TLG 2022 058 :: GREGORIUS NAZIANZENUS :: Testamentum

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

Testamentum

Source: Pitra, J.B. (ed.), Iuris ecclesiastici Graecorum historia et monumenta, vol. 2. Rome: Congregatio de Propaganda Fide, 1868: 155–159.

Citation: Page — (line)

155

(1t)

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἴσον τῆς διαθήκης, μεταγραφὲν ἐκ τοῦ
2tἀρχετύπου δικαιώματος, ἐν ᾧ καὶ ἰδιόχειροι ὑπογραφαὶ σώζονται ὑπ’ αὐ‐
3tτοῦ τε καὶ τῶν ὑπογραψάντων μαρτύρων.
4tὙπατείᾳ Φλαβίου Εὐχερίου, καὶ Φλαβίου Εὐαγρίου, τῶν λαμπροτάτων,
5tπρὸ μιᾶς Καλανδῶν Ἰανουαρίων.
6 Γρηγόριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Κωνσταντίνου πόλει, ζῶν καὶ φρονῶν, καὶ ὑγιεῖ γνώσει, καὶ ἐῤῥωμένοις τοῖς λογισμοῖς, διεθέμην τὴν διαθήκην μου ταύτην· ἣν κε‐ λεύω καὶ βούλομαι εἶναι κυρίαν καὶ βεβαίαν ἐπὶ παντὸς δικαστηρίου καὶ πάσης ἐξουσίας. Ἤδη μὲν γὰρ τὴν ἐμαυτοῦ γνώμην κατέστησα φανερὰν, καὶ πᾶσάν μου τὴν οὐσίαν καθιέρωσα τῇ κα‐
10θολικῇ ἐκκλησίᾳ τῇ κατὰ Ναζιανζὸν, εἰς τὴν τῶν πτωχῶν διακονίαν, τῶν ὑπὸ τὴν προειρημένην ἐκκλησίαν. Διόπερ καὶ τρεῖς προεστησάμην πτωχοτρόφους εἶναι, κατὰ ταύτην μου τὴν προαίρε‐ σιν, Μάρκελλον τὸν διάκονον καὶ μονάζοντα, καὶ Γρηγόριον τὸν διάκονον, τὸν ἐκ τῆς οἰκίας μου γενόμενον, καὶ Εὐστάθιον τὸν μονάζοντα, τὸν καὶ αὐτὸν ἐκ τῆς οἰκίας μου γενόμενον. Καὶ νῦν δὲ τὴν αὐτὴν συνείδησιν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ κατὰ Ναζιανζὸν φυλάττων, ἔχομαι τῆς αὐτῆς
15προαιρέσεως. Ἐὰν οὖν συμβῇ με τέλει τοῦ βίου χρήσασθαι, ἔστω μου κληρονόμος ὁ προειρημένος Γρηγόριος ὁ διάκονος καὶ μονάζων, ὁ γενόμενος ἐκ τῆς οἰκίας μου, ὃν πάλαι ἠλευθέρωσα, ἐξ ὁλοκλήρου πάσης μου τῆς οὐσίας, κινητῆς τε καὶ ἀκινήτου, τῆς πανταχοῦ μοι ὑπαρχούσης· οἱ
δὲ λοιποὶ πάντες ἔστωσάν μου ἀποκληρονόμοι. Οὕτω μέν τοι, ὥστε αὐτὸν πᾶσάν μου τὴν οὐσίαν,155

