὐτὸν ἔσθ’ ὅ τι πλέον ἢ τοὐναντίον,
15κατά γε τὸν δίκαιον λόγον, καὶ ἔλαττον; ἔστι ταῦτα. οὐ γὰρ οἶμαι λυσιτελεῖν μετὰ μοχθηρίας σώματος ζῆν ἀνθρώπῳ· ἀνάγκη γὰρ οὕτως καὶ ζῆν μοχθηρῶς. οὐκ‐ οῦν καὶ τὰς ἐπιθυμίας ἀποπιμπλάναι, οἷον πεινῶντα φαγεῖν ὅσον βούλεται ἢ διψῶντα πιεῖν, ὑγιαίνοντα
20μὲν ἐῶσιν οἱ ἰατροὶ ὡς τὰ πολλά, κάμνοντα δὲ ὡς ἔπος εἰπεῖν οὐδέποτε ἐῶσιν ἐμπίπλασθαι ὧν ἐπιθυμεῖ. ἀλλὰ μὴν καὶ περὶ ψυχὴν ὁ αὐτὸς τρόπος· ἕως μὲν ἂν πονηρὰ ᾖ, ἀνόητός τε οὖσα καὶ ἀκόλαστος καὶ ἄδικος καὶ ἀνόσιος, εἴργειν αὐτὴν δεῖ τῶν ἐπιθυμιῶν
25καὶ μὴ ἐπιτρέπειν, ἀλλ’ αὐτὰ ποιεῖν ἃ ἂν ποιῶν βελτίων ἔσται. οὐ γάρ που αὐτῇ ἄμεινον τῇ ψυχῇ. οὐκοῦν τὸ εἴργειν ἐστὶν ἀφ’ ὧν ἐπιθυμεῖ κολάζειν. τὸ κολάζεσθαι ἄρα τῇ ψυχῇ ἄμεινόν ἐστιν ἢ ἀκολασία,
ὥσπερ οἱ πολλοὶ οἴονται, καὶ τὸ κόσμιον εἶναι καὶ87
Protr
.

88

τεταγμένον προέχει τοῦ ἀκοσμήτου τε καὶ ἀτάκτου, ὥστ’ ἐξ ἅπαντος τρόπου τὴν δικαιοσύνην καὶ σωφρο‐ σύνην ἀσκητέον πρὸ τῶν ἐναντίων ἕξεων. καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω.
5 Δύναιτο δ’ ἄν τις καὶ κατ’ ἰδίαν ἀπὸ τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν ἐπεξελθεῖν τῷ προκειμένῳ, δεικνύων αὐτῶν τὸ τέλεον καὶ κύριον εὐδαιμονίας. ὅσῳ γὰρ ἡ ψυχὴ τοῦ σώματος προέχει, τοσούτῳ μᾶλλον καὶ τἀγαθὰ αὐτῆς ὑπερέχει· καὶ τὰ μὲν τοῦ σώματος ἔσται
10εὐκαταφρόνητα, τὰ δὲ τῆς ψυχῆς τίμια καὶ σεμνά, καὶ τὸ ἀγαθὸν οὖν οὐ τὸ αὐτό ἐστιν ὅπερ τὸ ἡδύ, καὶ τοῦ ἀγαθοῦ ἕνεκα πρακτέον τὸ ἡδύ, οὐ τὸ ἀγαθὸν ἕνεκα τοῦ ἡδέος. ἡδὺ δέ ἐστι τοῦτο, οὗ παραγενομένου ἡδόμεθα, ἀγαθὸν δέ, οὗ παρόντος ἀγαθοί ἐσμεν. ἀλλὰ
15μὴν ἀγαθοί γέ ἐσμεν καὶ ἡμεῖς καὶ τὰ ἄλλα πάντα, ὅσα ἀγαθά ἐστιν, ἀρετῆς τινος παραγενομένης. ἀλλὰ μὲν δὴ ἥ γε ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος καὶ ψυχῆς αὖ καὶ ζῴου παντός, οὐ τῷ εἰκῇ καὶ κάλ‐ λιστα παραγίγνεται, ἀλλὰ τάξει καὶ ὀρθότητι καὶ τέχνῃ,
20ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν. τάξει ἄρα τεταγμένον τι καὶ κεκοσμημένον ἐστὶν ἡ ἀρετὴ ἑκάστου, ὡς φαίη ἄν τις σωφρόνως λογιζόμενος *** ἐν ἑκάστῳ [γὰρ] ὁ ἑκάστου οἰκεῖος ἀγαθὸν παρέχει ἕκαστον τῶν ὄντων. ὅθεν δὴ καὶ ψυχὴ κόσμον ἔχουσα τὸν αὑτῆς ἀμείνων
25τῆς ἀκοσμήτου. ἀλλὰ μὴν ἥ γε κόσμον ἔχουσα κοσμία,
ἡ δέ γε κοσμία σώφρων· ἡ ἄρα σώφρων ψυχὴ ἀγαθή.88
Protr
.

89

λέγω δὴ οὖν ὅτι, εἰ ἡ σώφρων ἀγαθή ἐστιν, ἡ τοὐ‐ ναντίον τῇ σώφρονι πεπονθυῖα κακή ἐστιν· ἦν δὲ αὕτη ἡ ἄφρων τε καὶ ἀκόλαστος. πολλὴ ἀνάγκη. καὶ μὴν ὅ γε σώφρων τὰ προσήκοντα πράττοι ἂν καὶ περὶ
5θεοὺς καὶ ἀνθρώπους· οὐ γὰρ ἂν σωφρονοῖ τὰ μὴ προσήκοντα πράττων. καὶ μὴν περὶ μὲν ἀνθρώπους τὰ προσήκοντα πράττων δίκαια ἂν πράττοι, περὶ δὲ θεοὺς ὅσια· τὸν δὲ τὰ δίκαια καὶ ὅσια πράττοντα ἀνάγκη δίκαιον καὶ ὅσιον εἶναι. καὶ μὲν δὴ καὶ ἀν‐
10δρεῖόν γε ἀνάγκη· οὐ γὰρ δὴ σώφρονος ἀνδρός ἐστιν οὔτε διώκειν οὔτε φεύγειν ἃ μὴ προσήκει, ἀλλὰ δεῖ καὶ πράγματα καὶ ἀνθρώπους καὶ ἡδονὰς καὶ λύπας φεύγειν καὶ διώκειν, καὶ ὑπομένοντα καρτερεῖν ὅπου δεῖ. ὥστε πολλὴ ἀνάγκη τὸν σώφρονα, ὥσπερ διήλ‐
15θομεν, δίκαιον ὄντα καὶ ἀνδρεῖον καὶ ὅσιον ἀγαθὸν ἄνδρα εἶναι τελέως, τὸν δὲ ἀγαθὸν εὖ τε καὶ καλῶς πράττειν ἃ ἂν πράττῃ, τὸν δὲ εὖ πράττοντα μακάριόν τε καὶ εὐδαίμονα εἶναι, τὸν δὲ πονηρὸν καὶ κακῶς πράττοντα ἄθλιον· οὗτος δ’ ἂν εἴη ὁ ἐναντίως ἔχων
20τῷ σώφρονι, ὁ ἀκόλαστος. εἰ δή ἐστι ταῦτα ἀληθῆ, τὸν βουλόμενον, ὡς ἔοικεν, εὐδαίμονα εἶναι σωφρο‐ σύνην μὲν διωκτέον καὶ ἀσκητέον, ἀκολασίαν δὲ φευ‐ κτέον ὡς ἔχει ποδῶν ἕκαστος ἡμῶν, καὶ παρασκευα‐ στέον μάλιστα μὲν μηδὲν δεῖσθαι τοῦ κολάζεσθαι, ἐὰν
25δὲ δεηθῇ αὐτὸς ἢ ἄλλος τις τῶν οἰκείων, ἢ ἰδιώτης ἢ πόλις, ἐπιθετέον δίκην καὶ κολαστέον, εἰ μέλλει εὐ‐ δαίμων εἶναι. οὗτος ἔμοιγε δοκεῖ ὁ σκοπὸς εἶναι πρὸς ὃν βλέποντα δεῖ ζῆν, καὶ πάντα εἰς τοῦτο τὰ
αὑτοῦ συντείνοντα καὶ τὰ τῆς πόλεως, ὅπως δικαιο‐89
Protr
.

90

σύνη παρέσται καὶ σωφροσύνη τῷ μακαρίῳ μέλλοντι ἔσεσθαι, οὕτω πράττειν, οὐκ ἐπιθυμίας ἐῶντα ἀκο‐ λάστους εἶναι καὶ ταῦτα ἐπιχειροῦντα πληροῦν, ἀνή‐ νυτον κακόν, λῃστοῦ βίον ζῶντα. οὔτε γὰρ ἂν ἄλλῳ
5ἀνθρώπῳ προσφιλὴς εἴη ὁ τοιοῦτος οὔτε θεῷ· κοινω‐ νεῖν γὰρ ἀδύνατος· ὅτῳ γὰρ μὴ ἔνι κοινωνία, φιλία οὐκ ἂν εἴη. φασὶ δὲ οἱ σοφοὶ καὶ οὐρανὸν καὶ γῆν καὶ θεοὺς καὶ ἀνθρώπους τὴν κοινωνίαν συνέχειν καὶ φιλίαν καὶ κοσμιότητα καὶ σωφροσύνην καὶ δικαι‐
10ότητα, καὶ τὸ ὅλον τοῦτο διὰ ταῦτα κόσμον καλοῦσιν, οὐκ ἀκοσμίαν οὐδὲ ἀκολασίαν. τὸν δὲ μὴ προσέχοντα τούτοις λέληθεν ὅτι ἡ ἰσότης ἡ γεωμετρικὴ καὶ ἐν θεοῖς καὶ ἐν ἀνθρώποις μέγα δύναται· δι’ ἃ πλεο‐ νεξίαν οἴονται δεῖν ἀσκεῖν· γεωμετρίας γὰρ ἀμελοῦσι.
15τὸ μὲν οὖν ὅλον τῆς εὐδαίμονος ζωῆς πέρι οὕτως ἔχει. καὶ ἕπεται δὲ αὐτὴν τὸ καλῶς αἱρεῖσθαι μᾶλλον τελευτᾶν, οἷς ἐστιν ἐξουσία ζῆν μὴ καλῶς, πρὶν παῖδάς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι, καὶ πρὶν τοὺς πατέρας τε καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι·
20τῷ γὰρ τοὺς αὑτοῦ αἰσχύναντι ἀβίωτόν ἐστι, καὶ τῷ τοιούτῳ οὔτε τις ἀνθρώπων οὔτε θεῶν φίλος ὑπάρχει οὔτ’ ἐπὶ γῆς οὔτε ὑπὸ γῆν τελευτήσαντι. χρὴ οὖν πάντα ἄνδρα, ἐάν τι καὶ ἄλλο ἀσκῇ, μετ’ ἀρετῆς ἀσκεῖν, εἰδότα ὅτι τούτου λειπόμενα ἅπαντα καὶ κτή‐
25ματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά. οὔτε γὰρ
πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ μετὰ ἀνανδρίας90
Protr
.

91

(ἄλλῳ γὰρ ὁ τοιοῦτος πλουτεῖ καὶ οὐχὶ ἑαυτῷ), οὔτε σώματος κάλλος καὶ ἰσχὺς δειλῷ καὶ κακῷ ξυνοι‐ κοῦντα πρέποντα φαίνεται ἀλλ’ ἀπρεπῆ, καὶ ἐπιφανέ‐ στερον ποιεῖ τὸν ἔχοντα καὶ ἐκφαίνει τὴν δειλίαν·
5πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, οὐ σοφία φαίνεται. ὧν ἕνεκα πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθαι δεῖ ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖταί τις τοὺς πρόσθεν προγόνους εὐκλείᾳ·
10εἰ δὲ μή, ὅπως εἰς ἴσον αὐτοῖς καταστήσῃ τὴν αὑτοῦ καλοκἀγαθίαν· ἡ μὲν γὰρ ἐν τούτοις νίκη τιμὴν φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττᾶταί τις, αἰσχύνην. μάλιστα δ’ ἂν νικήσειέ τις ἐν τούτοις, εἰ παρασκευάσαιτο τῇ τῶν προγόνων δόξῃ μὴ καταχρήσασθαι μηδὲ ἀναλῶσαι
15αὐτὴν μάτην, καλῶς εἰδὼς ὅτι ἀνδρὶ οἰομένῳ τι εἶναι οὐκ ἔστιν αἴσχιον ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ δι’ ἑαυτόν, ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγαλο‐ πρεπής· χρῆσθαι δὲ καὶ χρημάτων καὶ τιμῶν θησαυρῷ,
20καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι, αἰσχρὸν καὶ ἄναν‐ δρον, ἀπορίᾳ ἰδίων αὑτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. ἀφ’ ἑαυτῶν γὰρ ἄρχεσθαι δεῖ πάντων τῶν ἀγαθῶν καὶ τῶν εἰς εὔκλειαν καὶ εὐδαιμονίαν φερόντων. πάλαι γὰρ δὴ τὸ Μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ
25λέγεσθαι· τῷ γὰρ ὄντι εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ
εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν91
Protr
.

92

φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠνάγκασται καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύα‐ σται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ὁ ἀνδρεῖος
5καὶ φρόνιμος, οὗτος γιγνομένων χρημάτων καὶ παίδων καὶ διαφθειρομένων μάλιστα πείσεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους δὲ ἡμεῖς ἀξιοῦμεν καὶ τοὺς ἀγαθοὺς εἶναι, οὔτε ἀγανακτοῦντας οὔτε
10φοβουμένους ἄγαν, εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι ἢ ἄλλο τι πάσχειν τῶν ἀνθρωπίνων. διατεταμένως γὰρ δὴ δεῖ ταύτην ἔχειν τὴν δόξαν, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρός, ἐάν τε μικρὸς
15καὶ ἀσθενής, καὶ ἐὰν πλουτῇ καὶ μή. ἐὰν δ’ ἄρα πλουτῇ Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ· καὶ οὔτ’ ἂν μνη‐ σαίμην, φησὶν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, οὔτ’ ἐν λόγῳ ἄνδρα τιθοίμην, ὃς μὴ πάντα τὰ λεγό‐
20μενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δηίων τοιοῦτος ὢν ὀρέγοιτο ἐγγύθεν ἱστάμενος, ἄδικος δὲ ὢν μήτε τολμῷ ὁρῶν φόνον αἱματόεντα μήτε νικῷ θέων Θρηίκιον Βορέην, μηδὲ ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε.
25τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. λέγεται γὰρ ὡς ‘ἄριστον μὲν ὑγιαίνειν, δεύ‐
τερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος.‘ μυρία δὲ ἄλλα92
Protr
.

