TLG 2022 065 :: GREGORIUS NAZIANZENUS :: Alphabeticum A [Sp.] GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) Alphabeticum A [Sp.] Citation: (Line) | ||
1 | Ἄνω πτέρωσον πρὸς θεόν σου τὰς φρένας. Βίον πόθησον ἔνθεν ἠγλαϊσμένον. Γαίαν βαδίζον μὴ τὰ τῆς γαίας φρόνει. Δίδου πένητι χεῖρα κειμένῳ κάτω. | |
---|---|---|
5 | Ἔργον φέριστον ἠγλαϊσμένον πόθει. Ζήτει τὰ τέρπνα τῶν ἐκεῖθεν ἐλπίδων. Ἡ γλῶσσα φαύλων, μήτε τὸ ψεῦδος λέγει. Θῆρα δρακόντων μὴ γένῃ τῶν δαιμόνων. Ἴχνη βεβήλων μηδαμῶς ὁδοιπόρει. | |
10 | Κλαῦσον στέναξον· δάκρυσι πλῦνον ῥύπους. Λόγους σοφιστῶν τίμα καὶ σοφὸς γένει. Μὴ τοὺς ἐπαίνους, ἀλλὰ τοὺς ψόφους φίλει. Ναόν σε δ’ αὐτὸν τεῦξον ἡγιασμένον. Ξένους ξένιζε, ξενοπρεπῶς καὶ τρέφε. | |
15 | Ὅρκους βδελύσσου ψυχικοὺς ὁδοστάτας. Πλοῦτόν τε μίσει καὶ τὰ τέρπνα τοῦ βίου. Ῥευστὸν δὲ κόσμον, ὡς ἀραχνώδει νόει. Σαρκὸς πόνοις φρόνημα, τῆξον ἐνθέοις. Τὰ δ’ ὅπλα φωτὸς ἀντὶ πορφύρας φόρει. | |
20 | Ὑψῶν ἑαυτὸν μὴ πέσει μέγα βλέπε. Φόβῳ Θεοῦ κλίνον τε τὸν σὸν αὐχένα. Χαίρων βάδιζε τὴν ἄνω κατοικίαν Ψέγου παρ’ ἄλλου μᾶλλον ἢ θέλε ψέγειν. | |
Ὦ παῖ φύλαξον, ταῦτα καὶ μέγας ἔσῃ. | 521 |