156

κινητήν τε καὶ ἀκίνητον, ἀποκαταστῆσαι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ τῇ ἐν Ναζιανζῷ, μηδὲν τὸ παράπαν ὑπεξελόμενον, πλὴν ὧν ἂν ἐν ταύτῃ τῇ διαθήκῃ μού τισιν ἰδικῶς καταλίπω, λεγάτου ἢ φιδεκομμίσσου χάριν· ἀλλὰ πάντα, ὡς προεῖπον, ἀκριβῶς ἀποσῶσαι τῇ ἐκκλησία, ἔχοντα τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν, καὶ εἰδότα ὄτι εἰς διακονίαν τῶν πτωχῶν τῆς αὐτῆς
5ἐκκλησίας προσέταξα πᾶσάν μου τὴν οὐσίαν προσχωρῆσαι, καὶ ἐπὶ τούτῳ αὐτὸν ἐνεστησάμην κληρονόμον, ὥστε δι’ αὐτοῦ τῇ ἐκκλησίᾳ πάντα ἀπαραλείπτως ἀποσωθῆναι. Τοὺς οὖν οἰκέτας, οὒς ἠλευθέρωσα, εἴτε ἐξ ἐμῆς προαιρέσεως, εἴτε ἐξ ἐντολῶν τῶν μα‐ καριωτάτων γονέων μου, τούτους πάντας βούλομαι καὶ νῦν ἐπ’ ἐλευθερίας μένειν, καὶ τὰ πεκούλια αὐτοῖς πάντα μένειν βεβαίως καὶ ἀνενόχλητα.
10 Ἔτι βούλομαι κατασχεῖν τὸν κληρονόμον μου Γρηγόριον τὸν διάκονον, ἅμα τῷ μονάζοντι Εὐ‐ σταθίῳ, τοὺς γενομένους ἐκ τῆς οἰκίας μού ποτε, κτῆμα ἐν Ἀριανζοῖς τὸ ἐκ τῶν Ῥηγίνου κατελθὸν εἰς ἡμᾶς. Τὰ δὲ φορβάδια καὶ τὰ πρόβατα, ὅσα ἤδη αὐτοῖς παρὼν ἐκέλευσα δοθῆναι, ὧν καὶ τὴν νομὴν αὐτοῖς καὶ τὴν δεσποτείαν παρέδωκα, ταῦτα μένειν αὐτοῖς ἀνενόχλητα βούλομαι δεσποτείας δικαίῳ.
15 Ἔτι δὲ ἐξαιρέτως Γρηγόριον τὸν διάκονον καὶ κληρονόμον μου, γνησίως ὑπηρετήσαντά μοι, βούλομαι κατασχεῖν ἰδίῳ δεσποτείας δικαίῳ χρυσίνους τὸν ἀριθμὸν πεντήκοντα. Τῇ αἰδεσιμωτάτῃ παρθένῳ Ῥουσσιανῇ, τῇ συγγεννίδι μου, ῥητὰ ἐκέλευσα καθ’ ἕκαστον ἔτος δίδοσθαι πρὸς τὸ ἐλευθερίως αὐτὴν διάγειν· ἅπερ βούλομαι καὶ κελεύω πάντα κατὰ τὸν τύπον, ὃν προσέταξα, ἀνυπερθέτως αὐτῇ δίδοσθαι καθ’ ἔτος. Περὶ δὲ οἰκήσεως αὐ‐
20τῆς, τότε μὲν οὐδὲν διεταξάμην, μὴ εἰδὼς ποῦ μᾶλλον ἀρεστόν ἐστιν αὐτῇ διάγειν· νῦν δὲ καὶ τοῦτο βούλομαι, ὥστε, ἐν οἵῳ ἂν ἐπιλέξηται χωρίῳ, κατασκευασθῆναι αὐτῇ οἰκίαν ἐλευ‐
θέρᾳ πρέπουσαν, εὐσχήμονι διαγωγῇ παρθένου· ἥνπερ οἰκίαν ἕξει δηλαδὴ ἀνενοχλήτως εἰς χρῆσιν156