93

ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι δἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα
5ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅ τι τάχιστα. ὁ δὲ ἐμὸς λόγος ταδὶ λέγει, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ
10αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἂν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη. λέγω γὰρ δὴ σαφῶς τὰ μὲν κακὰ λεγόμενα
15ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά, τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά. καὶ ὁ μὲν ἀδίκως ζῶν καὶ ὑβριστικῶς ἐξ ἀνάγκης αἰσχρῶς ζῇ, εἰ δὲ αἰσχρῶς, καὶ κακῶς· ὥστε καὶ ἀηδῶς ζῇ καὶ οὐ ξυμφερόντως ἑαυτῷ· τὸν γὰρ αὐτὸν ἥδιστόν
20τε καὶ ἄριστον ὑπὸ θεῶν βίον λέγεσθαι φάσκοντες ἀληθέστατα ἐροῦμεν. εἰ τοίνυν καὶ τὰ ἀγαθὰ τῷ κατ’ ἀρετὴν βίῳ μάλιστα συνήρτηται, καὶ τότε ἐστὶν ἀγαθὰ ὄντως, καὶ τὸ χαίρειν τῷ φιλοσοφεῖν μόνῳ συνέπεται, πάντων ἕνεκα χρὴ τοῦτον τὸν βίον προαιρεῖσθαι τοὺς
25βουλομένους ὄντως εὐδαιμονεῖν. Οἶμαι τοίνυν οὐκ ἀνάρμοστον εἶναι ἐνταῦθα καὶ τὴν διὰ τῶν ὑποθηκῶν προτροπὴν ἤδη πως συνεγγί‐
ζουσαν εἰς τὴν ὑφήγησιν τὸ πῶς δεῖ βιοῦν, καὶ μά‐93
Protr
.

94

λιστα ἐμφαίνουσαν τοῦτο, ὡς οὐκ ἀπέσπασται τὰ τοῦ λόγου τοῦ κατὰ φιλοσοφίαν μέρη, συνεχῆ δ’ ἐστὶ πάντα πρὸς ἄλληλα. κατὰ δὴ ταύτην οὖν τὴν μέθο‐ δον ἀπὸ τῶν τιμιωτάτων ἀρχόμεθα πρῶτον, ὡς δεῖ
5θεοσέβειαν ἀσκεῖν. αὕτη δὲ οὐκ ἂν παραγένοιτο, εἰ μή τις ἀφομοιώσειε τῷ θεραπευομένῳ τὸ θεραπεῦον, τὴν δὲ ὁμοιότητα ταύτην οὐκ ἄλλη τις ἢ φιλοσοφία παρέχει. ἀλλὰ μὴν καὶ ἀψεύδειαν δεῖ περὶ πολλοῦ ποιεῖσθαι· τὸ γὰρ ἀληθεύειν καὶ πρὸς θεοὺς κατὰ τὴν θείαν ἀλή‐
10θειαν καὶ πρὸς ἀνθρώπους κατὰ τὴν ἀνθρωπίνην ἡγεῖ‐ ται ἡμῖν πάντων τῶν θείων καὶ ἀνθρωπίνων ἀγαθῶν. τοιαύτης δὲ οὔσης τῆς ἀληθείας, μόνως διὰ φιλοσοφίας αὕτη παραγίγνεται· μόνοι γὰρ φιλοθεάμονές εἰσι τῆς ἀληθείας οἱ φιλόσοφοι. ἔτι τοίνυν τῶν νόμων τὴν
15δύναμιν ἑκάστου ἐπίστασθαι προσήκει, καὶ ὡς χρη‐ στέον αὐτοῖς ἐστι· ταῦτα δὲ οὐκ ἔνεστι μαθεῖν μὴ τὴν ἀρετὴν εἰδότας, πρὸς ἣν καὶ τὴν δύναμιν καὶ τὴν χρῆσιν τῶν νόμων ἀναφέρομεν· ἡ δὲ τῆς ἀρετῆς ἐπιτήδευσις διὰ φιλοσοφίας παραγίγνεται· ὥστε καὶ
20πρὸς ταύτην ἡγεμών ἐστι φιλοσοφία. ἔτι τοίνυν εἰδέ‐ ναι δεῖ πῶς πρὸς ἀνθρώπους ὁμιλητέον, τοῦτο δὲ οὐκ ἄν τις διαγνοίη μὴ τὸν τοῦ προσήκοντος ἀπολο‐ γισμὸν ἐπὶ πασῶν τῶν πράξεων ἐπεσκεμμένος, τὴν ἀξίαν τε καὶ ἀπαξίαν εἰδὼς ἑκάστου τῶν ἀνθρώπων,
25καὶ δυνάμενος διακρίνειν τὰ ἤθη καὶ τὰς φύσεις ἑκά‐ στων καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τοὺς κατὰ πάντα ταῦτα συναρμόζοντας λόγους. ἀλλὰ μὴν τούτων γε οὐδὲν χωρὶς φιλοσοφίας παραγίγνεται· καὶ τούτων οὖν
ἕνεκα χρήσιμος ἂν εἴη. εἰ δὲ καὶ τοὺς θηριώδεις ἀν‐94
Protr
.

95

θρώπους καταγωνίζεσθαι ὁ τῆς ἀνδρείας παραγγέλλει νόμος καὶ τὰ βλαβερώτατα τῶν θηρίων χειροῦσθαι, χωρεῖν τε ἐπὶ τοὺς κινδύνους δεῖ προθύμως καὶ ἐθί‐ ζεσθαι αὐτοὺς ὑπομένειν, ἴδωμεν καὶ πρὸς ταῦτα τίς
5ἡμᾶς ἐπιστήμη ἢ δύναμις παρασκευάζει ἐπιτηδείους. οὐδεμία ἂν ἄλλη, ὡς ἐγᾦμαι, ἢ μόνη φιλοσοφία. αὕτη γὰρ διαμελετᾷ καρτερεῖν καὶ τοῦ θανάτου καταφρονεῖν ἐγκράτειάν τε ἐπιτηδεύει δι’ ὅλου τοῦ βίου, καὶ πρὸς μὲν τοὺς πόνους ἐναθλεῖ γενναίως, τῶν δὲ ἡδονῶν
10ὑπερορᾷ παντάπασι. μόνης ἄρα ταύτης ἀντιλαμβάνε‐ σθαι χρὴ τοὺς βουλομένους τῶν θείων καὶ ἀνθρωπίνων ἀγαθῶν πάντων μεταλαγχάνειν. ὡς γὰρ ἁπλῶς εἰπεῖν, ὅ τι ἄν τις ἐθέλῃ ἐξεργάσασθαι εἰς τέλος τὸ βέλτιστον, ἐάν τε σοφίαν ἐάν τε ἀνδρείαν ἐάν τε εὐγλωσσίαν ἐάν
15τε ἀρετὴν ἢ τὴν σύμπασαν ἢ μέρος τι αὐτῆς, ἐκ τῶνδε οἷόν τε εἶναι κατεργάσασθαι. φῦναι μὲν πρῶτον δεῖν, καὶ τοῦτο μὲν τῇ τύχῃ ἀποδεδόσθαι, τὰ δὲ ἐπ’ αὐτῷ ἤδη τῷ ἀνθρώπῳ τάδε εἶναι, ἐπιθυμητὴν γενέσθαι τῶν καλῶν καὶ ἀγαθῶν φιλόπονόν τε καὶ πρωιαίτατα
20μανθάνοντα καὶ πολὺν χρόνον αὐτοῖς συνδιατελοῦντα. εἰ δέ τι ἀπέσται τούτων καὶ ἕν, οὐχ οἷόν τέ ἐστιν οὐδὲ ἐς τέλος τὸ ἄκρον ἐξεργάσασθαι, ἔχοντος δὲ ἅπαντα ταῦτα, ἀνυπέρβλητον γίγνεται τοῦτο, ὅ τι ἂν ἀσκῇ τις τῶν ἀνθρώπων. εἰ δὴ καὶ ἐπὶ τῶν ἄλλων ἐπι‐
25στημῶν ὀρθὸν τοῦτο, πόσῳ δὴ πλέον ἐπὶ τῆς ἡγε‐ μονικωτάτης πασῶν τῶν τεχνῶν, φιλοσοφίας; πόνους τε δεῖ πάντας ὑφίστασθαι γενναίως καὶ χρόνον πολὺν
καταναλίσκειν εἰς τὴν μάθησιν προθυμίαν τε εἰσφέρε‐95
Protr
.

96

σθαι μεγίστην. πρὸς δὴ τούτοις, ἐξ οὗ ἄν τις βού‐ ληται δόξαν παρὰ τοῖς ἀνθρώποις λαβεῖν καὶ τοιοῦτος φαίνεσθαι οἷος ἂν ᾖ, αὐτίκα δεῖ νέον τε ἄρξασθαι καὶ ἐπιχρῆσθαι αὐτῷ ὁμαλῶς ἀεὶ καὶ μὴ ἄλλοτε ἄλλως.
5συγχρονισθὲν μὲν γὰρ ἕκαστον τούτων καὶ αὐτίκα τε ἀρξάμενον καὶ συναυξηθὲν εἰς τέλος λαμβάνει βέβαιον τὴν δόξαν καὶ τὸ κλέος διὰ τάδε, ὅτι πιστεύεταί τε ἤδη ἀνενδοιάστως, καὶ ὁ φθόνος τῶν ἀνθρώπων οὐ προσγίγνεται, δι’ ὃν τὰ μὲν οὐκ αὔξουσιν οὐδ’ εὐλόγως
10μηνύουσι, τὰ δὲ καταψεύδονται μεμφόμενοι παρὰ τὸ δίκαιον. οὐ γὰρ ἡδὺ τοῖς ἀνθρώποις ἄλλον τινὰ τιμᾶν (αὐτοὶ γὰρ στερίσκεσθαί τινος ἡγοῦνται), χειρω‐ θέντες δὲ ὑπὸ τῆς ἀνάγκης αὐτῆς καὶ κατὰ σμικρὸν ἐκ πολλοῦ ἐπαχθέντες ἐπαινέται καὶ ἄκοντες ὅμως
15γίγνονται· ἅμα δὲ καὶ οὐκ ἀμφιβάλλουσιν, εἴτε ἄρα τοιοῦτος ἄνθρωπός ἐστιν οἷος φαίνεται, ἢ ἐνεδρεύει καὶ θηρεύεται τὴν δόξαν ἐπὶ ἀπάτῃ, καὶ ἃ ποιεῖ, ταῦτα καλλωπίζεται ὑπαγόμενος τοὺς ἀνθρώπους· ἐν ἐκείνῳ δὲ τῷ τρόπῳ, ᾧ ἐγὼ προεῖπον, ἀσκηθεῖσα ἡ
20ἀρετὴ πίστιν ἐμποιεῖ περὶ ἑαυτῆς καὶ εὔκλειαν. ἑαλω‐ κότες γὰρ ἤδη κατὰ τὸ ἰσχυρὸν οἱ ἄνθρωποι οὔτε τῷ φθόνῳ ἔτι δύνανται χρῆσθαι οὔτε ἀπατᾶσθαι ἔτι οἴον‐ ται. ἔτι δὲ καὶ ὁ χρόνος συνὼν μὲν ἑκάστῳ ἔργῳ καὶ πράγματι πολὺς καὶ διὰ μακροῦ κρατύνει τὸ ἀσκού‐
25μενον, ὁ δὲ ὀλίγος χρόνος οὐ δύναται τοῦτο ἀπεργά‐ ζεσθαι. καὶ τέχνην μὲν ἄν τις τὴν κατὰ λόγους πυθό‐ μενος καὶ μαθὼν οὐ χείρων τοῦ διδάσκοντος ἂν γένοιτο ἐν ὀλίγῳ χρόνῳ, ἀρετὴ δὲ ἥτις ἐξ ἔργων πολλῶν
συνίσταται, ταύτην δὲ οὐχ οἷόν τε ὀψὲ ἀρξαμένῳ οὔτε96
Protr
.

97

ὀλιγοχρονίως ἐπὶ τέλος ἀγαγεῖν, ἀλλὰ συντραφῆναί τε αὐτῇ δεῖ καὶ συναυξηθῆναι τῶν μὲν εἰργόμενον κακῶν καὶ λόγων καὶ ἠθῶν, τὰ δ’ ἐπιτηδεύοντα καὶ κατερ‐ γαζόμενον σὺν πολλῷ χρόνῳ καὶ ἐπιμελείᾳ. ἅμα δέ
5τις καὶ τῇ ἐξ ὀλίγου χρόνου εὐδοξίᾳ προσγίγνεται βλάβη τοιάδε· τοὺς γὰρ ἐξαπιναίως καὶ ἐξ ὀλίγου χρόνου ἢ πλουσίους ἢ σοφοὺς ἢ ἀγαθοὺς ἢ ἀνδρείους γενομένους οὐκ ἀποδέχονται ἡδέως οἱ ἄνθρωποι. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ οὐχ οἷόν τε ἄλλως τὴν
10ὁμοιότητα τῶν ἠθῶν καὶ τὸ βέβαιον καὶ τὸ ἀμετάπτω‐ τον παραγίγνεσθαι ἢ διὰ μόνης φιλοσοφίας, καὶ τοῦτο σαφὲς γέγονεν ἐκ τούτων, ὡς, εἰ βουλοίμεθα τελείως ἀγαθοὶ γενέσθαι εὐκλείας τε καὶ εὐδαιμονίας ὄντως μεταλαβεῖν, οὐκ ἄλλο τι πρακτέον ἡμῖν ἢ φιλοσοφητέον.
15 Ἔτι τοίνυν καὶ ἥδε ἡ παραίνεσις ἐπὶ τὸ αὐτὸ τέλος φέρει, ὡς, ὅταν τις ὀρεχθείς τινος τοῦτο κατερ‐ γασάμενος ἔχῃ αὐτὸ εἰς τέλος, ἐάν τε εὐγλωσσίαν ἐάν τε σοφίαν ἐάν τε ἰσχύν, τούτῳ εἰς ἀγαθὰ καὶ νόμιμα καταχρῆσθαι δεῖ· εἰ δὲ εἰς ἄδικά τε καὶ ἄνομα
20χρήσεταί τις τῷ ὑπάρχοντι ἀγαθῷ, πάντων κάκιστον εἶναι τὸ τοιοῦτον καὶ ἀπεῖναι κρεῖσσον αὐτὸ ἢ παρ‐ εῖναι· καὶ ὥσπερ ἀγαθὸς τελέως ὁ τούτων τι ἔχων γίγνεται εἰς τὰ ἀγαθὰ αὐτοῖς καταχρώμενος, οὕτω πάλιν πάγκακος τελέως ὁ εἰς τὰ πονηρὰ χρώμενος.
25τόν τε αὖ ἀρετῆς ὀρεγόμενον τῆς συμπάσης σκεπτέον εἶναι, ἐκ τίνος ἂν λόγου ἢ ἔργου ἄριστος εἴη· τοιοῦτος δ’ ἂν εἴη ὁ πλείστοις ὠφέλιμος ὤν. εἰ μέν τις χρή‐ ματα διδοὺς εὐεργετήσει τοὺς πλησίον, ἀναγκασθή‐
σεται κακὸς εἶναι πάλιν αὖ συλλέγων τὰ χρήματα·97
Protr
.

98

ἔπειτα οὐκ ἂν οὕτω ἄφθονα συναγάγοι ὥστε μὴ ἐπι‐ λείπειν διδόντα καὶ δωρούμενον· εἶτα αὕτη αὖθις δευτέρα κακία προσγίγνεται μετὰ τὴν συναγωγὴν τῶν χρημάτων, ἐὰν ἐκ πλουσίου πένης γένηται καὶ ἐκ
5κεκτημένου μηδὲν ἔχων. πῶς ἂν οὖν δή τις μὴ χρή‐ ματα νέμων ἀλλὰ ἄλλῳ δή τινι τρόπῳ εὐποιητικὸς ἂν εἴη ἀνθρώπων, καὶ ταῦτα μὴ σὺν κακίᾳ ἀλλὰ σὺν ἀρετῇ; καὶ προσέτι δωρούμενος πῶς ἂν ἔχοι τὴν δόσιν ἀνέκλειπτον; ὧδε οὖν ἔσται τοῦτο, εἰ τοῖς νόμοις τε
10καὶ τῷ δικαίῳ ἐπικουροίη· τοῦτο γὰρ τάς τε πόλεις καὶ τοὺς ἀνθρώπους τὸ συνοικίζον καὶ τὸ συνέχον εἶναι. πάλιν οὖν καὶ ἐκ τούτου τὰ αὐτὰ συμβαίνει· εἰ γὰρ τὴν ὀρθὴν χρῆσιν πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ τὴν τοῦ νοῦ διανομὴν ἣν καλοῦμεν
15νόμον φιλοσοφία παραδίδωσι γνησίως, οὐδὲν ἄλλο δεῖ πράττειν ἢ φιλοσοφεῖν ἀληθινῶς τοὺς βουλομένους τῆς τελειοτάτης ζωῆς μεταλαμβάνειν. καὶ μὴν ἐγκρα‐ τέστατόν γε δεῖ εἶναι πάντα ἄνδρα διαφερόντως· τοι‐ οῦτος δ’ ἂν μάλιστα, εἴ τις τῶν χρημάτων κρείσσων
20εἴη, πρὸς ἃ πάντες διαφθείρονται, καὶ τῆς ψυχῆς ἀφειδὴς ἐπὶ τοῖς δικαίοις ἐσπουδακὼς καὶ τὴν ἀρετὴν μεταδιώκων· πρὸς ταῦτα γὰρ δύο οἱ πλεῖστοι ἀκρατεῖς εἰσι. διὰ τοιοῦτον δέ τι ταῦτα πάσχουσιν· φιλοψυ‐ χοῦσι μέν, ὅτι † τοῦτο ἢ ζωή ἐστιν ἢ ψυχή· ταύ‐
25της οὖν φείδονται καὶ ποθοῦσιν αὐτὴν διὰ φιλίαν τῆς ζωῆς καὶ συνήθειαν ᾗ συντρέφονται· φιλοχρημα‐
τοῦσι δὲ τῶνδε εἵνεκα, ἅπερ φοβεῖ αὐτούς. τί δ’98
Protr
.

99

ἐστὶ ταῦτα; αἱ νόσοι, τὸ γῆρας, αἱ ἐξαπιναῖοι ζημίαι, οὐ τὰς ἐκ τῶν νόμων λέγω ζημίας (ταύτας μὲν γὰρ καὶ εὐλαβηθῆναι ἔστι καὶ φυλάξασθαι), ἀλλὰ τὰς τοι‐ αύτας, πυρκαϊάς, θανάτους οἰκετῶν, τετραπόδων, ἄλλας
5αὖ συμφοράς, αἳ περίκεινται αἱ μὲν τοῖς σώμασιν, αἱ δὲ ταῖς ψυχαῖς, αἱ δὲ τοῖς χρήμασι. τούτων δὴ οὖν ἕνεκα πάντων, ὅπως ἐς ταῦτα ἔχωσι χρῆσθαι τοῖς χρήμασι, πᾶς ἀνὴρ τοῦ πλούτου ὀρέγεται. καὶ ἄλλ’ ἄττα δέ ἐστιν ἅπερ οὐχ ἧσσον ἢ τὰ προειρημένα
10ἐξορμᾷ τοὺς ἀνθρώπους ἐπὶ τὸν χρηματισμόν, αἱ πρὸς ἀλλήλους φιλοτιμίαι καὶ οἱ ζῆλοι καὶ αἱ δυναστεῖαι, δι’ ἃς τὰ χρήματα περὶ πολλοῦ ποιοῦνται, ὅτι συμ‐ βάλλεται εἰς τὰ τοιαῦτα. ὅστις δέ ἐστιν ἀνὴρ ἀληθῶς ἀγαθός, οὗτος οὐκ ἀλλοτρίῳ κόσμῳ περικειμένῳ τὴν
15δόξαν θηρᾶται, ἀλλὰ τῇ αὑτοῦ ἀρετῇ. διόπερ ἐπεὶ φιλοσοφία εἰς ἑαυτὸν ἀνηρτῆσθαι ποιεῖ τῷ ἀγαθῷ πάντα, παθῶν δὲ καὶ τῆς ἔξω χρείας ἀφίστησιν, εἴη ἂν χρησιμωτάτη πασῶν πρὸς τὸν εὐδαίμονα βίον. καὶ περὶ φιλοψυχίας δὲ ὧδε ἄν τις πεισθείη, ὅτι, εἰ μὲν
20ὑπῆρχε τῷ ἀνθρώπῳ εἰ μὴ ὑπ’ ἄλλου ἀποθάνοι ἀγήρῳ τε εἶναι καὶ ἀθανάτῳ τὸν λοιπὸν χρόνον, συγγνώμη ἂν πολλὴ τῷ φειδομένῳ τῆς ψυχῆς· ἐπεὶ δὲ ὑπάρχει τῷ βίῳ μηκυνομένῳ τό τε γῆρας κάκιον ὂν ἀνθρώποις καὶ μὴ ἀθάνατον εἶναι, καὶ ἡ ἀμαθία ἤδη ἐστὶ μεγάλη
25καὶ συνήθεια πονηρῶν λόγων τε καὶ ἐπιθυμημάτων, ταύτην περιποιεῖν ἐπὶ δυσκλείᾳ, ἀλλὰ μὴ ἀθάνατον ἀντ’ αὐτῆς † λείπεσθαι, ἀντὶ θνητῆς οὔσης εὐλογίαν
ἀέναον καὶ ἀεὶ ζῶσαν. εἰ τοίνυν μόνη φιλοσοφία99
Protr
.

100

μελέτην ἐμποιεῖ θανάτου καὶ καταφρόνησιν, ἐπὶ δὲ τὴν ἀθάνατον καὶ ἀεὶ οὖσαν ζωὴν ἐπανάγει καὶ τοὺς ἀεὶ ὄντας λόγους ἀναδιδάσκει καὶ τούτους ζηλοῦν ἐθίζει, πασῶν ἂν εἴη καὶ διὰ τοῦτο ὠφελιμωτάτη.
5 Ἔτι τοίνυν οὐκ ἐπὶ πλεονεξίαν ὁρμᾶν δεῖ, οὐδὲ τὸ κράτος τὸ ἐπὶ τῇ πλεονεξίᾳ ἡγεῖσθαι ἀρετὴν εἶναι, τὸ δὲ τῶν νόμων ὑπακούειν δειλίαν· πονηροτάτη γὰρ αὕτη ἡ διάνοιά ἐστι, καὶ ἐξ αὐτῆς πάντα τἀναντία τοῖς ἀγαθοῖς γίνεται, κακία τε καὶ βλάβη. εἰ γὰρ
10ἔφυσαν μὲν οἱ ἄνθρωποι ἀδύνατοι καθ’ ἕνα ζῆν, συν‐ ῆλθον δὲ πρὸς ἀλλήλους τῇ ἀνάγκῃ εἴκοντες, πᾶσα δὲ ἡ ζωὴ αὐτοῖς εὕρηται καὶ τὰ τεχνήματα πρὸς αὐτήν, σὺν ἀλλήλοις δὲ εἶναι αὐτοὺς καὶ ἀνομίᾳ διαιτᾶσθαι οὐχ οἷόν τε (μείζω γὰρ αὐτοῖς ζημίαν οὕτω γίγνεσθαι
15ἐκείνης τῆς κατὰ ἕνα διαίτης), διὰ ταύτας τοίνυν τὰς ἀνάγκας τόν τε νόμον καὶ τὸ δίκαιον ἐμβασιλεύειν τοῖς ἀνθρώποις καὶ οὐδαμῇ μεταστῆναι ἂν αὐτά· φύσει γὰρ ἰσχυρὰ ἐνδεδέσθαι ταῦτα. εἰ μὲν δὴ γένοιτό τις ἐξ ἀρχῆς φύσιν τοιάνδε ἔχων, ἄτρωτος τὸν χρῶτα
20ἄνοσός τε καὶ ἀπαθὴς καὶ ὑπερφυὴς καὶ ἀδαμάντινος τό τε σῶμα καὶ τὴν ψυχήν, τῷ τοιούτῳ ἴσως ἄν τις ἀρκεῖν ἐνόμισε τὸ ἐπὶ τῇ πλεονεξίᾳ κράτος (τὸν γὰρ τοιοῦτον τῷ νόμῳ μὴ ὑποδύνοντα δύνασθαι ἀθῷον εἶναι), οὐ μὴν ὀρθῶς οὗτος οἴεται· εἰ γὰρ καὶ τοι‐
25οῦτός τις εἴη, ὡς οὐκ ἂν γένοιτο, τοῖς μὲν νόμοις συμμαχῶν καὶ τῷ δικαίῳ καὶ ταῦτα κρατύνων καὶ τῇ ἰσχύι χρώμενος ἐπὶ ταῦτά τε καὶ τὰ τούτοις ἐπικου‐ ροῦντα, οὕτω μὲν ἂν σῴζοιτο ὁ τοιοῦτος, ἄλλως δὲ
οὐκ ἂν διαμένοι· δοκεῖν γὰρ ἂν τοὺς ἅπαντας ἀν‐100
Protr
.

101

θρώπους τῷ τοιούτῳ φύντι πολεμίους κατασταθέντας διὰ τὴν ἑαυτῶν εὐνομίαν, καὶ τὸ πλῆθος ἢ τέχνῃ ἢ δυνάμει ὑπερβαλέσθαι ἂν καὶ περιγενέσθαι τοῦ τοι‐ ούτου ἀνδρός. οὕτω φαίνεται καὶ αὐτὸ τὸ κράτος,
5ὅπερ δὴ κράτος ἐστί, διά τε τοῦ νόμου καὶ διὰ τὴν δίκην σῳζόμενον. χωρὶς δὲ τούτων αὐτὸ δι’ αὑτὸ αἱρετόν ἐστι τὸ δίκαιον, καὶ φύσει πρὸς αὐτὸ πεφύ‐ καμεν. κἂν μηδὲν οὖν τῶν ἔξωθεν περιγίγνηται κἂν ἐλαττώματά τινα συμβαίνῃ ἀνθρώπινα, δικαιοπραγεῖν
10ἄξιον, ὡς τούτου ὄντος πᾶσι τιμιωτάτου. Μαθεῖν δὲ ἄξιον καὶ ταῦτα περὶ τῆς εὐνομίας τε καὶ ἀνομίας, ὅσον διαφέρετον ἀλλήλοιν, καὶ ὅτι μὲν εὐνομία ἄριστον εἴη καὶ κοινῇ καὶ ἰδίᾳ, ἡ ἀνομία δὲ κάκιστον· αἱ γὰρ παραχρῆμα βλάβαι γίγνονται ἐκ τῆς
15ἀνομίας. ἀρξώμεθα δὲ τὰ τῆς εὐνομίας δηλοῦν, ἅπερ γίγνεται πρότερα. Πίστις μὲν πρώτη ἐγγίγνεται ἐκ τῆς εὐνομίας με‐ γάλα ὠφελοῦσα τοὺς ἀνθρώπους τοὺς σύμπαντας, καὶ τῶν μεγάλων ἀγαθῶν τοῦτό ἐστι· κοινὰ γὰρ τὰ χρή‐
20ματα γίγνεται ἐξ αὐτῆς, καὶ οὕτω μὲν ἐὰν καὶ ὀλίγα ᾖ ἐξαρκεῖ ὅμως κυκλούμενα, ἄνευ δὲ ταύτης οὐδ’ ἂν πολλὰ ᾖ ἐξαρκεῖ. Καὶ αἱ τύχαι δὲ αἱ εἰς τὰ χρήματα καὶ τὸν βίον, αἵ τε ἀγαθαὶ καὶ μή, ἐκ τῆς εὐνομίας τοῖς ἀνθρώποις
25προσφορώτατα κυβερνῶνται· τούς τε γὰρ εὐτυχοῦντας ἀσφαλεῖ αὐτῇ χρῆσθαι καὶ ἀνεπιβουλεύτῳ, τούς τε αὖ δυστυχοῦντας ἐπικουρεῖσθαι ἐκ τῶν εὐτυχούντων διὰ τὴν ἐπιμιξίαν τε καὶ πίστιν, ἅπερ ἐκ τῆς εὐνομίας
γίγνεται.101
Protr
.