157

καὶ καρπείαν μέχρι βίου ζωῆς, μετὰ δὲ ταῦτα ἀποκαταστήσει τῇ ἐκκλησίᾳ. Προστεθῆναι δὲ αὐτῇ βούλομαι καὶ δύο κόρας, ἃς αὐτὴ ἐπιλέξηται, οὕτω μέντοι, ὥστε αὐτῇ παραμεῖναι τὰς κόρας μέχρι τοῦ τῆς ζωῆς αὐτῆς χρόνου. Καὶ εἰ μὲν αὐταῖς εὐχαριστήσειεν, ἐξεῖναι αὐτῇ ἐλευ‐ θερίᾳ αὐτὰς τιμῆσαι· εἰ δὲ μὴ, καὶ αὐτὰς διενεγκεῖν τῇ αὐτῇ ἐκκλησίᾳ.
5 Θεόφιλον τὸν παῖδα, τὸν παραμένοντά μοι, ἤδη ἠλευθέρωσα. Βούλομαι οὖν αὐτῷ καὶ νῦν δο‐ θῆναι λεγάτου χάριν νομίσματα εʹ. Εὐπράξιον δὲ τὸν ἀδελφὸν αὐτοῦ βούλομαι ἐλεύθερον εἶναι, καὶ δοθῆναι αὐτῷ λεγάτου λόγῳ χρυσᾶ νομίσματα εʹ. Ἔτι βούλομαι Θεοδόσιον τὸν Νοτάριόν μου ἐλεύθερον εἶναι, δοθῆναι δὲ αὐτῷ καὶ λεγά‐
10του λόγῳ χρυσοῦ νομίσματα εʹ. Τὴν γλυκυτάτην μου θυγατέρα Ἀλυπιανὴν (τῶν γὰρ ἄλλων Εὐγενείας τε καὶ Νόννης ὀλί‐ γος ὁ λόγος, ὧν καὶ ὁ βίος ἐπιλήψιμός ἐστι·) βούλομαι συγγνώμην ἔχειν μοι, εἰ μηδὲν αὐτῇ καταλιπεῖν κύριος ἐγενόμην, πάντα προεπαγγειλάμενος τοῖς πτωχοῖς, μᾶλλον δὲ τοῖς μακαριωτάτοις γονεῦσιν ὑποσχομένοις ἀκολουθήσας, ὧν ἀθετῆσαι τὴν γνώμην, οὔθ’ ὅσιον, οὔτ’ ἀσφαλὲς ἡγοῦμαι.
15Ὅσα μέντοι ἐκ τῶν τοῦ μακαρίου μου ἀδελφοῦ Καισαρίου πραγμάτων, ἐν ἐσθῆτι σηρικῇ ἢ λινῇ ἢ ἐρεᾷ ἢ βουριχαλίοις περιλέλειπται, ταῦτα διαφέρειν τοῖς τέκνοις αὐτῆς βούλομαι, καὶ ἐν μη‐ δενὶ μήτ’ ἐκείνην, μήτε τὰς ἀδελφὰς αὐτῆς ἐνοχλεῖν, μήτε τῷ κληρονόμῳ μου, μήτε τῇ ἐκκλησίᾳ. Μελέτιος ὁ γαμβρός μου τὸ κτῆμα τὸ ἐν Ἀπηνζινσῷ τὸ ἐκ τῶν Εὐφημίου, ἴστω κακῶς κα‐ τέχων· καὶ ὑπὲρ τούτου καὶ πρότερον ἐπέστειλα πολλάκις τῷ Εὐφημίῳ, ἀνανδρίαν αὐτοῦ κα‐
20ταγινώσκων, εἰ μὴ τὸ ἑαυτοῦ ἀναῤῥύσαιτο. Καὶ νῦν μαρτύρομαι πάντας καὶ ἄρχοντας καὶ ἀρχο‐
μένους, ὅτι ἀδικεῖται ὁ Εὐφήμιος· χρὴ γὰρ τῷ Εὐφημίῳ ἀποκαταστῆναι τὸ κτῆμα. Τὴν ὠνὴν157