102

Τόν τε αὖ χρόνον τοῖς ἀνθρώποις διὰ τὴν εὐνο‐ μίαν εἰς μὲν τὰ πράγματα ἀργὸν γίγνεσθαι, εἰς δὲ τὰ ἔργα τῆς ζωῆς ἐργάσιμον. Φροντίδος δὲ τῆς μὲν ἀηδεστάτης ἀπηλλάχθαι
5τοὺς ἀνθρώπους ἐν τῇ εὐνομίᾳ, τῇ δὲ ἡδίστῃ συνεῖναι· πραγμάτων μὲν γὰρ φροντίδα ἀηδεστάτην εἶναι, ἔργων δὲ ἡδίστην. Εἴς τε αὖ τὸν ὕπνον ἰοῦσιν, ὅπερ ἀνάπαυμα κα‐ κῶν ἐστιν ἀνθρώποις, ἀφόβους μὲν καὶ ἄλυπα μερι‐
10μνῶντας ἔρχεσθαι εἰς αὐτόν, γιγνομένους δὲ ἐπ’ αὐ‐ τοῦ ἕτερα τοιαῦτα πάσχειν, καὶ μὴ ἐμφόβους ἐξάπινα καθίστασθαι † οὐδ’ ἐκ μεταλλαγῆς ἡδίστης τοῦ γνωστὴν τὴν ἡμέραν εἶναι προσδέχεσθαι, ἀλλὰ ἡδέως φροντίδας μὲν ἀλύπους περὶ τὰ ἔργα τῆς ζωῆς ποιουμένους, τοὺς
15πόνους δὲ τῇ ἀντιλήψει ἀγαθῶν ἐλπίσιν εὐπίστοις καὶ εὐπροσδοκήτοις ἀνακουφίζοντας, ὧν πάντων τὴν εὐνο‐ μίαν αἰτίαν εἶναι. Καὶ τὸ κακὰ μέγιστα τοῖς ἀνθρώποις πορίζον, πόλε‐ μον ἐπιφερόμενον εἰς καταστροφὴν καὶ δούλωσιν, καὶ
20τοῦτο ἀνομοῦσι μὲν μᾶλλον ἐπέρχεσθαι, εὐνομουμένοις δ’ ἧσσον. Καὶ ἄλλα δὲ πολλά ἐστιν ἐν τῇ εὐνομίᾳ ἀγαθά, ἅπερ ἐπικουρήματα τῇ ζωῇ καὶ παραψυχὴ τῶν χαλε‐ πῶν ἐξ αὐτῆς γίγνεται· τὰ δ’ ἐκ τῆς ἀνομίας κακὰ
25ἀποβαίνοντα τάδε ἐστίν. Ἄσχολοι μὲν πρῶτον οἱ ἄνθρωποι πρὸς τὰ ἔργα
γίγνονται καὶ ἐπιμελοῦνται τοῦ ἀηδεστάτου, πραγμάτων102
Protr
.

103

ἀλλ’ οὐκ ἔργων, τά τε χρήματα δι’ ἀπιστίαν καὶ ἀμι‐ ξίαν ἀποθησαυρίζουσιν ἀλλ’ οὐ κοινοῦνται, καὶ οὕτως σπάνια γίγνεται, ἐὰν καὶ πολλὰ ᾖ. Αἵ τε τύχαι αἱ φλαῦραι καὶ αἱ ἀγαθαὶ εἰς τἀναντία
5ὑπηρετοῦσιν· ἥ τε γὰρ εὐτυχία οὐκ ἀσφαλής ἐστιν ἐν τῇ ἀνομίᾳ ἀλλ’ ἐπιβουλεύεται, ἥ τε δυστυχία οὐκ ἀπω‐ θεῖται ἀλλὰ κρατύνεται διὰ τὴν ἀπιστίαν καὶ ἀμιξίαν. Ὅ τε πόλεμος ἔξωθεν μᾶλλον ἐπάγεται καὶ ἡ οἰκεία στάσις ἀπὸ τῆς αὐτῆς αἰτίας, καὶ ἐὰν μὴ πρόσθεν
10γίγνηται, τότε συμβαίνει· ἔν τε πράγμασι συμβαίνει καθεστάναι ἀεὶ διὰ ἐπιβουλὰς τὰς ἐξ ἀλλήλων, δι’ ἅσπερ εὐλαβουμένους τε διατελεῖν καὶ ἀντεπιβουλεύον‐ τας ἀλλήλοις. Καὶ οὔτε ἐγρηγορόσιν ἡδείας τὰς φροντίδας εἶναι
15οὔτε ἐς τὸν ὕπνον ἀπερχομένοις ἡδεῖαν τὴν ὑποδοχὴν ἀλλὰ ἐνδείματον, τήν τε ἀνέγερσιν ἔμφοβον καὶ πτοοῦ‐ σαν τὸν ἄνθρωπον ἐπὶ μνήμας κακῶν ἐξαπιναίους ἄγειν· ἅπερ ἐκ τῆς ἀνομίας ταῦτά τε καὶ τὰ ἄλλα κακὰ τὰ προειρημένα ἅπαντα ἀποβαίνει.
20 Γίνεται δὲ καὶ ἡ τυραννίς, κακὸν τοσοῦτόν τε καὶ τοιοῦτον, οὐκ ἐξ ἄλλου τινὸς ἢ ἀνομίας. οἴονται δέ τινες τῶν ἀνθρώπων, ὅσοι μὴ ὀρθῶς συμβάλλονται, τύραννον ἐξ ἄλλου τινὸς καθίστασθαι καὶ τοὺς ἀν‐ θρώπους στερίσκεσθαι τῆς ἐλευθερίας οὐκ αὐτοὺς αἰ‐
25τίους ὄντας, ἀλλὰ βιασθέντας ὑπὸ τοῦ κατασταθέντος τυράννου, οὐκ ὀρθῶς ταῦτα λογιζόμενοι· ὅστις γὰρ ἡγεῖται βασιλέα ἢ τύραννον ἐξ ἄλλου τινὸς γίγνεσθαι ἢ ἐξ ἀνομίας τε καὶ πλεονεξίας, μωρός ἐστιν. ἐπειδὰν
γὰρ ἅπαντες ἐπὶ κακίαν τράπωνται, τότε τοῦτο γίγνεται·103
Protr
.

104

οὐ γὰρ οἷόν τε ἀνθρώπους ἄνευ νόμων καὶ δίκης ζῆν. ὅταν οὖν ταῦτα τὰ δύο ἐκ τοῦ πλήθους ἐκλίπῃ, ὅ τε νόμος καὶ ἡ δίκη, τότε ἤδη εἰς ἕνα ἀποχωρεῖν τὴν ἐπι‐ τροπίαν τούτων καὶ φυλακήν. πῶς γὰρ ἂν ἄλλως εἰς
5ἕνα μοναρχία περισταίη, εἰ μὴ τοῦ νόμου ἐξωσθέντος τοῦ τῷ πλήθει συμφέροντος; δεῖ γὰρ τὸν ἄνδρα τοῦ‐ τον, ὃς τὴν δίκην καταλύει καὶ τὸν νόμον τὸν πᾶσι κοινὸν καὶ συμφέροντα ἀφαιρήσεται, ἀδαμάντινον γενέ‐ σθαι, εἰ μέλλει συλήσειν ταῦτα παρὰ τοῦ πλήθους τῶν
10ἀνθρώπων εἷς ὢν παρὰ πολλῶν· σάρκινος δὲ καὶ ὅμοιος τοῖς λοιποῖς γενόμενος ταῦτα μὲν οὐκ ἂν δυνηθείη ποιῆσαι, τἀναντία δὲ ἐκλελοιπότα καθιστὰς μοναρχή‐ σειεν ἄν· διὸ καὶ γιγνόμενον τοῦτο ἐνίους τῶν ἀνθρώ‐ πων λανθάνει. εἰ τοίνυν τοσούτων μὲν αἰτία κακῶν
15ἐστιν ἀνομία, τοσοῦτον δὲ ἀγαθὸν εὐνομία, οὐκ ἄλλως ἔνεστι τυχεῖν εὐδαιμονίας εἰ μή τις νόμον ἡγεμόνα προ‐ στήσαιτο τοῦ οἰκείου βίου. οὗτος δ’ ἐστὶ λόγος ὀρθός, προστάττων μὲν ἃ δεῖ ποιεῖν ἀπαγορεύων δὲ ἃ μὴ χρή, ἔν τε τῷ παντὶ κόσμῳ καὶ ἐν πόλεσι καὶ ἐν ἰδίοις
20οἴκοις καὶ αὐτῷ τινι ἑκάστῳ πρὸς ἑαυτόν. εἰ τοίνυν τὸν τοιοῦτον λόγον περὶ ἀγαθῶν καὶ κακῶν ὄντα καὶ καλῶν καὶ αἰσχρῶν οὐχ οἷόν τε ἄλλως μαθεῖν καὶ γνόντα τελεώσασθαι, εἰ μή τις τελέως φιλοσοφήσειε, τούτων ἕνεκα φιλοσοφίαν ἀσκητέον πάντων μάλιστα
25τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων. Τελευταῖον δὴ τρόπον εἰς προτροπὴν τίθεμεν
τὸν ἀπὸ τῶν συμβόλων, τὸν μὲν ἴδιον ὄντα τῆς αἱρέ‐104
Protr
.

105

σεως καὶ ἀπόρρητον πρὸς τὰς ἄλλας ἀγωγάς, τὸν δὲ δημώδη καὶ κοινὸν πρὸς ἐκείνας, τρίτον δὲ παρ’ ἀμφότερα μέσον ἀμφοῖν οὔτε παντάπασι δημώδη οὔτε μὴν ἄντικρυς Πυθαγορικόν, ἀλλ’ οὐδὲ ἀπηλλαγμένον
5ὁλοσχερῶς ἑκατέρου. τῶν γὰρ λεγομένων Πυθαγορι‐ κῶν συμβόλων ὅσα ἂν ἀξιομνημόνευτα ἡμῖν φαίνηται καὶ τὸ προτρεπτικὸν εἶδος παραδεικνύῃ ἐκθέμενοι, διε‐ γνώκαμεν ἐξήγησιν ποιήσασθαι τὴν πρέπουσαν αὐτῶν εἰς παράκλησιν, ἐκ τοῦ τοιούτου νομίζοντες πλήρη καὶ
10ἐντελεστέραν προτροπὴν εἰς φιλοσοφίαν ἐνήσειν τοῖς ἐντευξομένοις μᾶλλον ἢ εἰ διὰ πλειόνων στίχων ποιοί‐ μεθα τὴν προτροπήν. καθὸ μὲν οὖν ἐξωτερικάς τινας ἐπιλύσεις καὶ κοινὰς πάσης φιλοσοφίας ἐντάξομεν αὐτῷ, κατὰ τοῦτο ἡγητέον αὐτὸ κεχωρίσθαι Πυθαγο‐
15ρικοῦ βουλήματος, καθὸ δὲ καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας περὶ ἑκάστου δόξας ἐγκαταμίξομεν, κατὰ τοῦτο πάλιν οἰκεῖον μὲν Πυθαγορικῶν, ἀλλότριον δὲ τῶν ἄλλων φιλοσόφων καλῶς ἔχει τίθεσθαι αὐτό. λεληθότως δέ, ὡς εἰκός, ἀποπαιδαγωγήσει μὲν τοῦτο
20ἡμᾶς ἀπὸ τῶν ἐξωτερικῶν ἐννοιῶν, προσάξει δὲ καὶ οἰκειώσει μάλιστα ταῖς προκειμέναις καὶ κατὰ τήνδε τὴν αἵρεσιν τεχνολογουμέναις παρακλήσεσιν, οἷά τις γέφυρα ἢ κλῖμαξ κάτωθεν ἄνω καὶ εἰς ὕψος ἐκ βάθους ἀνιμῶσα πολλοῦ καὶ ἀνάγουσα τὴν ἑκάστου τῶν γνησίως
25προσεξόντων διάνοιαν· εἰς γὰρ τὸ τοιοῦτο καὶ ἐμη‐ χανήθη κατὰ μίμησιν καὶ ἀπόμαξιν τῶν προλεχθέντων.
οἱ γὰρ παλαιότατοι καὶ αὐτῷ συγχρονήσαντες καὶ105
Protr
.

106

μαθητεύσαντες τῷ Πυθαγόρᾳ οὐ τῇ κοινῇ καὶ δημώδει καὶ τοῖς ἄλλοις ἅπασιν εἰωθυίᾳ λέξει τε καὶ ἑρμηνείᾳ ἐποιοῦντο συνετὰ καὶ εὐνόητα τοῖς ἁπλῶς ἀκούουσιν ἐξ ἐπιδρομῆς τε ἐντυγχάνουσιν, εὐπαρακολούθητα πειρώ‐
5μενοι τίθεσθαι τὰ φραζόμενα ὑπ’ αὐτῶν, ἀλλὰ κατὰ τὴν νενομοθετημένην αὐτοῖς ὑπὸ Πυθαγόρου ἐχεμυθίαν μυστηρίων καὶ πρὸς τοὺς ἀτελεστέρους τρόπων ἀπορ‐ ρήτων ἥπτοντο καὶ διὰ συμβόλων ἐπέσκεπον τὰς πρὸς ἀλλήλους διαλέξεις ἢ συγγραφάς. καὶ εἰ μή τις αὐτὰ
10τὰ σύμβολα ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει περιλάβοι, γελοῖα ἂν καὶ γραώδη δόξειε τοῖς ἐντυγχά‐ νουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας. ἵν’ οὖν 〈τὰ〉 ῥήματ’ ἐκφανῆ καὶ τὸ εἰς προτροπὴν αὐτῶν ὄφελος κατάδηλον γένηται, κατὰ τὸ ἐξωτερικόν τε ἅμα
15καὶ κατὰ τὸ ἀκροατικὸν ἀποδώσομεν ἑκάστου συμβόλου τὰς ἐπιλύσεις, μηδὲ τὰ παρ’ αὐτοῖς ἀπόρρητα καὶ ἐχεμυθούμενα πρὸς τοὺς ἀνεισάκτους παραλιπόντες ἀνεξέταστα. ἔστω δὲ τὰ φρασθησόμενα σύμβολα ταῦτα· αʹ. Εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ
20 βιωτικὸν μήτε λέγε μήτε πράττε. βʹ. Ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε προσκυνητέον τοπαράπαν, οὐδ’ εἰ πρὸς ταῖς θύραις αὐταῖς παριὼν γένοιο.
γʹ. Ἀνυπόδητος θῦε καὶ προσκύνει.106
Protr
.

107

δʹ. Τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. εʹ. Μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. ϛʹ. Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος.
5ζʹ. Ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει. ηʹ. Πῦρ μαχαίρῃ μὴ σκάλευε. θʹ. Ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν. ιʹ. Ἀνδρὶ ἐπανατιθεμένῳ μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ ἀποτιθεμένῳ.
10ιαʹ. Εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον. ιβʹ. Περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει. ιγʹ. Ζυγὸν μὴ ὑπέρβαινε. ιδʹ. Ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου· Ἐρινύες
15 γὰρ μετέρχονται. ιεʹ. Πρὸς ἥλιον τετραμμένος μὴ οὔρει. ιϛʹ. Δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. ιζʹ. Ἀλεκτρυόνα τρέφε μὲν μὴ θῦε δέ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται.
20ιηʹ. Ἐπὶ χοίνικι μὴ καθέζου. ιθʹ. Γαμψώνυχον μηδὲν παράτρεφε. κʹ. Ἐν ὁδῷ μὴ σχίζε. καʹ. Χελιδόνα οἰκίᾳ μὴ δέχου. κβʹ. Δακτύλιον μὴ φόρει.
25κγʹ. Θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ. κδʹ. Παρὰ λύχνον μὴ ἐσοπτρίζου. κεʹ. Περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων.
κϛʹ. Ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι.107
Protr
.

108

κζʹ. Παρὰ θυσίᾳ μὴ ὀνυχίζου. κηʹ. Δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε. κθʹ. Στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε.
5λʹ. Καρδίαν μὴ τρῶγε. λαʹ. Ἐγκέφαλον μὴ ἔσθιε. λβʹ. Ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε. λγʹ. Ἐρυθῖνον μὴ προσλαμβάνου. λδʹ. Χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε.
10λεʹ. Χρυσὸν ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ. λϛʹ. Προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον. λζʹ. Κυάμων ἀπέχου. ληʹ. Μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ.
15λθʹ. Ἐμψύχων ἀπέχου. Ταῦτα δὴ πάντα κοινῶς μὲν προτρεπτικά ἐστι πρὸς πᾶσαν ἀρετήν, κατ’ ἰδίαν δὲ ἕκαστα πρὸς ἑκά‐ στην ἀρετήν· πρὸς μέρη τε φιλοσοφίας καὶ μαθήσεως ἄλλα ἄλλως προσοικειοῖ, οἷον εὐθὺς τὰ πρῶτα εἰς
20εὐσέβειαν καὶ τὴν θείαν ἐπιστήμην ἐστὶ παρακλητικά. Τὸ γὰρ εἰς ἱερὸν ἀπιόντα προσκυνῆσαι μη‐ δὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγειν μήτε πράττειν τηρεῖ τὸ θεῖον ᾗπέρ ἐστι καθ’ αὑτὸ ἀμιγὲς ἄχραντον, τῷ τε καθαρῷ τὸ καθαρὸν ἐθίζει συνάπτειν
25καὶ ποιεῖ μηδὲν ἐφέλκεσθαι ἀπὸ τῶν ἀνθρωπίνων εἰς108
Protr
.

109

τὴν θείαν θρησκείαν· πάντα γὰρ ἀλλότριά ἐστι καὶ ἐναντίως πρὸς αὐτὴν ἔχει. τὸ δ’ αὐτὸ καὶ πρὸς ἐπι‐ στήμην μεγάλα συμβάλλεται· οὐδὲν γὰρ δεῖ πρὸς τὴν θείαν ἐπιστήμην προσφέρειν τοιοῦτον, οἷόν ἐστιν ἀν‐
5θρώπινον διανόημα ἢ βιωτικῆς φροντίδος ἐχόμενον. οὐδὲν οὖν ἄλλο παρακελεύεται ἐν τούτοις ἢ τοὺς λόγους τοὺς ἱεροὺς καὶ τὰς θείας πράξεις μὴ συμμιγνύναι τοῖς ἀνθρωπίνοις ἀστάτοις ἤθεσι. Τούτῳ δὲ συνῳδόν ἐστι καὶ τὸ ἑξῆς τὸ ὁδοῦ
10πάρεργον οὐκ εἰσιτέον εἰς ἱερὸν οὐδὲ προσ‐ κυνητέον τοπαράπαν, οὐδ’ εἰ πρὸς ταῖς θύραις αὐταῖς παριὼν γένοιο. εἰ γὰρ ὁμοίῳ τὸ ὅμοιον φίλον τέ ἐστι καὶ προσήγορον, δῆλον ὅτι καὶ ἀρχηγι‐ κωτάτην οὐσίαν ἐχόντων τῶν θεῶν ἐν τοῖς ὅλοις,
15προηγουμένην αὐτῶν δεῖ ποιεῖσθαι τὴν θεραπείαν· εἰ δ’ ἄλλου τις ἕνεκα αὐτὴν ποιοῖτο, δεύτερον οὕτω θή‐ σεται τὸ πάντων προηγούμενον καὶ ἀναστρέψει τὴν ὅλην τάξιν τῆς ὅλης θεραπείας τε καὶ γνώσεως. ἔτι γὰρ τὰ τίμια ἀγαθὰ οὐ δεῖ τῶν ἀνθρωπίνων χρησί‐
20μων ἐν ὑστέρᾳ μοίρᾳ τίθεσθαι, οὐδὲ ἐν τέλους μὲν τάξει τὰ ἡμέτερα, ἐν προσθήκης δὲ μέρει τὰ κρείτ‐ τονα οὔτε ἔργα οὔτε διανοήματα. Ἡ δ’ ἐπὶ τὸ αὐτὸ προτροπὴ καὶ ἀπὸ τοῦ ἑξῆς γένοιτο ἄν· τὸ γὰρ ἀνυπόδητος θῦε καὶ προσ‐
25κύνει ἓν μὲν σημαίνει τὸ δεῖν κοσμίως καὶ μετρίως καὶ μὴ ὑπερέχοντας τῆς ἐν τῇ γῇ τάξεως τοὺς θεοὺς θεραπεύειν καὶ τὴν ὑπὲρ αὐτῶν γνῶσιν ποιεῖσθαι, ἕτερον δὲ τὸ δεῖν δεσμῶν χωρὶς καὶ εὔλυτον ὄντα τὴν θεραπείαν καὶ γνῶσιν τῶν θεῶν ποιεῖσθαι. ταῦτα
30δὲ οὐκ ἐπὶ τοῦ σώματος μόνου παραγγέλλει τὸ σύμ‐109
Protr
.

110

βολον διαπράττεσθαι, ἀλλὰ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν, ὡς μήτε ὑπὸ παθῶν αὐτὰς κατέχεσθαι μήτε ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας μήτε ὑπὸ τῆς περι‐ πεφυκυίας ἔξωθεν ἡμῖν γενέσεως, εὔλυτα δὲ πάντα
5ἔχειν καὶ ἕτοιμα πρὸς τὴν μετουσίαν τῶν θεῶν. Καὶ ἄλλο δέ τι τούτοις ὅμοιον εἰς τὴν αὐτήν τε ἀρετὴν προτρέπον ἐστὶ τὸ τοιοῦτον σύμβολον· περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων. ἱκανῶς γὰρ τὸ δόγμα τοῦτο σεβα‐
10στικὸν ὑπάρχει καὶ ἐμφαντικὸν τῆς τῶν θεῶν ὑπερ‐ οχῆς, ἐφοδιάζον ἡμᾶς καὶ ὑπομιμνῇσκον ὅτι οὐκ ἀπὸ τῆς ἡμῶν αὐτῶν συγκρίσεως χρὴ τεκμαίρεσθαι καὶ τὴν θείαν δύναμιν, ἀλλ’ ἡμῖν μὲν ἅτε σωματικοῖς ὑπάρ‐ χουσι γενητοῖς τε καὶ φθαρτοῖς καὶ προσκαίροις, ὑπο‐
15κειμένοις τε νόσων ποικιλίᾳ καὶ ὄγκου μικρότητι καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῇ βαρήσει καὶ ὑπνωδίᾳ καὶ ἐνδείᾳ καὶ πλεονασμῷ ἀβουλίᾳ τε καὶ ἀσθενείᾳ καὶ ψυχῆς παραποδισμῷ καὶ τοῖς ἄλλοις, εἰκὸς ἀμήχανά τινα καὶ ἀδύνατα ὑπάρχειν. καίτοι πολλὰ οὕτω παρὰ
20τῆς φύσεως ἔχομεν ἐξαίρετα, ἀλλ’ ὅμως πάντῃ τῶν θεῶν ἀπολειπόμεθα, καὶ οὔτε δύναμιν τὴν αὐτὴν οὔτε ἀρετὴν ἴσην πρὸς αὐτοὺς ἔχομεν. γνῶσιν οὖν θεῶν διαφερόντως τοῦτο εἰσηγεῖται, ὡς πάντα δυναμένων αὐτῶν. διὰ τοῦτο δὴ οὖν περὶ θεῶν μηδὲν ἀπιστεῖν
25παραγγέλλει. πρόσκειται δὲ μηδὲ περὶ θείων δογ‐ μάτων, τῶν τῇ Πυθαγορικῇ φιλοσοφίᾳ δοκούντων· ταῦτα γὰρ ὑπὸ μαθημάτων καὶ ἐπιστήμονος θεωρίας
ἠσφαλισμένα ἀληθῆ καὶ ἀδιάψευστα μόνα ὑπάρχει,110
Protr
.

111

ἀποδείξει παντοίᾳ καὶ συναναγκασμῷ ὠχυρωμένα. τὰ δὲ αὐτὰ ταῦτα δύναται καὶ πρὸς τὴν ἐπιστήμην τὴν περὶ θεῶν προτρέπειν· παραγγέλλει γὰρ ἐπιστήμην τοιαύτην κτήσασθαι, δι’ ἧς οὐδενὶ ἀπιστήσομεν τῶν
5λεγομένων περὶ θεῶν καὶ περὶ θείων δογμάτων. δύνα‐ ται παραινεῖν τὰ αὐτὰ καὶ τὸ διὰ μαθημάτων χωρεῖν· ὀμματουργὰ γὰρ ταῦτα μόνα καὶ φωτοποιὰ περὶ τῶν ὄντων ἁπάντων τῷ μέλλοντι σκέψεσθαι καὶ κατόψεσθαι αὐτά. ἐκ γὰρ τοῦ μαθημάτων μετασχεῖν ἓν πρὸ πάν‐
10των συνίσταται, τὸ μὴ ἀπιστεῖν μήτε περὶ φύσεως θεῶν μήτε περὶ οὐσίας μήτε περὶ δυνάμεως, μηδὲ μὴν περὶ τῶν Πυθαγορικῶν δογμάτων τερατολογεῖσθαι δο‐ κούντων τοῖς ἀνεισάκτοις καὶ μαθημάτων ἀμυήτοις· ὥστε τὸ ‘μὴ ἀπίστει‘ ἴσον ἐστὶ τῷ μετέρχου καὶ κτῶ
15ἐκεῖνα δι’ ἃ οὐκ ἀπιστήσεις, τουτέστι μαθήματα καὶ ἐπιστημονικὰς ἀποδείξεις. Οἶμαι δ’ ὅτι καὶ τὸ ἐπὶ τούτοις εἰς τὸ αὐτὸ συν‐ τείνει· τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. καὶ γὰρ τοῦτο τὴν μὲν δημώδη
20καὶ ἀνθρωπίνην ζωὴν ἀφιέναι παραγγέλλει, τὴν δὲ χωριστὴν καὶ θείαν μεταδιώκειν ἀξιοῖ, καὶ τὰ μὲν δοξάσματα τὰ κοινά φησι δεῖν ὑπερορᾶν, τὰ δὲ ἴδια καὶ ἀπόρρητα περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὴν μὲν πρὸς ἀνθρώπους φέρουσαν τέρψιν ἀτιμάζειν, τὴν δὲ
25τῆς θείας βουλήσεως ἐχομένην εὐπραγίαν περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὰ μὲν ἀνθρώπινα ἔθη ἐᾶν ὡς δημώδη, τὰς δὲ τῶν θεῶν θρησκείας ὡς ὑπερεχούσας τὴν δη‐ μώδη ζωὴν ἀνταλλάττεσθαι.
Συγγενὲς δ’ ἐστὶ τούτῳ καὶ τὸ ἐφεξῆς· μελαν‐111
Protr
.