158

τοῦ χωρίου Κανοτάλων τῷ αἰδεσιμωτάτῳ υἱῷ, τῷ ἐπισκόπῳ Ἀμφιλοχίῳ, ἀποκαταστῆναι βού‐ λομαι. Ἔστι γὰρ ἐν τοῖς χαρτίοις ἡμῶν, καὶ πάντες ἴσασιν ὅτι καὶ τὸ συνάλλαγμα ἐλύθη, καὶ τὴν τιμὴν ἀπέλαβον, καὶ τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ κτήματος πάλαι παρέδωκα. Εὐαγρίῳ τῷ διακόνῳ, πολλά μοι συγκαμόντι καὶ συνεκφροντίσαντι, διὰ πλειόνων τε τὴν εὔνοιαν
5παραστήσαντι, χάριν ὁμολογῶ καὶ ἐπὶ Θεοῦ καὶ ἐπ’ ἀνθρώπων, καὶ τοῖς μείζοσι μὲν αὐτὸν ὁ Θεὸς ἀμείψεται· ἵνα δὲ μηδὲ τὰ μικρὰ τῆς φιλίας σύμβολα παρ’ ἡμῶν ἐλλείπῃ, βούλομαι αὐτῷ δοθῆναι κάμασον ἓν, στιχάριον ἓν, πάλλια δύο, χρυσᾶ νομίσματα λʹ. Ὁμοίως καὶ τῷ γλυκυτάτῳ συνδιακόνῳ ἡμῶν Θεοδούλῳ, τῷ ἡμῶν ἀδελφῷ, δοθῆναι βούλομαι κάμασον ἓν, στιχάρια β’, τῶν ἐν τῇ πατρίδι, χρυσᾶ νομίσματα κʹ, ἐκ τοῦ ἐν τῇ πατρίδι λόγου.
10 Ἐλαφίῳ τῷ νοταρίῳ, εὐτρόπῳ ὄντι καὶ καλῶς ἡμᾶς ἀναπαύσαντι ὃν ὑπηρετήσατο χρόνον, βούλομαι δοθῆναι κάμασον ἓν, στιχάρια β, πάλλια τρία, σιγγιλιῶνα, ἐν τῇ πατρίδι χρυσᾶ νομίσματα κʹ. Ταύτην μου τὴν διαθήκην κυρίαν καὶ βεβαίαν εἶναι βούλομαι, ἐπὶ παντὸς δικαστηρίου καὶ πάσης ἐξουσίας. Εἰ δὲ ὡς διαθήκη μὴ ἰσχύσειεν, εἰς βούλησιν εἴτ’ οὖν κωδίκελλον, αὐτὴν ἰσχύειν
15βούλομαι· Ὁ δὲ ἐπιχειρῶν αὐτὴν ἀνατρέπειν, δώσει λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ἕξει τὸν λόγον. Πρὸς τοὔνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Γρηγόριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Κωνσταντινουπόλει, ἀναγνοὺς τὴν δια‐ θήκην καὶ ἀρεσθεὶς πᾶσι τοῖς προγεγραμμένοις, ὑπέγραψα χειρὶ ἐμῇ, καὶ ἰσχύειν αὐτὴν κελεύω καὶ βούλομαι.
20Ἀμφιλόχιος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἰκονίῳ, παρὼν τῇ διαθήκῃ τοῦ αἰδε‐
σιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ.158

159

Ὄπτιμος ἐπίσκοπος τῆς κατὰ Ἀντιόχειαν καθολικῆς ἐκκλησίας, παρὼν διατιθεμένῳ τῷ αἰ‐ δεσιμωτάτῳ ἐπισκόπῳ Γρηγορίῳ, κατὰ τὰ προγεγραμμένα, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ. Θεοδόσιος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἴδῃ, παρὼν τῇ διαθήκῃ τοῦ αἰδεσι‐
5μωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ. Θεόδουλος ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς κατὰ Ἀπάμειαν, [παρήμην τῇ δια‐ θήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ]. Ἱλάριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς κατὰ Ἰσαυρίαν, παρὼν [διατιθεμένῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Γρηγορίῳ, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ].
10 Θεμίστιος ἐπίσκοπος τῆς κατὰ Ἀδριανούπολιν [τοῦ Θεοῦ ἁγίας ἐκκλησίας, παρήμην ἐν τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ.] Κληδόνιος πρεσβύτερος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἰκονίῳ, παρὼν [τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ’ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ.] Ἰωάννης ἀναγνώστης καὶ νοτάριος .... τῆς ἁγιωτάτης .... ἐκκλησίας Ναζιανζουπόλεως .... πε‐
15ποιηκὼς τὸ ἴσον τῆς θείας διαθήκης τῆς ἀποκειμένης ἐν [τῇ κατ’ ἐμὲ] ἁγιωτάτῃ ἐκκλησίᾳ, τοῦ ἁγίου καὶ εὐ‐ ἐμὲ] ἁγιωτάτῃ ἐκκλησίᾳ, τοῦ ἁγίου καὶ εὐ‐
δόξου καὶ θεολόγου Γρηγορίου, ἐκδέδωκα.159