112

ούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. τὰ μὲν οὖν ἄλλα περὶ αὐτοῦ ἐν τῷ Περὶ συμβόλων ἐροῦ‐ μεν, ὅσα δὲ εἰς προτροπὴν ἁρμόζει, παραγγέλλει τῆς οὐρανίας πορείας ἀντέχεσθαι καὶ τοῖς νοεροῖς θεοῖς
5συνάπτεσθαι, τῆς τε ἐνύλου φύσεως χωρίζεσθαι καὶ περιάγεσθαι πρὸς τὴν ἄυλον καὶ καθαρὰν ζωήν, θεῶν τε θεραπείᾳ χρῆσθαι τῇ ἀρίστῃ καὶ μάλιστα τοῖς πρω‐ τίστοις θεοῖς προσηκούσῃ. Ταῦτα μὲν οὖν εἰς θεῶν γνῶσιν καὶ θρησκείαν
10ποιεῖται τὴν παράκλησιν, εἰς δὲ σοφίαν τὰ τοιαῦτα· Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπό‐ μενος. πρῶτον γάρ ἐστι σοφίας ἔργον τὸ τὸν λόγον ἐπιστρέφειν εἰς ἑαυτὸν καὶ ἐθίζειν μὴ ἔξω προϊέναι, τελεοῦσθαί τε καθ’ ἑαυτὸν καὶ ἐν τῇ πρὸς ἑαυτὸν
15ἐπιστροφῇ καὶ μετὰ τοῦτο ἐν τῷ τοῖς θεοῖς ἕπεσθαι· οὐδὲν γὰρ ἄλλο οὕτω τελειοῖ τὸν νοῦν ἢ ὅταν ἐπι‐ στρεφόμενος εἰς ἑαυτὸν τοῖς θεοῖς συνακολουθῇ. Τὸ δὲ ἀνέμων πνεόντων τὴν ἠχὼ προσ‐ κύνει καὶ αὐτὸ τῆς θείας σοφίας ἐστὶ γνώρισμα·
20αἰνίττεται γὰρ ὡς δεῖ τῶν θείων οὐσιῶν καὶ δυνά‐ μεων τὴν ὁμοιότητα ἀγαπᾶν, καὶ ὅταν ἐνεργῶσι, τὸν σύμφωνον πρὸς τὰς ἐνεργείας αὐτῶν λόγον μετὰ με‐ γάλης σπουδῆς τιμᾶν τε καὶ σέβειν. Τὸ δὲ μαχαίρῃ πῦρ μὴ σκάλευε φρονήσεώς
25ἐστι παρακλητικόν· ἐγείρει γὰρ ἡμῖν τὴν ἔννοιαν τὴν προσήκουσαν περὶ τοῦ μὴ δεῖν πυρὸς πλήρει καὶ θυμοῦ ἀνθρώπῳ μήτε ἀντιτιθέναι λόγον τεθηγμένον μήτε ἐρίζειν. πολλάκις γὰρ κινήσεις τῷ λόγῳ τὸν ἀμαθῆ
καὶ ταράξεις καὶ πείσῃ δεινὰ καὶ ἀηδῆ. μάρτυς τοῖς112
Protr
.

113

λεχθεῖσιν Ἡράκλειτος· θυμῷ γάρ φησι μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν χρηίζῃ γίγνεσθαι, ψυχῆς ὠνέεται. καὶ τοῦτο ἀληθῶς εἶπε· πολλοὶ γὰρ χαριζό‐ μενοι θυμῷ ἀντηλλάξαντο τὴν ἑαυτῶν ψυχὴν καὶ θά‐
5νατον φίλτερον ἐποιήσαντο. ἐκ δὲ τοῦ γλώσσης κρατεῖν καὶ εἶναι ἠρεμαῖον ἐκ μὲν νείκους γίγνεται φιλία σβεννυ‐ μένου πυρὸς θυμικοῦ, καὶ αὐτὸς οὐκ ἄφρων εἶναι δόξεις. Τούτῳ δὲ συμμαρτυρεῖ καὶ τὸ ἑξῆς· τὴν ὀξίδα ἀποστρέφειν ἀπὸ σαυτο· πρὸς ὃν γὰρ ἂν τύχῃ
10ἐπεστραμμένη, ἐπίληπτος ἔσται. καὶ τοῦτο φρονήσει χρῆσθαι παρακελεύεται καὶ μὴ θυμῷ. τὸ μὲν γὰρ ὀξὺ τῆς ψυχῆς, ὅπερ θυμὸν καλοῦμεν, λογισμοῦ καὶ φρο‐ νήσεως ἐστέρηται (ζεῖ γὰρ ὁ θυμὸς ὥσπερ λέβης πυρὶ θαλπόμενος), οὐθὲν εἰς τὸ πρόσθεν γιγνόμενον μερί‐
15ζων † γνώμη. χρὴ οὖν ἐν νηνεμίᾳ καθιστάναι τὴν ψυ‐ χὴν ἀποστρέφοντα [τὴν ψυχὴν] τοῦ θυμοῦ, ἐπιλαμβα‐ νόμενον ἑαυτοῦ πολλάκις· ὥσπερ 〈γὰρ〉 ἠχοῦντα χαλκὸν ἁφῇ, καὶ τὸ πάθος οὖν τοῦτο τῷ λογισμῷ πιέζειν χρή. Τὸ δὲ φορτίον συνανατιθέναι, συγκαθαι‐
20ρεῖν δὲ μή, εἰς ἀνδρείαν προτρέπει. πᾶς μὲν γὰρ ἀνατιθέμενος φορτίον πόνου καὶ ἐνεργείας σημαίνεται πρᾶξιν, ὁ δὲ καθαιρούμενος ἀναπαύσεως καὶ ἀνέσεως, ὥστε καὶ τὸ σύμβολον τοιόνδε ἔχει ἐπιλογισμόν· μὴ γίγνου μήτε αὑτῷ μήτε ἄλλῳ ῥαθυμίας καὶ μαλθακῆς
25διαίτης αἴτιος· πόνῳ γὰρ πᾶν χρῆμα ἁλώσιμον. Ἡρά‐
κλειον δὲ οἱ Πυθαγόρειοι ἐφήμιζον τόδε τὸ σύμβολον113
Protr
.

114

εἶναι αὐτοῖς, ἐπισφραγιζόμενοι ἀπὸ τῶν ἐκείνου ἔργων. ὅτε γὰρ ὡμίλει κατ’ ἀνθρώπους, πολλάκις ἐκ πυρὸς καὶ πάντων τῶν δεινοτάτων ἀπενόστει ὄκνον παραιτού‐ μενος· ἐκ γὰρ τοῦ πράττειν καὶ ἐργάζεσθαι τὸ κατορ‐
5θοῦν παραγίγνεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἀποκνεῖν. Τὸ δὲ εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα πάρεχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον εἰς τὴν πρακτικὴν φρόνησιν παρακαλεῖ, τὰς μὲν σπου‐ δαίας πράξεις ὡς δεξιὰς περιτίθεσθαι παραγγέλλον [τὸ
10σύμβολον], τὰς δὲ φαύλας ὡς ἀριστερὰς ἀποτίθεσθαι παντάπασι καὶ ἀπορρύπτεσθαι. Μάλιστα δὲ τὸ περὶ Πυθαγορείων ἄνευ φω‐ τὸς μὴ λάλει παρακλητικόν ἐστιν εἰς τὸν κατὰ φρό‐ νησιν νοῦν. οὗτος γὰρ τῷ φωτὶ ἔοικε τῆς ψυχῆς καὶ
15ἀόριστον οὖσαν αὐτὴν ὁρίζει, περιάγει τε ὥσπερ ἐκ σκότου εἰς φῶς. περὶ πάντων μὲν οὖν τῶν ἐν τῇ ζωῇ καλῶν ἡγεμόνα νοῦν προΐστασθαι προσήκει, μάλιστα μὲν οὖν περὶ τῶν Πυθαγορείων δογμάτων· ταῦτα γὰρ ἄνευ φωτὸς οὐχ οἷόν τέ ἐστι γνῶναι.
20 Τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν δικαιοπραγεῖν παρακελεύεται καὶ προτιμᾶν ἰσότητα καὶ μετριότητα θαυμαστῶς καὶ τὴν τελειοτάτην ἀρετὴν γιγνώσκειν δι‐ καιοσύνην, ἧς συμπληρωτικαὶ αἱ λοιπαὶ καὶ ἧς ἄνευ τῶν ἄλλων οὐδὲν ὄφελος· καὶ οὐ παρέργως αὐτὴν εἰδέναι
25χρή, ἀλλὰ διὰ θεωρημάτων καὶ ἐπιστημονικῆς ἀποδεί‐ ξεως. τοῦτο δὲ οὐδεμιᾶς ἄλλης ἔργον ἐστὶ τέχνης εἰδέναι καὶ ἐπιστήμης πλὴν μόνης φιλοσοφίας τῆς κατὰ Πυθα‐ γόραν, ἥτις ἐξαιρέτως τῶν ἄλλων τὰ μαθήματα προτιμᾷ.
Εἰς ταὐτὸ δὲ φέρει καὶ τὸ ἀποδημῶν τῆς οἰκίας114
Protr
.

115

μὴ ἐπιστρέφου· Ἐρινύες γὰρ μετέρχονται. καὶ γὰρ τοῦτο εἰς φιλοσοφίαν προτρέπει καὶ τὴν κατὰ νοῦν αὐτοπραγίαν. δηλοῖ τε καὶ προλέγει τὸ σύμβολον ἐναργῶς ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος χώριζε σαυτὸν
5πάντων σωματικῶν καὶ αἰσθητῶν, καὶ ὄντως θανάτου μελέτην ποιοῦ ἐπὶ τὰ νοητὰ καὶ ἄυλα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀμεταστρεπτὶ χωρῶν διὰ τῶν προσηκόντων μαθημάτων. ἀποδημία μὲν γὰρ μετά‐ στασις τόπου, θάνατος δὲ ὁ τῆς ψυχῆς χωρισμὸς ἀπὸ
10τοῦ σώματος, οὗτος δὲ τὸ φιλοσοφεῖν ὡς ἀληθῶς καὶ ἄνευ αἰσθητηρίων καὶ σωματικῶν ἐνεργειῶν καθαρῷ τῷ νῷ χρῆσθαι εἰς κατάληψιν τῆς ἐν τοῖς οὖσιν ἀλη‐ θείας, ἥπερ ἐπέγνωσται σοφία οὖσα. φιλοσοφεῖν δὴ ἐπιβαλλόμενος μὴ ἐπιστρέφου μηδὲ καθέλκου πρὸς τὰ
15πρότερα καὶ ἐν συντροφίᾳ σοι διατελέσαντα σωματικά· μετάνοια γὰρ ἐκ τούτου πολλή σοι παρέψεται ἐμποδι‐ ζομένῳ εἰς τὰς ὑγιεῖς καταλήψεις ὑπὸ τῆς περὶ τὰ σω‐ ματικὰ ἀχλύος. τὴν δὲ μετάνοιαν Ἐρινὺν μετωνόμασε. Τὸ δὲ πρὸς ἥλιον τετραμμένος μὴ οὔρει
20ἐκεῖνο προτρέπει· μηδὲν ζῳῶδες ἐπιβάλλου ποιεῖν, φιλοσόφει δὲ τὸν οὐρανὸν ὁρῶν καὶ τὸν ἥλιον, φῶς τέ σοι τῆς ἀληθείας ἡγείσθω, καὶ μηδέποτε μέμνησο ταπεινόφρων εἶναι ἐν φιλοσοφίᾳ, ἐπὶ θεοὺς δὲ καὶ σοφίαν διὰ τῆς τῶν οὐρανίων ἐπισκέψεως ἀνέρχου, καὶ
25φιλοσοφίᾳ ἐπιβαλλόμενος καὶ τῷ ἐν αὐτῇ φωτὶ τῆς ἀληθείας καθαίρων σεαυτὸν καὶ τραπεὶς ἐπὶ τὴν τοιαύ‐ την ἐπιτήδευσιν θεολογίαν τε καὶ φυσιολογίαν καὶ σφαιρικῶν ἐπίγνωσιν αἰτιολογίαν τε τὴν ὑπὲρ πάντα
ταῦτα μηκέτι ζῳῶδές τι ποίει μηδὲ βοσκηματῶδες.115
Protr
.

116

Τὸ δὲ αὐτὸ παραγγέλλει καὶ 〈τὸ〉 δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. οὐ γὰρ μόνον ἐπεὶ καθαρτικὸν τὸ δᾳδίον τῷ ταχίστου καὶ πλείστου μεθεκτικὸν εἶναι πυρός, ὥσπερ τὸ λεγόμενον θεῖον, παραινεῖ μὴ μιαί‐
5νειν αὐτὸ φύσει μιασμῶν ἀποσοβητικὸν ὑπάρχον, μηδ’ ἀντιμάχεσθαι τῇ φυσικῇ ἐπιτηδειότητι αὐτοῦ μολύ‐ νοντα τὸ μολυσμῶν κωλυτικόν, ἀλλὰ μᾶλλον μὴ μίσ‐ γειν μηδὲ κατακιρνᾶν τὰ σοφίας ἴδια τοῖς τῆς ζῳωδίας· δᾳδίον μὲν γὰρ διὰ τὴν εὐφέγγειαν φιλοσοφίᾳ παρα‐
10βέβληται, θᾶκος δὲ διὰ τὴν χαμαιπέτειαν ζῳωδίᾳ. Τὸ δὲ ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται συμβουλεύει ἡμῖν ὑποτρέφειν καὶ σωματοποιεῖν καὶ μὴ παρορᾶν ἀπολλύ‐ μενα καὶ διαφθειρόμενα τὰ τῆς τοῦ κόσμου ἑνώσεως
15καὶ ἀλληλουχίας συμπαθείας τε καὶ συμπνοίας μεγάλα τεκμήρια. ὥστε προτρέπει τῆς τοῦ παντὸς θεωρίας καὶ φιλοσοφίας ἀντιλαμβάνεσθαι. ἐπεὶ γὰρ ἀπόκρυφος φύσει ἡ περὶ τοῦ παντὸς ἀλήθεια, καὶ δυσθήρατος ἱκα‐ νῶς· ζητητέα δὲ ὅμως ἀνθρώπῳ καὶ ἐξιχνευτέα μάλιστα
20διὰ φιλοσοφίας. διὰ γὰρ ἄλλου τινὸς ἐπιτηδεύματος οὕτως ἀδύνατον· αὕτη δὲ μικρά τινα ἐναύσματα παρὰ τῆς φύσεως λαμβάνουσα καὶ ὡσανεὶ ἐφοδιαζομένη ζω‐ πυρεῖ τε αὐτὰ καὶ μεγεθύνει καὶ ἐνεργέστερα διὰ τῶν παρ’ αὐτῆς μαθημάτων ἀπεργάζεται. φιλοσοφητέον
25〈ἄρα〉 ἂν εἴη. Τὸ δὲ ἐπὶ χοίνικι μὴ καθέζου Πυθαγορικώτε‐
ρον ἐκδέξαιτ’ ἄν τις ἐκ τῶν αὐτῶν τοῖς ἄνωθεν ὁρμώ‐116
Protr
.

117

μενος. ἐπεὶ γὰρ σωματότητι καὶ ζῳωδίᾳ καὶ οὐ χοίνικι μετρητή ἐστιν ἡ τροφή, μὴ ἠρέμει μηδ’ ἀμύητος φιλο‐ σοφίας διατέλει, ἀλλ’ εἰς ταύτην σαυτὸν δοὺς ἐκείνου μᾶλλον προνοοῦ τοῦ ἐν σοὶ θεοειδεστέρου, ὅ ἐστι ψυχή,
5καὶ πολὺ πρότερον τοῦ ἐν ταύτῃ νοῦ, ὧν τροφὴ οὐ χοίνικι ἀλλὰ θεωρίᾳ καὶ μαθήσει μετρεῖται. Τὸ δὲ γαμψώνυχον μηδὲν παράτρεφε Πυθα‐ γορικώτερον συμβουλεύει· κοινωνικὸς ἴσθι, μεταδο‐ τικός, καὶ τοὺς ἄλλους τοιούτους εἶναι παρασκεύαζε,
10διδόναι τι καὶ δέχεσθαι ἀκακοήθως καὶ ἀφθόνως ἐθί‐ ζων, ἀλλὰ μὴ πάντα μὲν λαμβάνειν ἀπλήστως, διδόναι δὲ μηδέν. ἡ γὰρ τῶν γαμψωνύχων φυσικὴ διοργά‐ νωσις λαβεῖν μὲν τάχιστα καὶ ῥᾳδίως δεδημιούργηται, ἀφεῖναι δὲ ἢ μεταδοῦναι οὐκέτι διὰ τὴν ἔνστασιν ἀγ‐
15κύλων ὄντων τῶν ὀνύχων, ὃν τρόπον καὶ αἱ κρεάγραι πεφύκασιν ἐπισπᾶσθαι μὲν τάχιστα, ἀφιέναι δὲ δυσ‐ χερῶς, εἰ μή τις ἄρα ὑπερεπικλίνῃ αὐτὰς ἀναστρέφων. προσαρτηθεισῶν δὴ ἡμῖν ὑπὸ τῆς φύσεως τῶν χειρῶν, ἵνα δι’ αὐτῶν διδῶμέν τε καὶ δεχώμεθα κατὰ τὸν
20κοινωνικὸν λόγον, καὶ τῶν δακτύλων ἁπλῶν πως καὶ οὐκ ἀγκύλων αὐταῖς προσπεφυκότων, οὐ μιμητέον ἐν τοῖς τοιούτοις τὰ γαμψώνυχα ἑτέρῳ τρόπῳ δημιουργη‐ θέντα ὑπὸ τοῦ πλάσαντος, ἀλλὰ μᾶλλον κοινωνητέον ἀλλήλοις καὶ μεταληπτέον, προτρεπομένους εἰς τὸ τοι‐
25οῦτον ὑπ’ αὐτῶν τῶν τὰ ὀνόματα τιθεμένων, οἳ τὴν δεξιὰν τῶν χειρῶν ἐντιμοτέραν ὠνόμασαν οὐ μόνον ἀπὸ τοῦ δέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ δεκτὴν ὑπάρχειν
ἐν τῷ μεταδιδόναι. δικαιοπραγητέον ἄρα, διὰ δὲ τοῦτο117
Protr
.

118

φιλοσοφητέον· ἀμοιβὴ γάρ τις καὶ ἀνταπόδοσις ἡ δι‐ καιοσύνη, τὸ πλεονάζον καὶ ἐλλιπὲς ἀνταποδιδοῦσα δι’ ἀντισώσεως. Τὸ δὲ ἐν ὁδῷ μὴ σχίζε δηλοῖ ὅτι ἓν μὲν τὸ
5ἀληθές, πολυσχιδὲς δὲ τὸ ψεῦδος· δῆλον δὲ ἐκ τοῦ τὸ μέν τι ἕκαστον μοναχῶς λέγεσθαι εἴπερ ὑγιῶς λέ‐ γοιτο, τὸ δέ τι οὐχὶ ἕκαστον ἀπείροις τρόποις. ὁδὸς δὴ ἡ φιλοσοφία δοκεῖ εἶναι. λέγει οὖν ὅτι αἱροῦ φιλοσοφίαν ἐκείνην καὶ τὴν ἐπὶ σοφίαν ὁδόν, ἐν ᾗ οὐ
10σχίσεις οὐδὲ ἀντιλεγόμενα δογματίσεις, ἀλλὰ ἑστῶτα καὶ τὰ αὐτὰ ἑαυτοῖς ἀποδείξει ἐπιστημονικῇ βεβαιω‐ θέντα διὰ μαθημάτων καὶ θεωρίας, ὅ ἐστι Πυθαγορι‐ κῶς φιλοσόφει. δύναται δὲ καί, —ἐπειδὴ ἡ διὰ τῶν σωματικῶν καὶ αἰσθητῶν χωροῦσα φιλοσοφία, ᾗ οἱ
15νεώτεροι κατακόρως χρῶνται καὶ τὸν θεὸν καὶ τὰς ποιότητας καὶ τὴν ψυχὴν καὶ τὰς ἀρετὰς καὶ ἁπλῶς πάντα τὰ ἐν τοῖς οὖσιν αἴτια κυριώτατα νομίζοντες σῶμα εἶναι, εὐολίσθητός ἐστι καὶ εὐανάτρεπτος, ὡς δηλοῦσιν αἱ τῶν δοκούντων τι λέγειν περὶ αὐτῆς ποι‐
20κιλώταται ἐπιχειρήσεις· ἡ δὲ 〈διὰ〉 τῶν ἀσωμάτων καὶ νοητῶν ἀύλων τε καὶ ἀιδίων τὴν προχώρησιν ποιου‐ μένη, τῶν τε ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων καὶ οὐδέποτε ὅσον ἐπ’ αὐτοῖς φθορὰν ἢ μεταβολὴν ἐπιδεχομένων, ὁμοία τοῖς ὑποκειμένοις ἀδιάπτωτός ἐστι
25καὶ εὐσταθής, ἑδραίας καὶ ἀκλινοῦς ἀποδείξεως δη‐ μιουργός, —συμβουλεύει τοίνυν ἡμῖν τὸ παράγγελμα, ἐπειδὰν φιλοσοφῶμεν καὶ τὴν δηλουμένην ὁδὸν ἀνύω‐ μεν, φεύγειν μὲν τὴν τῶν σωματικῶν καὶ πολυσχιδῶν
ἐπιβολὴν καὶ ἀποδοχήν, προσοικειοῦσθαι δὲ τῇ τῶν118
Protr
.

119

ἀσωμάτων οὐσίᾳ τῇ οὐκ ἔστιν ὅτε οὐχὶ ἑαυτοῖς ὁμοίων διατελούντων διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς φύσει ἀλή‐ θειαν καὶ ἀδιαπτωσίαν. Τὸ δὲ χελιδόνα οἰκίᾳ μὴ δέχου συμβουλεύει·
5ῥᾴθυμον καὶ μὴ διηνεκῶς φιλοπονοῦντα μηδὲ ἐπίμονον αἱρετιστὴν καὶ γνώριμον εἰς τὰ σὰ δόγματα μὴ ἐπι‐ δέχου, δεόμενα συνεχοῦς καὶ εὐτονωτάτης προσοχῆς καὶ φερεπονίας διὰ τὴν τῶν ἐν αὐτοῖς ποικίλων μαθη‐ μάτων ἐξαλλαγὴν καὶ περιπλέκειαν. εἰκόνι δὲ ῥᾳθυ‐
10μίας καὶ ἐγκοπῆς χρόνων χελιδόνι κέχρηται, ὅτι μέρος τι τοῦ ἐνιαυτοῦ αὕτη ἐπιφοιτᾷ ἡμῖν καὶ ὡσανεὶ ἐπιξε‐ νοῦται πρὸς βραχὺν καιρόν, τὸ δὲ πλεῖον ἀφίσταται καὶ ἀφανὴς ἡμῖν ὑπάρχει. Τὸ δὲ δακτύλιον μὴ φόρει ἀκολούθως τῷ Πυ‐
15θαγορικῷ ἀρέσκοντι ἕλκομεν εἰς τὴν παράκλησιν οὕ‐ τως· ἐπεὶ δεσμοῦ τρόπῳ περίκειται τοῖς φοροῦσιν ὁ δακτύλιος, ἴδιον ἔχων τὸ μὴ ἄγχειν μηδὲ κακουχεῖν ἀλλά πως ἁρμόζειν καὶ προσφυῶς ἔχειν, δεσμὸς δὲ τοιοῦτός τις καὶ τὸ σῶμα τῇ ψυχῇ ὑπάρχει, τὸ οὖν
20δακτύλιον μὴ φόρει φιλοσόφει φησὶν ὡς ἀληθῶς καὶ χώριζε τοῦ περικειμένου δεσμοῦ τὴν ψυχήν· μελέτη γὰρ θανάτου καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος ἡ φιλο‐ σοφία. τὴν ἄρα Πυθαγορικὴν μέτιθι σπουδῇ μεγάλῃ, τὴν ἀφιστᾶσαν ἑαυτὴν διὰ τοῦ νοῦ ἀπὸ σωματικῶν
25πάντων καὶ περὶ τὰ νοητὰ καὶ ἄυλα διὰ τῶν θεωρη‐ τικῶν μαθημάτων καταγιγνομένην· ἀλλὰ καὶ ἀπόλυε σαυτοῦ τὰ ἁμαρτήματα καὶ ἀνθολκὰ καὶ κωλυσιεργὰ τοῦ φιλοσοφεῖν σαρκὸς ἀσχολήματα τροφάς τε ὑπερ‐
βαλλούσας καὶ πληθώρας ἀκαίρους, δεσμοῦ τρόπον τὸ119
Protr
.

120

σῶμα καταλαμβανούσας νοσοκομίας τε καὶ ἀσχολίας ἀδιαλείπτους ἐμποιούσας. Τὸ δὲ θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ κατὰ τὴν προλεχθεῖσαν ἔννοιαν προτροπῇ χρῆται τοιᾷδε·
5φιλοσόφει καὶ ἀσωμάτους πρὸ παντὸς ἡγοῦ θεοὺς ὑπάρ‐ χειν· τὸ γὰρ κυριώτατον ῥίζωμα τῶν Πυθαγορικῶν δογμάτων τοῦτ’ ἐστίν, ἐξ οὗ τὰ πάντα σχεδὸν ἤρτη‐ ται καὶ ὑφ’ οὗ μέχρι τέλους κρατύνεται· μὴ νόμιζε δὲ μορφαῖς αὐτοὺς κεχρῆσθαι ὅσαι εἰσὶ σωματικαί,
10μηδὲ προσδεδέσθαι ὑποστάσει ὑλικῇ καὶ οἷον δεσμῷ ὑλικῷ σώματι, ὥσπερ τὰ ἄλλα ζῷα. αἱ δὲ ἐπὶ δακτυ‐ λίοις γλυφαὶ τόν τε δεσμὸν δι’ αὐτοῦ τοῦ δακτυλίου ἐμφαίνουσι καὶ τὴν σωματότητα τό τε αἰσθητὸν εἶδος καὶ ὡσανεί τινος τῶν ἐπὶ μέρους ζῴων διὰ τῆς γλυπ‐
15τῆς προσόψεως, ἧς χωριστέον μάλιστα τὸ τῶν θεῶν γένος ὡς ἀίδιόν τε καὶ νοητὸν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ ἔχον, ὡς ἐν τῷ Περὶ θεοῦ ἰδίως καὶ πληρέστατα τεχνολογεῖται. Τὸ δὲ παρὰ λύχνον μὴ ἐσοπτρίζου Πυθαγορι‐
20κώτερον συμβουλεύει τὸ φιλοσόφει μὴ προστρέχων μὴ ταῖς κατ’ αἴσθησιν φαντασίαις, αἵτινες φῶς μέν τι περὶ τὰς καταλήψεις ποιοῦσι, λυχνοειδὲς μέντοι καὶ οὐχὶ φυσικὸν οὐδὲ ἀληθές, ἀλλὰ μᾶλλον ταῖς κατὰ τὸ νοητικὸν ἐπιστημονικαῖς, ἀφ’ ὧν λαμπροτάτη τις εὐαυ‐
25γία καὶ ἀδιάπταιστος περὶ τὸ τῆς ψυχῆς ὄμμα συνίστα‐ ται *** ἐξ ἁπάντων τῶν νοημάτων καὶ τῆς περὶ ταῦτα θεωρίας, ἀλλ’ οὐκ ἐκ τῶν σωματικῶν καὶ αἰσθητῶν·
ἐν συνεχεῖ γὰρ ταῦτα ῥύσει καὶ μεταβολῇ πολλάκις120
Protr
.

121

ἐδηλώθη κατ’ οὐδένα τρόπον μόνιμα καὶ τὰ αὐτὰ ἑαυ‐ τοῖς ὑπάρχοντα, ἵνα καὶ βεβαίαν ἐπιστημονικήν τε ὑπομείνῃ κατάληψιν καὶ ἐπίγνωσιν ὡς ἐκεῖνα. Τὸ δὲ περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει
5μηδὲ περὶ θείων δογμάτων προτρέπει μετιέναι καὶ κτᾶσθαι ἐκεῖνα τὰ μαθήματα, δι’ ἃ οὐκ ἀπιστήσεις οὐκέτι περὶ θεῶν καὶ περὶ θείων δογμάτων ἔχων τὰ μαθήματα καὶ τὰς ἐπιστημονικὰς ἀποδείξεις. Τὸ δὲ ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι δηλοῖ κρα‐
10τεῖν τῶν παθῶν διὰ λόγου φιλοσόφου ἐπέχειν τε τὸ εὐμετάβλητον καὶ οὐ μόνιμον τῶν ἀνθρωπίνων παθῶν· ὑπομίμνῃσκε δὲ σαυτὸν τοῦ ὀρθοῦ λόγου, μήτε ἄρα εὐτυχίαις ἐπιχαυνοῦ μήτε συμφοραῖς συνταπεινοῦ ἐν οὐθετέρῳ μεταβολῆς ἔννοιαν ὑπολογιζόμενος. τὸν δὲ
15γέλωτα ὑπὲρ πάντων τῶν παθῶν ὠνόμασεν, ὅτι μόνος μάλιστα ἐκφανῶς μηνύεται, ὥσπερ τι ἐπάνθημα ὑπάρ‐ χων καὶ ἐπίφλεγμα μέχρι προσώπου τῆς διαθέσεως. ἴσως δὲ [παραγγέλλει], ἐπειδὴ ἀνθρώπου ἴδιον παρὰ τὰ ἄλλα ζῷα οὗτος (ὁρίζονται γοῦν τινες ζῷον αὐτὸ γελα‐
20στικὸν εἶναι), δηλοῦται ὑπὸ τοῦ παραγγέλματος τὸ μὴ ἐπιμόνως καὶ ἀμεταβλήτως τῇ ἀνθρωπότητι ἔμμενε, ἀλλὰ μίμησιν θεοῦ κατὰ τὸ δυνατὸν τῶν φιλοσοφῶν καὶ τοῦ ἰδιώματος τούτου τῶν ἀνθρώπων ὑπεκχωρῶν προκρίνων τε τὸ λογικὸν τοῦ γελαστικοῦ εἰς διάκρισιν
25καὶ διαφορὰν πρὸς τὰ λοιπὰ ζῷα. Τὸ δὲ παρὰ θυσίᾳ μὴ ὀνυχίζου περὶ φιλίας
ἐστὶ προτρεπτικόν· τῶν γὰρ οἰκείων καὶ προσηκόντων121
Protr
.

122

ἡμῖν ἐξ αἵματος οἱ μὲν ἔγγιστα γένους εἰσὶν ἀδελφοὶ καὶ τέκνα καὶ γονεῖς, ἐοικότες τοῖς μέρεσιν ἡμῶν ἅπερ ἀφαιρεθέντα ἄλγημα οὐ τὸ τυχὸν παρέχει καὶ κολού‐ ρωσιν, οἷον δάκτυλοι χεῖρες ὦτα ῥὶν καὶ τὰ ὅμοια· οἱ
5δ’ ἐξ ἀποστήματος πολλοῦ προσῳκειωμένοι, οἷον ἀνε‐ ψιάδαι ἢ πατραδέλφων γαμβροντιδεῖς ἢ τοιοῦτοί τινες, ἐοίκασιν ἑκάστου ἡμῶν τοῖς μέρεσιν ὧν τεμνομένων ἄλγησις οὐδεμία παραγίνεται, οἷον θριξὶ καὶ ὄνυξι καὶ τοῖς ὁμοίοις. βουλόμενος οὖν ἐκείνους τοὺς συγ‐
10γενεῖς δηλῶσαι τοὺς παρὰ τὸν ἄλλον χρόνον ἠμελη‐ μένους διὰ τὴν ἀπόστασιν, τοῖς ὄνυξιν ἐχρήσατο καὶ εἶπε· μὴ ἀποτίθεσο παντάπασι τούτους, ἀλλ’ ἔν γε θυ‐ σίαις, εἰ καὶ τῷ ἄλλῳ χρόνῳ παρημελήθησαν, πρόσαγε αὐτοὺς σαυτῷ καὶ ἀνανέου τὴν οἰκειότητα.
15 Τὸ δὲ δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε μὴ ὄρεγε ῥᾳδίως φησὶ δεξιάν, τουτέστι μὴ ἀνάσπα μηδὲ ἀνιμᾶν ἐπιχείρει δεξιὰν ὀρέγων τοῖς ἀνεπιτηδείοις καὶ ἀνοργιάστοις, ἔτι δὲ διὰ παιδευμάτων τε καὶ διδαγ‐ μάτων, ἃ πολλῷ χρόνῳ δοκιμασθεῖσιν ἀξίοις εἶναι τοῦ
20μεταλαβεῖν ἐγκρατείας τε καὶ πενταετοῦς σιωπῆς καὶ τῆς ἄλλης βασάνου μόγις δίδοται. Τὸ δὲ στρωμάτων ἐξαναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε τοῦτο παραγγέλ‐ λει, ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος νοητοῖς λοιπὸν καὶ
25ἀσωμάτοις προσοικείου σεαυτόν. ἐκ τοῦ οὖν τῆς ἀμα‐ θίας ὕπνου καὶ νυκτοειδοῦς σκότους ἐξανιστάμενος
μηδὲν συνεπισπῶ σεαυτῷ σωματικὸν εἰς τὸ τῆς φιλο‐122
Protr
.

123

σοφίας ἡμεροειδές, ἀλλὰ πάντα τὰ τοῦ ὕπνου ἐκείνου ἴχνη τῆς μνήμης τῆς σεαυτοῦ ἐκκάθαιρε καὶ ἐξαφάνιζε. Τὸ δὲ καρδίαν μὴ τρῶγε σημαίνει τὸ μὴ δεῖν τὴν ἕνωσιν τοῦ παντὸς καὶ τὴν σύμπνοιαν διασπᾶν,
5καὶ ἔτι μᾶλλον τὸ μὴ ἴσθι βάσκανος, ἀλλὰ φιλάνθρωπος καὶ κοινωνικός. ἐκ δὲ τούτου φιλοσοφεῖν παραινεῖ· μόνη γὰρ αὕτη ἐπιστημῶν καὶ τεχνῶν οὔτε ἐπιλυπεῖται ἀγαθοῖς ἀλλοτρίοις οὔτε ἐπιχαίρει κακοῖς τοῖς πέλας, ἅτε φύσει συγγενεῖς καὶ οἰκείους ὁμοιοπαθεῖς τε καὶ
10κοινῇ ὑποκειμένους τύχῃ ἀπροόρατόν τε τὸ μέλλον ἔχοντας τοὺς ἀνθρώπους πάντας ὁμαλῶς ἀποφαίνουσα· διόπερ συμπαθεῖς τε καὶ φιλαλλήλους παραγγέλλει εἶ‐ ναι, κοινωνικόν τε ὡς ἀληθῶς καὶ λογικὸν ζῷον. Τούτῳ δὲ ἔοικε καὶ τὸ ἐγκέφαλον μὴ ἔσθιε·
15καὶ γὰρ αὐτὸς οὗτος ἡγεμονικόν· ἐστι τοῦ φρονεῖν ὄργανον. αἰνίττεται οὖν ὡς οὐ δεῖ καλῶς βεβουλευ‐ μένα πράγματα καὶ δόγματα διασιλλαίνειν μηδὲ δια‐ δάκνειν, καλῶς δ’ ἂν εἴη βεβουλευμένα τὰ διὰ φρενῶν καὶ τοῦ κατ’ αὐτὸ τὸ νοεῖν ἡγεμονικοῦ συνεσκεμμένα,
20ἴσον τῷ ἐπιστημονικά. οὐ γὰρ διὰ τῶν τοῦ ἀλόγου τῆς ψυχῆς εἴδους ὀργάνων, καρδίας καὶ ἥπατος, ἀλλὰ διὰ τοῦ καθαροῦ τοῦ λογιστικοῦ τὰ τοιαῦτα ἐθεωρήθη· διόπερ ἀβουλία τὸ ἀντικόπτειν αὐτοῖς. σέβεσθαι δὲ μᾶλλον κελεύει τὸ σύμβολον τὴν τῶν φρενῶν πηγὴν
25καὶ τὸ τῷ νοεῖν προσεχέστατον ὄργανον, δι’ οὗ θεω‐ ρίαν τε καὶ ἐπιστήμην καὶ τὸ σύνολον σοφίαν κτώ‐ μεθα καὶ ὡς ἀληθῶς φιλοσοφοῦμεν, καὶ μὴ συγχεῖν
μηδὲ ἀφανίζειν τὰ δι’ αὐτοῦ ἴχνη.123
Protr
.

124

Τὸ δὲ ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμά‐ των κατάπτυε λέγει τοῦτο· εὐκαταφρόνητα τὰ σύμ‐ φυτα μέν σοι, ἀψυχότερα δέ πως, ὥσπερ τιμιώτερα τὰ ψυχικώτερα· οὕτως δὴ καὶ ἐπειδὰν φιλοσοφεῖν ἐπιβάλῃ,
5προτίμα μὲν τὰ διὰ ψυχῆς καὶ νοῦ ἄνευ αἰσθητηρίων ἀποδεικνύμενα διὰ θεωρηματικῆς ἐπιστήμης, καταφρό‐ νει δὲ καὶ κατάπτυε τῶν ἄνευ νοητικοῦ φωτὸς δοξαζο‐ μένων διὰ τῶν συμφύτων ψιλῶς αἰσθητηρίων, ἃ μη‐ κέτι εὐτονεῖ τῇ τοῦ νοῦ ἀιδιότητι παρομαρτεῖν.
10 Τὸ δὲ ἐρυθῖνον μὴ προσλαμβάνου φαίνεται πρὸς τὴν τοῦ ὀνόματος ἐτυμολογίαν ψιλὴν συμβεβλῆ‐ σθαι. ἀπηρυθριακότα γὰρ καὶ ἀναίσχυντον μὴ ἐπι‐ δέχου ἄνθρωπον, ἢ ἐκ τοῦ ἐναντίου καταπλῆγα καὶ ἐν παντὶ καθ’ ὑπερβολὴν ἐρυθριῶντα καὶ ταπεινού‐
15μενον ὑπό τε νοῦ καὶ ἀσθενοῦς διανοίας. διὰ δὲ τούτου νοεῖται τὸ μὴ αὐτὸς τοιοῦτος ἴσθι. Τὸ δὲ χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε σημαίνει συγχύσεως καὶ παχυτῆτος, ὅπερ ἐστὶ σωματι‐ κῶν καὶ αἰσθητῶν ἀποδείξεων, ἐκλανθάνεσθαι φιλοσο‐
20φεῖν ἐπιβαλλόμενον, νοηταῖς δὲ χρῆσθαι μᾶλλον ἀπο‐ δείξεσιν. ἡ δὲ σποδὸς ἀντὶ τῆς κόνεως τῆς ἐπὶ τοῖς ἄβαξι παρελήφθη, ἐφ’ ἧς αἱ ἀποδείξεις συμπεραίνονται. Χρυσὸν δὲ ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνο‐ ποιίᾳ, οὐ γυναικὶ λέγει, ἀλλ’ αἱρέσει καὶ φιλοσοφίᾳ,
25ᾗπέρ ἐστι πολὺ τὸ σωματικὸν καὶ κατάφορον εἰς βαρύ‐ τητα. πάντων γὰρ τῶν ἐπὶ γῆς βαρύτατον χρυσὸς καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς διωκτικόν, ὅπερ βάρους σωμα‐ τικοῦ ἴδιον. τὸ δὲ πλησιάζειν οὐ μόνον συγγίνεσθαι,
ἀλλὰ καὶ συνεγγίζειν ἐστὶ καὶ πλησίον καθίστασθαι.124
Protr
.

125

Τὸ δὲ προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον παραγγέλλει τοῦτο· φιλοσόφει καὶ μαθήματα μέτιθι μὴ παρέργως, καὶ δι’ αὐτῶν ὥσπερ διαβάθρας ἐπὶ τὸ προκείμενον χώρει· κατάπτυε δὲ
5τῶν προτιμωμένων καὶ πρεσβευομένων τοῖς πολλοῖς, καὶ προτίμα τὴν Ἰταλικὴν φιλοσοφίαν τὴν τὰ ἀσώματα καθ’ αὑτὰ θεωροῦσαν τῆς Ἰωνικῆς τῆς τὰ σώματα προηγουμένως ἐπισκοπουμένης. Τὸ δὲ κυάμων ἀπέχου συμβουλεύει φυλάττεσθαι
10πᾶν ὅσον ἐστὶ φθαρτικὸν τῆς πρὸς θεοὺς ὁμιλίας καὶ τῆς θείας μαντικῆς. Τὸ δὲ μολόχην μεταφύτευε μέν, μὴ ἔσθιε δέ, αἰνίττεται μὲν ὅτι συντρέπεται τῷ ἡλίῳ τὰ τοι‐ αῦτα φυτὰ καὶ παρατηρεῖν ἀξιοῖ τοῦτο, πρόσκειται δὲ
15τὸ μεταφύτευε, τουτέστιν ἐπιστὰς τῇ αὐτοῦ φύσει καὶ τῇ πρὸς τὸν ἥλιον διατάσει καὶ συμπαθείᾳ μὴ ἀρ‐ κοῦ μηδὲ ἐπίμενε μόνῳ τούτῳ, ἀλλὰ τὴν διάνοιαν μεταβίβαζε καὶ ὡσανεὶ μεταφύτευε καὶ ἐπὶ τὰ ὁμογενῆ φυτὰ καὶ λάχανα καὶ ἐπὶ τὰ μὴ ὁμογενῆ [δὲ] ζῷα ἤδη
20καὶ λίθους καὶ ποταμοὺς καὶ πάσας ἁπλῶς φύσεις· πολύχουν γὰρ εὑρήσεις καὶ πολύτροπον θαυμασίως δὲ δαψιλὲς τὸ τῆς τοῦ κόσμου ἑνώσεως καὶ συμπνοίας σημαντικόν, ὥσπερ ἀπὸ ῥίζης καὶ ἀφετῆρος τῆς μολό‐ χης ὡρμημένος. οὐ μόνον οὖν μὴ ἔσθιε μηδὲ ἀφάνιζε
25τὰς τοιαύτας παρατηρήσεις, ἀλλὰ καὶ αὖξε καὶ πληθο‐ ποίει δίκην μεταφυτεύοντος. Τὸ δὲ ἐμψύχων ἀπέχου ἐπὶ δικαιοσύνην προ‐ τρέπει καὶ πᾶσαν τὴν τοῦ συγγενοῦς τιμὴν καὶ τὴν τῆς
ὁμοίας ζωῆς ἀποδοχὴν καὶ πρὸς ἕτερα τοιαῦτα πλείονα.125
Protr
.

126

Διὰ πάντων δὴ οὖν τούτων φανερὸς γέγονε καὶ ὁ διὰ τῶν συμβόλων προτρεπτικὸς τύπος ἔχων πολὺ τὸ ἀρχαιότροπον καὶ Πυθαγορικόν. ἀλλ’ ἐπεὶ διὰ πάν‐ των διεξεληλύθαμεν τῶν προτρεπτικῶν τρόπων, ἐν‐
5ταῦθα καταπαύομεν τοὺς εἰς παράκλησιν τείνοντας
λόγους.126